📜 Verbum · 聖言
原文誦讀聖經與教父文獻
♥ 贊助

← 回書卷目次 · 蘇撒拿傳

蘇撒拿傳 第 1 章|2 種原文並排

各譯本的分節不完全一致。這裡以節號對齊,某一欄沒有該節就留空,不做順序上的湊對。點任一字可查義。

ℹ️ 中英對照為本站自譯,直接譯自本頁的原文(非和合本/WEB —— 那兩者譯自馬所拉文本,與本頁底本不同)。
希臘文
七十士譯本
拉丁文
武加大譯本
中文
本站以 AI(Claude)翻譯
1:1
καὶ ἦν ἀνὴρ οἰκῶν ἐν Βαβυλῶνι καὶ ὄνομα αὐτῷ Ιωακιμ
Et erat vir habitans in Babylone, et nomen ejus Joakim :
有一個人住在巴比倫,名叫約雅金。
1:2
καὶ ἔλαβεν γυναῖκα ᾗ ὄνομα Σουσαννα θυγάτηρ Χελκιου καλὴ σφόδρα καὶ φοβουμένη τὸν κύριον
et accepit uxorem nomine Susannam, filiam Helciæ, pulchram nimis, et timentem Deum :
他娶了一個妻子,名叫蘇撒拿,是希勒家的女兒,極其美麗,又敬畏耶和華。
1:3
καὶ οἱ γονεῖς αὐτῆς δίκαιοι καὶ ἐδίδαξαν τὴν θυγατέρα αὐτῶν κατὰ τὸν νόμον Μωυσῆ
parentes enim illius, cum essent justi, erudierunt filiam suam secundum legem Moysi.
她的父母都是義人,照摩西的律法教導他們的女兒。
1:4
καὶ ἦν Ιωακιμ πλούσιος σφόδρα καὶ ἦν αὐτῷ παράδεισος γειτνιῶν τῷ οἴκῳ αὐτοῦ καὶ πρὸς αὐτὸν προσήγοντο οἱ Ιουδαῖοι διὰ τὸ εἶναι αὐτὸν ἐνδοξότερον πάντων
Erat autem Joakim dives valde, et erat ei pomarium vicinum domui suæ : et ad ipsum confluebant Judæi, eo quod esset honorabilior omnium.
約雅金極其富足,他的住宅旁有一個園子;猶太人常聚到他那裡,因為他比眾人更有名望。
1:5
καὶ ἀπεδείχθησαν δύο πρεσβύτεροι ἐκ τοῦ λαοῦ κριταὶ ἐν τῷ ἐνιαυτῷ ἐκείνῳ περὶ ὧν ἐλάλησεν ὁ δεσπότης ὅτι ἐξῆλθεν ἀνομία ἐκ Βαβυλῶνος ἐκ πρεσβυτέρων κριτῶν οἳ ἐδόκουν κυβερνᾶν τὸν λαόν
Et constituti sunt de populo duo senes judices in illo anno, de quibus locutus est Dominus : Quia egressa est iniquitas de Babylone a senioribus judicibus, qui videbantur regere populum.
那一年,從民中立了兩個長老作審判官,正應驗了主所說的:不法之事是從巴比倫,從那些看似治理百姓的長老審判官而出。
1:6
καὶ ἤρχοντο κρίσεις ἐξ ἄλλων πόλεων πρὸς αὐτούς οὗτοι προσεκαρτέρουν ἐν τῇ οἰκίᾳ Ιωακιμ καὶ ἤρχοντο πρὸς αὐτοὺς πάντες οἱ κρινόμενοι
Isti frequentabant domum Joakim, et veniebant ad eos omnes qui habebant judicia.
從別的城來的訴訟都到他們那裡。這兩人常在約雅金的家裡,凡有訴訟的都到他們那裡來。
1:7
οὗτοι ἰδόντες γυναῖκα ἀστείαν τῷ εἴδει γυναῖκα ἀδελφοῦ αὐτῶν ἐκ τῶν υἱῶν Ισραηλ ὄνομα Σουσανναν θυγατέρα Χελκιου γυναῖκα Ιωακιμ περιπατοῦσαν ἐν τῷ παραδείσῳ τοῦ ἀνδρὸς αὐτῆς τὸ δειλινὸν καὶ ἐπιθυμήσαντες αὐτῆς καὶ ἐγένετο ἡνίκα ἀπέτρεχεν ὁ λαὸς μέσον ἡμέρας εἰσεπορεύετο Σουσαννα καὶ περιεπάτει ἐν τῷ παραδείσῳ τοῦ ἀνδρὸς αὐτῆς
Cum autem populus revertisset per meridiem, ingrediebatur Susanna, et deambulabat in pomario viri sui.
這兩人見一個容貌美麗的婦人,就是他們同胞、以色列子孫中希勒家的女兒、約雅金的妻子蘇撒拿,每當眾人在午時散去後,蘇撒拿就進她丈夫的園中行走,這兩人見了便起了貪戀她的心。
1:8
καὶ ἐθεώρουν αὐτὴν οἱ δύο πρεσβύτεροι καθ’ ἡμέραν εἰσπορευομένην καὶ περιπατοῦσαν καὶ ἐγένοντο ἐν ἐπιθυμίᾳ αὐτῆς
Et videbant eam senes quotidie ingredientem et deambulantem, et exarserunt in concupiscentiam ejus :
這兩個長老天天見她進來行走,就對她起了情慾。
1:9
διέστρεψαν τὸν νοῦν αὐτῶν καὶ ἐξέκλιναν τοὺς ὀφθαλμοὺς αὐτῶν τοῦ μὴ βλέπειν εἰς τὸν οὐρανὸν μηδὲ μνημονεύειν κριμάτων δικαίων καὶ διέστρεψαν τὸν ἑαυτῶν νοῦν καὶ ἐξέκλιναν τοὺς ὀφθαλμοὺς αὐτῶν τοῦ μὴ βλέπειν εἰς τὸν οὐρανὸν μηδὲ μνημονεύειν κριμάτων δικαίων
et everterunt sensum suum, et declinaverunt oculos suos ut non viderent cælum, neque recordarentur judiciorum justorum.
