📜 Verbum · 聖言
原文誦讀聖經與教父文獻
♥ 贊助

← 回書卷目次 · 希臘教父 › 講道集

講道集 第 1 章 第 5/11 段

希臘文原文.182 節.部分字詞可點開查義.本章太長已分段,此段為 1:814–1:995(全章共 2032 節)

← 上一段下一段 →
ℹ️ 本語料沒有逐節的詞法標註。原形主要取自同語言其他書卷的逐詞標註(不是這一節的標註),少數查不到的才回頭依字形比對詞典。同形的罕見字仍可能判錯,需要精確判斷時請覆核原文與專門詞典。
ℹ️ 中英對照為本站自譯,直接譯自本頁的原文(非和合本/WEB —— 那兩者譯自馬所拉文本,與本頁底本不同)。
1:814
Οἱ δὲ καλοὶ δικασταί, οἱ τῆς σωφροσύνης σύμ μαχοι, σεμνῶς κεκαλυμμένην ἱματίῳοὐδὲ γὰρ ἐπὶ τῆς συγχύσεως τῶν κακῶν ἑαυτῆς ἐπελάθετο ἕξιν τῆς κοσμιότητος ἔχουσαγυμνοῦσθαι τῆς εὐπρεποῦς σκέπης ἐκέλευσαν, ἵν' ἐν τῷ δικαστηρίῳ τῆς μοιχείας μοιχείαν ἐργάσωνται τῇ θέᾳ τῆς κρινομένης τὴν αἰσχρὰν ἐπιθυμίαν προσαναπαύσαντες·
然而那些「良善的」審判官,那些「貞潔」的捍衛者,竟下令要她——雖然她端莊地以外衣遮蔽自己(因為即使在這重重禍患的紛擾之中,她仍不忘保持端莊的習性)——被剝去那得體的遮蔽,好在這審判姦淫的法庭上,親手行姦淫之事,藉著注視受審者的容顏來滿足他們可恥的慾望;
But those excellent judges, those champions of chastity, ordered that she — though modestly veiled with a garment (for even amid the tumult of her troubles she had not forgotten herself, retaining her habit of decorum) — be stripped of her decent covering, that in the courtroom of adultery they might commit adultery, refreshing their shameful desire upon the sight of the accused woman;
1:815
ἐπετίθεσαν δὲ καὶ τὰς χεῖρας τῇ κεφαλῇ ὃ δὴ σύμβολον τῆς κατακρίσεως ἦν, χραίνοντες σῶμα καθαρόν, οἱ ἀκόλαστοι, τῇ ἁφῇ καὶ κατ' αὐτῆς ἐδημηγόρουν τὸ ψεῦδος, οἱ καλοὶ τῆς ἀληθείας προστάται
他們又將雙手按在她的頭上——這正是定罪的象徵——這些放縱之徒,就以觸摸玷污了那潔淨的身體;這些「良善的」真理捍衛者,就這樣公然對著她宣講謊言
and they laid their hands upon her head, which was indeed the symbol of condemnation — those licentious men, defiling with their touch a pure body — and against her they proclaimed the lie in public, those fine champions of truth
1:816
Ὡς δὲ ὁ λαὸς ὑπήχθη καὶ ἡ ψῆφος ἠνέχθη καὶ ἡ τιμωρία πλησίον ἦν, ἀνέβλεψε τότε ἡ συκοφαντουμένη πρὸς τὸν δικαστὴν τῶν κριτῶν·
當民眾已被誤導、判決已經宣布、刑罰即將臨頭之際,這被誣告的婦人便舉目仰望那審判眾審判官的主;
But when the people had been led astray, and the verdict had been rendered, and the punishment was near, then the slandered woman lifted her eyes to the Judge of judges;
1:817
ἐφέσιμον τὴν δίκην ἐξ ἀνθρώπων ἤγαγε πρὸς τὸν Θεόν, ἐπεκαλέσατο τὸ ἀπαραλόγιστον δικαστήριον καὶ οὐκ ἐβράδυνεν ἡ ἀλήθεια
她將這案件從人間上訴至神那裡,呼求那不可被欺瞞的法庭,於是真理毫不遲延
she carried her case, as on appeal, from men to God, she invoked the tribunal that cannot be deceived, and the truth did not delay
1:818
Ἀνάστηθί μοι λοιπόν, ὦ μακάριε Δανιήλ, καὶ νῦν ἐπὶ τοῦ λόγου ὡς διηγέρθης καὶ τότε παρὰ τοῦ πνεύματος·
但以理啊,蒙福的人哪,如今也請你在這篇講論中為我起身,正如你當日蒙聖靈感動而起身一般;
Arise for me now, O blessed Daniel, in this discourse as well, just as you were then roused by the Spirit;
1:819
εἰπὲ καὶ σὺ Ἀθῷός εἰμι ἀπὸ τοῦ αἵματος ταύτης, ὡς καὶ Πιλᾶτος ὕστερον κατὰ τῶν μαινομένων Ἑβραίων
求你也說:「我於這婦人的血是無辜的」,正如日後彼拉多對著發狂的希伯來人所說的那樣
say, you too: 'I am innocent of this woman's blood,' as Pilate likewise said afterward against the raging Hebrews
1:820
Ἀνάλυσον τὸν λαὸν ἐπὶ τὸ κριτήριον·
請將民眾帶回審判之地;
Bring the people back to the tribunal;
1:821
δὸς ἀρχὴν τῇ δίκῃ κακῶς τελεσθείσῃ·
為這錯誤終結的審判重新立一個開端;
give a fresh beginning to the trial that was wrongly concluded;
1:822
στῆσον κρινομένους τοὺς ψευδωνύμους κριτάς·
使那些冒名的審判官站到被審之位;
set the falsely-named judges to stand as men on trial;
1:823
ἐναλλαγήτω τῶν προστατῶν ἡ τάξις καὶ θεωρείτω ἡ γυνὴ τοὺς γέροντας, ὡς αὐτὴ πρὸ ὀλίγου θέαμα τῆς πόλεως ἦν
讓主事者的位置互換,使這婦人也得以審視那些長老,正如她方才還是全城注目的景象一般
let the order of the presiding officials be reversed, and let the woman now behold the elders, as she herself but a little while ago was the spectacle of the city
1:824
Κρῖνον, ὁ αἰχμάλωτος, τοὺς πολίτας·
審判吧,你這曾為俘虜之人,去審判這些公民;
Judge, O captive, the citizens;
1:825
Χρῆσον ἅγιον στόμα τῷ πνεύματι·
將你聖潔的口,獻給聖靈使用;
Lend your holy mouth to the Spirit;
1:826
οὐ γὰρ ἀκάθαρτα χείλη ἔχεις, ὡς Ἡσαΐας αὑτὸν ἐξευτελίζων φησίν·
因為你並沒有污穢的嘴唇,不像以賽亞自貶自輕時所說的那樣;
for you do not have unclean lips, as Isaiah says of himself, abasing himself;
1:827
οὐδὲ ἑνὸς τῶν Σεραφεὶμ καὶ τοῦ καθαρσίου ἄνθρακος χρῄζεις
你也不需要撒拉弗中的一位,也不需要那潔淨的炭火
nor do you have need of one of the Seraphim, nor of the purifying coal
1:828
Χώρησον σοφῶς τοὺς ψευδωνύμους κριτάς, ἵνα μὴ καὶ ταῖς σαῖς ἐρωτήσεσι συμφώνως ἐπιπηδήσωσιν ὡς ἐν παραδείσῳ τῇ γυναικί
求你以智慧將這些冒名的審判官分開審問,免得他們順著你的提問彼此呼應、聯手撲來,如同他們當日在樂園裡撲向那婦人一樣
Wisely separate the falsely-named judges, lest, agreeing with your questions, they leap together just as they did upon the woman in the garden
1:829
Οἵα γὰρ καὶ ἡ ἀρχὴ τῶν λόγων τοῦ τρισμακαρίου παιδὸς συνετῶς καταμάθωμεν·
讓我們用心思考,這位三重蒙福的少年,他話語的開端是何等模樣;
For let us intelligently observe what sort of beginning the words of that thrice-blessed youth had;
1:830
Πεπαλαιωμένε ἡμερῶν κακῶν·
「你這在惡日中衰老的人哪;
'You who are grown old in evil days;
1:831
νῦν ἥκασί σου αἱ ἁμαρτίαι ἃς ἐποίεις τὸ πρότερον, τοὺς μὲν ἀθῴους κατακρίνων, ἀπολύων δὲ τοὺς αἰτίους
如今你先前所犯的罪已經臨到你身上了——就是你定無辜者的罪,卻釋放有罪之人」
now your sins which you committed formerly have come upon you — condemning the innocent, and acquitting the guilty'
1:832
Ὢ τοῦ θαύματος καὶ τῆς μεγάλης ἐλευθερίας τοῦ πνεύματος!
何等的奇事,何等偉大的聖靈自由!
O the wonder, and the great freedom of the Spirit!
1:833
Οὗ γὰρ τὸ πνεῦμα Κυρίου, ἐλευθερία
因為主的靈在哪裡,哪裡就有自由
For where the Spirit of the Lord is, there is freedom
1:834
Ὁρᾶτε γάρ, ὡς οὐδὲ ἐν προοιμίοις ὑποστέλλεται·
你們看,他甚至在開場的話語中也毫不退縮;
For observe how he does not hold back even in his opening words;
1:835
ἀλλ' εἰς τὸ βάθος τοῦ συνειδότος ἐνατενίσας καὶ βλέπων τὰς ψυχὰς τῶν γερόντων ἀποθήκας ἁμαρτιῶν μάρτυρας μὲν καὶ ἀποδείξεις οὐ ζητεῖ·
反而凝視良心的深處,看見這些長老的靈魂原是罪惡的倉庫,因此他並不尋求見證人或憑據;
but having gazed intently into the depth of conscience, and seeing the souls of the elders to be storehouses of sins, he seeks neither witnesses nor proofs;
1:836
ὑβρίζων δὲ ἐπαχθῶς προσκαλεῖται, ἐπειδὴ τὴν ἀπόφασιν ἔχει γεγραμ μένην ἐπὶ τοῦ στήθους ὁ προφήτης
他嚴厲斥責,召喚他們前來,因為這位先知早已將判決寫在自己的胸中
but summons them with grievous reproach, since the prophet holds the verdict already written upon his own breast
1:837
Καὶ ὅσον γε εἰς αὐτὸν ἧκεν, οὐκ ἂν οὐδὲ εἶπέ τι, ἀλλ' ἀνυπερθέτως τῇ τιμωρίᾳ παρέπεμψεν·
就他本身而言,他原本什麼都不必說,只需毫不遲延地將他們交付刑罰;
And as far as it depended on him, he would not even have said anything, but would have handed them over to punishment without delay;
1:838
ἵνα δὲ πείσῃ λαὸν ἄφρονα καὶ κριτὰς κούφους τῇ πολίᾳ κατηγόρων οὐ τῇ ἀληθείᾳ δικάσαντας, καὶ τὴν πεῖραν τῆς ἐρωτήσεως κεχωρισμένοις προσάγει καὶ τὸ ψεῦδος ἐκ τῆς διαφωνούσης ἀποκρίσεως διελέγχει·
但為要說服那愚昧的民眾,以及那些不憑真理、只憑控告者白髮而輕率判案的審判官,他便將這試驗的提問分開對他們個別施行,並藉著他們彼此矛盾的回答,揭穿了謊言;
but in order to persuade a senseless people and fickle judges who had passed judgment by the grey hair of the accusers, not by the truth, he applies the test of questioning to them separately, and exposes the lie by their disagreeing answer;
1:839
καὶ τὴν κρίσιν ἐξενεγκὼν οὐ δημίοις δίδωσιν ὑπευθύνους, ἀλλ' ἀγγέλους κατ' αὐτῶν κολαστηρίους καλεῖ
他宣判之後,並未將他們交給劊子手負責,而是召來懲罰的天使來對付他們
and having pronounced the verdict, he does not hand them over as liable to executioners, but summons punishing angels against them
1:840
Εἰς τοσοῦτον γὰρ ηὐξήθη τὸ τῶν ἁγίων ἀξίωμα, ὡς δυνάμεις ἀοράτους ἔχειν τὰς ὑπηρετουμένας αὐτοῖς
因為聖徒的尊榮已被高舉至如此地步,以致他們竟擁有不可見的大能為他們效力
For to such a degree has the dignity of the saints been increased, that they have invisible powers ministering to them
1:841
Τίνα τὰ ἑξῆς τοῖς μιαροῖς γέρουσι; Προετράπη ἡ κρίσις·
那些污穢的長老們,接下來遭遇了什麼?審判於是展開;
What came next for the vile old men? Judgment was set in motion;
1:842
ἀπῆλθον δὲ καὶ τῶν παλαιῶν ἀνομιῶν καὶ τῆς νέας ἁμαρτίας δίδοντες διὰ θανάτου τὴν δίκην·
他們便離去,為舊日的不法之事,也為新犯的罪,以死抵償了刑罰;
and they departed, paying the penalty by death both for their former lawless deeds and for their new sin;
1:843
Βαβυλὼν δὲ πᾶσα τὸ παράδοξον τῶν γενομένων διὰ στόματος εἶχον καὶ ὕμνοις τὸν Θεὸν ἀνευφήμουν τὸν τῶν λανθανόντων δραμάτων τὴν γνῶσιν δημοσιεύσαντα
全巴比倫城人人口中都傳誦著這件奇事,並以讚美詩向神歡呼頌揚,因為是神使那隱秘陰謀的真相公諸於世。
and all Babylon had on its lips the marvel of what had happened, and hymned God's praises, who had made public the knowledge of the hidden schemes.
