📜 Verbum · 聖言
原文誦讀聖經與教父文獻

馬加比四書

馬加比四書 第 18 章|2 種原文並排

各譯本的分節不完全一致。這裡以節號對齊,某一欄沒有該節就留空,不做順序上的湊對。點任一字可查義。

希臘文
七十士譯本
希臘文
次經
18:1
τῶν Αβραμιαίων σπερμάτων ἀπόγονοι παῖδες Ισραηλῖται πείθεσθε τῷ νόμῳ τούτῳ καὶ πάντα τρόπον εὐσεβεῖτε

18:2
γινώσκοντες ὅτι τῶν παθῶν ἐστιν δεσπότης εὐσεβὴς λογισμὸς καὶ οὐ μόνον τῶν ἔνδοθεν ἀλλὰ καὶ τῶν ἔξωθεν πόνων

18:3
ἀνθ’ ὧν διὰ τὴν εὐσέβειαν προέμενοι τὰ σώματα τοῖς πόνοις ἐκεῖνοι οὐ μόνον ὑπὸ τῶν ἀνθρώπων ἐθαυμάσθησαν ἀλλὰ καὶ θείας μερίδος κατηξιώθησαν

18:4
καὶ δῑ αὐτοὺς εἰρήνευσεν τὸ ἔθνος καὶ τὴν εὐνομίαν τὴν ἐπὶ τῆς πατρίδος ἀνανεωσάμενοι ἐκπεπόρθηκαν τοὺς πολεμίους

18:5
καὶ τύραννος Ἀντίοχος καὶ ἐπὶ γῆς τετιμώρηται καὶ ἀποθανὼν κολάζεται ὡς γὰρ οὐδὲν οὐδαμῶς ἴσχυσεν ἀναγκάσαι τοὺς Ιεροσολυμίτας ἀλλοφυλῆσαι καὶ τῶν πατρίων ἐθῶν ἐκδιαιτηθῆναι τότε ἀπάρας ἀπὸ τῶν Ιεροσολύμων ἐστράτευσεν ἐπὶ Πέρσας

18:6
ἔλεγεν δὲ μήτηρ τῶν ἑπτὰ παίδων καὶ ταῦτα τὰ δικαιώματα τοῖς τέκνοις

18:7
ὅτι ἐγὼ ἐγενήθην παρθένος ἁγνὴ οὐδὲ ὑπερέβην πατρικὸν οἶκον ἐφύλασσον δὲ τὴν ᾠκοδομημένην πλευράν

18:8
οὐδὲ ἔφθειρέν με λυμεὼν ἐρημίας φθορεὺς ἐν πεδίῳ οὐδὲ ἐλυμήνατό μου τὰ ἁγνὰ τῆς παρθενίας λυμεὼν ἀπάτης ὄφις

18:9
ἔμεινα δὲ χρόνον ἀκμῆς σὺν ἀνδρί τούτων δὲ ἐνηλίκων γενομένων ἐτελεύτησεν πατὴρ αὐτῶν μακάριος μὲν ἐκεῖνος τὸν γὰρ τῆς εὐτεκνίας βίον ἐπιζήσας τὸν τῆς ἀτεκνίας οὐκ ὠδυνήθη καιρόν

18:10
ὃς ἐδίδασκεν ὑμᾶς ἔτι ὢν σὺν ὑμῖν τὸν νόμον καὶ τοὺς προφήτας

18:11
τὸν ἀναιρεθέντα Αβελ ὑπὸ Καιν ἀνεγίνωσκέν τε ὑμῖν καὶ τὸν ὁλοκαρπούμενον Ισαακ καὶ τὸν ἐν φυλακῇ Ιωσηφ

18:12
ἔλεγεν δὲ ὑμῖν τὸν ζηλωτὴν Φινεες ἐδίδασκέν τε ὑμᾶς τοὺς ἐν πυρὶ Ανανιαν καὶ Αζαριαν καὶ Μισαηλ

18:13
ἐδόξαζεν δὲ καὶ τὸν ἐν λάκκῳ λεόντων Δανιηλ ὃν ἐμακάριζεν

18:14
ὑπεμίμνῃσκεν δὲ ὑμᾶς καὶ τὴν Ησαιου γραφὴν τὴν λέγουσαν κἂν διὰ πυρὸς διέλθῃς φλὸξ οὐ κατακαύσει σε

18:15
τὸν ὑμνογράφον ἐμελῴδει ὑμῖν Δαυιδ λέγοντα πολλαὶ αἱ θλίψεις τῶν δικαίων

18:16
τὸν Σαλωμῶντα ἐπαροιμίαζεν ὑμῖν λέγοντα ξύλον ζωῆς ἐστιν τοῖς ποιοῦσιν αὐτοῦ τὸ θέλημα

18:17
τὸν Ιεζεκιηλ ἐπιστοποίει τὸν λέγοντα εἰ ζήσεται τὰ ὀστᾶ τὰ ξηρὰ ταῦτα

18:18
ᾠδὴν μὲν γάρ ἣν ἐδίδαξεν Μωυσῆς οὐκ ἐπελάθετο διδάσκων τὴν λέγουσαν

18:19
ἐγὼ ἀποκτενῶ καὶ ζῆν ποιήσω αὕτη ζωὴ ὑμῶν καὶ μακρότης τῶν ἡμερῶν

18:20
πικρᾶς τῆς τότε ἡμέρας καὶ οὐ πικρᾶς ὅτε πικρὸς Ἑλλήνων τύραννος πῦρ πυρὶ σβέσας λέβησιν ὠμοῖς καὶ ζέουσι θυμοῖς ἀγαγὼν ἐπὶ τὸν καταπέλτην καὶ πάλιν τὰς βασάνους αὐτοῦ τοὺς ἑπτὰ παῖδας τῆς Αβρααμίτιδος

18:21
τὰς τῶν ὀμμάτων κόρας ἐπήρωσεν καὶ γλώσσας ἐξέτεμεν καὶ βασάνοις ποικίλαις ἀπέκτεινεν

18:22
ὑπὲρ ὧν θεία δίκη μετῆλθεν καὶ μετελεύσεται τὸν ἀλάστορα τύραννον

18:23
οἱ δὲ Αβραμιαῖοι παῖδες σὺν τῇ ἀθλοφόρῳ μητρὶ εἰς πατέρων χορὸν συναγελάζονται ψυχὰς ἁγνὰς καὶ ἀθανάτους ἀπειληφότες παρὰ τοῦ θεοῦ

18:24
δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων αμην
δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων αμην
希臘文單獨閱讀希臘文單獨閱讀