📜 Verbum · 聖言
原文誦讀聖經與教父文獻

厄斯德拉一書

厄斯德拉一書 第 4 章|3 種原文並排

各譯本的分節不完全一致。這裡以節號對齊,某一欄沒有該節就留空,不做順序上的湊對。點任一字可查義。

希臘文
七十士譯本
拉丁文
武加大譯本
希臘文
次經
4:1
καὶ ἤρξατο δεύτερος λαλεῖν εἴπας περὶ τῆς ἰσχύος τοῦ βασιλέως
Et inchoavit sequens dicere, qui dixit de fortitudine regis.
καὶ ἤρξατο δεύτερος λαλεῖν εἴπας περὶ τῆς ἰσχύος τοῦ βασιλέως
4:2
ἄνδρες οὐχ ὑπερισχύουσιν οἱ ἄνθρωποι τὴν γῆν καὶ τὴν θάλασσαν κατακρατοῦντες καὶ πάντα τὰ ἐν αὐτοῖς
O viri, num præcellunt homines, qui terram et mare obtinent, et omnia quæ in eis sunt ?
ἄνδρες οὐχ ὑπερισχύουσιν οἱ ἄνθρωποι τὴν γῆν καὶ τὴν θάλασσαν κατακρατοῦντες καὶ πάντα τὰ ἐν αὐτοῖς
4:3
δὲ βασιλεὺς ὑπερισχύει καὶ κυριεύει αὐτῶν καὶ δεσπόζει αὐτῶν καὶ πᾶν ἐὰν εἴπῃ αὐτοῖς ἐνακούουσιν
Rex autem super omnia præcellit, et dominatur eorum : et omne quodcumque dixerit illis, faciunt.
δὲ βασιλεὺς ὑπερισχύει καὶ κυριεύει αὐτῶν καὶ δεσπόζει αὐτῶν καὶ πᾶν ἐὰν εἴπῃ αὐτοῖς ἐνακούουσιν
4:4
ἐὰν εἴπῃ αὐτοῖς ποιῆσαι πόλεμον ἕτερος πρὸς τὸν ἕτερον ποιοῦσιν ἐὰν δὲ ἐξαποστείλῃ αὐτοὺς πρὸς τοὺς πολεμίους βαδίζουσιν καὶ κατεργάζονται τὰ ὄρη καὶ τὰ τείχη καὶ τοὺς πύργους
Et si miserit illos ad bellatores, vadunt, et demoliuntur montes, et muros, et turres.
ἐὰν εἴπῃ αὐτοῖς ποιῆσαι πόλεμον ἕτερος πρὸς τὸν ἕτερον ποιοῦσιν ἐὰν δὲ ἐξαποστείλῃ αὐτοὺς πρὸς τοὺς πολεμίους βαδίζουσιν καὶ κατεργάζονται τὰ ὄρη καὶ τὰ τείχη καὶ τοὺς πύργους
4:5
φονεύουσιν καὶ φονεύονται καὶ τὸν λόγον τοῦ βασιλέως οὐ παραβαίνουσιν ἐὰν δὲ νικήσωσιν τῷ βασιλεῖ κομίζουσιν πάντα καὶ ὅσα ἐὰν προνομεύσωσιν καὶ τὰ ἄλλα πάντα
Jugulantur, et jugulant, et regis verbum non prætereunt. Nam si vicerint, afferunt regi omnia quæcumque prædati fuerint.
φονεύουσιν καὶ φονεύονται καὶ τὸν λόγον τοῦ βασιλέως οὐ παραβαίνουσιν ἐὰν δὲ νικήσωσιν τῷ βασιλεῖ κομίζουσιν πάντα καὶ ὅσα ἐὰν προνομεύσωσιν καὶ τὰ ἄλλα πάντα
4:6
καὶ ὅσοι οὐ στρατεύονται οὐδὲ πολεμοῦσιν ἀλλὰ γεωργοῦσιν τὴν γῆν πάλιν ὅταν σπείρωσι θερίσαντες ἀναφέρουσιν τῷ βασιλεῖ καὶ ἕτερος τὸν ἕτερον ἀναγκάζοντες ἀναφέρουσι τοὺς φόρους τῷ βασιλεῖ
Similiter et alii omnes, et quotquot non militant, nec pugnant, sed colunt terram : rursum cum fuerint metentes, afferunt tributa regi :
καὶ ὅσοι οὐ στρατεύονται οὐδὲ πολεμοῦσιν ἀλλὰ γεωργοῦσιν τὴν γῆν πάλιν ὅταν σπείρωσι θερίσαντες ἀναφέρουσιν τῷ βασιλεῖ καὶ ἕτερος τὸν ἕτερον ἀναγκάζοντες ἀναφέρουσι τοὺς φόρους τῷ βασιλεῖ
4:7
καὶ αὐτὸς εἷς μόνος ἐστίν ἐὰν εἴπῃ ἀποκτεῖναι ἀποκτέννουσιν εἶπεν ἀφεῖναι ἀφίουσιν
et ipse unus solus si dixerit occidite, occidunt : dixerit remittite, remittunt :
καὶ αὐτὸς εἷς μόνος ἐστίν ἐὰν εἴπῃ ἀποκτεῖναι ἀποκτέννουσιν εἶπεν ἀφεῖναι ἀφίουσιν
4:8
εἶπε πατάξαι τύπτουσιν εἶπεν ἐρημῶσαι ἐρημοῦσιν εἶπεν οἰκοδομῆσαι οἰκοδομοῦσιν
dixerit percutite, percutiunt : dixerit exterminate, exterminant : dixerit ædificate, ædificant :
εἶπε πατάξαι τύπτουσιν εἶπεν ἐρημῶσαι ἐρημοῦσιν εἶπεν οἰκοδομῆσαι οἰκοδομοῦσιν
4:9
εἶπεν ἐκκόψαι ἐκκόπτουσιν εἶπεν φυτεῦσαι φυτεύουσιν
dixerit excidite, excidunt : dixerit plantate, plantant :
εἶπεν ἐκκόψαι ἐκκόπτουσιν εἶπεν φυτεῦσαι φυτεύουσιν
4:10
καὶ πᾶς λαὸς αὐτοῦ καὶ αἱ δυνάμεις αὐτοῦ ἐνακούουσιν
et omnis plebs, et virtutes eum obaudiunt, et super hoc ipse recumbit, et bibit et dormit.
