EnglishVerbum › 原文閱讀 › 多比傳 · 🔍 搜尋
多比傳 第 4 章
希臘文原文.21 節.此語言尚無詞彙資料
📖 這一章另有 3 種原文 ——
並排對照(七十士譯本、武加大譯本、吉茲文聖經)
4:1
ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐμνήσθη Τωβιτ περὶ τοῦ ἀργυρίου οὗ παρέθετο Γαβαηλ ἐν Ῥάγοις τῆς Μηδίας ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐμνήσθη Τωβιθ τοῦ ἀργυρίου ὃ παρέθετο Γαβαήλῳ ἐν Ῥάγοις τῆς Μηδίας
那一天,託彼特想起了他從前存放在瑪待辣革斯、交託給加巴耳的銀子,
In that day Tobit remembered the money which he had left in trust with Gabael in Rages of Media,
4:2
καὶ εἶπεν ἐν ἑαυτῷ ἐγὼ ᾐτησάμην θάνατον τί οὐ καλῶ Τωβιαν τὸν υἱόν μου ἵνα αὐτῷ ὑποδείξω πρὶν ἀποθανεῖν με καὶ εἶπεν ἐν τῇ καρδίᾳ αὐτοῦ ἰδοὺ ἐγὼ ᾐτησάμην θάνατον τί οὐχὶ καλῶ Τωβιαν τὸν υἱόν μου καὶ ὑποδείξω αὐτῷ περὶ τοῦ ἀργυρίου τούτου πρὶν ἀποθανεῖν με
便心裡說:「我既已求死,何不趁我未死之前,叫我的兒子託比亞來,把銀子的事告訴他呢?」
and he said to himself, I have asked for death; why do I not call my son Tobias, that I may explain to him about the money before I die?
4:3
καὶ καλέσας αὐτὸν εἶπεν παιδίον ἐὰν ἀποθάνω θάψον με καὶ μὴ ὑπερίδῃς τὴν μητέρα σου τίμα αὐτὴν πάσας τὰς ἡμέρας τῆς ζωῆς σου καὶ ποίει τὸ ἀρεστὸν αὐτῇ καὶ μὴ λυπήσῃς αὐτήν καὶ ἐκάλεσεν Τωβιαν τὸν υἱὸν αὐτοῦ καὶ ἦλθεν πρὸς αὐτόν καὶ εἶπεν αὐτῷ θάψον με καλῶς καὶ τίμα τὴν μητέρα σου καὶ μὴ ἐγκαταλίπῃς αὐτὴν πάσας τὰς ἡμέρας τῆς ζωῆς αὐτῆς καὶ ποίει τὸ ἀρεστὸν ἐνώπιον αὐτῆς καὶ μὴ λυπήσῃς τὸ πνεῦμα αὐτῆς ἐν παντὶ πράγματι
於是他叫託比亞來,對他說:「我兒,我死了之後,你要把我埋葬。不可輕看你的母親;你一生的日子都要孝敬她,作她所喜悅的事,不可使她憂愁。
And he called him, and said, “My child, if I die, bury me. Don’t despise your mother. Honor her all the days of your life, and do that which is pleasing to her, and don’t grieve her.
4:4
μνήσθητι παιδίον ὅτι πολλοὺς κινδύνους ἑόρακεν ἐπὶ σοὶ ἐν τῇ κοιλίᾳ ὅταν ἀποθάνῃ θάψον αὐτὴν παρ’ ἐμοὶ ἐν ἑνὶ τάφῳ μνήσθητι αὐτῆς παιδίον ὅτι κινδύνους πολλοὺς ἑώρακεν ἐπὶ σοὶ ἐν τῇ κοιλίᾳ αὐτῆς καὶ ὅταν ἀποθάνῃ θάψον αὐτὴν παρ’ ἐμοὶ ἐν ἑνὶ τάφῳ
我兒,你要記得,你還在她腹中的時候,她為你經歷了許多危難。她死後,你要把她葬在我身旁,同在一個墳裡。
Remember, my child, that she has seen many dangers for you, when you were in her womb. When she is dead, bury her by me in one grave.
