📜 Verbum · 聖言
原文誦讀聖經與教父文獻
♥ 贊助

← 回書卷目次 · 希臘教父 › 書信集

書信集 第 1 章 第 2/32 段

希臘文原文.217 節.部分字詞可點開查義.本章太長已分段,此段為 1:173–1:389(全章共 5111 節)

← 上一段下一段 →
ℹ️ 本語料沒有逐節的詞法標註。原形主要取自同語言其他書卷的逐詞標註(不是這一節的標註),少數查不到的才回頭依字形比對詞典。同形的罕見字仍可能判錯,需要精確判斷時請覆核原文與專門詞典。
ℹ️ 中英對照為本站自譯,直接譯自本頁的原文(非和合本/WEB —— 那兩者譯自馬所拉文本,與本頁底本不同)。
1:173
Ὑμεῖς δέ, ὦ θεῖαί μοι καὶ προσφιλέσταται πασῶν κεφα λαί, φυλάττεσθε τοὺς τῶν Φυλιστιαίων ποιμένας, μή τις λα θὼν ἐμφράξῃ ὑμῶν τὰ φρέατα καὶ τὸ καθαρὸν τῆς γνώσεως τῆς περὶ τὴν πίστιν ἐπιθολώσῃ
至於你們,我所敬愛、於我而言最為神聖可親的諸位領袖啊,你們要謹防非利士人的牧人,免得有人暗中堵塞你們的水井,攪濁那有關信仰之純淨知識。
But you, O heads most divine and most beloved of all to me, guard yourselves against the shepherds of the Philistines, lest someone should secretly stop up your wells and muddy the purity of the knowledge concerning the faith.
1:174
Τοῦτο γὰρ αὐτοῖς ἀεί ἐστιν ἐπιμελὲς μὴ ἐκ τῶν θείων Γραφῶν διδάσκειν τὰς ἀκεραιοτέ ρας ψυχάς, ἀλλ' ἐκ τῆς ἔξωθεν σοφίας παρακρούεσθαι τὴν ἀλήθειαν
因為他們念念不忘的,就是不憑聖經來教導那些純樸的靈魂,反倒藉著外邦的智慧扭曲真理。
For this is always their concern: not to teach the more guileless souls from the divine Scriptures, but to distort the truth by means of outward wisdom.
1:175
Ἅγιον οὐκ ἀΐδιον οὐκ ἀντικρύς ἐστι Φυλιστιαῖος, βασκαί νων τοῖς τοῦ Πατριάρχου ἡμῶν προβάτοις, ἵνα μὴ πίνωσιν ἐκ τοῦ καθαροῦ καὶ ἁλλομένου εἰς ζωὴν αἰώνιον ὕδατος, ἀλλὰ τὸ τοῦ προφήτου λόγιον πρὸς ἑαυτοὺς ἐπισπάσωνται τὸ Ἐμὲ ἐγκατέλιπον πηγὴν ὕδατος ζῶντος καὶ ὤρυξαν ἑαυτοῖς λάκκους συντετριμμένους, οἳ οὐ δυνήσονται ὕδωρ συσχεῖν, δέον ὁμολογεῖν Θεὸν τὸν Πατέρα, Θεὸν τὸν Υἱόν, Θεὸν τὸ Πνεῦμα τὸ Ἅγιον, ὡς οἵ τε θεῖοι λόγοι καὶ οἱ τούτους ὑψηλότερον νενοηκότες ἐδίδαξαν; Πρὸς δὲ τοὺς ἐπηρε άζοντας ἡμῖν τὸ τρίθεον ἐκεῖνο λεγέσθω ὅτιπερ ἡμεῖς ἕνα Θεόν, οὐ τῷ ἀριθμῷ, ἀλλὰ τῇ φύσει, ὁμολογοῦμεν
『聖潔,卻非永恆』──這豈不正是非利士人的作為麼?他們嫉恨我們宗祖的羊群,不願他們喝那湧至永生的純淨活水,反倒讓他們自己應驗先知的話:『他們離棄我這活水的泉源,為自己鑿出破裂、不能存水的池子』──其實理當承認父為神、子為神、聖靈為神,正如聖言本身,以及那些對此有更深領悟的人所教導的。至於那些指責我們主張三神論的人,且讓我們如此答覆:我們所承認的一神,不是數目上的一,而是本性上的一。
'Holy, but not eternal' — is not this plainly the mark of a Philistine, spitefully begrudging the sheep of our patriarch, that they should not drink of the pure water that springs up into eternal life, but should rather draw upon themselves the saying of the prophet: 'They have forsaken me, the fountain of living water, and hewn out for themselves broken cisterns that are not able to hold water' — when it is necessary instead to confess God the Father, God the Son, God the Holy Spirit, as both the divine oracles themselves and those who have understood them more sublimely have taught? But to those who reproach us with tritheism let this be said: that we confess one God, not in number, but in nature.
1:176
Πᾶν γὰρ ὃ ἓν ἀριθμῷ λέγεται τοῦτο οὐχ ἓν ὄντως, οὐδ' ἁπλοῦν τῇ φύσει ἐστίν·
因為凡在數目上被稱為「一」的,其實並非真正的「一」,在本性上也並非單純;
For everything that is called one in number is not truly one, nor is it simple in nature;
1:177
ὁ δὲ Θεὸς ἁπλοῦς καὶ ἀσύνθετος παρὰ πᾶσιν ὁμολογεῖται
而神卻被眾人公認為單純、非複合的。
but God is confessed by all to be simple and uncompounded.
1:178
Οὐκ ἄρα εἷς ἀριθμῷ ἐστιν ὁ Θεός
所以神並非在數目上為一。
Therefore God is not one in number.
1:179
Ἓν ἀριθμῷ τὸν κόσμον εἶναί φαμεν, ἀλλ' οὐχ ἕνα τῇ φύσει, οὐδ' ἁπλοῦν τινα τοῦτον
我們說宇宙在數目上是一個,但在本性上並非為一,也並非單純。
We say that the world is one in number, but not one in nature, nor is it in any way simple.
1:180
Τέμνομεν γὰρ αὐτὸν εἰς τὰ ἐξ ὧν συνέστηκε στοιχεῖα, εἰς πῦρ καὶ ὕδωρ καὶ ἀέρα καὶ γῆν
因為我們將它分解為構成它的元素:火、水、氣、土。
For we divide it into the elements of which it is composed: fire and water and air and earth.
1:181
Πάλιν ὁ ἄνθρωπος εἷς ἀριθμῷ ὀνομάζεται
同樣,人也被稱為在數目上為一。
Again, man is called one in number.
1:182
Ἕνα γὰρ ἄνθρωπον πολλάκις λέγομεν
因為我們常說「一個人」。
For we often say 'one man.'
1:183
Ἀλλ' οὐχ ἁπλοῦς τις οὗτός ἐστιν, ἐκ σώματος καὶ ψυχῆς συνεστώς
但他並非單純之物,乃是由身體與靈魂所組成的。
But he is not simple, being composed of body and soul.
1:184
Ὁμοίως δὲ καὶ ἄγγελον ἕνα ἀριθμῷ ἐροῦμεν, ἀλλ' οὐχ ἕνα τῇ φύσει, οὐδὲ ἁπλοῦν·
同樣,我們也會說天使在數目上為一,但並非在本性上為一,也非單純;
Likewise we will also say that an angel is one in number, but not one in nature, nor simple;
1:185
οὐσίαν γὰρ μεθ' ἁγιασμοῦ τὴν τοῦ ἀγγέλου ὑπόστασιν ἐννοοῦμεν
因為我們理解天使的位格,乃是本質加上聖化。
for we conceive the hypostasis of the angel as substance together with sanctification.
1:186
Εἰ τοίνυν πᾶν τὸ ἓν ἀριθμῷ ἓν τῇ φύσει οὐκ ἔστι, καὶ τὸ ἓν τῇ φύσει καὶ ἁπλοῦν ἓν ἀριθμῷ οὐκ ἔστιν, ἡμεῖς δὲ λέγομεν ἕνα τῇ φύσει Θεόν, πῶς ἐπεισ άγουσιν ἡμῖν τὸν ἀριθμόν, αὐτὸν πάντη ἡμῶν ἐξοριζόντων τῆς μακαρίας ἐκείνης καὶ νοητῆς φύσεως; Ὁ γὰρ ἀριθμός ἐστι τοῦ ποσοῦ, τὸ δὲ ποσὸν τῇ σωματικῇ φύσει συνέζευ κται·
既然凡在數目上為一者,並非在本性上為一,而在本性上為一且單純者,也並非在數目上為一;我們既說神在本性上為一,那麼他們又如何硬要將「數目」強加於我們,殊不知我們早已將數目全然逐出那蒙福且屬靈的本性之外呢?因為數目乃屬於「量」的範疇,而「量」是與有形本性相連結的;
If, then, everything that is one in number is not one in nature, and that which is one in nature and simple is not one in number, and we say that God is one in nature, how do they introduce number upon us, when we altogether banish it from that blessed and intelligible nature? For number belongs to quantity, and quantity is bound up with corporeal nature;
1:187
ὁ γὰρ ἀριθμὸς τῆς σωματικῆς φύσεως
因為數目是屬於有形本性的。
for number belongs to corporeal nature.
1:188
Σωμάτων δὲ δημιουργὸν τὸν Κύριον ἡμῶν εἶναι πεπιστεύκαμεν
而我們相信,我們的主乃是有形之物的創造者。
But we have believed our Lord to be the creator of bodies.
1:189
Ὁ τοίνυν ἀριθμὸν ἢ κτίσμα ὁμολογῶν τὸν Υἱὸν τοῦ Θεοῦ ἢ τὸ Πνεῦμα τὸ Ἅγιον λανθάνει ἔνυλον καὶ περιγραπτὴν φύσιν εἰσάγων
因此,凡承認神的兒子或聖靈受制於數目,或以之為受造物的人,便在不知不覺間引入了一個具物質性、且可被界定範圍的本性。
He, therefore, who confesses the Son of God or the Holy Spirit to be subject to number, or a creature, unwittingly introduces a material and circumscribed nature.
1:190
Περιγρα πτὴν δὲ λέγω οὐ μόνον τὴν περιεχομένην ὑπὸ τόπου, ἀλλ' ἥνπερ καὶ τῇ προγνώσει ἐμπεριείληφεν ὁ μέλλων αὐτὴν ἀπὸ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παράγειν, ὃ καὶ ἐπιστήμῃ περι λαβεῖν δυνατόν ἐστι
我所謂「可界定範圍」,不僅指那被空間所包容者,也指那位將要使其從不存在進到存在者,早已在祂的預知中所涵括的一切──即那也能被知識所理解、把握的事物。
By 'circumscribed' I mean not only that which is contained by place, but also that which he who was about to bring it from non-being into being had already comprehended in his foreknowledge — that which it is also possible to comprehend by knowledge.
1:191
Πᾶν οὖν ἅγιον ὃ περιγραπτὴν ἔχει τὴν φύσιν καὶ ἐπίκτητον ἔχει τὴν ἁγιότητα οὐκ ἀνεπίδεκτόν ἐστι κακίας
因此,凡具有可界定本性的聖者,其聖潔也是後天獲得的,並非不可能接受邪惡。
Every holy being, therefore, which has a circumscribed nature, also has holiness that is acquired, and is not incapable of receiving evil.
1:192
Ὁ δὲ Υἱὸς καὶ τὸ Πνεῦμα τὸ Ἅγιον πηγή ἐστιν ἁγιασμοῦ, ὑφ' ἧς πᾶσα ἡ λογικὴ κτίσις κατ' ἀναλογίαν τῆς ἀρετῆς ἁγιάζεται
而子與聖靈乃是成聖的泉源,一切有理性的受造之物,都藉此按其德行的程度而得成聖。
But the Son and the Holy Spirit are the fountain of sanctification, by which all rational creation is sanctified according to the measure of its virtue.
1:193
Καίτοι ἡμεῖς, κατὰ τὸν ἀληθῆ λόγον, οὔτε ὅμοιον οὔτε ἀνόμοιον λέγομεν τὸν Υἱὸν τῷ Πατρί
然而,我們按照真確的道理,既不說子與父「相似」,也不說「不相似」。
And yet we, according to the true doctrine, call the Son neither like nor unlike the Father.
1:194
Ἑκάτερον γὰρ αὐτῶν ἐπίσης ἀδύνατον
因為這兩種說法同樣都是不可能的。
For each of these is equally impossible to say.
1:195
Ὅμοιον γὰρ καὶ ἀνόμοιον κατὰ τὰς ποιό τητας λέγεται, ποιότητος δὲ τὸ θεῖον ἐλεύθερον
因為「相似」與「不相似」都是就屬性、性質而言的,而神性卻超乎一切屬性之外。
For 'like' and 'unlike' are predicated according to qualities, but the divine is free of quality.
1:196
Ταυτότητα δὲ τῆς φύσεως ὁμολογοῦντες καὶ τὸ ὁμοούσιον ἐκδεχόμεθα καὶ τὸ σύνθετον φεύγομεν, τοῦ κατ' οὐσίαν Θεοῦ καὶ Πατρὸς τὸν κατ' οὐσίαν Θεὸν καὶ Υἱὸν γεγεννηκότος
然而,我們既承認本性的同一,便接受「同質」一詞,同時也避免了「複合」之嫌,因為那本質上為神的父,生出了本質上同為神的子。
But confessing the sameness of nature, we also accept the term 'consubstantial,' and we avoid composition, since God the Father, who is God according to essence, has begotten God the Son, who is likewise God according to essence.
1:197
Ἐκ γὰρ τού του τὸ ὁμοούσιον δείκνυται
因為由此便顯明了「同質」之理。
For from this the term 'consubstantial' is demonstrated.
