📜 Verbum · 聖言
原文誦讀聖經與教父文獻

← 回書卷目次 · 希臘教父 › 創世六日

巴西流

創世六日 第 5 章

希臘文原文.486 節.部分字詞可點開查義

← 第 4 章第 6 章 →
5:1
βλαστησάτω γῆ βοτάνην χόρτου, σπεῖρον σπέρμα κατὰ γένος, καὶ ξύλον κάρπιμον ποιοῦν καρπὸν κατὰ γένος, οὗ τὸ σπέρμα αὐτοῦ ἐν αὐτῷ
「地要長出青草,結出種子的菜蔬,各從其類;並結果子的樹木,各從其類,果子都包著核。」
"Let the earth bring forth the herb of grass, yielding seed after its kind, and the fruit tree bearing fruit after its kind, whose seed is in itself."
5:2
Ἀκολούθως μετὰ τὸ ἀναπαύσασθαι τὴν γῆν ἀποσκευασαμένην τὸ βάρος τοῦ ὕδατος, τὸ πρόσταγμα αὐτῇ γέγονε βλαστῆσαι πρῶτον βοτάνην, ἔπειτα ξύλον·
順理成章地,當地卸下水的重擔、得了安歇之後,就有命令臨到它,要它先長出菜蔬,然後長出樹木;
Consistently, after the earth had rested, having been relieved of the burden of the water, the command came to it to bring forth first the herb, then the tree;
5:3
ὅπερ ἔτι καὶ νῦν ὁρῶμεν γινόμενον
這事直到如今我們仍見其發生。
which even now we see happening.
5:4
γὰρ τότε φωνὴ, καὶ τὸ πρῶτον ἐκεῖνο πρόσταγμα, οἷον νόμος τις ἐγένετο φύσεως, καὶ ἐναπέμεινε τῇ γῇ, τὴν τοῦ γεννᾶν αὐτῇ καὶ καρποφορεῖν δύναμιν εἰς τὸ ἑξῆς παρεχόμενος
因為那時的聲音、那起初的命令,彷彿成了一條自然的律,存留在地中,賦予地此後生養並結實的能力。
For the voice of that time, and that first command, became as it were a law of nature, and remained in the earth, furnishing it for the future with the power of generating and bearing fruit.
5:5
Πρῶτόν ἐστιν ἐν τῇ γενέσει τῶν φυομένων βλάστησις·
在生長之物的形成中,最先的乃是發芽;
The first thing in the genesis of growing things is the sprouting;
5:6
ἔπειτα, ὅταν προκύψῃ μικρὸν τὰ βλαστήματα, βοτάνη γίνεται·
其次,當嫩芽稍稍冒出時,便成了幼苗;
then, when the sprouts have come up a little, it becomes a young plant;
5:7
εἶτ ἐπειδὰν αὐξηθῇ, χόρτος ἐστὶ, κατὰ μικρὸν διαρθρουμένων τῶν φυομένων, καὶ μέχρι τῆς ἐπὶ τὸ σπέρμα τελειώσεως προϊόντων
然後,當它長大時,便成了草,那生長之物逐漸成形,直至在結子時臻於完成。
then, when it has grown, it is grass, the growing things being articulated little by little, and advancing to their completion at the seed.
5:8
Τὸ γὰρ χλοερὸν καὶ ποάζον παραπλήσιόν ἐστιν ἁπάντων
因為一切植物在青綠草本的階段都頗為相似。
For the green and grassy is much alike in all of them.
5:9
Βλαστησάτω γῆ βοτάνην χόρτου
「地要長出青草菜蔬。」
"Let the earth bring forth the herb of grass."
5:10
Καθ ἑαυτὴν γῆ προφερέτω τὴν βλάστησιν, οὐδεμιᾶς συνεργείας ἑτέρωθεν δεομένη
讓地憑自己長出它的苗來,不需任何別處的協助。
Let the earth by itself put forth its growth, needing no cooperation from elsewhere.
5:11
Ἐπειδή τινες οἴονται τὸν ἥλιον αἴτιον εἶναι τῶν ἀπὸ τῆς γῆς φυομένων, τῇ ὁλκῇ τοῦ θερμοῦ πρὸς τὴν ἐπιφάνειαν τὴν ἐκ τοῦ βάθους δύναμιν ἐπισπώμενον, διὰ τοῦτο πρεσβυτέρα τοῦ ἡλίου περὶ γῆν διακόσμησις·
既然有些人以為太陽是地上萬物生長之因,認為它以熱的吸力把那能力從深處引到地面,所以地上萬物的安排乃是先於太陽的;
Since some suppose the sun to be the cause of the things that grow from the earth, drawing the power from the depth up to the surface by the attraction of its heat, for this reason the ordering of things about the earth is older than the sun;
5:12
ἵνα καὶ τοῦ προσκυνεῖν τὸν ἥλιον, ὡς αὐτὸν τὴν αἰτίαν τῆς ζωῆς παρεχόμενον, οἱ πεπλανημένοι παύσωνται
為要使那些受迷惑的人不再敬拜太陽,彷彿它供應了生命之因。
in order that the deceived may cease from worshiping the sun, as though it furnished the cause of life.
5:13
Ἐὰν ἄρα πεισθῶσιν, ὅτι πρὸ τῆς ἐκείνου γενέσεως τὰ περὶ τὴν γῆν πάντα διακεκόσμητο, καὶ τοῦ ἀμέτρου περὶ αὐτὸν θαύματος καθυφῶσιν, ἐνθυμηθέντες ὅτι χόρτου καὶ βοτάνης νεώτερός ἐστι κατὰ τὴν γένεσιν
那麼,他們若信服在太陽形成之前、地上萬物已被安排妥當,當他們想到太陽在形成上比草和菜蔬還要年輕時,便會收斂他們對它那無度的驚嘆。
If, then, they are persuaded that before its genesis all things about the earth had been set in order, they will abate their boundless wonder concerning it, when they reflect that it is younger in genesis than grass and herb.
5:14
Ἆρα οὖν τοῖς μὲν βοσκήμασιν τροφὴ προαπετέθη, τὸ δὲ ἡμέτερον οὐδεμιᾶς ἐφάνη προνοίας ἄξιον; Ἀλλὰ μάλιστα μὲν βουσὶ καὶ ἵπποις τὸν χιλὸν προαποθέμενος, σοὶ τὸν πλοῦτον καὶ τὴν ἀπόλαυσιν παρασκευάζει
難道糧食是先為牲畜預備的,而我們這一份卻顯得不值得任何顧念麼?其實,那位先為牛馬預備了草料的,正是在為你預備財富與享受。
Was food, then, laid up beforehand for the cattle, while our own portion appeared worthy of no forethought? But surely He who laid up fodder beforehand for oxen and horses is preparing for you wealth and enjoyment.
5:15
γὰρ τὰ κτήματα σου διατρέφων, τὴν σὴν συναύξει τοῦ βίου κατασκευήν
因為那養活你牲畜的,正是在增添你生活的供給。
For He who nourishes your livestock is increasing your provision for life.
5:16
Ἔπειτα, τῶν σπερμάτων γένεσις τί ἄλλο ἐστὶ, καὶ οὐχὶ τῆς σῆς διαγωγῆς παρασκευή; πρὸς τῷ πολλὰ τῶν ἐν πόαις ἔτι καὶ λαχάνοις ὄντων, τροφὴν ἀνθρώπων ὑπάρχειν
再者,種子的生成豈不正是為你生計的供應麼?此外,許多尚屬青草與菜蔬之列的,也作了人的食物。
Furthermore, the genesis of seeds—what else is it but a provision for your sustenance? Besides which, many of the things that are still among grasses and vegetables serve as food for men.
5:17
Βλαστησάτω γῆ βοτάνην χόρτου, σπεῖρον σπέρμα, φησὶ, κατὰ γένος
祂說:「地要長出青草菜蔬,結出種子,各從其類。」
"Let the earth bring forth the herb of grass, yielding seed," He says, "after its kind."
5:18
Ὥστε κἄν τι γένος βοτάνης ἑτέροις διαφέρῃ, κἀκείνων τὸ κέρδος πρὸς ἡμᾶς ἐπανέρχεται, καὶ ἡμῖν χρῆσις τῶν σπερμάτων ἀφώρισται·
如此,縱然某類菜蔬是給別的生物用的,連那益處也歸於我們,而種子的用途乃是分別出來歸我們的;
So that even if some kind of herb is of use to others, even their profit accrues to us, and to us the use of the seeds has been set apart;
5:19
ὥστε εἶναι τὸν νοῦν τῶν εἰρημένων τοιοῦτον, Βλαστησάτω γῆ βοτάνην χόρτου, καὶ σπέρμα σπεῖρον κατὰ γένος
所以所說的意思乃是:地要長出青草菜蔬,並結出種子,各從其類。
so that the sense of what is said is this: Let the earth bring forth the herb of grass, and seed yielding after its kind.
5:20
Οὕτω γὰρ καὶ τὸ τῆς λέξεως ἀκόλουθον ἀποκαταστῆναι δυνήσεται, ἀκαταλλήλως νῦν τῆς συντάξεως ἔχειν δοκούσης, καὶ τὸ ἀναγκαῖον τῶν ὑπὸ τῆς φύσεως οἰκονομουμένων διασωθήσεται
因為這樣,文句恰當的順序才得以恢復——如今的句法看似排列不當——而自然所經管之事中那必要的部分也得以保全。
For thus the proper sequence of the wording will also be able to be restored—the construction now seeming to be ill-ordered—and what is necessary among the things administered by nature will be preserved.
5:21
Πρῶτον μὲν γὰρ βλάστησις, εἶτα χλοὴ, εἶτα χόρτου αὔξησις, εἶτα ἀπαρτισμὸς τῶν αὐξομένων διὰ τοῦ σπέρματος
因為先有發芽,繼有青綠,再有草的長成,然後是那生長之物藉著種子而完備。
For first there is sprouting, then verdure, then the growth of grass, then the completion of the growing things by means of the seed.
5:22
Πῶς οὖν, φασὶ, πάντα εἶναι τὰ ἐκ τῆς γῆς φυόμενα σπερματικὰ λόγος ἐνδείκνυται, ὅπου γε οὔτε κάλαμος, οὔτε ἄγρωστις, οὔτε μίνθη, οὐ κρόκος, οὐ σκόροδον, οὐ βούτομον, οὐδ ἄλλα μυρία γένη φυτῶν σπερματίζοντα φαίνεται; Πρὸς δὴ τοῦτό φαμεν, ὅτι πολλὰ τῶν φυομένων ἐκ τῆς γῆς ἐπὶ τοῦ πυθμένος καὶ τῆς ῥίζης ἔχει τὴν δύναμιν τῶν σπερμάτων
那麼他們問:經文何以表明凡從地生長的都是含種子的,既然蘆葦、狗牙根、薄荷、番紅花、大蒜、菖蒲,以及無數別樣的植物都不見結子呢?對此我們說:許多從地生長之物,乃在其根底與根莖中蘊藏著種子的能力。
How then, they say, does the text indicate that all the things growing from the earth are seed-bearing, seeing that neither reed, nor dog's-tooth grass, nor mint, nor crocus, nor garlic, nor sweet-flag, nor countless other kinds of plants appear to bear seed? To this we say that many of the things growing from the earth have the power of the seeds in the base and the root.
5:23
Ὥσπερ κάλαμος, μετὰ τὴν ἐπέτειον αὔξησιν, ἀπὸ τῆς ῥίζης ἀφίησί τινα προβολὴν, σπέρματος λόγον ἔχουσαν, πρὸς τὸ μέλλον
正如蘆葦,每年生長之後,便從根上發出某種新枝,為著將來而具有種子的功用。
Just as the reed, after its yearly growth, sends up from the root a certain shoot, having the function of a seed, for the time to come.
5:24
Τοῦτο δὲ ποιεῖ καὶ ἄλλα μυρία, ὅσα διὰ γῆς νεμόμενα ἐν ταῖς ῥίζαις τὴν διαδοχὴν κέκτηται
無數別的植物也是如此,凡藉地下蔓延者,都在其根中具有繁衍的接續。
And countless others do this too, as many as, spreading through the ground, have their succession in their roots.
5:25
Ὥστε παντός ἐστιν ἀληθέστερον τὸ, ἑκάστῳ τῶν φυομένων σπέρμα εἶναι, δύναμίν τινα σπερματικὴν ἐνυπάρχειν
故此這話最為千真萬確:每一種生長之物,或有種子,或內含某種能生的力量。
So that this is most entirely true: that for each of the growing things there is either seed, or some seminal power present within it.
5:26
Καὶ τοῦτό ἐστι τὸ, Κατὰ γένος
這正是「各從其類」的意思。
And this is the meaning of "after its kind."
5:27
Οὐ γὰρ προβολὴ τοῦ καλάμου ἐλαίας ἐστὶ ποιητικὴ, ἀλλὰ ἐκ καλάμου μὲν ἕτερος κάλαμος, ἐκ δὲ τῶν σπερμάτων τὰ συγγενῆ τοῖς καταβληθεῖσιν ἀποβλαστάνει
因為蘆葦的新枝不會生出橄欖樹,乃是由蘆葦生出另一根蘆葦,由種子長出與所撒之種同類之物。
For the shoot of the reed is not productive of an olive, but from a reed comes another reed, and from seeds there sprout up things akin to what was sown.
5:28
Καὶ οὕτω τὸ ἐν τῇ πρώτῃ γενέσει προβληθὲν παρὰ τῆς γῆς, μέχρι νῦν διασώζεται, τῇ ἀκολουθίᾳ τῆς διαδοχῆς φυλασσομένου τοῦ γένους
如此,那在起初受造時由地所長出的,直到如今仍得保存,藉著接續的次序,物種得以維繫。
And thus what was put forth by the earth in the first genesis is preserved even until now, the kind being kept by the sequence of succession.
5:29
Νόησόν μοι ἐκ μικρᾶς φωνῆς, καὶ προστάγματος οὕτω βραχέος, τὴν κατεψυγμένην καὶ ἄγονον ὠδίνουσαν ἀθρόως καὶ πρὸς καρπογονίαν συγκινουμένην, ὥσπερ τινὰ σκυθρωπὴν καὶ πενθήρη ἀπορρίψασαν περιβολὴν, μεταμφιεννυμένην τὴν φαιδροτέραν καὶ τοῖς οἰκείοις κόσμοις ἀγαλλομένην, καὶ τὰ μυρία γένη τῶν φυομένων προβάλλουσαν
你且為我想想:由那麼微小的一句話、那麼簡短的一道命令,那冰冷不育的大地竟頓時陣痛臨產、被激動而結出果實——彷彿脫去某件陰沉哀悼的衣裳,重新披上更為光燦的華服,以自身的妝飾歡躍,並長出無數種類的草木。
Consider for me, from so small a voice and command so brief, the chilled and barren earth all at once travailing in birth and stirred up to fruit-bearing—as it were casting off some gloomy and mournful garment, and clothing itself anew in a more radiant one, exulting in its own ornaments, and putting forth the countless kinds of growing things.
5:30
Βούλομαί σοι σφοδρότερον τῆς κτίσεως ἐνιδρυνθῆναι τὸ θαῦμα, ἵν ὅπου περ ἂν εὑρεθῇς, καὶ ὁποίῳ δήποτε γένει τῶν φυομένων παραστῇς, ἐναργῆ λαμβάνῃς τοῦ ποιήσαντος τὴν ὑπόμνησιν
我願這受造之奇更深地紮根在你裡面,好叫你無論身在何處、站在哪一種草木旁,都能鮮明地想起那造物主。
I wish the wonder of the creation to be more firmly established in you, so that wherever you may find yourself, and beside whatever kind of growing thing you may stand, you may receive a vivid reminder of the Maker.
5:31
Πρῶτον μὲν οὖν ὅταν ἴδῃς βοτάνην χόρτου καὶ ἄνθος, εἰς ἔννοιαν ἔρχου τῆς ἀνθρωπίνης φύσεως, μεμνημένος τῆς εἰκόνος τοῦ σοφοῦ Ἡσαΐου, ὅτι Πᾶσα σὰρξ ὡς χόρτος, καὶ πᾶσα δόξα ἀνθρώπου ὡς ἄνθος χόρτου
那麼,首先,每逢你看見青草和花朵,就當想到人的本性,記起智慧的以賽亞那比喻:「凡有血氣的盡都如草,他一切的榮美都像草上的花。」
First, then, whenever you see the herb of grass and the flower, come to a consideration of human nature, remembering the image of the wise Isaiah: "All flesh is grass, and all the glory of man as the flower of grass."
5:32
Τὸ γὰρ ὀλιγοχρόνιον τῆς ζωῆς, καὶ τὸ ἐν ὀλίγῳ περιχαρὲς καὶ ἱλαρὸν τῆς ἀνθρωπίνης εὐημερίας, καιριωτάτης παρὰ τῷ προφήτῃ τετύχηκε τῆς εἰκόνος
因為人生之短暫,以及人世興盛中那瞬息的歡愉喜樂,在先知筆下找到了最貼切的比喻。
For the brevity of life, and the short-lived gladness and cheerfulness of human prosperity, has met with a most fitting image in the prophet.
5:33
Σήμερον εὐθαλὴς τῷ σώματι, κατασεσαρκωμένος ὑπὸ τρυφῆς, ἐπανθοῦσαν ἔχων τὴν εὔχροιαν ὑπὸ τῆς κατὰ τὴν ἡλικίαν ἀκμῆς, σφριγῶν καὶ σύντονος, καὶ ἀνυπόστατος τὴν ὁρμὴν, αὔριον αὐτὸς οὗτος ἐλεεινὸς, τῷ χρόνῳ μαρανθεὶς, νόσῳ διαλυθείς
今天身體茁壯,因奢逸而豐腴,因年華正盛而面色紅潤,精力充沛、勁道十足,氣勢莫之能擋——明天這同一個人卻成了可憐之輩,或被歲月凋枯,或被疾病摧垮。
Today flourishing in body, well-fleshed from luxury, having a bloom of fair complexion from the prime of his age, vigorous and taut, irresistible in his impulse—tomorrow this same man is pitiable, either withered by time or dissolved by disease.
5:34
δεῖνα περίβλεπτος ἐπὶ χρημάτων περιουσίᾳ·
某人因財富豐厚而為人所豔羨;
A certain man is admired for his abundance of riches;
5:35
καὶ πλῆθος περὶ αὐτὸν κολάκων·
一大群諂媚者環繞著他;
and a host of flatterers surrounds him;
5:36
δορυφορία φίλων προσποιητῶν τὴν ἀπ αὐτοῦ χάριν θεραπευόντων·
一隊假冒的朋友充作護衛,巴結著向他討好;
a bodyguard of pretended friends who court the favor from him;
5:37
πλῆθος συγγενείας, καὶ ταύτης κατεσχηματισμένης·
一大批親族,而且還是裝出來的親族;
a multitude of kinsmen, and that a feigned kinship;
5:38
ἑσμὸς τῶν ἐφεπομένων μυρίος τῶν τε ἐπὶ σιτίων καὶ τῶν κατὰ τὰς χρείας αὐτῷ προσεδρευόντων, οὓς καὶ προϊὼν καὶ πάλιν ἐπανιὼν ἐπισυρόμενος ἐπίφθονός ἐστι τοῖς ἐντυγχάνουσι
一群無數的隨從,既有為赴宴而來的,也有伺候他各樣需用的;他出入時把這些人前呼後擁地拖帶著,便成了路人所妒羨的對象。
a countless swarm of followers, both those attending him for meals and those waiting upon him for his needs, whom, dragging them along as he goes out and comes back again, he is an object of envy to those he meets.
5:39
Πρόσθες τῷ πλούτῳ καὶ πολιτικήν τινα δυναστείαν, καὶ τὰς ἐκ βασιλέων τιμάς·
再給他的財富加上某種市政權柄,甚或來自君王的尊榮;
Add to his wealth some civic dominion too, or even honors from kings;
5:40
τὸν κήρυκα μέγα βοῶντα πρὸ αὐτοῦ·
傳令官在他前面高聲呼喝;
the herald crying out loudly before him;
5:41
τοὺς ῥαβδούχους ἔνθεν καὶ ἔνθεν βαρυτάτην κατάπληξιν τοῖς ἀρχομένοις ἐμβάλλοντας τὰς πληγάς·
兩旁的執杖吏向他治下的人施加最令人膽寒的鞭打;
the lictors on either side inflicting blows of the heaviest terror upon his subjects;
5:42
τὰ δεσμωτήρια, ἐξ ὧν ἀφόρητος παρὰ τῶν ὑποχειρίων συναθροίζεται φόβος
還有牢獄,使他屬下之人積聚起難以承受的懼怕。
the prisons, from which an unbearable fear is gathered among those under his hand.
5:43
Καὶ τί μετὰ τοῦτο; Μία νὺξ, πυρετὸς εἷς, πλευρῖτις, περιπνευμονία, ἀνάρπαστον ἐξ ἀνθρώπων ἀπάγουσα τὸν ἄνθρωπον οἴχεται, πᾶσαν τὴν κατ αὐτὸν σκηνὴν ἐξαπίνης ἀπογυμνώσασα, καὶ δόξα ἐκείνη ὥσπερ ἐνύπνιον ἀπηλέγχθη
在這之後又如何呢?一夜之間,或一場熱病、肋膜炎、肺炎,就把那人攫去,從人間奪走、一去不返——頃刻間把屬於他的整場戲台揭得精光,那榮耀也如一場夢被拆穿了。
And what after this? One night, or one fever, or a pleurisy, or a pneumonia, carrying off the man, snatched away from among men, departs—stripping bare all at once the whole stage-show that was his, and that glory was refuted like a dream.
5:44
Ὥστε ἐπιτέτευκται τῷ προφήτῃ πρὸς τὸ ἀδρανέστατον ἄνθος ὁμοίωσις τῆς ἀνθρωπίνης δόξης
因此,先知把人的榮耀比作那最為脆弱的花,可謂一語中的。
So that the prophet's likening of human glory to the most frail flower has hit the mark.
5:45
Βλαστησάτω γῆ βοτάνην χόρτου, σπεῖρον σπέρμα κατὰ γένος καὶ καθ ὁμοιότητα
「地要長出青草菜蔬,結出種子,各從其類,各按其樣式。」
"Let the earth bring forth the herb of grass, yielding seed after its kind and after its likeness."