1:844
Καὶ Χελκίας ὑπὲρ τῆς παιδὸς χαίρων ἀνενεώθη·
希勒家也因女兒之事歡喜,重新振作起來;
And Helkias, rejoicing over his child, was renewed;
1:845
Ἰωακεὶμ τὴν ἐπινίκιον ᾖσεν ὑπὲρ τῆς γυναικὸς ἑορτήν·
約雅金為妻子唱起了凱旋的慶典之歌;
Joakim sang the triumphal festival for his wife;
1:846
παῖδες δέ, γνησίας καὶ τῆς σώφρονος ἔκγονα, μειδιῶσι προσώποις τὴν μητέρα περιεσκίρτων καὶ τὸ πολύδακρυ πένθος μετεσκευάσθη εἰς εὐφροσύνην
而那些孩子——正室貞潔婦人所生的兒女——面帶笑容,圍繞著母親歡躍雀舞,那滿是淚水的哀慟便轉為了歡樂。
and the children, offspring of a legitimate and chaste woman, leapt about their mother with smiling faces, and the tearful mourning was transformed into joy.
1:847
Ὑμεῖς δέ, ὁ τοῦ Χριστοῦ λαός, εὐσεβεστάτης καὶ ψυχωφελοῦς ἱστορίας ἀκούσαντες μὴ ἀδιαφόρως τὴν ἀκοὴν παραδράμητε, ἀλλὰ παιδείαν καὶ ἄσκησιν τοῦ ὑμετέρου βίου τὸν λόγον ποιήσασθε
但你們,基督的子民啊,既聽了這極其虔誠、有益於靈魂的故事,不要漠然置之、任它擦耳而過,而要將這番話當作你們生活的教訓與操練。
But you, the people of Christ, having heard a most pious and soul-profiting narrative, do not let it pass by your hearing indifferently, but make the account a training and discipline for your life.
1:848
Αἱ γυναῖκες, ζηλώ σατε τὴν Σωσάνναν·
婦女們哪,你們要效法蘇撒拿;
Women, emulate Susanna;
1:849
οὕτως φυλάξατε τοῖς ἀνδράσι τὴν σωφροσύνην ὡς ἐκείνη τῷ ἑαυτῆς·
要像她為自己保守貞潔那樣,為你們的丈夫保守貞潔;
guard chastity for your husbands just as she did for her own;
1:850
παθεῖν τε καὶ κινδυνεῦσαι κατεδέξατο μᾶλλον ἢ μοιχείᾳ σπιλῶσαι τὸν βίον·
她寧可忍受痛苦、甘冒危險,也不願以姦淫玷污自己的一生;
she accepted to suffer and to be endangered rather than to stain her life with adultery;
1:851
μοιχεία Θεὸν παροργίζει, ἄνδρα καταισχύνει, οἴκους καὶ ἑστίας ἐξαφανίζει, παῖδας ἀμφιβόλους ἐργάζεται
姦淫觸怒神,使丈夫蒙羞,毀滅家室與爐灶,並使子女的血統成疑。
Adultery provokes God to anger, brings shame upon the husband, destroys households and hearths, and makes children of doubtful parentage.
1:852
Οἱ πρεσ βύται, τοὺς τοιούτους μισήσατε γέροντας·
老人們哪,你們要厭惡這樣的長老;
You elders, hate such old men as these;
1:853
οἱ δυνάσται, φοβήθητε τῶν κριτῶν τῶν παρανόμων τὸ τέλος·
掌權者啊,你們當懼怕那些不法審判官的下場;
you men in power, fear the end that awaited those lawless judges;
1:854
οἱ νέοι, μιμήσασθε τὸν ἡλικιώτην τὸν νέον, ἵν' οὕτως ἑκάστης ἡλικίας εἰς τὸν τύπον τῶν καλῶν μορφωθείσης τὸ πᾶν πλήρωμα τῆς ἐκκλησίας ἅγιον καὶ εὐδόκιμον γένηται ἐν Χριστῷ Ἰησοῦ τῷ Σωτῆρι ἡμῶν, ᾧ πρέπει δόξα, κράτος, τιμὴ σὺν τῷ συνανάρχῳ πατρὶ καὶ σὺν τῷ παναγίῳ καὶ ζωοποιῷ αὐτοῦ πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων
青年人哪,你們要效法那位同齡的少年,好叫各個年齡層都依良善的典範受塑造,使教會全體的豐滿在我們的救主基督耶穌裡成為聖潔、蒙悅納;願榮耀、權能、尊貴都歸於祂,連同與祂同無始的聖父,以及祂那至聖、賜生命的聖靈,從今直到永遠,直到永永遠遠。
you young men, imitate the young man of your own age, so that, each age being thus formed to the pattern of what is good, the whole fullness of the Church may become holy and well-pleasing in Christ Jesus our Savior, to whom belongs glory, power, and honor, together with the Father who is co-eternal with him, and with his all-holy and life-giving Spirit, now and always and to the ages of ages.
1:855
Ἀστερίου ἐπισκόπου Ἀμασείας λόγος εἰς τὸν ἐκ κοιλίας τυφλόν .. Ἠκούσαμεν ἀρτίως τοῦ υἱοῦ τῆς βροντῆς Ἰωάννου, μᾶλλον δὲ τοῦ ἁγίου Πνεύματος τοῦ τὸν ἁλιέα καὶ χειροτέχνην συγγραφέα καὶ λογογράφον ἐργασαμένου θείων ὄντως καὶ ὑψηλῶν ὑποθέσεων
阿瑪西亞主教阿斯特里烏斯講道:論那生來瞎眼的人。——我們方才聽見了雷子約翰的話語,不如說,是聖靈的話語;正是聖靈使這位漁夫兼工匠,成了論述真正屬神、崇高主題的作者與撰述者。
A homily of Asterius, Bishop of Amasea, on the man blind from the womb. — We have just now heard from the son of thunder, John — or rather, from the Holy Spirit, who made this fisherman and craftsman into a writer and composer of truly divine and lofty subjects.
1:856
Ἐξηγήσατο γὰρ ἡμῖν πολλὴν καὶ μακρὰν τοῦ Κυρίου διάλεξιν, δι' ἧς τὸν ἀπειθῆ λαὸν καὶ δυσήκοον τὴν τοῦ πατρὸς καὶ υἱοῦ θεογνωσίαν ἐπαίδευεν τῆς μοναρχικῆς ἐννοίας τῶν Ἑβραίων ἀπάγων τοὺς λογισμούς, ἀνοίγων δὲ αὐτοῖς τὴν θύραν τῆς χαρίτος ἐκ τῆς νομικῆς παραδόσεως, καὶ πρὸς τὴν καινὴν Διαθήκην ἐκ τῆς παλαιᾶς ἠρεμαίως ἄγων, ὡς ἐκ τῆς ἐρήμου πρότερον ἐπὶ τὴν γῆν τὴν πλουσίαν καὶ εὔκαρπον
因為他向我們陳述了主一段冗長而詳盡的論辯,藉此論辯,主教導那悖逆難聽的百姓認識父與子的真知識,把他們的思想從希伯來人「獨一元首」的觀念中引開,並從律法的傳統中為他們開啟恩典之門,溫和地引領他們從舊約邁向新約,如同起初從曠野引向那富饒多產之地一樣。
For he related to us a long and extended discourse of the Lord, by which he taught the disobedient and hard-of-hearing people the knowledge of the Father and the Son, drawing their reasoning away from the Hebrews' notion of a single sovereignty, and opening for them the door of grace out of the legal tradition, leading them gently from the Old Testament toward the New, as one leads first out of the wilderness into a rich and fruitful land.
1:857
Ἀλλ' ὅμως δεικνύντος αὐτοῦ ποικίλως καὶ τὴν ἰδίαν ὕπαρξιν, ὡς προαιώνιος ὑπάρχει καὶ ἀεὶ τῷ πατρὶ συνημμένη, καὶ διαρρήδην τοῖς κωφοῖς ἐμβοῶντος·
然而,儘管祂以種種方式顯明了自己的存在——即祂先於萬世而有、且永遠與父聯合為一——並且明白地向那些耳聾之人呼喊道:
But nevertheless, though he showed in various ways his own existence — that it is before the ages and ever joined to the Father — and though he cried out plainly to those deaf ones:
1:858
Πρὶν Ἀβραὰμ γενέσθαι ἐγώ εἰμι·
『還沒有亞伯拉罕,就有了我』;
"Before Abraham came to be, I am";
1:859
οὔτε τοῦ λόγου μαθόντες τὴν δύναμιν, οὔτε διά τινος ἐπιστήμονος ἀντιρρήσεως τὸ μὴ παραδεχθὲν διελέγξαντες ἐπὶ τοὺς λίθους ἀντὶ τῶν λόγων ἐχώρουν·
他們既沒有領悟這話語的能力,也沒有藉任何高明的反駁去駁斥他們所不接受的道理,反倒棄言語而就石頭;
neither having learned the power of that word, nor having refuted by any skillful counter-argument what they would not accept, they turned to stones instead of words;
1:860
καὶ πόρρωθεν τοῦ σταυροῦ τὰς φονικὰς χεῖρας πρὸς τὴν μιαιφονίαν ἐγύμναζον
並且早在十字架之前,就已為那嗜血之行操練起殺人的雙手。
and, well before the cross, they were already exercising their murderous hands for bloodshed.
1:861
Ὁ δὲ κρίνας πανταχοῦ μακροθύμως ἔχειν πρὸς τὸν ὑβριστὴν δῆμον καὶ βλάσφημον, ἐξέκλινεν αὐτῶν τὴν ὀργὴν καὶ τὸν θόρυβον οὐ ταπεινῶς ἀποδιδράσκων, ἀλλὰ θεϊκῶς·
然而祂既已決意,凡事都要向那侮慢褻瀆的群眾存忍耐之心,便躲避了他們的忿怒與喧囂——不是卑微地逃避,而是以神聖的方式;
But he, having determined everywhere to bear patiently with the insolent and blasphemous crowd, turned aside from their anger and tumult — not fleeing in a lowly manner, but in a divine way;
1:862
ὃς ἐν μέσῳ τε εἱστήκει καὶ ψηλαφώμενος οὐκ ἐβλέπετο καὶ τοῖς φλεγμαίνουσι προστριβόμενος οὐχ ὁρᾶτο, ἀλλ' εἱστήκεσαν ἐνεοὶ τῇ μὲν προαιρέσει φονῶντες, καθ' ὅτου δὲ τὴν ὀργὴν ἐκπληρώσουσιν οὐκ εὑρίσκοντες·
祂站立在他們中間,被人摸索卻不被看見;與那怒火中燒的人擦身而過,卻不被察覺;他們個個目瞪口呆地站著,心中懷著殺意,卻找不到可以發洩忿怒的對象;
for he stood in their midst, and though touched for, he was not seen, and though brushing against those inflamed with rage, he was not perceived; but they stood dumbstruck, murderous in intent, yet unable to find anyone on whom to vent their wrath;
1:863
ὅμοιοι θηρευταῖς ἀπείροις, οἳ ἐπειδὰν πρὸ καιροῦ τὴν θήραν ἀνασοβήσωσιν, ὑποδραμούσης τῆς ἐλάφου λόχμην τινὰ καὶ ἀφανῶς ἐξελθούσης, εἰκῆ πλανῶνται κατὰ τὴν νάπην ἄχθος περιττὸν τὰ δίκτυα φέροντες καὶ μάτην τοὺς σκύλακας ἐφελκόμενοι
如同不熟練的獵人,若過早驚動了獵物,待那鹿竄入某處叢林、悄然遁去之後,便在山谷間徒然徘徊,白白扛著漁網作無用的重擔,徒勞地拖著獵犬。
like inexperienced hunters who, when they have startled the quarry too soon, and the deer has run beneath some thicket and slipped away unseen, wander aimlessly through the glen, carrying their nets as a useless burden and dragging their hounds along in vain.
1:864
Ἐγὼ δέ, εἰ καὶ τὰ ἄλλα φαῦλος οἰκέτης, τούτου γοῦν οὐκ ἐξελα .. θόμην , ὅτι δοῦλός εἰμι καί με προσῆκεν ὑπὲρ τοῦ Δεσπότου κατὰ τῶν ὑβριστῶν ἐξανίστασθαι
至於我,縱然在別的事上是個庸碌的僕役,這一點我卻不曾忘記:我是奴僕,理當為了主人的緣故,挺身抵擋那些侮慢之人。
But I, though a poor servant in other respects, have not forgotten at least this: that I am a slave, and that it was fitting for me to rise up against the insolent on behalf of my Master.
