| 10:1 | καὶ ἐγένετο ὡς ἐπαύσατο βοῶσα πρὸς τὸν θεὸν Ισραηλ καὶ συνετέλεσεν πάντα τὰ ῥήματα ταῦτα | Factum est autem, cum cessasset clamare ad Dominum, surrexit de loco in quo jacuerat prostrata ad Dominum. | ወእምዝ፡ ሶበ፡ አኅለቀት፡ ጸሪሐ፡ ኀበ፡ እግዚአብሔር፡ አምላከ፡ እሥራኤል። | καὶ ἐγένετο ὡς ἐπαύσατο βοῶσα πρὸς τὸν θεὸν Ισραηλ καὶ συνετέλεσεν πάντα τὰ ῥήματα ταῦτα |
|---|
| 10:2 | καὶ ἀνέστη ἀπὸ τῆς πτώσεως καὶ ἐκάλεσεν τὴν ἅβραν αὐτῆς καὶ κατέβη εἰς τὸν οἶκον ἐν ᾧ διέτριβεν ἐν αὐτῷ ἐν ταῖς ἡμέραις τῶν σαββάτων καὶ ἐν ταῖς ἑορταῖς αὐτῆς | Vocavitque abram suam, et descendens in domum suam, abstulit a se cilicium, et exuit se vestimentis viduitatis suæ, | ወፈጺማ፡ ዘንተ፡ ኵሎ፡ ነገረ፡ ተንሥአት፡ እምኀበ፡ ወድቀት፡ ወጸውኦታ፡ ለወለታ፡ ወወረደት፡ ውስተ፡ ቤታ፡ ኀበ፡ ትነብር፡ በመዋዕለ፡ ሰንበታት፡ ወአመ፡ በዓላት። | καὶ ἀνέστη ἀπὸ τῆς πτώσεως καὶ ἐκάλεσεν τὴν ἅβραν αὐτῆς καὶ κατέβη εἰς τὸν οἶκον ἐν ᾧ διέτριβεν ἐν αὐτῷ ἐν ταῖς ἡμέραις τῶν σαββάτων καὶ ἐν ταῖς ἑορταῖς αὐτῆς |
|---|
| 10:3 | καὶ περιείλατο τὸν σάκκον ὃν ἐνεδεδύκει καὶ ἐξεδύσατο τὰ ἱμάτια τῆς χηρεύσεως αὐτῆς καὶ περιεκλύσατο τὸ σῶμα ὕδατι καὶ ἐχρίσατο μύρῳ παχεῖ καὶ διέξανε τὰς τρίχας τῆς κεφαλῆς αὐτῆς καὶ ἐπέθετο μίτραν ἐπ’ αὐτῆς καὶ ἐνεδύσατο τὰ ἱμάτια τῆς εὐφροσύνης αὐτῆς ἐν οἷς ἐστολίζετο ἐν ταῖς ἡμέραις τῆς ζωῆς τοῦ ἀνδρὸς αὐτῆς Μανασση | et lavit corpus suum, et unxit se myro optimo, et discriminavit crinem capitis sui, et imposuit mitram super caput suum, et induit se vestimentis jucunditatis suæ, induitque sandalia pedibus suis, assumpsitque dextraliola, et lilia, et inaures, et annulos, et omnibus ornamentis suis ornavit se. | ወአሰሰለት፡ ሠቀ፡ ዘትለብስ፡ ወለብሰት፡ ልብሰ፡ መበለታ፡ ወተሐፅበት፡ ሥጋሃ፡ በማይ፡ ወተቀብዓት፡ እፍረተ፡ ወተነፍቀት፡ ስእርተ፡ ርዕሳ፡ ወተሠርገወት፡ ባዝግናሃ፡ ወእምዝ፡ ለብሰት፡ አልባሰ፡ ትፍሥሕታ፡ ዘትለብስ፡ አመ፡ ሕያው፡ ምታ፡ ምናሴ። | καὶ περιείλατο τὸν σάκκον ὃν ἐνεδεδύκει καὶ ἐξεδύσατο τὰ ἱμάτια τῆς χηρεύσεως αὐτῆς καὶ περιεκλύσατο τὸ σῶμα ὕδατι καὶ ἐχρίσατο μύρῳ παχεῖ καὶ διέξανε τὰς τρίχας τῆς κεφαλῆς αὐτῆς καὶ ἐπέθετο μίτραν ἐπ’ αὐτῆς καὶ ἐνεδύσατο τὰ ἱμάτια τῆς εὐφροσύνης αὐτῆς ἐν οἷς ἐστολίζετο ἐν ταῖς ἡμέραις τῆς ζωῆς τοῦ ἀνδρὸς αὐτῆς Μανασση |
|---|
| 10:4 | καὶ ἔλαβεν σανδάλια εἰς τοὺς πόδας αὐτῆς καὶ περιέθετο τοὺς χλιδῶνας καὶ τὰ ψέλια καὶ τοὺς δακτυλίους καὶ τὰ ἐνώτια καὶ πάντα τὸν κόσμον αὐτῆς καὶ ἐκαλλωπίσατο σφόδρα εἰς ἀπάτησιν ὀφθαλμῶν ἀνδρῶν ὅσοι ἂν ἴδωσιν αὐτήν | Cui etiam Dominus contulit splendorem : quoniam omnis ista compositio non ex libidine, sed ex virtute pendebat : et ideo Dominus hanc in illam pulchritudinem ampliavit, ut incomparabili decore omnium oculis appareret. | ወተሰእነት፡ አሣዕኒሃ፡ ወተሠርገወት፡ ወአውቃፈ፡ ወኅልቀታተ፡ ወአእኑገ፡ ወኵሎ፡ ሠርጓ፡ ወተሠነየት፡ ጥቀ፡ እስከ፡ ታስሕት፡ ዓይኖሙ፡ ለኵሉ፡ ዕደው፡ እለ፡ ይሬእይዋ። | καὶ ἔλαβεν σανδάλια εἰς τοὺς πόδας αὐτῆς καὶ περιέθετο τοὺς χλιδῶνας καὶ τὰ ψέλια καὶ τοὺς δακτυλίους καὶ τὰ ἐνώτια καὶ πάντα τὸν κόσμον αὐτῆς καὶ ἐκαλλωπίσατο σφόδρα εἰς ἀπάτησιν ὀφθαλμῶν ἀνδρῶν ὅσοι ἂν ἴδωσιν αὐτήν |
|---|
| 10:5 | καὶ ἔδωκεν τῇ ἅβρᾳ αὐτῆς ἀσκοπυτίνην οἴνου καὶ καψάκην ἐλαίου καὶ πήραν ἐπλήρωσεν ἀλφίτων καὶ παλάθης καὶ ἄρτων καθαρῶν καὶ περιεδίπλωσε πάντα τὰ ἀγγεῖα αὐτῆς καὶ ἐπέθηκεν αὐτῇ | Imposuit itaque abræ suæ ascoperam vini, et vas olei, et polentam, et palathas, et panes, et caseum, et profecta est. | ወወሀበታ፡ ለወለታ፡ ትፁር፡ ግብነተ፡ ወይን፡ ወግምዔ፡ ቅብዕ፡ ወመልዓት፡ ዕፍነታ፡ ጥሕነ፡ ወበለሰ፡ ወኅብስተ፡ ስንዳሌ፡ ወአስነቀት፡ ኵሎ፡ ንዋያ፡ ወአፆረታ። | καὶ ἔδωκεν τῇ ἅβρᾳ αὐτῆς ἀσκοπυτίνην οἴνου καὶ καψάκην ἐλαίου καὶ πήραν ἐπλήρωσεν ἀλφίτων καὶ παλάθης καὶ ἄρτων καθαρῶν καὶ περιεδίπλωσε πάντα τὰ ἀγγεῖα αὐτῆς καὶ ἐπέθηκεν αὐτῇ |