καὶ πᾶς λαὸς αὐτοῦ καὶ αἱ δυνάμεις αὐτοῦ ἐνακούουσιν
4:11
πρὸς δὲ τούτοις αὐτὸς ἀνάκειται ἐσθίει καὶ πίνει καὶ καθεύδει αὐτοὶ δὲ τηροῦσιν κύκλῳ περὶ αὐτὸν καὶ οὐ δύνανται ἕκαστος ἀπελθεῖν καὶ ποιεῖν τὰ ἔργα αὐτοῦ οὐδὲ παρακούουσιν αὐτοῦ
Hi autem custodiunt in circuitu eum, et non possunt ire singuli, et facere opera sua, sed in dicto obaudientes sunt ei.
πρὸς δὲ τούτοις αὐτὸς ἀνάκειται ἐσθίει καὶ πίνει καὶ καθεύδει αὐτοὶ δὲ τηροῦσιν κύκλῳ περὶ αὐτὸν καὶ οὐ δύνανται ἕκαστος ἀπελθεῖν καὶ ποιεῖν τὰ ἔργα αὐτοῦ οὐδὲ παρακούουσιν αὐτοῦ
4:12
ἄνδρες πῶς οὐχ ὑπερισχύει βασιλεύς ὅτι οὕτως ἐπακουστός ἐστιν καὶ ἐσίγησεν
Viri, quomodo non præcellit rex, qui sic diffamatur ? Et tacuit.
ἄνδρες πῶς οὐχ ὑπερισχύει βασιλεύς ὅτι οὕτως ἐπακουστός ἐστιν καὶ ἐσίγησεν
4:13
δὲ τρίτος εἴπας περὶ τῶν γυναικῶν καὶ τῆς ἀληθείας οὗτός ἐστιν Ζοροβαβελ ἤρξατο λαλεῖν
Tertius qui dixerat de mulieribus et veritate, hic est Zorobabel, cœpit loqui.
δὲ τρίτος εἴπας περὶ τῶν γυναικῶν καὶ τῆς ἀληθείας οὗτός ἐστιν Ζοροβαβελ ἤρξατο λαλεῖν
4:14
ἄνδρες οὐ μέγας βασιλεὺς καὶ πολλοὶ οἱ ἄνθρωποι καὶ οἶνος ἰσχύει τίς οὖν δεσπόζων αὐτῶν τίς κυριεύων αὐτῶν οὐχ αἱ γυναῖκες
Viri, non magnus rex, et multi homines, nec vinum præcellit. Quis est ergo qui dominatur eorum ?
ἄνδρες οὐ μέγας βασιλεὺς καὶ πολλοὶ οἱ ἄνθρωποι καὶ οἶνος ἰσχύει τίς οὖν δεσπόζων αὐτῶν τίς κυριεύων αὐτῶν οὐχ αἱ γυναῖκες
4:15
αἱ γυναῖκες ἐγέννησαν τὸν βασιλέα καὶ πάντα τὸν λαόν ὃς κυριεύει τῆς θαλάσσης καὶ τῆς γῆς
Nonne mulieres genuerunt regem, et omnem populum, qui dominatur mari et terræ :
αἱ γυναῖκες ἐγέννησαν τὸν βασιλέα καὶ πάντα τὸν λαόν ὃς κυριεύει τῆς θαλάσσης καὶ τῆς γῆς
4:16
καὶ ἐξ αὐτῶν ἐγένοντο καὶ αὗται ἐξέθρεψαν αὐτοὺς τοὺς φυτεύοντας τοὺς ἀμπελῶνας ἐξ ὧν οἶνος γίνεται
et ex illis nati sunt, et ipsæ educaverunt eos, qui plantaverunt vineas ex quibus vinum fit ?
καὶ ἐξ αὐτῶν ἐγένοντο καὶ αὗται ἐξέθρεψαν αὐτοὺς τοὺς φυτεύοντας τοὺς ἀμπελῶνας ἐξ ὧν οἶνος γίνεται
4:17
καὶ αὗται ποιοῦσιν τὰς στολὰς τῶν ἀνθρώπων καὶ αὗται ποιοῦσιν δόξαν τοῖς ἀνθρώποις καὶ οὐ δύνανται οἱ ἄνθρωποι εἶναι χωρὶς τῶν γυναικῶν
Et ipsæ faciunt stolas omnium hominum, et ipsæ faciunt gloriam hominibus, et non possunt homines separari a mulieribus.