1:198
Ὁ γὰρ κατ' οὐσίαν Θεὸς τῷ κατ' οὐσίαν Θεῷ ὁμοούσιός ἐστιν, ἐπειδὴ λέγεται θεὸς καὶ ὁ ἄνθρωπος, ὡς τὸ Ἐγὼ εἶπα θεοί ἐστε
因為那本質上為神的,與那本質上為神的乃是同質的──既然人也被稱為「神」,如經上說:「我曾說,你們是神。」
For he who is God according to essence is consubstantial with him who is God according to essence — since even man is called 'god,' as in, 'I said, you are gods.'
1:199
Καὶ ὁ δαίμων θεός, ὡς τὸ Οἱ θεοὶ τῶν ἐθνῶν δαιμόνια
甚至鬼魔也被稱為「神」,如經上說:「外邦的神都屬鬼魔。」
And the demon too is called 'god,' as in, 'the gods of the nations are demons.'
1:200
Ἀλλ' οἳ μὲν κατὰ χάριν ὀνομάζονται, οἳ δὲ κατὰ ψεῦδος Ὁ δὲ Θεὸς μόνος κατ' οὐσίαν ἐστὶ Θεός
但前者是因恩典而如此稱呼,後者則是虛假之稱;唯獨神在本質上真正是神。
But some are so named by grace, others falsely; whereas God alone is God according to essence.
1:201
Μόνος δὲ ὅταν εἴπω, τὴν οὐσίαν τοῦ Θεοῦ τὴν ἁγίαν καὶ ἄκτιστον δηλῶ
而當我說「唯獨」時,我所指的是神那聖潔、非受造的本質。
But when I say 'alone,' I mean the holy and uncreated essence of God.
1:202
Τὸ γὰρ μόνος λέγεται καὶ ἐπί τινος ἀνθρώπου καὶ ἐπὶ φύσεως ἁπλῶς τῆς καθόλου
因為「唯獨」一詞,既可用於某一特定的人,也可就整體本性泛而言之。
For 'alone' is said both of a particular individual and, simply, of a nature universally.
1:203
Ἐπί τινος μέν, οἷον, φέρε εἰπεῖν, ἐπὶ Παύλου, ὅτι μόνος ἡρπάγη ἕως τρίτου οὐρανοῦ καὶ ἤκουσεν ἄρρητα ῥήματα ἃ οὐκ ἐξὸν ἀνθρώπῳ λαλῆσαι
就某一特定的人而言,例如保羅:他是唯一被提到第三層天、聽見那不可言喻、人不可說出之言語的人。
Of a particular individual, for example — take Paul: that he alone was caught up to the third heaven and heard ineffable words which it is not lawful for a man to utter.
1:204
Ἄνθρωπος, ὡσεὶ χόρτος αἱ ἡμέραι αὐτοῦ
人的年日如草一樣。
Man — his days are as grass.
1:205
Ἐνταῦθα γὰρ οὐ τόν τινα ἄνθρωπον, ἀλλὰ τὴν καθό λου φύσιν δηλοῖ
因為這裡所指的並非某一特定的人,而是普遍的人性本身。
For here it signifies not some particular man, but human nature universally.
1:206
Πᾶς γὰρ ἄνθρωπος πρόσκαιρος καὶ θνητός
因為凡是人都是暫時的、必死的。
For every man is temporal and mortal.
1:207
Οὕτω κἀκεῖνα νοοῦμεν ἐπὶ τῆς φύσεως εἰρημένα, τὸ Ὁ μόνος ἔχων ἀθανασίαν, καὶ Μόνῳ σοφῷ Θεῷ, καὶ τὸ Οὐδεὶς ἀγαθὸς εἰ μὴ εἷς ὁ Θεός
照樣,我們也如此理解那些論及神性本身所說的話:「那獨自擁有不死的」,以及「唯獨那智慧的神」,還有「除了神一位以外,再沒有良善的」。
In this way we also understand those sayings spoken of the divine nature: 'Who alone has immortality,' and 'To the only wise God,' and 'No one is good but God alone.'
1:208
Τὸ γὰρ εἷς ἐνταῦθα τῷ μόνος ταὐτὸν δηλοῖ
因為這裡的「一」與「唯獨」意思相同。
For here 'one' signifies the same as 'alone.'
1:209
Καὶ πάλιν Κυρίῳ τῷ Θεῷ σου προσκυνήσεις καὶ αὐτῷ μόνῳ λατρεύσεις
又如經上說:「你要拜主你的神,惟獨事奉祂。」
And again: 'You shall worship the Lord your God, and him alone shall you serve.'
1:210
Καὶ τὸ Οὐκ ἔστι Θεὸς πλὴν ἐμοῦ
還有:「除我以外,並沒有神。」
And: 'There is no God besides me.'
1:211
Τὸ γὰρ εἷς καὶ μόνος ἐπὶ Θεοῦ ἐν τῇ Γραφῇ οὐ πρὸς ἀντιδιαστολὴν τοῦ Υἱοῦ ἢ τοῦ Ἁγίου Πνεύματος λέγεται, ἀλλὰ πρὸς τοὺς μὴ ὄντας θεούς, ὀνομαζομένους δὲ ψευδῶς
因為聖經中論及神所說的「一」與「獨一」,並非為要與子或聖靈相對立而說,而是針對那些並非神、卻被虛假地稱為神的(假神)而言。
For the words "one" and "only," said of God in Scripture, are not spoken in contradistinction to the Son or the Holy Spirit, but in contrast to those who are not gods, yet are falsely so named.
1:212
Ὡς τὸ Κύριος μόνος ἦγεν αὐτούς, καὶ οὐκ ἦν μετ' αὐτῶν θεὸς ἀλλότριος
如經上說:「耶和華獨自引導他們,並無外邦的神與他們同在。」
As in, "The Lord alone led them, and there was no foreign god with them."
1:213
Καὶ τὸ Περιεῖλον οἱ υἱοὶ Ἰσραὴλ τὰ Βααλὶμ καὶ τὰ ἄλση Ἀσταρὼθ καὶ ἐδούλευον Κυρίῳ μόνῳ
又如經上說:「以色列人除掉諸巴力和亞斯她錄的樹叢,單單事奉耶和華。」
And, "The children of Israel put away the Baals and the groves of Ashtaroth, and served the Lord only."
1:214
Ὥσπερ εἰσὶ θεοὶ πολλοὶ καὶ κύριοι πολλοί, ἀλλ' ἡμῖν εἷς Θεός, ὁ Πατήρ, ἐξ οὗ τὰ πάντα, καὶ εἷς Κύριος, Ἰησοῦς Χριστός, δι' οὗ τὰ πάντα
又如經上說:「雖有稱為神的、稱為主的甚多,但我們只有一位神,就是父,萬物都本於祂;只有一位主,就是耶穌基督,萬物都是藉著祂而有的。」
As in, "For though there be that are called gods and lords many, yet to us there is one God, the Father, from whom are all things, and one Lord, Jesus Christ, through whom are all things."
1:215
Ἀλλὰ ζητοῦμεν ἐνταῦθα πῶς Εἷς Θεὸς εἰρηκὼς οὐκ ἠρκέσθη τῇ φωνῇ ( ἔφαμεν γὰρ ὅτι τὸ μόνος καὶ τὸ εἷς ἐπὶ Θεοῦ τὴν φύσιν δηλοῖ), ἀλλὰ καὶ τὸ Πατὴρ προσέθηκε καὶ Χριστοῦ ἐμνημόνευσεν
但我們在此要探討的是:他既說了「一位神」,為何不以此為滿足(因我們已說過,「獨一」與「一」用於神時,是指明其本性),卻又加上「父」一詞,並提及「基督」呢?
But here we are inquiring why, having said "one God," he was not content with that expression (for we have said that "only" and "one," said of God, signify [His] nature), but also added "Father," and made mention of "Christ."
1:216
Ὑπονοῶ τοίνυν ὅτι οὐκ ἐξαρκεῖν ᾠήθη νῦν ὁ Παῦλος, τὸ σκεῦος τῆς ἐκλογῆς, κηρύσσειν μόνον Θεὸν τὸν Υἱὸν καὶ Θεὸν τὸ Πνεῦμα τὸ Ἅγιον, ὅπερ διὰ τῆς Εἷς Θεὸς ἐδήλωσε ῥήσεως, ἐὰν μὴ καὶ διὰ τῆς προσθήκης τοῦ Πατρὸς τὸν ἐξ οὗ τὰ πάντα δηλώσῃ καὶ διὰ τῆς μνήμης τοῦ Κυρίου τὸν Λόγον τὸν δι' οὗ τὰ πάντα σημάνῃ καὶ πάλιν διὰ τῆς Ἰησοῦ Χριστοῦ συμπαρα λήψεως τὴν ἐνανθρώπησιν ἀπαγγείλῃ καὶ τὸ πάθος παρα στήσῃ καὶ τὴν ἀνάστασιν φανερώσῃ
由此我推測,保羅——那蒙揀選的器皿——認為單單宣告子是神、聖靈是神(他已藉「一位神」一語表明此意)尚嫌不足,除非他又藉加上「父」一詞,指明那萬物所本於的那一位;並藉提及「主」一詞,表明那萬物藉以而有的道;又再藉附加「耶穌基督」,宣告道成肉身之事、陳明其受難,並彰顯其復活。
I suspect, then, that Paul, the chosen vessel, did not think it enough merely to proclaim that the Son is God and the Holy Spirit is God — which he made clear through the expression "one God" — unless he also, by adding "Father," indicated the One from whom are all things, and by the mention of "Lord" signified the Word through whom are all things, and again, by further including "Jesus Christ," declared the incarnation, set forth the passion, and made manifest the resurrection.
1:217
Τὸ γὰρ Ἰησοῦς Χρι στὸς τὰς τοιαύτας ἐννοίας ἡμῖν ἐμφαίνει
因為「耶穌基督」這名字,正向我們顯明了這些含義。
For the name "Jesus Christ" displays to us these very ideas.
1:218
Πρόκειται γὰρ αὐτῷ τελειώσαντι τὴν οἰκονομίαν, μετὰ τὴν ἐκ νεκρῶν ἀνάστασιν καὶ τὴν εἰς οὐρανοὺς ἀνάληψιν, ἐπιτρέψαι αὐτοῖς κηρύσσειν αὐτὸν Ἰησοῦν τὸν Χριστόν
因為他的用意乃在於:待他成就了這救恩的計劃——就是從死裡復活、升上諸天之後——便容讓門徒宣揚他是耶穌基督。
For it was his purpose that, having completed the [saving] dispensation — after the resurrection from the dead and the ascension into the heavens — he should permit them to proclaim him as Jesus the Christ.
1:219
Τοιοῦτόν ἐστι καὶ τὸ Ἵνα γινώσκωσί σε τὸν μόνον ἀληθινὸν Θεὸν καὶ ὃν ἀπέστειλας Ἰησοῦν Χριστόν, καὶ τὸ Πιστεύετε εἰς τὸν Θεόν, καὶ εἰς ἐμὲ πιστεύετε, πανταχοῦ τὴν ἔννοιαν ἡμῶν ἀσφαλιζομένου τοῦ Πνεύματος τοῦ Ἁγίου, ἵνα μὴ θατέρῳ προσβαίνοντες θατέρου ἐκπίπτωμεν καὶ τῇ θεολογίᾳ προσέχοντες τῆς οἰκονομίας καταφρονῶμεν καὶ γένηται ἡμῖν κατὰ τὸ ἐλλεῖπον ἡ ἀσέβεια
「叫他們認識你——獨一的真神,並且認識你所差來的耶穌基督」,以及「你們當信神,也當信我」這兩句話,其意亦然——聖靈在各處都保守著我們的領悟,免得我們趨向這一面時,卻偏離了那一面;免得我們專注於神學(論神本體),卻輕忽了救恩的計劃(論道成肉身),以致因有所缺失而陷入不敬虔。
Such also is the meaning of, "That they might know you, the only true God, and Jesus Christ, whom you have sent," and of, "Believe in God, and believe also in me" — the Holy Spirit everywhere safeguarding our understanding, so that in advancing toward the one we might not fall away from the other, and that, attending to the theology, we might not despise the dispensation, lest impiety befall us through what is lacking.
1:220
Τὰ δὲ ῥήματα τῆς θείας Γραφῆς, ἅπερ λαμβάνοντες οἱ ἀντικείμενοι καὶ διαστρέφοντες πρὸς τὴν οἰκείαν συνεί δησιν εἰς καθαίρεσιν τῆς δόξης τοῦ Μονογενοῦς ἡμῖν προφέρουσιν, οὕτως ἐξετάσωμεν κατὰ τὸ δυνατὸν ἡμῖν ἀναπτύσσοντες αὐτῶν τὴν διάνοιαν
至於神聖經文中那些話語——反對者取來,按己意曲解,提出來要貶損獨生子之榮耀的——讓我們如此加以審查,盡我們所能地闡明其中的含義。
As for the words of divine Scripture which our adversaries take up and twist to their own understanding, putting them forward to us for the diminishing of the glory of the Only-begotten, let us examine them thus, unfolding their meaning as far as we are able.
1:221
Καὶ πρῶτον ἡμῖν τεθείσθω τὸ Ἐγὼ ζῶ διὰ τὸν Πατέρα
首先讓我們提出的是:「我因父活著」這句話。
And let the first to be set before us be, "I live because of the Father."
1:222
Τοῦτο γάρ ἐστιν ἓν τῶν βελῶν τῶν εἰς οὐρανὸν πεμπομένων ὑπὸ τῶν ἀσεβῶς αὐτῷ κεχρημένων
因為這正是那些不敬虔地利用此語之人,射向天上的一支箭。
For this is one of the arrows shot up to heaven by those who use it impiously.
