| 7:1 | τῇ δὲ ἐπαύριον παρήγγειλεν Ολοφέρνης πάσῃ τῇ στρατιᾷ αὐτοῦ καὶ παντὶ τῷ λαῷ αὐτοῦ οἳ παρεγένοντο ἐπὶ τὴν συμμαχίαν αὐτοῦ ἀναζευγνύειν ἐπὶ Βαιτυλουα καὶ τὰς ἀναβάσεις τῆς ὀρεινῆς προκαταλαμβάνεσθαι καὶ ποιεῖν πόλεμον πρὸς τοὺς υἱοὺς Ισραηλ | Holofernes autem altera die præcepit exercitibus suis ut ascenderent contra Bethuliam. | ወበሳኒታ፡ አዘዘ፡ ሆሎፎርኒስ፡ ለኵሉ፡ ሐራሁ፡ ወለኵሉ፡ ሕዝቡ፡ እለ፡ ፀብዑ፡ ምስሌሁ፡ ከመ፡ ይግዓዙ፡ ቤጤልዋ፡ ወይሑሩ፡ ይቅድሙ፡ ውስተ፡ ፍትሐታተ፡ አድባር፡ ወይትቃተልዎሙ፡ ለደቂቀ፡ እስራኤል። | τῇ δὲ ἐπαύριον παρήγγειλεν Ολοφέρνης πάσῃ τῇ στρατιᾷ αὐτοῦ καὶ παντὶ τῷ λαῷ αὐτοῦ οἳ παρεγένοντο ἐπὶ τὴν συμμαχίαν αὐτοῦ ἀναζευγνύειν ἐπὶ Βαιτυλουα καὶ τὰς ἀναβάσεις τῆς ὀρεινῆς προκαταλαμβάνεσθαι καὶ ποιεῖν πόλεμον πρὸς τοὺς υἱοὺς Ισραηλ |
|---|
| 7:2 | καὶ ἀνέζευξεν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ πᾶς ἀνὴρ δυνατὸς αὐτῶν καὶ ἡ δύναμις αὐτῶν ἀνδρῶν πολεμιστῶν χιλιάδες πεζῶν ἑκατὸν ἑβδομήκοντα καὶ ἱππέων χιλιάδες δέκα δύο χωρὶς τῆς ἀποσκευῆς καὶ τῶν ἀνδρῶν οἳ ἦσαν πεζοὶ ἐν αὐτοῖς πλῆθος πολὺ σφόδρα | Erant autem pedites bellatorum centum viginti millia, et equites viginti duo millia, præter præparationes virorum illorum quos occupaverat captivitas, et abducti fuerant de provinciis et urbibus universæ juventutis. | ወወረዱ፡ ይእተ፡ አሚረ፡ ኵሉ፡ ብእሲ፡ ጽኑዓኒሆሙ፡ ወኃያላኒሆሙ፡ ዕደው፡ መስተቃትላን፡ ዐሠርቱ፡ ወሰብዐቱ፡ ፼፡ ዘበእግር፡ ወዘፈረስ፡ ፼፡ ወ፳፻፡ ዘእንበለ፡ ምስለ፡ ንዋይ፡ ወዘእንበለ፡ ዕደው፡ እለ፡ ኢሮዱ፡ አጋርያን፡ ብዙኃን፡ ጥቀ። | καὶ ἀνέζευξεν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ πᾶς ἀνὴρ δυνατὸς αὐτῶν καὶ ἡ δύναμις αὐτῶν ἀνδρῶν πολεμιστῶν χιλιάδες πεζῶν ἑκατὸν ἑβδομήκοντα καὶ ἱππέων χιλιάδες δέκα δύο χωρὶς τῆς ἀποσκευῆς καὶ τῶν ἀνδρῶν οἳ ἦσαν πεζοὶ ἐν αὐτοῖς πλῆθος πολὺ σφόδρα |
|---|
| 7:3 | καὶ παρενέβαλον ἐν τῷ αὐλῶνι πλησίον Βαιτυλουα ἐπὶ τῆς πηγῆς καὶ παρέτειναν εἰς εὖρος ἐπὶ Δωθαϊμ ἕως Βελβαιμ καὶ εἰς μῆκος ἀπὸ Βαιτυλουα ἕως Κυαμωνος ἥ ἐστιν ἀπέναντι τοῦ Εσδρηλων | Omnes paraverunt se pariter ad pugnam contra filios Israël, et venerunt per crepidinem montis usque ad apicem, qui respicit super Dothain, a loco qui dicitur Belma usque ad Chelmon, qui est contra Esdrelon. | ወኀደሩ፡ ውስተ፡ ዓውሎንያ፡ ገቦሃ፡ ለቤጤልዋ፡ ኀበ፡ ነቅዕ፡ ወበጽሐ፡ ተዓይኒሆሙ፡ ኑኁ፡ እስከ፡ ዶታይም፡ ወእስከ፡ ቤልሜም፡ ወግድሙ፡ እስከ፡ ቅያስም፡ እምነ፡ ቤጤልዋ፡ እንተ፡ እምቅድመ፡ አስዲራሎም። | καὶ παρενέβαλον ἐν τῷ αὐλῶνι πλησίον Βαιτυλουα ἐπὶ τῆς πηγῆς καὶ παρέτειναν εἰς εὖρος ἐπὶ Δωθαϊμ ἕως Βελβαιμ καὶ εἰς μῆκος ἀπὸ Βαιτυλουα ἕως Κυαμωνος ἥ ἐστιν ἀπέναντι τοῦ Εσδρηλων |