|---|
| 10:6 | καὶ ἐξήλθοσαν ἐπὶ τὴν πύλην τῆς πόλεως Βαιτυλουα καὶ εὕροσαν ἐφεστῶτα ἐπ’ αὐτῇ Οζιαν καὶ τοὺς πρεσβυτέρους τῆς πόλεως Χαβριν καὶ Χαρμιν | Cumque venissent ad portam civitatis, invenerunt expectantem Oziam et presbyteros civitatis. | ወሖረት፡ መንገለ፡ ገጸ፡ ቤጤልዋ፡ ወረከበቶሙ፡ ይቀውሙ፡ ህየ፡ ለዖዝያን፡ ወለሊቃውንተ፡ ሀገር፡ ክብራም፡ ወከርሜን። | καὶ ἐξήλθοσαν ἐπὶ τὴν πύλην τῆς πόλεως Βαιτυλουα καὶ εὕροσαν ἐφεστῶτα ἐπ’ αὐτῇ Οζιαν καὶ τοὺς πρεσβυτέρους τῆς πόλεως Χαβριν καὶ Χαρμιν |
|---|
| 10:7 | ὡς δὲ εἶδον αὐτὴν καὶ ἦν ἠλλοιωμένον τὸ πρόσωπον αὐτῆς καὶ τὴν στολὴν μεταβεβληκυῖαν αὐτῆς καὶ ἐθαύμασαν ἐπὶ τῷ κάλλει αὐτῆς ἐπὶ πολὺ σφόδρα καὶ εἶπαν αὐτῇ | Qui cum vidissent eam, stupentes mirati sunt nimis pulchritudinem ejus. | ወሶበ፡ ይሬእይዋ፡ ከመ፡ ነኪር፡ ተወለጠ፡ ገጻ፡ ወትትዓፀፍ፡ አልባሲሃ፡ ወብዙኀተ፡ ደሙ፡ እምነ፡ ስና፡ ፈድፋደ፡ ጥቀ። | ὡς δὲ εἶδον αὐτὴν καὶ ἦν ἠλλοιωμένον τὸ πρόσωπον αὐτῆς καὶ τὴν στολὴν μεταβεβληκυῖαν αὐτῆς καὶ ἐθαύμασαν ἐπὶ τῷ κάλλει αὐτῆς ἐπὶ πολὺ σφόδρα καὶ εἶπαν αὐτῇ |
|---|
| 10:8 | ὁ θεὸς τῶν πατέρων ἡμῶν δῴη σε εἰς χάριν καὶ τελειώσαι τὰ ἐπιτηδεύματά σου εἰς γαυρίαμα υἱῶν Ισραηλ καὶ ὕψωμα Ιερουσαλημ | Nihil tamen interrogantes eam, dimiserunt transire, dicentes : Deus patrum nostrorum det tibi gratiam, et omne consilium tui cordis sua virtute corroboret, ut glorietur super te Jerusalem, et sit nomen tuum in numero sanctorum et justorum. | ወይቤልዋ፡ የሀብኪ፡ አምላከ፡ እስራኤል፡ ሞገሰ፡ ትግበሪ፡ ዘሐለይኪ፡ ለጽንዖሙ፡ ለደቂቀ፡ እስራኤል፡ ወለኢየሩሳሌም። | ὁ θεὸς τῶν πατέρων ἡμῶν δῴη σε εἰς χάριν καὶ τελειώσαι τὰ ἐπιτηδεύματά σου εἰς γαυρίαμα υἱῶν Ισραηλ καὶ ὕψωμα Ιερουσαλημ |
|---|