5:46
Ἔτι καὶ νῦν τάξις τῶν φυομένων μαρτυρεῖ τῇ πρώτῃ διακοσμήσει
直到如今,草木的次序仍為那起初的安排作見證。
Even now the order of the growing things bears witness to the first ordering.
5:47
γὰρ βλάστησις καθηγεῖται πάσης βοτάνης καὶ πάσης πόας
因為發芽乃是行在每樣菜蔬、每樣青草之先的。
For the sprouting leads the way before every herb and every plant.
5:48
Εἴτε γὰρ ἀπὸ ῥίζης ἐκδίδοταί τι ἐκ τῆς κάτωθεν προβολῆς, ὡς κρόκος καὶ ἄγρωστις, ἀναβλαστῆσαι δεῖ καὶ ἐπὶ τὸ ἔξω προκύψαι·
因為一物無論是從根上、從地下的新枝發出,如番紅花和狗牙根,它都必須發芽、向外冒出來;
For whether something is sent up from a root, from a shoot below, like crocus and dog's-tooth grass, it must sprout and peep forth to the outside;
5:49
εἴτε ἀπὸ σπέρματος, καὶ οὕτως ἀνάγκη πρῶτον βλάστησιν, εἶτα βοτάνην γενέσθαι, εἶτα χόρτον χλοάζοντα, εἶτα τὸν καρπὸν ἐπὶ ξηρᾶς ἤδη καὶ παχείας τῆς καλάμης ἁδρυνόμενον
或是從種子發出,這情形也必是:先有發芽,繼有菜蔬的形成,再有青綠的草,然後是果子在那已乾而粗壯的莖稈上成熟。
or from seed, and in this case too it is necessary that first there be sprouting, then the becoming of a herb, then green grass, then the fruit ripening upon a stalk now dry and thick.
5:50
Βλαστησάτω γῆ βοτάνην χόρτου
「地要長出青草菜蔬。」
"Let the earth bring forth the herb of grass."
5:51
Ὅταν εἰς γῆν καταπέσῃ τὸ σπέρμα συμμέτρως νοτίδος καὶ θέρμης ἔχουσαν, χαῦνον γενόμενον καὶ πολύπορον, τῆς παρακειμένης γῆς περιδραξάμενον, τὰ οἰκεῖα καὶ σύμφυλα πρὸς ἑαυτὸ ἐπισπᾶται
每逢種子落入濕度與溫度適中、變得鬆軟而多孔的土中時,它便抓住周圍的泥土,把與自己相親、同類之物吸到自身。
Whenever the seed falls into earth that has moisture and warmth in due measure, becoming loose and porous, it lays hold of the surrounding earth and draws to itself what is akin and of like kind to itself.
5:52
Ἐμπίπτοντα δὲ τοῖς πόροις καὶ περιολισθαίνοντα τῆς γῆς τὰ λεπτότατα μόρια, ἐπὶ πλέον ἀνευρύνει τοὺς ὄγκους αὐτῆς ὥστε ῥιζοῦσθαι μὲν εἰς τὸ κάτω, ἐπὶ τὸ ἄνω δὲ προκύπτειν ἰσαρίθμων ταῖς ῥίζαις τῶν καλάμων προβαλλομένων·
泥土那最細微的微粒,鑽進孔隙、滑落其中,便使種子的體積進一步漲大,於是它一面向下生根,一面向上冒出,所長出的莖數目與根相當;
And the finest particles of the earth, entering into the pores and slipping in, expand its bulk further, so that it takes root downward, while peeping upward, the reeds put forth being equal in number to the roots;
5:53
θαλπομένου δὲ ἀεὶ τοῦ βλαστήματος, συρομένην διὰ τῶν ῥιζῶν τὴν νοτίδα, τῇ ὁλκῇ τοῦ θερμοῦ συνεπάγεσθαι τοῦ τροφίμου τῆς γῆς ὅσον μέτριον, καὶ τοῦτο καταμερίζειν εἰς καλάμην καὶ φλοιὸν καὶ τὰς θήκας τοῦ σίτου, καὶ αὐτὸν τὸν σῖτον καὶ τοὺς ἀνθέρικας·
嫩芽不斷受暖,那循根而上的水分,便藉熱的吸力連帶把地中養分中適量的一份一同帶上,再把這分配於莖稈、外殼、穀粒的鞘、穀粒本身,以及麥芒;
and as the sprout is ever warmed, the moisture, drawn along through the roots, draws up with it, by the attraction of the heat, as much of the nourishing part of the earth as is moderate, and apportions this into stalk and husk and the cases of the grain, and the grain itself, and the awns;
5:54
καὶ οὕτω κατὰ μικρὸν τῆς αὐξήσεως γινομένης, ἐπὶ τὸ οἰκεῖον μέτρον ἕκαστον τῶν φυομένων ἀποκαθίστασθαι, εἴτε τι τῶν σιτηρῶν, εἴτε τῶν χεδροπῶν, εἴτε τῶν λαχανωδῶν φρυγανικῶν τυγχάνοι
如此,生長逐漸進行,每一樣草木都回復到自身應有的尺度,無論它屬於穀類、豆類,還是菜蔬類或灌木類。
and thus, the growth coming about little by little, each of the growing things is restored to its proper measure, whether it happens to be one of the grain-plants, or of the legumes, or of the vegetables or shrubby kinds.
5:55
Εἷς χόρτος καὶ μία βοτάνη ἐξαρκεῖ τὴν διάνοιάν σου πᾶσαν εἰς τὴν θεωρίαν τῆς ἐξεργασαμένης αὐτὰ τέχνης ἀπασχολῆσαι·
一根草、一棵菜蔬,就足以使你全副心思投入,去默想那造成它們的工藝;
One blade of grass and one herb suffices to occupy your whole mind in the contemplation of the art that wrought them;
5:56
πῶς γόνασι διαζώννυται καλάμη τοῦ σίτου, ἵνα ὥσπερ σύνδεσμοί τινες ῥᾳδίως τὸ βάρος τῶν ἀσταχύων φέρωσιν, ὅταν πλήρεις ὄντες καρπῶν πρὸς τὴν γῆν κατακλίνωνται
看那麥稈如何以節相束,好像某種繫帶,使麥穗在飽含果實、向地彎垂時,能輕易承受那重量。
how the stalk of grain is girt with joints, so that, like certain bonds, they may easily bear the weight of the ears when, being full of fruit, they bend toward the earth.
5:57
Διὰ τοῦτο μὲν βρόμος διόλου κενὸς, ἅτε μηδενὶ τὴν κεφαλὴν βαρυνόμενος·
正因如此,野燕麥通體空虛,因為它的穗頭沒有甚麼可被壓沉的;
For this reason the wild oat is empty throughout, inasmuch as its head is weighed down by nothing;
5:58
τὸν δὲ σῖτον τοῖς συνδέσμοις τούτοις φύσις κατησφαλίσατο
而大自然卻用這些繫帶把麥子穩固住了。
but nature has secured the grain with these bonds.
5:59
Ἐν θήκῃ δὲ τὸν κόκκον ἀποθεμένη ὡς μὴ εὐδιάρπαστον εἶναι τοῖς σπερμολόγοις·
並且把麥粒貯藏在外殼之中,使它不易被那些吃種子的鳥輕易奪去;
And having stored the kernel in a case, so as not to be easily snatched away by the seed-eating birds;
5:60
ἔτι καὶ τῇ προβολῇ τῶν ἀνθερίκων οἷον ἀκίσι τὰς ἐκ τῶν μικρῶν ζῴων ἀφίστησι βλάβας
再者,又藉麥芒的突起,彷彿以倒刺,抵擋小蟲所帶來的損害。
and further, by the projection of the awns, as it were with barbs, it keeps off the harm coming from the small creatures.
5:61
Τί εἴπω; τί σιωπήσω; Ἐν πλουσίοις τῆς κτίσεως θησαυροῖς ἄπορος μὲν εὕρεσις τοῦ τιμιωτέρου, δυσφορωτάτη δὲ ζημία τοῦ παρεθέντος
我該說甚麼?又該緘默不提甚麼呢?在受造界豐盈的寶藏中,要尋出更可貴的固然困難,而把所略過的略去不提,又是最叫人難捨的。
What shall I say? What shall I pass over in silence? Amid the rich treasures of creation, the finding of the more precious is difficult, and most grievous is the loss of what is passed by.
5:62
Βλαστησάτω γῆ βοτάνην χόρτου
「地要長出青草菜蔬。」
"Let the earth bring forth the herb of grass."
5:63
Καὶ εὐθέως συνεξεδόθη τοῖς τροφίμοις τὰ δηλητήρια·
於是,與那些有益的植物一同,有毒的植物也立刻被長了出來;
And straightway, together with the nourishing plants, the poisonous ones too were brought forth;
5:64
μετὰ τοῦ σίτου τὸ κώνειον·
與麥子一同,有毒參;
with the grain, the hemlock;
5:65
μετὰ τῶν λοιπῶν τροφίμων ἑλλέβορος, καὶ ἀκόνιτον, καὶ μανδραγόρας, καὶ τῆς μήκωνος ὀπός
與其餘有益的植物一同,有藜蘆、烏頭、曼陀羅,以及罌粟的汁液。
with the rest of the nourishing plants, hellebore, and aconite, and mandrake, and the juice of the poppy.
5:66
Τί οὖν; ἀφέντες τὸ ἐπὶ τοῖς χρησίμοις τὴν χάριν ὁμολογεῖν, ἐγκαλέσομεν τῷ δημιουργῷ ἐπὶ τοῖς φθαρτικοῖς ἡμῶν τῆς ζωῆς; ἐκεῖνο δὲ οὐ λογισόμεθα, ὅτι οὐ πάντα τῆς γαστρὸς ἕνεκεν τῆς ἡμετέρας δεδημιούργηται; Ἀλλ ἡμῖν μὲν αἱ ἀποτεταγμέναι τροφαὶ πρόχειροι καὶ πᾶσιν εὔγνωστοι·
那麼怎樣呢?我們豈可放下對有益之物該獻的感謝,反倒因那些危害我們性命之物去控告造物主麼?我們豈不該想到這一點——並非萬物都是為我們的肚腹而造的?分派給我們的食物是現成的,且為眾人所熟知;
What then? Letting go of confessing our thanks for the useful things, shall we bring a charge against the Creator on account of those destructive to our life? Shall we not consider this—that not all things have been created for the sake of our belly? Rather, the foods appointed for us are ready at hand and well known to all;
5:67
ἕκαστον δὲ τῶν γενομένων ἴδιόν τινα λόγον ἐν τῇ κτίσει πληροῖ
至於每一樣受造之物,都在受造界中成就著它自身某種特有的功用。
but each of the things that have come to be fulfills some peculiar function of its own in the creation.
5:68
Μὴ γὰρ ἐπειδή σοι δηλητήριον τὸ ταύριον αἷμα, τούτου ἕνεκεν ἔδει μὴ παραχθῆναι τὸ ζῷον, παραχθὲν ἄναιμον εἶναι, οὗ τῆς ἰσχύος πρὸς τοσαῦτα ἡμῶν ἐπιδεῖται βίος; Ἀλλά σοι μὲν αὐτάρκης σύνοικος λόγος πρὸς τὴν φυλακὴν τῶν ὀλεθρίων
難道因為公牛的血對你有毒,就為這緣故,要麼那牲畜根本不該被造出,要麼被造出來卻沒有血——而我們的生活在這麼多事上正倚賴牠的力氣麼?其實對你而言,那內住的理性已足以使你防備那些致命之物。
For surely, because bull's blood is poison to you, was it for this reason necessary either that the animal should not have been produced, or, having been produced, should be bloodless—the animal upon whose strength our life depends for so many things? But for you, indeed, the reason that dwells within is sufficient for guarding against the deadly things.
5:69
Οὐ δήπου γὰρ πρόβατα μὲν καὶ αἶγες ἴσασιν ἀποφεύγειν τὰ κακοῦντα αὐτῶν τὴν ζωὴν, μόνῃ τῇ αἰσθήσει τὸ βλαβερὸν διακρίνοντα·
因為連綿羊和山羊都曉得躲避危害牠們性命之物,單憑感覺就能分辨何為有害;
For surely sheep and goats know how to flee from the things that harm their life, distinguishing the noxious by sense alone;
5:70
σοὶ δὲ καὶ λόγος πάρεστι, καὶ ἰατρικὴ τέχνη τὸ χρήσιμον ἐκπορίζουσα, καὶ τῶν προλαβόντων πεῖρα τῶν βλαπτόντων τὴν φυγὴν ὑποβάλλουσα, χαλεπόν ἐστιν, εἰπέ μοι, ἐκκλῖναι τὰ δηλητήρια; Ἔστι δὲ τούτων οὐδὲν ἀργῶς, οὐδὲν ἀχρήστως γεγενημένον
可是對你——你既有理性,又有供應有益之物的醫術,更有前人的經驗教你躲避有害之物——告訴我,避開那些毒物豈是難事?而且這些東西中,沒有一樣是徒然受造的,沒有一樣是毫無用處的。
but for you, to whom reason is present, and the art of medicine that supplies what is useful, and the experience of those who have gone before that suggests the avoidance of harmful things—is it hard, tell me, to turn aside from the poisons? But of these there is nothing that has come to be idly, nothing uselessly.
5:71
γὰρ τροφὴν παρέχει τινὶ τῶν ἀλόγων·
因為它或是給某種無理性的生物作食物;
For either it provides food to some one of the irrational creatures;
5:72
καὶ ἡμῖν αὐτοῖς παρὰ τῆς ἰατρικῆς τέχνης εἰς παραμυθίαν τινῶν ἀρρωστημάτων ἐξεύρηται
或甚至為我們自己,也藉醫術被發現可用來緩解某些疾病。
or even for us ourselves it has been discovered, by the art of medicine, for the relief of certain ailments.
5:73
Τὸ μὲν γὰρ κώνειον οἱ ψᾶρες βόσκονται, διὰ τὴν κατασκευὴν τοῦ σώματος τὴν ἐκ τοῦ δηλητηρίου βλάβην ἀποδιδράσκοντες
例如椋鳥以毒參為食,因其身體的構造而得以躲過毒物的傷害。
For starlings feed on hemlock, escaping the harm from the poison by reason of the constitution of their body.
5:74
Λεπτοὺς γὰρ ἔχοντες τοὺς ἐπὶ τῆς καρδίας πόρους, φθάνουσιν ἐκπέψαι τὸ καταποθὲν, πρὶν τὴν ἀπ αὐτοῦ ψύξιν τῶν καιρίων καθάψασθαι
因為牠們心臟周圍的通道細微,能趕在那毒物所致的寒涼侵及要害之前,先把吞下之物消化掉。
For, having fine passages about the heart, they succeed in digesting what is swallowed before the chilling from it can fasten upon the vital parts.
5:75
Ἑλλέβορος δὲ ὀρτύγων ἐστὶ τροφὴ, ἰδιότητι κράσεως τὴν βλάβην ἀποφευγόντων
藜蘆是鵪鶉的食物,牠們憑其體質的特性而躲過了傷害。
And hellebore is food for quails, which escape the harm by the peculiarity of their temperament.
5:76
Ἔστι δὲ καὶ αὐτὰ ταῦτα ἐν καιρῷ ποτε καὶ ἡμῖν χρήσιμα
而這些東西本身,有時在適當的時機,連對我們也是有用的。
And these very things are sometimes useful even to us, in due season.
5:77
Διὰ μὲν γὰρ τοῦ μανδραγόρου ὕπνον ἰατροὶ κατεπάγουσιν·
因為醫生藉曼陀羅使人入睡;
For by means of mandrake, physicians induce sleep;
5:78
ὀπίῳ δὲ τὰς σφοδρὰς ὀδύνας τῶν σωμάτων κατακοιμίζουσιν
並以鴉片緩解身體劇烈的疼痛。
and with opium they lull to rest the severe pains of bodies.
5:79
Ἤδη δέ τινες τῷ κωνείῳ καὶ τὸ λυσσῶδες τῶν ὀρέξεων κατεμάραναν·
也曾有人用毒參遏止情慾的狂亂;
And ere now some have by hemlock quenched the raging of the appetites;
5:80
καὶ τῷ ἑλλεβόρῳ πολλὰ τῶν χρονίων παθῶν ἐξεμόχλευσαν
並用藜蘆撬除了許多久治不癒的痼疾。
and by hellebore have dislodged many chronic diseases.
5:81
Ὥστε ἐνόμιζες ἔχειν κατὰ τοῦ κτίσαντος ἔγκλημα, τοῦτό σοι εἰς προσθήκην εὐχαριστίας περιελήλυθε
如此,你原以為可用來控告造物主的,反倒成了你感恩的添加。
So that what you supposed you had as a charge against the Creator, this has turned out for you as an addition to your thanksgiving.
5:82
Βλαστησάτω γῆ βοτάνην χόρτου
「地要長出青草菜蔬。」
"Let the earth bring forth the herb of grass."
5:83
Πόσην αὐτόματον λέγει τροφὴν ἐν τούτοις, τήν τε ἐν ῥίζαις, καὶ τὴν ἐν αὐτῇ τῇ βοτάνῃ, καὶ τὴν ἐν καρποῖς ἤδη; πόσην δὲ τὴν ἐξ ἐπιμελείας καὶ γεωργίας ἡμῖν προσγινομένην; Οὐκ εὐθὺς ἐκέλευσε σπέρμα καὶ καρπὸν ἀναδοθῆναι, ἀλλὰ βλαστῆσαι καὶ χλοάσαι τὴν γῆν, καὶ τότε εἰς σπέρμα τελειωθῆναι, ἵνα τὸ πρῶτον ἐκεῖνο πρόσταγμα διδασκάλιον τῇ φύσει γένηται πρὸς τὴν ἑξῆς ἀκολουθίαν
祂在這些話中說到多少自生的食物啊——那在根中的、在菜蔬本身的、以及已在果實中的!又有多少是藉我們的勞作與耕種而得的!祂並未立刻吩咐長出種子和果實,乃是吩咐地發芽變青,然後才結成種子,好叫那起初的命令成為大自然在此後次序中的學堂。
How much spontaneous food does He speak of in these words—that in the roots, and that in the herb itself, and that already in the fruits! And how much that comes to us from care and husbandry! He did not at once command seed and fruit to be given forth, but the earth to sprout and grow green, and only then to be perfected into seed, so that that first command might become a school for nature in the sequence that follows.
5:84
Πῶς οὖν κατὰ γένος, φησὶν, γῆ προφέρει τὰ σπέρματα, ὁπότε σῖτον πολλάκις καταβαλόντες, τὸν μέλανα τοῦτον πυρὸν συγκομίζομεν; Ἀλλὰ τοῦτο οὐχὶ πρὸς ἕτερον γένος ἐστὶ μεταβολὴ, ἀλλ οἱονεὶ νόσος τις καὶ ἀρρωστία τοῦ σπέρματος
那麼他問:地既各從其類結出種子,何以我們常撒了麥子,收進來的卻是這黑色的麥呢?但這並非變成了另一個物種,而是種子的某種疾病與虛弱罷了。
How then, he says, does the earth bring forth seeds after their kind, when, having often sown wheat, we gather in this black grain? But this is not a change into another kind, but as it were a kind of disease and infirmity of the seed.
5:85
Οὐ γὰρ ἀπέθετο τὸ εἶναι σῖτος, ἀλλ ἐμελάνθη διὰ τῆς καύσεως, ὡς καὶ ἐξ αὐτῆς ἐστι τῆς προσηγορίας μαθεῖν
因為它並未失去其為麥子,乃是因灼烤而變黑,這從那名稱本身也可知曉。
For it did not lay aside being wheat, but was blackened through scorching, as one may learn even from the name itself.
5:86
Τῇ ὑπερβολῇ γὰρ τοῦ κρύους ὑπερκαεὶς, πρὸς ἑτέραν καὶ χρόαν καὶ γεῦσιν μετέπεσεν
因為它被過度的寒冷所灼,便轉變成了另一種顏色和味道。
For, scorched by the excess of cold, it passed over into a different color and taste.
5:87
Καὶ μέντοι καὶ πάλιν λέγεται, ἐπειδὰν γῆς ἐπιτηδείας καὶ ἀέρων εὐκράτων λάβηται, πρὸς τὸ ἀρχαῖον εἶδος ἐπανιέναι
並且還有人說,每逢它得著合宜的土壤與溫和的氣候,便會回復到原來的樣式。
And moreover it is also said that, whenever it gets suitable soil and temperate air, it returns to its original form.
5:88
Ὥστε οὐδὲν παρὰ τὸ πρόσταγμα εὕροις ἂν ἐν τοῖς φυομένοις ἐπιτελούμενον
如此,你在草木中找不到任何違背那命令而成就的事。
So that you would find nothing being accomplished among the growing things contrary to the command.
5:89
δὲ λεγομένη αἶρα, καὶ ὅσα λοιπὰ νόθα σπέρματα τοῖς τροφίμοις ἐγκαταμέμικται, ἅπερ ζιζάνια προσαγορεύειν σύνηθες τῇ Γραφῇ, οὐκ ἐκ τῆς τοῦ σίτου μεταβολῆς γίνεται, ἀλλ ἐξ οἰκείας ἀρχῆς ὑπέστη, ἴδιον ἔχοντα γένος
至於所謂的毒麥,以及其餘摻雜在有益作物之間的偽種——聖經慣稱之為稗子——它們並非由麥子變化而來,乃是出於自身固有的源頭,各有其本類。
But the so-called darnel, and whatever other spurious seeds are mingled in among the nourishing ones—which Scripture is wont to call tares—do not come about from a change of the wheat, but have arisen from their own proper origin, having a kind of their own.