|---|
| 7:4 | οἱ δὲ υἱοὶ Ισραηλ ὡς εἶδον αὐτῶν τὸ πλῆθος ἐταράχθησαν σφόδρα καὶ εἶπαν ἕκαστος πρὸς τὸν πλησίον αὐτοῦ νῦν ἐκλείξουσιν οὗτοι τὸ πρόσωπον τῆς γῆς πάσης καὶ οὔτε τὰ ὄρη τὰ ὑψηλὰ οὔτε αἱ φάραγγες οὔτε οἱ βουνοὶ ὑποστήσονται τὸ βάρος αὐτῶν | Filii autem Israël, ut viderunt multitudinem illorum, prostraverunt se super terram, mittentes cinerem super capita sua, unanimes orantes ut Deus Israël misericordiam suam ostenderet super populum suum. | ወሶበ፡ ርእዩ፡ ብዝኆሙ፡ ደቂቀ፡ እስራኤል፡ ደንገጹ፡ ጥቀ፡ ወተበሀሉ፡ በበይናቲሆሙ፡ የአጽውዎ፡ ይእዜ፡ ለኵሉ፡ ገጸ፡ ምድር፡ እሉ፡ ወአልቦ፡ ዘይክል፡ ፀዊረ፡ ክበዶሙ፡ ኢአድባር፡ ወኢአውግር፡ ወኢቈላት። | οἱ δὲ υἱοὶ Ισραηλ ὡς εἶδον αὐτῶν τὸ πλῆθος ἐταράχθησαν σφόδρα καὶ εἶπαν ἕκαστος πρὸς τὸν πλησίον αὐτοῦ νῦν ἐκλείξουσιν οὗτοι τὸ πρόσωπον τῆς γῆς πάσης καὶ οὔτε τὰ ὄρη τὰ ὑψηλὰ οὔτε αἱ φάραγγες οὔτε οἱ βουνοὶ ὑποστήσονται τὸ βάρος αὐτῶν |
|---|
| 7:5 | καὶ ἀναλαβόντες ἕκαστος τὰ σκεύη τὰ πολεμικὰ αὐτῶν καὶ ἀνακαύσαντες πυρὰς ἐπὶ τοὺς πύργους αὐτῶν ἔμενον φυλάσσοντες ὅλην τὴν νύκτα ἐκείνην | Et assumentes arma sua bellica, sederunt per loca quæ ad angusti itineris tramitem dirigunt inter montosa, et erant custodientes ea tota die et nocte. | ወነሥኡ፡ ኵሎሙ፡ ንዋየ፡ ሐቅሎሙ፡ ወአንደዱ፡ እሳተ፡ ውስተ፡ ማኅፈዲሆሙ፡ ወነበሩ፡ የዓቅቡ፡ ኵላ፡ ይእተ፡ ሌሊተ። | καὶ ἀναλαβόντες ἕκαστος τὰ σκεύη τὰ πολεμικὰ αὐτῶν καὶ ἀνακαύσαντες πυρὰς ἐπὶ τοὺς πύργους αὐτῶν ἔμενον φυλάσσοντες ὅλην τὴν νύκτα ἐκείνην |
|---|
| 7:6 | τῇ δὲ ἡμέρᾳ τῇ δευτέρᾳ ἐξήγαγεν Ολοφέρνης πᾶσαν τὴν ἵππον αὐτοῦ κατὰ πρόσωπον τῶν υἱῶν Ισραηλ οἳ ἦσαν ἐν Βαιτυλουα | Porro Holofernes, dum circuit per gyrum, reperit quod fons qui influebat, aquæductum illorum a parte australi extra civitatem dirigeret : et incidi præcepit aquæductum illorum. | ወበሳኒታ፡ ዕለት፡ አውፅአ፡ ሆሎፎርኒስ፡ ኵሎ፡ አፍራሲሁ፡ ቅድሜሆሙ፡ ለደቂቀ፡ እስራኤል፡ እለ፡ ውስተ፡ ቤጤልዋ። | τῇ δὲ ἡμέρᾳ τῇ δευτέρᾳ ἐξήγαγεν Ολοφέρνης πᾶσαν τὴν ἵππον αὐτοῦ κατὰ πρόσωπον τῶν υἱῶν Ισραηλ οἳ ἦσαν ἐν Βαιτυλουα |
|---|
| 7:7 | καὶ ἐπεσκέψατο τὰς ἀναβάσεις τῆς πόλεως αὐτῶν καὶ τὰς πηγὰς τῶν ὑδάτων ἐφώδευσεν καὶ προκατελάβετο αὐτὰς καὶ ἐπέστησεν αὐταῖς παρεμβολὰς ἀνδρῶν πολεμιστῶν καὶ αὐτὸς ἀνέζευξεν εἰς τὸν λαὸν αὐτοῦ | Erant tamen non longe a muris fontes, ex quibus furtim videbantur haurire aquam ad refocillandum potius quam ad potandum. | ወፈነወ፡ ሰብአ፡ ዓይን፡ ይርአዩ፡ ፍሥሐታተ፡ አህጉሪሆሙ፡ ወይዑዱ፡ አንቅዕተ፡ ማያቲሆሙ፡ ይቅድምዎ፡ በጺሐ፡ ህየ፡ ወይትዐየንዎሙ፡ ዕደው፡ መስተቃትላን፡ ወውእቱሰ፡ ሮጸ፡ ምስለ፡ ሕዝቡ። | καὶ ἐπεσκέψατο τὰς ἀναβάσεις τῆς πόλεως αὐτῶν καὶ τὰς πηγὰς τῶν ὑδάτων ἐφώδευσεν καὶ προκατελάβετο αὐτὰς καὶ ἐπέστησεν αὐταῖς παρεμβολὰς ἀνδρῶν πολεμιστῶν καὶ αὐτὸς ἀνέζευξεν εἰς τὸν λαὸν αὐτοῦ |