1:223
Ἐνταῦθα δὲ τὸ ῥητὸν οὐ τὴν προαιώ νιον, ὡς οἶμαι, ζωὴν ὀνομάζει ( πᾶν γὰρ τὸ δι' ἕτερον ζῶν αὐτοζῶν εἶναι οὐ δύναται, ὡς οὐδὲ τὸ ὑφ' ἑτέρου θερμανθὲν αὐτοθερμότης εἶναι·
我認為,此處這句話所指的,並非那先於萬世的(自有的)永恆生命——因為凡因他者而活的,本身不能就是「自存的生命」,正如凡被他者加溫的,本身也不能就是「自有的熱」——
Here, I think, the saying does not name the eternal life [that the Son has of himself] (for whatever lives because of another cannot itself be life-in-itself, just as that which is warmed by another cannot itself be heat-in-itself —
1:224
ὁ δὲ Κύριος ἡμῶν εἴρηκεν·
而我們的主曾說:
but our Lord has said:
1:225
Ἐγώ εἰμι ἡ ζωή), ἀλλὰ ζωὴν ταύτην τὴν ἐν σαρκὶ καὶ ἐν τῷ χρόνῳ τούτῳ γεγενημένην ἣν ἔζησε διὰ τὸν Πατέρα
「我就是生命」)——因此,此處所指的乃是他在肉身中、在這現世時間之內所經歷的生命,就是他因父而活的這生命。
"I am the life"), but rather this life lived in the flesh and come to be within this present time, which he lived because of the Father.
1:226
Βουλήσει γὰρ αὐτοῦ ἐπιδεδήμηκε τῷ βίῳ τῶν ἀνθρώπων, καὶ οὐκ εἶπεν·
因為他是按照自己的旨意,來到世人的生命中居住;他並沒有說:
For it was by his own will that he came to dwell in the life of men, and he did not say:
1:227
Ἐγὼ ἔζησα διὰ τὸν Πατέρα, ἀλλ' Ἐγὼ ζῶ διὰ τὸν Πατέρα, σαφῶς τὸν παρόντα προσημαίνων χρόνον
「我曾因父活過」,卻說「我因父活著」,清楚地表明所指的是現在的時候。
"I lived because of the Father," but rather, "I live because of the Father," clearly indicating the present time.
1:228
Καὶ ὅτι τοῦτό ἐστι τὸ δηλούμενον ἐκ τοῦ ἐπιφερομένου εἰσόμεθα
而這正是此話所要表明的意思,我們可以從其後所接續的話得知。
And that this is what is signified, we shall know from what follows.
1:229
Καὶ Ὁ τρώγων με, φησί, ζήσεται δι' ἐμέ
又說:「吃我肉的人,也要因我活著。」
And, "He who eats me," he says, "shall live because of me."
1:230
Τρώγομεν γὰρ αὐτοῦ τὴν σάρκα καὶ πίνο μεν αὐτοῦ τὸ αἷμα, κοινωνοὶ γινόμενοι διὰ τῆς ἐνανθρω πήσεως καὶ τῆς αἰσθητῆς ζωῆς τοῦ Λόγου καὶ τῆς Σοφίας
因為我們吃他的肉、喝他的血,藉著道成肉身、以及那可感知的生命,成為道與智慧的有分者。
For we eat his flesh and drink his blood, becoming partakers, through the incarnation and the sense-perceptible life, of the Word and of Wisdom.
1:231
Σάρκα γὰρ καὶ αἷμα πᾶσαν αὐτοῦ τὴν μυστικὴν ἐπιδημίαν ὠνόμασε καὶ τὴν ἐκ πρακτικῆς καὶ φυσικῆς καὶ θεολογικῆς συνεστῶσαν διδασκαλίαν ἐδήλωσε, δι' ἧς τρέφεταί τε ψυχὴ καὶ πρὸς τὴν τῶν ὄντων τέως θεωρίαν παρασκευά ζεται
因為他以「肉」與「血」來稱呼他一切奧秘的臨在,並指明那由實踐、自然與神學三部分所組成的教導;靈魂正是藉此教導得著滋養,並暫且預備好去默觀萬有。
For by "flesh" and "blood" he named his whole mystical sojourn among us, and indicated the teaching composed of the practical, the natural, and the theological, by which the soul is nourished and is meanwhile prepared for the contemplation of the things that are.
1:232
Καὶ τοῦτό ἐστι τὸ ἐκ τοῦ ῥητοῦ ἴσως δηλούμενον
而這,或許正是下面這句話所要表明的:
And this, perhaps, is what is signified by the saying:
1:233
Ὁ Πατήρ μου μείζων μοῦ ἐστι
「我父是比我大的。」
"My Father is greater than I."
1:234
Κέχρηται γὰρ καὶ τούτῳ τῷ ῥητῷ τὰ ἀχάριστα κτίσματα, τὰ τοῦ πονηροῦ γεννήματα
因為這句話也同樣被那些忘恩的受造物——惡者的產物——所利用。
For this saying too is used by ungrateful creatures, the offspring of the evil one.
1:235
Ἐγὼ δὲ καὶ ἐκ ταύτης τῆς φωνῆς τὸ ὁμοούσιον εἶναι τὸν Υἱὸν τῷ Πατρὶ δηλοῦσθαι πεπίστευκα
但我相信,這句話本身正表明了子與父同質(同性同體)。
But I believe that this very expression also declares that the Son is consubstantial with the Father.
1:236
Τὰς γὰρ συγκρίσεις οἶδα κυρίως ἐπὶ τῶν τῆς αὐτῆς φύσεως γινομένας
因為我知道,嚴格說來,比較乃是在同性質的事物之間才能成立——
For I know that comparisons, properly speaking, are made between things of the same nature —
1:237
μείζονα καὶ ἄνθρωπον ἀνθρώπου δικαιότερον καὶ πτηνὸν πτηνοῦ ταχύτερον
例如稱一人比另一人更高大、一人比另一人更公義、一鳥比另一鳥更迅捷。
as one man is called greater than another, one man more righteous than another, one bird swifter than another.
1:238
Εἰ τοίνυν αἱ συγκρίσεις ἐπὶ τῶν ὁμοειδῶν γίνονται, μείζων δὲ κατὰ σύγκρισιν εἴρηται ὁ Πατὴρ τοῦ Υἱοῦ, ὁμοούσιος ὁ Υἱὸς τῷ Πατρί
既然比較是在同類事物之間進行,而父被說成在比較上大過子,那麼子便與父同質。
If, then, comparisons are made between things of the same kind, and the Father is said, by way of comparison, to be greater than the Son, then the Son is consubstantial with the Father.
1:239
Ἔστι δέ τις καὶ ἄλλη ἔννοια ἐναποκειμένη τῷ ῥητῷ
然而,這句話中還蘊藏著另一層含義。
But there is also another meaning laid up within this saying.
1:240
Τί γὰρ θαυμαστὸν εἰ μείζονα ἑαυτοῦ τὸν Πατέρα ὡμολόγησε, Λόγος ὢν καὶ σὰρξ γεγονώς, ὁπόταν καὶ ἀγγέλων ὤφθη κατὰ τὴν δόξαν ἐλάττων καὶ ἀνθρώπων κατὰ τὸ εἶδος; Ἠλάττωσας γὰρ αὐτόν, φησί, βραχύ τι παρ' ἀγγέλους
既然身為道、卻成了肉身,他就連在榮耀上也顯得不如天使,在外貌上也不如世人,那麼他承認父比自己更大,又有何可驚奇呢?經上不是說:「你使他比天使微小一點」嗎?
For what is astonishing if, being the Word and having become flesh, he confessed the Father to be greater than himself, seeing that he also appeared inferior in glory to the angels, and inferior even to men in outward form? For it is said, "You made him a little lower than the angels."
1:241
Τὸν δὲ βραχύ τι παρ' ἀγγέλους ἠλαττωμένον
而這位「比天使微小一點」的——
But he who was made "a little lower than the angels" —
1:242
Καὶ τὸ Εἴδομεν αὐτὸν καὶ οὐκ εἶχεν εἶδος οὐδὲ κάλλος, ἀλλὰ τὸ εἶδος αὐτοῦ ἐκλεῖπον παρὰ πάντας ἀνθρώπους
又如經上說:「我們看見他,他無佳形美容,他的形像比世人更加憔悴。」
And, "We saw him, and he had no form nor comeliness, but his form was lacking beyond all the sons of men."
1:243
Τούτων δὲ πάντων ἠνέσχετο διὰ τὴν πολλὴν αὐτοῦ περὶ τὸ πλάσμα φιλανθρωπίαν, ἵνα τὸ ἀπολωλὸς πρόβατον ἀνασώσηται καὶ τὸ σωθὲν καταμίξῃ, καὶ τὸν κατελθόντα ἀπὸ Ἱερουσαλὴμ εἰς Ἱεριχὼ καὶ διὰ τοῦτο περιπεσόντα λῃσταῖς εἰς τὴν οἰκείαν ὑγιαίνοντα πάλιν ἐπαναγάγῃ πατρίδα
這一切他都忍受了,因他對自己所造之人懷有極大的仁愛,為要拯救那迷失的羊,並使那得救的羊歸入羊群;又為要使那從耶路撒冷下到耶利哥、因而落在強盜手中的人,痊癒之後重返本鄉。
He endured all these things because of his great love for mankind toward his own creation, that he might save the lost sheep and gather in the one that was saved, and that he might bring back, whole again, to his own homeland the man who had gone down from Jerusalem to Jericho and on that account fallen among thieves.
1:244
Ὥσπερ ἂν εἴ τις καὶ τὸν ἰατρὸν αἰτιῷτο ὅτι συγκύπτων ἐπὶ τὰ πάθη τῆς δυσωδίας συναπολαύει, ἵνα τοὺς πεπονθότας ἰάσηται
這正如有人責怪醫生一樣——醫生俯身察看病患的創傷時,也一同承受了那惡臭,為要醫治患病的人。
Just as if someone were to blame the physician because, bending down over the sufferings, he shares in the foul odor, in order that he may heal those who suffer.
1:245
καίτοι οὐδὲν λανθάνει τὴν ὄντως Σοφίαν·
然而,沒有任何事能瞞過那真實的智慧;
And yet nothing escapes the notice of true Wisdom;
1:246
πάντα γὰρ δι' αὐτῆς ἐγένετο
因為萬物都是藉著他而造的。
for all things came into being through it.
1:247
Οὐδεὶς δὲ οὐδὲ ἀνθρώπων πώποτε ὃ πεποίηκεν ἀγνοεῖ
就連世人也從未有人不知道自己所做的事。
Nor indeed has any man ever been ignorant of what he himself has made.
1:248
Ἀλλὰ τοῦτο οἰκονομεῖ διὰ τὴν σὴν ἀσθένειαν, ἵνα μήτε τῷ στενῷ τῆς προθεσμίας οἱ ἁμαρτή σαντες τῇ ἀθυμίᾳ καταπέσωσιν ὡς οὐχ ὑπολελειμμένου καιροῦ μετανοίας, μηδ' αὖ πάλιν οἱ πολεμοῦντες μακρὰ τῇ ἀντικειμένῃ δυνάμει διὰ τὸ μῆκος τοῦ χρόνου λειποτακτή σωσιν
但他這樣安排(表現出「不知道」),乃是為了顧念你的軟弱:免得犯罪的人因期限緊迫而灰心喪志,以為已無悔改的餘地;也免得那些長久與敵對勢力爭戰的人,因時日漫長而擅離職守、臨陣脫逃。
But he arranges this for the sake of your weakness, so that those who have sinned may not fall into despair, as though no time remained for repentance because the appointed limit is short; nor, again, that those who have long been warring against the opposing power might desert their post because of the length of time.
1:249
Ἑκατέρους τοίνυν διὰ τῆς προσποιητῆς ἀγνοίας οἰκονομεῖ·
因此,他藉著這假裝的「不知道」,同時顧及這兩種人:
He therefore provides for both, by means of this feigned ignorance:
1:250
τῷ μὲν διὰ τὸν καλὸν ἀγῶνα συντέμνων τὸν χρόνον, τῷ δὲ διὰ τὰς ἁμαρτίας καιρὸν μετανοίας ταμιευό μενος
對前者,因念及他們美好的爭戰而縮短時日;對後者,則因念及他們的罪而預留悔改的時機。
for the one, shortening the time on account of the good fight; for the other, storing up a season for repentance on account of his sins.
1:251
Καίτοι ἐν τοῖς Εὐαγγελίοις ἑαυτὸν συγκαταριθμή σας τοῖς ἀγνοοῦσι διὰ τὴν τῶν πολλῶν, ὡς ἔφην, ἀσθένειαν, ἐν αἷς Πράξεσι τῶν Ἀποστόλων ὡς τελείοις κατ' ἰδίαν διαλεγόμενος καθ' ὑπεξαίρεσιν ἑαυτοῦ φησιν
然而,儘管在福音書中,他為了顧念眾人的軟弱(如我前面所說),把自己列在那些「不知道」的人之中;但在《使徒行傳》裡,他私下向他們——如同對已臻成熟者——說話時,卻將自己排除在外,說:
And yet, though in the Gospels he numbered himself among those who do not know, on account of the weakness of the many, as I have said, in the Acts of the Apostles, speaking privately to them as to those who were mature, he says, excepting himself:
1:252
Οὐχ ὑμῶν ἐστι γνῶναι χρόνους ἢ καιροὺς οὓς ὁ Πατὴρ ἔθετο ἐν τῇ ἰδίᾳ ἐξουσίᾳ
「父憑著自己的權柄所定的時候、日期,不是你們可以知道的。」
"It is not for you to know the times or the seasons which the Father has fixed by his own authority."
