📜 Verbum · 聖言
原文誦讀聖經與教父文獻

巴錄四書(巴錄其餘事蹟)

巴錄四書(巴錄其餘事蹟) 第 4 章|2 種原文並排

各譯本的分節不完全一致。這裡以節號對齊,某一欄沒有該節就留空,不做順序上的湊對。點任一字可查義。

希臘文
七十士譯本
希臘文
次經
4:1
Πρωΐας δὲ γενομένης, ἰδοὺ δύναμις τῶν Χαλδαίων ἐκύκλωσε τὴν πόλιν.

4:2
ἐσάλπισεν δὲ μέγας ἄγγελος, λέγων· Εἰσέλθατε εἰς τὴν πόλιν δύναμις τῶν Χαλδαίων· ἰδοὺ γὰρ ἠνεῴχθη ὑμῖν πύλη.

4:3
εἰσελθέτω οὖν βασιλεὺς μετὰ τοῦ πλήθους αὐτοῦ, καὶ αἰχμαλωτευσάτω πάντα τὸν λαόν.

4:4
Ἰερεμίας δὲ ἄρας τὰς κλεῖδας τοῦ ναοῦ, ἐξῆλθεν ἔξω τῆς πόλεως, καὶ ἔρριψεν αὐτὰς ἐνώπιον τοῦ ἡλίου, λέγων· Σοὶ λέγω, ἥλιε, λάβε τὰς κλεῖδας τοῦ ναοῦ τοῦ θεοῦ, καὶ φύλαξον αὐτὰς ἕως ἡμέρας, ἐν ἐξετάσει σε κύριος περὶ αὐτῶν.

4:5
διότι ἡμεῖς οὐχ εὐρέθημεν ἄξιοι τοῦ φυλάξαι αὐτάς, ὅτι ἐπίτροποι τοῦ ψεύδους ἐγενήθημεν.

4:6
ἔτι κλαίοντος Ἰερεμίου τὸν λαόν, ἐξένεγκαν αὐτὸν μετὰ τοῦ λαοῦ ἕλκοντες εἰς Βαβυλῶνα.

4:7
δὲ Βαροὺχ ἐπέθηκε χοῦν ἐπὶ τὴν κεφαλὴν αὐτοῦ, καὶ ἐκάθισε, καὶ ἔκλαυσε τὸν θρῆνον τοῦτον, λέγων· Διὰ τί ἠρημώθη Ἰερουσαλήμ; Διὰ τὰς ἁμαρτίας τοῦ ἡγαπημένου λαοῦ παρεδόθη εἰς χεῖρας ἐχθρῶν, διὰ τὰς ἁμαρτίας ἡμῶν καὶ τοῦ λαοῦ.

4:8
ἀλλὰ μὴ καυχάσθωσαν οἱ παράνομοι, καὶ εἴπωσιν ὅτι, Ἰσχύσαμεν λαβεῖν τὴν πόλιν τοῦ θεοῦ ἐν τῇ δυνάμει ἡμῶν· ἀλλὰ διὰ τὰς ἁμαρτίας ἡμῶν παρεδόθη ὑμῖν.

4:9
δὲ θεὸς ἡμῶν οἰκτειρήσει ἡμᾶς, καὶ ἐπιστρέψει ἡμᾶς εἰς τὴν πόλιν ἡμῶν· ὑμεῖς δὲ ζωὴ οὐχ ἕξετε.

4:10
μακάριοι εἰσιν οἱ πατέρες ἡμῶν, Ἀβραάμ, Ἰσαὰκ καὶ Ἰακώβ, ὅτι ἐξῆλθον ἐκ τοῦ κόσμου τούτου, καὶ οὐκ εἶδον τὸν ἀφανισμὸν τῆς πόλεως ταύτης.

4:11
ταῦτα εἰπὼν Βαροὺχ ἐξῆλθεν ἔξω τῆς πόλεως κλαίων καὶ λέγων ὅτι Λυπούμενος διὰ σέ, Ἰερουσαλήμ, ἐξῆλθον ἀπὸ σοῦ.

4:12
καὶ ἔμεινεν ἐν μνημείῳ καθεζόμενος, τῶν ἀγγέλων ἐρχομένων πρὸς αὐτόν, καὶ ἐκδιηγουμένων αὐτῷ περὶ πάντων ὧν κύριος ἔμηνυεν αὐτῷ δι᾽ αὐτῶν.

希臘文單獨閱讀希臘文單獨閱讀