|---|
| 7:8 | καὶ προσελθόντες αὐτῷ πάντες ἄρχοντες υἱῶν Ησαυ καὶ πάντες οἱ ἡγούμενοι τοῦ λαοῦ Μωαβ καὶ οἱ στρατηγοὶ τῆς παραλίας εἶπαν | Sed filii Ammon et Moab accesserunt ad Holofernem, dicentes : Filii Israël non in lancea nec in sagitta confidunt, sed montes defendunt illos, et muniunt illos colles in præcipitio constituti. | ወመጽኡ፡ ኀቤሁ፡ ኵሉ፡ መላእክተ፡ ደቂቀ፡ ኤሳው፡ ወኵሎሙ፡ መሳፍንተ፡ ቤተ፡ ሞዓብ፡ ወመኳንንተ፡ ጰራልያ። | καὶ προσελθόντες αὐτῷ πάντες ἄρχοντες υἱῶν Ησαυ καὶ πάντες οἱ ἡγούμενοι τοῦ λαοῦ Μωαβ καὶ οἱ στρατηγοὶ τῆς παραλίας εἶπαν |
|---|
| 7:9 | ἀκουσάτω δὴ λόγον ὁ δεσπότης ἡμῶν ἵνα μὴ γένηται θραῦσμα ἐν τῇ δυνάμει σου | Ut ergo sine congressione pugnæ possis superare eos, pone custodes fontium, ut non hauriant aquam ex eis, et sine gladio interficies eos, vel certe fatigati tradent civitatem suam, quam putant in montibus positam superari non posse. | ወይቤልዎ፡ ስማዕ፡ እግዚኦ፡ ቃለነ፡ ከመ፡ ኢይኩን፡ ሙስና፡ ላዕለ፡ ሕዝብከ። | ἀκουσάτω δὴ λόγον ὁ δεσπότης ἡμῶν ἵνα μὴ γένηται θραῦσμα ἐν τῇ δυνάμει σου |
|---|
| 7:10 | ὁ γὰρ λαὸς οὗτος τῶν υἱῶν Ισραηλ οὐ πέποιθαν ἐπὶ τοῖς δόρασιν αὐτῶν ἀλλ’ ἐπὶ τοῖς ὕψεσι τῶν ὀρέων ἐν οἷς αὐτοὶ ἐνοικοῦσιν ἐν αὐτοῖς οὐ γάρ ἐστιν εὐχερὲς προσβῆναι ταῖς κορυφαῖς τῶν ὀρέων αὐτῶν | Et placuerunt verba hæc coram Holoferne et coram satellitibus ejus, et constituit per gyrum centenarios per singulos fontes. | እስመ፡ ዝንቱ፡ ሕዝበ፡ ደቂቀ፡ እስራኤል፡ አኮ፡ በኵናቶ፡ ዘይትዌከሉ፡ አላ፡ በላዕለ፡ አጽዋኒሆሙ፡ ወአድባሪሆሙ፡ እለ፡ ይነብሩ፡ ውስቴቶሙ፡ እስመ፡ አልቦ፡ ምዕራግ፡ ለአድባሪሆሙ። | ὁ γὰρ λαὸς οὗτος τῶν υἱῶν Ισραηλ οὐ πέποιθαν ἐπὶ τοῖς δόρασιν αὐτῶν ἀλλ’ ἐπὶ τοῖς ὕψεσι τῶν ὀρέων ἐν οἷς αὐτοὶ ἐνοικοῦσιν ἐν αὐτοῖς οὐ γάρ ἐστιν εὐχερὲς προσβῆναι ταῖς κορυφαῖς τῶν ὀρέων αὐτῶν |
|---|
| 7:11 | καὶ νῦν δέσποτα μὴ πολέμει πρὸς αὐτοὺς καθὼς γίνεται πόλεμος παρατάξεως καὶ οὐ πεσεῖται ἐκ τοῦ λαοῦ σου ἀνὴρ εἷς | Cumque ista custodia per dies viginti fuisset expleta, defecerunt cisternæ et collectiones aquarum omnibus habitantibus Bethuliam, ita ut non esset intra civitatem unde satiarentur vel una die, quoniam ad mensuram dabatur populis aqua quotidie. | ወይእዜኒ፡ እግዚኦ፡ ኢትትቃተሎሙ፡ በሕገ፡ ቀትል፡ ወአልቦ፡ ዘይመውት፡ እምነ፡ ሰብእከ፡ ወኢአሐዱ፡ ብእሲ። | καὶ νῦν δέσποτα μὴ πολέμει πρὸς αὐτοὺς καθὼς γίνεται πόλεμος παρατάξεως καὶ οὐ πεσεῖται ἐκ τοῦ λαοῦ σου ἀνὴρ εἷς |