1:253
Καὶ ταῦτα μὲν κατὰ τὴν προτέραν ἐπιβολὴν εἰρήσθω παχύτερον
以上這些話,就照著較初步的理解方式,以較粗淺的層面說到這裡為止。
Let this, then, be said according to the first, more elementary, approach, in a somewhat coarser [i.e., more literal] manner.
1:254
Ἤδη δὲ ἐξεταστέον ὑψηλότερον τὴν διάνοιαν τοῦ ῥητοῦ καὶ κρουστέον τὴν θύραν τῆς γνώσεως, εἴπη δυνηθείην ἐξεγεῖραι τὸν οἰκοδεσπότην τὸν τοὺς πνευματικοὺς ἄρτους διδόντα τοῖς αἰτοῦσιν αὐτόν, ἐπειδὴ φίλοι καὶ ἀδελφοί εἰσιν οὓς ἑστιᾶσαι σπουδάζομεν
但現在我們必須以更高的角度來探究這句話的含義,並叩問知識之門,或許我能夠喚醒那位把屬靈之糧賜給求告他之人的家主——因為我們所急切要款待的,乃是朋友與弟兄。
But now we must examine the meaning of the saying in a more elevated way, and knock at the door of knowledge, in the hope that I might be able to rouse the master of the house who gives spiritual bread to those who ask him — since it is friends and brothers whom we are eager to feast.
1:255
Οἱ ἅγιοι μαθηταὶ τοῦ Σωτῆρος ἡμῶν ἐπέκεινα θεωρίας, ὡς ἔνι ἀνθρώποις, ἐλθόντες καὶ καθαρθέντες ἀπὸ τοῦ λόγου τὸ τέλος ἐπιζητοῦσι καὶ τὴν ἐσχάτην μακαριότητα γνῶναι ποθοῦσιν, ὅπερ ἀγνοεῖν καὶ τοὺς ἀγγέλους αὐτοῦ καὶ αὐτὸν ὁ Κύριος ἡμῶν ἀπεφήνατο, ἡμέραν μὲν λέγων πᾶσαν τὴν ἀκριβῆ κατάληψιν τῶν ἐπινοιῶν τοῦ Θεοῦ, ὥραν δὲ τὴν ἑνάδος καὶ μονάδος θεωρίαν, ὧν τὴν εἴδησιν μόνῳ προσένειμε τῷ Πατρί
我們救主的聖門徒們,已達到人所能及、超乎尋常異象的默觀境界,並因這道而得潔淨;他們追尋那終極目標,渴望認識那最終的福樂——而正是這一點,我們的主曾宣告連天使、乃至他自己也不知道:他稱「日子」為對神諸般奧秘概念的精確領悟,稱「時辰」為對那合一與獨一(神性)的默觀,而這後者的知識,他唯獨歸給了父。
The holy disciples of our Savior, having attained, as far as is possible for men, to a contemplation beyond [ordinary] vision, and having been purified by the Word, seek after the end and long to know the final blessedness — the very thing which our Lord declared even the angels, and himself, do not know: calling "day" the exact comprehension of the concepts of God, and "hour" the contemplation of the unity and oneness [of the Godhead], the knowledge of which he assigned to the Father alone.
1:256
Ὑπονοῶ τοίνυν ὅτι ἐκεῖνο λέγεται περὶ ἑαυτοῦ εἰδέναι ὁ Θεός, ὅπερ ἐστί, κἀκεῖνο μὴ εἰδέναι, ὅπερ οὐκ ἔστι
因此我推測,所謂神「知道」自己,是指知道他自己所是的,而所謂「不知道」,則是指不知道他自己所不是的。
I suspect, then, that it is said that God knows about himself that which he is, and does not know that which he is not.
1:257
οὐ γάρ ἐστιν ἀδικία καὶ πονηρία ὁ κτίσας ἡμᾶς Θεός
因為那創造我們的神,並非不義與邪惡。
For God, who created us, is not injustice and wickedness.
1:258
Εἰ τοίνυν ἐκεῖνο λέγεται περὶ ἑαυτοῦ εἰδέναι ὁ Θεὸς ὅπερ ἐστί, κἀκεῖνο μὴ εἰδέναι ὅπερ οὐκ ἔστιν, οὐκ ἔστι δὲ ὁ Κύριος ἡμῶν κατὰ τὴν τῆς ἐνανθρωπήσεως ἐπίνοιαν καὶ παχυτέραν διδασκαλίαν τὸ ἔσχατον ὀρεκτόν, οὐκ ἄρα οἶδεν ὁ Σωτὴρ ἡμῶν τὸ τέλος καὶ τὴν ἐσχάτην μακαριότητα
既然神被說成知道自己所是的、不知道自己所不是的;而我們的主,按照道成肉身的觀念及較粗淺的教導而言,並不是那終極可欲求的對象——那麼我們的救主(在這層意義上)便不知道那終極目標與最終的福樂。
If, then, it is said that God knows about himself that which he is, and does not know that which he is not; and if our Lord, according to the concept of the incarnation and the more elementary teaching, is not the final object of desire — then our Savior does not, in this sense, know the end and the final blessedness.
1:259
Ἀλλ' οὐδὲ οἱ ἄγγελοι, φησίν, ἴσασι, τουτέστιν οὐδὲ ἡ ἐν αὐτοῖς θεωρία καὶ οἱ λόγοι τῶν διακονιῶν εἰσι τὸ ἔσχατον ὀρεκτόν
「連天使也不知道」,他這麼說——意思是,天使裡面的默觀,以及他們職事的道理,也並非那終極可欲求的對象。
"But not even the angels," he says, "know" — that is, neither the contemplation that is in them, nor the principles of their ministries, are the final object of desire.
1:260
Παχεῖα γὰρ καὶ τούτων ἡ γνῶσις συγκρίσει τοῦ πρόσωπον πρὸς πρόσω πον
因為即便是他們的知識,若與「面對面」相比,也仍屬粗淺。
For even their knowledge is coarse in comparison with "face to face."
1:261
Ὅταν γὰρ μηκέτι Θεὸν ἐν τοῖς κατόπτροις μηδὲ διὰ τῶν ἀλλο τρίων ἐπιγινώσκωμεν, ἀλλ' αὐτῷ ὡς μόνῳ καὶ ἑνὶ προσέλ θωμεν, τότε καὶ τὸ ἔσχατον τέλος εἰσόμεθα
因為當我們不再彷彿藉著鏡中影像、也不再藉著他物來認識神,而是親自來到那獨一者面前時,那時我們才會知曉那終極的目標。
For when we no longer perceive God as in mirrors, nor through things foreign to him, but come to him himself as the only and the one, then we shall also know the final end.
1:262
Χριστοῦ γὰρ βασιλείαν φασὶν εἶναι πᾶσαν τὴν ἔνυλον γνῶσιν, τοῦ δὲ Θεοῦ καὶ Πατρὸς τὴν ἄϋλον καί, ὡς ἂν εἴποι τις, αὐτῆς τῆς θεότητος θεωρίαν
因為他們說,基督的國乃是一切與物質相繫的知識,而神與父的國,則是那非物質的、可以說是對神性本身的默觀。
For they say that the kingdom of Christ is all knowledge that is bound up with matter, while the kingdom of God and the Father is the immaterial [knowledge] and, as one might say, the contemplation of the very Godhead itself.
1:263
Ἔστι δὲ καὶ ὁ Κύριος ἡμῶν καὶ αὐτὸς τὸ τέλος καὶ ἡ ἐσχάτη μακαριότης κατὰ τὴν τοῦ Λόγου ἐπίνοιαν
然而,按照「道」這一觀念而言,我們的主自己也就是那終極目標與最終的福樂。
But our Lord himself is also the end and the final blessedness, according to the concept of the Word.
1:264
Τί γάρ φησιν ἐν τῷ Εὐαγγελίῳ; Κἀγὼ ἀναστήσω αὐτὸν ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ, ἀνάστασιν λέγων τὴν ἀπὸ τῆς ἐνύλου γνώσεως ἐπὶ τὴν ἄϋλον θεωρίαν μετά βασιν, ἐσχάτην δὲ ἡμέραν τὴν γνῶσιν ταύτην εἰπὼν μεθ' ἣν οὐκ ἔστιν ἑτέρα
因為他在福音書中怎麼說呢?「在末日我要叫他復活」——他稱「復活」為從物質性的知識轉向非物質性的默觀,並稱這種知識(在其後再無其他知識)為「末日」。
For what does he say in the Gospel? "And I will raise him up on the last day" — calling "resurrection" the transition from material knowledge to immaterial contemplation, and calling this knowledge, after which there is no other, the "last day."
1:265
Τηνικαῦτα γὰρ ὁ νοῦς ἡμῶν ἐξανίσ ταται καὶ πρὸς ὕψος μακάριον διεγείρεται, ὁπηνίκα ἂν θεωρήσῃ τὴν ἑνάδα καὶ μονάδα τοῦ Λόγου
因為那時,我們的心智便起身,被激發昇至那蒙福的高處——就是當它默觀道的合一與獨一之時。
For then our mind rises up and is roused to a blessed height, whenever it beholds the unity and oneness of the Word.
1:266
Ἀλλ' ἐπειδὴ παχυνθεὶς ἡμῶν ὁ νοῦς τῷ χοῒ συνεδέθη καὶ τῷ πηλῷ συμφύρεται καὶ ψιλῇ τῇ θεωρίᾳ ἐνατενίζειν ἀδυνατεῖ, διὰ τῶν συγγενῶν τοῦ σώματος αὐτοῦ κόσμων ποδηγούμενος τὰς ἐνεργείας τοῦ κτίστου κατανοεῖ καὶ ταῦτα ἐκ τῶν ἀποτελεσμάτων τέως ἐπιγινώσκει, ἵν' οὕτω κατὰ μικρὸν αὐξηθεὶς ἰσχύσῃ ποτὲ καὶ αὐτῇ γυμνῇ προσελθεῖν τῇ θεότητι
但由於我們的心智已變得粗鈍,與塵土相繫、與泥土相混,無法直視那純粹的默觀,因此它藉由與其肉身相親近的種種外在事物為嚮導,去理解那創造者的作為,並暫且從這些作為的果效中去認識祂——如此漸漸增長,終有一天,便能有力量親自來到那毫無遮蔽的神性面前。
But since our mind, having grown coarse, has become bound to dust and is mingled with clay, and is unable to gaze steadily upon bare contemplation, it is led by means of the ornaments akin to its own body, and so comes to understand the works of the Creator, coming to know these for the time being from their effects — so that, growing little by little in this way, it may one day be strong enough to approach the very Godhead itself unveiled.
1:267
Κατὰ ταύτην δὲ οἶμαι τὴν ἐπίνοιαν εἰρῆσθαι καὶ τὸ Ὁ Πατήρ μου μείζων μού ἐστι, καὶ τὸ Οὐκ ἔστιν ἐμὸν δοῦναι, ἀλλ' οἷς ἡτοίμασται ὑπὸ τοῦ Πατρός
我認為,正是依照這同一個觀念,才有了「我父是比我大的」以及「這不在乎我,乃是我父為誰預備的,就賜給誰」這兩句話。
And it is according to this same concept, I think, that both "My Father is greater than I" and "It is not mine to give, but it is for those for whom it has been prepared by my Father" were spoken.
1:268
Τοῦτο γάρ ἐστι καὶ τὸ παραδοῦναι τὴν βασιλείαν τὸν Χριστὸν τῷ Θεῷ καὶ Πατρί, ἀπαρχὴν ὄντα καὶ οὐ τέλος, κατὰ τὴν παχυτέραν, ὡς ἔφην, διδασκαλίαν, ἥτις ὡς πρὸς ἡμᾶς καὶ οὐ πρὸς αὐτὸν τὸν Υἱὸν θεωρεῖται
因為這也正是基督將國交與神與父的意思——他是初熟的果子,而非終點,這是按照我前面所說較粗淺的教導而言,這教導是就我們而言、而非就子本身而言的。
For this is also what is meant by Christ's delivering up the kingdom to God the Father — being the firstfruits and not the end — according to the more elementary teaching, as I said, which is to be understood with reference to us, and not with reference to the Son himself.
1:269
Ὅτι δὲ ταῦθ' οὕτως ἔχει, πάλιν ἐρωτήσασι τοῖς μαθηταῖς ἐν ταῖς Πράξεσι τῶν Ἀποστόλων τὸ Πότε ἀποκαθιστανεῖς τὴν βασιλείαν τῷ Ἰσραήλ φησιν·
這一切確實如此,可再證於《使徒行傳》中:當門徒問道:「你復興以色列國,就在這時候嗎?」他回答說:
That these things are indeed so may be seen again from this: when the disciples asked, in the Acts of the Apostles, "Will you at this time restore the kingdom to Israel?" he says:
1:270
Οὐχ ὑμῶν ἐστι γνῶναι χρόνους ἢ και ροὺς οὓς ὁ Πατὴρ ἔθετο ἐν τῇ ἰδίᾳ ἐξουσίᾳ
「父憑著自己的權柄所定的時候、日期,不是你們可以知道的。」
"It is not for you to know the times or the seasons which the Father has fixed by his own authority."
1:271
Τουτέστιν οὐ τῶν συνδεδεμένων σαρκὶ καὶ αἵματι τῆς τοιαύτης βασι λείας ἡ γνῶσις
也就是說,這樣一種國度的知識,並非屬於那些仍然與血肉相繫之人。
That is to say, the knowledge of such a kingdom does not belong to those who are still bound to flesh and blood.
1:272
Ταύτην γὰρ τὴν θεωρίαν ὁ Πατὴρ ἐναπέ θετο τῇ ἰδίᾳ ἐξουσίᾳ, ἐξουσίαν λέγων τοὺς ἐξουσιαζομέ νους, ἰδίους δὲ ὧν μὴ μετέχει ἄγνοια τῶν κατωτέρω πραγμάτων
因為父把這種默觀,存放於自己的權柄之中——所謂「權柄」,指的是那些受其權柄管轄的人;所謂「自己的」,則指那些不沾染對較低層事物之無知的人。
For the Father has laid up this contemplation in his own authority — calling by "authority" those who are under his authority, and by "his own" those who do not partake of ignorance of the lower things.