他們扭曲了自己的心思,偏轉眼目,不仰望天,也不記念公義的審判。
1:10
καὶ ἀμφότεροι ἦσαν κατανενυγμένοι περὶ αὐτῆς καὶ ἕτερος τῷ ἑτέρῳ οὐ προσεποιεῖτο τὸ κακὸν τὸ ἔχον αὐτοὺς περὶ αὐτῆς οὐδὲ ἡ γυνὴ ἔγνω τὸ πρᾶγμα τοῦτο καὶ ἦσαν ἀμφότεροι κατανενυγμένοι περὶ αὐτῆς καὶ οὐκ ἀνήγγειλαν ἀλλήλοις τὴν ὀδύνην αὐτῶν
Erant ergo ambo vulnerati amore ejus, nec indicaverunt sibi vicissim dolorem suum :
他們二人都因她神魂顛倒,卻彼此不肯透露因她而生的惡念,那婦人也不知道這事;他們二人各自為她痛苦,並沒有彼此告訴自己的苦楚,
1:11
ὅτι ᾐσχύνοντο ἀναγγεῖλαι τὴν ἐπιθυμίαν αὐτῶν ὅτι ἤθελον συγγενέσθαι αὐτῇ
erubescebant enim indicare sibi concupiscentiam suam, volentes concumbere cum ea.
因為他們羞於說出自己的情慾,就是想與她苟合的念頭。
1:12
καὶ ὡς ἐγίνετο ὄρθρος ἐρχόμενοι ἔκλεπτον ἀλλήλους σπεύδοντες τίς φανήσεται αὐτῇ πρότερος καὶ λαλήσει πρὸς αὐτήν καὶ παρετηροῦσαν φιλοτίμως καθ’ ἡμέραν ὁρᾶν αὐτήν
Et observabant quotidie sollicitius videre eam. Dixitque alter ad alterum :
他們天天熱切地窺探,要見她;每到天剛亮,二人就各自偷偷前來,爭著誰先看見她、向她搭話。
1:13
καὶ ἰδοὺ αὕτη κατὰ τὸ εἰωθὸς περιεπάτει καὶ ὁ εἷς τῶν πρεσβυτέρων ἐληλύθει καὶ ἰδοὺ ὁ ἕτερος παρεγένετο καὶ εἷς τὸν ἕτερον ἀνέκρινε λέγων τί σὺ οὕτως ὄρθρου ἐξῆλθες οὐ παραλαβών με καὶ ἐξωμολογήσαντο πρὸς ἀλλήλους ἑκάτερος τὴν ὀδύνην αὐτοῦ καὶ εἶπαν ἕτερος τῷ ἑτέρῳ πορευθῶμεν δὴ εἰς οἶκον ὅτι ἀρίστου ὥρα ἐστίν καὶ ἐξελθόντες διεχωρίσθησαν ἀπ’ ἀλλήλων
Eamus domum, quia hora prandii est. Et egressi, recesserunt a se.
有一天,蘇撒拿照常在園中行走,二長老中的一個已經來了,那一個也到了;他們彼此盤問說:『你為何這麼早出來,沒有約上我?』就彼此承認了自己的苦楚。他們又彼此說:『我們先回家去,現在是午飯的時候了。』於是出去,彼此分手。
1:14
καὶ ἀνακάμψαντες ἦλθον ἐπὶ τὸ αὐτὸ καὶ ἀνετάζοντες ἀλλήλους τὴν αἰτίαν ὡμολόγησαν τὴν ἐπιθυμίαν αὐτῶν καὶ τότε κοινῇ συνετάξαντο καιρὸν ὅτε αὐτὴν δυνήσονται εὑρεῖν μόνην
Cumque revertissent, venerunt in unum : et sciscitantes ab invicem causam, confessi sunt concupiscentiam suam : et tunc in communi statuerunt tempus quando eam possent invenire solam.
二人折回,又在同一處相遇,彼此追問緣由,就承認了各自的情慾,於是一同約定一個能單獨遇見她的時機。
1:15
καὶ ἐγένετο ἐν τῷ παρατηρεῖν αὐτοὺς ἡμέραν εὔθετον εἰσῆλθέν ποτε καθὼς ἐχθὲς καὶ τρίτης ἡμέρας μετὰ δύο μόνων κορασίων καὶ ἐπεθύμησε λούσασθαι ἐν τῷ παραδείσῳ ὅτι καῦμα ἦν
Factum est autem, cum observarent diem aptum, ingressa est aliquando sicut heri et nudiustertius, cum duabus solis puellis, voluitque lavari in pomario : æstus quippe erat :
正當他們窺伺一個合宜的日子,蘇撒拿照常進來,只帶著兩個使女,因天氣炎熱,她想在園中沐浴。
1:16
καὶ οὐκ ἦν οὐδεὶς ἐκεῖ πλὴν οἱ δύο πρεσβύτεροι κεκρυμμένοι καὶ παρατηροῦντες αὐτήν
et non erat ibi quisquam, præter duos senes absconditos, et contemplantes eam.
那裡沒有別人,只有那兩個長老藏著,窺探她。
1:17
καὶ εἶπεν τοῖς κορασίοις ἐνέγκατε δή μοι ἔλαιον καὶ σμῆγμα καὶ τὰς θύρας τοῦ παραδείσου κλείσατε ὅπως λούσωμαι
Dixit ergo puellis : Afferte mihi oleum, et smigmata, et ostia pomarii claudite, ut laver.