1:865
Διὸ καὶ κεκράξομαι πρὸς τοὺς Ἑβραίους ὡς παρόντας σήμερον καὶ παρὰ τῆς μανίας ἐνεργουμένους·
因此,我要向希伯來人呼喊,彷彿他們今日仍在場,仍被那同樣的狂亂所驅使;
Therefore I will cry out against the Hebrews, as though they were present today and moved by that same madness;
1:866
τοίχους τῆς καινῆς καὶ τῆς παλαιᾶς Διαθήκης συνέχοντα; .. Κἂν γὰρ ὑμεῖς μὴ πιστεύσητε, δυνατὸς ὁ Θεὸς ἐκ τῶν λίθων τούτων ἐγεῖραι τέκνα τῷ Ἀβραάμ, τουτέστιν ἀθροῖσαι τῷ Χριστῷ λαὸν περιούσιον τὸν ἐξ ἐθνῶν καὶ ἀκρόβυστον, ἐφ' ᾧ καὶ τὴν ἐπαγγελίαν ὁ Ἀβραὰμ ἐδέξατο εἰπόντος αὐτῷ τοῦ Θεοῦ, ὅτι Ἐνευλογισθήσονται ἐν σοὶ πάντα τὰ ἔθνη
……那支撐著新約與舊約牆垣的〔石頭〕呢?縱然你們不信,神也能從這些石頭中,為亞伯拉罕興起子孫,就是說,為基督招聚一群屬祂自己的百姓,出於外邦、未受割禮的人;亞伯拉罕正是為了這群人領受了應許,那時神曾對他說:『地上萬國都必因你蒙福。』
...that held together the walls of the New and the Old Testament? For even if you do not believe, God is able out of these stones to raise up children for Abraham — that is, to gather to Christ a people of his own possession from among the Gentiles, the uncircumcised, for whom Abraham also received the promise, when God said to him, "In you shall all the nations be blessed."
1:867
Τῇ γὰρ ἀπορρήτῳ προγνώσει βλέπων ὁ Θεὸς τὸ μέλλον τῷ ἀρχηγῷ τῆς πίστεως πάντας τοὺς εἰς ὕστερον πιστεύειν μέλλοντας εἰς τάξιν ἀπεκλήρωσε τέκνων
因為神以那不可言喻的預知,看見未來,便將一切日後要信的人,都判歸入信心之元祖〔亞伯拉罕〕名下,算作他的兒女。
For by his ineffable foreknowledge, seeing what was to come, God allotted to the father of the faith, as children, all those who in later times were to believe.
1:868
Ἐθεώρει γὰρ ἔκτοτε τῶν Ἑβραίων τὴν στάσιν καὶ τοὺς λίθους ἔβλεπε καὶ τοὺς ψευδωνύμους υἱοὺς ἐν τοῖς ἀποκηρύκτοις ἠρίθμει
因為祂從那時起,就已看見希伯來人的悖逆,看見那些石頭,並將那些名不副實的兒子,列入被棄絕者之數。
For from that time on he beheld the rebellion of the Hebrews, and saw the stones, and numbered the falsely-named sons among the disowned.
1:869
Ἐπειδὴ δὲ λόγῳ καταγγέλλων αὐτοῖς τὴν ἀλήθειαν οὐκ ἔπειθεν εὐσεβεῖν, παρεστὼς ἀπεκρύβη καὶ φαινόμενος οὐκ ἐβλέπετο, ἵν' ἐκ τῆς τοιαύτης αὐτοῦ θαυματουργίας ἑλκύσῃ πρὸς συγκατάθεσιν τοῦ, ὅτι καὶ Θεὸς ἐτύγχανεν καὶ Θεὸς Ἀβραὰμ πρεσβύτερος
既然祂用言語向他們宣講真理,卻不能說服他們敬虔,祂便站在他們面前而隱藏自己,雖然可見卻不被看見,為要藉著這樣的神蹟,吸引他們承認:祂原是神,且是比亞伯拉罕更古老的神。
And since, by proclaiming the truth to them in word, he did not persuade them to piety, he, though standing there, hid himself, and though visible, was not seen, so that by such a wonder-working of his he might draw them to agree that he was indeed God, and a God older than Abraham.
1:870
Ἀκούσατε οὖν, φησίν, ὦ ἀληθῶς τυφλοὶ καὶ ἀνόητοι·
『你們這些真正瞎眼、無知的人哪,』祂說,『你們要聽:』
"Hear then," he says, "O truly blind and senseless men;
1:871
Τίς οὗτος, ὁ καὶ συμπαρὼν ὑμῖν καὶ μὴ βλεπόμενος; ἢ τάχα ἐκεῖνος ὁ καὶ πρὸς Μωϋσῆν λαλῶν καὶ μὴ φαινό μενος; Ἑωρᾶτο γὰρ καὶ τότε πῦρ καὶ βάτος, ἀμφότερα ἄφωνα·
『這位與你們同在、卻不被看見的是誰?莫非正是那位曾對摩西說話、卻不曾顯現的那一位?當時也曾看見火與荊棘,二者都是無聲之物;』
who is this, who is present with you and yet not seen? Or is it perhaps that same one who spoke to Moses and was not seen? For then too a fire and a bush were seen, both of them voiceless things;
1:872
ἀλλ' ὅμως καὶ φωνὴ ἠκούετο καὶ λόγος ἐπαίδευε καὶ ἀσφαλῶς τὸ μέλλον προηγορεύετο
『但仍然有聲音可聽,有話語可教導,並確實預言了將來的事。』
yet nevertheless a voice was heard, and a word gave instruction, and the future was surely foretold."
1:873
Καὶ χρὴ τοὺς νοῦν ἔχοντας ἐκ τῆς συγγενείας τῶν πραγμάτων γνωρίσαι τὸ πρόσωπον
有悟性的人理當從這些事情彼此的親緣關係中,認出這位格來。
And those who have understanding ought, from the kinship of these events, to recognize the person.
1:874
Οὕτως δὲ ἀλόγως καὶ ἀνοήτως τῶν Ἑβραίων ἐχόντων ὁ Κύριος ἡμῶν καὶ Σωτήρ, ὥσπερ τις ἰατρὸς ἐπιμελής τε ὁμοῦ καὶ σοφός, πρὸς τὴν πρώτην πεῖραν οὐκ ἐνδόντος τοῦ πάθους ἄλλον τρόπον τῆς θεραπείας μεταχειρίζεται
希伯來人既如此不合理、不明智,我們的主與救主便像一位既細心又明智的醫者,見初次的醫治未能使病症屈服,便改用了另一種治療之法。
Since the Hebrews were thus irrational and senseless, our Lord and Savior, like some physician at once careful and wise, when the disease did not yield to the first attempt, resorted to another manner of treatment.
1:875
Τυφλῷ δὲ βούλεται θεραπεῦσαι τυφλοὺς τὴν διάνοιαν, ὃς ἐκ τοῦ προστυχόντος εὑρέθη, οὐ λώβῃ τινι συμβάσει παθὼν τὴν τυφλότητα, ἀλλὰ πταίσματι φύσεως οὕτως ἐκ γαστρὸς παραχθεὶς εἰς τὸν βίον
祂願藉一個瞎子來醫治那些心智上瞎眼的人;這人是祂偶然遇見的,並非因某種傷害而致瞎,而是由於天性上的一個缺陷,如此從母腹中被帶入這世上。
And by a blind man he wishes to heal those blind in mind — a man he happened to meet, who had suffered his blindness not through some injury that befell him, but through a fault of nature, having thus been brought into life from the womb.
1:876
Θεασάμενος δὲ τὸν ἄνθρωπον ἔστη καὶ πρὸς θεραπείαν ἕτοιμος ἦν·
祂一見這人,便停下腳步,準備施行醫治;
And having beheld the man, he stood still and was ready for the healing;
1:877
θεραπείαν ἀνθρωπικοῦ λόγου καὶ τέχνης κρείττονα
這醫治超乎人的言語與技藝。
a healing greater than human reason and art.
1:878
Ἰατρικὴ μὲν γὰρ καὶ ὁ κατ' αὐτὴν λόγος ἐκείνοις τῶν νοσημάτων ἐπιβάλλει τὴν θεωρίαν, ὅσα τῆς φύσεως ἀπαρτισάσης τὸ ζῷον καὶ προαγούσης εἰς φῶς χρόνοις ὕστερον κατά τινας περιστάσεις ἐπισυμβαίνει, τῆς δὲ συντεχθείσης τῷ σώματι λώβης οὐκ ἐπαγγέλλεται θεραπείαν
因為醫術,以及與之相關的學理,其考察所及的疾病,乃是那些在自然已完成生物、並使之誕生於世之後,經過一段時日、因某些境遇而發生的疾病;至於那與身體同時而生的殘缺,醫術則並不承諾能治癒。
For the medical art, and the science that belongs to it, applies its consideration to those diseases which befall a creature, through certain circumstances, in the course of time after nature has completed it and brought it forth into the light; but it does not profess to heal a defect born together with the body.
1:879
Οὐ μέντοι γε οὐδὲ τῶν παθῶν πάντων τῶν εἰς ὕστερον συμβαινόντων
其實,即便是日後發生的一切病症,醫術也並非都能治癒。
Nor indeed does it profess to heal all the afflictions that occur afterward either.
1:880
Καὶ τούτου μάρτυρες οἱ ἠκρωτη ριασμένοι τῶν ἀνθρώπων, οἷς οὐδεὶς ἰατρὸς τὴν τῶν μελῶν στέρησιν ἐπηνώρθωσε
為此作見證的,正是那些肢體殘缺的人:沒有一位醫生能修復他們所失去的肢體。
And witnesses to this are those men who have been maimed, whose loss of limbs no physician has ever restored.
1:881
Διόπερ καὶ οἱ μαθηταὶ τὸ πάθος κατελεήσαντες καὶ βλέποντες ἄνθρωπον τῆς καλλίστης ἡδονῆς τοῦ φωτὸς μὴ γευσάμενον τὴν αἰτίαν περιεργάζοντο τῆς κακώσεως καὶ ἐπυνθάνοντο παρὰ τοῦ Κυρίου οὐ λίαν ἐπιστημόνως, εἴπερ ἐξ ἁμαρτίας οἰκείας ἢ διὰ πλημμε λήματα τῶν γονέων τοιοῦτος εἰς τὸν βίον παρήχθη
為此,門徒們憐憫這病苦,見這人未曾嘗過光明那至美的喜樂,便深究他受苦的緣由,向主發問——但問得並不十分明智——問他究竟是因自己的罪、還是因父母的過犯,才生來如此。
For this reason the disciples, taking pity on his affliction and seeing a man who had never tasted the fairest pleasure of light, inquired closely into the cause of his misfortune, and asked the Lord — not very knowledgeably — whether he had been brought into life in such a state because of his own sin, or through the transgressions of his parents.
1:882
Ἑκατέρωθεν δὲ ἡ ἐρώτησις ἔχει τὸ ἐπιλήψιμον·
然而,這問題無論從哪一方面看,都有可議之處;
But on either side the question contains something open to censure;
1:883
οὔτε γὰρ ἂν ὑπὲρ τῶν πατέρων ὁ παῖς κατεγνώσθη, ἄλλον ὑπὲρ ἄλλου τοῦ Θεοῦ μὴ κολάζοντος·
因為孩子不可能因父母而被定罪,神並不因這人而懲罰那人;
for the child could not have been condemned on account of his fathers, since God does not punish one person for another;
1:884
οὔτε μὴν ἰδίων πλημμελημάτων ἀπέτισε δίκας, εἴγε οὗτος μὲν τυφλὸς ἐγεννήθη
他也不是為自己的過犯而受罰償還——因為這人乃是生來就瞎眼的。
nor indeed did he pay the penalty for his own transgressions, if in fact this man was born blind.
1:885
Οὐδεὶς γὰρ ἁμαρτωλὸς πρὸ γεννήσεως
因為沒有人在出生之前就已是罪人。
For no one is a sinner before birth.
1:886
Ἡ μὲν οὖν πεῦσις οὐ λίαν δόκιμος·
所以,這個提問並不十分妥當;
The question, then, was not a very sound one;
1:887
ὅπως δὲ ἡ ἀλήθεια, ὁ Κύριος ἡμῶν, πρὸς τὴν ἐρώτησιν ἀπε κρίνατο, καταμάθωμεν
但讓我們來仔細領會,那真理本身、我們的主,是如何回答這個問題的。
but let us learn how the Truth, our Lord, answered the question.
1:888
Τὸ γὰρ πάθος τοῦτο, φησίν, ὦ μαθηταί, οὐχ ἁμαρτημάτων ἐστὶν ἀντίδοσις, ἀλλ' ἑτοιμασία μελλούσης οἰκονομίας, ὅπως ἂν ὁ τέως κοινὸς νομιζόμενος ἄνθρωπος ἐνεργήσῃ τὰ ὑπὲρ ἄνθρωπον καὶ ὁ κτίστης τῶν ὅλων μετὰ τὴν πρώτην ποίησιν εὕρῃ καὶ νῦν τοῦ δημιουργεῖν ἀφορμάς, ἐκ δὲ τῶν μερικῶν καὶ τὰ καθόλου πιστώσηται, ὁ δὲ σκλῆρος λαὸς καὶ δυσάγωγος πεισθῇ προσκυνεῖν ῥίψας τοὺς λίθους
祂說:『門徒們哪,這苦難並非罪過的償報,而是為將來的一項安排作準備,好叫這位向來被視為凡人的人,能行出超乎凡人之事;也好叫那萬有的創造主,在起初造化之後,如今仍能重新找到創造的機會;並藉著個別的事例,證實那普遍的真理;也好叫那頑梗難導的百姓,拋下手中的石頭,甘心俯伏敬拜。』
"This affliction, O disciples," he says, "is not a repayment for sins, but a preparation for a coming dispensation, so that he who till now was thought an ordinary man might work things beyond man, and the Creator of all things, after the first creation, might now also find occasion to create anew, and might confirm the general truth from particular instances, and that the hard and intractable people, casting away their stones, might be persuaded to worship."