| 10:9 | καὶ προσεκύνησεν τῷ θεῷ καὶ εἶπεν πρὸς αὐτούς ἐπιτάξατε ἀνοῖξαί μοι τὴν πύλην τῆς πόλεως καὶ ἐξελεύσομαι εἰς τελείωσιν τῶν λόγων ὧν ἐλαλήσατε μετ’ ἐμοῦ καὶ συνέταξαν τοῖς νεανίσκοις ἀνοῖξαι αὐτῇ καθότι ἐλάλησεν | Et dixerunt hi qui illic erant omnes una voce : Fiat, fiat. | ወትቤሎሙ፡ አዝዙ፡ ሊተ፡ ዘያርኅወኒ፡ አንቀፀ፡ ሀገር፡ ወእጻእ፡ እግበር፡ ዘንተ፡ ቃለ፡ ዘተናገርኩ፡ ምስሌክሙ፡ ወአዘዝዎሙ፡ ለመሐዛት፡ ያርኅውዋ፡ ዘከመ፡ ትቤ። | καὶ προσεκύνησεν τῷ θεῷ καὶ εἶπεν πρὸς αὐτούς ἐπιτάξατε ἀνοῖξαί μοι τὴν πύλην τῆς πόλεως καὶ ἐξελεύσομαι εἰς τελείωσιν τῶν λόγων ὧν ἐλαλήσατε μετ’ ἐμοῦ καὶ συνέταξαν τοῖς νεανίσκοις ἀνοῖξαι αὐτῇ καθότι ἐλάλησεν |
|---|
| 10:10 | καὶ ἐποίησαν οὕτως καὶ ἐξῆλθεν Ιουδιθ αὐτὴ καὶ ἡ παιδίσκη αὐτῆς μετ’ αὐτῆς ἀπεσκόπευον δὲ αὐτὴν οἱ ἄνδρες τῆς πόλεως ἕως οὗ κατέβη τὸ ὄρος ἕως διῆλθεν τὸν αὐλῶνα καὶ οὐκέτι ἐθεώρουν αὐτήν | Judith vero orans Dominum, transivit per portas, ipsa et abra ejus. | ወገበሩ፡ ከማሁ፡ ወወፅአት፡ ዮዲት፡ ወቁልዔታ፡ ምስሌሃ፡ ወይኔጽርዋ፡ ሰብአ፡ ሀገር፡ እስከ፡ ወረደተ፡ እምደብር፡ ወእስከ፡ ኃለፈት፡ እምነ፡ ዓውሎኒ፡ ወኢርእይዋ፡ እንከ። | καὶ ἐποίησαν οὕτως καὶ ἐξῆλθεν Ιουδιθ αὐτὴ καὶ ἡ παιδίσκη αὐτῆς μετ’ αὐτῆς ἀπεσκόπευον δὲ αὐτὴν οἱ ἄνδρες τῆς πόλεως ἕως οὗ κατέβη τὸ ὄρος ἕως διῆλθεν τὸν αὐλῶνα καὶ οὐκέτι ἐθεώρουν αὐτήν |
|---|
| 10:11 | καὶ ἐπορεύοντο ἐν τῷ αὐλῶνι εἰς εὐθεῖαν καὶ συνήντησεν αὐτῇ προφυλακὴ τῶν Ἀσσυρίων | Factum est autem cum descenderet montem, circa ortum diei, occurrerunt ei exploratores Assyriorum, et tenuerunt eam, dicentes : Unde venis ? aut quo vadis ? | ወሖረት፡ እንተ፡ ዓውሎኒ፡ ርቱዓ፡ ወረከብዋ፡ መዓቅበ፡ ፋርስ። | καὶ ἐπορεύοντο ἐν τῷ αὐλῶνι εἰς εὐθεῖαν καὶ συνήντησεν αὐτῇ προφυλακὴ τῶν Ἀσσυρίων |
|---|