|---|
| 7:12 | ἀνάμεινον ἐπὶ τῆς παρεμβολῆς σου διαφυλάσσων πάντα ἄνδρα ἐκ τῆς δυνάμεώς σου καὶ ἐπικρατησάτωσαν οἱ παῖδές σου τῆς πηγῆς τοῦ ὕδατος ἣ ἐκπορεύεται ἐκ τῆς ῥίζης τοῦ ὄρους | Tunc ad Oziam congregati omnes viri feminæque, juvenes et parvuli, omnes simul una voce | ወባሕቱ፡ ጽንሖሙ፡ ምስለ፡ ተዓይኒከ፡ ወይዕቀቡ፡ ኵሎ፡ ዕደወ፡ ኃይልከ፡ ወደቂቅከ፡ ኵሎ፡ አንቅዕተ፡ ማያቲሆሙ፡ ዘይነቅዕ፡ እምጕንደ፡ ደብር፡ ያጸንዑ። | ἀνάμεινον ἐπὶ τῆς παρεμβολῆς σου διαφυλάσσων πάντα ἄνδρα ἐκ τῆς δυνάμεώς σου καὶ ἐπικρατησάτωσαν οἱ παῖδές σου τῆς πηγῆς τοῦ ὕδατος ἣ ἐκπορεύεται ἐκ τῆς ῥίζης τοῦ ὄρους |
|---|
| 7:13 | διότι ἐκεῖθεν ὑδρεύονται πάντες οἱ κατοικοῦντες Βαιτυλουα καὶ ἀνελεῖ αὐτοὺς ἡ δίψα καὶ ἐκδώσουσι τὴν πόλιν αὐτῶν καὶ ἡμεῖς καὶ ὁ λαὸς ἡμῶν ἀναβησόμεθα ἐπὶ τὰς πλησίον κορυφὰς τῶν ὀρέων καὶ παρεμβαλοῦμεν ἐπ’ αὐταῖς εἰς προφυλακὴν τοῦ μὴ ἐξελθεῖν ἐκ τῆς πόλεως ἄνδρα ἕνα | dixerunt : Judicet Deus inter nos et te, quoniam fecisti in nos mala, nolens loqui pacifice cum Assyriis, et propter hoc vendidit nos Deus in manibus eorum. | እስመ፡ እምህየ፡ ይቀድሑ፡ ኵሎሙ፡ እለ፡ ይነብሩ፡ ቤጤልዋ፡ ወይቀትሎሙ፡ ጽምዕ፡ ወያገብኡ፡ ድኅሬሆሙ፡ ወንሕነኒ፡ ወሕዝብነኒ፡ ነዓርግ፡ ኀበ፡ ቅሩበ፡ አጽዋኒሆሙ፡ ወአርእስተ፡ አድባሪሆሙ፡ ወነኃድር፡ ህየ፡ ወነዓቅቦሙ፡ ከመ፡ አልቦ፡ ዘይወጽእ፡ እምኔሆሙ፡ ወኢአሐዱ፡ ብእሲ፡ እምውስተ፡ አህጉሪሆሙ። | διότι ἐκεῖθεν ὑδρεύονται πάντες οἱ κατοικοῦντες Βαιτυλουα καὶ ἀνελεῖ αὐτοὺς ἡ δίψα καὶ ἐκδώσουσι τὴν πόλιν αὐτῶν καὶ ἡμεῖς καὶ ὁ λαὸς ἡμῶν ἀναβησόμεθα ἐπὶ τὰς πλησίον κορυφὰς τῶν ὀρέων καὶ παρεμβαλοῦμεν ἐπ’ αὐταῖς εἰς προφυλακὴν τοῦ μὴ ἐξελθεῖν ἐκ τῆς πόλεως ἄνδρα ἕνα |
|---|
| 7:14 | καὶ τακήσονται ἐν τῷ λιμῷ αὐτοὶ καὶ αἱ γυναῖκες αὐτῶν καὶ τὰ τέκνα αὐτῶν καὶ πρὶν ἐλθεῖν τὴν ῥομφαίαν ἐπ’ αὐτοὺς καταστρωθήσονται ἐν ταῖς πλατείαις τῆς οἰκήσεως αὐτῶν | Et ideo non est qui adjuvet, cum prosternamur ante oculos eorum in siti, et perditione magna. | ወይጠፍኡ፡ በረሀብ፡ እሙንቱኒ፡ ወአንስቲያሆሙኒ፡ ወውሉዶሙኒ፡ ዘእንበለ፡ ይትቃተልዎሙ፡ ወይትነጽሑ፡ በውስተ፡ ፍና፡ አህጉሪሆሙ። | καὶ τακήσονται ἐν τῷ λιμῷ αὐτοὶ καὶ αἱ γυναῖκες αὐτῶν καὶ τὰ τέκνα αὐτῶν καὶ πρὶν ἐλθεῖν τὴν ῥομφαίαν ἐπ’ αὐτοὺς καταστρωθήσονται ἐν ταῖς πλατείαις τῆς οἰκήσεως αὐτῶν |
|---|
| 7:15 | καὶ ἀνταποδώσεις αὐτοῖς ἀνταπόδομα πονηρὸν ἀνθ’ ὧν ἐστασίασαν καὶ οὐκ ἀπήντησαν τῷ προσώπῳ σου ἐν εἰρήνῃ | Et nunc congregate universos qui in civitate sunt, ut sponte tradamus nos omnes populo Holofernis. | ወትትቤቀሎሙ፡ እኩየ፡ በቀለ፡ እስመ፡ አዕረሩ፡ ወኢተቀበሉከ፡ በሰላም። | καὶ ἀνταποδώσεις αὐτοῖς ἀνταπόδομα πονηρὸν ἀνθ’ ὧν ἐστασίασαν καὶ οὐκ ἀπήντησαν τῷ προσώπῳ σου ἐν εἰρήνῃ |