4:5
πάσας τὰς ἡμέρας παιδίον κυρίου τοῦ θεοῦ ἡμῶν μνημόνευε καὶ μὴ θελήσῃς ἁμαρτάνειν καὶ παραβῆναι τὰς ἐντολὰς αὐτοῦ δικαιοσύνην ποίει πάσας τὰς ἡμέρας τῆς ζωῆς σου καὶ μὴ πορευθῇς ταῖς ὁδοῖς τῆς ἀδικίας καὶ πάσας τὰς ἡμέρας σου παιδίον τοῦ κυρίου μνημόνευε καὶ μὴ θελήσῃς ἁμαρτεῖν καὶ παραβῆναι τὰς ἐντολὰς αὐτοῦ δικαιοσύνας ποίει πάσας τὰς ἡμέρας τῆς ζωῆς σου καὶ μὴ πορευθῇς ταῖς ὁδοῖς τῆς ἀδικίας
我兒,你一生的日子都要記念主我們的神,不可立志犯罪、違揹他的誡命。你一生的日子都要行義,不可走不義的道路。
My child, be mindful of the Lord our God all your days, and don’t let your will be set to sin and to transgress his commandments: do righteousness all the days of your life, and don’t follow the ways of unrighteousness.
4:6
διότι ποιοῦντός σου τὴν ἀλήθειαν εὐοδίαι ἔσονται ἐν τοῖς ἔργοις σου διότι οἱ ποιοῦντες ἀλήθειαν εὐοδωθήσονται ἐν τοῖς ἔργοις αὐτῶν
因為你若行真實的事,你的作為必順利亨通,凡行義的人也都如此。
For if you do what is true, your deeds will prosperously succeed for you, and for all those who do righteousness.
4:7
καὶ πᾶσι τοῖς ποιοῦσι τὴν δικαιοσύνην ἐκ τῶν ὑπαρχόντων σοι ποίει ἐλεημοσύνην καὶ μὴ φθονεσάτω σου ὁ ὀφθαλμὸς ἐν τῷ ποιεῖν σε ἐλεημοσύνην μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπὸ παντὸς πτωχοῦ καὶ ἀπὸ σοῦ οὐ μὴ ἀποστραφῇ τὸ πρόσωπον τοῦ θεοῦ καὶ πᾶσιν τοῖς ποιοῦσιν δικαιοσύνην
你要從你的財物中施捨;施捨的時候,不可吝惜。不可向任何窮人轉臉不顧,這樣,神也必不轉臉不顧你。
Give alms from your possessions. When you give alms, don’t let your eye be envious. Don’t turn away your face from any poor man, and the face of God won’t be turned away from you.
4:8
ὡς σοὶ ὑπάρχει κατὰ τὸ πλῆθος ποίησον ἐξ αὐτῶν ἐλεημοσύνην ἐὰν ὀλίγον σοι ὑπάρχῃ κατὰ τὸ ὀλίγον μὴ φοβοῦ ποιεῖν ἐλεημοσύνην
你的財物多少,就照你所有的多寡施捨;你若所有不多,也不要怕,只管照那一點施捨。
As your possessions are, give alms of it according to your abundance. If you have little, don’t be afraid to give alms according to that little;
4:9
θέμα γὰρ ἀγαθὸν θησαυρίζεις σεαυτῷ εἰς ἡμέραν ἀνάγκης
因為你這樣是為自己積存美好的財寶,以備患難的日子;
for you lay up a good treasure for yourself against the day of necessity;
4:10
διότι ἐλεημοσύνη ἐκ θανάτου ῥύεται καὶ οὐκ ἐᾷ εἰσελθεῖν εἰς τὸ σκότος
原來施捨能救人脫離死亡,使人不至陷入黑暗。
because alms-giving delivers from death, and doesn’t allow you to come into darkness.
4:11
δῶρον γὰρ ἀγαθόν ἐστιν ἐλεημοσύνη πᾶσι τοῖς ποιοῦσιν αὐτὴν ἐνώπιον τοῦ ὑψίστου
施捨在至高者面前,對一切行施捨的人,乃是美好的禮物。
Alms is a good gift in the sight of the Most High for all that give it.