1:273
Χρόνους δὲ καὶ καιροὺς μή μοι νόει αἰσθητούς, ἀλλὰ διαστήματά τινα γνώσεως ὑπὸ τοῦ νοητοῦ ἡλίου γινόμενα
至於「時候」與「日期」,你不要理解為可感知的(物理性的)時間,而應理解為由那可理知的太陽(即基督)所帶來的某些知識的階段。
But do not understand "times" and "seasons" as sensible ones, but as certain intervals of knowledge brought about by the intelligible Sun.
1:274
Ἰησοῦς γάρ ἐστιν ὁ προσ ευξάμενος·
因為正是耶穌禱告說:
For it is Jesus who prayed:
1:275
Εἷς γὰρ ὢν ὁ Θεός, ἐν ἑκάστῳ γινόμενος ἑνοῖ τοὺς πάντας καὶ ἀπόλλυται ὁ ἀριθμὸς τῇ τῆς μονάδος ἐπιδημίᾳ
因為神既是獨一的,祂臨在於每一個人裡面,便使眾人合而為一,「數目」也就在那獨一者的降臨中消失了。
For God, being one, coming to be in each, unites all, and number is destroyed by the advent of the One.
1:276
Κἀγὼ μὲν οὕτως ἐπέ βαλον τῷ ῥητῷ κατὰ τὴν δευτέραν Ἐπιχείρησιν
以上便是我按照第二種嘗試(進路),對這句話所作的闡釋。
And thus I have applied myself to this saying, according to the second attempt.
1:277
Εἰ δέ τις βέλτιον λέγοι ἢ διορθοίη εὐσεβῶς τὰ ἡμέτερα, καὶ λεγέτω καὶ διορθούσθω, καὶ ὁ Κύριος ἀνταποδώσει ὑπὲρ ἡμῶν
但若有人能說得更好,或以虔敬的態度修正我們的看法,就讓他儘管說、儘管修正,主必為我們的緣故報答他。
But if anyone should speak better, or reverently correct what is ours, let him both speak and correct it, and the Lord will reward him on our behalf.
1:278
Οὐδεὶς γὰρ παρ' ἡμῖν αὐλίζεται φθόνος, ὅτι μηδὲ φιλονει κίας ἕνεκεν ἢ κενοδοξίας ἐπὶ τήνδε τὴν ἐξέτασιν τῶν ῥημάτων κεχωρήκαμεν, ἀλλ' ὠφελείας ἕνεκεν τῶν ἀδελφῶν, ὑπὲρ τοῦ μὴ δοκεῖν παρακρούεσθαι τὰ ὀστράκινα σκεύη τὰ τὸν θησαυρὸν ἔχοντα τοῦ Θεοῦ ὑπὸ τῶν λιθοκαρδίων καὶ ἀπεριτμήτων ἀνθρώπων τῶν ἐκ τῆς μωρᾶς ὡπλισμένων σοφίας
因為在我們心中並無嫉妒存留,我們從事這番話語的考察,並非出於好爭競或虛榮之心,乃是為了弟兄們的益處——免得這盛載著神之寶貝的瓦器(我們),看似被那些心如石頭、未受割禮、以愚拙智慧武裝自己的人所欺哄矇騙。
For no envy lodges among us, since it was not for the sake of contentiousness or vainglory that we undertook this examination of the sayings, but for the benefit of the brethren — so that these earthen vessels which hold the treasure of God might not seem to be deceived by men of stony heart and uncircumcised, armed with foolish wisdom.
1:279
Πάλιν διὰ τοῦ σοφοῦ Σολομῶντος ἐν Παροιμίαις κτίζε ται
再者,藉著智慧的所羅門,在《箴言》中,又說到他是「被造」的:
Again, through wise Solomon, in the Proverbs, it is said that he is "created":
1:280
Κύριος γάρ, φησίν, ἔκτισέ με
「主創造了我」,經上如此說。
"For the Lord," it says, "created me."
1:281
Καὶ ἀρχὴ ὁδῶν εὐαγγε λικῶν ὀνομάζεται ἀγουσῶν ἡμᾶς πρὸς τὴν βασιλείαν τῶν οὐρανῶν, οὐ κατ' οὐσίαν κτίσις, ἀλλὰ κατὰ τὴν οἰκονομίαν ὁδὸς γεγονώς
他被稱為引領我們進入天國之福音道路的「開端」——並非按本質而為受造之物,乃是按照救恩經綸而成為「道路」。
And he is called 'the beginning of the ways' of the gospel that lead us to the kingdom of heaven — not a creature according to essence, but one who has become 'the way' according to the economy.
1:282
Τὸ γὰρ γεγονέναι καὶ τὸ ἐκτίσθαι ταὐτὸν δηλοῖ
因為「成為」與「受造」所指乃是同一件事。
For 'to have become' and 'to have been created' signify the same thing.
1:283
Ὡς γὰρ ὁδὸς γέγονε καὶ θύρα καὶ ποιμὴν καὶ ἄγγε λος καὶ πρόβατον καὶ πάλιν ἀρχιερεὺς καὶ ἀπόστολος, ἄλλων κατ' ἄλλην ἐπίνοιαν τῶν ὀνομάτων κειμένων
正如他成為「道路」、「門」、「牧人」、「使者」、「羔羊」,又是「大祭司」與「使徒」,這些名稱各按不同的意涵而立。
For just as he became 'the way,' and 'the door,' and 'shepherd,' and 'messenger,' and 'lamb,' and again 'high priest' and 'apostle,' each of these names being applied according to a different sense.
1:284
Τί ἂν εἴποι πάλιν ὁ αἱρετικὸς περὶ τοῦ ἀνυποτάκτου Θεοῦ καὶ τοῦ δι' ἡμᾶς ἁμαρτίας γεγενημένου; Γέγραπται γάρ·
異端者對於那被稱作『不服從的』神,以及那『為我們成為罪』的一位,又要怎麼說呢?因為經上記著:
What, then, would the heretic say again concerning the God who is called 'unsubjected,' and who 'became sin' for our sake? For it is written:
1:285
Ὅταν ὑποταγῇ αὐτῷ τὰ πάντα, τότε καὶ αὐτὸς ὁ Υἱὸς ὑποταγή σεται τῷ ὑποτάξαντι αὐτῷ τὰ πάντα
「等萬物都服了他,那時子自己也要服那叫萬物服他的。」
"When all things are subjected to him, then the Son himself also will be subjected to him who subjected all things to him."
1:286
Οὐ φοβῇ, ἄνθρωπε, τὸν Θεὸν ἀνυπότακτον ὀνομαζόμενον διὰ σέ; Τὴν γὰρ σὴν ὑποταγὴν ἰδίαν ποιεῖται καὶ ἐν τῷ ἀντιτείνειν σε πρὸς τὴν ἀρετὴν ἀνυπότακτον ἑαυτὸν ὀνομάζει
人哪,你難道不畏懼嗎?神竟因你的緣故被稱為『不服從的』!因為他把你的服從當作自己的服從;當你抵擋美德時,他便稱自己為『不服從的』。
Do you not fear, O man, that God is called 'unsubjected' on your account? For he makes your subjection his own, and when you resist virtue, he calls himself 'unsubjected.'
1:287
Οὕτω ποτὲ καὶ ἑαυτὸν ἔφη εἶναι τὸν διωκόμενον
他也曾這樣說過,說自己就是那受逼迫的人,
So too he once said that he himself was the one being persecuted,
1:288
τοῦ Χριστοῦ συνδῆσαι βουλόμενος
在那人想要捆綁屬基督之人的時候。
when he wished to bind those who belonged to Christ.
1:289
Καὶ πάλιν ἑαυτὸν γυμνὸν ὀνομάζει ἑνός τινος τῶν ἀδελφῶν γυμνη τεύοντος
又當某一位弟兄赤身露體時,他也稱自己為赤身的。
And again, when one of the brethren was naked, he calls himself naked.
1:290
Γυμνὸς γάρ, φησίν, ἤμην, καὶ περιεβάλετέ με
因為他說:「我赤身露體,你們給我穿上了。」
"For I was naked," he says, "and you clothed me."
1:291
Καὶ ἄλλου ἐν φυλακῇ ὄντος ἑαυτὸν ἔφη εἶναι τὸν καθειργ μένον
又當另一人在監裡時,他說自己就是那被囚禁的。
And when another was in prison, he said that he himself was the one confined.
1:292
Αὐτὸς γὰρ τὰς ἀσθενείας ἡμῶν ἦρε καὶ τὰς νόσους ἐβάστασε
因為他親自擔當我們的軟弱,背負我們的疾病。
For he himself took up our infirmities and bore our diseases.
1:293
Μία δὲ τῶν ἀσθενειῶν ἐστι καὶ ἡ ἀνυποταξία, καὶ ταύτην ἐβάστασε
而不服從也是我們軟弱之一,這一項他也一併擔當了。
And insubordination too is one of our infirmities, and this also he bore.
1:294
Ἀλλὰ καὶ τὸ Οὐ δύναται ὁ Υἱὸς ποιεῖν ἀφ' ἑαυτοῦ οὐδὲν λαμβάνουσιν οἱ θεομάχοι ἐπὶ καταστροφῇ τῶν ἀκουόντων
而那些與神為敵的人,也抓住『子憑自己不能做甚麼』這句話,用來敗壞聽者。
But the enemies of God also seize upon the saying, "The Son can do nothing of himself," to the ruin of those who hear it.
1:295
Ἐμοὶ δὲ καὶ τοῦτο τὸ ῥητὸν μάλιστα καταγ γέλλει τῆς αὐτῆς φύσεως εἶναι τὸν Υἱὸν τῷ Πατρί
然而在我看來,這句話恰恰最能宣告:子與父同一本性。
But to me this very saying declares most of all that the Son is of the same nature as the Father.
1:296
Εἰ γὰρ ἕκαστον τῶν λογικῶν κτισμάτων δύναταί τι ποιεῖν ἀφ' ἑαυτοῦ αὐτεξούσιον καὶ ἴσην ἔχον τὴν ἐπὶ τὸ χεῖρόν τε καὶ κρεῖττον ῥοπήν, ὁ δὲ Υἱὸς οὐ δύναταί τι ποιεῖν ἀφ' ἑαυτοῦ, οὐ κτίσμα ὁ Υἱός
因為,若每一個有理性的受造物都具有自主之能,能憑自己作某事,並且對善惡兩邊有同等的傾向能力;而子卻不能憑自己作甚麼,那麼子就不是受造之物。
For if every rational creature, being self-determining and having an equal inclination toward the worse and the better, can do something of itself, whereas the Son cannot do anything of himself, then the Son is not a creature.
1:297
Εἰ δὲ μὴ κτίσμα, ὁμοούσιος τῷ Πατρί
若不是受造之物,便與父同質。
And if he is not a creature, he is consubstantial with the Father.
1:298
Καὶ πάλιν οὐδὲν τῶν κτισμάτων τὰ ὅσα βούλεται δύναται
再者,受造之物沒有一個能隨心所欲、成就一切所願之事。
And again, none of the creatures can do all that it wills.
1:299
Ὁ δὲ Υἱὸς ἐν τῷ οὐρανῷ καὶ ἐπὶ τῆς γῆς πάντα ὅσα ἠθέλησεν ἐποίησεν
但子在天上、在地上,凡他所願意的,都已成就。
But the Son, in heaven and on earth, has done all that he willed.
1:300
Καὶ πάλιν πάντα τὰ κτίσματα ἢ ἐκ τῶν ἐναντίων συνέστηκεν ἢ τῶν ἐναντίων ἐστὶ δεκτικά
再者,一切受造之物或是由對立元素構成,或是能夠容受對立之事。
And again, all created things are either composed of contraries or are receptive of contraries.
1:301
Ὁ δὲ Υἱὸς αὐτοδικαιοσύνη καὶ ἄϋλός ἐστιν·
但子本身就是公義,並且是非物質的。
But the Son is righteousness itself, and is immaterial.
1:302
Εἰ δὲ μὴ τοῦτο, ὁμοούσιος τῷ Πατρί
若他並非如此,便與父同質。
And if this is not so of him, he is consubstantial with the Father.
1:303
Καὶ αὕτη μὲν αὐτάρκης ἡμῖν ἡ ἐξέτασις, κατὰ τὴν δύναμιν τὴν ἡμετέραν, τῶν τεθέντων ῥητῶν
關於所提出的這些話語,我們就按自己的能力作了這番考察,如此對我們已足夠了。
Let this examination of the sayings that have been set forth, then, according to our ability, be sufficient for us.
1:304
Ἤδη δὲ λοιπὸν καὶ πρὸς τοὺς ἀντιπίπτοντας τῷ Πνεύματι τῷ Ἁγίῳ τῷ λόγῳ χωρήσωμεν καθαιροῦντες αὐτῶν πᾶν ὕψωμα διανοίας ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ Θεοῦ
現在讓我們終於進而以言詞來對付那些抵擋聖靈的人,攻破他們一切自高、抵擋神知識的心思堡壘。
Let us now proceed at last, with our argument, against those who set themselves against the Holy Spirit, casting down every proud height of thought that raises itself up against the knowledge of God.
1:305
Κτίσμα λέγεις τὸ Πνεῦμα τὸ Ἅγιον
你說聖靈是受造之物。
You say that the Holy Spirit is a creature.
1:306
Πᾶν δὲ κτίσμα δοῦλόν ἐστι τοῦ κτίσαντος
但每一個受造之物都是其造者的奴僕。
But every creature is a slave of the one who created it.