|---|
| 7:16 | καὶ ἤρεσαν οἱ λόγοι αὐτῶν ἐνώπιον Ολοφέρνου καὶ ἐνώπιον πάντων τῶν θεραπόντων αὐτοῦ καὶ συνέταξε ποιεῖν καθὰ ἐλάλησαν | Melius est enim ut captivi benedicamus Dominum viventes, quam moriamur, et simus opprobrium omni carni, cum viderimus uxores nostras et infantes nostros mori ante oculos nostros. | ወአደመ፡ ቃሎሙ፡ በቅድሜሁ፡ ለሆሎፎርኒስ፡ ወቅድመ፡ ኵሉ፡ ሰብኡ፡ ወአዘዘ፡ ይግበሩ፡ በከመ፡ ይገብሩ። | καὶ ἤρεσαν οἱ λόγοι αὐτῶν ἐνώπιον Ολοφέρνου καὶ ἐνώπιον πάντων τῶν θεραπόντων αὐτοῦ καὶ συνέταξε ποιεῖν καθὰ ἐλάλησαν |
|---|
| 7:17 | καὶ ἀπῆρεν παρεμβολὴ υἱῶν Αμμων καὶ μετ’ αὐτῶν χιλιάδες πέντε υἱῶν Ασσουρ καὶ παρενέβαλον ἐν τῷ αὐλῶνι καὶ προκατελάβοντο τὰ ὕδατα καὶ τὰς πηγὰς τῶν ὑδάτων τῶν υἱῶν Ισραηλ | Contestamur hodie cælum et terram, et Deum patrum nostrorum, qui ulciscitur nos secundum peccata nostra, ut jam tradatis civitatem in manu militiæ Holofernis, et sit finis noster brevis in ore gladii, qui longior efficitur in ariditate sitis. | ወግዕዙ፡ ተዓይኒሆሙ፡ ለደቂቀ፡ አሞን፡ ወምስሌሆሙ፡ ፶፻፡ ደቂቀ፡ አሶር፡ ወኃደሩ፡ ውስተ፡ ዓውሎኒ፡ ወቀደሙ፡ አጽንኦ፡ ማያቲሆሙ፡ ወአንቅዕቲሆሙ፡ ለደቂቀ፡ እስራኤል። | καὶ ἀπῆρεν παρεμβολὴ υἱῶν Αμμων καὶ μετ’ αὐτῶν χιλιάδες πέντε υἱῶν Ασσουρ καὶ παρενέβαλον ἐν τῷ αὐλῶνι καὶ προκατελάβοντο τὰ ὕδατα καὶ τὰς πηγὰς τῶν ὑδάτων τῶν υἱῶν Ισραηλ |
|---|
| 7:18 | καὶ ἀνέβησαν οἱ υἱοὶ Ησαυ καὶ οἱ υἱοὶ Αμμων καὶ παρενέβαλον ἐν τῇ ὀρεινῇ ἀπέναντι Δωθαϊμ καὶ ἀπέστειλαν ἐξ αὐτῶν πρὸς νότον καὶ ἀπηλιώτην ἀπέναντι Εγρεβηλ ἥ ἐστιν πλησίον Χους ἥ ἐστιν ἐπὶ τοῦ χειμάρρου Μοχμουρ καὶ ἡ λοιπὴ στρατιὰ τῶν Ἀσσυρίων παρενέβαλον ἐν τῷ πεδίῳ καὶ ἐκάλυψαν πᾶν τὸ πρόσωπον τῆς γῆς καὶ αἱ σκηναὶ καὶ αἱ ἀπαρτίαι αὐτῶν κατεστρατοπέδευσαν ἐν ὄχλῳ πολλῷ καὶ ἦσαν εἰς πλῆθος πολὺ σφόδρα | Et cum hæc dixissent, factus est fletus et ululatus magnus in ecclesia ab omnibus, et per multas horas una voce clamaverunt ad Deum, dicentes : | ወዐርጉ፡ ደቂቀ፡ ኤሳው፡ ወደቂቀ፡ አሞን፡ ወኃደሩ፡ ውስተ፡ አድባር፡ አንፃረ፡ ዶታይም፡ ወፈነዉ፡ እምውስቴቶሙ፡ እለ፡ መንገለ፡ ዓረብ፡ ዘአዜብ፡ ወኤጴልዮጤን፡ ዘአንፃረ፡ ኤጴራቤል፡ ዘገቦ፡ ኩሲ፡ በኀበ፡ ፈለገ፡ ምኩር፡ ወዘተርፈ፡ ሠራዊቶሙ፡ ለፋርስ፡ ተዓየኑ፡ ውስተ፡ ገዳም፡ ወከደኑ፡ ውስተ፡ ኵሉ፡ ገጸ፡ ምድር፡ ወእምዝ፡ ዓግአዙ፡ ተአይኒሆሙ፡ ወንዋዮሙኒ፡ ብዙኃ፡ ሰብእ፡ ጥቀ፡ ዘአልቦ፡ ዘይበዝኆሙ። | καὶ ἀνέβησαν οἱ υἱοὶ Ησαυ καὶ οἱ υἱοὶ Αμμων καὶ παρενέβαλον ἐν τῇ ὀρεινῇ ἀπέναντι Δωθαϊμ καὶ ἀπέστειλαν ἐξ αὐτῶν πρὸς νότον καὶ ἀπηλιώτην ἀπέναντι Εγρεβηλ ἥ ἐστιν πλησίον Χους ἥ ἐστιν ἐπὶ τοῦ χειμάρρου Μοχμουρ καὶ ἡ λοιπὴ στρατιὰ τῶν Ἀσσυρίων παρενέβαλον ἐν τῷ πεδίῳ καὶ ἐκάλυψαν πᾶν τὸ πρόσωπον τῆς γῆς καὶ αἱ σκηναὶ καὶ αἱ ἀπαρτίαι αὐτῶν κατεστρατοπέδευσαν ἐν ὄχλῳ πολλῷ καὶ ἦσαν εἰς πλῆθος πολὺ σφόδρα |