1:889
Φωτισθήτωσαν τοίνυν ὀφθαλμοὶ μὴ βλέποντες, ἵνα καταλάμψῃ τὰς ψυχὰς τῶν ἀσυνέτων ὁ τῆς δικαιοσύνης ἥλιος
願那不能看見的眼睛得蒙光照,好叫公義的太陽照亮愚頑人的心靈。
Let, then, the eyes that do not see be enlightened, that the sun of righteousness may shine upon the souls of the senseless.
1:890
ἐκεῖνα, ἃ χειροτέχνης πατὴρ κατὰ τὸν λόγον τοῦ ἐπιτηδεύματος διδάσκει τὸν παῖδα·
……那些是工匠父親按其手藝的道理教導兒子的事;
...those things which a craftsman father teaches his child according to the principle of his trade;
1:891
ἀνθρώπου δὲ μέρος, καὶ μέρος τὸ κάλλιστον τὸν ὀφθαλμόν, τὸ μάλιστα παρὰ τῆς φύσεως φιλοπόνως δημιουργούμενον, οὐκ ἂν ἐποίησεν ἄλλος, εἰ μήγε ὁ τῆς πρώτης ἀρχῆς τῆς κατὰ φύσεως ἔχων τὴν ἐξουσίαν
但人身上的一部分——而且是最美的一部分,就是眼睛,這由自然以極大的匠心所造成之物——若非那掌管萬物依自然而生之最初本原的那一位,便沒有人能造得出來。
but a part of a human being — and the fairest part, the eye, that which is fashioned by nature with the greatest care — no one else could have made, except him who holds authority over the first origin according to nature.
1:892
Κἄν τις θελήσει προσεχῶς τοῖς ἀνθρωπικοῖς μέλεσιν ἐπιστῆσαι τὸν νοῦν, ἐν τούτῳ δὴ μάλιστα τῷ μορίῳ τοῦ σώματος τὴν παντοδύναμον καὶ ποικίλην τοῦ Θεοῦ σοφίαν κατόψεται ἐν μικρᾷ μέλους περιγραφῇ τοσαύτην ἐπιδειξαμένου τὴν φιλοτιμίαν τῆς τέχνης
若有人願意用心留意人體的各個肢體,那麼,正是在這身體的這一小部分中,他將能看出神那全能而又多樣的智慧;神竟在一個肢體如此微小的範圍內,展現出如此宏大的技藝之匠心。
And if anyone should wish to apply his mind carefully to the members of the human body, it is especially in this part of the body that he will discern the all-powerful and manifold wisdom of God, who has displayed such lavish artistry within so small a compass of a limb.
1:893
Πρῶτον μὲν γὰρ αὐτῷ χάρις τις ἐπικέχυται καί ἐστιν ἁπαλώτατός τε καὶ ἄσαρκος, ὡς ἂν εἴποι τις, ἐν τῷ τρυφερῷ τὸ στερεὸν ἔχων καὶ ἐν τῷ μαλακῷ τὸ διατεταμένον καὶ ποικίλαις διήνθισται ταῖς χρόαις
首先,眼睛上洋溢著一種優雅,它極其柔嫩,可以說幾乎沒有肉質,於柔軟中含著堅實,於柔和中帶著張力,並以繽紛的色彩點綴其上。
For first, a certain grace is poured over it, and it is most delicate and, one might say, without flesh — having firmness within tenderness, and tautness within softness — and it is adorned with varied colors.
1:894
Τὸ γοῦν μέσον αὐτοῦ τὴν περιγραφὴν ἔχει τοῦ μέλανος, καὶ ταύτην οὐ δι' ὅλου μονοειδῆ, ἀλλὰ ποικίλοις τισὶ κύκλοις συνδεδεμένην·
它的中央有黑色的輪廓,而這黑色並非通體一色,而是由若干層次不同的圓環結合而成;
Its center, at any rate, has the outline of black, and this not uniform throughout, but bound together by certain varied circles;
1:895
τοῦ κέντρου μὲν αὐτοῦ καὶ μέσου τὸ βαθύτερον ἔχοντος, τῆς δὲ ἐξωτέρω περιφερείας πρὸς τὴν ξανθοτέραν κατὰ μέρος ἀποληγούσης βαφήν
其正中最深處的顏色最為濃重,而外圍的周邊則逐漸轉為較為金黃的色澤。
the very center-point having the deepest hue, while the outer circumference, part by part, shades off into a more golden-brown tint.
1:896
Ταύτης ἔξωθεν τὸ λευκὸν περιβέβληται, στιλπνὸν καὶ διαυγές, οὐκ ἄκρατον ἔχον τὴν λευκότητα, ἀλλ' ἐν κρυσταλλοειδεῖ τινι καὶ διαυγαζούσῃ πεποιημένον τῇ μορφῇ
在這之外,包裹著白色,光潔而透亮;這白並非純然無雜,而是呈現出一種水晶般、晶瑩剔透的形態。
Around this, on the outside, the white is wrapped — glistening and translucent, its whiteness not unmixed, but fashioned in a certain crystalline and radiant form.
1:897
Τὸ ἐρυθρὸν κεῖται περὶ τὴν κόρην, ἵνα τῷ λευκῷ καὶ μέλανι κεράσῃ τὴν χάριν
紅色環繞在瞳仁四周,好將白與黑的優美調和在一起。
The red lies around the pupil, so that it may blend its grace with the white and the black.
1:898
Ἐπὶ τούτοις οὕτως ἐστὶ διαυγὴς καὶ λεῖος ἐν τῇ πυκνότητι, ὥστε καὶ τὰς τῶν ἐγγιζόντων εἰδωλοποιεῖν μορφὰς καὶ οἱονεὶ κάτοπτρον ἀκριβὲς τῶν προσδιαλεγομένων ἐντυποῦσθαι τοὺς χαρακτῆρας, διὸ δὴ καὶ τὸ μεσαίτατον αὐτοῦ τοῦ κύκλου, τὸ κέντρον, προσηγορεύεται κόρη, ἀεὶ τὴν μορφὴν τῷ καταντικρὺ βλέποντι δεικνύον ἀνθρωπικήν
此外,眼睛在其緻密之中如此透亮而光滑,以至於能映現出靠近之人的形貌,如同一面精確的鏡子,把與之對話者的容貌刻印其上;因此,這圓圈最正中的那一點——瞳孔——被稱為『少女』(kore),因為它總是向正對著它凝視的人,映現出人的形像。
Besides this, it is so translucent and smooth in its density that it forms images of the shapes of those who draw near, and, like an exact mirror, has the features of those conversing with it imprinted upon it — for which reason the very center of the circle, the pupil, is called "kore" [maiden], since it always shows a human form to the one gazing directly into it.
1:899
Ὡς γὰρ οὐκ ἔστι τὸν ὁρῶντα εἰς κάτοπτρον μὴ εὐθὺς ἐνσκιάσαι τῇ ὕλῃ τὸν ἴδιον χαρακτῆρα, οὕτω τὸν ἀντιπρόσωπον ἑστῶτα τοῦ ἀνθρώπου μὴ ἐγγράψαι τῷ ὀφθαλμῷ τὴν οἰκείαν μορφήν
正如凝視鏡子的人,必然立刻在鏡面的質料上投下自己的形像,同樣,凡與人面對面站立者,也必然在對方眼中刻印下自己的形貌。
For just as one who looks into a mirror cannot but immediately cast his own image upon its surface, so a man standing face to face cannot but imprint his own form upon another's eye.
1:900
Εἰς ἀλλήλους γοῦν ἄνθρωποι βλέποντες ἀλλήλων γίνονται κάτοπτρα
所以,人們彼此對視之時,便彼此互為鏡子。
Thus, at any rate, when people look at one another, they become mirrors of one another.
1:901
Θαύματος τοίνυν ἄξιος ἐν τοῖς κτίσμασιν ὁ ὀφθαλμός
因此,在受造之物中,眼睛實在是值得驚嘆的。
The eye, then, is worthy of wonder among created things.
1:902
Οὗτος γάρ μοι καὶ Θεὸν ἑρμηνεύει πᾶσαν ἀκριβῶς καταμανθάνων τὴν κτίσιν κἀκ τῆς ἐνεργείας ὑποδεικνὺς τὸν τεχνίτην·
因為,正是眼睛向我闡明了神:它精確地察知全部受造之物,並從其運作中,指示出那位造物之匠;
For it is this that interprets God to me, learning precisely the whole of creation, and from its working pointing to the Craftsman;
1:903
οὗτος ἐκ τῶν ὁρατῶν ἑρμη νεύει τῇ ψυχῇ τὰ ἀόρατα·
正是眼睛,從那些可見之物中,向靈魂闡明那不可見之事;
it is this that, from things visible, interprets to the soul the things invisible;
1:904
διὰ τούτου ἔχω γνῶσιν ἡλίου καὶ οὐρανοῦ κόσμον ἔμαθον καὶ κάλλος ἀστέρων ἱστόρησα καὶ γῆς ὑπόστασιν καὶ φύσιν θαλάσσης, σπερμάτων διαφορὰν καὶ φυτῶν ποικιλίαν καὶ χρω μάτων ποικίλην βαφήν, σκότους κατήφειαν καὶ φωτὸς λαμπήδονα καὶ πάντα ἁπλῶς ὅσα ὁ Θεὸς κτίσας ἐπῄνεσεν
藉著它,我得以認識太陽;我知曉了諸天的秩序;我察看了眾星的美麗;我明白了大地的本體與海洋的性質,種子的差異與植物的繁多,色彩繽紛的染色,黑暗的陰沉與光明的燦爛;簡而言之,凡神所造、且稱之為美好的一切,我都藉此得知。
through it I have knowledge of the sun; I have learned the order of the heavens, and have surveyed the beauty of the stars, and the substance of the earth and the nature of the sea, the variety of seeds and the diversity of plants, the varied dye of colors, the gloom of darkness and the brilliance of light — and simply all the things that God, having created, pronounced good.
1:905
Ὡς εἴ γε ὀφθαλμὸς μὴ ὑπῆρχεν, ἀμάρτυρος ἂν ἡ κτίσις ἐγήρασεν, οὐδενὸς καθορῶντος τὴν ἐν αὐτῇ σοφίαν καὶ δύναμιν τοῦ Θεοῦ σωζομένην
因為,倘若沒有眼睛存在,受造之物便會在無人見證之下老去,無人看見那保存在其中的神的智慧與大能。
For if the eye did not exist, creation would have grown old without a witness, with no one beholding the wisdom and power of God preserved within it.
1:906
Διὰ ταύτην τοίνυν τὴν θαυμαστὴν τῶν ὄψεων κατασκευὴν ὀφθαλμοὶ .. καὶ νῦν ἐκτίσθησαν αὐτοσχέδιοι, ἵνα τὰς μικροπρεπεῖς ἐννοίας τὰς ἐκ τῆς σαρκὸς ἐγγινομένας ἡμῖν περὶ τοῦ Μονογενοῦς ἀποθώμεθα τῇ μεγαλουργίᾳ τῶν γινομένων ἐκβάλλοντες τῆς ψυχῆς πᾶσαν ὑπόληψιν μικροπρεπῆ καὶ χαμαίζηλον·
所以,正是為了這視覺奇妙的構造,眼睛如今才即興被造,好叫我們拋卻那因肉體而生的、關於獨生子的種種淺薄意念,藉著這事所展現的偉大工程,將靈魂中一切卑微低俗的臆想都摒棄出去;
For the sake, then, of this wondrous construction of sight, eyes were now also created afresh, so that we might lay aside the petty notions concerning the Only-Begotten that arise in us from the flesh, casting out of the soul, by the greatness of the deed accomplished, every mean and lowly supposition;
1:907
γνωρίσωμεν δέ, ὅτι τὸ μακάριον φῶς καὶ κάλλος τῆς θεότητος ὀστράκινον σκεῦος ἐδέξατο διακονοῦν ἡμῖν κατὰ τοὺς λύχνους τὴν λαμπηδόνα
並且讓我們認識到:那神性的福樂之光與美,領受了一個陶土的器皿,如同燈盞一般,將其光輝分施給我們。
and let us recognize that the blessed light and beauty of the Godhead took on an earthen vessel, ministering its brightness to us as lamps do.