4:12
πρόσεχε σεαυτῷ παιδίον ἀπὸ πάσης πορνείας καὶ γυναῖκα πρῶτον λαβὲ ἀπὸ τοῦ σπέρματος τῶν πατέρων σου μὴ λάβῃς γυναῖκα ἀλλοτρίαν ἣ οὐκ ἔστιν ἐκ τῆς φυλῆς τοῦ πατρός σου διότι υἱοὶ προφητῶν ἐσμεν Νωε Αβρααμ Ισαακ Ιακωβ οἱ πατέρες ἡμῶν ἀπὸ τοῦ αἰῶνος μνήσθητι παιδίον ὅτι οὗτοι πάντες ἔλαβον γυναῖκας ἐκ τῶν ἀδελφῶν αὐτῶν καὶ εὐλογήθησαν ἐν τοῖς τέκνοις αὐτῶν καὶ τὸ σπέρμα αὐτῶν κληρονομήσει γῆν
我兒,你要謹防一切淫亂;首先當娶你列祖本族的女子為妻,不可娶不屬你父親支派的外族女子,因為我們是眾先知的子孫。我兒,你要記得,諾厄、亞巴郎、依撒格、雅各伯這些我們古時的先祖,都娶了本族的女子為妻,因而在子孫上蒙福,他們的後裔必承受那地為業。
Beware, my child, of all whoredom, and take first a wife of the seed of your fathers. Don’t take a strange wife, who is not of your father’s tribe; for we are the descendants of the prophets. Remember, my child, that Noah, Abraham, Isaac, and Jacob, our fathers of old time, all took wives of their kindred, and were blessed in their children, and their seed will inherit the land.
4:13
καὶ νῦν παιδίον ἀγάπα τοὺς ἀδελφούς σου καὶ μὴ ὑπερηφανεύου τῇ καρδίᾳ σου ἀπὸ τῶν ἀδελφῶν σου καὶ τῶν υἱῶν καὶ θυγατέρων τοῦ λαοῦ σου λαβεῖν σεαυτῷ ἐξ αὐτῶν γυναῖκα διότι ἐν τῇ ὑπερηφανίᾳ ἀπώλεια καὶ ἀκαταστασία πολλή καὶ ἐν τῇ ἀχρειότητι ἐλάττωσις καὶ ἔνδεια μεγάλη ἡ γὰρ ἀχρειότης μήτηρ ἐστὶν τοῦ λιμοῦ
我兒,如今你要愛你的弟兄,不可心裡輕看你本族的弟兄、你本族的子女,以致不肯從他們中間娶妻;因為驕傲輕視中含著敗亡與許多禍患,懶惰中含著衰敗與極大的匱乏,懶惰原是飢荒之母。
And now, my child, love your kindred, and don’t scorn your kindred and the sons and the daughters of your people in your heart, to take a wife of them; for in scornfulness is destruction and much trouble, and in naughtiness is decay and great lack; for naughtiness is the mother of famine.
4:14
μισθὸς παντὸς ἀνθρώπου ὃς ἐὰν ἐργάσηται παρὰ σοὶ μὴ αὐλισθήτω ἀλλὰ ἀπόδος αὐτῷ παραυτίκα καὶ ἐὰν δουλεύσῃς τῷ θεῷ ἀποδοθήσεταί σοι πρόσεχε σεαυτῷ παιδίον ἐν πᾶσι τοῖς ἔργοις σου καὶ ἴσθι πεπαιδευμένος ἐν πάσῃ ἀναστροφῇ σου
凡為你作工之人的工價,不可在你那裡過夜,總要當面付給他。你若事奉神,必得賞賜。我兒,你在一切的事上都要謹慎自守,在一切的行為上都要持守分寸。
Don’t let the wages of any man who works for you wait with you, but give it to him out of hand. If you serve God, you will be rewarded. Take heed to yourself, my child, in all your works, and be discreet in all your behavior.
4:15
καὶ ὃ μισεῖς μηδενὶ ποιήσῃς οἶνον εἰς μέθην μὴ πίῃς καὶ μὴ πορευθήτω μετὰ σοῦ μέθη ἐν τῇ ὁδῷ σου
凡你自己所恨惡的,總不可施於別人。不可飲酒至醉,也不要讓醉酒與你同行。
And what you yourself hate, do to no man. Don’t drink wine to drunkenness, and don’t let drunkenness go with you on your way.
4:16
ἐκ τοῦ ἄρτου σου δίδου πεινῶντι καὶ ἐκ τῶν ἱματίων σου τοῖς γυμνοῖς πᾶν ὃ ἐὰν περισσεύσῃ σοι ποίει ἐλεημοσύνην καὶ μὴ φθονεσάτω σου ὁ ὀφθαλμὸς ἐν τῷ ποιεῖν σε ἐλεημοσύνην
你要把你的食物分給飢餓的人,把你的衣服分給赤身的人。從你一切富足中施捨;施捨的時候,不可吝惜。
Give of your bread to the hungry, and of your garments to those who are naked. Give alms from all your abundance. Don’t let your eye be envious when you give alms.