καὶ αὗται ποιοῦσιν τὰς στολὰς τῶν ἀνθρώπων καὶ αὗται ποιοῦσιν δόξαν τοῖς ἀνθρώποις καὶ οὐ δύνανται οἱ ἄνθρωποι εἶναι χωρὶς τῶν γυναικῶν
4:18
ἐὰν δὲ συναγάγωσιν χρυσίον καὶ ἀργύριον καὶ πᾶν πρᾶγμα ὡραῖον καὶ ἴδωσιν γυναῖκα μίαν καλὴν τῷ εἴδει καὶ τῷ κάλλει
Si congregaverint aurum et argentum, et omnem rem speciosam, et viderint mulierem unam bono habitu et bona specie,
ἐὰν δὲ συναγάγωσιν χρυσίον καὶ ἀργύριον καὶ πᾶν πρᾶγμα ὡραῖον καὶ ἴδωσιν γυναῖκα μίαν καλὴν τῷ εἴδει καὶ τῷ κάλλει
4:19
καὶ ταῦτα πάντα ἀφέντες εἰς αὐτὴν ἐγκέχηναν καὶ χάσκοντες τὸ στόμα θεωροῦσιν αὐτήν καὶ πάντες αὐτὴν αἱρετίζουσιν μᾶλλον τὸ χρυσίον καὶ τὸ ἀργύριον καὶ πᾶν πρᾶγμα ὡραῖον
omnia hæc relinquentes in eam intendunt, et aperto ore conspiciunt, et eam alliciunt magis quàm aurum et argentum, et omnem rem pretiosam.
καὶ ταῦτα πάντα ἀφέντες εἰς αὐτὴν ἐγκέχηναν καὶ χάσκοντες τὸ στόμα θεωροῦσιν αὐτήν καὶ πάντες αὐτὴν αἱρετίζουσιν μᾶλλον τὸ χρυσίον καὶ τὸ ἀργύριον καὶ πᾶν πρᾶγμα ὡραῖον
4:20
ἄνθρωπος τὸν ἑαυτοῦ πατέρα ἐγκαταλείπει ὃς ἐξέθρεψεν αὐτόν καὶ τὴν ἰδίαν χώραν καὶ πρὸς τὴν ἰδίαν γυναῖκα κολλᾶται
Homo patrem suum relinquit qui enutriit illum, et suam regionem, et ad mulierem se conjungit.
ἄνθρωπος τὸν ἑαυτοῦ πατέρα ἐγκαταλείπει ὃς ἐξέθρεψεν αὐτόν καὶ τὴν ἰδίαν χώραν καὶ πρὸς τὴν ἰδίαν γυναῖκα κολλᾶται
4:21
καὶ μετὰ τῆς γυναικὸς ἀφίησι τὴν ψυχὴν καὶ οὔτε τὸν πατέρα μέμνηται οὔτε τὴν μητέρα οὔτε τὴν χώραν
Et cum muliere remittit animam : et neque patrem meminit, neque matrem, neque regionem.
καὶ μετὰ τῆς γυναικὸς ἀφίησι τὴν ψυχὴν καὶ οὔτε τὸν πατέρα μέμνηται οὔτε τὴν μητέρα οὔτε τὴν χώραν
4:22
καὶ ἐντεῦθεν δεῖ ὑμᾶς γνῶναι ὅτι αἱ γυναῖκες κυριεύουσιν ὑμῶν οὐχὶ πονεῖτε καὶ μοχθεῖτε καὶ πάντα ταῖς γυναιξὶν δίδοτε καὶ φέρετε
Et hinc oportet vos scire : quoniam mulieres dominantur vestri. Nonne doletis ?
καὶ ἐντεῦθεν δεῖ ὑμᾶς γνῶναι ὅτι αἱ γυναῖκες κυριεύουσιν ὑμῶν οὐχὶ πονεῖτε καὶ μοχθεῖτε καὶ πάντα ταῖς γυναιξὶν δίδοτε καὶ φέρετε
4:23
καὶ λαμβάνει ἄνθρωπος τὴν ῥομφαίαν αὐτοῦ καὶ ἐκπορεύεται ἐξοδεύειν καὶ λῃστεύειν καὶ κλέπτειν καὶ εἰς τὴν θάλασσαν πλεῖν καὶ ποταμούς
Et accipit homo gladium suum, et vadit in via facere furta, et homicidia, et mare navigare et flumina,
καὶ λαμβάνει ἄνθρωπος τὴν ῥομφαίαν αὐτοῦ καὶ ἐκπορεύεται ἐξοδεύειν καὶ λῃστεύειν καὶ κλέπτειν καὶ εἰς τὴν θάλασσαν πλεῖν καὶ ποταμούς
4:24
καὶ τὸν λέοντα θεωρεῖ καὶ ἐν σκότει βαδίζει καὶ ὅταν κλέψῃ καὶ ἁρπάσῃ καὶ λωποδυτήσῃ τῇ ἐρωμένῃ ἀποφέρει
et leonem videt, et in tenebris ingreditur : et cum furtum fecerit, et fraudes et rapinas amabili suæ affert.
καὶ τὸν λέοντα θεωρεῖ καὶ ἐν σκότει βαδίζει καὶ ὅταν κλέψῃ καὶ ἁρπάσῃ καὶ λωποδυτήσῃ τῇ ἐρωμένῃ ἀποφέρει
4:25
καὶ πλεῖον ἀγαπᾷ ἄνθρωπος τὴν ἰδίαν γυναῖκα μᾶλλον τὸν πατέρα καὶ τὴν μητέρα
Et iterum diligit, homo uxorem suam, magis quàm patrem, aut matrem.
καὶ πλεῖον ἀγαπᾷ ἄνθρωπος τὴν ἰδίαν γυναῖκα μᾶλλον τὸν πατέρα καὶ τὴν μητέρα
4:26
καὶ πολλοὶ ἀπενοήθησαν ταῖς ἰδίαις διανοίαις διὰ τὰς γυναῖκας καὶ δοῦλοι ἐγένοντο δῑ αὐτάς
Et multi dementes facti sunt propter uxores suas : et servi facti sunt propter illas :
καὶ πολλοὶ ἀπενοήθησαν ταῖς ἰδίαις διανοίαις διὰ τὰς γυναῖκας καὶ δοῦλοι ἐγένοντο δῑ αὐτάς
4:27
καὶ πολλοὶ ἀπώλοντο καὶ ἐσφάλησαν καὶ ἡμάρτοσαν διὰ τὰς γυναῖκας
et multi perierunt et jugulati sunt, et peccaverunt propter mulieres.