1:908
Αὐτουργεῖ δὲ διόλου τὴν θεραπείαν ὁ Κύριος καὶ οὐ λόγῳ μόνῳ χρῆται πρὸς τὴν ἐνέργειαν ὁ προστάγματι τὴν πᾶσαν ὑποστησάμενος διακόσμησιν, ὁ δύο λόγοις βραχέσι τὸν παραλυτικὸν θεραπεύσας·
主親自施行這醫治的整個過程,並非僅僅使用言語去施行大能——祂本是那位以一聲命令就使全部秩序得以存立的那一位,是那位僅以兩句簡短的話語就醫好了癱子的那一位;
But the Lord performs the healing entirely by his own hand, and does not use word alone for the working — he who by a command established the whole order of creation, he who healed the paralytic with two brief words;
1:909
ἀλλὰ καὶ στόματι καὶ χερσὶ καὶ ἄλλῃ πολλῇ προνοίᾳ θεραπεύει νῦν τὴν τυφλότητα, ἵνα βεβαίαν διὰ τῶν πραγμάτων ἐμποιήσῃ τοῖς ἀπίστοις τὴν πίστιν
但此刻祂卻用口、用手,並以許多別的方式細心籌劃,來醫治這瞎眼之疾,好藉著這些具體的事實,在不信的人心中生出堅定的信心。
but now he heals the blindness with mouth and hands and much other forethought, so that through the [visible] facts he might produce firm faith in the unbelieving.
1:910
Πτύει ἐπὶ τοῦ ἐδάφους καὶ τῷ σιάλῳ πῆλον ἐργάζεται, τῇ μὲν γῇ διὰ τοῦτο πρὸς τὴν θεραπείαν συγ χρώμενος, ἵνα δείξῃ ὡς ἐξ ἐκείνου τοῦ χοῦ, ὅθεν ἐν ἀρχῇ ὁλόκληρον ἐπλάσθη τὸ ζῷον, καὶ τὸ λεῖπον ἀρτίως μέρος δημιουργεῖται
祂吐唾沫在地上,用唾液調製成泥,如此以泥土施行醫治,為要顯明:那生物起初原是整個由塵土所造成的;如今,那尚且欠缺的部分,也正從同樣的塵土中被造成。
He spits on the ground and makes clay with his saliva, employing earth in this way for the healing, in order to show that from that same dust from which, in the beginning, the whole living creature was formed, the part now lacking is also being fashioned.
1:911
Σιάλῳ δὲ τοῦτο ἀναλαμβάνει καὶ συνέχει τὸν ἐσκεδασμένον καὶ ἀκόλλητον, ἵνα φανερῶς ἡμῖν δείξῃ, ὅτι τῇ δυνάμει τοῦ στόματος αὐτοῦ ὁ Λόγος τὰ πάντα κατώρθωσε
祂用唾沫,取起這散亂而未黏合的塵土,將其凝聚在一起,為要清楚向我們顯明:道憑其口的能力使萬物成就端正。
With spittle he takes up this scattered and unbonded dust and binds it together, that he might clearly show us that by the power of his mouth the Word set all things aright.
1:912
Τῷ λόγῳ γὰρ οἱ οὐρανοὶ ἐστερεώθησαν καὶ τῷ πνεύματι τοῦ στόματος αὐτοῦ πᾶσα ἡ δύναμις αὐτῶν
因為藉著道,諸天得以堅立;藉著祂口中的氣息,天上的萬象也如此立定。
For by the word the heavens were established, and by the breath of his mouth all their host.
1:913
πτύων θεραπεύει, ἵνα κατανύξῃ πρὸς φόβον τοὺς μικρὸν ὕστερον ὑβρίζειν τοῖς ἐμπτύσμασι μέλλοντας·
祂藉吐唾沫施行醫治,為要使那些不久後將以唾沫凌辱祂的人,心生恐懼、受到警戒;
By spitting he heals, that he might sting to fear those who, a little later, would insult him with their spittle;
1:914
καὶ ὅμως οὐκ ἐδυσώπησε τῶν μαινομένων τὸ θράσος, ἀλλ' ἐνεπτύσθη πολλὰ ὁ τοιαῦτα κατορθῶν διὰ πτύσματος
然而這並未使那些狂怒之人的放肆知所收斂,反倒是那藉唾沫成就這等奇事的祂,自己卻多次遭人吐唾沫。
and yet this did not restrain the audacity of the raging men, but he who accomplished such things by his spittle was himself spat upon many times.
1:915
Τῆς πρώτης ταύτης πράξεως τὴν δημιουργικὴν ὑποφαίνει δύναμιν καὶ διὰ μὲν τοῦ προστάξαι εἰς τὴν κολυμβήθραν τοῦ Σιλωὰμ νίψασθαι τὴν δι' ὕδατος σωτηρίαν ἡμῖν ἐνδείκνυται, ἣν πᾶσιν ὁ ἀπεσταλμένος ( Σιλωὰμ) ἐχαρίσατο
藉著這第一個舉動,祂隱約顯出祂創造的能力;又藉著吩咐那人到西羅亞池去洗,祂向我們指明藉水而來的救恩——這救恩正是那「被差遣者」(西羅亞,意即「被差遣」)所賜給眾人的。
By this first act he intimates his creative power; and by commanding him to wash in the pool of Siloam, he shows us the salvation that comes through water, which the "Sent One" (Siloam) has granted to all.
1:916
Τότε γὰρ καλῶς βλέπομεν, ὅτ' ἂν τῷ μυστικῷ καθαρθῶμεν ὕδατι·
因為唯有當我們藉著那奧祕之水得潔淨時,我們才能看得清楚;
For then do we see well, when we have been cleansed by the mystical water;
1:917
τότε φῶς ἡμᾶς περιλάμπει τῆς χάριτος, ὅτ' ἂν ἡ δύναμις τοῦ βαπτίσματος τὸν ῥύπον τῶν ἁμαρτημάτων καὶ τὰς κηλῖδας ἐκνίψῃ
那時,恩典的光便環照我們,因為洗禮的能力洗淨了罪惡的污穢與斑點。
then does the light of grace shine round about us, when the power of baptism washes away the filth of our sins and their stains.
1:918
Καὶ πάντες ὅσοι τῇ ἐντολῇ τοῦ Σιλωὰμ ἀπολουόμεθα, τὸ πνευματικὸν ὁρῶμεν φῶς, ὃ φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον
凡我們遵照西羅亞的吩咐洗滌自己的人,都看見那屬靈的光——就是照亮凡來到世上之人的光。
And all of us who wash ourselves at the command of Siloam behold the spiritual light, which enlightens every man coming into the world.
1:919
Ὢ τοῦ θαύματος καὶ τῆς μεγάλης ἐνεργείας!
噢,何等的奇蹟,何等偉大的作為!
O the wonder, and the great working of power!
1:920
Ἀπῆλθεν ἐκ τῆς κολυμβήθρας ὁ πρὸ ὀλίγου τυφλὸς κοσμηθεὶς τὸ πρόσωπον τῇ τῶν ὀφθαλμῶν προσθήκῃ, βλέπων ἀκριβῶς πρὸς τὴν ἡλιακὴν ἀκτῖνα
那不久前還是瞎眼的人,此刻從水池中走出,臉上因增添了眼睛而生輝,能清楚地直視陽光。
He who a little before had been blind went away from the pool, his face now adorned by the addition of eyes, seeing clearly toward the sun's ray.
1:921
Ἐξέπληττε τοὺς γείτονας καὶ τοὺς γνωρίμους τὸ πρᾶγμα
這件事使他的鄰居與熟人大為驚奇。
The event astounded his neighbors and acquaintances.
1:922
Ἐθορύβει τὸν βίον ὁ καινὸς τῆς θεραπείας τρόπος·
這醫治的新奇方式,使全城生活為之騷動;
The novel manner of the healing threw common life into an uproar;
1:923
περιενόστει τὴν πόλιν ὁ ἄνθρωπος βλέπων, ἵνα βλέπηται παρὰ πάντων ἔργον γενόμενον καινὸν καὶ παράδοξον ὑπὸ Ἰησοῦ τοῦ ἐν Βηθλεὲμ γεννηθέντος, τοῦ μικροῦ βρέφους ἐκείνου τοῦ ἐν τῇ φάτνῃ τοῖς σπαργάνοις ἐνειληθέντος
那人在城中四處行走,能看見了,好叫眾人都看見他,成為那出生於伯利恆的耶穌——就是那位裹著襁褓、躺臥馬槽的小嬰孩——所行的一件新奇非凡的作為。
the man went about the city, seeing, so that by all he might be seen as a work new and extraordinary, wrought by Jesus who was born in Bethlehem, that little infant who was wrapped in swaddling clothes in the manger.
1:924
Ταῦτα γάρ ἐστιν, ἃ τοὺς Ἰουδαίους ἀπιστεῖν ἐποίει τῇ θεότητι
因為正是這些事,使猶太人不肯相信祂的神性。
For these are the things which made the Jews disbelieve in his divinity.
1:925
Οὐκοῦν, ὦ ἀνόητοι καὶ παχυκάρδιοι, ἐπιβάλετε τὸν λογισμὸν τοῖς ἐξ αἰῶνος ἀνθρώποις
那麼,無知而心硬遲鈍的人啊,你們當把心思用在歷世歷代的人身上;
Therefore, O senseless and dull-hearted men, apply your reasoning to the men of every age past;
1:926
Ἀπὸ τοῦ Ἀδὰμ ἀρξάμενοι τοὺς ἑξῆς πάντας διερευνήσατε, ἐὰν εὕρητε τὸ νῦν γενόμενον καὶ ἐπ' ἄλλων πραχθέν, ἐὰν ἔχοντα τὸν βίον τοιαύτης θεραπείας ὑπόδειγμα·
從亞當開始,查考其後所有的世代,看你們能否找到如今所發生的事,曾在別人身上出現過;看人類歷史上是否有這樣醫治的先例;
beginning from Adam, search out all who followed after, to see whether you can find that what has now happened was also done in another's case before, whether human life has any precedent of such a healing;
1:927
καὶ πάλιν ἐπὶ διασυρμῷ τοῦ Κυρίου μου τὸν τοῦ τέκτονος προφέρετε παῖδα, οὗ τοὺς ἀδελφοὺς γνωρίζετε, οὗ τὴν οἰκίαν ἴστε
你們又再次為要嘲弄我主,搬出「木匠的兒子」這話,說你們認得祂的弟兄,也知道祂的家。
and again, to mock my Lord, you bring up "the carpenter's son," whose brothers you know, whose house you know;
1:928
Ἀπαριθμεῖσθε πάντα τὰ ταπεινά, φιλονεικήσατε, πολλὴν ἡμῶν καταχέατε τὴν ἀδοξίαν
儘管一一列舉祂卑微的種種,儘管爭辯不休,儘管向我們傾瀉滿腔的羞辱之詞;
Enumerate all his lowly circumstances, contend contentiously, pour out upon us a flood of reproach;
1:929
Εἰ δὲ μηδὲν τοιοῦτον μήτε ἄνθρωπος ἔπραξε μήτε ὁ βίος ἔσχε διήγημα, καταγνόντες ἑαυτῶν τῆς ἀγνοίας λοιπὸν πρὸς τὴν ἀλήθειαν ἀναβλέψατε
但如果從沒有人做過這樣的事,人類的歷史也不曾有過這樣的記載,那麼,就請你們認清自己的無知,最終仰望真理吧。
but if no man has ever done such a thing, and human life has no such tale to tell, then, condemning your own ignorance, look up at last toward the truth.
1:930
Νίψασθε καὶ ὑμεῖς εἰς τὸν Σιλωάμ, ἵνα μὴ ἐναποθάνητε τῇ τυφλότητι
你們也當到西羅亞去洗滌,免得你們死在自己的瞎眼之中。
Wash yourselves too in Siloam, lest you die in your blindness.
1:931
Ἀλλ' οὐδὲν ὡς ἔοικεν ἐπ' ἐκείνων
但看來這一切對他們毫無用處。
But it seems that none of this availed with them.
1:932
Οὐ λόγος ἐπαίδευεν, οὐ πρᾶξις ἐδίδασκεν, οὐκ ἐνέργεια θαυμασίων ἐδυσώπει·
沒有言語能教導他們,沒有行為能教訓他們,沒有奇妙的作為能使他們羞愧;
No word instructed them, no deed taught them, no working of wonders abashed them;
1:933
πάντα δὲ τοὐναντίον διὰ τὴν ἔντυφον ἀγνωμοσύνην μυρίοις τρόποις ἐπεχείρουν ἀφανίζειν καὶ διασύρειν·
相反,出於他們自負的忘恩,他們千方百計企圖抹煞、詆毀這一切;
but on the contrary, because of their arrogant ingratitude, they attempted in countless ways to obscure and disparage everything;
1:934
περιετρέπετο δὲ αὐτοῖς πρὸς τοὐναντίον ἡ κακουργία
然而,他們的惡計卻反倒對他們自己產生了相反的效果。
but their malicious contrivance turned back upon them to the opposite effect.