1:307
Τὰ γὰρ σύμπαντα, φησί, δοῦλα σά
因為經上說:「萬物都是你的僕役。」
For, it says, "all things are your servants."
1:308
Εἰ δὲ δοῦλον, καὶ ἐπίκτητον ἔχει τὴν ἁγιότητα·
若他是奴僕,那麼他所具有的聖潔便是後天獲得的;
And if he is a slave, then he possesses his holiness as something acquired;
1:309
πᾶν δὲ ὃ ἐπίκ τητον ἔχει τὴν ἁγιότητα οὐκ ἀνεπίδεκτόν ἐστι κακίας·
而凡是具有後天獲得之聖潔者,皆非不能容受邪惡;
and whatever possesses holiness as something acquired is not incapable of receiving evil;
1:310
τὸ δὲ Πνεῦμα τὸ Ἅγιον κατ' οὐσίαν ὂν ἅγιον πηγὴ ἁγιασμοῦ προσαγορεύεται·
然而聖靈本質上就是聖的,被稱為成聖的泉源;
but the Holy Spirit, being holy in essence, is called the fountain of sanctification;
1:311
οὐκ ἄρα κτίσμα τὸ Πνεῦμα τὸ Ἅγιον
所以聖靈不是受造之物。
therefore the Holy Spirit is not a creature.
1:312
Εἰ δὲ μὴ κτίσμα, ὁμοούσιόν ἐστι τῷ Θεῷ
若不是受造之物,便與神同質。
And if he is not a creature, he is consubstantial with God.
1:313
Πῶς δὲ δοῦλον ἀποκαλεῖς, εἰπέ μοι, τὸν διὰ τοῦ βαπτίσματος ἐλευθε ροῦντά σε τῆς δουλείας; Ὁ γὰρ νόμος, φησί, τοῦ Πνεύ ματος τῆς ζωῆς ἠλευθέρωσέ σε ἀπὸ τοῦ νόμου τῆς ἁμαρ τίας
請告訴我,你怎能稱他為奴僕呢?他正是那藉著洗禮使你脫離奴役的一位!因為經上說:「賜生命聖靈的律,已經釋放你脫離罪的律了。」
Tell me, how can you call him a slave, who through baptism sets you free from slavery? For, it says, "the law of the Spirit of life set you free from the law of sin."
1:314
Ἀλλ' οὐδὲ τρεπτὴν αὐτοῦ ποτε τὴν οὐσίαν τολμήσεις εἰπεῖν, ἀφορῶν εἰς τὴν φύσιν τῆς ἀντικειμένης δυνάμεως, ἥτις, ὡς ἀστραπή, πέπτωκεν ἀπὸ τοῦ οὐρανοῦ καὶ ἐξέ πεσε τῆς ὄντως ζωῆς, διὰ τὸ ἐπίκτητον ἐσχηκέναι τὴν ἁγιότητα καὶ ἐπηκολουθηκέναι τῇ κακῇ βουλῇ τὴν ἀλλοίω σιν
你也絕不敢說他的本質是可變的——且看那與神為敵之能力的本性:牠如閃電般從天墜落,脫離了真正的生命,因為牠所擁有的聖潔原是後天獲得的,一旦生出惡念,變異便隨之而來。
But neither will you ever dare to call his essence mutable, looking to the nature of the opposing power, which, like lightning, fell from heaven and fell away from true life, because it had holiness as an acquired attribute and change followed upon its evil counsel.
1:315
Τοιγαροῦν καὶ ἐκπεσὼν τῆς μονάδος καὶ τὸ ἀγγελικὸν ἀπορρίψας ἀξίωμα, ἀπὸ τοῦ τρόπου ὠνομάσθη διάβολος, ἀποσβεσθείσης μὲν αὐτοῦ τῆς προτέρας καὶ μακαρίας ἕξεως, τῆς δὲ ἀντικειμένης ταύτης δυνάμεως ἀναφθείσης
因此,他既從那合一之境墜落,並拋棄了天使的尊位,便按其行徑被稱為「魔鬼」——他先前那蒙福的狀態已然熄滅,而這與神為敵的力量卻在他裡面燃起。
Therefore, having fallen from the unity and cast away his angelic dignity, he was named 'devil' from his own conduct, his former blessed state having been extinguished, while this opposing power was kindled within him.
1:316
Ἔπειτα εἰ κτίσμα λέγοι τὸ Πνεῦμα τὸ Ἅγιον, πεπερατωμένην αὐτοῦ τὴν φύσιν εἰσάγει
再者,若有人稱聖靈為受造之物,便等於是把有限的本性加諸於祂身上。
Furthermore, if one calls the Holy Spirit a creature, he thereby introduces a nature that is bounded.
1:317
Πῶς οὖν σταθήσεται τὸ Πνεῦμα Κυρίου πεπλήρωκε τὴν οἰκουμένην καὶ τὸ Ποῦ πορευθῶ ἀπὸ τοῦ Πνεύματός σου; Ἀλλ' οὐδ' ἁπλοῦν αὐτὸ τῇ φύσει, ὡς ἔοικεν, ὁμολογεῖ
那麼,「主的靈充滿了世界」以及「我往哪裡去躲避你的靈」這些話又怎能成立呢?看來,他甚至不承認聖靈本性單純。
How then will the sayings stand, "The Spirit of the Lord has filled the world," and, "Where shall I go from your Spirit?" But it seems he does not even confess the Spirit to be simple in nature.
1:318
Ἀριθμῷ γὰρ ἓν αὐτὸ ὀνομάζει
因為他稱祂為「數目上的一」。
For he calls him 'one in number.'
1:319
Πᾶν δὲ ὃ ἓν ἀριθμῷ τοῦτο οὐχ ἁπλοῦν, ὡς ἔφην, ἐστίν
然而,凡是數目上為一的,就如我所說,並非單純之物。
But whatever is one in number is not simple, as I have said.
1:320
Εἰ δὲ μὴ ἁπλοῦν ἐστι τὸ Πνεῦμα τὸ Ἅγιον, ἐξ οὐσίας καὶ ἁγιασμοῦ συνέστηκε·
若聖靈並非單純,那麼祂便是由本質與成聖組合而成的;
And if the Holy Spirit is not simple, he is composed of essence and sanctification;
1:321
Καὶ τίς οὕτως ἀνόητος ὡς σύνθετον εἰπεῖν τὸ Πνεῦμα τὸ Ἅγιον καὶ μὴ ἁπλοῦν καὶ κατὰ τὸν τῆς ἁπλότητος λόγον ὁμοούσιον Πατρὶ καὶ Υἱῷ;. Εἰ δὲ δεῖ προσβῆναι τῷ λόγῳ καὶ ἐποπτεῦσαι τὰ μεί ζονα, ἐκ τούτου μάλιστα τὴν θεϊκὴν δύναμιν τοῦ Ἁγίου Πνεύματος θεωρήσωμεν
有誰會如此愚昧,竟說聖靈是複合的、非單純的,而按單純性之理,祂又與父及子同質呢?倘若我們仍須進一步深入論述、觀照更重大之事,就讓我們特別從以下這一點來默想聖靈的神性大能。
and who is so senseless as to say that the Holy Spirit is composite and not simple, and yet, by the very principle of simplicity, consubstantial with the Father and the Son? But if we must go further in argument and contemplate the greater things, let us above all consider the divine power of the Holy Spirit from the following.
1:322
Τρεῖς κτίσεις εὑρήκαμεν ὀνομα ζομένας ἐν τῇ Γραφῇ·
我們在聖經中找到三種被稱為「創造」的事:
We have found three 'creations' named in Scripture:
1:323
μίαν μὲν καὶ πρώτην τὴν ἀπὸ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παραγωγήν, δευτέραν δὲ τὴν ἀπὸ τοῦ χείρονος εἰς τὸ κρεῖττον ἀλλοίωσιν, τρίτην δὲ τὴν ἐξανάστασιν τῶν νεκρῶν
第一種,是從不存在到存在的引出;第二種,是由較劣轉變為較優的改變;第三種,則是死人的復活。
the first, the bringing forth from non-being into being; the second, the transformation from worse to better; and the third, the resurrection of the dead.
1:324
Ἐν ταύταις εὑρήσεις συνεργὸν Πατρὶ καὶ Υἱῷ τὸ Ἅγιον Πνεῦμα
在這一切之中,你都會發現聖靈是父與子的同工。
In these you will find the Holy Spirit to be a fellow-worker with the Father and the Son.
1:325
Πάλιν ἄνθρωπος διὰ βαπτίσματος κτίζε ται
再者,人藉著洗禮而被重新創造。
Again, a man is created through baptism.
1:326
Εἴ τις γὰρ ἐν Χριστῷ καινὴ κτίσις
因為經上說:「若有人在基督裡,他就是新造的人。」
For "if anyone is in Christ, he is a new creation."
1:327
Ἀπελθόντες μαθητεύσατε πάντα τὰ ἔθνη βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος
「你們要去,使萬民作我的門徒,奉父、子、聖靈的名給他們施洗。」
"Go therefore and make disciples of all nations, baptizing them in the name of the Father and of the Son and of the Holy Spirit."
1:328
Ὁρᾷς κἀνταῦθα συμπαρὸν Πατρὶ καὶ Υἱῷ τὸ Ἅγιον Πνεῦμα
你看,在這裡聖靈也與父、子同在。
You see here too the Holy Spirit present together with the Father and the Son.
1:329
Τί δ' ἂν εἴποις καὶ περὶ τῆς ἀναστάσεως τῶν νεκρῶν, ὅταν ἐκλείψωμεν καὶ εἰς τὸν χοῦν ἡμῶν ἐπιστρέψωμεν; Γῆ γάρ ἐσμεν καὶ εἰς τὴν γῆν ἀπελευσόμεθα καὶ ἀποστελεῖ τὸ Πνεῦμα τὸ Ἅγιον καὶ κτίσει ἡμᾶς καὶ ἀνακαινίσει τὸ πρόσωπον τῆς γῆς
至於死人的復活,你又能說甚麼呢?當我們氣絕、歸回塵土之時——因為我們本是塵土,也要歸於塵土——祂必差遣聖靈,重新創造我們,更新地的面貌。
And what would you say concerning the resurrection of the dead, when we shall fail and return to our dust? For we are earth, and to the earth we shall depart; and he will send forth the Holy Spirit, and he will create us, and renew the face of the earth.
1:330
Ἀκούσωμεν δὲ πάλιν τοῦ ἁρπαγέντος ἕως τρίτου οὐρανοῦ
讓我們再聽一聽那位被提到第三層天的人怎麼說。
Let us listen again to him who was caught up to the third heaven.
1:331
Τί φησιν; Ὅτι ναὸς τοῦ ἐν ὑμῖν Ἁγίου Πνεύματός ἐστε
他說甚麼呢?他說:「你們是那在你們裡面之聖靈的殿。」
What does he say? That "you are a temple of the Holy Spirit who is in you."
1:332
Εἰ δὲ ναός ἐσμεν τοῦ Πνεύματος τοῦ Ἁγίου, Θεὸς τὸ Πνεῦμα τὸ Ἅγιον
若我們是聖靈的殿,那麼聖靈就是神。
And if we are a temple of the Holy Spirit, then the Holy Spirit is God.
1:333
Λέγει δὲ καὶ ναὸς Σολομῶντος, ἀλλ' ὡς κατα σκευάσαντος
經上也提到「所羅門的殿」,但那是就他建造此殿而言的。
Scripture also speaks of "Solomon's temple," but in the sense that he was the one who built it.
1:334
Εἰ δὲ οὕτως ἐσμὲν ναοὶ τοῦ Ἁγίου Πνεύμα τος, Θεὸς τὸ Ἅγιον Πνεῦμα·
但若我們是照這層意義作聖靈的殿,聖靈就是神——
But if it is in this sense that we are temples of the Holy Spirit, the Holy Spirit is God —
1:335
Ὁ γὰρ πάντα κατασκευάσας Θεός·
因為那建造萬有的,就是神。
for he who has constructed all things is God.
1:336
εἰ δὲ ὡς προσκυνουμένου καὶ ἐνοικοῦντος ἐν ἡμῖν, ὁμολογήσομεν αὐτὸ εἶναι Θεόν
但若是就祂受敬拜、且住在我們裡面而言,我們就要承認祂是神。
But if it is in the sense of one who is worshiped and dwells in us, we shall confess him to be God.
1:337
Κυρίῳ γὰρ τῷ Θεῷ σου προσκυνήσεις καὶ αὐτῷ μόνῳ λατρεύσεις
因為經上說:「你要拜主你的神,惟獨事奉祂。」
For "you shall worship the Lord your God, and him only shall you serve."
1:338
Εἰ δὲ τὴν Θεὸς φωνὴν παραιτοῖντο, μανθανέτωσαν τίνος ἐστὶ σημαντικὸν τὸ ὄνομα τοῦτο
若他們拒絕接受「神」這個稱呼,就讓他們去弄清楚,這名稱究竟意指甚麼。
But if they should refuse the name 'God,' let them learn what this name signifies.
1:339
Παρὰ γὰρ τὸ τεθεικέναι τὰ πάντα ἢ θεᾶσθαι Θεὸς ὀνομάζεται
因為「神」(Θεός)這名稱,或是源自「安置萬有」,或是源自「觀看」。
For he is named 'God' (Theos) either from 'having set/established all things' or from 'beholding.'