她對使女說:『把油和香膏拿來給我,又把園門關上,好讓我沐浴。』
1:18
καὶ ἐποίησαν καθὼς εἶπεν καὶ ἀπέκλεισαν τὰς θύρας τοῦ παραδείσου καὶ ἐξῆλθαν κατὰ τὰς πλαγίας θύρας ἐνέγκαι τὰ προστεταγμένα αὐταῖς καὶ οὐκ εἴδοσαν τοὺς πρεσβυτέρους ὅτι ἦσαν κεκρυμμένοι
Et fecerunt sicut præceperat : clauseruntque ostia pomarii, et egressæ sunt per posticum ut afferrent quæ jusserat ; nesciebantque senes intus esse absconditos.
使女就照她所說的去行,關了園門,從旁門出去拿所吩咐的東西,沒有看見那兩個長老,因為他們藏著。
1:19
καὶ εἶπεν εἷς τῷ ἑτέρῳ πορευθῶμεν πρὸς αὐτήν καὶ συνθέμενοι προσήλθοσαν αὐτῇ καὶ ἐξεβιάζοντο αὐτήν καὶ ἐγένετο ὡς ἐξήλθοσαν τὰ κοράσια καὶ ἀνέστησαν οἱ δύο πρεσβῦται καὶ ἐπέδραμον αὐτῇ
Cum autem egressæ essent puellæ, surrexerunt duo senes, et accurrerunt ad eam, et dixerunt :
使女出去之後,那兩個長老就起來,跑到她跟前,彼此商議好,便上前威逼她,
1:20
καὶ εἶπον ἰδοὺ αἱ θύραι τοῦ παραδείσου κέκλεινται καὶ οὐδεὶς θεωρεῖ ἡμᾶς καὶ ἐν ἐπιθυμίᾳ σού ἐσμεν διὸ συγκατάθου ἡμῖν καὶ γενοῦ μεθ’ ἡμῶν
Ecce ostia pomarii clausa sunt, et nemo nos videt, et nos in concupiscentia tui sumus : quam ob rem assentire nobis, et commiscere nobiscum.
說:『看哪,園門已關,無人看見我們;我們戀慕你,所以你要順從我們,與我們同寢。
1:21
εἰ δὲ μή καταμαρτυρήσομέν σου ὅτι ἦν μετὰ σοῦ νεανίσκος καὶ διὰ τοῦτο ἐξαπέστειλας τὰ κοράσια ἀπὸ σοῦ
Quod si nolueris, dicemus contra te testimonium, quod fuerit tecum juvenis, et ob hanc causam emiseris puellas a te.
你若不肯,我們就要作見證控告你,說有一個少年人與你同在,因此你纔打發使女離開。』
1:22
καὶ εἶπεν αὐτοῖς ἡ Ιουδαία οἶδα ὅτι ἐὰν πράξω τοῦτο θάνατός μοί ἐστι καὶ ἐὰν μὴ πράξω οὐκ ἐκφεύξομαι τὰς χεῖρας ὑμῶν καὶ ἀνεστέναξεν Σουσαννα καὶ εἶπεν στενά μοι πάντοθεν ἐάν τε γὰρ τοῦτο πράξω θάνατός μοί ἐστιν ἐάν τε μὴ πράξω οὐκ ἐκφεύξομαι τὰς χεῖρας ὑμῶν
Ingemuit Susanna, et ait : Angustiæ sunt mihi undique : si enim hoc egero, mors mihi est : si autem non egero, non effugiam manus vestras.
蘇撒拿歎息說:『我四面為難:我若行這事,是死罪;我若不行,也逃不出你們的手。
1:23
κάλλιον δέ με μὴ πράξασαν ἐμπεσεῖν εἰς τὰς χεῖρας ὑμῶν ἢ ἁμαρτεῖν ἐνώπιον κυρίου αἱρετόν μοί ἐστιν μὴ πράξασαν ἐμπεσεῖν εἰς τὰς χεῖρας ὑμῶν ἢ ἁμαρτεῖν ἐνώπιον κυρίου
Sed melius est mihi absque opere incidere in manus vestras, quam peccare in conspectu Domini.
我寧可不行此事而落在你們手中,也不願在耶和華面前犯罪。』
1:24
καὶ ἀνεβόησεν φωνῇ μεγάλῃ Σουσαννα ἐβόησαν δὲ καὶ οἱ δύο πρεσβῦται κατέναντι αὐτῆς
Et exclamavit voce magna Susanna : exclamaverunt autem et senes adversus eam.
蘇撒拿就放聲大喊,那兩個長老也對著她喊叫。
1:25
καὶ δραμὼν ὁ εἷς ἤνοιξεν τὰς θύρας τοῦ παραδείσου
Et cucurrit unus ad ostia pomarii, et aperuit.
其中一個跑去開了園門。
1:26
ὡς δὲ ἤκουσαν τὴν κραυγὴν ἐν τῷ παραδείσῳ οἱ ἐκ τῆς οἰκίας εἰσεπήδησαν διὰ τῆς πλαγίας θύρας ἰδεῖν τὸ συμβεβηκὸς αὐτῇ
Cum ergo audissent clamorem famuli domus in pomario, irruerunt per posticum ut viderent quidnam esset.
家裡的人聽見園中的喊聲,就從旁門衝進來,要看她所遭遇的事。
1:27
ἡνίκα δὲ εἶπαν οἱ πρεσβῦται τοὺς λόγους αὐτῶν κατῃσχύνθησαν οἱ δοῦλοι σφόδρα ὅτι πώποτε οὐκ ἐρρέθη λόγος τοιοῦτος περὶ Σουσαννης
Postquam autem senes locuti sunt, erubuerunt servi vehementer, quia numquam dictus fuerat sermo hujuscemodi de Susanna. Et facta est dies crastina.