| 10:12 | καὶ συνέλαβον αὐτὴν καὶ ἐπηρώτησαν τίνων εἶ καὶ πόθεν ἔρχῃ καὶ ποῦ πορεύῃ καὶ εἶπεν θυγάτηρ εἰμὶ τῶν Εβραίων καὶ ἀποδιδράσκω ἀπὸ προσώπου αὐτῶν ὅτι μέλλουσιν δίδοσθαι ὑμῖν εἰς κατάβρωμα | Quæ respondit : Filia sum Hebræorum, ideo ego fugi a facie eorum, quoniam futurum agnovi quod dentur vobis in deprædationem, pro eo quod contemnentes vos, noluerunt ultro tradere seipsos ut invenirent misericordiam in conspectu vestro. | ወአኃዝዋ፡ ወሐተትዋ፡ ወይቤልዋ፡ መኑ፡ አንቲ፡ ወአይቴ፡ ተሐውሪ፡ ወእምአይቴ፡ መጻእኪ፡ ወትቤሎሙ፡ ወለቶሙ፡ አነ፡ ለዕብራውያን፡ ወተኃጣዕኩ፡ እምኔሆሙ፡ ሶበ፡ ፈቀዱ፡ ያግብኡ፡ ለክሙ፡ ሀገሮሙ። | καὶ συνέλαβον αὐτὴν καὶ ἐπηρώτησαν τίνων εἶ καὶ πόθεν ἔρχῃ καὶ ποῦ πορεύῃ καὶ εἶπεν θυγάτηρ εἰμὶ τῶν Εβραίων καὶ ἀποδιδράσκω ἀπὸ προσώπου αὐτῶν ὅτι μέλλουσιν δίδοσθαι ὑμῖν εἰς κατάβρωμα |
|---|
| 10:13 | κἀγὼ ἔρχομαι εἰς τὸ πρόσωπον Ολοφέρνου ἀρχιστρατήγου δυνάμεως ὑμῶν τοῦ ἀπαγγεῖλαι ῥήματα ἀληθείας καὶ δείξω πρὸ προσώπου αὐτοῦ ὁδὸν καθ’ ἣν πορεύσεται καὶ κυριεύσει πάσης τῆς ὀρεινῆς καὶ οὐ διαφωνήσει τῶν ἀνδρῶν αὐτοῦ σὰρξ μία οὐδὲ πνεῦμα ζωῆς | Hac de causa cogitavi mecum, dicens : Vadam ad faciem principis Holofernis, ut indicem illi secreta illorum, et ostendam illi quo aditu possit obtinere eos, ita ut non cadat vir unus de exercitu ejus. | አነ፡ አቅደምኩ፡ መጺአ፡ ኀቤሁ፡ ለሆሎፎርኒስ፡ መልአከ፡ ኃይልክሙ፡ ከመ፡ እንግሮ፡ ቃለ፡ ጽድቅ፡ ወአርእዮ፡ ፍኖተ፡ እንተ፡ ባቲ፡ ተሐውሩ፡ ወታስተጋብኡ፡ ኵሎ፡ ደወሎሙ፡ ወአልቦ፡ ዘይቈስል፡ እምነ፡ ሰብእክሙ፡ ወኢአሐቲ፡ ነፍስ። | κἀγὼ ἔρχομαι εἰς τὸ πρόσωπον Ολοφέρνου ἀρχιστρατήγου δυνάμεως ὑμῶν τοῦ ἀπαγγεῖλαι ῥήματα ἀληθείας καὶ δείξω πρὸ προσώπου αὐτοῦ ὁδὸν καθ’ ἣν πορεύσεται καὶ κυριεύσει πάσης τῆς ὀρεινῆς καὶ οὐ διαφωνήσει τῶν ἀνδρῶν αὐτοῦ σὰρξ μία οὐδὲ πνεῦμα ζωῆς |
|---|