5:90
Ἅπερ τὴν εἰκόνα πληροῖ τῶν παραχαρασσόντων τὰ τοῦ Κυρίου διδάγματα, καὶ μὴ γνησίως μαθητευομένων τῷ λόγῳ, ἀλλ ἐκ τῆς τοῦ πονηροῦ διδασκαλίας διεφθαρμένων, καταμιγνύντων δὲ ἑαυτοὺς τῷ ὑγιαίνοντι σώματι τῆς Ἐκκλησίας, ἵν ἐκ τοῦ ἀφανοῦς τὰς παρ ἑαυτῶν βλάβας τοῖς ἀκεραιοτέροις ἐμβάλωσιν
這些正應驗了那些篡改主之教訓者的寫照:他們不是真誠地受教於主的道,反被那惡者的教導所敗壞,卻把自己混入教會健全的身體之中,為要從暗處把自己的毒害施加於那更為純樸無欺的人身上。
These fulfill the image of those who falsify the teachings of the Lord, and who, not being genuinely instructed in the word, but corrupted by the teaching of the evil one, mingle themselves into the healthy body of the Church, in order that from concealment they may cast their own harms upon the more guileless.
5:91
Ἤδη δὲ Κύριος καὶ τὴν τελείωσιν τῶν εἰς αὐτὸν πεπιστευκότων τῇ τῶν σπερμάτων αὐξήσει παρεικάζει, λέγων·
其實,主也把那些信靠祂之人的成全,比作種子的生長,說:
Indeed the Lord too likens the perfecting of those who have believed in Him to the growth of seeds, saying:
5:92
Ὡς ὅταν ἄνθρωπος βάλῃ τὸν σπόρον ἐπὶ τῆς γῆς, καὶ καθεύδῃ, καὶ ἐγείρηται νύκτα καὶ ἡμέραν, καὶ σπόρος ἐγείρηται, καὶ μηκύνηται, ὡς οὐκ οἶδεν αὐτός
「神的國如同人把種子撒在地上,黑夜睡覺,白日起來,這種子就發芽生長,那人卻不曉得如何這樣。」
"As when a man casts seed upon the earth, and sleeps and rises night and day, and the seed springs up and grows, he himself knows not how."
5:93
Αὐτομάτη γὰρ γῆ καρποφορεῖ πρῶτον χόρτον, εἶτα στάχυν, εἶτα πλήρη σῖτον ἐν τῷ στάχυϊ
因為地自己長出莊稼來,先發苗,後長穗,再後穗上結成飽滿的子粒。
For the earth bears fruit of itself, first the blade, then the ear, then the full grain in the ear.
5:94
Καὶ ἐν ἀκαριαίᾳ χρόνου ῥοπῇ ἀπὸ τῆς βλαστήσεως ἀρξαμένη γῆ, ἵνα φυλάξῃ τοὺς νόμους τοῦ κτίσαντος, πᾶσαν ἰδέαν αὐξήσεως διεξελθοῦσα, εὐθὺς πρὸς τὸ τέλειον ἤγαγε τὰ βλαστήματα
在頃刻之間,地從發芽開始,為要遵守造物主的律,便經歷了生長的每一個階段,立刻把那些苗帶到了完全。
And in a brief moment of time, beginning from the sprouting, the earth—in order that it might keep the laws of the Creator—having passed through every form of growth, straightway brought the sprouts to perfection.
5:95
Καὶ λειμῶνες μὲν ἦσαν βαθεῖς τῇ ἀφθονίᾳ τοῦ χόρτου, τῶν δὲ πεδίων τὰ εὔκαρπα φρίσσοντα τοῖς ληΐοις, εἰκόνα πελάγους κυμαίνοντος ἐν τῇ κινήσει τῶν ἀσταχύων ἀπέσωζε
草場因青草的豐茂而厚密,平原肥沃之處因莊稼挺立而麥浪起伏,在麥穗的搖動中保存著一片翻湧之海的景象。
And the meadows were deep with the abundance of the grass, while the fertile portions of the plains, bristling with the standing crops, preserved the image of a billowing sea in the movement of the ears of grain.
5:96
Πᾶσα δὲ βοτάνη καὶ πᾶν λαχανηρὸν γένος, καὶ εἴ τι ἐν φρυγάνοις, καὶ εἴ τι ἐν ὀσπρίοις, κατὰ πᾶσαν ἀφθονίαν τότε τῆς γῆς ὑπερεῖχεν
每樣菜蔬、每類蔬菜,以及凡屬灌木之列、凡屬豆類之列的,那時都極其豐盛地覆滿了地面。
And every herb and every kind of vegetable, and whatever is among the shrubs, and whatever among the legumes, then overspread the earth in all abundance.
5:97
Οὐδὲ γὰρ ἀπότευγμά τι ἦν ἐν τοῖς τότε προβληθεῖσιν, οὔτε γεωργῶν ἀπειρίας, οὔτε ἀέρων δυσκρασίας, οὔτε τινὸς ἄλλης αἰτίας τοῖς γινομένοις λυμαινομένης
因為在那時所長出之物中,全然沒有任何失收——既無農夫的生疏,也無氣候的失調,更無任何別的緣由損害那所生之物。
For there was no failure at all among the things then brought forth—neither of the husbandmen's inexperience, nor of the air's bad temperature, nor of any other cause marring the things that came to be.
5:98
Οὐ μὴν οὐδὲ καταδίκη ἐνεπόδιζε τῇ εὐθηνίᾳ τῆς γῆς
再者,那定罪的判語也並未妨礙大地的豐饒。
Nor, indeed, did the sentence of condemnation impede the abundance of the earth.
5:99
Πρεσβύτερα γὰρ ταῦτα τῆς ἁμαρτίας δι ἣν κατεκρίθημεν, ἐν ἱδρῶτι τοῦ προσώπου ἡμῶν ἐσθίειν τὸν ἄρτον
因為這些事比那罪更為古老——我們正是因那罪被定為必汗流滿面才得糊口。
For these things are older than the sin on account of which we were condemned to eat our bread in the sweat of our face.
5:100
Ἀλλὰ Καὶ ξύλον κάρπιμον, φησὶ, ποιοῦν καρπὸν, οὗ τὸ σπέρμα αὐτοῦ ἐν αὐτῷ κατὰ γένος καὶ καθ ὁμοιότητα ἐπὶ τῆς γῆς
祂又說:「並結果子的樹木,果子都包著核,各從其類,各按其樣式,在地上。」
But "the fruit tree also," He says, "bearing fruit, whose seed is in itself, after its kind and after its likeness upon the earth."
5:101
Ἐπὶ τούτῳ τῷ ῥήματι πᾶσαι μὲν λόχμαι κατεπυκνοῦντο·
這話一出,一切叢林都繁茂稠密起來;
At this word, all the thickets grew dense;
5:102
πάντα δὲ ἀνέτρεχε δένδρα, τά τε πρὸς μήκιστον ὕψος διανίστασθαι πεφυκότα, ἐλάται καὶ κέδροι, καὶ κυπάρισσοι καὶ πεῦκαι·
一切樹木都向上抽長——那些本性能長到極高的,杉樹與香柏樹、柏樹與松樹;
all the trees shot up—both those naturally disposed to rise to the greatest height, firs and cedars, and cypresses and pines;
5:103
πάντες δὲ θάμνοι εὐθὺς ἦσαν ἀμφίκομοι καὶ δασεῖς·
一切灌木轉眼間四面披葉、枝葉茂密;
and all the shrubs at once were leafy on every side and bushy;
5:104
καὶ τὰ στεφανωματικὰ λεγόμενα τῶν φυτῶν, αἵ τε ῥωδωνιαὶ καὶ μυρσίναι καὶ δάφναι, πάντα ἐν μιᾷ καιροῦ ῥοπῇ, οὐκ ὄντα πρότερον ὑπὲρ τῆς γῆς, εἰς τὸ εἶναι παρῆλθε, μετὰ τῆς οἰκείας ἕκαστον ἰδιότητος, ἐναργεστάταις μὲν διαφοραῖς ἀπὸ τῶν ἑτερογενῶν χωριζόμενον, οἰκείῳ δὲ ἕκαστον γνωριζόμενον χαρακτῆρι
那些所謂編花環用的植物——薔薇、桃金孃與月桂——也都在同一頃刻間,雖先前未曾在地上有過,卻都進入了存在,各帶自身的特性,藉著最為分明的差異與異類相區別,又各以其本身固有的特徵而被認出。
and the plants called garland-plants—the rose-bushes and myrtles and laurels—all in one moment of time, not being before upon the earth, came into being, each with its own peculiarity, distinguished by the clearest differences from those of other kinds, and each recognized by its own proper character.
5:105
Πλήν γε ὅτι τὸ ῥόδον τότε ἄνευ ἀκάνθης ἦν, ὕστερον δὲ τῷ κάλλει τοῦ ἄνθους ἄκανθα παρεζεύχθη, ἵνα τῷ τερπνῷ τῆς ἀπολαύσεως ἐγγύθεν ἔχωμεν παρακειμένην τὴν λύπην, μεμνημένοι τῆς ἁμαρτίας, δι ἣν ἀκάνθας καὶ τριβόλους ἡμῖν ἀνατέλλειν κατεδικάσθη γῆ
只是那時玫瑰是無刺的,後來刺才與花的美麗相配,好叫我們在享受的歡愉旁緊挨著就有憂愁,記起那罪——地正是因它被定為必給我們長出荊棘和蒺藜。
Except that the rose was then without thorns, but afterward the thorn was yoked to the beauty of the flower, that we might have sorrow set close beside the delight of enjoyment, remembering the sin on account of which the earth was condemned to bring forth for us thorns and thistles.
5:106
Ἀλλὰ προσετάχθη, φησὶ, Ξύλον κάρπιμον, ποιοῦν καρπὸν ἐπὶ τῆς γῆς, οὗ τὸ σπέρμα αὐτοῦ ἐν αὐτῷ, ἐκδοῦναι γῆ·
祂說:地被吩咐長出「結果子的樹木,在地上結果,果子都包著核」;
But it was commanded, He says, that the earth bring forth "the fruit tree, bearing fruit upon the earth, whose seed is in itself";
5:107
πολλὰ δὲ τῶν δένδρων ὁρῶμεν οὔτε καρποῖς οὔτε σπέρματι κεχρημένα
然而我們見到許多樹木既不結果子,也不用種子。
yet we see many of the trees making use neither of fruits nor of seed.
5:108
Τί οὖν ἐροῦμεν; Ὅτι τὰ τιμιώτερα τῇ φύσει προηγουμένης τῆς μνήμης τετύχηκεν·
那麼我們該說甚麼呢?乃是說:那些本性較尊貴之物得了先被提及之位;
What then shall we say? That the things more honorable in nature obtained the precedence of mention;
5:109
ἔπειτα, ὅτι ἀκριβῶς θεωροῦντι καὶ πάντα φανήσεται σπέρματι κεχρημένα, τὰ ἰσοδυναμοῦντα τοῖς σπέρμασιν ἔχοντα
其次,對於細心觀察的人,一切都將顯出或是用種子的,或是具有與種子同等效力之物的。
and then, that to one observing accurately, all will appear either to make use of seed, or to have things equivalent in power to seeds.
5:110
Αἴγειροι γὰρ, καὶ ἰτέαι, καὶ πτελέαι, καὶ λεῦκαι, καὶ ὅσα τοιαῦτα, καρπὸν μὲν οὐδένα δοκεῖ φέρειν ἐκ τοῦ προδήλου, σπέρμα δὲ ἕκαστον τούτων ἔχον ἀκριβῶς ἄν τις ἐξετάζων ἐξεύροι
因為黑楊、柳樹、榆樹、白楊以及一切此類的樹,表面看來似乎全不結果,可是細心查究的人卻會發現它們各自都有種子。
For black poplars, and willows, and elms, and white poplars, and all such, seem manifestly to bear no fruit at all, yet one investigating accurately would find each of these to have seed.
5:111
γὰρ ὑποκείμενος τῷ φύλλῳ κόκκος, ὃν μισχόν τινες τῶν περὶ τὰς ὀνοματοποιίας ἐσχολακότων προσαγορεύουσι, τοῦτο σπέρματος ἔχει δύναμιν
因為那位於葉下的小粒——某些專於造詞之人稱之為「葉柄」——便具有種子的能力。
For the kernel lying beneath the leaf, which some of those who busy themselves with coining names call the "leaf-stalk," has the power of a seed.
5:112
Ὅσα γὰρ ἀπὸ κλάδων γίνεσθαι πέφυκεν, ἐντεῦθεν ὡς τὰ πολλὰ προβάλλει τὰς ῥίζας
因為凡本性能由枝條生長之物,多半就是從那裡長出根來。
For all those things that are naturally generated from branches, from there for the most part put forth their roots.
5:113
Τάχα δὲ σπέρματος ἐπέχουσι λόγον καὶ αἱ τῶν ῥιζῶν ἀποφύσεις, ἃς παρασπῶντες οἱ φυτοκόμοι τὸ γένος αὔξουσι
或許那些根的萌蘗也佔有種子的地位,園丁正是把它們分取下來,藉以繁衍其種類。
And perhaps the offshoots of the roots also hold the rank of a seed, which the gardeners tear off and so increase the kind.
5:114
Πρότερον μέντοι, ὥσπερ ἔφαμεν, μνήμης ἠξιώθη τὰ συνεκτικώτερα τῆς ζωῆς ἡμῶν, ὅσα ἔμελλε τοῖς οἰκείοις καρποῖς τὸν ἄνθρωπον δεξιούμενα, ἄφθονον αὐτῷ παρασκευάζειν τὴν δίαιταν·
然而正如我們所說,那些更能維繫我們生命之物先被認為值得提及,凡注定要以其應有的果實款待人、供應人豐足食糧的;
First, however, as we said, those things were deemed worthy of mention which are more sustaining of our life, as many as were destined, welcoming man with their proper fruits, to furnish him with an abundant sustenance;
5:115
ἄμπελος μὲν οἶνον γεννῶσα εὐφραίνειν μέλλοντα καρδίαν ἀνθρώπου·
葡萄樹,產出那能使人心歡暢的酒;
the vine, producing wine that would gladden the heart of man;
5:116
ἐλαία δὲ καρπὸν παρεχομένη ἱλαρύνειν δυνάμενον πρόσωπον ἐν ἐλαίῳ
橄欖樹,供應那能用油使人面容煥發的果實。
and the olive, furnishing fruit able to make the face cheerful with oil.
5:117
Πόσα συνέτρεχε κατὰ ταὐτὸν ἠπειγμένως ὑπὸ τῆς φύσεως παραγόμενα;Ἡ ῥίζα τῆς ἀμπέλου·
有多少東西同時一齊湧現,被大自然急切地催發出來啊!葡萄樹的根;
How many things ran together at the same time, urged forth in haste by nature? The root of the vine;
5:118
τὰ κλήματα ἐν κύκλῳ εὐθαλῆ καὶ μεγάλα ὑπὲρ γῆς κεχυμένα·
那些蔓枝,環繞著繁茂生長、在地面上鋪展得寬大;
the tendrils, flourishing in a circle and spread out large above the ground;
5:119
βλαστὸς, οἱ ἕλικες, ὄμφαξ, οἱ βότρυες
嫩芽、捲鬚、青澀的葡萄、纍纍的果串。
the shoot, the curling tendrils, the unripe grape, the clusters.
5:120
Ἀρκεῖ σου τῇ ὄψει καὶ ἄμπελος συνετῶς ὁραθεῖσα ὑπόμνησίν σοι τῆς φύσεως ἐμποιῆσαι
單單一棵葡萄樹,若以悟性去觀看,就足以藉視覺在你裡面喚起對本性(萬物之造化)的記念。
Even the vine alone, intelligently beheld, suffices to create in you, by sight, a reminder of nature.
5:121
Μέμνησαι γὰρ δηλονότι τῆς τοῦ Κυρίου εἰκόνος, ὅτι ἄμπελον ἑαυτὸν λέγει, καὶ τὸν Πατέρα τὸν γεωργὸν, καὶ τοὺς καθ ἕνα ἡμῶν διὰ τῆς πίστεως ἐμπεφυτευμένους τῇ Ἐκκλησίᾳ κλήματα προσηγόρευσε·
因為你必然記得主的比喻:祂稱自己為葡萄樹,稱父為栽培的人,又稱我們各人——藉信被栽接於教會的——為枝子;
For you surely remember the image of the Lord, that He calls Himself a vine, and the Father the husbandman, and each one of us, grafted by faith into the Church, He named branches;
5:122
καὶ προσκαλεῖται ἡμᾶς εἰς πολυκαρπίαν, ἵνα μὴ ἀχρηστίαν καταγνωσθέντες τῷ πυρὶ παραδοθῶμεν·
祂呼召我們多結果子,免得我們因無用被定罪、被交付於火;
and He calls us to abundant fruit-bearing, that we may not, being condemned for uselessness, be delivered over to the fire;
5:123
καὶ οὐ παύεται πανταχοῦ τὰς ψυχὰς τῶν ἀνθρώπων ταῖς ἀμπέλοις ἐξομοιῶν
祂也處處不住地把人的靈魂比作葡萄樹。
and He does not cease everywhere likening the souls of men to vines.
5:124
Ἀμπελὼν γὰρ ἐγενήθη τῷ ἠγαπημένῳ, φησὶν, ἐν κέρατι, ἐν τόπῳ πίονι
祂說:「我所親愛的有葡萄園,在肥美的山岡上。」
"For my beloved had a vineyard," He says, "on a horn, in a fruitful place."
5:125
Καὶ, Ἀμπελῶνα ἐφύτευσα, καὶ περιέθηκα φραγμόν
又說:「我栽了葡萄園,周圍圈上籬笆。」
And, "I planted a vineyard, and set a hedge about it."
5:126
Τὰς ἀνθρωπίνας ψυχὰς δηλονότι λέγει τὸν ἀμπελῶνα, αἷς φραγμὸν περιέθηκε τὴν ἐκ τῶν προσταγμάτων ἀσφάλειαν, καὶ τὴν φυλακὴν τῶν ἀγγέλων
祂顯然是稱人的靈魂為那葡萄園,又在其周圍圈上籬笆,就是從誡命而來的保障,以及眾天使的看守。
He calls human souls the vineyard, clearly, about which He set as a hedge the security that comes from the commandments, and the guard of the angels.
5:127
Παρεμβαλεῖ γὰρ ἄγγελος Κυρίου κύκλῳ τῶν φοβουμένων αὐτόν
「耶和華的使者,在敬畏祂的人四圍安營。」
"For the angel of the Lord shall encamp round about those that fear Him."
5:128
Ἔπειτα καὶ οἱονεὶ χάρακας ἡμῖν παρακατέπηξε θέμενος ἐν τῇ Ἐκκλησίᾳ πρῶτον ἀποστόλους, δεύτερον προφήτας, τρίτον διδασκάλους
祂又在我們旁邊牢牢插下彷彿支架的,就是在教會中所設立的:第一是使徒,第二是先知,第三是教師。
Then too He fixed firmly beside us, as it were stakes, having set in the Church first apostles, secondly prophets, thirdly teachers.
5:129
Καὶ τοῖς τῶν παλαιῶν καὶ μακαρίων ἀνδρῶν ὑποδείγμασιν εἰς ὕψος ἡμῶν ἀνάγων τὰ φρονήματα, οὐκ ἀφῆκεν ἐρριμμένα χαμαὶ, καὶ τοῦ πατεῖσθαι ἄξια
祂藉古時蒙福之人的榜樣把我們的心志提升到高處,沒有任憑它們被丟棄在地、淪為可踐踏之物。
And lifting up our minds to a height by the examples of the men of old and the blessed, He did not leave them flung down on the ground and worthy to be trodden underfoot.
5:130
Βούλεται δὲ ἡμᾶς καὶ οἱονεὶ ἕλιξί τισι ταῖς περιπλοκαῖς τῆς ἀγάπης τῶν πλησίον ἀντέχεσθαι, καὶ ἐπαναπαύεσθαι αὐτοῖς, ἵν ἀεὶ πρὸς τὸ ἄνω τὴν ὁρμὴν ἔχοντες, οἷόν τινες ἀναδενδράδες ταῖς κορυφαῖς τῶν ὑψηλοτάτων ἑαυτοὺς παρισάζωμεν
祂也願我們彷彿藉著某些捲鬚,攀住對鄰舍之愛的環抱,倚靠在他們身上,好叫我們的衝勢常向上,像那些攀樹而上的葡萄藤,把自己提升到至高者的頂端。
And He wills that we too, as it were by certain tendrils, lay hold on the embraces of love toward our neighbors, and rest upon them, so that, ever having our impulse directed upward, we may, like certain vines climbing up trees, raise ourselves to the summits of the loftiest.
5:131
Ἀπαιτεῖ δὲ ἡμᾶς καὶ τὸ καταδέχεσθαι σκαπτομένους
祂還要求我們甘心接受被刨鬆周圍的土。
And He requires of us also that we submit to being dug about.
5:132
Ἀποσκάπτεται δὲ ψυχὴ ἐν τῇ ἀποθέσει τῶν τοῦ κόσμου μεριμνῶν, αἳ βάρος εἰσὶ ταῖς καρδίαις ἡμῶν
靈魂被刨鬆,乃是在卸下世上的憂慮——那些重壓在我們心上的重擔——的時候。
And the soul is dug about in the laying aside of the cares of the world, which are a burden to our hearts.
5:133
Ὥστε τὴν σαρκίνην ἀγάπην ἀποθέμενος, καὶ τὴν πρὸς τὰ χρήματα φιλίαν, τὴν περὶ τὸ δύστηνον δοξάριον τοῦτο πτόησιν ἀπόπτυστον καὶ εὐκαταφρόνητον ἡγησάμενος, ὥσπερ ἐσκάφη καὶ ἀνέπνευσεν ἀποσκευασάμενος τὸ μάταιον βάρος τοῦ γηΐνου φρονήματος
如此,凡卸下肉體之愛、不再貪戀錢財,或把對這可憐渺小之虛榮的可悲渴慕視為可唾棄、可鄙視之物的人,便彷彿被刨鬆了土、舒了一口氣,擺脫了屬地心思那虛空的重擔。
So that he who has laid aside fleshly love, and friendship with riches, or who has deemed the wretched craving after this paltry bit of glory a thing to be spat upon and despised, is as it were dug about and has taken breath, having rid himself of the vain burden of the earthly mind.