那兩個長老說出他們的話來,眾僕人就極其羞愧,因為從來沒有人說過蘇撒拿這樣的話。
1:28
οἱ δὲ παράνομοι ἄνδρες ἀπέστρεψαν ἀπειλοῦντες ἐν ἑαυτοῖς καὶ ἐνεδρεύοντες ἵνα θανατώσουσιν αὐτήν καὶ ἐλθόντες ἐπὶ τὴν συναγωγὴν τῆς πόλεως οὗ παρῳκοῦσαν καὶ συνήδρευσαν οἱ ὄντες ἐκεῖ πάντες οἱ υἱοὶ Ισραηλ καὶ ἐγένετο τῇ ἐπαύριον ὡς συνῆλθεν ὁ λαὸς πρὸς τὸν ἄνδρα αὐτῆς Ιωακιμ ἦλθον οἱ δύο πρεσβῦται πλήρεις τῆς ἀνόμου ἐννοίας κατὰ Σουσαννης τοῦ θανατῶσαι αὐτὴν
Cumque venisset populus ad Joakim virum ejus, venerunt et duo presbyteri, pleni iniqua cogitatione adversus Susannam ut interficerent eam.
次日,眾民聚集到她丈夫約雅金那裡,那兩個不法的長老就來,心中滿了惡毒的詭計要害蘇撒拿,定意要置她於死地;他們暗中威嚇、設下埋伏,要殺害她,就到城中他們所住的會堂,在那裡的以色列眾子都一同坐下。
1:29
καὶ ἀναστάντες οἱ δύο πρεσβύτεροι καὶ κριταὶ εἶπαν ἀποστείλατε ἐπὶ Σουσανναν θυγατέρα Χελκιου ἥτις ἐστὶ γυνὴ Ιωακιμ οἱ δὲ εὐθέως ἐκάλεσαν αὐτήν καὶ εἶπαν ἔμπροσθεν τοῦ λαοῦ ἀποστείλατε ἐπὶ Σουσανναν θυγατέρα Χελκιου ἥ ἐστιν γυνὴ Ιωακιμ οἱ δὲ ἀπέστειλαν
Et dixerunt coram populo : Mittite ad Susannam filiam Helciæ uxorem Joakim. Et statim miserunt.
那兩個長老審判官站起來,在眾民面前說:『打發人去叫希勒家的女兒、約雅金的妻子蘇撒拿來。』他們立刻就打發人去。
1:30
ὡς δὲ παρεγενήθη ἡ γυνὴ σὺν τῷ πατρὶ ἑαυτῆς καὶ τῇ μητρί καὶ οἱ παῖδες καὶ αἱ παιδίσκαι αὐτῆς ὄντες τὸν ἀριθμὸν πεντακόσιοι παρεγένοντο καὶ τὰ παιδία Σουσαννας τέσσαρα καὶ ἦλθεν αὐτὴ καὶ οἱ γονεῖς αὐτῆς καὶ τὰ τέκνα αὐτῆς καὶ πάντες οἱ συγγενεῖς αὐτῆς
Et venit cum parentibus, et filiis, et universis cognatis suis.
那婦人就同她的父母、兒女和一切親屬都來了;她的僕婢共有五百人,蘇撒拿的四個孩子也都來了。
1:31
ἦν δὲ ἡ γυνὴ τρυφερὰ σφόδρα ἡ δὲ Σουσαννα ἦν τρυφερὰ σφόδρα καὶ καλὴ τῷ εἴδει
Porro Susanna erat delicata nimis, et pulchra specie.
蘇撒拿極其嬌嫩,容貌美麗。
1:32
καὶ προσέταξαν οἱ παράνομοι ἀποκαλύψαι αὐτήν ἵνα ἐμπλησθῶσι κάλλους ἐπιθυμίας αὐτῆς οἱ δὲ παράνομοι ἐκέλευσαν ἀποκαλυφθῆναι αὐτήν ἦν γὰρ κατακεκαλυμμένη ὅπως ἐμπλησθῶσιν τοῦ κάλλους αὐτῆς
At iniqui illi jusserunt ut discooperiretur (erat enim cooperta), ut vel sic satiarentur decore ejus.
那兩個不法的人吩咐人揭去她的面紗,因為她蒙著臉,好叫他們飽看她的美貌,滿足貪戀之心。
1:33
καὶ ἐκλαίοσαν οἱ παρ’ αὐτῆς πάντες καὶ ὅσοι αὐτὴν ᾔδεισαν πάντες ἔκλαιον δὲ οἱ παρ’ αὐτῆς καὶ πάντες οἱ ἰδόντες αὐτήν
Flebant igitur sui, et omnes qui noverant eam.
她的親人和一切認識她的人都哭了。
1:34
ἀναστάντες δὲ οἱ πρεσβύτεροι καὶ κριταὶ ἐπέθηκαν τὰς χεῖρας αὐτῶν ἐπὶ τῆς κεφαλῆς αὐτῆς ἀναστάντες δὲ οἱ δύο πρεσβῦται ἐν μέσῳ τῷ λαῷ ἔθηκαν τὰς χεῖρας ἐπὶ τὴν κεφαλὴν αὐτῆς
Consurgentes autem duo presbyteri in medio populi, posuerunt manus suas super caput ejus.
那兩個長老審判官就站在民中,把手按在她頭上。
1:35
ἡ δὲ καρδία αὐτῆς ἐπεποίθει ἐπὶ κυρίῳ τῷ θεῷ αὐτῆς καὶ ἀνακύψασα ἔκλαυσεν ἐν ἑαυτῇ λέγουσα κύριε ὁ θεὸς ὁ αἰώνιος ὁ εἰδὼς τὰ πάντα πρὶν γενέσεως αὐτῶν σὺ οἶδας ὅτι οὐκ ἐποίησα ἃ πονηρεύονται οἱ ἄνομοι οὗτοι ἐπ’ ἐμοί καὶ εἰσήκουσε κύριος τῆς δεήσεως αὐτῆς ἡ δὲ κλαίουσα ἀνέβλεψεν εἰς τὸν οὐρανόν ὅτι ἦν ἡ καρδία αὐτῆς πεποιθυῖα ἐπὶ τῷ κυρίῳ
Quæ flens suspexit ad cælum : erat enim cor ejus fiduciam habens in Domino.