καὶ πολλοὶ ἀπώλοντο καὶ ἐσφάλησαν καὶ ἡμάρτοσαν διὰ τὰς γυναῖκας
4:28
καὶ νῦν οὐ πιστεύετέ μοι οὐχὶ μέγας βασιλεὺς τῇ ἐξουσίᾳ αὐτοῦ οὐχὶ πᾶσαι αἱ χῶραι εὐλαβοῦνται ἅψασθαι αὐτοῦ
Et nunc credite mihi, quia magnus est rex in potestate sua: quoniam omnes regiones verentur tangere eum.
καὶ νῦν οὐ πιστεύετέ μοι οὐχὶ μέγας βασιλεὺς τῇ ἐξουσίᾳ αὐτοῦ οὐχὶ πᾶσαι αἱ χῶραι εὐλαβοῦνται ἅψασθαι αὐτοῦ
4:29
ἐθεώρουν αὐτὸν καὶ Ἀπάμην τὴν θυγατέρα Βαρτάκου τοῦ θαυμαστοῦ τὴν παλλακὴν τοῦ βασιλέως καθημένην ἐν δεξιᾷ τοῦ βασιλέως
Videbam tamen Apemen filiam Bezacis, mirifici concubinam regis, sedentem juxta regem ad dexteram,
ἐθεώρουν αὐτὸν καὶ Ἀπάμην τὴν θυγατέρα Βαρτάκου τοῦ θαυμαστοῦ τὴν παλλακὴν τοῦ βασιλέως καθημένην ἐν δεξιᾷ τοῦ βασιλέως
4:30
καὶ ἀφαιροῦσαν τὸ διάδημα ἀπὸ τῆς κεφαλῆς τοῦ βασιλέως καὶ ἐπιτιθοῦσαν ἑαυτῇ καὶ ἐρράπιζεν τὸν βασιλέα τῇ ἀριστερᾷ
et auferentem diadema de capite ejus, et imponentem sibi; et palmis cædebat regem de sinistra manu.
καὶ ἀφαιροῦσαν τὸ διάδημα ἀπὸ τῆς κεφαλῆς τοῦ βασιλέως καὶ ἐπιτιθοῦσαν ἑαυτῇ καὶ ἐρράπιζεν τὸν βασιλέα τῇ ἀριστερᾷ
4:31
καὶ πρὸς τούτοις βασιλεὺς χάσκων τὸ στόμα ἐθεώρει αὐτήν καὶ ἐὰν προσγελάσῃ αὐτῷ γελᾷ ἐὰν δὲ πικρανθῇ ἐπ’ αὐτόν κολακεύει αὐτήν ὅπως διαλλαγῇ αὐτῷ
Et super hæc aperto ore intuebatur eam : et si arriserit ei, ridet. Nam si indignata ei fuerit, blanditur, donec reconcilietur in gratiam.
καὶ πρὸς τούτοις βασιλεὺς χάσκων τὸ στόμα ἐθεώρει αὐτήν καὶ ἐὰν προσγελάσῃ αὐτῷ γελᾷ ἐὰν δὲ πικρανθῇ ἐπ’ αὐτόν κολακεύει αὐτήν ὅπως διαλλαγῇ αὐτῷ
4:32
ἄνδρες πῶς οὐχὶ ἰσχυραὶ αἱ γυναῖκες ὅτι οὕτως πράσσουσιν
O viri, cur non sunt fortiores mulieres ? Magna est terra, et excelsum est cælum : quis ista agit ?
ἄνδρες πῶς οὐχὶ ἰσχυραὶ αἱ γυναῖκες ὅτι οὕτως πράσσουσιν
4:33
καὶ τότε βασιλεὺς καὶ οἱ μεγιστᾶνες ἐνέβλεπον ἕτερος πρὸς τὸν ἕτερον
Et tunc rex, et purpurati intuebantur in alterutrum. Et inchoavit loqui de veritate.
καὶ τότε βασιλεὺς καὶ οἱ μεγιστᾶνες ἐνέβλεπον ἕτερος πρὸς τὸν ἕτερον
4:34
καὶ ἤρξατο λαλεῖν περὶ τῆς ἀληθείας ἄνδρες οὐχὶ ἰσχυραὶ αἱ γυναῖκες μεγάλη γῆ καὶ ὑψηλὸς οὐρανός καὶ ταχὺς τῷ δρόμῳ ἥλιος ὅτι στρέφεται ἐν τῷ κύκλῳ τοῦ οὐρανοῦ καὶ πάλιν ἀποτρέχει εἰς τὸν ἑαυτοῦ τόπον ἐν μιᾷ ἡμέρᾳ
O viri, nonne fortes sunt mulieres ? Magna est terra, et excelsum est cælum : et velox cursus solis convertit in gyro cælum in locum suum in una die.