5:134
Δεῖ δὲ, κατὰ τὸν λόγον τῆς παροιμίας, μηδὲ ὑλομανεῖν, τουτέστι, μὴ ἐπιδεικτικῶς πολιτεύεσθαι, μηδὲ τὸν παρὰ τῶν ἔξωθεν ἔπαινον θηρᾶσθαι, ἀλλ ἔγκαρπον εἶναι, τῷ ἀληθινῷ γεωργῷ τὴν ἐπίδειξιν τῶν ἔργων ταμιευόμενον
並且按那俗諺的話,也不可徒長枝葉——意即不可炫耀地行事為人,不可獵取外人的稱讚,乃要結出果子,把工作的展示留給那真正栽培的主人。
And one must, according to the word of the proverb, not run riot in foliage either—that is, not to live ostentatiously, nor to hunt after the praise from those outside, but to be fruitful, reserving the display of one's works for the true husbandman.
5:135
Σὺ δὲ καὶ Ὡς ἐλαία κατάκαρπος ἔσο ἐν τῷ οἴκῳ τοῦ Θεοῦ, μηδέποτε γυμνούμενος τῆς ἐλπίδος, ἀλλ ἀεὶ θάλλουσαν ἔχων περὶ σεαυτὸν τὴν διὰ πίστεως σωτηρίαν
你也要像「神殿中一棵結果子的橄欖樹」,永不被剝去盼望,乃要常使那藉信而來的救恩在你周圍欣欣向榮。
And you, be "like a fruitful olive in the house of God," never being stripped of hope, but ever keeping flourishing about you the salvation that comes through faith.
5:136
Οὕτω γὰρ τὸ ἀειθαλὲς τοῦ φυτοῦ μιμήσῃ, καὶ τὸ πολύκαρπον δὲ αὐτοῦ ζηλώσεις, ἄφθονον τὴν ἐλεημοσύνην ἐν παντὶ καιρῷ παρεχόμενος
因為這樣,你便效法了那樹常青的特質,也仿效了它的多結果實,在各樣的時節都豐豐富富地施捨周濟。
For thus you will imitate the evergreen quality of the plant, and you will also emulate its fruitfulness, furnishing abundant almsgiving at every season.
5:137
Ἀλλ ἐπανέλθωμεν πρὸς τὴν ἔρευναν τῶν τεχνικῶν διατάξεων
如今讓我們回到對那些精巧造化安排的考究。
But let us return to the investigation of the artful arrangements.
5:138
Πόσα τότε γένη φυτῶν ἐπανέδραμε, τὰ μὲν ἔγκαρπα, τὰ δὲ ἐρέψιμα, ἄλλα πρὸς ναυπηγίαν ἐπιτήδεια, ἄλλα πρὸς καῦσιν; Ἐν τούτοις πάλιν ποικίλη μὲν ἐν ἑκάστῳ δένδρῳ τῶν μερῶν αὐτοῦ διακόσμησις, δυσέφικτος δὲ καὶ ἐξεύρεσις τῆς ἑκάστου ἰδιότητος, καὶ θεωρία τῆς πρὸς ἕκαστον τῶν ἑτερογενῶν διαφορᾶς
那時有多少種類的植物抽長起來——有的結果子,有的可作屋頂材料,有的宜於造船,有的可作柴燒?在這些之中,每棵樹各部分的構造又是何等繁複,要尋出各自的特性、以及察看它與其餘各異類之間的差異,都是難以企及的。
How many kinds of plants then ran up—some fruit-bearing, some good for roofing, others suitable for shipbuilding, others for burning? Among these, again, varied is the arrangement of its parts in each tree, and hard to attain is both the discovery of the peculiarity of each, and the contemplation of its difference from each of the other kinds.
5:139
Πῶς τὰ μὲν αὐτῶν βαθύρριζα, τὰ δὲ ἀκρόρριζα·
看那些樹,有的根扎得深,有的根扎得淺;
How some of them are deep-rooted, others shallow-rooted;
5:140
καὶ τὰ μὲν ὀρθοφυῆ καὶ μονοστέλεχα, τὰ δὲ χαμαίζηλα καὶ εὐθὺς ἀπὸ τῆς ῥίζης εἰς πολλὰς ἐκφύσεις διῃρημένα
有的挺直生長、獨幹單莖,有的則低伏貼地、一從根上就分成許多枝。
and some are upright-growing and single-stemmed, while others are low-lying and divided right from the root into many shoots.
5:141
Πῶς ὅσων μὲν οἱ κλάδοι προμήκεις ἐπὶ πολὺ τοῦ ἀέρος ἐκτεταμένοι, τούτων καὶ αἱ ῥίζαι βαθεῖαι, ἐπὶ πλεῖστον ἐν κύκλῳ διανεμόμεναι, οἷον θεμελίους τινὰς ἀναλογοῦντας τῷ βάρει τῶν ἄνωθεν ὑποτιθείσης τῆς φύσεως
看那些枝條修長、遠遠伸入空中的樹,它們的根也扎得深,極廣地環繞分布,大自然把這些根置於其下,彷彿是與上部重量相稱的根基。
How those whose branches are long, stretched far out into the air, have also deep roots, distributed very widely in a circle, nature placing them beneath as it were certain foundations proportioned to the weight of the parts above.
5:142
Πόσαι τῶν φλοιῶν αἱ διαφοραί; Τὰ μὲν γὰρ λειόφλοια τῶν φυτῶν, τὰ δὲ ῥηξίφλοια·
樹皮又有多少差異?因為有些植物樹皮光滑,有些則樹皮粗裂;
How many are the differences of the barks? For some of the plants are smooth-barked, others rough-barked;
5:143
καὶ τὰ μὲν μονόλοπα αὐτῶν, τὰ δὲ πολύπτυχα
有些只有一層皮,有些則有多重皮層。
and some of them are single-coated, others many-layered.
5:144
δὲ θαυμαστὸν, ὅτι καὶ τῆς ἀνθρωπίνης νεότητος καὶ τοῦ γήρως εὕροις ἂν καὶ ἐν τοῖς φυτοῖς παραπλήσια τὰ συμπτώματα
更奇妙的是:你連在植物身上,也能找到與人之青春和衰老極為相似的徵象。
And what is marvelous: you would find, even in plants, symptoms much like those of human youth and old age.
5:145
Τοῖς μὲν γὰρ νέοις καὶ εὐθαλέσιν φλοιὸς περιτέταται·
因為在年輕茁壯的樹上,樹皮緊繃;
For around the young and flourishing the bark is stretched tight;
5:146
τοῖς δὲ γηράσκουσιν οἷον ῥυσοῦται καὶ ἐκτραχύνεται
而在衰老的樹上,樹皮卻彷彿起皺、變得粗糙。
but on those growing old it becomes, as it were, wrinkled and roughened.
5:147
Καὶ τὰ μὲν κοπέντα ἐπιβλαστάνει·
有些樹被砍斷後又重新發芽;
And some, when cut, sprout again;
5:148
τὰ δὲ μένει ἀδιάδοχα, ὥσπερ τινὰ θάνατον τὴν τομὴν ὑπομείναντα
另有些卻無從接續,彷彿在被砍時經受了某種死亡。
but others remain without succession, as it were having undergone in the cutting a kind of death.
5:149
Ἤδη δέ τινες τετηρήκασιν ἐκτεμνομένας καὶ ἐπικαιομένας τὰς πίτυς εἰς δρυμῶνας μεθίστασθαι
也曾有人觀察到松樹被砍倒、甚或被燒過之後,竟變成了橡樹叢。
And ere now some have observed pines, when cut down or even burned over, changing into oak-thickets.
5:150
Τινὰ δὲ καὶ τὴν ἐκ φύσεως κακίαν ἐπιμελείαις γεωργῶν θεραπευόμενα ἔγνωμεν·
我們也得知,有些樹連其本性的缺陷,也藉農夫的照料而得以醫治;
And we have learned that some, even their natural defect, are remedied by the care of husbandmen;
5:151
οἷον τὰς ὀξείας ῥοιὰς, καὶ τῶν ἀμυγδαλῶν τὰς πικροτέρας, ὅταν διατρηθεῖσαι τὸ πρὸς τῇ ῥίζῃ στέλεχος σφῆνα πεύκης λιπαρὸν τῆς ἐντεριώνης μέσης διελαθέντα δέξωνται, εἰς εὐχρηστίαν μεταβάλλουσι τότε τοῦ χυμοῦ τὴν δυσχέρειαν
例如那酸的石榴,和較苦的杏,當人在近根的莖幹上鑽孔,把一根富含松脂的楔子穿透其髓心中央時,它們便把汁液的劣澀轉變為可用。
for instance, the sour pomegranates, and the more bitter of the almonds, when, being bored through at the stem near the root, they receive a wedge of resinous pine driven through the middle of the pith, they then change the harshness of their juice into usefulness.
5:152
Μηδεὶς οὖν ἐν κακίᾳ διάγων, ἑαυτὸν ἀπογινωσκέτω, εἰδὼς ὅτι γεωργία μὲν τὰς τῶν φυτῶν ποιότητας μεταβάλλει, δὲ κατ ἀρετὴν τῆς ψυχῆς ἐπιμέλεια, δυνατή ἐστι παντοδαπῶν ἀρρωστημάτων ἐπικρατῆσαι
因此,凡活在罪惡中的人,都不可對自己絕望,當知道:耕種既能改變植物的性質,那麼靈魂在德行上的照料,也定能勝過各樣的疾病。
Let no one, then, who lives in vice despair of himself, knowing that, if husbandry changes the qualities of plants, the soul's care for virtue is able to gain mastery over ailments of every sort.
5:153
δὲ περὶ τὰς καρπογονίας διαφορὰ τῶν καρπίμων φυτῶν τοσαύτη, ὅσην οὐδ ἂν ἐπελθεῖν τις δυνηθείη τῷ λόγῳ
至於結果之植物在結實方面的差異是何等之大,竟無人能以言語盡述。
And the difference among the fruit-bearing plants as regards their fruit-production is so great that no one could even traverse it in discourse.
5:154
Οὐ γὰρ μόνον ἐν τοῖς ἑτερογενέσιν αἱ διαφοραὶ τῶν καρπῶν, ἀλλ ἤδη καὶ ἐν αὐτῷ τῷ εἴδει τοῦ δένδρου πολὺ τὸ διάφορον·
因為不僅在不同種類之間果實有差異,連在同一樹種之內,差別也甚多;
For not only are there differences of fruits among the various kinds, but already even within the very same species of tree there is much variation;
5:155
ὅπουγε καὶ ἄλλος μὲν χαρακτὴρ τοῦ καρποῦ τῶν ἀρρένων, ἄλλος δὲ τῶν θηλειῶν, παρὰ τῶν φυτουργῶν διακέκριται, οἵ γε καὶ τοὺς φοίνικας εἰς ἄρρενας καὶ θηλείας διστῶσι
因為雄樹的果實是一種性狀,雌樹的果實是另一種,這已被栽植者所辨明,他們甚至把棕棗樹也分為雄樹與雌樹。
inasmuch as one character of fruit belongs to the male trees, another to the female, as has been distinguished by the cultivators, who indeed divide even the date-palms into male and female.
5:156
Καὶ ἴδοις ἄν ποτε τὴν παρ αὐτῶν ὀνομαζομένην θήλειαν, καθιεῖσαν τοὺς κλάδους, οἷον ὀργῶσαν, καὶ τῆς συμπλοκῆς ἐφιεμένην τοῦ ἄρρενος, τοὺς δὲ θεραπευτὰς τῶν φυτῶν ἐμβάλλοντας τοῖς κλάδοις, οἷόν τινα σπέρματα τῶν ἀρρένων, τοὺς λεγομένους ψῆνας, καὶ οὕτως οἷον ἐν συναισθήσει τῆς ἀπολαύσεως γίνεσθαι καὶ ἀνορθοῦσθαι πάλιν τοὺς κλάδους, καὶ πρὸς τὸ οἰκεῖον σχῆμα τοῦ φυτοῦ τὴν κόμην ἀποκαθίστασθαι
你有時可見到他們所謂的雌樹垂下枝條,彷彿在發情、渴望與雄樹交合;而照料植物的人就把彷彿是雄樹某種「種子」之物——所謂的榕小蜂——投入它的枝間,於是那些枝條彷彿在享受的感受中重新有了生氣、再度挺立起來,枝葉也回復到植物應有的形態。
And you may sometimes see what they call the female letting down its branches, as it were in heat and longing for union with the male; and the tenders of the plants throwing in among its branches, as it were certain seeds of the males—the so-called caprifig-gnats—and thus the branches, as if in a sense of enjoyment, becoming reanimated and straightening up again, and the foliage being restored to the proper figure of the plant.
5:157
Τὰ αὐτὰ δὲ ταῦτα καὶ περὶ τῶν συκῶν φασιν
他們論到無花果樹,也說這同樣的事。
And they say these very same things also concerning the fig-trees.
5:158
Ὅθεν οἱ μὲν τὰς ἀγρίας συκᾶς παραφυτεύουσι ταῖς ἡμέροις·
因此,有些人把野生無花果樹栽種在園生的旁邊;
Whence some plant wild fig-trees beside the cultivated ones;
5:159
οἱ δὲ τοὺς ὀλύνθους ἐκδήσαντες, τῶν εὐκάρπων καὶ ἡμέρων συκῶν τὴν ἀτονίαν ἰῶνται, ῥέοντα ἤδη καὶ σκεδαννύμενον τὸν καρπὸν τοῖς ὀλύνθοις ἐπέχοντες
另有些人則把野無花果繫上去,藉此醫治那結實的園生無花果樹之衰弱,用野無花果遏止那已在脫落、散失的果子。
while others, binding on the wild figs, heal the weakness of the fruitful and cultivated fig-trees, checking with the wild figs the fruit that was already running off and being scattered.
5:160
Τί σοι τὸ παρὰ τῆς φύσεως αἴνιγμα βούλεται; Ὅτι χρὴ πολλάκις ἡμᾶς καὶ παρὰ τῶν ἀλλοτρίων τῆς πίστεως, εὐτονίαν τινὰ προσλαμβάνειν, εἰς τὴν τῶν ἀγαθῶν ἔργων ἐπίδειξιν
大自然這謎語對你有何含意呢?乃是說:為著展現善行,我們往往須從那些與信仰無分之人身上,也汲取某種剛健之力。
What does this riddle from nature mean for you? That we must often take on a certain vigor, even from those alien to the faith, for the display of good works.
5:161
Ἐὰν γὰρ ἴδῃς τὸν ἐν βίῳ ἐθνικῷ, ἀπό τινος αἱρέσεως ἐνδιαστρόφου τῆς Ἐκκλησίας ἀπεσχισμένον, βίου σώφρονος καὶ τῆς λοιπῆς κατὰ τὸ ἦθος εὐταξίας ἐπιμελούμενον, πλεῖον σεαυτοῦ τὸ σπουδαῖον ἐπίτεινον, ἵνα γένῃ παραπλήσιος τῇ καρποφόρῳ συκῇ, ἐκ τῆς τῶν ἀγρίων παρουσίας ἀθροιζούσῃ τὴν δύναμιν, καὶ τὴν μὲν ῥύσιν ἐπεχούσῃ, ἐπιμελέστερον δὲ τὸν καρπὸν ἐκτρεφούσῃ
因為你若見到一個過著外邦生活的人,或一個因某種乖謬異端而從教會分離出去的人,卻仍致力於節制的生活和其餘行為上的良好秩序,你就當把自己的熱心激發得勝過他,好使你像那結實的無花果樹——它從野樹的同在中得力,遏止了果子的脫落,反倒更加細心地培育它的果實。
For if you see one living in a heathen manner, or one cut off from the Church by some perverse heresy, yet taking care for a temperate life and for the rest of good order in his conduct, intensify your own zeal beyond his, that you may become like the fruitful fig-tree, which gathers strength from the presence of the wild ones, and, checking the running-off, more carefully nourishes its fruit.
5:162
Τοιαῦται μὲν οὖν αἱ περὶ τὸν τρόπον τῆς γενέσεως αὐτῶν διαφοραὶ, ὡς ἐλάχιστα εἰπεῖν ἀπὸ πλείστων
關於它們生成方式的差異,便是如此——這不過是從極多之中略說極少罷了。
Such, then, are the differences concerning the manner of their generation—to say very little out of very much.
5:163
Αὐτῶν δὲ τῶν καρπῶν τίς ἂν ἐπέλθοι τὴν ποικιλίαν, τὰ σχήματα, τὰς χρόας, τῶν χυμῶν τὴν ἰδιότητα, τὸ ἀφ ἑκάστου χρήσιμον; Πῶς τινὰ μὲν γυμνὰ πέπτεται τῷ ἡλίῳ, τινὰ δὲ ἐν ἐλύτροις κεκαλυμμένα πληροῦται; καὶ ὧν μὲν ἁπαλὸς καρπὸς, παχὺ τοῦ φύλλου τὸ σκεπαστήριον, ὡς ἐπὶ τῆς συκῆς; ὧν δὲ οἱ καρποὶ στεγανώτεροι, ἐλαφρὰ τῶν φύλλων προβολὴ, ὡς ἐπὶ τῆς καρύας; Ὅτι ἐκεῖνα μὲν, διὰ τὸ ἀσθενὲς, πλείονος ἐδεῖτο τῆς βοηθείας, τούτοιςδ ἂν προσβλαβὴς ἐγένετο παχυτέρα περιβολὴ ἐκ τῆς ἀπ αὐτῶν σκιᾶς
可是論到果實本身,誰能盡述其千變萬化——形狀、顏色、汁液的特性、從各樣果實所得的用處?何以有些果實光裸地在日下成熟,有些卻裹在外殼中漸臻飽滿?有些果實柔嫩的,葉子便是厚厚的遮蔽,如無花果;有些果實較能抵禦風雨的,葉子的伸展便輕薄,如核桃?因為前者由於柔弱,需要更多的保護,而對後者來說,較厚的遮蔽反會因其所投之蔭而有害。
But of the fruits themselves, who could go through their variety—the shapes, the colors, the peculiarity of the juices, the usefulness derived from each? How some are ripened bare by the sun, while others are brought to fullness shrouded in husks? And of those whose fruit is tender, the leaf is a thick covering, as in the case of the fig; while of those whose fruits are more weatherproof, the projection of the leaves is slight, as in the case of the walnut? Because the former, by reason of weakness, needed more protection, while for the latter the thicker covering would have been harmful from the shade cast by it.
5:164
Πῶς κατέσχισται τῆς ἀμπέλου τὸ φῦλλον, ἵνα καὶ πρὸς τὰς ἐκ τοῦ ἀέρος βλάβας βότρυς ἀντέχῃ, καὶ τὴν ἀκτῖνα τοῦ ἡλίου διὰ τῆς ἀραιότητος δαψιλῶς ὑποδέχηται; Οὐδὲν ἀναίτιον·
葡萄樹的葉子何以開裂,好叫果串既能抵擋來自空氣的損害,又能藉其疏朗充分承受日光?沒有一樣是無緣無故的;
How is the leaf of the vine slit, so that both the cluster may hold out against the harms from the air, and may abundantly receive the ray of the sun through its openness? Nothing is without cause;
5:165
πάντα ἔχει τινὰ σοφίαν ἀπόρρητον
萬物都含有某種不可言喻的智慧。
all things have a certain ineffable wisdom.
5:166
Τίς ἂν ἐφίκοιτο λόγος; Πῶς ἀνθρώπινος νοῦς πάντα μετ ἀκριβείας ἐπέλθοι, ὥστε καὶ κατιδεῖν τὰς ἰδιότητας, καὶ τὰς πρὸς ἕκαστον διαφορὰς ἐναργῶς διακρῖναι, καὶ τὰς κεκρυμμένας αἰτίας ἀνενδεῶς παραστῆσαι; Ἓν ὕδωρ διὰ τῆς ῥίζης ἑλκόμενον, ἄλλως μὲν τρέφει τὴν ῥίζαν αὐτὴν, ἄλλως δὲ τὸν φλοιὸν τοῦ στελέχους, καὶ ἄλλως τὸ ξύλον, καὶ τὴν ἐντεριώνην ἑτέρως
甚麼言語能企及這智慧呢?人的心思怎能精確地遍歷萬物,以致既察明各自的特性,又清楚分辨彼此的差異,並毫無缺漏地闡明那些隱藏的緣由?同一股水,藉根被吸上來,卻以一種方式滋養根本身,以另一種方式滋養莖的皮,又以另一種方式滋養木質,再以別樣的方式滋養髓心。
What discourse could attain it? How could the human mind go through all things with precision, so as both to discern the peculiarities, and clearly to distinguish the differences with respect to each, and without deficiency to set forth the hidden causes? One water, drawn up through the root, nourishes the root itself in one way, the bark of the stem in another, the wood in yet another, and the pith differently again.
5:167
Τὸ αὐτὸ καὶ φῦλλον γίνεται, καὶ εἰς ἀκρέμονας καὶ κλάδους κατασχίζεται, καὶ τοῖς καρποῖς παρέχει τὴν αὔξησιν, καὶ δάκρυον τοῦ φυτοῦ καὶ ὀπὸς ἐκ τῆς αὐτῆς αἰτίας προέρχεται·
同一股水化為葉子,又分成細枝與大枝,並使果實得以生長,連樹脂與樹汁也是出於同一緣由而流出;
The same thing becomes a leaf, and is divided into twigs and branches, and gives growth to the fruits, and the tree's tear-gum and sap come forth from the same cause;
5:168
οἷς πόση πρὸς ἄλληλά ἐστιν διαφορὰ, οὐδεὶς ἂν λόγος ἐξίκοιτο
這些東西彼此之間的差異是何等之大,沒有任何言語能道盡。
how great the difference is among these in relation to one another, no discourse could reach.
5:169
Ἄλλο γὰρ τοῦ σχίνου τὸ δάκρυον, καὶ ἄλλος ὀπὸς τοῦ βαλσάμου·
因為乳香黃連木的脂膠是一種,香脂樹的樹汁又是另一種;
For different is the tear-gum of the mastic, and different the sap of the balsam;
5:170
καὶ νάρθηκές τινες ἐπὶ τῆς Αἰγύπτου καὶ Λιβύης ἕτερον ὀπῶν γένος ἀποδακρύουσι
在埃及和利比亞,某些巨茴香還滴流出另一種類的樹汁。
and certain giant-fennels in Egypt and Libya weep forth yet another kind of sap.
5:171
Λόγος δέ τίς ἐστι, καὶ τὸ ἤλεκτρον ὀπὸν εἶναι φυτῶν εἰς λίθου φύσιν ἀποπηγνύμενον
另有一說,琥珀乃是樹木的汁液,凝結成石頭的性質。
There is also an account that amber is the sap of trees, congealed into the nature of stone.