| 10:14 | ὡς δὲ ἤκουσαν οἱ ἄνδρες τὰ ῥήματα αὐτῆς καὶ κατενόησαν τὸ πρόσωπον αὐτῆς καὶ ἦν ἐναντίον αὐτῶν θαυμάσιον τῷ κάλλει σφόδρα καὶ εἶπαν πρὸς αὐτήν | Et cum audissent viri illi verba ejus, considerabant faciem ejus, et erat in oculis eorum stupor, quoniam pulchritudinem ejus mirabantur nimis. | ወሶበ፡ ሰምዑ፡ እሙንቱ፡ ዕደው፡ ቃላ፡ ወርእይዋ፡ ገጻ፡ ወመድምም፡ ውእቱ፡ ስና፡ ፈድፋደ፡ በቅድሜሆሙ። | ὡς δὲ ἤκουσαν οἱ ἄνδρες τὰ ῥήματα αὐτῆς καὶ κατενόησαν τὸ πρόσωπον αὐτῆς καὶ ἦν ἐναντίον αὐτῶν θαυμάσιον τῷ κάλλει σφόδρα καὶ εἶπαν πρὸς αὐτήν |
|---|
| 10:15 | σέσωκας τὴν ψυχήν σου σπεύσασα καταβῆναι εἰς πρόσωπον τοῦ κυρίου ἡμῶν καὶ νῦν πρόσελθε ἐπὶ τὴν σκηνὴν αὐτοῦ καὶ ἀφ’ ἡμῶν προπέμψουσίν σε ἕως παραδώσουσίν σε εἰς χεῖρας αὐτοῦ | Et dixerunt ad eam : Conservasti animam tuam, eo quod tale reperisti consilium, ut descenderes ad dominum nostrum. | ወይቤልዋ፡ አሕየውኪ፡ ነፍሰኪ፡ ዘአፍጠንኪ፡ ወሪደ፡ ኀበ፡ እግዚእነ፡ ወይእዜኒ፡ ሑሪ፡ ኀበ፡ ደብተራሁ፡ ወንፌኑ፡ ምስሌኪ፡ እምኔኒ፡ እለ፡ ያበጽሑኪ፡ ኀቤሁ። | σέσωκας τὴν ψυχήν σου σπεύσασα καταβῆναι εἰς πρόσωπον τοῦ κυρίου ἡμῶν καὶ νῦν πρόσελθε ἐπὶ τὴν σκηνὴν αὐτοῦ καὶ ἀφ’ ἡμῶν προπέμψουσίν σε ἕως παραδώσουσίν σε εἰς χεῖρας αὐτοῦ |
|---|
| 10:16 | ἐὰν δὲ στῇς ἐναντίον αὐτοῦ μὴ φοβηθῇς τῇ καρδίᾳ σου ἀλλὰ ἀνάγγειλον κατὰ τὰ ῥήματά σου καὶ εὖ σε ποιήσει | Hoc autem scias, quoniam cum steteris in conspectu ejus, bene tibi faciet, et eris gratissima in corde ejus. Duxeruntque illam ad tabernaculum Holofernis, annuntiantes eam. | ወሶበ፡ ቆምኪ፡ ቅድሜሁ፡ ኢይፍራህ፡ ልብኪ፡ ዳዕሙ፡ ዜንዊዮ፡ ዘንተ፡ ነገረኪ፡ ወያሤኒ፡ ላዕሌኪ። | ἐὰν δὲ στῇς ἐναντίον αὐτοῦ μὴ φοβηθῇς τῇ καρδίᾳ σου ἀλλὰ ἀνάγγειλον κατὰ τὰ ῥήματά σου καὶ εὖ σε ποιήσει |
|---|