她的心倚靠耶和華她的神,就哭著仰望天,心裡說:『永恆的主神啊,你在萬物未有以先就已知道一切,你知道我並沒有行這些不法之人所誣陷我的事。』耶和華就垂聽了她的祈求。
1:36
οἱ δὲ δύο πρεσβύτεροι εἶπαν ἡμεῖς περιεπατοῦμεν ἐν τῷ παραδείσῳ τοῦ ἀνδρὸς αὐτῆς εἶπαν δὲ οἱ πρεσβῦται περιπατούντων ἡμῶν ἐν τῷ παραδείσῳ μόνων εἰσῆλθεν αὕτη μετὰ δύο παιδισκῶν καὶ ἀπέκλεισεν τὰς θύρας τοῦ παραδείσου καὶ ἀπέλυσεν τὰς παιδίσκας
Et dixerunt presbyteri : Cum deambularemus in pomario soli, ingressa est hæc cum duabus puellis : et clausit ostia pomarii, et dimisit a se puellas.
那兩個長老說:『我們正單獨在她丈夫的園中行走,這婦人帶著兩個使女進來,關了園門,又打發使女離開。
1:37
καὶ κυκλοῦντες τὸ στάδιον εἴδομεν ταύτην ἀναπαυομένην μετὰ ἀνδρὸς καὶ στάντες ἐθεωροῦμεν αὐτοὺς ὁμιλοῦντας ἀλλήλοις καὶ ἦλθεν πρὸς αὐτὴν νεανίσκος ὃς ἦν κεκρυμμένος καὶ ἀνέπεσε μετ’ αὐτῆς
Venitque ad eam adolescens, qui erat absconditus, et concubuit cum ea.
有一個藏著的少年人來到她那裡,與她同寢;我們在園子的一角站著,看見他們的不法,就跑向他們。
1:38
καὶ αὐτοὶ οὐκ ᾔδεισαν ὅτι εἱστήκειμεν τότε συνειπάμεθα ἀλλήλοις λέγοντες μάθωμεν τίνες εἰσὶν οὗτοι ἡμεῖς δὲ ὄντες ἐν τῇ γωνίᾳ τοῦ παραδείσου ἰδόντες τὴν ἀνομίαν ἐδράμομεν ἐπ’ αὐτούς
Porro nos cum essemus in angulo pomarii, videntes iniquitatem, cucurrimus ad eos, et vidimus eos pariter commisceri.
我們既見他們苟合,因那少年人比我們有力,就不能拿住他;他開了園門逃走了。
1:39
καὶ προσελθόντες ἐπέγνωμεν αὐτήν ὁ δὲ νεανίσκος ἔφυγε συγκεκαλυμμένος καὶ ἰδόντες συγγινομένους αὐτοὺς ἐκείνου μὲν οὐκ ἠδυνήθημεν ἐγκρατεῖς γενέσθαι διὰ τὸ ἰσχύειν αὐτὸν ὑπὲρ ἡμᾶς καὶ ἀνοίξαντα τὰς θύρας ἐκπεπηδηκέναι
Et illum quidem non quivimus comprehendere, quia fortior nobis erat, et apertis ostiis exilivit :
我們捉住了這婦人,盤問她那少年人是誰,
1:40
ταύτης δὲ ἐπιλαβόμενοι ἐπηρωτῶμεν αὐτήν τίς ὁ ἄνθρωπος ταύτης δὲ ἐπιλαβόμενοι ἐπηρωτῶμεν τίς ἦν ὁ νεανίσκος
hanc autem cum apprehendissemus, interrogavimus, quisnam esset adolescens, et noluit indicare nobis : hujus rei testes sumus.
她卻不肯告訴我們。這些事我們可以作證。』會眾就都信他們的話,因為他們是百姓的長老審判官,於是定她死罪。
1:41
καὶ οὐκ ἀπήγγειλεν ἡμῖν τίς ἦν ταῦτα μαρτυροῦμεν καὶ ἐπίστευσεν αὐτοῖς ἡ συναγωγὴ πᾶσα ὡς πρεσβυτέρων ὄντων καὶ κριτῶν τοῦ λαοῦ καὶ οὐκ ἠθέλησεν ἀναγγεῖλαι ἡμῖν ταῦτα μαρτυροῦμεν καὶ ἐπίστευσεν αὐτοῖς ἡ συναγωγὴ ὡς πρεσβυτέροις τοῦ λαοῦ καὶ κριταῖς καὶ κατέκριναν αὐτὴν ἀποθανεῖν
Credidit eis multitudo quasi senibus et judicibus populi, et condemnaverunt eam ad mortem.
蘇撒拿放聲大喊說:『永恆的神,鑒察隱祕的主,在萬物未有以先就知道一切的神啊,
1:42
ἀνεβόησεν δὲ φωνῇ μεγάλῃ Σουσαννα καὶ εἶπεν ὁ θεὸς ὁ αἰώνιος ὁ τῶν κρυπτῶν γνώστης ὁ εἰδὼς τὰ πάντα πρὶν γενέσεως αὐτῶν
Exclamavit autem voce magna Susanna, et dixit : Deus æterne, qui absconditorum es cognitor, qui nosti omnia antequam fiant,
你知道他們作假見證陷害我;看哪,我並沒有行他們惡意誣告我的事,卻要死了。』
1:43
σὺ ἐπίστασαι ὅτι ψευδῆ μου κατεμαρτύρησαν καὶ ἰδοὺ ἀποθνῄσκω μὴ ποιήσασα μηδὲν ὧν οὗτοι ἐπονηρεύσαντο κατ’ ἐμοῦ
tu scis quoniam falsum testimonium tulerunt contra me : et ecce morior, cum nihil horum fecerim, quæ isti malitiose composuerunt adversum me.