1:935
Ὅσῳ γὰρ ἠπίστουν ἐκεῖνοι καὶ προσερωτῶντες ἀνατρέπειν ἐσπούδαζον, τοσούτῳ πλέον ἐβεβαιοῦτο ἡ ἀλήθεια·
因為他們越是不信,越是反覆追問企圖推翻此事,真理就越發得著確證;
For the more they disbelieved and by their repeated questioning strove to overturn it, the more the truth was confirmed;
1:936
καὶ ταὐτὸν ἔπασχον τῶν θηρίων ἐκείνοις, ἃ πληγέντα παρά τινος καὶ μηδέπω πᾶσαν τὴν αἰχμὴν ἐν τῇ γαστρὶ δεξά μενα τῇ πρὸς τὸν ἄνθρωπον ὁρμῇ καὶ φιλονεικίᾳ ὅλον ἐφ' ἑαυτὰ συνωθεῖ τὸν σίδηρον
他們所遭遇的,正如那些野獸——被人刺傷後,鐵矛尚未整根沒入腹中,牠們卻因向那人猛撲、頑抗掙扎,反倒把整根鐵器都逼進自己身體裡。
and they suffered the same thing as those wild beasts which, when struck by someone, and not yet having received the whole point in their belly, by their very charge and struggle against the man drive the whole blade into themselves.
1:937
Εἰ οὗτος αὐτὸς ὁ τυφλὸς καὶ μὴ ἕτερος ἀντ' ἐκείνου ἐδείχθη·
〔他們追查〕這是否正是那同一個瞎子,而非另一人冒名頂替;
whether this was truly that same blind man, and not another substituted in his place;
1:938
τοῦτο σαφῶς τοῦ ἀνθρώπου διαμαρτυρομένου καὶ κεκραγότος καὶ τὴν ἀκολουθίαν τῆς θεραπείας σαφῶς ἀπαγγέλλοντος, ὅτι καὶ πηλὸς κατεχρίσθη τὸ τῆς τυφλότητος φάρμακον, ὅτι καὶ κολυμ βήθρα τὸν πηλὸν ἀπονίψασα τὸ βλέπειν παρέσχεν
儘管那人清楚作證、大聲呼喊,並清楚陳述整個醫治的經過——泥土曾被塗抹作為醫治瞎眼的藥方,水池洗去泥土後,便賜給他看見的能力。
though the man clearly testified and cried out, and clearly reported the whole course of the healing—that clay had been smeared on as the remedy for his blindness, and that the pool, by washing off the clay, had granted him sight.
1:939
Ταῦτα περιεργάζοντο γείτονες καὶ ἐμάνθανον·
這些事,鄰居們仔細查究,並因此明白了;
These things the neighbors busied themselves investigating and came to learn;
1:940
ἀνεζήτουν οἱ Φαρισαῖοι καὶ οὐκ ἐπείθοντο
法利賽人卻不斷追查,仍不肯信服。
the Pharisees kept searching into it, and would not be persuaded.
1:941
Δευτέρα τέχνη εἰς ἀθέτησιν τοῦ γενομένου παρελαμβάνετο τὸ πειρᾶσθαι δεικνύειν, ὡς οὐκ ἔστιν ὁ Χριστὸς ὁ ἐνεργήσας τὴν θεραπείαν
他們又採取了第二個手段,企圖推翻這件事:試圖證明施行這醫治的並非基督。
A second stratagem was adopted for discrediting what had happened: the attempt to show that it was not Christ who had wrought the healing.
1:942
Ἐπειδὴ δὲ ἄνθρωπος τὸν σωτῆρα ἐβόα καὶ τῇ ὁμολογίᾳ καὶ τῷ κηρύγματι ἀντεδίδου τὴν χάριν καὶ τὸν εὐεργέτην ἐδημοσίευεν, ἀποφραττόμενοι τὰ στόματα, ἰλιγγιῶντες τὴν γνώμην, οὐκ ἔχοντες ὅ τι καὶ πράξωσιν, .. ἐπὶ τὴν τοῦ πάθους πάλιν ἀνατρέχουσι ζήτησιν καὶ εἰ ἐκ γενετῆς τυφλός, τοῦτο περιεργάζονται καὶ τοὺς γονεῖς ἀναζητοῦσι τοῦ ἀνθρώπου καὶ ἀκριβεῖς ἐξετασταὶ γίνονται τῶν καθ' ἕκαστον, οὐχ ἵνα βεβαιώσωσι τὸ πραχθέν, ἀλλ' ἵνα ἀνατροπήν ποθεν τοῦ θαυμασίου λάβωσι καὶ ψευδῆ τινα σκευωρίαν κατασκευάσαντες τὸ πιστεῦον πλῆθος τῆς ὁρμῆς ἀνατρέ ψωσιν
但因那人不斷呼喊「救主」,並藉他的承認與宣告來回報恩情,將這位施恩者公之於眾,他們便閉口結舌,心神恍惚,不知所措,……於是再度轉回去追問他的病情——他是否生來就瞎——仔細查究此事,尋訪那人的父母,對每一個細節都成了嚴苛的查驗者;他們這樣做並非要確證此事,而是企圖從某處找出推翻這奇事的破綻,捏造某種虛假的陰謀,好扭轉那信服群眾的熱忱。
But since the man kept crying out "the Savior" and, by his confession and proclamation, was rendering back gratitude and making his benefactor known publicly, they, stopping up their mouths, their minds reeling, not knowing what else to do, ... run back again to the inquiry about his affliction—whether he was blind from birth—and busy themselves investigating this, and seek out the man's parents, and become meticulous examiners of every particular, not in order to confirm what had been done, but in order to find, from somewhere, some overturning of the wonder, and, having fabricated some false contrivance, to turn back the impulse of the believing multitude.
1:943
Μάχεσθαι πρὸς τὴν ἀληθείαν καὶ μὴ προσκυνεῖν τὸν ταῦτα ποιοῦντα, ἀλλὰ διασύρειν τὸν εὐεργέτην·
〔他們一心只想〕與真理為敵,不肯敬拜那行這些事的主,反倒詆毀這位施恩者;
To fight against the truth, and not to worship him who did these things, but to disparage the benefactor;
1:944
μὴ θαυμάζειν τὴν δύναμιν, ἀλλ' ἐξευτελίζειν πειρᾶσθαι τὰ πράγματα
不去驚嘆這大能,反倒試圖貶低這些事實。
not to marvel at the power, but to attempt to belittle the facts.
1:945
Πείσθητε καὶ παρὰ τῶν γονέων, ὦ Φαρισαῖοι, ὅτι μετὰ τῆς τυφλότητος ἐτέχθη ὁ ἄνθρωπος·
法利賽人啊,就連從那對父母的見證,你們也該相信:這人生來就是瞎眼的;
Be convinced, then, O Pharisees, even by the testimony of the parents, that the man was born with his blindness;
1:946
καὶ πάλιν ἐπὶ τὸν τυφλὸν ἀνατρέχετε, ἐκ δευτέρου καὶ τρίτου παρ' ἐκείνου πληροφορούμενοι τῶν κακῶν ἐπιχειρημάτων καὶ τῶν ἐπιβουλῶν
然後你們又再回頭去找那瞎子,出於惡意的圖謀與陰謀,第二次、第三次地要從他那裡得到確切的答覆。
and again you run back to the blind man, seeking full assurance from him a second and a third time, out of your malicious devices and plots.
1:947
Ἀλλ' ὅτ' ἂν τῆς πρώτης ἐκπέσητε πείρας, ἐπὶ τὴν δευτέραν χωρεῖτε·
但每當你們在第一次嘗試中失敗,你們便轉向第二次;
But whenever you fail in your first attempt, you proceed to a second;
1:948
ὅτ' ἂν τῆς δευτέρας, ἐπὶ τὴν τρίτην·
在第二次失敗,便轉向第三次;
whenever in the second, to a third;
1:949
ὅτ' ἂν τῆς τρίτης ἐπὶ τὴν καθεξῆς
在第三次失敗,便轉向再下一次。
whenever in the third, to the next after that.
1:950
Ἀλώπεκος κακουργούσης ἀναστρέφεσθε δρόμους καὶ πανταχοῦ μὲν ὑμᾶς τὰ δίκτυα τῆς ἀληθείας περιεστοίχισται·
你們奔走著如同狡猾狐狸那般迂迴詭詐的路徑,然而真理的羅網卻已從四面八方將你們團團圍住;
You run the crooked courses of a mischievous fox, yet everywhere the nets of truth have hemmed you in on all sides;
1:951
ἄφυκτος δὲ ἡ ἀπὸ θαυμασίου διέξοδος
從這奇事之中,是無路可逃的。
and there is no escape from the wonder.
1:952
Ὅμως δὲ πάσης οὐκ ἀμελεῖτε πλοκῆς ἱστὸν ἀράχνης ὑφαίνοντες, ποικίλως μέν, ἀλλ' ἀσθενῶς καὶ ἀνηνύτως ἐπιβουλεύοντες
然而你們仍不放過任何編織的手段,織著蜘蛛的網——你們的圖謀花樣百出,卻軟弱無力、徒勞無功。
Yet you neglect no manner of weaving, spinning a spider's web—plotting variously indeed, but weakly and to no purpose.
1:953
Ἀπίστων πατέρων ὅμοιοι παῖδες
真是不信之父的相似兒女。
Children like unto their unbelieving fathers.
1:954
Τοιοῦτοι κἀκεῖνοι τὸν τρόπον περὶ τὰ θαυμάσια τὰ κατ' Αἴγυπτον
那些〔祖先〕在埃及所行的奇事上,也是這般行徑。
Such too were those fathers in their manner regarding the wonders in Egypt.
1:955
Ἐκ πολέμων ἐσώζοντο καινῶς καὶ παρ' ἐλπίδας καὶ τῷ διδόντι τὴν σωτηρίαν ἠπίστουν·
他們從戰爭中以一種嶄新、超乎所望的方式得救,卻仍不信賜他們拯救的那一位;
They were saved from wars in a new and unhoped-for manner, yet disbelieved him who gave them salvation;
1:956
ἐτρέφοντο τροφαῖς ὑπερβαινούσαις τὴν φύσιν καὶ τῶν λιμωττώντων ἦσαν πλέον ἀχάριστοι·
他們得著超乎自然的食物餵養,卻比飢餓之人更加忘恩負義;
they were fed with food surpassing nature, and yet were more ungrateful than the starving.
1:957
μάννα ὑπεδέχοντο οὐρανόθεν πεμπόμενον καὶ τῶν Αἰγυπτιακῶν σκορόδων τε καὶ κρομμύων τὴν δυσωδίαν ἐπόθουν·
他們領受從天而降的嗎哪,卻懷念起埃及大蒜與洋蔥的臭味;
they received manna sent down from heaven, and yet longed for the reek of Egyptian garlic and onions;
1:958
στύλῳ νεφέλης τὴν ἡμέραν ἐπεσκιάζοντο, ἵνα μὴ τῇ θέρμῃ τῆς ἡλιακῆς ἀκτῖνος ταλαιπωρήσωσι, καὶ στύλῳ πυρὸς ἐν νυκτὶ κατελάμποντο ἄλλον φωστῆρα καινὸν παρὰ τὴν σελήνην λαβόντες ἐξαίρετον, καὶ ὡς οὐδεμίας ἐνεργείας θεϊκῆς ἀπολαύοντες οὕτως καινοὺς καὶ μετεώρους ἐζήτουν θεοὺς εἰσπράττοντες, ἵνα μικρὸν ἐπὶ τοῦ ὄρους κατασχεθεὶς Μωϋσῆς ἐν τῇ δόσει τοῦ νόμου τὴν ἐπάνοδον παρελκύσῃ
白晝,有雲柱為他們遮蔭,使他們不致因烈日的酷熱而受苦;黑夜,有火柱為他們照明,得著一個嶄新非凡的光體,有別於月亮;然而,他們卻彷彿全然未曾經歷任何神聖的作為一般,竟這樣索求起新奇而虛妄的神明——只因摩西在山上短暫停留、領受律法,遲延了片刻歸來。
by day they were overshadowed by a pillar of cloud, that they might not suffer from the heat of the sun's ray, and by night they were illumined by a pillar of fire, receiving another new and extraordinary luminary besides the moon; and yet, as though enjoying no divine working at all, they thus demanded and sought after new and high-flown gods, when Moses, detained a little while on the mountain in the giving of the Law, delayed his return.
1:959
Ὑμεῖς ἀληθῶς κληρονόμοι τῆς ἐκείνων ἀγνωμοσύνης καὶ τὸν νόμον οὐκ ἀγαπήσαντες καὶ τὴν χάριν μισοῦντες, οὐ ῥάβδου καρυΐνης ἐπιστασίας, ἀλλὰ σιδηρᾶς χρῄζοντες
你們正是他們忘恩之心的真正繼承者——你們既不愛律法,又厭惡恩典,所需要的並非核桃木的杖來管束,而是鐵杖。
You are truly heirs of their ingratitude—you who have not loved the Law and hate grace, and who need not the oversight of a rod of walnut wood, but of iron.