|---|
| 7:19 | καὶ οἱ υἱοὶ Ισραηλ ἀνεβόησαν πρὸς κύριον θεὸν αὐτῶν ὅτι ὠλιγοψύχησεν τὸ πνεῦμα αὐτῶν ὅτι ἐκύκλωσαν πάντες οἱ ἐχθροὶ αὐτῶν καὶ οὐκ ἦν διαφυγεῖν ἐκ μέσου αὐτῶν | Peccavimus cum patribus nostris : injuste egimus, iniquitatem fecimus. | ወጸርሑ፡ ደቂቀ፡ እስራኤል፡ ኀበ፡ እግዚአብሔር፡ አምላኮሙ፡ እስመ፡ አንበዘት፡ ነፍሶሙ፡ እስመ፡ አገትዎሙ፡ ኵሉ፡ ፀሮሙ፡ ወአልቦሙ፡ ሙፃእ፡ እምነ፡ ማዕከሎሙ። | καὶ οἱ υἱοὶ Ισραηλ ἀνεβόησαν πρὸς κύριον θεὸν αὐτῶν ὅτι ὠλιγοψύχησεν τὸ πνεῦμα αὐτῶν ὅτι ἐκύκλωσαν πάντες οἱ ἐχθροὶ αὐτῶν καὶ οὐκ ἦν διαφυγεῖν ἐκ μέσου αὐτῶν |
|---|
| 7:20 | καὶ ἔμεινεν κύκλῳ αὐτῶν πᾶσα παρεμβολὴ Ασσουρ οἱ πεζοὶ καὶ ἅρματα καὶ οἱ ἱππεῖς αὐτῶν ἡμέρας τριάκοντα τέσσαρας καὶ ἐξέλιπεν πάντας τοὺς κατοικοῦντας Βαιτυλουα πάντα τὰ ἀγγεῖα αὐτῶν τῶν ὑδάτων | Tu, quia pius es, miserere nostri, aut in tuo flagello vindica iniquitates nostras, et noli tradere confitentes te populo qui ignorat te, | ወነበሩ፡ ደቂቀ፡ አሶር፡ ምስለ፡ ኵሉ፡ ተዓይኒሆሙ፡ የዓግትዎሙ፡ አጋሮሙኒ፡ ወሰብአ፡ ሠረገላትኒ፡ ወሰብአ፡ አፍራስኒ፡ ሠሉሰ፡ ወረቡዓ፡ መዋዕለ፡ ወኃልቀ፡ ኵሉ፡ ሙዳየ፡ ማዮሙ፡ ለእለ፡ ይነብሩ፡ ቤጤልዋ። | καὶ ἔμεινεν κύκλῳ αὐτῶν πᾶσα παρεμβολὴ Ασσουρ οἱ πεζοὶ καὶ ἅρματα καὶ οἱ ἱππεῖς αὐτῶν ἡμέρας τριάκοντα τέσσαρας καὶ ἐξέλιπεν πάντας τοὺς κατοικοῦντας Βαιτυλουα πάντα τὰ ἀγγεῖα αὐτῶν τῶν ὑδάτων |
|---|
| 7:21 | καὶ οἱ λάκκοι ἐξεκενοῦντο καὶ οὐκ εἶχον πιεῖν εἰς πλησμονὴν ὕδωρ ἡμέραν μίαν ὅτι ἐν μέτρῳ ἐδίδοσαν αὐτοῖς πιεῖν | ut non dicant inter gentes : Ubi est Deus eorum ? | ወአልቦ፡ ዘይሰትዩ፡ ማይ፡ ወዘያረውዮሙ፡ ወበመስፈርት፡ ገብኡ፡ ይስተዩ። | καὶ οἱ λάκκοι ἐξεκενοῦντο καὶ οὐκ εἶχον πιεῖν εἰς πλησμονὴν ὕδωρ ἡμέραν μίαν ὅτι ἐν μέτρῳ ἐδίδοσαν αὐτοῖς πιεῖν |
|---|
| 7:22 | καὶ ἠθύμησεν τὰ νήπια αὐτῶν καὶ αἱ γυναῖκες καὶ οἱ νεανίσκοι ἐξέλιπον ἀπὸ τῆς δίψης καὶ ἔπιπτον ἐν ταῖς πλατείαις τῆς πόλεως καὶ ἐν ταῖς διόδοις τῶν πυλῶν καὶ οὐκ ἦν κραταίωσις ἔτι ἐν αὐτοῖς | Et cum fatigati ex his clamoribus et his fletibus lassati siluissent, | ወሐሙ፡ ደቂቆሙ፡ ወአንስቲያሆሙ፡ ወወራዙቶሙ፡ ወሐልቁ፡ በጽምዕ፡ ወይወድቁ፡ ውስተ፡ መርህበ፡ ሀገር፡ ወውስተ፡ ፍናወ፡ አናቅጽ፡ ወአልቦሙ፡ ኃይል፡ እንከ። | καὶ ἠθύμησεν τὰ νήπια αὐτῶν καὶ αἱ γυναῖκες καὶ οἱ νεανίσκοι ἐξέλιπον ἀπὸ τῆς δίψης καὶ ἔπιπτον ἐν ταῖς πλατείαις τῆς πόλεως καὶ ἐν ταῖς διόδοις τῶν πυλῶν καὶ οὐκ ἦν κραταίωσις ἔτι ἐν αὐτοῖς |