當她被帶去處死的時候,耶和華垂聽了她的聲音。
1:44
καὶ ἰδοὺ ἄγγελος κυρίου ἐκείνης ἐξαγομένης ἀπολέσθαι καὶ ἔδωκεν ὁ ἄγγελος καθὼς προσετάγη πνεῦμα συνέσεως νεωτέρῳ ὄντι Δανιηλ καὶ εἰσήκουσεν κύριος τῆς φωνῆς αὐτῆς
Exaudivit autem Dominus vocem ejus.
她被帶去處死的時候,神激動了一個名叫但以理的少年人的聖靈,
1:45
καὶ ἀπαγομένης αὐτῆς ἀπολέσθαι ἐξήγειρεν ὁ θεὸς τὸ πνεῦμα τὸ ἅγιον παιδαρίου νεωτέρου ᾧ ὄνομα Δανιηλ
Cumque duceretur ad mortem, suscitavit Dominus spiritum sanctum pueri junioris, cujus nomen Daniel :
神照所安排的,把聰明的靈賜給這年幼的但以理。
1:46
καὶ ἐβόησεν φωνῇ μεγάλῃ καθαρὸς ἐγὼ ἀπὸ τοῦ αἵματος ταύτης
et exclamavit voce magna : Mundus ego sum a sanguine hujus.
他就高聲說:『我與流這婦人的血無幹。』
1:47
ἐπέστρεψεν δὲ πᾶς ὁ λαὸς πρὸς αὐτὸν καὶ εἶπαν τίς ὁ λόγος οὗτος ὃν σὺ λελάληκας
Et conversus omnis populus ad eum, dixit : Quis est iste sermo, quem tu locutus es ?
眾民都轉向他,問他說:『你所說的這話是甚麼意思?』
1:48
διαστείλας δὲ Δανιηλ τὸν ὄχλον καὶ στὰς ἐν μέσῳ αὐτῶν εἶπεν οὕτως μωροί υἱοὶ Ισραηλ οὐκ ἀνακρίναντες οὐδὲ τὸ σαφὲς ἐπιγνόντες ἀπεκρίνατε θυγατέρα Ισραηλ ὁ δὲ στὰς ἐν μέσῳ αὐτῶν εἶπεν οὕτως μωροί οἱ υἱοὶ Ισραηλ οὐκ ἀνακρίναντες οὐδὲ τὸ σαφὲς ἐπιγνόντες κατεκρίνατε θυγατέρα Ισραηλ
Qui cum staret in medio eorum, ait : Sic fatui filii Israël, non judicantes, neque quod verum est cognoscentes, condemnastis filiam Israël ?
但以理站在他們當中說:『以色列的子孫哪,你們竟這樣愚蠢嗎?你們既不查問,也不查明真相,就定了以色列女子的罪。
1:49
ἀναστρέψατε εἰς τὸ κριτήριον ψευδῆ γὰρ οὗτοι κατεμαρτύρησαν αὐτῆς
revertimini ad judicium, quia falsum testimonium locuti sunt adversus eam.
你們回到審判之處去罷,因為這兩人作假見證誣陷了她。』
1:50
καὶ ἀνέστρεψεν πᾶς ὁ λαὸς μετὰ σπουδῆς καὶ εἶπαν αὐτῷ οἱ πρεσβύτεροι δεῦρο κάθισον ἐν μέσῳ ἡμῶν καὶ ἀνάγγειλον ἡμῖν ὅτι σοὶ δέδωκεν ὁ θεὸς τὸ πρεσβεῖον
Reversus est ergo populus cum festinatione, et dixerunt ei senes : Veni, et sede in medio nostrum, et indica nobis : quia tibi Deus dedit honorem senectutis.
眾民就急忙回去,眾長老對他說:『來,坐在我們當中,告訴我們罷,因為神已將長者的尊位賜給你了。』
1:51
καὶ νῦν διαχωρίσατέ μοι αὐτοὺς ἀπ’ ἀλλήλων μακράν ἵνα ἐτάσω αὐτούς καὶ εἶπεν πρὸς αὐτοὺς Δανιηλ διαχωρίσατε αὐτοὺς ἀπ’ ἀλλήλων μακράν καὶ ἀνακρινῶ αὐτούς
Et dixit ad eos Daniel : Separate illos ab invicem procul, et dijudicabo eos.
但以理對他們說:『把這兩人遠遠地彼此分開,我好審問他們。』
1:52
ὡς δὲ διεχωρίσθησαν εἶπεν Δανιηλ τῇ συναγωγῇ νῦν μὴ βλέψητε ὅτι οὗτοί εἰσι πρεσβύτεροι λέγοντες οὐ μὴ ψεύσωνται ἀλλὰ ἀνακρινῶ αὐτοὺς κατὰ τὰ ὑποπίπτοντά μοι καὶ ἐκάλεσε τὸν ἕνα αὐτῶν καὶ προσήγαγον τὸν πρεσβύτερον τῷ νεωτέρῳ καὶ εἶπεν αὐτῷ Δανιηλ ἄκουε ἄκουε πεπαλαιωμένε ἡμερῶν κακῶν νῦν ἥκασί σου αἱ ἁμαρτίαι ἃς ἐποίεις τὸ πρότερον ὡς δὲ διεχωρίσθησαν εἷς ἀπὸ τοῦ ἑνός ἐκάλεσεν τὸν ἕνα αὐτῶν καὶ εἶπεν πρὸς αὐτόν πεπαλαιωμένε ἡμερῶν κακῶν νῦν ἥκασιν αἱ ἁμαρτίαι σου ἃς ἐποίεις τὸ πρότερον
Cum ergo divisi essent alter ab altero, vocavit unum de eis, et dixit ad eum : Inveterate dierum malorum, nunc venerunt peccata tua, quæ operabaris prius :
二人既被分開,但以理就吩咐人把他們中的一個帶到他面前,對他說:『你這年高而行惡多日的人哪,現在你從前所犯的罪臨到你了!