5:172
Μαρτυρεῖ δὲ τῷ λόγῳ τὰ ἐμφαινόμενα κάρφη καὶ τὰ λεπτότατα τῶν ζῴων, ἅπερ, ἁπαλοῦ ὄντος τοῦ ὀποῦ, ἐναποληφθέντα κατέχεται
可作此說見證的,是琥珀中可見的草屑與極微小的生物;當汁液尚柔軟時,牠們被困入其中而被牢牢留住。
Witness to this account are the bits of straw and the tiniest of creatures that appear within it, which, while the sap was still soft, were caught and held fast inside.
5:173
Καὶ ὅλως τὴν κατὰ τὰς ποιότητας τῶν ὀπῶν διαφορὰν μὴ τῇ πείρᾳ διδαχθεὶς, οὐδένα λόγον εὑρήσει τὴν ἐνέργειαν παριστῶντα
總之,凡未藉經驗學得各種汁液在性質上之差異的人,便找不到任何道理足以說明其作用。
And in general, whoever has not been taught by experience the difference in the qualities of saps will find no rational account that explains their operation.
5:174
Πῶς πάλιν ἀπὸ τῆς αὐτῆς νοτίδος ἐν μὲν τῇ ἀμπέλῳ οἶνος συνίσταται, ἐν δὲ τῇ ἐλαίᾳ τὸ ἔλαιον; Καὶ οὐ τοῦτο μόνον θαυμαστὸν, πῶς ὧδε μὲν τὸ ὑγρὸν ἀπεγλυκάνθη, ἐκεῖ δὲ λιπαρὸν γέγονεν, ἀλλ ὅτι καὶ ἐν τοῖς γλυκέσι καρποῖς ἀμύθητος παραλλαγὴ τῆς ποιότητος
再者,何以同樣的水分在葡萄樹中成了酒,在橄欖樹中卻成了油?可奇之處不僅在於此處的水分變甜、彼處卻變得油膩,更在於即使在甜的果子之間,其性質的差異也是說不盡的。
Again, how is it that from the same moisture wine is formed in the vine, but oil in the olive? And the marvel is not only that here the liquid is made sweet, there it becomes oily, but that even among sweet fruits the variation of quality is beyond telling.
5:175
Ἄλλο γὰρ τὸ ἐν ἀμπέλῳ γλυκὺ, καὶ ἄλλο τὸ ἐν μηλέᾳ, καὶ σύκῳ, καὶ φοίνικι
葡萄中的甜是一樣,蘋果中的甜是另一樣,無花果與棗子中的甜又各不相同。
For the sweetness in the vine is one thing, that in the apple another, and another again in the fig and the date.
5:176
Ἔτι σε βούλομαι περὶ τὴν ἐξέτασιν ταύτην φιλοτεχνῆσαι, πῶς τὸ αὐτὸ ὕδωρ νῦν μὲν λεῖόν ἐστι τῇ αἰσθήσει, ὅταν ἐν τοῖσδέ τισι τοῖς φυτοῖς γενόμενον ἀπογλυκανθῇ·
我願你在這探究上再多用些心思:同樣的水,何以此時嘗起來甘潤——當它進入某些植物而被化為甘甜時;
I wish you to apply your skill further to this inquiry: how the same water is now smooth to the taste, when, having entered into certain plants, it is made sweet;
5:177
νῦν δὲ πληκτικόν ἐστι τῆς γεύσεως, ὅταν δι ἄλλων φυτῶν ἐνεχθὲν ἀποξύνηται
而彼時卻刺激味覺——當它經由別的植物而變酸時。
but now it strikes the taste sharply, when, borne through other plants, it turns sour.
5:178
Καὶ πάλιν εἰς τὴν ἐσχάτην πικρότητα μεταβάλλον ἐκτραχύνει τὴν αἴσθησιν, ὅταν ἐν ἀψίνθῳ σκαμμωνίᾳ γένηται
它又會變為極苦,刺痛感官——當它存於苦艾或旋花(瀉根)之中時。
And again, changing into the extreme of bitterness, it roughens the sense, when it comes to be in wormwood or scammony.
5:179
Καὶ ἐν μὲν ταῖς βαλάνοις, τῷ καρπῷ τῆς κρανείας, πρὸς τὴν στυφὴν καὶ αὐστηρὰν ποιότητα μεταβάλλει·
在橡實中,或在山茱萸的果子中,它轉向澀而粗糲的性質;
In acorns, or in the fruit of the cornel tree, it changes toward an astringent and harsh quality;
5:180
ἐν δὲ ταῖς τερεβίνθοις, καὶ ταῖς καρύαις, πρὸς ἁπαλὴν καὶ ἐλαιώδη φύσιν μεθίσταται
而在篤耨香樹與胡桃中,它卻轉成柔軟油潤的性質。
but in the terebinths and the walnuts it passes over to a soft and oily nature.
5:181
Καὶ τί δεῖ τὰ πόρρω λέγειν, ὅπου γε ἐπὶ τῆς αὐτῆς συκῆς πρὸς τὰς ἐναντιωτάτας μεταβαίνει ποιότητας; Πικρότατον μὲν γάρ ἐστιν ἐν τῷ ὀπῷ, γλυκύτατον δὲ ἐν αὐτῷ τῷ καρπῷ
又何必說那相距甚遠之物呢?在同一棵無花果樹上,它便能轉成最相反的性質:在汁液中極苦,在果子本身卻極甜。
And why speak of things far apart, when on the very same fig tree it passes into the most opposite qualities? For it is most bitter in the sap, yet most sweet in the fruit itself.
5:182
Καὶ ἐπὶ τῆς ἀμπέλου στυπτικώτατον μὲν ἐπὶ τῶν ἀκρεμόνων, ἥδιστον δὲ ἐν τοῖς βότρυσιν
在葡萄樹上,它在嫩枝中極澀,在串串葡萄中卻最為甘美。
And in the vine it is most astringent in the tendrils, yet most delightful in the clusters.
5:183
Αἱ δὲ κατὰ τὰς χρόας διαφοραὶ, πόσαι; Ἴδοις ἂν ἐν λειμῶνι τὸ αὐτὸ ὕδωρ ἐρυθραινόμενον μὲν ἐν τῷδε τῷ ἄνθει, καὶ ἐν ἄλλῳ πορφυροῦν, καὶ κυανὸν ἐν τῷδε, καὶ ἐν ἑτέρῳ λευκόν·
至於顏色上的差異,又是何其多!在一片草地上,你可看見同樣的水在這朵花中泛紅,在那朵中成紫,在這一朵中是藍,在另一朵中又是白;
And the differences in colours—how many they are! In a meadow you may see the same water reddened in this flower, purple in another, blue in this one, and white in yet another;
5:184
καὶ πλείονα πάλιν τῆς ἐν ταῖς χρόαις ποικιλίας, τὴν κατὰ τὰς ὀδμὰς διαφορὰν παρεχόμενον
而比顏色的多樣更為豐富的,是它所造成各種香氣的差異。
and, more abundant still than the variety in colours, it furnishes the difference among scents.
5:185
Ἀλλὰ γὰρ ὁρῶ μοι τὸν λόγον τῇ ἀπληστίᾳ τῆς θεωρίας εἰς ἀμετρίαν ἐκπίπτοντα, ὃν ἐὰν μὴ δήσας πρὸς ἀνάγκην ἀπαγάγω τῆς κτίσεως, ἐπιλείψει με ἡμέρα τὴν μεγάλην σοφίαν ἐκ τῶν μικροτάτων ὑμῖν παριστῶντα
但我確實看見,我這篇講論因對默觀的貪求而漸趨過長;若我不以必要為繩索把它從受造之物上牽引開來,當我向你們陳明這從至微之物中所顯的大智慧時,一天的工夫也將不夠用。
But indeed I see my discourse, in its insatiable longing for contemplation, falling into excess; and unless I bind it by necessity and lead it away from the creation, the day will fail me as I set before you the great wisdom drawn from the very smallest things.
5:186
Βλαστησάτω γῆ ξύλον κάρπιμον, ποιοῦν καρπὸν ἐπὶ τῆς γῆς
「地要長出結果子的樹木,在地上結出果子。」
"Let the earth bring forth the fruitful tree, yielding fruit upon the earth."
5:187
Καὶ εὐθὺς αἱ κορυφαὶ τῶν ὀρέων ἐκόμων·
於是群山之巔立時披上了枝葉;
And at once the summits of the mountains were covered with foliage;
5:188
καὶ ἐφιλοτεχνοῦντο παράδεισοι, καὶ ποταμῶν ὄχθαι μυρίοις γένεσι φυτῶν ὡραΐζοντο
園子被巧妙地佈置起來,河岸也以無數種類的植物增添了華美。
gardens were skilfully laid out, and the banks of rivers were beautified with countless kinds of plants.
5:189
Καὶ τὰ μὲν τὴν ἀνθρωπίνην ηὐτρέπιστο κατακοσμῆσαι τράπεζαν·
有些植物預備好用以裝點人的餐桌;
Some plants were made ready to adorn the human table;
5:190
τὰ δὲ βοσκήμασι τροφὴν παρεσκεύαζεν, ἐκ τῶν φύλλων, ἐκ τῶν καρπῶν
另一些則以其葉、其果,為放牧的牲畜預備了食物。
others prepared food for the grazing herds, from their leaves, from their fruits.
5:191
Ἄλλα τὰς ἐκ τῆς ἰατρικῆς ὠφελείας ἡμῖν προεξένει·
還有一些為我們供應了出於醫術的益處;
Others procured for us the benefits that come from medicine;
5:192
τοὺς χυλοὺς, τοὺς ὀποὺς, τὰ κάρφη, τοὺς φλοιοὺς, τὸν καρπόν·
其漿汁、其樹脂、其纖維、其樹皮、其果實;
the juices, the saps, the bits of fibre, the barks, the fruit;
5:193
καὶ ἁπαξαπλῶς ὅσα ἡμῖν χρονία πεῖρα ἐξεῦρεν, ἐκ τῶν κατὰ μέρος περιπτώσεων συλλεγομένη τὸ χρήσιμον, ταῦτα ὀξεῖα τοῦ κτίσαντος πρόνοια, ἐξ ἀρχῆς προβλεψαμένη, εἰς γένεσιν ἤγαγε
總而言之,凡長久的經驗為我們所發現有用的、從一件件遭遇中累積出有益之物的,這一切都是創造主敏銳的眷顧從起初便已預見,並使之得以生成。
and in a word, all that long experience has discovered useful for us, gathering up the profitable from individual encounters—all this the keen providence of the Creator, foreseeing it from the beginning, brought into being.
5:194
Σὺ δὲ ὅταν ἴδῃς τὰ ἥμερα, τὰ ἄγρια, τὰ φίλυδρα, τὰ χερσαῖα, τὰ ἀνθοφοροῦντα, τὰ ἀνάνθη, ἐν μικρῷ τὸν μέγαν ἐπιγινώσκων, πρόσθες ἀεὶ τῷ θαύματι, καὶ αὔξησόν μοι τὴν ἀγάπην τοῦ κτίσαντος
至於你,當你看見那栽培的與野生的、喜水的與居陸的、開花的與不開花的,並在微小之物中認出那偉大者時,要時時增添你的驚嘆,並在我裡面加增你對創造主的愛。
But you, when you see the cultivated and the wild, the water-loving and the land-dwelling, the flower-bearing or the flowerless, recognizing the Great One in the small, ever add to your wonder, and increase in me your love for the Creator.
5:195
Ἐξέταζε πῶς τὰ μὲν ἀειθαλῆ ἐποίησε, τὰ δὲ γυμνούμενα·
你要察看祂如何使有些植物常青,有些則被剝得光禿;
Examine how He made some plants evergreen, others stripped bare;
5:196
καὶ τῶν ἀειθαλῶν τὰ μὲν φυλλοβόλα, τὰ δὲ ἀείφυλλα
又在常青之物中,有些是落葉的,有些則終年不凋。
and of the evergreens, some shedding their leaves, others ever-leaved.
5:197
Φυλλοβολεῖ γὰρ καὶ ἐλαία καὶ πίτυς, εἰ καὶ λεληθότως ὑπαλλάσσει τὰ φύλλα, ὥστε μηδέποτε δοκεῖν τῆς κομῆς ἀπογυμνοῦσθαι
因為橄欖樹與松樹其實也落葉,只是換葉換得不易覺察,以致看起來從不像被剝去枝葉一般。
For both the olive and the pine do shed their leaves, though they exchange them imperceptibly, so that they never seem to be stripped bare of their foliage.
5:198
Ἀείφυλλον δὲ φοίνιξ, τῷ αὐτῷ φύλλῳ ἐκ τῆς πρώτης βλαστήσεως εἰς τέλος συμπαραμένων
棕櫚樹卻是終年常葉的,從它最初發芽直到末了,保有同一片葉子。
But the date palm is ever-leaved, keeping the same leaf from its first sprouting to the end.
5:199
Ἔπειτα κἀκεῖνο σκόπει, πῶς μυρίκη ὥσπερ ἀμφίβιόν ἐστι, καὶ τοῖς φιλύδροις συναριθμούμενον, καὶ κατὰ τὰς ἐρήμους πληθυνόμενον
再思想這事:檉柳何以彷彿是兩棲的,既被算在喜水的植物之列,又在曠野各處繁衍。
Then consider this too: how the tamarisk is, as it were, amphibious, both reckoned among the water-loving plants and multiplying throughout the deserts.
5:200
Διὸ καὶ Ἱερεμίας διαίως τὰ πονηρότερα καὶ ἐπαμφοτερίζοντα τῶν ἠθῶν τῷ τοιούτῳ φυτῷ παρεικάζει
所以耶利米也恰當地把那更為邪惡、性情兩面的人,比作這樣的植物。
Therefore Jeremiah too rightly likens the more wicked and double-natured characters to such a plant.
5:201
Τὸ μικρὸν τοῦτο πρόσταγμα εὐθὺς φύσις μεγάλη καὶ λόγος ἔντεχνος ἦν, θᾶττον τοῦ ἡμετέρου νοήματος τὰς μυρίας τῶν φυομένων ἰδιότητας ἐκτελῶν
這一道微小的命令,立時就成了浩大的自然與巧妙的言語,比我們的思想還快地成就了一切生長之物無數的特性。
This small command was at once a great nature and a skilful word, accomplishing—faster than our thought—the countless properties of the things that grow.
5:202
Ἐκεῖνο ἔτι καὶ νῦν ἐνυπάρχον τῇ γῇ τὸ πρόσταγμα, ἐπείγει αὐτὴν καθ ἑκάστην ἔτους περίοδον ἐξάγειν τὴν δύναμιν ἑαυτῆς ὅσην ἔχει πρός τε βοτανῶν καὶ σπερμάτων καὶ δένδρων γένεσιν
那道命令,如今仍存留在地裡,每年一度催促大地,使它把自身所有為使青草、種子與樹木生長的能力都發出來。
That command, even now still present in the earth, urges it in each yearly cycle to bring forth all the power it has for the generation of grasses and seeds and trees.
5:203
Ὡς γὰρ οἱ στρόβιλοι ἐκ τῆς πρώτης αὐτοῖς ἐνδοθείσης πληγῆς τὰς ἐφεξῆς ποιοῦνται περιστροφὰς, ὅταν πήξαντες τὸ κέντρον ἐν ἑαυτοῖς περιφέρωνται·
正如陀螺,因最初所受的那一擊,就一圈接一圈地旋轉,當它們在自身定住了軸心便繞著自己迴旋;
For just as spinning-tops, from the first blow given them, make the successive revolutions, when, having fixed their centre, they whirl round upon themselves;
5:204
οὕτω καὶ τῆς φύσεως ἀκολουθία ἐκ τοῦ πρώτου προστάγματος τὴν ἀρχὴν δεξαμένη, πρὸς πάντα τὸν ἐφεξῆς διεξέρχεται χρόνον, μέχρις ἂν πρὸς τὴν κοινὴν συντέλειαν τοῦ παντὸς καταντήσῃ
自然界的承續也是如此,自那起初的命令領受了開端,便貫穿其後一切的時日而運行,直到抵達萬有共同的終局。
so too the sequence of nature, having received its beginning from the first command, runs on through all the time that follows, until it arrives at the common consummation of the universe.
5:205
Ἐφ ἣν καὶ ἡμεῖς πάντες ἔγκαρποι καὶ πλήρεις ἔργων ἀγαθῶν ἐπειγώμεθα, ἵνα φυτευθέντες ἐν τῷ οἴκῳ Κυρίου, ἐν ταῖς αὐλαῖς τοῦ Θεοῦ ἡμῶν ἐξανθήσωμεν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων
願我們眾人也都朝著那終局奔去,結滿果子、滿有善行,好叫我們既栽於耶和華的殿中,便在我們神的院宇裡發旺,這都在我們的主基督耶穌裡;願榮耀與權能歸與祂,直到萬世萬代。
Toward which let us all also hasten, fruitful and full of good works, so that, being planted in the house of the Lord, we may flourish in the courts of our God, in Christ Jesus our Lord, to whom be glory and might unto the ages of ages.
5:206
ΟΜΙΛΙΑϚ Περὶ γενέσεως φωστήρων
講道。論光體(發光體)的造成。
HOMILY. On the Creation of the Luminaries.
5:207
Τὸν ἀθλητῶν θεατὴν μετέχειν τινὸς προσῆκε καὶ αὐτὸν εὐτονίας
觀看競技者的人,自己理當也具備幾分的健勁。
It is fitting that the spectator of athletes should himself also partake of some measure of vigour.
5:208
Καὶ τοῦτο ἐκ τῶν πανηγυρικῶν θεσμῶν ἄν τις κατίδοι, οἳ τοὺς συγκαθεζομένους εἰς τὸ στάδιον γυμνῇ καθῆσθαι τῇ κεφαλῇ διαγορεύουσιν·
這一點,人可從節慶競技的規矩看出:那些一同坐在競技場中的人,被規定要露著頭而坐;
And this one might perceive from the rules of the festal games, which prescribe that those seated together in the stadium sit with bare head;
5:209
ἐμοὶ δοκεῖν, ἵνα μὴ θεατὴς μόνον ἀγωνιστῶν, ἀλλὰ καὶ ἀγωνιστὴς ἕκαστος αὐτὸς ἐν τῷ μέρει τυγχάνῃ
依我看,這是要使每個人不僅作競技者的觀眾,自己也輪流作一個競技者。
in order, as it seems to me, that each one might be not merely a spectator of the contenders, but himself in his turn a contender.
5:210
Οὕτω τοίνυν καὶ τὸν τῶν μεγάλων καὶ ὑπερφυῶν θεαμάτων ἐξεταστὴν, καὶ τὸν τῆς ἄκρας ὄντως καὶ ἀπορρήτου σοφίας ἀκροατὴν προσῆκεν οἴκοθεν ἔχειν ἥκοντά τινας ἀφορμὰς πρὸς τὴν θεωρίαν τῶν προκειμένων, καὶ κοινωνεῖν ἐμοὶ τῆς ἀγωνίας εἰς δύναμιν, οὐχὶ κριτὴν μᾶλλον συναγωνιστὴν παρεστῶτα·
照樣,那察考偉大而超凡景象的人,那聆聽真正至高、無可言喻之智慧的人,理當從家中便已帶著某些資源前來,以便默觀擺在面前之事,並盡其所能與我同擔這場奮力,站在一旁不是作評判者,而是作同場奮鬥的人;
So then, in the same way, the examiner of great and surpassing spectacles, and the hearer of wisdom truly supreme and ineffable, ought to come from home already possessing certain resources for the contemplation of the matters set before him, and to share in my struggle as far as he is able, standing by not so much as a judge as a fellow-contender;
5:211
μήποτε ἄρα διαλάθῃ ἡμᾶς τῆς ἀληθείας εὕρεσις, καὶ τὸ ἐμὸν σφάλμα κοινὴ ζημία τῶν ἀκουόντων γένηται
免得真理的發現不知不覺從我們手中溜走,使我自己的差錯反成了聽眾共同的虧損。
lest somehow the discovery of the truth escape us, and my own error become a common loss to those who hear.
5:212
Πρὸς οὖν τί ταῦτα λέγω; Ὅτι ἐπειδὴ πρόκειται ἡμῖν εἰς τὴν τοῦ κόσμου σύστασιν ἐξέτασις καὶ θεωρία τοῦ παντὸς, οὐκ ἐκ τῆς τοῦ κόσμου σοφίας τὰς ἀρχὰς ἔχουσα, ἀλλ ἐξ ὧν τὸν ἑαυτοῦ θεράποντα Θεὸς ἐξεπαίδευσεν, ἐν εἴδει λαλήσας πρὸς αὐτὸν, καὶ οὐ δι αἰνιγμάτων, ἀνάγκη που πάντως, τοὺς τῶν μεγάλων φιλοθεάμονας μὴ ἀγύμναστον ἔχειν τὸν νοῦν πρὸς τὴν τῶν προκειμένων ἡμῖν κατανόησιν
那麼,我說這些話是為了甚麼呢?因為擺在我們面前的,乃是對世界與宇宙之構成的察考與默觀——它的原理不取自世俗的智慧,而是取自神藉以教導祂自己僕人的那些事,是面對面、而非藉著謎語向他說的——所以那些愛默觀偉大之事的人,斷不可使自己的心思在領會這些擺在我們面前之事上毫無操練。
To what end, then, do I say these things? Because, since there lies before us an examination and contemplation of the constitution of the world and of the universe—drawing its principles not from the wisdom of the world, but from those things by which God instructed His own servant, speaking to him face to face and not through riddles—it is altogether necessary that those who love to behold great things should not have their mind untrained for the understanding of the matters set before us.