1:960
Ἄνθρωπον ὁρᾶτε παρελθόντα μὲν εἰς φῶς, ἐν σκότῳ δὲ μέχρι πόρρω τῆς ἡλικίας διατελέσαντα ἀνενέργητον τὰς ὄψεις, ἀλλοτρίοις ὀφθαλμοῖς ὁδηγούμενον, καθ' ἡμέραν πρὸ τοῦ ἱεροῦ καθήμενον, δημο σιεύοντα τὴν συμφοράν, ἵνα πολλοὺς εἰς ἔλεον ἐφελκύσηται, τὴν πόλιν ἔχοντα τοῦ πάθους μάρτυρα, βλέποντα νῦν καὶ ἰαθέντα ταχέως, οὐ φαρμάκων ποικίλων συνθέσει, οὐδὲ σιδήρου τομαῖς, ἀλλὰ πηλῷ μόνῳ, καὶ τούτου διὰ σιέλου γενομένου·
你們看見這樣一個人:他雖已來到光明之中,卻長久活在黑暗裡,直到年歲漸長,雙眼全無功用,須靠他人的眼睛引路;他每日坐在聖殿前,公開展示自己的不幸,好吸引眾人的憐憫;全城都是他這苦難的見證——如今他卻能看見了,且迅速痊癒,不是靠各樣藥劑的調配,也不是靠刀器的切割,而僅僅靠泥土,且這泥土還是用唾沫和成的;
You see a man who came into the light, yet remained in darkness far into his years, his eyes without function, led by the eyes of others, sitting daily before the temple, publicly displaying his misfortune, so as to draw many to pity, having the whole city as witness to his affliction—now seeing, and healed swiftly, not by any compounding of various medicines, nor by cuttings of the knife, but by clay alone, and that clay made by means of spittle;
1:961
καὶ πῶς οὐ τεθήπατε, οὐκ ἐκπλήτ τεσθε, οὐ καταβάλλοντες εἰς γῆν προσκυνεῖτε τὸν ἀπὸ γῆς ὀφθαλμοὺς κτίσαντα καὶ σέβετε τὴν θεϊκὴν ἐνέργειαν; Φθόνῳ δὲ διαρρήγνυσθε καὶ ζηλοῦτε τὸν Θεὸν ὡς ἀντίτεχνον, ὡς δημιουργοὶ δημιουργόν, ὡς ὁμόφυλοι τὸν ὁμότιμον
你們怎能不驚駭、不詫異,不俯伏在地、敬拜這位用泥土造出眼睛的主,不敬畏這神聖的作為呢?你們反倒因嫉妒而幾乎氣炸,把神當作競爭的同行來嫉恨,如同工匠嫉妒工匠,如同同族之人嫉妒與己同等尊榮的人。
and how is it that you are not amazed, are not astonished, do not fall down upon the earth and worship him who out of earth fashioned eyes, and revere the divine working? Instead you burst with envy, and are jealous of God as though he were a rival craftsman, as craftsmen envying a fellow craftsman, as kinsmen envying an equal in honor.
1:962
Καὶ παλαιᾶς μὲν ἐντυγχάνοντες βίβλοις, ὅσαι ἐπὶ τῇ τοῦ λαοῦ οἰκονομίᾳ ἐγράφησαν, καὶ ὅσαι τὰς τῶν βασιλέων ἀρχὰς καὶ τὴν ἐπ' ἐκείναις ἱστορίαν σαφῶς ἐκδιδάσκουσιν, εὐπειθῶς περὶ ἑκάστου τὰ λεγόμενα παραδέχεσθε, ὡς Μωϋσέα μὲν μικροῦ δέοντος νομίζειν Θεὸν καὶ Ἑλισσαῖον ὑπερθαυμάζειν καὶ τὸν τούτου διδασκάλον τὸν Θεσβίτην ὑμνεῖν·
你們研讀古代典籍——那些記載百姓治理之事,以及清楚教導君王朝代與相關史事的書卷——時,對其中所記的每一件事都欣然接受,以至於幾乎把摩西當作神一般看待,對以利沙大加讚歎,並歌頌他的師傅提斯比人〔以利亞〕;
Now when you read the ancient books—those written concerning the governance of the people, and those which clearly instruct us in the reigns of the kings and the history connected with them—you readily accept what is said about each of them: so that you all but reckon Moses to be God, and marvel exceedingly at Elisha, and hymn his teacher the Tishbite;
1:963
καὶ πάντας τοὺς καθ' ἑκάστην γενεὰν ἁγίους τοὺς ἐνεργηθέντας παρὰ Θεοῦ καὶ τὰ μεγάλα καὶ ἀοίδιμα καταπραξαμένους, ἰσαγγέλους ἀνάγετε ταῖς τιμαῖς·
你們把歷世歷代所有蒙神大能運行、成就偉大而膾炙人口之事的聖徒,在尊榮上都提升到與天使同等的地位;
and you exalt in honor to the rank of angels all the saints of every generation who were empowered by God and accomplished great and celebrated deeds;
1:964
οὐδὲν δὲ ζυγομαχεῖτε περὶ τῶν ἀρχαίων, οὐδὲ ἀθετεῖτε τὴν τῶν πατέρων ἐξήγησιν, καὶ ταῦτα πεφυκότων ἀνθρώπων μὴ λίαν εὐκόλως ἀνάγεσθαι πρὸς τὴν πίστιν τῆς ἀκοῆς·
對於古人之事,你們絲毫不與人爭執,也不否定列祖所傳下的敘述——儘管人的本性原不容易單憑耳聞就輕易生出信心;
and you raise no quarrel at all about the ancients, nor do you reject the account handed down by the fathers—even though it is the nature of men not to be led very easily to belief on the strength of hearsay alone;
1:965
ὃ δὲ ὀφθαλμοῖς ὑστέροις ἐπὶ τῶν ὀφθαλμῶν εἴδετε καὶ ἃ τοῖς δακτύλοις ἔξεστι ψηλαφῆσαι καὶ ἀκριβῶς τῇ αἰσθήσει καταλαβεῖν, ταῦτα ἀπίστως καὶ ἀγνωμόνως ὁμοῦ κακουργεῖτε καὶ προφητείας καταπατοῦντες καὶ τὴν ἔκβασιν τῶν προρρήσεων ἀνατρέποντες
然而,那你們親眼所見——關乎他後來所得的那雙眼睛——以及那你們可以親手觸摸、憑感官確切領會的事,你們卻懷著惡意,既不信、又忘恩,同時踐踏先知的預言,又推翻預言的應驗。
but that which you have seen with your own eyes—concerning the eyes he later received—and what you may touch with your fingers and apprehend precisely by sense-perception, this you treat with malice, faithlessly and ungratefully alike, both trampling underfoot the prophecies and overturning the fulfillment of what was foretold.
1:966
Τὰ γὰρ νῦν ἐπὶ τῆς πείρας ὁρώμενα καὶ πάλαι φθάσας Ἡσαΐας διὰ τῶν λόγων ἐδίδαξεν·
因為如今在實際經歷中所見的事,以賽亞早在多年以前,就已藉他的話語預先教導過了;
For what is now seen in actual experience, Isaiah long ago, arriving before it, taught by his words;
1:967
Ἰδοὺ ὁ Θεὸς ἡμῶν κρίσιν ἀνταποδίδωσι καὶ ἀνταποδώσει·
「看哪,我們的神施行報應,並要施行報應;」
"Behold, our God renders judgment, and he will render it;"
1:968
αὐτὸς ἥξει καὶ σώσει ἡμᾶς
「祂必親自來拯救我們。」
"he himself will come and save us."
1:969
Τότε ἀνοιγήσονται ὀφθαλμοὶ τυφλῶν καὶ ὦτα κωφῶν ἀκούσονται·
「那時,瞎子的眼必睜開,聾子的耳必聽見;」
"Then shall the eyes of the blind be opened, and the ears of the deaf shall hear;"
1:970
τότε ἁλεῖται ὡς ἔλαφος ὁ χωλὸς καὶ τρανὴ ἔσται γλῶσσα μογιλάλου
「那時,瘸子必如鹿跳躍,口吃者的舌頭必說話清楚。」
"then shall the lame leap as a deer, and the tongue of the stammerer shall be clear."
1:971
οὐδέ τινος τῶν νέων καὶ ὑπόπτων προσώπων οἱ λόγοι, ἵνα κε χαρισμένην εὐφημίαν ὑπονοήσαντες ἀθετήσητε τὴν ἀλήθειαν, ἀλλὰ τῆς ὑμετέρας προφητείας οἱ λόγοι, εἰ τὸν Θεκουΐτην γνωρίσητε τὸν υἱὸν τοῦ Ἀμώς, προφήτην προφήτου παῖδα, Ἰσραηλίτην ἐκ γένους ἄνδρα, τῆς κατὰ τὸν νόμον ἀγωγῆς τὸ κεφάλαιον
這些話也並非出自什麼新奇可疑之人的口,好讓你們懷疑是諂媚的頌詞,因而拒絕真理;這乃是你們自己先知的話——只要你們認得那提哥亞人,阿摩司的兒子,一位先知、又是先知之子,一位血統純正的以色列人,是遵行律法之生活方式的極致典範。
Nor are these the words of any novel and dubious persons, that you should suspect them of being flattering praise and so reject the truth—but the words of your own prophet: if you recognize the Tekoite, the son of Amos, a prophet, child of a prophet, a man Israelite by race, the very summit of the way of life according to the Law.
1:972
Τῷ δὲ Θεῷ δόξα, κράτος, τιμή, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων
願榮耀、權能、尊貴都歸給神,從現在直到永遠,直到永永遠遠。
But to God be glory, dominion, and honor, now and always and unto the ages of ages.
1:973
Ἀστερίου ἐπισκόπου Ἀμασείας ἐγκώμιον εἰς τοὺς ἁγίους καὶ κορυφαίους ἀποστόλους Πέτρον καὶ Παῦλον .. Πᾶσαι μὲν αἱ συνήθεις αὗται καὶ κατὰ νόμον τελούμεναι τῶν μαρτύρων τιμαί, ἱεραὶ πανηγύρεις εἰσὶ καὶ τῶν κατὰ Θεὸν ἀνδραγαθη σάντων στῆλαι διαιωνίζουσαι·
阿瑪西亞主教阿斯特里烏斯:讚頌聖使徒之首彼得與保羅頌辭。——凡這些依慣例、按規矩向殉道者所行的一切崇敬,都是神聖的節慶,也是那些依神旨行出英勇德行之人永垂不朽的紀念碑;
Of Asterius, Bishop of Amasea, an encomium on the holy and chief apostles Peter and Paul. — All these customary honors paid to the martyrs, celebrated according to due order, are sacred festivals, and everlasting monuments of those who achieved manly virtue in accordance with God;
1:974
ἐν αἷς οἱ πρόεδροι τῶν ἐκκλησιῶν, ὅταν εἰς τὸ λέγειν ἀφίκωνται, τὰς ἑαυτῶν δυνάμεις ἀντεξετάζοντες τῷ μεγέθει τῶν ὑποθέσεων εὐθὺς ἐν προοιμίοις εἰς τὴν συγγνώμην καὶ τὴν παραίτησιν καταφεύγουσιν καί φασιν ἐλαττοῦν τὴν τῶν πραγμάτων μεγαλοπρέπειαν τῇ τοῦ λόγου σμικρότητι
教會的主教們每逢在這類慶典中要開口講論時,總會把自己的能力與所論題材之偉大加以比較,於是一開場便立刻託辭求恕、推辭謙讓,說自己言辭的淺薄,只會削弱這等事蹟本有的莊嚴。
at which festivals the presiding officers of the churches, whenever they come to speak, weighing their own powers against the greatness of the subjects, immediately at the outset take refuge in a plea for indulgence and excuse, and say that they diminish the magnificence of the matters by the smallness of their discourse.
1:975
Εἰ δ' ἐκεῖνοι τοὺς καθ' ἕκαστον τῶν μαρτύρων ἐγκωμιάζειν μέλλοντες ἀπαγορεύουσι πρὸς τὸν ἔπαινον καὶ λαμπρᾷ τῇ φωνῇ τὴν σφῶν αὐτῶν ὁμολογοῦσιν ἀσθένειαν, τίς ἂν γενοίμην ἐγὼ σήμερον, ὁ τοὺς διδασκάλους τῶν μαρτύρων ἔχων προκειμένους εἰς εὐφημίαν, τοὺς γνησίους καὶ πρώτους μαθητὰς τοῦ Χριστοῦ, τοὺς πατέρας τῶν ἐκκλησιῶν, τοὺς μόνους ἀξιοπίστους τοῦ εὐαγγελίου κήρυκας, τοὺς Θεῷ λαλήσαντας καὶ τὴν παρὰ Θεοῦ φωνὴν δεξαμένους ταῖς ἀκοαῖς; .. Οὐ μήν, ἐπειδὴ λίαν ὑψηλὸς ὁ λόγος καὶ δυσέφικτος ἡ ἐγχείρησις, τὴν ἀργὴν καὶ ἄπρακτον σιωπὴν ἀγαπήσωμεν, ὥσπερ οἱ δειλοὶ καὶ ἀπειροθάλαττοι, οἳ πρὸς μόνην τὴν ὄψιν τῆς θαλάττης ἀπαγο ρεύοντες οὔτε τὴν ἀρχὴν ἐπιβῆναι τῆς νηὸς ἀνέχονται οὔτε πείρας ἕνεκεν μικρὰ τοὺς αἰγιαλοὺς περιπλεῦσαι·
倘若那些人,正要為每一位殉道者個別致頌辭時,尚且推辭讚美之責,並以宏亮之聲承認自己的無能,那麼,我今天又當如何呢?我所要頌揚的,正是殉道者的師傅——基督真實而首要的門徒,眾教會的教父,福音唯一可信賴的傳報者,是那些曾與神說話、親耳領受從神而來之聲音的人!……然而,儘管這篇講論極其崇高、這番嘗試極難企及,我們也不應因此而甘於怠惰無為的沉默,如同那些膽怯、未曾出過海的人一般——他們僅僅望見大海便退縮不前,既不敢一開始就登船,也不肯為了嘗試而稍稍沿岸航行一段;
But if those men, when about to deliver an encomium upon each of the martyrs individually, decline the task of praise and confess with a loud voice their own weakness, what then should I become today, I who have set before me for a eulogy the very teachers of the martyrs—the genuine and first disciples of Christ, the fathers of the churches, the only trustworthy heralds of the gospel, those who spoke with God and received into their own ears the voice that came from God? Yet, since the discourse is exceedingly lofty and the undertaking hard to attain, let us not, for that reason, embrace an idle and inactive silence, like those cowardly men unaccustomed to the sea, who, refusing at the mere sight of the sea, neither endure to set foot upon the ship in the first place, nor even, for the sake of trial, to sail a little way along the shore;
1:976
αὐτοῖς δὲ τοῖς τρισμακαρίοις πιστεύ σαντες τὴν ἐγχείρησιν, τοῖς ὑπὲρ ὧν συνεληλύθαμεν σήμερον, τὰ κατὰ δύναμιν τῇ τῶν ἄλλων εὐφροσύνῃ παρασχέσθαι πειραθῶμεν
相反,讓我們把這番嘗試託付給那三倍蒙福之人本身——就是我們今日為之聚集的這幾位——竭盡所能地嘗試,為眾人帶來喜樂。
but rather, entrusting our undertaking to those thrice-blessed men themselves, for whose sake we have gathered together today, let us attempt to contribute, according to our power, to the joy of others.