καὶ ἤρξατο λαλεῖν περὶ τῆς ἀληθείας ἄνδρες οὐχὶ ἰσχυραὶ αἱ γυναῖκες μεγάλη γῆ καὶ ὑψηλὸς οὐρανός καὶ ταχὺς τῷ δρόμῳ ἥλιος ὅτι στρέφεται ἐν τῷ κύκλῳ τοῦ οὐρανοῦ καὶ πάλιν ἀποτρέχει εἰς τὸν ἑαυτοῦ τόπον ἐν μιᾷ ἡμέρᾳ
4:35
οὐχὶ μέγας ὃς ταῦτα ποιεῖ καὶ ἀλήθεια μεγάλη καὶ ἰσχυροτέρα παρὰ πάντα
Nonne magnificus est qui hæc facit, et veritas magna, et fortior præ omnibus ?
οὐχὶ μέγας ὃς ταῦτα ποιεῖ καὶ ἀλήθεια μεγάλη καὶ ἰσχυροτέρα παρὰ πάντα
4:36
πᾶσα γῆ τὴν ἀλήθειαν καλεῖ καὶ οὐρανὸς αὐτὴν εὐλογεῖ καὶ πάντα τὰ ἔργα σείεται καὶ τρέμει καὶ οὐκ ἔστιν μετ’ αὐτοῦ ἄδικον οὐθέν
Omnis terra veritatem invocat, cælum etiam ipsam benedicit, et omnia opera moventur, et tremunt eam, et non est cum ea quicquam iniquum.
πᾶσα γῆ τὴν ἀλήθειαν καλεῖ καὶ οὐρανὸς αὐτὴν εὐλογεῖ καὶ πάντα τὰ ἔργα σείεται καὶ τρέμει καὶ οὐκ ἔστιν μετ’ αὐτοῦ ἄδικον οὐθέν
4:37
ἄδικος οἶνος ἄδικος βασιλεύς ἄδικοι αἱ γυναῖκες ἄδικοι πάντες οἱ υἱοὶ τῶν ἀνθρώπων καὶ ἄδικα πάντα τὰ ἔργα αὐτῶν πάντα τὰ τοιαῦτα καὶ οὐκ ἔστιν ἐν αὐτοῖς ἀλήθεια καὶ ἐν τῇ ἀδικίᾳ αὐτῶν ἀπολοῦνται
Vinum iniquum, iniquus rex, iniquæ mulieres, iniqui omnes filii hominum, et iniqua illorum omnia opera, et non est in ipsis veritas, et in sua iniquitate peribunt :
ἄδικος οἶνος ἄδικος βασιλεύς ἄδικοι αἱ γυναῖκες ἄδικοι πάντες οἱ υἱοὶ τῶν ἀνθρώπων καὶ ἄδικα πάντα τὰ ἔργα αὐτῶν πάντα τὰ τοιαῦτα καὶ οὐκ ἔστιν ἐν αὐτοῖς ἀλήθεια καὶ ἐν τῇ ἀδικίᾳ αὐτῶν ἀπολοῦνται
4:38
δὲ ἀλήθεια μένει καὶ ἰσχύει εἰς τὸν αἰῶνα καὶ ζῇ καὶ κρατεῖ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος
et veritas manet, et invalescit in æternum, et vivit, et obtinet in sæcula sæculorum.
δὲ ἀλήθεια μένει καὶ ἰσχύει εἰς τὸν αἰῶνα καὶ ζῇ καὶ κρατεῖ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος
4:39
καὶ οὐκ ἔστιν παρ’ αὐτῇ λαμβάνειν πρόσωπα οὐδὲ διάφορα ἀλλὰ τὰ δίκαια ποιεῖ ἀπὸ πάντων τῶν ἀδίκων καὶ πονηρῶν καὶ πάντες εὐδοκοῦσι τοῖς ἔργοις αὐτῆς καὶ οὐκ ἔστιν ἐν τῇ κρίσει αὐτῆς οὐθὲν ἄδικον
Nec est apud eam accipere personas, neque differentias : sed quæ justa sunt facit omnibus, injustis ac malignis, et omnes benignantur in operibus ejus.
καὶ οὐκ ἔστιν παρ’ αὐτῇ λαμβάνειν πρόσωπα οὐδὲ διάφορα ἀλλὰ τὰ δίκαια ποιεῖ ἀπὸ πάντων τῶν ἀδίκων καὶ πονηρῶν καὶ πάντες εὐδοκοῦσι τοῖς ἔργοις αὐτῆς καὶ οὐκ ἔστιν ἐν τῇ κρίσει αὐτῆς οὐθὲν ἄδικον
4:40
καὶ αὐτῇ ἰσχὺς καὶ τὸ βασίλειον καὶ ἐξουσία καὶ μεγαλειότης τῶν πάντων αἰώνων εὐλογητὸς θεὸς τῆς ἀληθείας
Et non est in judicio ejus iniquum, sed fortitudo, et regnum, et potestas, et majestas omnium ævorum. Benedictus Deus veritatis.
καὶ αὐτῇ ἰσχὺς καὶ τὸ βασίλειον καὶ ἐξουσία καὶ μεγαλειότης τῶν πάντων αἰώνων εὐλογητὸς θεὸς τῆς ἀληθείας
4:41
καὶ ἐσιώπησεν τοῦ λαλεῖν καὶ πᾶς λαὸς τότε ἐφώνησεν καὶ τότε εἶπον μεγάλη ἀλήθεια καὶ ὑπερισχύει
Et desiit loquendo. Et omnes populi clamaverunt, et dixerunt, Magna est veritas, et prævalet.
καὶ ἐσιώπησεν τοῦ λαλεῖν καὶ πᾶς λαὸς τότε ἐφώνησεν καὶ τότε εἶπον μεγάλη ἀλήθεια καὶ ὑπερισχύει
4:42
τότε βασιλεὺς εἶπεν αὐτῷ αἴτησαι θέλεις πλείω τῶν γεγραμμένων καὶ δώσομέν σοι ὃν τρόπον εὑρέθης σοφώτερος καὶ ἐχόμενός μου καθήσῃ καὶ συγγενής μου κληθήσῃ
Tunc rex ait illi, Pete, si quid vis amplius, quàm quæ scripta sunt, et dabo tibi, secundum quod inventus es sapientior proximis, et proximus mihi sedebis, et cognatus meus vocaberis.