5:213
Εἴ ποτε οὖν ἐν αἰθρίᾳ νυκτερινῇ πρὸς τὰ ἄρρητα κάλλη τῶν ἄστρων ἐνατενίσας, ἔννοιαν ἔλαβες τοῦ τεχνίτου τῶν ὅλων, τίς τοῖς ἄνθεσι τούτοις διαποικίλας τὸν οὐρανὸν, καὶ ὅπως ἐν τοῖς ὁρωμένοις πλέον τοῦ τερπνοῦ τὸ ἀναγκαῖόν ἐστι·
那麼,若你曾在某個晴朗的夜裡,凝望群星那無可言喻的美麗,因而思想到那萬有的巧匠——是誰用這些花朵點綴了諸天,又思想到在可見之物中,那必需的何以勝過那賞心的;
If, then, on some clear night, gazing intently at the unspeakable beauties of the stars, you have taken thought of the Craftsman of all things—who it was that bespangled heaven with these flowers, and how in things visible the necessary outweighs the delightful;
5:214
πάλιν ἐν ἡμέρᾳ εἰ νήφοντι τῷ λογισμῷ κατέμαθες τὰ τῆς ἡμέρας θαύματα, καὶ διὰ τῶν ὁρωμένων ἀνελογίσω τὸν οὐχ ὁρώμενον, ἐμπαράσκευος ἥκεις ἀκροατὴς καὶ πρέπων τῷ πληρώματι τοῦ σεμνοῦ τούτου καὶ μακαρίου θεάτρου
又若你曾在白晝裡,以清醒的思慮認識了白日的奇妙,並藉所見之物推想到那不可見者,那麼你便是一個預備周全的聽眾,配得參與這莊嚴而蒙福之劇場的眾人之列。
and if again by day, with sober reasoning, you have learned the wonders of the day, and through the things seen have reasoned out the One unseen, then you come a well-equipped hearer, fit for the assembly of this august and blessed theatre.
5:215
Δεῦρο δὴ οὖν, ὥσπερ οἱ τοὺς ἀήθεις τῶν πόλεων τῆς χειρὸς λαβόμενοι περιηγοῦνται, οὕτω δὴ καὶ αὐτὸς ἐπὶ τὰ κεκρυμμένα θαύματα ὑμᾶς τῆς μεγάλης ταύτης πόλεως ξεναγήσω
那麼,請來罷;正如那些拉著外鄉客的手帶他們遊覽城市的人,我也要作你們的嚮導,引你們去看這座大城中隱藏的奇觀。
Come then, just as those who lead by the hand the strangers to a city show them around, so I too will be your guide to the hidden wonders of this great city.
5:216
Ἐν τῇ πόλει ταύτῃ, ἐν ἀρχαία πατρὶς ἡμῶν, ἧς μετανέστησεν ἡμᾶς ἀνθρωποκτόνος δαίμων, τοῖς ἑαυτοῦ δελεάσμασιν ἀνδραποδίσας τὸν ἄνθρωπον·
在這座城裡,安放著我們古時的家鄉——就是那殺人的鬼魔藉自己的誘餌奴役了人、把我們從中驅逐出來的家鄉——
In this city, in which our ancient homeland lay—the homeland from which the murderous demon dislodged us, when by his own baits he enslaved man—
5:217
ἐνταῦθα κατόψει τὴν πρώτην τοῦ ἀνθρώπου γένεσιν, καὶ τὸν εὐθὺς ἡμᾶς ἐπικαταλαβόντα θάνατον·
在這裡,你將看見人最初的受造,以及那隨即臨到我們的死亡;
here you will behold the first generation of man, and the death that straightway overtook us;
5:218
ὃν ἐγέννησεν ἁμαρτία, τὸ πρωτότοκον ἔκγονον τοῦ ἀρχεκάκου δαίμονος
就是罪所生的那死亡,乃那作惡之首的鬼魔頭生的子裔。
the death which sin begot, the firstborn offspring of the author of evil, the demon.
5:219
Καὶ γνωρίσεις σαυτὸν, γήϊνον μὲν τῇ φύσει, ἔργον δὲ θείων χειρῶν·
你也將認識你自己:論本性確是屬土的,論造作卻是神之手的工作;
And you will come to know yourself: earthly indeed by nature, yet the work of divine hands;
5:220
δυνάμει μὲν καὶ παραπολὺ τῶν ἀλόγων λειπόμενον, ἄρχοντα δὲ χειροτονητὸν τῶν ἀλόγων καὶ τῶν ἀψύχων
論能力遠遜於無理性的牲畜,卻被選立而作了無理性之物與無生命之物的治理者。
in power falling far short of the irrational animals, yet appointed by election ruler over the irrational and the inanimate.
5:221
Ταῖς μὲν ἐκ τῆς φύσεως παρασκευαῖς ἐλαττούμενον, τῇ δὲ τοῦ λόγου περιουσίᾳ πρὸς οὐρανὸν αὐτὸν ὑπεραρθῆναι δυνάμενον
在出於本性的稟賦上有所欠缺,卻能藉著理性的豐盈,把自己高舉至天上。
Diminished in the equipment that comes from nature, yet able, by the abundance of reason, to lift itself up to heaven.
5:222
Ἐὰν ταῦτα μάθωμεν, ἑαυτοὺς ἐπιγνωσόμεθα, Θεὸν γνωρίσομεν, τὸν κτίσαντα προσκυνήσομεν, τῷ Δεσπότῃ δουλεύσομεν, τὸν Πατέρα δοξάσομεν, τὸν τροφέα ἡμῶν ἀγαπήσομεν, τὸν εὐεργέτην αἰδεσθησόμεθα, τὸν ἀρχηγὸν τῆς ζωῆς ἡμῶν τῆς παρούσης καὶ τῆς μελλούσης προσκυνοῦντες οὐκ ἀπολήξομεν, τὸν δι οὗ παρέσχετο ἤδη πλούτου καὶ τὰ ἐν ἐπαγγελίαις πιστούμενον, καὶ τῇ πεῖρᾳ τῶν παρόντων βεβαιοῦντα ἡμῖν τὰ προσδοκώμενα
我們若學得這些,就必認識自己,就必認識神,就必敬拜創造主、服事主宰、榮耀父,就必愛我們的養育者、敬畏施恩者;我們也斷不止息敬拜我們今生與來生之生命的元首——祂藉著已賜下的豐富,既應驗祂的應許,又藉現今之事的經歷,向我們證實我們所盼望的。
If we learn these things, we shall recognize ourselves, we shall come to know God, we shall worship the Creator, we shall serve the Master, we shall glorify the Father, we shall love our Nourisher, we shall reverence the Benefactor; nor shall we ever cease worshipping the Author of our life, both the present and the one to come—who, through the riches He has already supplied, both makes good His promises and, by the experience of present things, confirms to us the things we await.
5:223
Εἰ γὰρ τὰ πρόσκαιρα τοιαῦτα, ποταπὰ τὰ αἰώνια; Καὶ εἰ τὰ ὁρώμενα οὕτω καλὰ, ποταπὰ τὰ ἀόρατα; Εἰ οὐρανοῦ μέγεθος μέτρον ἀνθρωπίνης διανοίας ἐκβαίνει, τῶν ἀϊδίων τὴν φύσιν τίς ἄρα νοῦς ἐξιχνιάσαι δυνήσεται; Εἰ τῇ φθορᾷ ὑποκείμενος ἥλιος οὕτω καλὸς, οὕτω μέγας, ὀξὺς μὲν κινηθῆναι, εὐτάκτους δὲ τὰς περιόδους ἀποδιδοὺς, σύμμετρον μὲν ἔχων τὸ μέγεθος τῷ παντὶ, ὥστε μὴ ἐκβαίνειν τὴν πρὸς τὸ ὅλον ἀναλογίαν·
因為若暫時之物尚且如此,那永恆之物該是何等?若可見之物已這般美麗,那不可見之物又該如何?若諸天的浩大已超出人心智的量度,那麼有何等的心智能測度永存之物的本性呢?若這必朽壞的太陽尚且這般美麗、這般浩大,運行迅捷卻按部就班地完成它的軌道,其大小與宇宙相稱,以致不逾越它與全體的比例;
For if things temporal are such, what must the eternal be? And if things visible are so beautiful, what must the invisible be? If the magnitude of heaven exceeds the measure of the human mind, what intellect could ever trace out the nature of things everlasting? If the sun, subject as it is to corruption, is so beautiful, so great, swift in its motion yet rendering its orbits in good order, having a magnitude commensurate with the universe so as not to overstep its proportion to the whole;
5:224
τῷ δὲ κάλλει τῆς φύσεως οἷόν τις ὀφθαλμὸς διαυγὴς ἐμπρέπων τῇ κτίσει·
又以其本性之美,在受造界中如一隻澄澈的眼目般煥然奪目;
and by the beauty of its nature shines forth in the creation like some translucent eye;
5:225
εἰ ἀκόρεστος τούτου θέα, ποταπὸς τῷ κάλλει τῆς δικαιοσύνης ἥλιος; Εἰ τυφλῷ ζημία τοῦτον μὴ βλέπειν, ποταπὴ ζημία τῷ ἁμαρτωλῷ τοῦ ἀληθινοῦ φωτὸς στερηθῆναι;
若看它都看不夠,那公義的日頭該有何等的美?若瞎眼的人看不見這太陽是一種虧損,那罪人被剝奪了真光,又是何等的虧損?
if the sight of it is insatiable, of what beauty must the Sun of Righteousness be? If for the blind it is a loss not to see this sun, what a loss for the sinner to be deprived of the true Light?
5:226
γενηθήτωσαν φωστῆρες ἐν τῷ στερεώματι τοῦ οὐρανοῦ εἰς φαῦσιν ἐπὶ τῆς γῆς, ὥστε διαχωρίζειν ἀνὰ μέσον τῆς ἡμέρας καὶ ἀνὰ μέσον τῆς νυκτός
「天上要有光體,可以照在地上,好分別晝夜。」
"Let there be luminaries in the firmament of heaven, to give light upon the earth, so as to divide between the day and between the night."
5:227
Οὐρανὸς προειλήφει καὶ γῆ·
諸天與地已經先有了;
Heaven had already preceded, and the earth;
5:228
τὸ φῶς ἐπὶ τούτοις δεδημιούργητο·
光也已在這些之上被造成了;
the light had been created upon these;
5:229
ἡμέρα καὶ νὺξ διεκέκριτο·
晝與夜也已被分開了;
day and night had been distinguished;
5:230
πάλιν στερέωμα, καὶ ξηρᾶς φανέρωσις
再者,穹蒼,以及旱地的顯露。
again the firmament, and the appearing of the dry land.
5:231
Τὸ ὕδωρ συνήθροιστο εἰς συνεστηκυῖαν καὶ ἀφωρισμένην συναγωγήν
水也已聚集到一處,成了集合而界定的匯集。
The water had been gathered together into one assembled and set-apart collection.
5:232
γῆ πεπλήρωτο τοῖς οἰκείοις γεννήμασι, τά τε μυρία γένη τῶν βοτανῶν ἐκβλαστήσασα, καὶ παντοδαποῖς εἴδεσι φυτῶν εὐθηνουμένη
地也已充滿了自己所出之物,發出無數種類的青草,並各樣植物繁茂興盛。
The earth had been filled with its own offspring, having sprouted forth the countless kinds of grasses and abounding in every sort of plant.
5:233
Ἥλιος δὲ οὔπω ἦν καὶ σελήνη, ἵνα μήτε φωτὸς ἀρχηγὸν καὶ πατέρα τὸν ἥλιον ὀνομάσωσι·
然而那時還沒有日頭與月亮,免得那些不認識神的人,既不至於稱日頭為光的源頭與父,
But sun and moon were not yet, so that they who are ignorant of God might neither name the sun as the originator and father of light;
5:234
μήτε τῶν ἐκ τῆς γῆς φυομένων δημιουργὸν, οἱ τὸν Θεὸν ἀγνοήσαντες ἡγήσωνται
也不至於以為它是那些從地裡生長之物的創造者。
nor suppose it to be the maker of the things that grow from the earth.
5:235
καὶ τότε εἶπεν Θεὸς, Γενηθήτωσαν φωστῆρες ἐν τῷ στερεώματι τοῦ οὐρανοῦ
於是神說:「天上要有光體。」
And then God said, "Let there be luminaries in the firmament of heaven."
5:236
Ὅταν τὸν εἰπόντα διδαχθῇς, εὐθὺς τῇ ἐννοίᾳ σύναπτε τὸν ἀκούσαντα
當你被教導認識那說話的一位時,要立即在心思中把那聽命的一位連於祂。
When you are taught of the One who spoke, straightway join to the thought the One who heard.
5:237
Εἶπεν Θεὸς, Γενηθήτωσαν φωστῆρες, καὶ ἐποίησεν Θεὸς τοὺς δύο φωστῆρας
神說:「要有光體」,神就造了那兩個光體。
God said, "Let there be luminaries," and God made the two luminaries.
5:238
Τίς εἶπε καὶ τίς ἐποίησεν; Οὐκ ἐννοεῖς ἐν τούτοις τὸ διπλοῦν τῶν προσώπων; Πανταχοῦ τῇ ἱστορίᾳ τὸ δόγμα τῆς θεολογίας μυστικῶς συμπαρέσπαρται
誰說話?誰製作?你豈不在這些話中看出位格的雙重性嗎?在整篇敘事中,論神之道理(神學)的教義都奧祕地與之同播在其中。
Who spoke, and who made? Do you not perceive in these the duality of Persons? Everywhere throughout the narrative the doctrine of theology is mystically sown together with it.
5:239
Καὶ χρεία πρόσκειται τῆς τῶν φωστήρων γενέσεως·
光體之造成的用處也被陳明了:
And the use of the generation of the luminaries is set forth:
5:240
Εἰς φαῦσιν, φησὶν, ἐπὶ τῆς γῆς
祂說:「為要照在地上。」
"To give light," He says, "upon the earth."
5:241
Εἰ προειλήφει τοῦ φωτὸς γένεσις, πῶς νῦν ἥλιος πάλιν εἰς φαῦσιν λέγεται γεγονέναι; Πρῶτον μὲν οὖν τῆς λέξεως τὸ ἰδιότροπον μηδένα σοι κινείτω γέλωτα, εἴπερ μὴ ἑπόμεθα ταῖς παρ ὑμῖν ἐκλογαῖς τῶν ῥημάτων, μηδὲ τὸ τῆς θέσεως αὐτῶν εὔρυθμον ἐπιτηδεύομεν
若光的造成已經先有,那麼如今何以又說太陽是為照明而造的呢?那麼首先,這措辭的特異之處不可惹你發笑——倘若我們果真不追隨你們中間流行的辭藻選用,也不講究字句安排的韻律。
If the generation of light had already preceded, how is the sun now again said to have come to be for giving light? First, then, let not the peculiarity of the wording move you to any laughter, if indeed we do not follow the selections of phrases current among you, nor cultivate the rhythmic arrangement of them.
5:242
Οὐ γὰρ τορευταὶ λέξεων παρ ἡμῖν·
因為在我們中間並沒有雕琢辭句的人;
For there are no chiselers of phrases among us;
5:243
οὐδὲ τὸ εὔηχον τῶν φωνῶν, ἀλλὰ τὸ εὔσημον τῶν ὀνομάτων πανταχοῦ προτιμότερον
我們所到處看重的,不是聲音的悅耳,而是名稱在意義上的明晰。
nor is the euphony of the sounds, but the clearness of meaning in the names, everywhere preferred.
5:244
Σκόπει τοίνυν εἰ μὴ διὰ τῆς φαύσεως ἀρκούντως ἐνέφηνεν ἐβούλετο·
那麼你要思想,祂用「照明」一詞,豈不是已足以表明祂的本意;
Consider, then, whether by the word "giving light" He did not sufficiently indicate what He meant;
5:245
ἀντὶ γὰρ τοῦ φωτισμοῦ τὴν φαῦσιν εἴρηκεν
因為祂用「照明(給光)」一詞,是取代了「光照」。
for instead of "illumination" He has said "giving light."
5:246
Ἔστι δὲ οὐδὲν μαχόμενον τοῦτο τοῖς περὶ τοῦ φωτὸς εἰρημένοις
然而這與先前論到光所說的話,毫不衝突。
But this is in no way contradictory to the things said concerning the light.
5:247
Τότε μὲν γὰρ αὐτὴ τοῦ φωτὸς φύσις παρήχθη·
因為那時所產生的,乃是光本身的性質;
For then the very nature of light was brought forth;
5:248
νῦν δὲ τὸ ἡλιακὸν τοῦτο σῶμα ὄχημα εἶναι τῷ πρωτογόνῳ ἐκείνῳ φωτὶ παρεσκεύασται
如今這日體卻是被預備作那首生之光的載體。
but now this solar body has been prepared to be a vehicle for that first-begotten light.
5:249
Ὡς γὰρ ἄλλο τὸ πῦρ, καὶ ἄλλο λύχνος·
因為正如火是一樣、燈是另一樣——
For just as the fire is one thing and the lamp another—
5:250
τὸ μὲν τὴν τοῦ φωτίζειν δύναμιν ἔχον, τὸ δὲ παραφαίνειν τοῖς δεομένοις πεποιημένον·
前者具有發光的能力,後者則是為向有需要的人顯出光而造的;
the one having the power of giving light, the other made to display it to those in need;
5:251
οὕτω καὶ τῷ καθαρωτάτῳ ἐκείνῳ καὶ εἰλικρινεῖ καὶ ἀΰλῳ φωτὶ ὄχημα νῦν οἱ φωστῆρες κατεσκευάσθησαν
照樣,如今這些光體也是被造成那至純、無雜、非物質之光的載體。
so now too the luminaries have been fashioned as a vehicle for that purest and unalloyed and immaterial light.
5:252
Ὡς γὰρ ἀπόστολος λέγει τινὰς φωστῆρας ἐν κόσμῳ, ἄλλο δέ ἐστι φῶς τοῦ κόσμου τὸ ἀληθινὸν, οὗ κατὰ μέθεξιν οἱ ἅγιοι φωστῆρες ἐγίνοντο τῶν ψυχῶν, ἃς ἐπαίδευον, τοῦ σκότους αὐτὰς τῆς ἀγνοίας ῥυόμενοι·
正如使徒提到世上某些「光體」,而世上真正的光卻是另一位;眾聖徒乃是藉著有分於這真光,才成了他們所教導之人靈魂的光體,把那些人從無知的黑暗中救拔出來;
For as the Apostle speaks of certain luminaries in the world, while the true light of the world is another, by participation in which the saints became luminaries of the souls they instructed, delivering them from the darkness of ignorance;
5:253
οὕτω καὶ νῦν τὸν ἥλιον τοῦτον τῷ φανοτάτῳ ἐκείνῳ ἐπισκευάσας φωτὶ τῶν ὅλων δημιουργὸς περὶ τὸν κόσμον ἀνῆψε
照樣,如今那萬有的創造者也將那至明之光裝備於這日頭,並把它點燃環繞於世界之中。
so now too the Maker of all things, having furnished this sun with that most radiant light, kindled it around the world.
5:254
Καὶ μηδενὶ ἄπιστον εἶναι δοκείτω τὸ εἰρημένον, ὅτι ἄλλο μέν τι τοῦ φωτὸς λαμπρότης, ἄλλο δέ τι τὸ ὑποκείμενον τῷ φωτὶ σῶμα
也不要有人不信所說的話——即光的明亮是一樣,而那承載光的物體是另一樣。
And let no one disbelieve what has been said—that the brightness of the light is one thing, and the body underlying the light is another.
5:255
Πρῶτον μὲν οὖν ἐκ τοῦ τὰ σύνθετα πάντα οὕτω παρ ἡμῶν διαιρεῖσθαι, εἴς τε τὴν δεκτικὴν οὐσίαν, καὶ εἰς τὴν ἐπισυμβᾶσαν αὐτῇ ποιότητα
那麼首先,這可從以下事實看出:我們對一切複合之物都這樣加以區分,既分為那容受的本質,又分為那後加於其上的性質。
First, then, this follows from the fact that all composite things are so divided by us, both into the receptive substance and into the quality that has supervened upon it.
5:256
Ὡς οὖν ἕτερον μέν τι τῇ φύσει λευκότης, ἕτερον δέ τι τὸ λελευκασμένον σῶμα, οὕτω καὶ τὰ νῦν εἰρημένα, διάφορα ὄντα τῇ φύσει, ἥνωται τῇ δυνάμει τοῦ κτίσαντος
那麼,正如白色按本性是一樣、被染白的物體是另一樣,照樣,如今所說的這些事,雖按本性各異,卻藉創造主的能力被聯合了。
Just as, then, whiteness is one thing by nature, and the whitened body another, so too the things now spoken of, being different in nature, have been united by the power of the Creator.
5:257
Καὶ μή μοι λέγε ἀδύνατα εἶναι ταῦτα ἀπ ἀλλήλων διαιρεῖσθαι
你也不要對我說,這些是不可能彼此分開的。
And do not tell me that these are impossible to be divided from one another.
5:258
Οὐδὲ γὰρ ἐγὼ τὴν διαίρεσιν τοῦ φωτὸς ἀπὸ τοῦ ἡλιακοῦ σώματος ἐμοὶ καὶ σοὶ δυνατὴν εἶναί φημι, ἀλλ ὅτιἃ ἡμῖν τῇ ἐπινοίᾳ ἐστὶ χωριστὰ, ταῦτα δύναται καὶ αὐτῇ τῇ ἐνεργείᾳ παρὰ τοῦ ποιητοῦ τῆς φύσεως αὐτῶν διαστῆναι
因為我也不是斷言:把光與日體分開,對你我而言是辦得到的;我所說的乃是,那些在我們的思想中可分的事物,也能藉那造成它們本性者,在實際的運作中被分隔。
For neither do I assert that the division of light from the solar body is possible for me and you; but I say that the things which to us are separable in thought, these can also in actual operation be set apart by the Maker of their nature.
5:259
Ἐπεὶ καὶ σοὶ τὴν καυστικὴν δύναμιν τοῦ πυρὸς ἀπὸ τῆς λαμπρότητος χωρίσαι ἀμήχανον·
因為即便對你而言,要把火的燃燒之力與它的明亮分開,也是辦不到的;
Since even for you it is impossible to separate the burning power of fire from its brightness;
5:260
δὲ Θεὸς παραδόξῳ θεάματι τὸν ἑαυτοῦ θεράποντα ἐπιστρέψαι βουλόμενος, πῦρ ἐπέθηκε τῇ βάτῳ ἀπὸ μόνης τῆς λαμπρότητος ἐνεργοῦν, τὴν δὲ τοῦ καίειν δύναμιν σχολάζουσαν ἔχον
然而神為要藉一奇異的景象使祂自己的僕人回轉,便將火置於荊棘上,那火只憑明亮發作,卻使焚燒之力按兵不動。
yet God, wishing by a marvellous spectacle to turn back His own servant, set fire upon the bush which operated by brightness alone, while keeping the power of burning at rest.