| 10:17 | καὶ ἐπέλεξαν ἐξ αὐτῶν ἄνδρας ἑκατὸν καὶ παρέζευξαν αὐτῇ καὶ τῇ ἅβρᾳ αὐτῆς καὶ ἤγαγον αὐτὰς ἐπὶ τὴν σκηνὴν Ολοφέρνου | Cumque intrasset ante faciem ejus, statim captus est in suis oculis Holofernes. | ወኀረዩ፡ እምኔሆሙ፡ ምእተ፡ ብእሴ፡ ወነድእዋ፡ ምስለ፡ ወለታ፡ ወአብጽሕዋ፡ ኀበ፡ ሆሎፎርኒስ፡ እስከ፡ ያየድእዎ፡ በእንቲአሃ። | καὶ ἐπέλεξαν ἐξ αὐτῶν ἄνδρας ἑκατὸν καὶ παρέζευξαν αὐτῇ καὶ τῇ ἅβρᾳ αὐτῆς καὶ ἤγαγον αὐτὰς ἐπὶ τὴν σκηνὴν Ολοφέρνου |
|---|
| 10:18 | καὶ ἐγένετο συνδρομὴ ἐν πάσῃ τῇ παρεμβολῇ διεβοήθη γὰρ εἰς τὰ σκηνώματα ἡ παρουσία αὐτῆς καὶ ἐλθόντες ἐκύκλουν αὐτήν ὡς εἱστήκει ἔξω τῆς σκηνῆς Ολοφέρνου ἕως προσήγγειλαν αὐτῷ περὶ αὐτῆς | Dixeruntque ad eum satellites ejus : Quis contemnat populum Hebræorum, qui tam decoras mulieres habent, ut non pro his merito pugnare contra eos debeamus ? | ወአንከሩ፡ ስና፡ ወተደሙ፡ እምደቂቀ፡ እስራኤል፡ በእንቲአሃ፡ ወተበሀሉ፡ በበይናቲሆሙ፡ መኑ፡ ዘይሜንኖሙ፡ ለእሉ፡ ሕዝብ፡ እንዘ፡ በውስቴቶሙ፡ ዘከመዛ፡ አንስት፡ እስመ፡ ኢኮነ፡ ሠናየ፡ ያትርፉ፡ እምኔሆሙ፡ አሐደ፡ ብእሴ፡ ወእለሰ፡ ይክሉ፡ ኀዲገ፡ ተጠቢቦሙ፡ እምነ፡ ኵሉ፡ ምድር። | καὶ ἐγένετο συνδρομὴ ἐν πάσῃ τῇ παρεμβολῇ διεβοήθη γὰρ εἰς τὰ σκηνώματα ἡ παρουσία αὐτῆς καὶ ἐλθόντες ἐκύκλουν αὐτήν ὡς εἱστήκει ἔξω τῆς σκηνῆς Ολοφέρνου ἕως προσήγγειλαν αὐτῷ περὶ αὐτῆς |
|---|
| 10:19 | καὶ ἐθαύμαζον ἐπὶ τῷ κάλλει αὐτῆς καὶ ἐθαύμαζον τοὺς υἱοὺς Ισραηλ ἀπ’ αὐτῆς καὶ εἶπεν ἕκαστος πρὸς τὸν πλησίον αὐτοῦ τίς καταφρονήσει τοῦ λαοῦ τούτου ὃς ἔχει ἐν ἑαυτῷ γυναῖκας τοιαύτας ὅτι οὐ καλόν ἐστιν ὑπολείπεσθαι ἐξ αὐτῶν ἄνδρα ἕνα οἳ ἀφεθέντες δυνήσονται κατασοφίσασθαι πᾶσαν τὴν γῆν | Videns itaque Judith Holofernem sedentem in conopeo, quod erat ex purpura, et auro, et smaragdo, et lapidibus pretiosis intextum, | ወወፅኡ፡ እለ፡ ይነብሩ፡ ኀበ፡ ሆሎፎርኒስ፡ ወኵሉ፡ ደቂቁ፡ ወአብእዋ፡ ውስተ፡ ደብተራሁ። | καὶ ἐθαύμαζον ἐπὶ τῷ κάλλει αὐτῆς καὶ ἐθαύμαζον τοὺς υἱοὺς Ισραηλ ἀπ’ αὐτῆς καὶ εἶπεν ἕκαστος πρὸς τὸν πλησίον αὐτοῦ τίς καταφρονήσει τοῦ λαοῦ τούτου ὃς ἔχει ἐν ἑαυτῷ γυναῖκας τοιαύτας ὅτι οὐ καλόν ἐστιν ὑπολείπεσθαι ἐξ αὐτῶν ἄνδρα ἕνα οἳ ἀφεθέντες δυνήσονται κατασοφίσασθαι πᾶσαν τὴν γῆν |