τότε βασιλεὺς εἶπεν αὐτῷ αἴτησαι θέλεις πλείω τῶν γεγραμμένων καὶ δώσομέν σοι ὃν τρόπον εὑρέθης σοφώτερος καὶ ἐχόμενός μου καθήσῃ καὶ συγγενής μου κληθήσῃ
4:43
τότε εἶπεν τῷ βασιλεῖ μνήσθητι τὴν εὐχήν ἣν ηὔξω οἰκοδομῆσαι τὴν Ιερουσαλημ ἐν τῇ ἡμέρᾳ τὸ βασίλειόν σου παρέλαβες
Tunc ait regi, Memor esto voti tui, quod vovisti, ædificare Jerusalem, in die qua regnum accepisti :
τότε εἶπεν τῷ βασιλεῖ μνήσθητι τὴν εὐχήν ἣν ηὔξω οἰκοδομῆσαι τὴν Ιερουσαλημ ἐν τῇ ἡμέρᾳ τὸ βασίλειόν σου παρέλαβες
4:44
καὶ πάντα τὰ σκεύη τὰ λημφθέντα ἐξ Ιερουσαλημ ἐκπέμψαι ἐξεχώρισεν Κῦρος ὅτε ηὔξατο ἐκκόψαι Βαβυλῶνα καὶ ηὔξατο ἐξαποστεῖλαι ἐκεῖ
et omnia vasa quæ accepta sunt ex Jerusalem, remittere, quæ separavit Cyrus, quando mactavit Babyloniam, et voluit remittere ea ibi.
καὶ πάντα τὰ σκεύη τὰ λημφθέντα ἐξ Ιερουσαλημ ἐκπέμψαι ἐξεχώρισεν Κῦρος ὅτε ηὔξατο ἐκκόψαι Βαβυλῶνα καὶ ηὔξατο ἐξαποστεῖλαι ἐκεῖ
4:45
καὶ σὺ εὔξω οἰκοδομῆσαι τὸν ναόν ὃν ἐνεπύρισαν οἱ Ιδουμαῖοι ὅτε ἠρημώθη Ιουδαία ὑπὸ τῶν Χαλδαίων
Et tu vovisti ædificare templum, quod incenderunt Idumæi, quando exterminata est Judæa a Chaldæis.
καὶ σὺ εὔξω οἰκοδομῆσαι τὸν ναόν ὃν ἐνεπύρισαν οἱ Ιδουμαῖοι ὅτε ἠρημώθη Ιουδαία ὑπὸ τῶν Χαλδαίων
4:46
καὶ νῦν τοῦτό ἐστιν σε ἀξιῶ κύριε βασιλεῦ καὶ αἰτοῦμαί σε καὶ αὕτη ἐστὶν μεγαλωσύνη παρὰ σοῦ δέομαι οὖν ἵνα ποιήσῃς τὴν εὐχήν ἣν ηὔξω τῷ βασιλεῖ τοῦ οὐρανοῦ ποιῆσαι ἐκ στόματός σου
Et nunc hoc est quod postulo domine, et quod peto, hoc est majestas quod a te postulo, ut facias votum quod vovisti regi cæli ex ore tuo.
καὶ νῦν τοῦτό ἐστιν σε ἀξιῶ κύριε βασιλεῦ καὶ αἰτοῦμαί σε καὶ αὕτη ἐστὶν μεγαλωσύνη παρὰ σοῦ δέομαι οὖν ἵνα ποιήσῃς τὴν εὐχήν ἣν ηὔξω τῷ βασιλεῖ τοῦ οὐρανοῦ ποιῆσαι ἐκ στόματός σου
4:47
τότε ἀναστὰς Δαρεῖος βασιλεὺς κατεφίλησεν αὐτὸν καὶ ἔγραψεν αὐτῷ τὰς ἐπιστολὰς πρὸς πάντας τοὺς οἰκονόμους καὶ τοπάρχας καὶ στρατηγοὺς καὶ σατράπας ἵνα προπέμψωσιν αὐτὸν καὶ τοὺς μετ’ αὐτοῦ πάντας ἀναβαίνοντας οἰκοδομῆσαι τὴν Ιερουσαλημ
Tunc surgens Darius rex, osculatus est illum : et scripsit epistolas ad omnes dispensatores, et præfectos, et purpuratos, ut deducerent eum, et eos qui cum illo erant, omnes ascendentes ædificare Jerusalem.
τότε ἀναστὰς Δαρεῖος βασιλεὺς κατεφίλησεν αὐτὸν καὶ ἔγραψεν αὐτῷ τὰς ἐπιστολὰς πρὸς πάντας τοὺς οἰκονόμους καὶ τοπάρχας καὶ στρατηγοὺς καὶ σατράπας ἵνα προπέμψωσιν αὐτὸν καὶ τοὺς μετ’ αὐτοῦ πάντας ἀναβαίνοντας οἰκοδομῆσαι τὴν Ιερουσαλημ
4:48
καὶ πᾶσι τοῖς τοπάρχαις ἐν Κοίλῃ Συρίᾳ καὶ Φοινίκῃ καὶ τοῖς ἐν τῷ Λιβάνῳ ἔγραψεν ἐπιστολὰς μεταφέρειν ξύλα κέδρινα ἀπὸ τοῦ Λιβάνου εἰς Ιερουσαλημ καὶ ὅπως οἰκοδομήσωσιν μετ’ αὐτοῦ τὴν πόλιν
Et omnibus præfectis, qui erant in Syria, et Phœnice, et Libano scripsit epistolas, ut traherent ligna cedrina a Libano in Jerusalem, ut ædificarent cum eis civitatem.