5:261
Ὡς καὶ ψαλμῳδὸς μαρτυρεῖ λέγων, Φωνὴ Κυρίου διακόπτοντος φλόγα πυρός
正如詩篇的作者所見證的,說:「耶和華的聲音使火焰分岔。」
As the psalmist also testifies, saying, "The voice of the Lord that divideth the flame of fire."
5:262
Ὅθεν καὶ ἐν ταῖς τῶν βεβιωμένων ἡμῖν ἀνταποδόσεσι λόγος τις ἡμᾶς ἐν ἀπορρήτῳ παιδεύει, διαιρεθήσεσθαι τοῦ πυρὸς τὴν φύσιν, καὶ τὸ μὲν φῶς, εἰς ἀπόλαυσιν τοῖς δικαίοις, τὸ δὲ τῆς καύσεως ὀδυνηρὸν, τοῖς κολαζομένοις ἀποταχθήσεσθαι
由此,在對我們今生所行之事的報應中,也有一道話奧祕地教導我們:火的本性將被分開,光要分給義人享用,而其焚燒之苦則歸於那些受刑罰的人。
Whence also, in the recompenses of the things lived by us, a certain word secretly instructs us that the nature of fire shall be divided, and the light apportioned for the enjoyment of the righteous, but the painful part of its burning assigned to those who are punished.
5:263
Ἔπειτα μέντοι καὶ ἐκ τῶν περὶ σελήνην παθῶν, δυνατὸν ἡμᾶς τὴν πίστιν τῶν ζητουμένων εὕρασθαι
再者,從月亮所經歷的種種變化中,我們也能為所探究之事找到佐證。
Then, moreover, from the affections concerning the moon also, it is possible for us to find confirmation of the things sought.
5:264
Λήγουσα γὰρ, καὶ μειουμένη, οὐχὶ τῷ παντὶ ἑαυτῆς σώματι δαπανᾶται, ἀλλὰ τὸ περικείμενον φῶς ἀποτιθεμένη καὶ προσλαμβάνουσα πάλιν, ἐλαττώσεως ἡμῖν καὶ αὐξήσεως τὰς φαντασίας παρέχεται
因為當它虧缺漸小時,並非整個月體被耗盡,乃是脫去、又重新披上環繞它的光,從而給我們呈現出虧與盈的種種表象。
For when it wanes and diminishes, it is not consumed in its whole body, but, laying aside and again taking on the light that surrounds it, it furnishes us with the appearances of decrease and increase.
5:265
Τοῦ δὲ μὴ αὐτὸ τὸ σῶμα αὐτῆς ληγούσης ἀπαναλίσκεσθαι ἐναργὲς μαρτύριον τὰ ὁρώμενα
至於它虧缺時其月體本身並未被耗盡——所見之事便是明證。
And that its very body is not consumed away when it wanes—the things seen are a clear testimony.
5:266
Ἔξεστι γάρ σοι καὶ ἐν καθαρῷ τῷ ἀέρι καὶ πάσης ἀχλύος ἀπηλλαγμένῳ, ὅταν μάλιστα μηνοειδὴς τυγχάνῃ κατὰ τὸ σχῆμα, ἐπιτηρήσαντι κατιδεῖν τὸ ἀλαμπὲς αὐτῆς καὶ ἀφώτιστον ὑπὸ τηλικαύτης ἁψῖδος περιγραφόμενον, ἡλίκον ἐν ταῖς πανσελήνοις τὴν πᾶσαν αὐτὴν ἐκπληροῖ
因為你可以在清澈無一絲霧靄的空氣中,尤其當它恰呈月牙之形時,仔細留意觀看,便能看見它那黯然無光的部分,被一道弧線環抱,那弧之大正如它在滿月時所完全填滿的一般。
For it is possible for you, in clear air free from all haze, when especially it happens to be crescent in shape, by watching attentively, to behold its dark and unlit part, encompassed by an arc as great as that which in full moon it fills out wholly.
5:267
Ὥστε τηλαυγῶς ἀπηρτισμένον καθορᾶσθαι τὸν κύκλον τῷ περιλαμπομένῳ μέρει τὸν σκιερὸν καὶ ἀερώδη κόλπον συναναφερούσης τῆς ὄψεως
以致那圓周被清楚地看為圓滿完整,視覺把那受光照的部分連同那幽暗如氣的凹處一同帶起呈現。
So that the circle is clearly seen as fully completed, the sight carrying up together with the illumined part the shadowy and airy hollow.
5:268
Καὶ μή μοι λέγε ἐπείσακτον εἶναι τῆς σελήνης τὸ φῶς, διότι μειοῦται μὲν πρὸς ἥλιον φερομένη, αὔξεται δὲ πάλιν ἀφισταμένη
你也不要對我說,月亮的光是從外面引入之物,理由是它向太陽移動時就減退,遠離時又重新增長。
And do not tell me that the moon's light is something brought in from outside, because it diminishes when borne toward the sun, but increases again as it withdraws.
5:269
Οὐδὲ γὰρ ἐκεῖνο ἡμῖν ἐξετάζειν ἐν τῷ παρόντι πρόκειται, ἀλλ ὅτι ἕτερον μὲν αὐτῆς τὸ σῶμα, ἕτερον δὲ τὸ φωτίζον
因為我們此刻的目的並不是要查考那一點,乃是要表明它的月體是一樣,而那賜光給它的卻是另一樣。
For neither is it our purpose to examine that point at present, but rather to show that its body is one thing, and that which gives it light another.
5:270
Τοιοῦτον δή τί μοι νόει καὶ ἐπὶ τοῦ ἡλίου
那麼,關於太陽,你也要為我設想類似的事。
Conceive, then, some such thing also in the case of the sun for me.
5:271
Πλὴν ὅτι μὲν λαβὼν ἅπαξ καὶ ἐγκεκραμένον ἑαυτῷ τὸ φῶς ἔχων, οὐκ ἀποτίθεται·
只是其中一個(太陽)一旦領受了光,並使光與自身相融,便不再脫去;
Except that the one, having once received the light and having it mingled in itself, does not lay it aside;
5:272
δὲ συνεχῶς οἷον ἀποδυομένη καὶ πάλιν ἐπαμφιαζομένη τὸ φῶς, δι ἑαυτῆς καὶ τὰ περὶ τοῦ ἡλίου εἰρημένα πιστοῦται
而另一個(月亮)則彷彿不斷地把光卸下、又重新披上,藉著自身也證實了論到太陽所說的話。
while the other, as it were continually undressing and again clothing itself with the light, by means of itself confirms also the things said concerning the sun.
5:273
Οὗτοι καὶ διαχωρίζειν ἐτάχθησαν ἀνὰ μέσον τῆς ἡμέρας καὶ ἀνὰ μέσον τῆς νυκτός
這些光體也被立定來分別晝夜。
These also were appointed to divide between the day and between the night.
5:274
Ἄνω μὲν γὰρ διεχώρισεν Θεὸς ἀνὰ μέσον τοῦ φωτὸς καὶ ἀνὰ μέσον τοῦ σκότους·
因為在前面,神確曾分開光與暗;
For above, indeed, God divided between the light and between the darkness;
5:275
τότε δὲ τὴν φύσιν αὐτῶν πρὸς τὸ ἐναντίον ἀπέστησεν, ὥστε ἀμίκτως ἔχειν πρὸς ἄλληλα, καὶ φωτὶ πρὸς σκότος μηδεμίαν εἶναι κοινότητα
而那時祂使二者的本性互相對立,以致彼此不相混雜,光與暗也毫無相通。
but then He set their nature toward the opposite, so that they hold themselves unmixed with one another, and there be no fellowship of light with darkness.
5:276
γὰρ ἐν ἡμέρᾳ ἐστὶν σκιὰ, τοῦτο οἴεσθαι χρὴ ἐν νυκτὶ τοῦ σκότους εἶναι τὴν φύσιν
因為白晝中的影子是甚麼,就當把夜間黑暗的本性看作甚麼。
For what shadow is in daytime, that one must consider to be the nature of darkness in the night.
5:277
Εἰ γὰρ πᾶσα σκιὰ αὐγῆς τινος διαφαινούσης ἀντικειμένως τῷ φωτὶ ἀπὸ τῶν σωμάτων ἐκπίπτει·
因為若每一道影子都是當某束光線照在與光相對的一面時,由物體投落的;
For if every shadow falls from bodies, when some ray shines opposite to the light;
5:278
καὶ ἕωθεν μὲν πρὸς δυσμὰς τέταται, ἑσπέρας δὲ πρὸς ἀνατολὴν ἀποκλίνει, ἐν δὲ τῇ μεσημβρίᾳ ἀρκτῴα γίνεται·
又若它在清晨向西延伸,在傍晚向東傾斜,在正午則轉向北方;
and at dawn it stretches toward the west, in the evening it inclines toward the east, and at midday it becomes northward;
5:279
καὶ νὺξ ἐπὶ τὸ ἐναντίον ταῖς ἀκτῖσιν ὑποχωρεῖ, οὐδὲν ἕτερον οὖσα κατὰ τὴν φύσιν σκίασμα γῆς
照樣,夜也退避到與光線相對的一面,它按本性不過是地的影子罷了。
so also the night withdraws to the side opposite the rays, being by nature nothing else than the shadow of the earth.
5:280
Ὡς γὰρ ἐν ἡμέρᾳ σκιὰ τῷ ἀντιφράσσοντι τὴν αὐγὴν παρυφίσταται, οὕτως νὺξ σκιαζομένου τοῦ περὶ γῆν ἀέρος συνίστασθαι πέφυκε
因為正如白晝裡影子環繞著那遮擋光線之物而立,照樣,當地周圍的空氣被遮蔽時,夜便自然形成。
For just as in daytime the shadow stands about the thing that blocks the ray, so the night is naturally constituted when the air around the earth is shadowed.
5:281
Τοῦτο τοίνυν ἐστὶ τὸ εἰρημένον, ὅτι Διεχώρισεν Θεὸς ἀνὰ μέσον τοῦ φωτὸς καὶ ἀνὰ μέσον τοῦ σκότους·
那麼,所說的便是這意思:神分開了光與暗;
This, then, is what was said: that God divided between the light and between the darkness;
5:282
ἐπειδὴ τὸ σκότος ὑποφεύγει τοῦ φωτὸς τὰς ἐπιδρομὰς, ἐν τῇ πρώτῃ δημιουργίᾳ φυσικῆς αὐτοῖς τῆς ἀλλοτριώσεως κατασκευασθείσης πρὸς ἄλληλα
因為黑暗躲避光的進襲,這是在最初的創造中已為二者所設立、使彼此疏離的一種本性。
since the darkness flees the inroads of the light, a natural estrangement toward one another having been established for them in the first creation.
5:283
Νῦν δὲ ἥλιον ἐπέταξε τοῖς μέτροις τῆς ἡμέρας·
而如今,祂已把太陽派定於白晝的度量;
But now He has appointed the sun to the measures of the day;
5:284
καὶ σελήνην, ὅταν ποτὲ πρὸς τὸν ἴδιον κύκλον ἀπαρτισθῇ, ἀρχηγὸν ἐποίησε τῆς νυκτός
又使月亮,每逢它在自己的軌道上達到圓滿時,作了夜的主管者。
and the moon, whenever it is brought to completion in its own cycle, He made the ruler of the night.
5:285
Σχεδὸν γὰρ τότε κατὰ διάμετρον οἱ φωστῆρες ἀλλήλοις ἀντικαθίστανται
因為那時,大致說來,這兩個光體彼此正成正對之勢。
For then, roughly speaking, the luminaries stand diametrically opposite to one another.
5:286
Ἀνατέλλοντος μὲν γὰρ τοῦ ἡλίου, ἐν ταῖς πανσελήνοις καταφέρεται πρὸς τὸ ἀφανὲς σελήνη·
因為當太陽升起時,在滿月之際,月亮便沉落向那不可見之處;
For when the sun rises, at the full moon the moon is carried down toward the unseen;
5:287
δυομένου δὲ πάλιν τοῦ ἡλίου, αὕτη πολλάκις ἐξ ἀνατολῶν ἀντανίσχει
而當太陽再度落下時,她卻常常從東方升起與之相對。
but when the sun sets again, she often rises up over against it from the east.
5:288
Εἰ δὲ κατὰ τὰ ἄλλα σχήματα οὐ συναπαρτίζεται τῇ νυκτὶ τὸ σεληναῖον φῶς, οὐδὲν πρὸς τὸν προκείμενον λόγον
但若在月亮的其他相位中,月光並不與夜同時圓滿,這於我們眼前的論題並無關礙。
But if in its other phases the moon's light is not co-completed with the night, this is nothing to the matter before us.
5:289
Πλὴν ὅτι ὅταν ἑαυτῆς τελειοτάτη τυγχάνῃ, κατάρχει μὲν τῆς νυκτὸς τῷ ἰδίῳ φωτὶ τὰ ἄστρα ὑπεραυγάζουσα καὶ τὴν γῆν περιλάμπουσα·
只是說,當她恰處於最圓滿之時,她便領頭主管黑夜,以自己的光勝過群星的光輝,並把地照得四圍通明;
Only that, when she happens to be at her most perfect, she takes the lead of the night, outshining the stars by her own light and illuminating the earth all around;
5:290
ἐξίσου δὲ πρὸς τὸν ἥλιον τοῦ χρόνου διαιρεῖται τὰ μέτρα
並且她與太陽平分時間的度量。
and she divides the measures of the time equally with the sun.
5:291
Καὶ ἔστωσαν εἰς σημεῖα, καὶ εἰς καιροὺς, καὶ εἰς ἡμέρας, καὶ εἰς ἐνιαυτούς
「並要作記號,定節令、日子、年歲。」
"And let them be for signs, and for seasons, and for days, and for years."
5:292
Ἀναγκαῖαι πρὸς τὸν ἀνθρώπινον βίον αἱ ἀπὸ τῶν φωστήρων σημειώσεις
由光體而來的種種徵兆,對人的生活是必需的。
The signs from the luminaries are necessary for human life.
5:293
Ἐὰν μή τις πέρα τοῦ μέτρου τὰ ἀπ αὐτῶν σημεῖα περιεργάζηται, χρησίμους αὐτῶν τὰς ἐκ τῆς μακρᾶς ἐμπειρίας παρατηρήσεις εὑρήσει
人若不在由它們而來的徵兆上過度鑽研,便會發現那些出自長久經驗的觀察是有用的。
If one does not pry into the signs from them beyond measure, he will find their observations, drawn from long experience, to be useful.
5:294
Πολλὰ μὲν γὰρ περὶ ἐπομβρίας ἐστὶ μαθεῖν·
因為關於降雨有許多可學之事;
For there is much to learn concerning rainfalls;
5:295
πολλὰ δὲ περὶ αὐχμῶν καὶ πνευμάτων κινήσεως, μερικῶν καθόλου, βιαίων ἀνειμένων
關於旱災以及風的動向——無論是局部的還是普遍的、猛烈的還是和緩的——也有許多可學之事。
and much concerning droughts and the motions of winds, whether partial or general, violent or gentle.
5:296
Ἓν γάρ τι τῶν ἀπὸ τοῦ ἡλίου παραδεικνυμένων καὶ Κύριος ἡμῖν παραδέδωκεν εἰπὼν, ὅτι Χειμὼν ἔσται, στυγνάζει γὰρ πυρράζων οὐρανός
因為由太陽所顯示之事,主也曾傳給我們一件,說:「天必有風雨,因為天發紅而且陰沉。」
For one of the things indicated by the sun the Lord too has handed down to us, saying, "It will be foul weather, for the sky is red and lowering."
5:297
Ἐπειδὰν γὰρ δι ἀχλύος ἀναφορὰ γένηται τοῦ ἡλίου, ἀμαυροῦνται μὲν αἱ ἀκτῖνες, ἀνθρακώδης δὲ καὶ ὕφαιμος τὴν χρόαν ὁρᾶται, τῆς παχύτητος τοῦ ἀέρος ταύτην ἐμποιούσης τὴν φαντασίαν ταῖς ὄψεσι
因為每當太陽的升起是隔著霧靄而發生時,光線便昏暗,太陽看來呈炭色、血紅之色,這是空氣的濃厚在視覺上造成的這種表象。
For whenever the rising of the sun takes place through a mist, the rays are dimmed, and it is seen coal-coloured and bloodlike in hue, the thickness of the air producing this appearance to the sight.
5:298
Μὴ διαχεθεὶς δὲ ὑπὸ τῆς ἀκτῖνος πεπυκνωμένος τέως καὶ συνεστὼς ἀὴρ δῆλός ἐστι διὰ τὴν ἐπίρροιαν τῶν ἐκ τῆς γῆς ἀτμῶν κρατηθῆναι μὴ δυνηθεὶς, ἀλλὰ τῷ πλεονασμῷ τοῦ ὑγροῦ χειμῶνα ἐπάξων τοῖς χωρίοις περὶἃ συναθροίζεται
那原已濃稠凝結的空氣,因不被光線驅散,顯然是因地中升騰之氣的湧入而無力克勝它,反倒要藉著水氣的過多,把風雨帶到它所聚集的那些地方。
And the air, which had hitherto been thickened and condensed, not being dispersed by the ray, is plainly unable to master it because of the influx of vapours from the earth, but by the excess of moisture is about to bring foul weather upon the regions about which it gathers.
5:299
Ὁμοίως δὲ καὶ ἐπειδὰν σελήνη περιλιμνάζηται·
照樣,每當月亮被一圈水氣的暈所環繞時也是如此;
And likewise also whenever the moon is encircled with a watery halo;
5:300
καὶ τῷ ἡλίῳ δὲ ὅταν αἱ λεγόμεναι ἅλωες περιγραφῶσιν, ὕδατος ἀερίου πλῆθος, πνευμάτων βιαίων κίνησιν ὑποφαίνουσιν·
又當太陽周圍出現所謂的暈圈時,便預示或有大量的空中之水,或有猛烈之風的動向;
and when about the sun the so-called halos are described, they portend either a quantity of airy water or the motion of violent winds;
5:301
καὶ, οὓς ὀνομάζουσιν ἀνθηλίους, ὅταν συμπεριτρέχωσι τῇ τοῦ ἡλίου φορᾷ, συμπτωμάτων τινῶν ἀερίων σημεῖα γίνεται
或那些被稱為「假日(幻日)」的光象,當它們隨著太陽的運行一同旋轉時,也成了某些大氣現象的徵兆。
or also those which they call mock-suns, when they run round together with the sun's course, become signs of certain atmospheric occurrences.
5:302
Ὥσπερ οὖν καὶ αἱ ῥάβδοι, αἱ κατὰ τὴν χρόαν τῆς ἴριδος εἰς ὀρθὸν τοῖς νέφεσιν ἐμφαινόμεναι, ὄμβρους χειμῶνας ἐξαισίους, ὅλως τὴν ἐπὶ πλεῖστον μεταβολὴν τοῦ ἀέρος ἐνδείκνυνται
正如那些光柱,以彩虹的顏色直立顯現於雲中,便預示傾盆大雨或非常的風暴,或概括地說,預示大範圍的天氣變化。
Just as also the rods, appearing upright in the clouds with the colour of the rainbow, indicate downpours or extraordinary storms, or in general a change of the air over a wide extent.
5:303
Πολλὰ δὲ καὶ περὶ σελήνην αὐξομένην λήγουσαν οἱ τούτοις ἐσχολακότες τετηρήκασι σημειώδη, ὡς τοῦ περὶ γῆν ἀέρος ἀναγκαίως τοῖς σχήμασιν αὐτῆς συμμεταβαλλομένου
那些專注於這類事的人,關於月亮的盈虧也觀察出許多可作徵兆之事,因為地周圍的空氣必然隨著它的相位一同變化。
And those who have devoted themselves to these matters have observed many indicative things concerning the moon as it waxes or wanes, since the air around the earth necessarily changes together with its phases.
5:304
Λεπτὴ μὲν γὰρ οὖσα περὶ τρίτην ἡμέραν καὶ καθαρὰ, σταθερὰν εὐδίαν κατεπαγγέλλεται·
因為它在第三日左右若纖細而明淨,便預告穩定的晴天;
For being thin about the third day and clear, it announces settled fair weather;
5:305
παχεῖα δὲ ταῖς κεραίαις καὶ ὑπέρυθρος φαινομένη, ὕδωρ λάβρον ἀπὸ νεφῶν, νότου βιαίαν κίνησιν ἀπειλεῖ
但它的雙角若顯得粗厚而略帶紅色,便威嚇著或有自雲而下的豪雨,或有南風的猛烈動向。
but appearing thick at the horns and somewhat reddish, it threatens either heavy water from the clouds or a violent motion of the south wind.
5:306
Τὴν δὲ ἐκ τούτων σημείωσιν ὅσον τῷ βίῳ παρέχεται τὸ ὠφέλιμον, τίς ἀγνοεῖ; Ἔξεστι μὲν γὰρ τῷ πλωτῆρι εἴσω λιμένων κατέχειν τὸ σκάφος, τοὺς ἐκ τῶν πνευμάτων κινδύνους προορωμένῳ
由這些而來的徵兆,給人的生活帶來何等的益處,有誰不知呢?因為水手得以將船留在港內,預先看見了風所帶來的危險。
And who is ignorant of how much benefit the indication from these affords to life? For it is possible for the sailor to keep his vessel within harbour, foreseeing the dangers from the winds.
5:307
Ἔξεστι δὲ τῷ ὁδοιπόρῳ πόρρωθεν ἐκκλίνειν τὰς βλάβας, ἐκ τῆς στυγνότητος τοῦ ἀέρος τὴν μεταβολὴν ἀναμένοντι
旅行的人也得以遠遠避開禍患,等候那由天色陰沉而來的天氣轉變。
And it is possible for the traveller to avoid harms from afar, awaiting the change from the lowering of the air.
