| 9:1 | τί μέλλεις ὦ τύραννε ἕτοιμοι γάρ ἐσμεν ἀποθνῄσκειν ἢ παραβαίνειν τὰς πατρίους ἡμῶν ἐντολάς | τί μέλλεις ὦ τύραννε ἕτοιμοι γάρ ἐσμεν ἀποθνῄσκειν ἢ παραβαίνειν τὰς πατρίους ἡμῶν ἐντολάς |
|---|
| 9:2 | αἰσχυνόμεθα γὰρ τοὺς προγόνους ἡμῶν εἰκότως εἰ μὴ τῇ τοῦ νόμου εὐπειθείᾳ καὶ συμβούλῳ Μωυσεῖ χρησαίμεθα | αἰσχυνόμεθα γὰρ τοὺς προγόνους ἡμῶν εἰκότως εἰ μὴ τῇ τοῦ νόμου εὐπειθείᾳ καὶ συμβούλῳ Μωυσεῖ χρησαίμεθα |
|---|
| 9:3 | σύμβουλε τύραννε παρανομίας μὴ ἡμᾶς μισῶν ὑπὲρ αὐτοὺς ἡμᾶς ἐλέα | σύμβουλε τύραννε παρανομίας μὴ ἡμᾶς μισῶν ὑπὲρ αὐτοὺς ἡμᾶς ἐλέα |
|---|
| 9:4 | χαλεπώτερον γὰρ αὐτοῦ τοῦ θανάτου νομίζομεν εἶναί σου τὸν ἐπὶ τῇ παρανόμῳ σωτηρίᾳ ἡμῶν ἔλεον | χαλεπώτερον γὰρ αὐτοῦ τοῦ θανάτου νομίζομεν εἶναί σου τὸν ἐπὶ τῇ παρανόμῳ σωτηρίᾳ ἡμῶν ἔλεον |
|---|
| 9:5 | ἐκφοβεῖς δὲ ἡμᾶς τὸν διὰ τῶν βασάνων θάνατον ἡμῖν ἀπειλῶν ὥσπερ οὐχὶ πρὸ βραχέως παρ’ Ελεαζαρου μαθών | ἐκφοβεῖς δὲ ἡμᾶς τὸν διὰ τῶν βασάνων θάνατον ἡμῖν ἀπειλῶν ὥσπερ οὐχὶ πρὸ βραχέως παρ’ Ελεαζαρου μαθών |
|---|
| 9:6 | εἰ δ’ οἱ γέροντες τῶν Εβραίων διὰ τὴν εὐσέβειαν καὶ βασανισμοὺς ὑπομείναντες εὐσέβησαν ἀποθάνοιμεν ἂν δικαιότερον ἡμεῖς οἱ νέοι τὰς βασάνους τῶν σῶν ἀναγκῶν ὑπεριδόντες ἃς καὶ ὁ παιδευτὴς ἡμῶν γέρων ἐνίκησεν | εἰ δ’ οἱ γέροντες τῶν Εβραίων διὰ τὴν εὐσέβειαν καὶ βασανισμοὺς ὑπομείναντες εὐσέβησαν ἀποθάνοιμεν ἂν δικαιότερον ἡμεῖς οἱ νέοι τὰς βασάνους τῶν σῶν ἀναγκῶν ὑπεριδόντες ἃς καὶ ὁ παιδευτὴς ἡμῶν γέρων ἐνίκησεν |
|---|
| 9:7 | πείραζε τοιγαροῦν τύραννε καὶ τὰς ἡμῶν ψυχὰς εἰ θανατώσεις διὰ τὴν εὐσέβειαν μὴ νομίσῃς ἡμᾶς βλάπτειν βασανίζων | πείραζε τοιγαροῦν τύραννε καὶ τὰς ἡμῶν ψυχὰς εἰ θανατώσεις διὰ τὴν εὐσέβειαν μὴ νομίσῃς ἡμᾶς βλάπτειν βασανίζων |
|---|
| 9:8 | ἡμεῖς μὲν γὰρ διὰ τῆσδε τῆς κακοπαθείας καὶ ὑπομονῆς τὰ τῆς ἀρετῆς ἆθλα ἕξομεν καὶ ἐσόμεθα παρὰ θεῷ δῑ ὃν καὶ πάσχομεν | ἡμεῖς μὲν γὰρ διὰ τῆσδε τῆς κακοπαθείας καὶ ὑπομονῆς τὰ τῆς ἀρετῆς ἆθλα ἕξομεν καὶ ἐσόμεθα παρὰ θεῷ δῑ ὃν καὶ πάσχομεν |