καὶ πᾶσι τοῖς τοπάρχαις ἐν Κοίλῃ Συρίᾳ καὶ Φοινίκῃ καὶ τοῖς ἐν τῷ Λιβάνῳ ἔγραψεν ἐπιστολὰς μεταφέρειν ξύλα κέδρινα ἀπὸ τοῦ Λιβάνου εἰς Ιερουσαλημ καὶ ὅπως οἰκοδομήσωσιν μετ’ αὐτοῦ τὴν πόλιν
4:49
καὶ ἔγραψεν πᾶσι τοῖς Ιουδαίοις τοῖς ἀναβαίνουσιν ἀπὸ τῆς βασιλείας εἰς τὴν Ιουδαίαν ὑπὲρ τῆς ἐλευθερίας πάντα δυνατὸν καὶ σατράπην καὶ τοπάρχην καὶ οἰκονόμον μὴ ἐπελεύσεσθαι ἐπὶ τὰς θύρας αὐτῶν
Et scripsit omnibus Judæis qui ascendebant a regno in Judæam pro libertate, omnem potentem, et magistratum, et præfectum non supervenire ad januas ipsorum,
καὶ ἔγραψεν πᾶσι τοῖς Ιουδαίοις τοῖς ἀναβαίνουσιν ἀπὸ τῆς βασιλείας εἰς τὴν Ιουδαίαν ὑπὲρ τῆς ἐλευθερίας πάντα δυνατὸν καὶ σατράπην καὶ τοπάρχην καὶ οἰκονόμον μὴ ἐπελεύσεσθαι ἐπὶ τὰς θύρας αὐτῶν
4:50
καὶ πᾶσαν τὴν χώραν ἣν κρατήσουσιν ἀφορολόγητον αὐτοῖς ὑπάρχειν καὶ ἵνα οἱ Ιδουμαῖοι ἀφιῶσι τὰς κώμας ἃς διακρατοῦσιν τῶν Ιουδαίων
et omnem regionem quam obtinuerant immunem esse eis, et Idumæi relinquant castella quæ obtinent Judæorum :
καὶ πᾶσαν τὴν χώραν ἣν κρατήσουσιν ἀφορολόγητον αὐτοῖς ὑπάρχειν καὶ ἵνα οἱ Ιδουμαῖοι ἀφιῶσι τὰς κώμας ἃς διακρατοῦσιν τῶν Ιουδαίων
4:51
καὶ εἰς τὴν οἰκοδομὴν τοῦ ἱεροῦ δοθῆναι κατ’ ἐνιαυτὸν τάλαντα εἴκοσι μέχρι τοῦ οἰκοδομηθῆναι
et in structuram templi dare per singulos annos talenta viginti, usque dum perædificaretur :
καὶ εἰς τὴν οἰκοδομὴν τοῦ ἱεροῦ δοθῆναι κατ’ ἐνιαυτὸν τάλαντα εἴκοσι μέχρι τοῦ οἰκοδομηθῆναι
4:52
καὶ ἐπὶ τὸ θυσιαστήριον ὁλοκαυτώματα καρποῦσθαι καθ’ ἡμέραν καθὰ ἔχουσιν ἐντολὴν ἑπτακαίδεκα προσφέρειν ἄλλα τάλαντα δέκα κατ’ ἐνιαυτόν
et super sacrarium holocautomata ustulare quotidie, sicut habent præceptum : alia talenta decem offerre per singulos annos,
καὶ ἐπὶ τὸ θυσιαστήριον ὁλοκαυτώματα καρποῦσθαι καθ’ ἡμέραν καθὰ ἔχουσιν ἐντολὴν ἑπτακαίδεκα προσφέρειν ἄλλα τάλαντα δέκα κατ’ ἐνιαυτόν
4:53
καὶ πᾶσιν τοῖς προσβαίνουσιν ἀπὸ τῆς Βαβυλωνίας κτίσαι τὴν πόλιν ὑπάρχειν τὴν ἐλευθερίαν αὐτοῖς τε καὶ τοῖς τέκνοις αὐτῶν καὶ πᾶσι τοῖς ἱερεῦσι τοῖς προσβαίνουσιν
et omnibus qui procedunt a Babylonia condere civitatem : ut esset libertas tam ipsis, quàm filiis eorum, et omnibus sacerdotibus qui præcedunt :
καὶ πᾶσιν τοῖς προσβαίνουσιν ἀπὸ τῆς Βαβυλωνίας κτίσαι τὴν πόλιν ὑπάρχειν τὴν ἐλευθερίαν αὐτοῖς τε καὶ τοῖς τέκνοις αὐτῶν καὶ πᾶσι τοῖς ἱερεῦσι τοῖς προσβαίνουσιν
4:54
ἔγραψεν δὲ καὶ τὴν χορηγίαν καὶ τὴν ἱερατικὴν στολήν ἐν τίνι λατρεύουσιν ἐν αὐτῇ
Scripsit autem et quantitatem, et sacram stolam jussit dari, in qua deservirent ;
ἔγραψεν δὲ καὶ τὴν χορηγίαν καὶ τὴν ἱερατικὴν στολήν ἐν τίνι λατρεύουσιν ἐν αὐτῇ
4:55
καὶ τοῖς Λευίταις ἔγραψεν δοῦναι τὴν χορηγίαν ἕως ἧς ἡμέρας ἐπιτελεσθῇ οἶκος καὶ Ιερουσαλημ οἰκοδομηθῆναι
et Levitis scripsit dare præcepta, usque in diem, qua consummabitur domus, et Jerusalem extruetur :
καὶ τοῖς Λευίταις ἔγραψεν δοῦναι τὴν χορηγίαν ἕως ἧς ἡμέρας ἐπιτελεσθῇ οἶκος καὶ Ιερουσαλημ οἰκοδομηθῆναι
4:56
καὶ πᾶσι τοῖς φρουροῦσι τὴν πόλιν ἔγραψε δοῦναι αὐτοῖς κλήρους καὶ ὀψώνια
et omnibus custodientibus civitatem scripsit dari eis sortes et stipendia.