1:53
πιστευθεὶς ἀκούειν καὶ κρίνειν κρίσεις θάνατον ἐπιφερούσας καὶ τὸν μὲν ἀθῷον κατέκρινας τοὺς δὲ ἐνόχους ἠφίεις τοῦ κυρίου λέγοντος ἀθῷον καὶ δίκαιον οὐκ ἀποκτενεῖς κρίνων κρίσεις ἀδίκους καὶ τοὺς μὲν ἀθῴους κατακρίνων ἀπολύων δὲ τοὺς αἰτίους λέγοντος τοῦ κυρίου ἀθῷον καὶ δίκαιον οὐκ ἀποκτενεῖς
judicans judicia injusta, innocentes opprimens, et dimittens noxios, dicente Domino : Innocentem et justum non interficies.
你既被信託去聽訟、判斷涉及死罪的案件,竟定無辜者的罪,又釋放有罪的人;主曾說過:「無辜和公義的人,你不可殺。」
1:54
νῦν οὖν ὑπὸ τί δένδρον καὶ ποταπῷ τοῦ παραδείσου τόπῳ ἑώρακας αὐτοὺς ὄντας σὺν ἑαυτοῖς καὶ εἶπεν ὁ ἀσεβής ὑπὸ σχῖνον νῦν οὖν ταύτην εἴπερ εἶδες εἰπόν ὑπὸ τί δένδρον εἶδες αὐτοὺς ὁμιλοῦντας ἀλλήλοις ὁ δὲ εἶπεν ὑπὸ σχῖνον
Nunc ergo, si vidisti eam, dic sub qua arbore videris eos colloquentes sibi. Qui ait : Sub schino.
如今你若真看見他們,就說:你看見他們在園中哪棵樹下交談?』他說:『在乳香樹下。』
1:55
εἶπεν δὲ ὁ νεώτερος ὀρθῶς ἔψευσαι εἰς τὴν σεαυτοῦ ψυχήν ὁ γὰρ ἄγγελος κυρίου σχίσει σου τὴν ψυχὴν σήμερον εἶπεν δὲ Δανιηλ ὀρθῶς ἔψευσαι εἰς τὴν σεαυτοῦ κεφαλήν ἤδη γὰρ ἄγγελος τοῦ θεοῦ λαβὼν φάσιν παρὰ τοῦ θεοῦ σχίσει σε μέσον
Dixit autem Daniel : Recte mentitus es in caput tuum : ecce enim angelus Dei, accepta sententia ab eo, scindet te medium.
但以理說:『你說得正對,這謊言要害你自己的性命;因為神的使者已從神領了命令,今日就要把你劈成兩半。』
1:56
καὶ τοῦτον μεταστήσας εἶπε προσαγαγεῖν αὐτῷ τὸν ἕτερον καὶ τούτῳ δὲ εἶπεν διὰ τί διεστραμμένον τὸ σπέρμα σου ὡς Σιδῶνος καὶ οὐχ ὡς Ιουδα τὸ κάλλος σε ἠπάτησεν ἡ μιαρὰ ἐπιθυμία καὶ μεταστήσας αὐτὸν ἐκέλευσεν προσαγαγεῖν τὸν ἕτερον καὶ εἶπεν αὐτῷ σπέρμα Χανααν καὶ οὐκ Ιουδα τὸ κάλλος ἐξηπάτησέν σε καὶ ἡ ἐπιθυμία διέστρεψεν τὴν καρδίαν σου
Et, amoto eo, jussit venire alium, et dixit ei : Semen Chanaan, et non Juda, species decepit te, et concupiscentia subvertit cor tuum :
但以理把這人帶下去,吩咐人把另一個帶上來,對他說:『你這迦南的後裔,不是猶大的後裔啊!美色迷惑了你,情慾扭曲了你的心。
1:57
καὶ οὕτως ἐποιεῖτε θυγατράσιν Ισραηλ καὶ ἐκεῖναι φοβούμεναι ὡμιλοῦσαν ὑμῖν ἀλλ’ οὐ θυγάτηρ Ιουδα ὑπέμεινε τὴν νόσον ὑμῶν ἐν ἀνομίᾳ ὑπενεγκεῖν οὕτως ἐποιεῖτε θυγατράσιν Ισραηλ καὶ ἐκεῖναι φοβούμεναι ὡμίλουν ὑμῖν ἀλλ’ οὐ θυγάτηρ Ιουδα ὑπέμεινεν τὴν ἀνομίαν ὑμῶν
sic faciebatis filiabus Israël, et illæ timentes loquebantur vobis : sed filia Juda non sustinuit iniquitatem vestram.
你們向以色列的女子向來如此行;她們因懼怕,就與你們苟合;惟有猶大的女兒不肯容忍你們的不法。
1:58
νῦν οὖν λέγε μοι ὑπὸ τί δένδρον καὶ ἐν ποίῳ τοῦ κήπου τόπῳ κατέλαβες αὐτοὺς ὁμιλοῦντας ἀλλήλοις ὁ δὲ εἶπεν ὑπὸ πρῖνον νῦν οὖν λέγε μοι ὑπὸ τί δένδρον κατέλαβες αὐτοὺς ὁμιλοῦντας ἀλλήλοις ὁ δὲ εἶπεν ὑπὸ πρῖνον
Nunc ergo, dic mihi sub qua arbore comprehenderis eos loquentes sibi. Qui ait : Sub prino.