|---|
| 7:23 | καὶ ἐπισυνήχθησαν πᾶς ὁ λαὸς ἐπὶ Οζιαν καὶ τοὺς ἄρχοντας τῆς πόλεως οἱ νεανίσκοι καὶ αἱ γυναῖκες καὶ τὰ παιδία καὶ ἀνεβόησαν φωνῇ μεγάλῃ καὶ εἶπαν ἐναντίον πάντων τῶν πρεσβυτέρων | exsurgens Ozias infusus lacrimis, dixit : Æquo animo estote, fratres, et hos quinque dies expectemus a Domino misericordiam. | ወተጋብኡ፡ ኵሉ፡ ሕዝብ፡ ላዕለ፡ ዖዝያን፡ ወመላእክተ፡ ሀገርኒ፡ ወወራዙትኒ፡ ወአንስትኒ፡ ወደቂቅኒ፡ ወጸርሑ፡ በዓቢይ፡ ቃል፡ ወይቤሉ፡ በቅድመ፡ ኵሉ፡ ሊቃውንቲሆሙ። | καὶ ἐπισυνήχθησαν πᾶς ὁ λαὸς ἐπὶ Οζιαν καὶ τοὺς ἄρχοντας τῆς πόλεως οἱ νεανίσκοι καὶ αἱ γυναῖκες καὶ τὰ παιδία καὶ ἀνεβόησαν φωνῇ μεγάλῃ καὶ εἶπαν ἐναντίον πάντων τῶν πρεσβυτέρων |
|---|
| 7:24 | κρίναι ὁ θεὸς ἀνὰ μέσον ὑμῶν καὶ ἡμῶν ὅτι ἐποιήσατε ἐν ἡμῖν ἀδικίαν μεγάλην οὐ λαλήσαντες εἰρηνικὰ μετὰ υἱῶν Ασσουρ | Forsitan enim indignationem suam abscindet, et dabit gloriam nomini suo. | ይፍታሕ፡ እግዚአብሔር፡ ማዕከሌነ፡ ወማዕከሌክሙ፡ ከመ፡ ትግበሩ፡ ላዕሌነ፡ ዓቢየ፡ ግፍዐ፡ ዘኢተናገርክሙ፡ ዳህነ፡ በሰላም፡ ምስለ፡ ደቂቀ፡ አሶር። | κρίναι ὁ θεὸς ἀνὰ μέσον ὑμῶν καὶ ἡμῶν ὅτι ἐποιήσατε ἐν ἡμῖν ἀδικίαν μεγάλην οὐ λαλήσαντες εἰρηνικὰ μετὰ υἱῶν Ασσουρ |
|---|
| 7:25 | καὶ νῦν οὐκ ἔστιν ὁ βοηθὸς ἡμῶν ἀλλὰ πέπρακεν ἡμᾶς ὁ θεὸς εἰς τὰς χεῖρας αὐτῶν τοῦ καταστρωθῆναι ἐναντίον αὐτῶν ἐν δίψῃ καὶ ἀπωλείᾳ μεγάλῃ | Si autem transactis quinque diebus non venerit adjutorium, faciemus hæc verba quæ locuti estis. | ወይእዜሰ፡ ኃጣእነ፡ ዘይረድአነ፡ ሦጠነ፡ እግዚአብሔር፡ ውስተ፡ እዴሆሙ፡ ከመ፡ ንደቅ፡ ቅድሜሆሙ፡ በጽምዕ፡ በዓቢይ፡ ኃጕል። | καὶ νῦν οὐκ ἔστιν ὁ βοηθὸς ἡμῶν ἀλλὰ πέπρακεν ἡμᾶς ὁ θεὸς εἰς τὰς χεῖρας αὐτῶν τοῦ καταστρωθῆναι ἐναντίον αὐτῶν ἐν δίψῃ καὶ ἀπωλείᾳ μεγάλῃ |
|---|
| 7:26 | καὶ νῦν ἐπικαλέσασθε αὐτοὺς καὶ ἔκδοσθε τὴν πόλιν πᾶσαν εἰς προνομὴν τῷ λαῷ Ολοφέρνου καὶ πάσῃ τῇ δυνάμει αὐτοῦ | — | ወይእዜኒ፡ ግርሩ፡ ሎሙ፡ ወአግብኡ፡ ኵሎ፡ አህጉሪክሙ፡ ወይበርብሩ፡ ሕዝበ፡ ሆሎፎርኒስ፡ ወኵሉ፡ ኃይሉ። | καὶ νῦν ἐπικαλέσασθε αὐτοὺς καὶ ἔκδοσθε τὴν πόλιν πᾶσαν εἰς προνομὴν τῷ λαῷ Ολοφέρνου καὶ πάσῃ τῇ δυνάμει αὐτοῦ |
|---|
| 7:27 | κρεῖσσον γὰρ ἡμῖν γενηθῆναι αὐτοῖς εἰς διαρπαγήν ἐσόμεθα γὰρ εἰς δούλους καὶ ζήσεται ἡ ψυχὴ ἡμῶν καὶ οὐκ ὀψόμεθα τὸν θάνατον τῶν νηπίων ἡμῶν ἐν ὀφθαλμοῖς ἡμῶν καὶ τὰς γυναῖκας καὶ τὰ τέκνα ἡμῶν ἐκλειπούσας τὰς ψυχὰς αὐτῶν | — | እስመ፡ ይኄይሰነ፡ ይበርብሩነ፡ ወንትቀነይ፡ ሎሙ፡ ወትሕየው፡ ነፍስነ፡ ወኢንርአይ፡ ሞተ፡ ደቂቅነ፡ በአዕይንቲነ፡ እስመ፡ ኀልቀት፡ ነፍሶሙ፡ ለአንስቲያነ፡ ወደቂቅነ። | κρεῖσσον γὰρ ἡμῖν γενηθῆναι αὐτοῖς εἰς διαρπαγήν ἐσόμεθα γὰρ εἰς δούλους καὶ ζήσεται ἡ ψυχὴ ἡμῶν καὶ οὐκ ὀψόμεθα τὸν θάνατον τῶν νηπίων ἡμῶν ἐν ὀφθαλμοῖς ἡμῶν καὶ τὰς γυναῖκας καὶ τὰ τέκνα ἡμῶν ἐκλειπούσας τὰς ψυχὰς αὐτῶν |