4:17
ἔκχεον τοὺς ἄρτους σου ἐπὶ τὸν τάφον τῶν δικαίων καὶ μὴ δῷς τοῖς ἁμαρτωλοῖς
你要為義人的喪葬擺設你的食物,卻不可把什麼給罪人。
Pour out your bread on the burial of the just, and give nothing to sinners.
4:18
συμβουλίαν παρὰ παντὸς φρονίμου ζήτησον καὶ μὴ καταφρονήσῃς ἐπὶ πάσης συμβουλίας χρησίμης
你要向一切有智慧的人求教,不可輕看任何有益的勸告。
Ask counsel of every man who is wise, and don’t despise any counsel that is profitable.
4:19
καὶ ἐν παντὶ καιρῷ εὐλόγει κύριον τὸν θεὸν καὶ παρ’ αὐτοῦ αἴτησον ὅπως αἱ ὁδοί σου εὐθεῖαι γένωνται καὶ πᾶσαι αἱ τρίβοι καὶ βουλαὶ εὐοδωθῶσιν διότι πᾶν ἔθνος οὐκ ἔχει βουλήν ἀλλὰ αὐτὸς ὁ κύριος δίδωσιν πάντα τὰ ἀγαθὰ καὶ ὃν ἐὰν θέλῃ ταπεινοῖ καθὼς βούλεται καὶ νῦν παιδίον μνημόνευε τῶν ἐντολῶν μου καὶ μὴ ἐξαλειφθήτωσαν ἐκ τῆς καρδίας σου δώσει κύριος αὐτοῖς βουλὴν ἀγαθήν καὶ ὃν ἂν θέλῃ κύριος ταπεινοῖ ἕως ᾅδου κατωτάτω καὶ νῦν παιδίον μνημόνευε τὰς ἐντολὰς ταύτας καὶ μὴ ἐξαλειφθήτωσαν ἐκ τῆς καρδίας σου
你要時常稱頌主你的神,求他使你的道路正直,叫你一切的途程與計謀都得亨通;因為列國本身並無智謀,惟有主親自賜下一切美善之物,他也隨己意叫所願意的人降卑。我兒,如今你要記得我的吩咐,不可從你心中抹去。
Bless the Lord your God at all times, and ask of him that your ways may be made straight, and that all your paths and counsels may prosper; for every nation has no counsel; but the Lord himself gives all good things, and he humbles whom he will, as he will. And now, my child, remember my commandments, and let them not be blotted out of your mind.
4:20
καὶ νῦν ὑποδεικνύω σοι τὰ δέκα τάλαντα τοῦ ἀργυρίου ἃ παρεθέμην Γαβαήλῳ τῷ τοῦ Γαβρια ἐν Ῥάγοις τῆς Μηδίας καὶ νῦν παιδίον ὑποδεικνύω σοι ὅτι δέκα τάλαντα ἀργυρίου παρεθέμην Γαβαήλῳ τῷ τοῦ Γαβρι ἐν Ῥάγοις τῆς Μηδίας
現在我告訴你那十「塔冷通」銀子的事,就是我從前存放在瑪待辣革斯、交託給加貝裏的兒子加巴耳的。
And now I explain to you about the ten talents of silver, which I left in trust with Gabael the son of Gabrias at Rages of Media.
4:21
καὶ μὴ φοβοῦ παιδίον ὅτι ἐπτωχεύσαμεν ὑπάρχει σοι πολλά ἐὰν φοβηθῇς τὸν θεὸν καὶ ἀποστῇς ἀπὸ πάσης ἁμαρτίας καὶ ποιήσῃς τὸ ἀρεστὸν ἐνώπιον αὐτοῦ καὶ μὴ φοβοῦ παιδίον ὅτι ἐπτωχεύσαμεν ὑπάρχει σοι πολλὰ ἀγαθά ἐὰν φοβηθῇς τὸν θεὸν καὶ φύγῃς ἀπὸ πάσης ἁμαρτίας καὶ ποιήσῃς τὰ ἀγαθὰ ἐνώπιον κυρίου τοῦ θεοῦ σου
我兒,不要因我們淪為貧窮就害怕。你若敬畏神,遠離一切罪惡,行他眼中所喜悅的事,你便有許多財富了。」
And fear not, my child, because we are made poor. You have much wealth, if you fear God, and depart from all sin, and do that which is pleasing in his sight.”