1:340
Εἰ τοίνυν Θεὸς εἴρηται παρὰ τὸ τεθεικέναι ἢ θεᾶσθαι τὰ πάντα, τὸ δὲ Πνεῦμα πάντα γινώσκει τὰ τοῦ Θεοῦ, ὡς τὸ πνεῦμα τὸ ἐν ἡμῖν τὰ ἡμέτερα, Θεὸς τὸ Πνεῦμα τὸ Ἅγιον
既然「神」之名是源於「安置」或「觀看」萬有,而聖靈知道神的一切事,正如我們裡面的靈知道我們自己的事一樣,那麼聖靈就是神。
If, then, 'God' is said from having established or from beholding all things, and the Spirit knows all the things of God, just as the spirit within us knows what is our own, then the Holy Spirit is God.
1:341
Καὶ πάλιν, εἰ ἡ μάχαιρα τοῦ Πνεύματος ῥῆμά ἐστι Θεοῦ, Θεὸς τὸ Πνεῦμα τὸ Ἅγιον
再者,若「聖靈的寶劍」就是「神的話語」,那麼聖靈就是神。
And again, if the sword of the Spirit is the word of God, then the Holy Spirit is God.
1:342
Ἐκείνου γάρ ἐστιν ἡ μάχαιρα οὗ καὶ ῥῆμα καλεῖται
因為那寶劍屬於誰,那話語也就稱為誰的。
For the sword belongs to him whose word it is also called.
1:343
Καὶ εἰ δεξιὰ τοῦ Πατρὸς ὀνομάζεται·
又若祂被稱為「父的右手」……
And if he is called the right hand of the Father...
1:344
Καὶ περὶ μὲν τῆς προσκυνητῆς καὶ ἁγίας Τριάδος τοσαῦτα ἡμῖν ἐπὶ τοῦ παρόντος εἰρήσθω
關於當受敬拜之聖三一,我們目前就先說到這裡。
Concerning the adorable and holy Trinity, then, let this much be said by us for the present.
1:345
Οὐ γὰρ νῦν δυνα τὸν πλατύτερον ἐξετάσαι τὸν περὶ αὐτῆς λόγον
因為此刻無法將有關此道的論述作更廣泛的探討。
For it is not possible now to examine the discourse concerning it more broadly.
1:346
Ὑμεῖς δὲ λαβόντες παρὰ τῆς ἡμετέρας ταπεινώσεως σπέρματα στά χυν ὥριμον ἑαυτοῖς γεωργήσατε, ἐπεὶ καὶ τόκους, ὡς ἴστε, τῶν τοιούτων προσαπαιτούμεθα
至於你們,既從我這卑微之人領受了種子,就當為自己耕種、使其結出成熟的穗子;因為你們知道,對於這樣的事,我們也要被要求交出利息。
But you, having received seeds from our humility, cultivate for yourselves a ripe ear of grain, since, as you know, we too shall be required to render interest on such things.
1:347
Πιστεύω δὲ τῷ Θεῷ ὅτι καρποφορήσετε καὶ τριάκοντα καὶ ἑξήκοντα καὶ ἑκατὸν διὰ τὴν καθαρότητα τοῦ βίου ὑμῶν
我信靠神,你們必因生活的純潔而結出果實,有三十倍的,有六十倍的,有一百倍的。
And I believe in God that you will bear fruit, thirty, sixty, and a hundredfold, because of the purity of your life.
1:348
Μακάριοι γὰρ οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται. Καὶ μηδὲ ἄλλο τι, ἀδελφοί, τὴν βασιλείαν τῶν οὐρανῶν νομίσητε ἢ τὴν τῶν ὄντων ἀληθῆ κατανόησιν ἣν καὶ μακαριότητα ὀνομάζουσιν αἱ θεῖαι Γραφαί
因為「清心的人有福了,因為他們必得見神」。弟兄們,你們不要以為天國是別的甚麼,天國無非就是對萬有真實的領悟,聖經也稱此為真福。
For "blessed are the pure in heart, for they shall see God." And do not, brethren, suppose the kingdom of heaven to be anything other than the true understanding of the things that are, which the divine Scriptures also call blessedness.
1:349
Εἰ γὰρ ἡ βασιλεία τῶν οὐρανῶν ἐντὸς ὑμῶν ἐστι, περὶ δὲ τὸν ἐντὸς ἄνθρωπον οὐδέν ἐστιν ᾗ θεωρία συνίσταται, θεωρία ἂν εἴη ἡ βασι λεία τῶν οὐρανῶν
因為,若「天國就在你們心裡」,而屬於內在的人的,除了默觀所賴以成立之事外別無他物,那麼天國便是默觀。
For if "the kingdom of heaven is within you," and nothing pertains to the inner man except that in which contemplation consists, then the kingdom of heaven would be contemplation.
1:350
Ὧν γὰρ νῦν τὰς σκιὰς καθορῶμεν ὡς ἐν κατόπτρῳ, ὕστερον ἀπαλλαγέντες τοῦ γεώδους σώματος τούτου καὶ ἄφθαρτον ἐπενδυσάμενοι καὶ ἀθάνατον τού των τὰ ἀρχέτυπα κατοψόμεθα
因為那些我們現今如同在鏡中所見其影子的事物,日後當我們脫離這屬地的身體、穿上那不朽壞、不死的身體之時,便要親眼看見它們的原型。
For the things whose shadows we now behold as in a mirror, once we have been freed from this earthy body and have put on the incorruptible and the immortal, we shall then behold their archetypes.
1:351
Ὀψόμεθα δέ, εἴ γε τὸν ἑαυτῶν βίον πρὸς τὸ εὐθὲς κυβερνῴημεν καὶ τῆς ὀρθῆς πίστεως ποιοίμεθα πρόνοιαν, ὧν χωρὶς οὐδεὶς ὄψεται τὸν Κύριον
我們必能看見祂,只要我們引導自己的生命歸於正直,並顧念正信;若無這些,無人能見主。
But we shall see him, if indeed we steer our own life aright and take forethought for right faith, without which no one shall see the Lord.
1:352
Εἰς γὰρ κακότεχνον ψυχήν, φησίν, οὐκ εἰσελεύ σεται σοφία, οὐδὲ κατοικήσει ἐν σώματι καταχρέῳ ἁμαρ τίαις
「因為,」經上說,「智慧不進入圖謀邪惡的靈魂,也不住在被罪所轄制的身體裡。」
For, it says, wisdom will not enter into a soul that devises evil, nor dwell in a body enslaved to sins.
1:353
Καὶ μηδεὶς ὑποκρουέτω λέγων ὅτι τὰ ἐν ποσὶν ἀγνοῶν περὶ τῆς ἀσωμάτου καὶ πάντη ἀΰλου οὐσίας ἡμῖν φιλοσοφεῖς
也不要有人插嘴說:「你連腳邊的事物尚且無知,卻對我們高談那無形、全然非物質的實體。」
And let no one interject, saying, "While ignorant of what lies at your feet, you philosophize to us about the incorporeal and wholly immaterial substance."
1:354
Καὶ γὰρ ἄτοπον κρίνω τὰς μὲν αἰσθήσεις ἐᾶν ἀκωλύτως τῶν ἰδίων ἐμπίπλασθαι ὑλῶν, τὸν δὲ νοῦν μόνον εἴργεσθαι τῆς οἰκείας ἐνεργείας
因為我認為,若讓感官不受阻礙地充分接受各自的對象,卻唯獨禁止心智發揮其本有的作用,實在是荒謬的。
For indeed I judge it absurd that the senses should be allowed to be filled unhindered with their own proper materials, while the mind alone should be barred from its proper activity.
1:355
Ὡς γὰρ ἡ αἴσθησις τῶν αἰσθητῶν, οὕτως ὁ νοῦς τῶν νοητῶν ἐπήβολός ἐστιν
正如感官能領受可感之物,同樣心智也能領受可知之物。
For as sense-perception apprehends things perceptible, so the mind apprehends things intelligible.
1:356
Ἅμα δὲ καὶ τοῦτο λεκτέον ὅτι τὰ φυσικὰ κριτήρια ἀδί δακτα πεποίηκεν ὁ κτίσας ἡμᾶς Θεός
同時也應當說,那創造我們的神,使自然的判斷能力無需教導便能運作。
At the same time this too must be said, that God who created us has made the natural criteria of judgment need no teaching.
1:357
Οὐδεὶς γὰρ διδάσ κει τὰς ὄψεις χρωμάτων ἢ σχημάτων ἀντιλαμβάνεσθαι, οὐδ' ἀκοὴν ψόφων τε καὶ φωνῶν, οὐδ' ὄσφρησιν ἀτμῶν εὐωδῶν τε καὶ δυσωδῶν, οὐδὲ γεῦσιν χυμῶν καὶ χυλῶν, οὐδ' ἁφὴν μαλακῶν καὶ σκληρῶν, ἢ θερμῶν καὶ ψυχρῶν
因為沒有人教導眼睛辨識顏色或形狀,沒有人教導聽覺辨識聲響與語音,沒有人教導嗅覺辨識香氣與臭氣,沒有人教導味覺辨識滋味與汁液,也沒有人教導觸覺辨識軟硬、冷熱。
For no one teaches the eyes to perceive colors or shapes, nor the hearing sounds and voices, nor the sense of smell fragrant and foul vapors, nor the taste flavors and juices, nor the touch soft and hard things, or hot and cold.
1:358
Οὐδὲ τὸν νοῦν ἐπιβάλλειν τοῖς νοητοῖς διδάξοι τις ἄν
同樣,也沒有人能教導心智去專注於可知之物。
Nor could anyone teach the mind to apply itself to things intelligible.
1:359
οἰκείαν ἐνέργειαν εὐκόλως ἀποπληροῦσιν, οὕτως καὶ ὁ νοῦς σαρκὶ συνδεθεὶς καὶ τῶν ἐκ ταύτης φαντασιῶν πληρωθεὶς πίστεως δεῖται καὶ πολιτείας ὀρθῆς, αἵτινες καταρτίζουσι τοὺς πόδας αὐτοῦ ὡσεὶ ἐλάφου καὶ ἐπὶ τὰ ὑψηλὰ αὐτὸν ἱστῶσιν
「……輕易地完成其本有的作用,同樣,心智既與肉身相連,又充滿由肉身而生的種種想像,便需要信與正直的生活;這信與行使它的腳如鹿蹄般矯健,並將它立於高處。」
...easily fulfill their own proper activity, so also the mind, bound to the flesh and filled with the images that arise from it, has need of faith and right conduct, which make its feet like the feet of a deer and set it upon the heights.
1:360
Τοῦτό τοι αὐτὸ καὶ ὁ σοφὸς παρεγγυᾷ Σολομῶν καὶ ποτὲ μὲν ἡμῖν προφέρει τὸν ἀνε παίσχυντον ἐργάτην τὸν μύρμηκα καὶ δι' αὐτοῦ τὴν πρακ τικὴν ὁδὸν ἡμῖν ὑπογράφει, ποτὲ δὲ τὸ τῆς σοφῆς μελίττης κηρόπλαστον ὄργανον καὶ δι' αὐτῆς τὴν φυσικὴν θεωρίαν αἰνίττεται ἐν ᾗ καὶ ὁ περὶ τῆς ἁγίας Τριάδος ἐγκέκραται λόγος, εἴπερ ἐκ καλλονῆς κτισμάτων ἀναλόγως ὁ γενεσιουργὸς θεωρεῖται
智慧的所羅門也教導同樣的道理:有時他向我們陳明那不知羞愧的工作者——螞蟻,並藉牠向我們描繪實行德行之道;有時他又藉那智慧蜜蜂用蠟築成的器具,暗示對自然的默觀,在此默觀中也交融著關於聖三一的道理,因為人若從受造之美相稱地默想,便能認識那創生萬有者。
This very thing wise Solomon also enjoins: at one time he sets before us the unashamed worker, the ant, and through it outlines for us the path of practical virtue; at another time he hints, through the wax-fashioned instrument of the wise bee, at the contemplation of nature, in which the teaching concerning the Holy Trinity is also blended, if indeed the Creator is analogously contemplated from the beauty of created things.
1:361
Ἀλλ' εὐχαριστήσαντες Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι πέρας ἐπιθῶμεν τῷ γράμματι, ἐπειδὴ πᾶν μέτρον ἄριστον, καὶ ἡ παροιμία φησίν
但讓我們感謝父、子、聖靈,就此為這封信作結,因為俗諺說:「凡事適度為佳。」
But having given thanks to the Father and the Son and the Holy Spirit, let us put an end to this letter, since "every measure is best," as the proverb says.
1:362
τ ΜΑΞΙΜΩ ΦΙΛΟΣΟΦΩ. Εἰκόνες ὄντως τῶν ψυχῶν εἰσιν οἱ λόγοι
致哲學家馬克西姆。言語確實是靈魂的形像。
TO MAXIMUS THE PHILOSOPHER. Words are indeed images of souls.
1:363
Κατεμάθομεν οὖν σε διὰ τοῦ γράμματος, ὅσον, φασίν, ἐξ ὀνύχων τὸν λέοντα, καὶ ἥσθημεν εὑρόντες περὶ τὰ πρῶτα καὶ μέγιστα τῶν ἀγαθῶν οὐκ ἀργῶς διακείμενον, τήν τε πρὸς τὸν Θεὸν ἀγάπην καὶ τὸν πλησίον
因此我們藉著你的信認識了你,正如俗語所說「由爪認獅」;我們也欣喜地發現你對那首要且至大的美善——愛神與愛鄰舍——並非漠不關心。
So we came to know you through your letter, as much, they say, as one knows the lion from its claws, and we were delighted to find you not indifferent to the first and greatest of goods, namely, love toward God and toward one's neighbor.
1:364
Σημεῖον δὲ ποιούμεθα τοῦ μὲν τὴν περὶ ἡμᾶς δεξιότητά σου, τοῦ δὲ τὴν περὶ τὴν γνῶσιν σπουδήν
我們將你對我們的殷勤視為前者的憑證,將你對知識的熱忱視為後者的憑證。
And we take, as a sign of the one, your graciousness toward us, and, as a sign of the other, your zeal concerning knowledge.