1:977
Οἶδα γάρ, ὅτι τοσοῦτον ζητήσεται, οὐχ ὅσον ἐκείνοις ὀφείλεται, τοῖς μεγάλοις καὶ θεσπεσίοις, ἀλλ' ὅσον δυνατὸν παρ' ἡμῖν εὑρεθῆναι τοῖς πένησιν
因為我知道,人所要求於我的,並非那本應歸給那些偉大而受神啟示之人的分量,而只是我們這些貧乏之人所能盡力做到的程度。
For I know that only so much will be required as can be found possible with us, who are poor, and not as much as is owed to those great and divinely inspired men.
1:978
Ἐβουλόμην μὲν οὖν ἐκείνης τῆς χάριτος ὀλίγον μέρος ἐμοὶ χορηγηθῆναι σήμερον, ἧς ἑκάτερός τε τῶν ἁγίων τούτων μεταλαβὼν ὁ μὲν ἐν Ἱεροσο λύμοις τοὺς ἀπειθοῦντας ἐδίδασκεν, ὁ δὲ τὸν Ἄρειον πάγον ἐν Ἀθήναις καταλαβὼν ἐκ τῆς πολυθέου πλάνης τοὺς δεισιδαιμονοῦντας ἐπέστρεψεν ὑποδεικνὺς αὐτοῖς τὸν Χριστὸν καὶ τὸ τῆς ἀληθοῦς εὐσεβείας καταγγείλας μυστήριον
那麼,我但願今天能蒙賜一點點那恩典的分兒——這恩典乃是這兩位聖徒各自所領受的:一位在耶路撒冷教導那些不信服的人,另一位則來到雅典的亞略巴古,使那些迷信之人從多神的謬誤中回轉,向他們指明基督,並宣告真敬虔的奧祕。
I would wish, then, that a small portion of that grace might be granted to me today, of which each of these two saints partook—the one, who in Jerusalem taught those who were disobedient; the other, who, coming to the Areopagus in Athens, turned back the superstitious from their polytheistic error, showing them Christ and proclaiming to them the mystery of true piety.
1:979
Οὕτω γὰρ ἀνεδείξαμέν τι τῶν προκειμένων ἐπιτελεῖν καὶ μὴ πολὺ τοῦ μεγέθους ἀπολιμπάνεσθαι
因為如此一來,我們便能證明自己確實成就了眼前任務中的一部分,而不致遠遠不及其偉大。
For thus we would show that we accomplish something of what lies before us, and do not fall far short of its greatness.
1:980
Ἐπειδὴ δὲ αἱ μεγάλαι τοῦ Πνεύματος δωρεαὶ τῶν μεγάλων εἰσὶ καὶ ἀνάξιος ἐγὼ τοιαύταις πλουτίζεσθαι χάρισιν, προσθήσω τὴν πενίαν μετὰ τῆς προθυμίας ὑμῖν ὡς Ἐλισσαῖος μετὰ τῶν ἀλεύρων τὰ λάχανα, τῆς τοῦ προέχεσθαι πάντως τὸ καλὸν οὐκ ἀμοιρήσων τιμῆς
但既然聖靈的大恩賜是屬於偉大之人的,而我實在不配蒙這樣的恩典所豐富,我就要將我的貧乏連同我的熱忱一併獻上給你們,如同以利沙將麵粉加入野菜之中一般——因為,至少獻上了一些美好之物,我也就不至於毫無分於這份榮耀了。
But since the great gifts of the Spirit belong to great men, and I am unworthy to be enriched with such graces, I will add my poverty together with my eagerness for you, as Elisha added the meal to the herbs—since I too shall not be without some share of honor in having, at any rate, contributed something good.
1:981
Μηδεὶς δέ με οἰηθείη τῶν ἀκουσομένων ὑμῶν εὐφημίαν γενναίων ἀνδρῶν προελόμενον τοῖς νόμοις ἀκολουθήσειν τῆς σοφίας τῆς ἔξωθεν
你們當中即將聆聽的人,切勿以為我既已選定要頌揚英勇之士,就會依循外邦智慧的法則。
Let none of you who are about to listen suppose that I, having undertaken the praise of noble men, will follow the rules of worldly wisdom.
1:982
Οὐ γὰρ τέχνῃ συγκειμένῃ κολακείαν ἀπεργαζόμεθα, ἀλλὰ ψυχῶν φιλοθέων ἀρετὴν μετὰ ἀληθείας ὑμῖν παραστῆσαι σπουδάζομεν
因為我們並非以精心構造的技巧來製造諂媚之詞,而是致力於以真實將愛神之魂的美德呈現在你們面前。
For we are not fabricating flattery by a contrived art, but we are eager to set before you, with truth, the virtue of souls that love God.
1:983
Διὸ σιωπηθήσεται γένος καὶ πατέρων περιφάνεια οὐ διοχλήσει τὸν λόγον
因此,門第將被略而不談,先祖的顯赫也不會妨礙這篇講論。
Therefore lineage shall be passed over in silence, and the renown of ancestors shall not encumber our discourse.
1:984
Σὰρξ καὶ αἷμα βασιλείαν Θεοῦ οὐ κληρονομήσουσιν
血肉之體不能承受神的國。
Flesh and blood shall not inherit the kingdom of God.
1:985
Οὐδὲ ἀπὸ τῶν περιγείων καὶ ἐγκοσμίων τοὺς οὐρανοπολίτας τιμήσομεν, ἀλλὰ πᾶν τοὐναντίον, πατέρων ἀφανὴς βίος καὶ τέχναι βάναυσοι καὶ πενίας ὀνομαζόμενον ὄνειδος, ταῦτα τοῖς ἐπαίνοις μνημονευθήσεται
我們也不會以塵世和屬世之物來尊榮天上的公民;恰恰相反——先祖卑微的生平、粗賤的手藝,以及被稱為恥辱的貧窮,這些才是我們稱頌中所要紀念的;
Nor shall we honor citizens of heaven by earthly and worldly things; rather, quite the contrary — an obscure ancestral life, menial trades, and the reproach that goes by the name of poverty: these are what will be remembered in our praises;
1:986
ἡμέτερον ταπεινότης ἐστίν
謙卑乃是屬於我們的。
lowliness is what is our own.
1:987
Ἐγὼ δὲ καὶ τῶν ἔξωθεν ἐγκωμίων συνορῶν δεινῶς καταμέμφομαι, ὅτι σεμνύνειν βουλόμενοι οὓς ἂν ἕλωνται, ὡς μηδὲν ἐξαίρετον εἰπεῖν ἔχοντες ἀγαθὸν μάτην τοῖς τάφοις προσεδρεύουσι καὶ διοχλοῦσι τοὺς κειμένους εἰκῆ καὶ τοὺς νεκροὺς ποιοῦνται κόσμον τῶν ζώντων·
而我,留意到外邦人的頌辭時,也深加責備;因為他們想要讚揚自己所選定之人,卻彷彿無話可說其有何卓越美善,便徒然守候在墳墓旁,枉自打擾長眠者,將死者當作生者的裝飾;
And when I observe the eulogies of the pagans as well, I find grave fault with them, because, wishing to glorify whomever they have chosen, as if they had nothing outstanding and good to say, they linger vainly at tombs and needlessly disturb those who lie there, and make the dead an ornament for the living;
1:988
δι' ὧν ἐπικαλοῦνται τοὺς τελευτήσαντας ὁμολογοῦντες μηδὲν ἀγαθὸν τοῖς παρ' αὐτῶν ἐγκωμιαζομένοις προσεῖναι
他們藉此呼喚已故之人,等於承認:那些受他們稱頌的人身上,並無任何屬於自己的美善。
by which practices they invoke the departed, thereby admitting that no good quality of their own belongs to those whom they are praising.
1:989
Καὶ πρὸς τούτοις, εἰ μὲν ὁμολογούμενον ἦν, πάντως τοὺς ἐκ λαμπρῶν πατέρων κατάγοντας καὶ αὐτοὺς ὑπάρχειν ἀγαθοὺς καὶ ὥσπερ τινὰ φύσιν τὴν ἀρετὴν διαδέχεσθαι, εὔκαιρον ἦν ἴσως μνείαν τινὰ τῶν γονέων ποιεῖσθαι·
此外,倘若人皆公認凡出身顯赫先人者,其本身也必然良善,且如承繼某種天性般承繼美德,那麼或許適時提及父母也是恰當的;
And besides this, if it were agreed that those descended from illustrious fathers are themselves necessarily good, and inherit virtue as though it were a kind of nature, it might perhaps have been fitting to make some mention of parents;
1:990
ἐπειδὴ δὲ ψεύδεται τὰς τοῦ γένους διαδοχὰς ἐπὶ πλέον ἡ τῶν ἐπιτηδευμάτων διαφορά γίνεται γὰρ ἄσωτος ὁ τοῦ φιλοσόφου καὶ φιλόσοφος ὁ τοῦ φιληδόνου, μάταιος πόνος τῶν προπάππων μεμνῆσθαι·
但既然品行的差異常使門第的世襲落空——因為哲人之子竟成浪蕩之徒,貪圖逸樂者之子反成哲人——那麼追念先祖便是徒勞無益之事;
but since the diversity of ways of life very often gives the lie to hereditary succession — for the son of a philosopher turns out profligate, and the son of a pleasure-lover turns out a philosopher — it is a vain labor to make mention of one's forefathers;
1:991
δέον ἐπιδεικνύειν, εἴπερ ἔχει τις ἀρετῆς κατορθώματα
人所應當展示的,若確實擁有的話,乃是美德的成就。
one ought instead to display, if a man has them, the achievements of virtue.
1:992
Καὶ ταῦθ' ὅτι τοῦτον ἔχει τὸν τρόπον, οὐκ ἔστιν ἄλλοθεν πολυπραγμονοῦντας μαθεῖν, ἀλλ' ἐξ αὐτῆς τῆς ἱερᾶς ἡμῶν Γραφῆς πολύτροπον ἐχούσης καὶ ποικίλην τὴν ὠφέλειαν
而這確實如此,並非從別處探究可以得知,唯有從我們的聖經本身才能得知,因聖經蘊含著多方而多樣的益處。
And that this is indeed so, one cannot learn by inquiring elsewhere, but only from our own sacred Scripture itself, which affords manifold and varied benefit.
1:993
Ἴσμεν πάντως τὸν ἱερέα, τὸν πρεσβύτην ἐκεῖνον, τὸν τοῦ μεγάλου Σαμουὴλ τροφέα τε καὶ διδάσκαλον·
我們都知道那位祭司,那位長者,偉大撒母耳的養育者兼師長——
We surely know that priest, that elder, the nurturer and teacher of the great Samuel —
1:994
ἀλλ' οὐδὲν τοὺς υἱοὺς ὠφέλησεν αὐτὸς ἄριστος ὤν·
然而,他自己雖是至善之人,卻絲毫未能造福自己的兒子們;
yet though he himself was most excellent, he profited his own sons nothing;
1:995
καὶ ταῦτα τραφέντας ὑπ' αὐτῷ τῷ γεννησαμένῳ καὶ καθ' ἡμέραν μανθάνοντας τοὺς τῆς ἱερωσύνης θεσμούς
儘管他們正是由生身之父親自撫養,且日日學習祭司職的規章。
and this though they were reared by their own father, and daily learned the ordinances of the priesthood.
← 上一段下一段 →
1

新的原文誦讀上線時通知我

每次有新章節誦讀影片就寄一封信。採雙重確認,隨時可一鍵取消。