如今你告訴我:你看見他們在園中哪棵樹下交談?』他說:『在橡樹下。』
1:59
καὶ εἶπεν Δανιηλ ἁμαρτωλέ νῦν ὁ ἄγγελος κυρίου τὴν ῥομφαίαν ἕστηκεν ἔχων ἕως ὁ λαὸς ἐξολεθρεύσει ὑμᾶς ἵνα καταπρίσῃ σε εἶπεν δὲ αὐτῷ Δανιηλ ὀρθῶς ἔψευσαι καὶ σὺ εἰς τὴν σεαυτοῦ κεφαλήν μένει γὰρ ὁ ἄγγελος τοῦ θεοῦ τὴν ῥομφαίαν ἔχων πρίσαι σε μέσον ὅπως ἐξολεθρεύσῃ ὑμᾶς
Dixit autem ei Daniel : Recte mentitus es et tu in caput tuum : manet enim angelus Domini, gladium habens, ut secet te medium, et interficiat vos.
但以理對他說:『你也說得正對,這謊言要害你自己的頭;神的使者正拿著刀,等候把你劈成兩半,好除滅你們。』
1:60
καὶ πᾶσα ἡ συναγωγὴ ἀνεβόησεν ἐπὶ τῷ νεωτέρῳ ὡς ἐκ τοῦ ἰδίου στόματος ὁμολόγους αὐτοὺς κατέστησεν ἀμφοτέρους ψευδομάρτυρας καὶ ὡς ὁ νόμος διαγορεύει ἐποίησαν αὐτοῖς καθὼς ἐπονηρεύσαντο κατὰ τῆς ἀδελφῆς καὶ ἐφίμωσαν αὐτοὺς καὶ ἐξαγαγόντες ἔρριψαν εἰς φάραγγα τότε ὁ ἄγγελος κυρίου ἔρριψε πῦρ διὰ μέσου αὐτῶν καὶ ἐσώθη αἷμα ἀναίτιον ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ ἀνεβόησεν πᾶσα ἡ συναγωγὴ φωνῇ μεγάλῃ καὶ εὐλόγησαν τῷ θεῷ τῷ σῴζοντι τοὺς ἐλπίζοντας ἐπ’ αὐτόν
Exclamavit itaque omnis cœtus voce magna, et benedixerunt Deum, qui salvat sperantes in se.
全會眾就放聲大喊,稱頌那拯救仰望他之人的神;因但以理藉著他們親口所言,證實這二人是作假見證的;眾人就照律法所規定的,照他們惡意要害人的方式待他們,把他們押出去,扔在山谷中,那時耶和華的使者使火從他們中間發出。當日無辜的血就得了保全。
1:61
καὶ ἀνέστησαν ἐπὶ τοὺς δύο πρεσβύτας ὅτι συνέστησεν αὐτοὺς Δανιηλ ἐκ τοῦ στόματος αὐτῶν ψευδομαρτυρήσαντας καὶ ἐποίησαν αὐτοῖς ὃν τρόπον ἐπονηρεύσαντο τῷ πλησίον
Et consurrexerunt adversus duos presbyteros (convicerat enim eos Daniel ex ore suo falsum dixisse testimonium), feceruntque eis sicut male egerant adversus proximum,
眾人就起來攻擊那兩個長老,因為但以理藉他們親口所言,證實他們作了假見證;眾人就照他們惡意要害鄰舍的方式待他們,
1:62
ποιῆσαι κατὰ τὸν νόμον Μωυσῆ καὶ ἀπέκτειναν αὐτούς καὶ ἐσώθη αἷμα ἀναίτιον ἐν τῇ ἡμέρᾳ ἐκείνῃ
ut facerent secundum legem Moysi. Et interfecerunt eos, et salvatus est sanguis innoxius in die illa.
照摩西的律法把他們處死了。當日無辜的血就得了保全。
1:63
διὰ τοῦτο οἱ νεώτεροι ἀγαπητοὶ Ιακωβ ἐν τῇ ἁπλότητι αὐτῶν καὶ ἡμεῖς φυλασσώμεθα εἰς υἱοὺς δυνατοὺς νεωτέρους εὐσεβήσουσι γὰρ νεώτεροι καὶ ἔσται ἐν αὐτοῖς πνεῦμα ἐπιστήμης καὶ συνέσεως εἰς αἰῶνα αἰῶνος Χελκιας δὲ καὶ ἡ γυνὴ αὐτοῦ ᾔνεσαν τὸν θεὸν περὶ τῆς θυγατρὸς αὐτῶν Σουσαννας μετὰ Ιωακιμ τοῦ ἀνδρὸς αὐτῆς καὶ τῶν συγγενῶν πάντων ὅτι οὐχ εὑρέθη ἐν αὐτῇ ἄσχημον πρᾶγμα
Helcias autem et uxor ejus laudaverunt Deum pro filia sua Susanna cum Joakim marito ejus, et cognatis omnibus, quia non esset inventa in ea res turpis.
因此,雅各的少年蒙愛者因其純真得蒙保全;我們也當留心保守我們有才幹的少年人,因為他們必敬虔,他們裡面必有知識和聰明的靈,直到永永遠遠。希勒家和他的妻子,連同蘇撒拿的丈夫約雅金和一切的親屬,都因他們的女兒蘇撒拿讚美神,因為在她身上找不出醜事。
1:64
καὶ Δανιηλ ἐγένετο μέγας ἐνώπιον τοῦ λαοῦ ἀπὸ τῆς ἡμέρας ἐκείνης καὶ ἐπέκεινα
Daniel autem factus est magnus in conspectu populi a die illa, et deinceps.
從那日起,但以理在眾民面前成為大有名望的,且越發如此。
希臘文單獨閱讀拉丁文單獨閱讀

新的原文誦讀上線時通知我

每次有新章節誦讀影片就寄一封信。採雙重確認,隨時可一鍵取消。