|---|
| 9:9 | σὺ δὲ διὰ τὴν ἡμῶν μιαιφονίαν αὐτάρκη καρτερήσεις ὑπὸ τῆς θείας δίκης αἰώνιον βάσανον διὰ πυρός | σὺ δὲ διὰ τὴν ἡμῶν μιαιφονίαν αὐτάρκη καρτερήσεις ὑπὸ τῆς θείας δίκης αἰώνιον βάσανον διὰ πυρός |
|---|
| 9:10 | ταῦτα αὐτῶν εἰπόντων οὐ μόνον ὡς κατὰ ἀπειθούντων ἐχαλέπαινεν ὁ τύραννος ἀλλὰ καὶ ὡς κατὰ ἀχαρίστων ὠργίσθη | ταῦτα αὐτῶν εἰπόντων οὐ μόνον ὡς κατὰ ἀπειθούντων ἐχαλέπαινεν ὁ τύραννος ἀλλὰ καὶ ὡς κατὰ ἀχαρίστων ὠργίσθη |
|---|
| 9:11 | ὅθεν τὸν πρεσβύτατον αὐτῶν κελευσθέντες παρῆγον οἱ ὑπασπισταὶ καὶ διαρρήξαντες τὸν χιτῶνα διέδησαν τὰς χεῖρας αὐτοῦ καὶ τοὺς βραχίονας ἱμᾶσιν ἑκατέρωθεν | ὅθεν τὸν πρεσβύτατον αὐτῶν κελευσθέντες παρῆγον οἱ ὑπασπισταὶ καὶ διαρρήξαντες τὸν χιτῶνα διέδησαν τὰς χεῖρας αὐτοῦ καὶ τοὺς βραχίονας ἱμᾶσιν ἑκατέρωθεν |
|---|
| 9:12 | ὡς δὲ τύπτοντες ταῖς μάστιξιν ἐκοπίασαν μηδὲν ἀνύοντες ἀνέβαλον αὐτὸν ἐπὶ τὸν τροχόν | ὡς δὲ τύπτοντες ταῖς μάστιξιν ἐκοπίασαν μηδὲν ἀνύοντες ἀνέβαλον αὐτὸν ἐπὶ τὸν τροχόν |
|---|
| 9:13 | περὶ ὃν κατατεινόμενος ὁ εὐγενὴς νεανίας ἔξαρθρος ἐγίνετο | περὶ ὃν κατατεινόμενος ὁ εὐγενὴς νεανίας ἔξαρθρος ἐγίνετο |
|---|
| 9:14 | καὶ κατὰ πᾶν μέλος κλώμενος ἐκακηγόρει λέγων | καὶ κατὰ πᾶν μέλος κλώμενος ἐκακηγόρει λέγων |
|---|
| 9:15 | τύραννε μιαρώτατε καὶ τῆς οὐρανίου δίκης ἐχθρὲ καὶ ὠμόφρων οὐκ ἀνδροφονήσαντά με τοῦτον καταικίζεις τὸν τρόπον οὐδὲ ἀσεβήσαντα ἀλλὰ θείου νόμου προασπίζοντα | τύραννε μιαρώτατε καὶ τῆς οὐρανίου δίκης ἐχθρὲ καὶ ὠμόφρων οὐκ ἀνδροφονήσαντά με τοῦτον καταικίζεις τὸν τρόπον οὐδὲ ἀσεβήσαντα ἀλλὰ θείου νόμου προασπίζοντα |
|---|
| 9:16 | καὶ τῶν δορυφόρων λεγόντων ὁμολόγησον φαγεῖν ὅπως ἀπαλλαγῇς τῶν βασάνων | καὶ τῶν δορυφόρων λεγόντων ὁμολόγησον φαγεῖν ὅπως ἀπαλλαγῇς τῶν βασάνων |
|---|
| 9:17 | ὁ δὲ εἶπεν οὐχ οὕτως ἰσχυρὸς ὑμῶν ἐστιν ὁ τροχός ὦ μιαροὶ διάκονοι ὥστε μου τὸν λογισμὸν ἄγξαι τέμνετέ μου τὰ μέλη καὶ πυροῦτέ μου τὰς σάρκας καὶ στρεβλοῦτε τὰ ἄρθρα | ὁ δὲ εἶπεν οὐχ οὕτως ἰσχυρὸς ὑμῶν ἐστιν ὁ τροχός ὦ μιαροὶ διάκονοι ὥστε μου τὸν λογισμὸν ἄγξαι τέμνετέ μου τὰ μέλη καὶ πυροῦτέ μου τὰς σάρκας καὶ στρεβλοῦτε τὰ ἄρθρα |