καὶ πᾶσι τοῖς φρουροῦσι τὴν πόλιν ἔγραψε δοῦναι αὐτοῖς κλήρους καὶ ὀψώνια
4:57
καὶ ἐξαπέστειλεν πάντα τὰ σκεύη ἐξεχώρισεν Κῦρος ἀπὸ Βαβυλῶνος καὶ πάντα ὅσα εἶπεν Κῦρος ποιῆσαι καὶ αὐτὸς ἐπέταξεν ποιῆσαι καὶ ἐξαποστεῖλαι εἰς Ιερουσαλημ
Et dimisit omnia vasa quæcumque separaverat Cyrus a Babylonia, et omnia quæcumque dixit Cyrus, et ipse præcepit fieri, et mitti Jerusalem.
καὶ ἐξαπέστειλεν πάντα τὰ σκεύη ἐξεχώρισεν Κῦρος ἀπὸ Βαβυλῶνος καὶ πάντα ὅσα εἶπεν Κῦρος ποιῆσαι καὶ αὐτὸς ἐπέταξεν ποιῆσαι καὶ ἐξαποστεῖλαι εἰς Ιερουσαλημ
4:58
καὶ ὅτε ἐξῆλθεν νεανίσκος ἄρας τὸ πρόσωπον εἰς τὸν οὐρανὸν ἐναντίον Ιερουσαλημ εὐλόγησεν τῷ βασιλεῖ τοῦ οὐρανοῦ λέγων
Et cum processisset ille adolescens, elevans faciem in Jerusalem, benedixit regem cæli,
καὶ ὅτε ἐξῆλθεν νεανίσκος ἄρας τὸ πρόσωπον εἰς τὸν οὐρανὸν ἐναντίον Ιερουσαλημ εὐλόγησεν τῷ βασιλεῖ τοῦ οὐρανοῦ λέγων
4:59
παρὰ σοῦ νίκη καὶ παρὰ σοῦ σοφία καὶ σὴ δόξα καὶ ἐγὼ σὸς οἰκέτης
et dixit, Abs te est victoria, et abs te est sapientia et claritas. Et ego servus tuus sum.
παρὰ σοῦ νίκη καὶ παρὰ σοῦ σοφία καὶ σὴ δόξα καὶ ἐγὼ σὸς οἰκέτης
4:60
εὐλογητὸς εἶ ὃς ἔδωκάς μοι σοφίαν καὶ σοὶ ὁμολογῶ δέσποτα τῶν πατέρων
Benedictus es, qui dedisti mihi sapientiam, et tibi confitebor Domine Deus patrum nostrorum.
εὐλογητὸς εἶ ὃς ἔδωκάς μοι σοφίαν καὶ σοὶ ὁμολογῶ δέσποτα τῶν πατέρων
4:61
καὶ ἔλαβεν τὰς ἐπιστολὰς καὶ ἐξῆλθεν εἰς Βαβυλῶνα καὶ ἀπήγγειλεν τοῖς ἀδελφοῖς αὐτοῦ πᾶσιν
Et accepit epistolas, et profectus est in Babyloniam. Et venit, et nunciavit fratribus suis omnibus qui fuerunt in Babylonia :
καὶ ἔλαβεν τὰς ἐπιστολὰς καὶ ἐξῆλθεν εἰς Βαβυλῶνα καὶ ἀπήγγειλεν τοῖς ἀδελφοῖς αὐτοῦ πᾶσιν
4:62
καὶ εὐλόγησαν τὸν θεὸν τῶν πατέρων αὐτῶν ὅτι ἔδωκεν αὐτοῖς ἄνεσιν καὶ ἄφεσιν
et benedixerunt Deum patrum suorum, quoniam dedit illis remissionem et refrigerium,
καὶ εὐλόγησαν τὸν θεὸν τῶν πατέρων αὐτῶν ὅτι ἔδωκεν αὐτοῖς ἄνεσιν καὶ ἄφεσιν
4:63
ἀναβῆναι καὶ οἰκοδομῆσαι Ιερουσαλημ καὶ τὸ ἱερόν οὗ ὠνομάσθη τὸ ὄνομα αὐτοῦ ἐπ’ αὐτῷ καὶ ἐκωθωνίζοντο μετὰ μουσικῶν καὶ χαρᾶς ἡμέρας ἑπτά
ut ascenderent et ædificarent Jerusalem, et templum ubi nominatum est nomen ejus in ipso, et exultaverunt cum musicis et lætitia diebus septem.
ἀναβῆναι καὶ οἰκοδομῆσαι Ιερουσαλημ καὶ τὸ ἱερόν οὗ ὠνομάσθη τὸ ὄνομα αὐτοῦ ἐπ’ αὐτῷ καὶ ἐκωθωνίζοντο μετὰ μουσικῶν καὶ χαρᾶς ἡμέρας ἑπτά
希臘文單獨閱讀拉丁文單獨閱讀希臘文單獨閱讀