|---|
| 7:28 | μαρτυρόμεθα ὑμῖν τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὸν θεὸν ἡμῶν καὶ κύριον τῶν πατέρων ἡμῶν ὃς ἐκδικεῖ ἡμᾶς κατὰ τὰς ἁμαρτίας ἡμῶν καὶ κατὰ τὰ ἁμαρτήματα τῶν πατέρων ἡμῶν ἵνα μὴ ποιήσῃ κατὰ τὰ ῥήματα ταῦτα ἐν τῇ ἡμέρᾳ τῇ σήμερον | — | ወናሁ፡ ናሰምዕ፡ ለክሙ፡ ሰማየ፡ ወምድረ፡ ወአምላከ፡ አበዊነ፡ ዘውእቱ፡ ይኴንነነ፡ በከመ፡ ኃጣውኢነ፡ ወበከመ፡ ኃጣውኢሆሙ፡ ለአበዊነ፡ ከመ፡ ኢትግበሩ፡ ዘንተ፡ ነገረ፡ ዮም፡ በዛቲ፡ ዕለት። | μαρτυρόμεθα ὑμῖν τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὸν θεὸν ἡμῶν καὶ κύριον τῶν πατέρων ἡμῶν ὃς ἐκδικεῖ ἡμᾶς κατὰ τὰς ἁμαρτίας ἡμῶν καὶ κατὰ τὰ ἁμαρτήματα τῶν πατέρων ἡμῶν ἵνα μὴ ποιήσῃ κατὰ τὰ ῥήματα ταῦτα ἐν τῇ ἡμέρᾳ τῇ σήμερον |
|---|
| 7:29 | καὶ ἐγένετο κλαυθμὸς μέγας ἐν μέσῳ τῆς ἐκκλησίας πάντων ὁμοθυμαδόν καὶ ἐβόησαν πρὸς κύριον τὸν θεὸν φωνῇ μεγάλῃ | — | ወኮነ፡ ብካይ፡ ዓቢይ፡ በማዕከለ፡ ማኅበሮሙ፡ ወበከዩ፡ ኵሎሙ፡ ኅቡረ፡ ወጸርሑ፡ በዓቢይ፡ ቃል፡ ኀበ፡ እግዚአብሔር። | καὶ ἐγένετο κλαυθμὸς μέγας ἐν μέσῳ τῆς ἐκκλησίας πάντων ὁμοθυμαδόν καὶ ἐβόησαν πρὸς κύριον τὸν θεὸν φωνῇ μεγάλῃ |
|---|
| 7:30 | καὶ εἶπεν πρὸς αὐτοὺς Οζιας θαρσεῖτε ἀδελφοί διακαρτερήσωμεν ἔτι πέντε ἡμέρας ἐν αἷς ἐπιστρέψει κύριος ὁ θεὸς ἡμῶν τὸ ἔλεος αὐτοῦ ἐφ’ ἡμᾶς οὐ γὰρ ἐγκαταλείψει ἡμᾶς εἰς τέλος | — | ወይቤሎሙ፡ ኦዝያስ፡ ተአመኑ፡ አኃዊነ፡ ወተዓገሡ፡ ዓዲ፡ ሐሙሰ፡ መዋዕለ፡ እስከ፡ ይመይጥ፡ እግዚአብሔር፡ አምላክነ፡ ምሕረቶ፡ መንገሌነ፡ እስመ፡ አኮ፡ ለዝሉፉ፡ ዘይገድፈነ። | καὶ εἶπεν πρὸς αὐτοὺς Οζιας θαρσεῖτε ἀδελφοί διακαρτερήσωμεν ἔτι πέντε ἡμέρας ἐν αἷς ἐπιστρέψει κύριος ὁ θεὸς ἡμῶν τὸ ἔλεος αὐτοῦ ἐφ’ ἡμᾶς οὐ γὰρ ἐγκαταλείψει ἡμᾶς εἰς τέλος |
|---|
| 7:31 | ἐὰν δὲ διέλθωσιν αὗται καὶ μὴ ἔλθῃ ἐφ’ ἡμᾶς βοήθεια ποιήσω κατὰ τὰ ῥήματα ὑμῶν | — | ወእምከመ፡ ኃለፉ፡ እማንቱ፡ መዋዕል፡ ወኢመጽአ፡ ረድኤቱ፡ ላዕሌነ፡ ንገብር፡ ዘከመ፡ ትቤሉ። | ἐὰν δὲ διέλθωσιν αὗται καὶ μὴ ἔλθῃ ἐφ’ ἡμᾶς βοήθεια ποιήσω κατὰ τὰ ῥήματα ὑμῶν |
|---|
| 7:32 | καὶ ἐσκόρπισεν τὸν λαὸν εἰς τὴν ἑαυτοῦ παρεμβολήν καὶ ἐπὶ τὰ τείχη καὶ τοὺς πύργους τῆς πόλεως αὐτῶν ἀπῆλθον καὶ τὰς γυναῖκας καὶ τὰ τέκνα εἰς τοὺς οἴκους αὐτῶν ἀπέστειλαν καὶ ἦσαν ἐν ταπεινώσει πολλῇ ἐν τῇ πόλει | — | ወዘረዎሙ፡ ለሕዝብ፡ ውስተ፡ ትዕይንቶሙ፡ ወውስተ፡ ማኅፈዲሆሙ፡ ወውስተ፡ ዐረፍተ፡ ሀገሮሙ፡ ወሖሩ፡ ወፈነዉ፡ አንስቲያሆሙ፡ ወሕሙማን፡ እሙንቱ፡ ጥቀ፡ ውስተ፡ ሀገር። | καὶ ἐσκόρπισεν τὸν λαὸν εἰς τὴν ἑαυτοῦ παρεμβολήν καὶ ἐπὶ τὰ τείχη καὶ τοὺς πύργους τῆς πόλεως αὐτῶν ἀπῆλθον καὶ τὰς γυναῖκας καὶ τὰ τέκνα εἰς τοὺς οἴκους αὐτῶν ἀπέστειλαν καὶ ἦσαν ἐν ταπεινώσει πολλῇ ἐν τῇ πόλει |
|---|