1:365
Ὅτι δὲ ἐν δυοῖν τούτοιν ἐστὶ τὰ ὅλα γνώριμον παντὶ Χριστοῦ μαθητῇ
至於這兩者涵括了一切,這是每個基督門徒都知道的。
But that the whole consists in these two commandments is known to every disciple of Christ.
1:366
οὐ πάρεστί γε μὴν τὰ βιβλία, διόπερ οὐκ ἀπεστείλαμεν
然而書卷目前不在手邊,所以我們並未寄送。
However, the books are not at hand, and therefore we have not sent them.
1:367
Οὐ πάντα θαυ μάζομεν τοῦ ἀνδρός·
我們並非讚賞這人的一切;
We do not admire everything about the man;
1:368
ἔστι δὲ ἃ καὶ παντελῶς διαγράφομεν
有些地方我們甚至完全予以摒棄。
but there are some things which we altogether reject.
1:369
Σχεδὸν γὰρ ταυτησὶ τῆς νῦν περιθρυλουμένης ἀσεβείας, τῆς κατὰ τὸ Ἀνόμοιον λέγω, οὗτός ἐστιν, ὅσα γε ἡμεῖς ἴσμεν, ὁ πρῶτος ἀνθρώποις τὰ σπέρματα παρασχών
因為據我們所知,這人幾乎是第一個把如今廣為流傳的這種不虔敬——我是指「異質派」(Anomoean)之說——的種子散播給世人的人。
For he is almost, as far as we know, the first to have furnished men with the seeds of this impiety now so widely bruited about—I mean that of the Anomoeans.
1:370
Αἴτιον δέ, οἶμαι, οὐ πονηρία γνώμης, ἀλλὰ τὸ σφόδρα βούλεσθαι ἀντιτείνειν τῷ Σαβελλίῳ
我想,其原因不在於心術邪惡,而在於他極力想要反駁撒伯流(Sabellius)。
The cause, I think, is not wickedness of intent, but his excessive desire to oppose Sabellius.
1:371
Εἴωθα γοῦν ἀπεικάζειν ἐγὼ φυτοκόμῳ νεαροῦ φυτοῦ διαστροφὴν ἀπευθύνοντι, εἶτα τῇ ἀμετρίᾳ τῆς ἀνθολκῆς διαμαρτόντι τοῦ μέσου καὶ πρὸς τὸ ἐναντίον ἀπαγαγόντι τὸ βλάστημα
因此我常把他比作一位園丁,矯正幼苗的彎曲,卻因反向拉扯過度而偏離中道,反倒把幼苗拉向了另一個極端。
So I am accustomed to compare him to a gardener straightening the crookedness of a young plant, who then, through the excess of his counter-pull, misses the mean and drags the sapling over to the opposite side.
1:372
Τοιοῦτόν τι καὶ περὶ τὸν ἄνδρα τοῦτον γεγενημένον εὕρομεν
我們發現,這人身上也發生了類似的事。
We have found that something of this sort happened also in the case of this man.
1:373
Ἀντιβαίνων γὰρ σφοδρῶς τῇ ἀσεβείᾳ τοῦ Λίβυος, ἔλαθεν ἑαυτὸν εἰς τὸ ἐναντίον κακὸν ὑπὸ τῆς ἄγαν φιλοτιμίας ὑπενεχθείς
因為他在猛烈反對那利比亞人(撒伯流)的不虔敬時,竟因過度的好勝心,在不知不覺間被帶向了相反的謬誤。
For in violently opposing the impiety of the Libyan, he was carried, unaware to himself, by excessive ambition into the opposite evil.
1:374
Ὧ γε τοσοῦτον ἐξαρκοῦν δεῖξαι ὅτι οὐ ταὐτὸν τῷ ὑποκει μένῳ Πατὴρ καὶ Υἱός, καὶ ταῦτα ἔχειν κατὰ τοῦ βλασφη μοῦντος τὰ νικητήρια, ὃ δέ, ἵνα πάνυ ἐναργῶς καὶ ἐκ τοῦ περιόντος κατακρατῇ, οὐχ ἑτερότητα μόνον τῶν ὑποστάσεων τίθεται, ἀλλὰ καὶ οὐσίας διαφορὰν καὶ δυνά μεως ὕφεσιν καὶ δόξης παραλλαγήν
對他而言,本來只需證明父與子在本體上並非同一,便足以在這位褻瀆者面前贏得勝利;然而他為了要極其明顯、且綽綽有餘地取勝,不僅主張位格(hypostases)有別,甚至主張本質有異、能力有減、榮耀有差。
For whom it would have sufficed merely to show that Father and Son are not identical in substrate, and thereby to hold the victory over the blasphemer; but he, in order to prevail quite clearly and with something to spare, posits not only otherness of hypostases, but also a difference of substance, a diminution of power, and a variation of glory.
1:375
Ὥστε ἐκ τούτου συνέβη κακοῦ μὲν αὐτὸν κακὸν διαμεῖψαι, τῆς δὲ ὀρθό τητος τοῦ λόγου διαμαρτεῖν
因此結果是,他只是以一惡換取另一惡,終究偏離了正確教義的正道。
So that it came about from this that he exchanged one evil for another, and missed the rectitude of true doctrine.
1:376
Ταύτῃ τοι καὶ παντοδαπός ἐστιν ἐν τοῖς συγγράμμασιν, νῦν μὲν ἀναιρῶν τὸ ὁμοούσιον, διὰ τὸν ἐπ' ἀθετήσει τῶν ὑποστάσεων κακῶς αὐτῷ κεχρη μένον, νῦν δὲ προσιέμενος ἐν οἷς ἀπολογεῖται πρὸς τὸν ὁμώνυμον
因此他在著作中也顯得反覆不一:有時因那濫用「同質」(homoousios)一詞以否定諸位格的人而拒斥這詞,有時卻又在為自己對抗同名者辯護之處,承認這詞。
For this reason he is also inconsistent in his writings, now rejecting the term "homoousios," because of the man who misused it against him to deny the hypostases, now admitting it in the passages where he defends himself against his namesake.
1:377
Πρὸς δὲ τούτοις καὶ περὶ τοῦ Πνεύματος ἀφῆκε φωνὰς ἥκιστα πρεπούσας πνευματικῷ, τῆς προσ κυνουμένης αὐτὸ θεότητος ἐξορίζων καὶ κάτω που τῇ κτιστῇ καὶ λειτουργῷ φύσει συναριθμῶν
此外,關於聖靈,他也發出了極不合乎屬靈之人身分的言論,將聖靈逐出當受敬拜的神性之外,並把祂歸入受造且供職役使的本性之列。
In addition to this, concerning the Spirit he has also let fall statements least befitting a spiritual man, banishing it from the worshiped Godhead and numbering it somewhere below among created and ministering nature.
1:378
Ἐγὼ δέ, εἰ χρὴ τοὐμὸν ἴδιον εἰπεῖν, τὸ ὅμοιον κατ' οὐσίαν, εἰ μὲν προσκείμενον ἔχει τὸ ἀπαραλλάκτως, δέχο μαι τὴν φωνὴν ὡς εἰς ταὐτὸν τῷ ὁμοουσίῳ φέρουσαν, κατὰ τὴν ὑγιᾶ δηλονότι τοῦ ὁμοουσίου διάνοιαν
至於我自己,若必須說出個人的看法:「在本質上相似」一詞,若附加「毫無差異」,我便接納這說法,認為它與「同質」一詞所指相同——當然是按照「同質」一詞的健全意涵而言。
As for myself, if I must state my own opinion, the term "like in substance," if it has "without variation" attached to it, I accept the expression as tending to the same thing as "homoousios," according, of course, to the sound sense of "homoousios."
1:379
Ὅπερ καὶ τοὺς ἐν Νικαίᾳ νοήσαντας, Φῶς ἐκ Φωτὸς καὶ Θεὸν ἀλη θινὸν ἐκ Θεοῦ ἀληθινοῦ καὶ τὰ τοιαῦτα τὸν Μονογενῆ προσειπόντας, ἐπαγαγεῖν ἀκολούθως τὸ ὁμοούσιον
這也正是尼西亞的教父們所領會的:他們稱獨生子為「出於光的光」、「出於真神的真神」等等,並因此順理成章地加上了「同質」一詞。
This is also what those at Nicaea, having understood it, and having addressed the Only-begotten as "Light from Light" and "true God from true God" and such things, consequently added "homoousios."
1:380
Οὔτε οὖν φωτὸς πρὸς φῶς, οὔτε ἀληθείας πρὸς ἀλήθειάν ποτε, οὔτε τῆς τοῦ Μονογενοῦς οὐσίας πρὸς τὴν τοῦ Πατρός, ἐπινοῆσαί τινα παραλλαγὴν δυνατόν
因為無論光對光、真理對真理,或是獨生子的本質對父的本質,都無法設想有任何差異。
For it is never possible to conceive any variation of light in relation to light, nor of truth in relation to truth, nor of the substance of the Only-begotten in relation to that of the Father.
1:381
Εἴ τις οὖν οὕτως ὡς εἶπον ἐκδέχοιτο, προσίεμαι τὴν φωνήν
因此,若有人如我所說的那樣理解這說法,我便接受它。
If, then, anyone understands it in the way I have said, I admit the expression.
1:382
ὡς τοῦ Μονογενοῦς τὴν δόξαν κατασμικρύνον
「……視為貶低了獨生子的榮耀。」
...as diminishing the glory of the Only-begotten.
1:383
Καὶ γὰρ καὶ ἀμυ δραῖς ἐμφερείαις καὶ πλεῖστον τῶν ἀρχετύπων ἀποδεού σαις τὸ ὅμοιον πολλάκις ἐπιλέγειν εἰώθαμεν
因為我們也常常把「相似」一詞用在那些模糊、且遠遜於其原型的相似之物上。
For indeed we are also accustomed often to apply the term "like" to faint resemblances that fall far short of their archetypes.
1:384
Ἐπεὶ οὖν ἧττον οἴομαι κακουργεῖσθαι τὸ ὁμοούσιον, οὕτω καὶ αὐτὸς τίθεμαι
既然我認為「同質」一詞較不容易被惡意曲解,我自己也如此採用這個詞。
Since, then, I think that "homoousios" is less liable to be maliciously misused, I myself likewise set it down as the term to use.
1:385
Ἡμεῖς μὲν γὰρ ὑπὸ τῆς ἀρρωστίας, μικροῦ δεῖν, ὥσπερ τὰ φυτὰ ἐπὶ τῆς αὐτῆς χώρας ἀεὶ κατεχό μεθα, καὶ ἅμα τὸ λαθεῖν βιώσαντες ἐν τοῖς πρώτοις τῶν ἀγαθῶν ἄγομεν
至於我們,由於體弱多病,幾乎總是像植物一樣被固定在同一個地方;同時,我們也把默默無聞地度過此生,視為至高的美善之一。
For as for us, on account of our infirmity, we are, well nigh, always held fast in the same place, like plants, and at the same time we count it among the chief of blessings to have lived unnoticed.
1:386
Σὺ δὲ ἔρρωσαί τε, ὥς φασι, καὶ ἅμα πολίτην σεαυτὸν τῆς οἰκουμένης ποιήσας δίκαιος ἂν εἴης καὶ δεῦρο φοιτᾶν, ὡς εἰς μέρος τῆς σεαυτοῦ
而你身體強健,如人所言,既然你已使自己成為普世的公民,你理當也蒞臨此地,如同來到你自己領域的一部分。
But you are strong, as they say, and having made yourself a citizen of the inhabited world, you would be right to come here too, as to a part of your own domain.
1:387
Εἰ γὰρ καὶ τοῖς πρακτικοῖς ὑμῖν πρέπουσι δῆμοι καὶ πόλεις, αἷς τὰς κατ' ἀρετὴν πράξεις ἐνεπιδείκνυσθε, ἀλλά γε πρὸς θεωρίαν καὶ τὴν κατὰ νοῦν ἐνέργειαν, δι' ἧς συναπτόμεθα τῷ Θεῷ, ἀγαθὴ συνεργὸς ἡ ἡσυχία·
因為即便對你們這些從事實務的人來說,民眾與城邦確實適合你們藉此展現合乎德行的作為;然而對於默觀以及那使我們與神相連的心智活動而言,靜修(hesychia)卻是良好的助力;
For even if peoples and cities are fitting for you men of action, in which you display your virtuous deeds, yet for contemplation and the activity of the mind, through which we are joined to God, quiet retirement is a good helper;
1:388
ἣν πολλὴν ἐπὶ τῆς ἐσχα τιᾶς καὶ ἄφθονον γεωργοῦμεν σὺν αὐτῷ γε εἰπεῖν τῷ παρασχομένῳ ἡμῖν Θεῷ
我們在這邊陲之地,豐豐富富、毫不吝惜地耕耘著這靜修,可以說,是與那賜予我們這一切的神一同耕耘的。
which we cultivate abundantly and without stint here at the edge of the world, together, I may say, with God himself who has granted it to us.
1:389
Εἰ δὲ πάντως δεῖ περιέπειν τὰς δυναστείας καὶ περιφρονεῖν τοὺς χαμαὶ κειμένους ἡμᾶς, σὺ δὲ ἄλλα γράφε καὶ ταύτῃ ποίει ἡδίους
但若真的非得殷勤逢迎權貴、輕視我們這卑微度日之人不可,那麼請你換個寫法,如此才能使你的信更討人喜悅。
But if it is altogether necessary to court the powerful and to look down upon us who lie in a humble state, then write otherwise, and in this way make your letters more agreeable.
← 上一段下一段 →
1

新的原文誦讀上線時通知我

每次有新章節誦讀影片就寄一封信。採雙重確認,隨時可一鍵取消。