|---|
| 10:20 | καὶ ἐξῆλθον οἱ παρακαθεύδοντες Ολοφέρνῃ καὶ πάντες οἱ θεράποντες αὐτοῦ καὶ εἰσήγαγον αὐτὴν εἰς τὴν σκηνήν | et cum in faciem ejus intendisset, adoravit eum, prosternens se super terram. Et elevaverunt eam servi Holofernis, jubente domino suo. | ወሆሎፎርኒስ፡ ይነውም፡ ውስተ፡ ምስካቡ፡ ፈላሲ፡ ዘርጉፍ፡ በልብሰ፡ ሜላት፡ ዘወርቅ፡ ወመረግድ፡ ወእንቊ፡ ዘብዙኅ፡ ሤጡ። | καὶ ἐξῆλθον οἱ παρακαθεύδοντες Ολοφέρνῃ καὶ πάντες οἱ θεράποντες αὐτοῦ καὶ εἰσήγαγον αὐτὴν εἰς τὴν σκηνήν |
|---|
| 10:21 | καὶ ἦν Ολοφέρνης ἀναπαυόμενος ἐπὶ τῆς κλίνης αὐτοῦ ἐν τῷ κωνωπίῳ ὃ ἦν ἐκ πορφύρας καὶ χρυσίου καὶ σμαράγδου καὶ λίθων πολυτελῶν καθυφασμένων | — | ወነገርዎ፡ በእንቲአሃ፡ ወወፅአ፡ ገብጋቦ፡ ወመሐትወ፡ ወርቅ፡ የሐትዉ፡ ቅድሜሁ። | καὶ ἦν Ολοφέρνης ἀναπαυόμενος ἐπὶ τῆς κλίνης αὐτοῦ ἐν τῷ κωνωπίῳ ὃ ἦν ἐκ πορφύρας καὶ χρυσίου καὶ σμαράγδου καὶ λίθων πολυτελῶν καθυφασμένων |
|---|
| 10:22 | καὶ ἀνήγγειλαν αὐτῷ περὶ αὐτῆς καὶ ἐξῆλθεν εἰς τὸ προσκήνιον καὶ λαμπάδες ἀργυραῖ προάγουσαι αὐτοῦ | — | ወሶበ፡ መጽአት፡ ዮዲት፡ ኀቤሁ፡ ወይቀውሙ፡ ደቁ፡ ወተደሙ፡ ኵሎሙ፡ እምስነ፡ ላህየ፡ ገጻ፡ ወወድቀት፡ በገጻ፡ ውስተ፡ ምድር፡ ወሰገደት፡ ሎቱ፡ ወአንሥእዋ፡ አግብርቲሁ። | καὶ ἀνήγγειλαν αὐτῷ περὶ αὐτῆς καὶ ἐξῆλθεν εἰς τὸ προσκήνιον καὶ λαμπάδες ἀργυραῖ προάγουσαι αὐτοῦ |
|---|
| 10:23 | ὡς δὲ ἦλθεν κατὰ πρόσωπον αὐτοῦ Ιουδιθ καὶ τῶν θεραπόντων αὐτοῦ ἐθαύμασαν πάντες ἐπὶ τῷ κάλλει τοῦ προσώπου αὐτῆς καὶ πεσοῦσα ἐπὶ πρόσωπον προσεκύνησεν αὐτῷ καὶ ἤγειραν αὐτὴν οἱ δοῦλοι αὐτοῦ | — | — | ὡς δὲ ἦλθεν κατὰ πρόσωπον αὐτοῦ Ιουδιθ καὶ τῶν θεραπόντων αὐτοῦ ἐθαύμασαν πάντες ἐπὶ τῷ κάλλει τοῦ προσώπου αὐτῆς καὶ πεσοῦσα ἐπὶ πρόσωπον προσεκύνησεν αὐτῷ καὶ ἤγειραν αὐτὴν οἱ δοῦλοι αὐτοῦ |
|---|