|---|
| 9:18 | διὰ πασῶν γὰρ ὑμᾶς πείσω τῶν βασάνων ὅτι μόνοι παῖδες Εβραίων ὑπὲρ ἀρετῆς εἰσιν ἀνίκητοι | διὰ πασῶν γὰρ ὑμᾶς πείσω τῶν βασάνων ὅτι μόνοι παῖδες Εβραίων ὑπὲρ ἀρετῆς εἰσιν ἀνίκητοι |
|---|
| 9:19 | ταῦτα λέγοντι ὑπέστρωσαν πῦρ καὶ τὸ διερεθίζον τὸν τροχὸν προσεπικατέτεινον | ταῦτα λέγοντι ὑπέστρωσαν πῦρ καὶ τὸ διερεθίζον τὸν τροχὸν προσεπικατέτεινον |
|---|
| 9:20 | ἐμολύνετο δὲ πάντοθεν αἵματι ὁ τροχός καὶ ὁ σωρὸς τῆς ἀνθρακιᾶς τοῖς τῶν ἰχώρων ἐσβέννυτο σταλαγμοῖς καὶ περὶ τοὺς ἄξονας τοῦ ὀργάνου περιέρρεον αἱ σάρκες | ἐμολύνετο δὲ πάντοθεν αἵματι ὁ τροχός καὶ ὁ σωρὸς τῆς ἀνθρακιᾶς τοῖς τῶν ἰχώρων ἐσβέννυτο σταλαγμοῖς καὶ περὶ τοὺς ἄξονας τοῦ ὀργάνου περιέρρεον αἱ σάρκες |
|---|
| 9:21 | καὶ περιτετμημένον ἤδη ἔχων τὸ τῶν ὀστέων πῆγμα ὁ μεγαλόφρων καὶ Αβραμιαῖος νεανίας οὐκ ἐστέναξεν | καὶ περιτετμημένον ἤδη ἔχων τὸ τῶν ὀστέων πῆγμα ὁ μεγαλόφρων καὶ Αβραμιαῖος νεανίας οὐκ ἐστέναξεν |
|---|
| 9:22 | ἀλλ’ ὥσπερ ἐν πυρὶ μετασχηματιζόμενος εἰς ἀφθαρσίαν ὑπέμεινεν εὐγενῶς τὰς στρέβλας | ἀλλ’ ὥσπερ ἐν πυρὶ μετασχηματιζόμενος εἰς ἀφθαρσίαν ὑπέμεινεν εὐγενῶς τὰς στρέβλας |
|---|
| 9:23 | μιμήσασθέ με ἀδελφοί λέγων μή μου τὸν ἀγῶνα λειποτακτήσητε μηδὲ ἐξομόσησθέ μου τὴν τῆς εὐψυχίας ἀδελφότητα | μιμήσασθέ με ἀδελφοί λέγων μή μου τὸν ἀγῶνα λειποτακτήσητε μηδὲ ἐξομόσησθέ μου τὴν τῆς εὐψυχίας ἀδελφότητα |
|---|
| 9:24 | ἱερὰν καὶ εὐγενῆ στρατείαν στρατεύσασθε περὶ τῆς εὐσεβείας δῑ ἧς ἵλεως ἡ δικαία καὶ πάτριος ἡμῶν πρόνοια τῷ ἔθνει γενηθεῖσα τιμωρήσειεν τὸν ἀλάστορα τύραννον | ἱερὰν καὶ εὐγενῆ στρατείαν στρατεύσασθε περὶ τῆς εὐσεβείας δῑ ἧς ἵλεως ἡ δικαία καὶ πάτριος ἡμῶν πρόνοια τῷ ἔθνει γενηθεῖσα τιμωρήσειεν τὸν ἀλάστορα τύραννον |
|---|
| 9:25 | καὶ ταῦτα εἰπὼν ὁ ἱεροπρεπὴς νεανίας ἀπέρρηξεν τὴν ψυχήν | καὶ ταῦτα εἰπὼν ὁ ἱεροπρεπὴς νεανίας ἀπέρρηξεν τὴν ψυχήν |
|---|
| 9:26 | θαυμασάντων δὲ πάντων τὴν καρτεροψυχίαν αὐτοῦ ἦγον οἱ δορυφόροι τὸν καθ’ ἡλικίαν τοῦ προτέρου δεύτερον καὶ σιδηρᾶς ἐναρμοσάμενοι χεῖρας ὀξέσι τοῖς ὄνυξιν ὀργάνῳ καὶ καταπέλτῃ προσέδησαν αὐτόν | θαυμασάντων δὲ πάντων τὴν καρτεροψυχίαν αὐτοῦ ἦγον οἱ δορυφόροι τὸν καθ’ ἡλικίαν τοῦ προτέρου δεύτερον καὶ σιδηρᾶς ἐναρμοσάμενοι χεῖρας ὀξέσι τοῖς ὄνυξιν ὀργάνῳ καὶ καταπέλτῃ προσέδησαν αὐτόν |
|---|
| 9:27 | ὡς δ’ εἰ φαγεῖν βούλοιτο πρὶν βασανίζεσθαι πυνθανόμενοι τὴν εὐγενῆ γνώμην ἤκουσαν | ὡς δ’ εἰ φαγεῖν βούλοιτο πρὶν βασανίζεσθαι πυνθανόμενοι τὴν εὐγενῆ γνώμην ἤκουσαν |
|---|
| 9:28 | ἀπὸ τῶν τενόντων ταῖς σιδηραῖς χερσὶν ἐπισπασάμενοι μέχρι τῶν γενείων τὴν σάρκα πᾶσαν καὶ τὴν τῆς κεφαλῆς δορὰν οἱ παρδάλεοι θῆρες ἀπέσυρον ὁ δὲ ταύτην βαρέως τὴν ἀλγηδόνα καρτερῶν ἔλεγεν | ἀπὸ τῶν τενόντων ταῖς σιδηραῖς χερσὶν ἐπισπασάμενοι μέχρι τῶν γενείων τὴν σάρκα πᾶσαν καὶ τὴν τῆς κεφαλῆς δορὰν οἱ παρδάλεοι θῆρες ἀπέσυρον ὁ δὲ ταύτην βαρέως τὴν ἀλγηδόνα καρτερῶν ἔλεγεν |
|---|
| 9:29 | ὡς ἡδὺς πᾶς θανάτου τρόπος διὰ τὴν πάτριον ἡμῶν εὐσέβειαν ἔφη τε πρὸς τὸν τύραννον | ὡς ἡδὺς πᾶς θανάτου τρόπος διὰ τὴν πάτριον ἡμῶν εὐσέβειαν ἔφη τε πρὸς τὸν τύραννον |
|---|
| 9:30 | οὐ δοκεῖς πάντων ὠμότατε τύραννε πλέον ἐμοῦ σε βασανίζεσθαι ὁρῶν σου νικώμενον τὸν τῆς τυραννίδος ὑπερήφανον λογισμὸν ὑπὸ τῆς διὰ τὴν εὐσέβειαν ἡμῶν ὑπομονῆς | οὐ δοκεῖς πάντων ὠμότατε τύραννε πλέον ἐμοῦ σε βασανίζεσθαι ὁρῶν σου νικώμενον τὸν τῆς τυραννίδος ὑπερήφανον λογισμὸν ὑπὸ τῆς διὰ τὴν εὐσέβειαν ἡμῶν ὑπομονῆς |
|---|
| 9:31 | ἐγὼ μὲν γὰρ ταῖς διὰ τὴν ἀρετὴν ἡδοναῖς τὸν πόνον ἐπικουφίζομαι | ἐγὼ μὲν γὰρ ταῖς διὰ τὴν ἀρετὴν ἡδοναῖς τὸν πόνον ἐπικουφίζομαι |
|---|
| 9:32 | σὺ δὲ ἐν ταῖς τῆς ἀσεβείας ἀπειλαῖς βασανίζῃ οὐκ ἐκφεύξῃ δέ μιαρώτατε τύραννε τὰς τῆς θείας ὀργῆς δίκας | σὺ δὲ ἐν ταῖς τῆς ἀσεβείας ἀπειλαῖς βασανίζῃ οὐκ ἐκφεύξῃ δέ μιαρώτατε τύραννε τὰς τῆς θείας ὀργῆς δίκας |
|---|