5:308
Γεωργοὶ δὲ, οἱ περὶ τὰ σπέρματα καὶ τὰς τῶν φυτῶν θεραπείας πονούμενοι, πάσας ἐντεῦθεν εὑρίσκουσι τὰς εὐκαιρίας τῶν ἔργων
農夫,那些在種子與照料植物上勞苦的人,也從這裡找到他們一切耕作的合宜時機。
And farmers, who labour over the seeds and the tending of plants, find from this all the right occasions for their works.
5:309
Ἤδη δὲ καὶ τῆς τοῦ παντὸς διαλύσεως ἐν ἡλίῳ καὶ σελήνῃ καὶ ἄστροις σημεῖα φανήσεσθαι Κύριος προηγόρευσεν
並且主已預言,宇宙消解的徵兆將顯現在日、月、星辰之中。
And already the Lord has foretold that signs of the dissolution of the universe will appear in sun and moon and stars.
5:310
ἥλιος μεταστραφήσεται εἰς αἷμα, καὶ σελήνη οὐ δώσει τὸ φέγγος αὐτῆς
「日頭要變為血,月亮也不放光。」
"The sun shall be turned into blood, and the moon shall not give her light."
5:311
Ταῦτα σημεῖα τῆς τοῦ παντὸς συμπληρώσεως
這些都是宇宙終結的徵兆。
These are signs of the consummation of the universe.
5:312
Ἀλλ οἱ ὑπὲρ τὰ ἐσκαμμένα πηδῶντες, ἐπὶ τὴν συνηγορίαν τῆς γενεθλιαλογίας τὸν λόγον ἕλκουσι, καὶ λέγουσι προσηρτῆσθαι τὴν ἡμετέραν ζωὴν τῇ κινήσει τῶν οὐρανίων·
但那些越過界限的人,卻把這話拉去支持占星推命,說我們的人生繫於諸天體的運行;
But those who leap beyond the boundaries drag the saying into support of the casting of nativities, and say that our life is bound up with the motion of the heavenly bodies;
5:313
καὶ διὰ τοῦτο ἐκ τῶν ἄστρων γίνεσθαι παρὰ τῶν Χαλδαίων τὰς σημειώσεις τῶν περὶ ἡμᾶς συμπτωμάτων
又說正因如此,便藉迦勒底人從星辰得出那些臨到我們之事的徵象。
and that for this reason there come from the stars, by the Chaldeans, the indications of the things that befall us.
5:314
Καὶ ἁπλοῦν ὄντα τῆς Γραφῆς τὸν λόγον, Ἔστωσαν εἰς σημεῖα, οὐχὶ τῶν περὶ τὸν ἀέρα τροπῶν, οὐδὲ τῶν περὶ τὰς ὥρας μεταβολῶν, ἀλλ ἐπὶ τῆς τῶν βίων ἀποκληρώσεως, πρὸς τὸ δοκοῦν ἑαυτοῖς, ἐξακούουσι
聖經的話「要作記號」本是樸實的,他們卻按自己所認為合宜的,把它解作——不是指空氣的種種變化,也不是指季節的種種更替,而是指人生命運的分配。
And while the saying of Scripture, "Let them be for signs," is simple, they take it to mean—not of the turns concerning the air, nor of the changes concerning the seasons, but as bearing upon the allotment of human lives—according to what seems good to themselves.
5:315
Τί γάρ φασιν; Ὅτι τῶνδε μὲν τῶν κινουμένων ἄστρων ἐπιπλοκὴ, πρὸς τοὺς ἐν τῷ ζῳδιακῷ κειμένους ἀστέρας κατὰ τοιόνδε σχῆμα συνελθόντων ἀλλήλοις, τὰς τοιάσδε γενέσεις ἀποτελεῖ·
他們究竟說甚麼呢?說這些移動的行星,當它們以某種相位彼此會合、並與位於黃道帶中的眾星相關聯時,便成就某種命運;
For what do they say? That the conjunction of these moving stars, when they come together with one another in such-and-such a figure with respect to the stars lying in the zodiac, brings to pass such-and-such destinies;
5:316
δὲ τοιάδε σχέσις τῶν αὐτῶν τὴν ἐναντίαν ἀποκλήρωσιν τοῦ βίου ποιεῖ
而這些相同的星辰若處於另一種相對位置,便造成相反的人生命運。
while such-and-such a relation of the same stars produces the opposite allotment of life.
5:317
Περὶ ὧν οὐκ ἄχρηστον ἴσως σαφηνείας ἕνεκεν μικρὸν ἄνωθεν ἀναλαβόντας εἰπεῖν
關於這些,為求清楚起見,或許從頭略加追述而論之,並非無益。
Concerning which it is perhaps not unprofitable, for the sake of clarity, to speak after taking the matter up a little from the start.
5:318
Ἐρῶ δὲ οὐδὲν ἐμαυτοῦ ἴδιον, ἀλλὰ τοῖς αὐτῶν ἐκείνων πρὸς τὸν κατ αὐτῶν ἔλεγχον ἀποχρήσομαι, τοῖς μὲν ἤδη προειλημμένοις εἰς τὴν βλάβην ἴασίν τινα παρεχόμενος, τοῖς δὲ λοιποῖς ἀσφάλειαν πρὸς τὸ μὴ τοῖς ὁμοίοις περιπεσεῖν
我必不說自己的話,乃要用他們自己的言語來駁斥他們,既給那些已先入為主、受害的人提供些醫治,又給其餘的人提供保障,免得他們陷入同樣的事。
But I shall say nothing of my own, but shall use their very own words for the refutation against them, providing some cure to those already preoccupied unto harm, and to the rest security against falling into the like.
5:319
Οἱ τῆς γενεθλιαλογίας ταύτης εὑρεταὶ, καταμαθόντες ὅτι ἐν τῷ πλάτει τοῦ χρόνου πολλὰ τῶν σχημάτων αὐτοὺς διαφεύγει, εἰς στενὸν παντελῶς ἀπέκλεισαν τοῦ χρόνου τὰ μέτρα·
這套占星推命的發明者,既已得知在那寬闊的時間幅度裡,許多星象的配置都從他們手中溜走,便把時間的量度收縮到極其狹小的範圍;
The inventors of this nativity-casting, having learned that within the breadth of time many of the configurations escape them, shut up the measures of time into an utterly narrow compass;
5:320
ὡς καὶ παρὰ τὸ μικρότατον καὶ ἀκαριαῖον, οἷόν φησιν ἀπόστολος, τὸ ἐν ἀτόμῳ, καὶ τὸ ἐν ῥιπῇ ὀφθαλμοῦ, μεγίστης οὔσης διαφορᾶς γενέσει πρὸς γένεσιν·
以致即便因那至小至微的一瞬——如使徒所說「就在一霎那」、「眨眼之間」——一次出生與另一次出生之間也存有最大的差異;
so that even by the smallest and tiniest moment—as the Apostle says, "in an atom (instant)" and "in the twinkling of an eye"—there exists the greatest difference of one birth from another;
5:321
καὶ τὸν ἐν τούτῳ τῷ ἀκαριαίῳ γεννηθέντα, τύραννον εἶναι πόλεων, καὶ ἄρχοντα δήμων, ὑπερπλουτοῦντα καὶ δυναστεύοντα·
且在這一霎那出生的人,便成了城邑的暴君、萬民的統治者,極其富有而有權勢;
and the one born in this tiny instant is a tyrant of cities and a ruler of peoples, exceedingly rich and powerful;
5:322
τὸν δὲ ἐν τῇ ἑτέρᾳ ῥοπῇ τοῦ καιροῦ γεννηθέντα, προσαίτην τινὰ καὶ ἀγύρτην, θύρας ἐκ θυρῶν ἀμείβοντα τῆς ἐφ ἡμέραν τροφῆς ἕνεκα
而在那另一刻之片刻出生的人,卻成了某個乞丐與遊蕩者,為著一日的口糧挨家挨戶地討。
but the one born in the other moment of the moment is some beggar and vagabond, going from door to door for the sake of his daily food.
5:323
Διὰ τοῦτο τὸν ζῳοφόρον λεγόμενον κύκλον διελόντες εἰς δώδεκα μέρη, ἐπειδὴ διὰ τριάκοντα ἡμερῶν ἐκβαίνει τὸ δωδέκατον τῆς ἀπλανοῦς λεγομένης σφαίρας ἥλιος, εἰς τριάκοντα μοίρας τῶν δωδεκατημορίων ἕκαστον διῃρήκασιν
因此,他們把所謂的黃道圈分成十二份——既然太陽要經過三十日才走完那所謂恆星天的十二分之一——便又把這十二宮的每一份分成三十度。
Therefore, having divided the so-called zodiac circle into twelve parts—since through thirty days the sun traverses the twelfth part of the so-called fixed sphere—they have divided each of the twelve sections into thirty degrees.
5:324
Εἶτα ἑκάστην μοῖραν εἰς ἑξήκοντα διελόντες, ἕκαστον πάλιν τῶν ἑξηκοστῶν ἑξηκοντάκις ἔτεμον
然後又把每一度分成六十份,又把每一個六十分之一再分成六十份。
Then, having divided each degree into sixty, they cut each of the sixtieths again sixtyfold.
5:325
Τιθέντες τοίνυν τὰς γενέσεις τῶν τικτομένων, ἴδωμεν εἰ τὴν ἀκρίβειαν ταύτην τῆς τοῦ χρόνου διαιρέσεως ἀποσῶσαι δυνήσονται
那麼,就以那些出生之人的星命為例,讓我們看看他們是否能保住這時間劃分上的這等精確。
Setting down, then, the nativities of those being born, let us see whether they will be able to preserve this precision in the division of time.
5:326
Ὁμοῦ τε γὰρ ἐτέχθη τὸ παιδίον, καὶ μαῖα κατασκοπεῖ τὸ γεννηθὲν ἄρρεν θῆλυ·
因為孩子一出生,接生婦便察看所生的是男是女;
For no sooner is the child born than the midwife examines whether the one born is male or female;
5:327
εἶτα ἀναμένει τὸν κλαυθμὸν, ὅπερ σημεῖόν ἐστι τῆς ζωῆς τοῦ τεχθέντος
然後她等候那啼哭,那是所生之嬰生命的徵兆。
then she waits for the cry, which is a sign of the life of the one born.
5:328
Πόσα βούλει ἐν τούτῳ τῷ χρόνῳ παραδραμεῖν ἑξηκοστά; Εἶπε τῷ Χαλδαίῳ τὸ γεννηθέν
你以為在這一段間隔裡有多少個六十分之一溜過去了呢?且把這出生報給那迦勒底人罷。
How many sixtieths do you suppose pass by in this interval? Tell the Chaldean of the birth.
5:329
Διὰ πόσων, βούλει, θῶμεν τῶν λεπτοτάτων τῆς μαίας τὴν φωνὴν παρελθεῖν·
我問你,那接生婦的話語,要經過多少個至微的單位才傳達過去呢;
Through how many—I ask you—of the most minute units shall we suppose the voice of the midwife to have passed;
5:330
ἄλλως τε καὶ εἰ τύχοι ἔξω τῆς γυναικωνίτιδος ἑστὼς τὴν ὥραν ἀποτιθέμενος; Δεῖ γὰρ τὸν τὰ ὡροσκοπεῖα καταμαθεῖν μέλλοντα, πρὸς ἀκρίβειαν τὴν ὥραν ἀπογράφεσθαι, εἴτε ἡμερινὰ ταῦτα, εἴτε νυκτερινὰ τυγχάνοι
尤其若那要記下時辰的人恰好站在內室(婦女居所)之外呢?因為那要查考天宮圖的人,必須精確地記下時辰,無論這些事是在白晝還是在夜間發生。
especially if the one who is to mark the hour happens to be standing outside the women's quarters? For he who is going to learn the horoscopes must record the hour precisely, whether these things happen to be by day or by night.
5:331
Πόσων ἑξηκοστῶν σμῆνος ἐν τούτῳ πάλιν παρατρέχει τῷ χρόνῳ; Ἀνάγκη γὰρ εὑρεθῆναι τὸν ὡροσκοποῦντα ἀστέρα οὐ μόνον κατὰ πόστου δωδεκατημορίου ἐστὶν, ἀλλὰ καὶ κατὰ ποίας μοίρας τοῦ δωδεκατημορίου, καὶ ἐν πόστῳ ἑξηκοστῷ, εἰςἃ ἔφαμεν διαιρεῖσθαι τὴν μοῖραν·
在這一段間隔裡,又有多麼一大群六十分之一跑了過去呢?因為必須查出那上升的星辰,不僅是在第幾宮,還要查出在那宮的第幾度,又在第幾個六十分之一——就是我們所說那度被分成的單位;
How great a swarm of sixtieths again runs by in this interval? For it is necessary that the ascending star be found, not only in what number of the twelfth-part it is, but also in what degree of the twelfth-part, and in what sixtieth—into which, we said, the degree is divided;
5:332
, ἵνα τὸ ἀκριβὲς εὑρεθῇ, ἐν πόστῳ ἑξηκοστῷ τῶν ὑποδιῃρημένων ἀπὸ τῶν πρώτων ἑξηκοστῶν
或者,為了求得精確,還要查出在那些從最初的六十分之一再細分出來者的第幾個六十分之一。
or, in order that the exactness may be found, in what sixtieth of those sub-divided from the first sixtieths.
5:333
Καὶ ταύτην τὴν οὕτω λεπτὴν καὶ ἀκατάληπτον εὕρεσιν τοῦ χρόνου ἐφ ἑκάστου τῶν πλανητῶν ἀναγκαῖον εἶναι ποιεῖσθαι λέγουσιν, ὥστε εὑρεθῆναι ποταπὴν εἶχον σχέσιν πρὸς τοὺς ἀπλανεῖς, καὶ ποταπὸν ἦν τὸ σχῆμα αὐτῶν πρὸς ἀλλήλους ἐν τῇ τότε γενέσει τοῦ τικτομένου
他們說,必須對每一顆行星都作出這樣細微而難以把握的時間測定,好查出它們與恆星有何等的關係,以及在所生之人出生時,它們彼此構成了何等的相位。
And they say it is necessary to make this so subtle and incomprehensible determination of the time for each of the planets, so as to find out what relation they had to the fixed stars, and what was the figure they made toward one another at the birth of the one being born.
5:334
Ὥστε εἰ τῆς ὥρας ἐπιτυχεῖν ἀκριβῶς ἀδύνατον, δὲ τοῦ βραχυτάτου παραλλαγὴ τοῦ παντὸς διαμαρτεῖν ποιεῖ, καταγέλαστοι καὶ οἱ περὶ τὴν ἐνύπαρκτον ταύτην τέχνην ἐσχολακότες, καὶ οἱ πρὸς αὐτοὺς κεχηνότες, ὡς δυναμένους εἰδέναι τὰ κατ αὐτούς
所以,若要精確地對準那時辰是不可能的,而那至小一部分的偏差又使人在整體上失準,那麼可笑的便有兩種人:既有那些埋頭於這虛幻技藝的人,也有那些對他們張口傾慕、彷彿他們真能知曉與自身有關之事的人。
So that if it is impossible to hit upon the hour exactly, while the deviation of the very smallest part causes one to err in the whole, then ridiculous are both those who have busied themselves about this fancied art, and those who gape after them as though they were able to know the things concerning themselves.
5:335
Οἷα δὲ καὶ τὰ ἀποτελεστικά;Ὁ δεῖνα οὖλος, φησὶ, τὴν τρίχα, καὶ χαροπός·
再者,他們所作的預言又是甚麼樣的呢?他說:「某人頭髮鬈曲、目光炯亮;
And what sort of things, too, are their predictions? "So-and-so," he says, "has curly hair and bright (gleaming) eyes;
5:336
τοιοῦτον δέ πως ὀφθῆναι τὸ ζῷον
那生靈看起來大概是如此這般——
and the creature is somehow such to look upon
5:337
ἐπειδὴ ἡγεμονικὸν κριός·
因為白羊(公羊)是領頭的;
since the ram is a leader;
5:338
καὶ προετικὸς, καὶ πάλιν ποριστικός·
既慷慨給予,又再能供給;
and both giving and again provident;
5:339
ἐπειδὴ τὸ ζῷον τοῦτο καὶ ἀποτίθεται ἀλύπως τὸ ἔριον, καὶ πάλιν παρὰ τῆς φύσεως ῥᾳδίως ἐπαμφιέννυται
因為這牲畜既能毫無痛苦地卸下牠的羊毛,又再容易被自然重新披上。」
since this animal both lays aside its wool painlessly, and is again easily re-clothed by nature.
5:340
Ἀλλὰ καὶ ταυριανὸς τληπαθὴς, φησὶ, καὶ δουλικός·
「但生在金牛(公牛)宮下的人,」他說,「是能忍苦而又奴性的;
"But the one born under Taurus," he says, "is long-suffering and servile;
5:341
ἐπειδὴ ὑπὸ ζυγὸν ταῦρος
因為公牛是在軛下的。」
since the bull is under the yoke."
5:342
Καὶ σκορπιανὸς πλήκτης διὰ τὴν πρὸς τὸ θηρίον ὁμοίωσιν
生在天蠍宮下的人是好擊打的,因與那毒蟲相似。
And the one under Scorpio is a striker, on account of the likeness to the beast.
5:343
δὲ ζυγιανὸς δίκαιος, διὰ τὴν παρ ἡμῖν τῶν ζυγῶν ἰσότητα
而生在天秤宮下的人是公正的,因我們中間天平的平衡之故。
But the one under Libra is just, on account of the evenness of the balances among us.
5:344
Τούτων τί ἂν γένοιτο καταγελαστότερον;Ὁ κριὸς, ἀφ οὗ τὴν γένεσιν τοῦ ἀνθρώπου λαμβάνεις, οὐρανοῦ μέρος ἐστὶ τὸ δωδέκατον, ἐν γενόμενος ἥλιος τῶν ἐαρινῶν σημείων ἅπτεται
還有甚麼比這些更可笑的呢?那白羊宮,你從它取人的星命的,不過是天的十二分之一,太陽運行到那裡時便接觸到春分的星象。
What could be more laughable than these things? The Ram, from which you take the nativity of the man, is the twelfth part of heaven, in which the sun, coming to be, touches the vernal signs.
5:345
Καὶ ζυγὸς, καὶ ταῦρος ὡσαύτως, ἕκαστον τούτων δωδεκατημόριόν ἐστι τοῦ ζῳδιακοῦ λεγομένου κύκλου
天秤宮也是如此,金牛宮也是如此——這些當中的每一個,都是所謂黃道圈的十二分之一。
And Libra likewise, and Taurus—each of these is a twelfth-part of the so-called zodiac circle.
5:346
Πῶς οὖν ἐκεῖθεν τὰς προηγουμένας αἰτίας λέγων ὑπάρχειν τοῖς τῶν ἀνθρώπων βίοις, ἐκ τῶν παρ ἡμῖν βοσκημάτων τῶν γεννωμένων ἀνθρώπων τὰ ἤθη χαρακτηρίζεις; Εὐμετάδοτος γὰρ κριανὸς, οὐκ ἐπειδὴ τοιούτου ἤθους ποιητικὸν ἐκεῖνο τὸ μέρος τοῦ οὐρανοῦ, ἀλλ ἐπειδὴ τοιαύτης φύσεώς ἐστι τὸ πρόβατον
那麼,你一面說人生命的先在原因存於天上,一面卻又用我們中間的牲畜來刻畫所生之人的性情,這是怎麼回事呢?因為生在白羊宮下的人之所以慷慨,並不是因天的那一部分能產生這樣的性情,乃是因為綿羊有這樣的本性。
How, then, while saying that the antecedent causes for the lives of men exist there above, do you characterize the manners of the men who are born from the cattle that are among us? For the one born under Aries is liberal—not because that part of heaven is productive of such a character, but because the sheep is of such a nature.
5:347
Τί οὖν δυσωπεῖς μὲν ἡμᾶς ἀπὸ τῆς ἀξιοπιστίας τῶν ἄστρων, πείθειν δὲ ἐπιχειρεῖς διὰ τῶν βληχημάτων; Εἰ μὲν γὰρ παρὰ τῶν ζῴων λαβὼν οὐρανὸς ἔχει τὰ τοιαῦτα τῶν ἠθῶν ἰδιώματα, καὶ αὐτὸς ὑπόκειται ἀλλοτρίαις ἀρχαῖς, ἐκ τῶν βοσκημάτων ἔχων τὰς αἰτίας ἀπηρτημένας·
那麼,你為何一面藉星辰的可信度叫我們慚愧,一面卻試圖藉羊的咩叫來說服我們呢?因為若諸天是從那些牲畜取得這些性情的特質,那麼它自己也就受制於外來的原則,其原因竟懸繫於牲畜之上;
Why, then, do you put us to shame by appealing to the trustworthiness of the stars, while you attempt to persuade us by means of the bleating of sheep? For if heaven, having taken these from the animals, possesses such peculiarities of character, then it too is subject to alien principles, having its causes hung upon the cattle;
5:348
εἰ δὲ καταγέλαστον τοῦτο εἰπεῖν, καταγελαστότερον πολλῷ ἐκ τῶν μηδὲν κοινωνούντων ἐπάγειν ἐπιχειρεῖν τῷ λόγῳ τὰς πιθανότητας
可是若說這話可笑,那麼從毫不相干之事為這論點引入似是而非的說法,便更加可笑了。
but if it is laughable to say this, far more laughable is it to attempt to bring in plausibilities for the argument from things that have nothing in common with it.
5:349
Ἀλλὰ ταῦτα μὲν αὐτῶν τὰ σοφὰ τοῖς ἀραχνείοις ὑφάσμασιν ἔοικεν, οἷς ὅταν μὲν κώνωψ, μυῖα, τι τῶν παραπλησίως τούτοις ἀσθενῶν ἐνσχεθῇ, καταδεθέντα κρατεῖται·
他們這些聰明的玄想,正像蜘蛛的網羅,每當一隻蚊子或蒼蠅、或別樣這般軟弱之物落入其中,便被纏住而拘禁;
But these clever notions of theirs are like spiders' webs, in which, whenever a gnat or fly, or some other such feeble thing, is caught, it is bound fast and held;
5:350
ἐπειδὰν δὲ τῶν ἰσχυροτέρων τι ζῴων ἐγγίσῃ, αὐτό τε ῥᾳδίως διεκπίπτει, καὶ τὰ ἀδρανῆ ὑφάσματα διέρρηξε καὶ ἠφάνισε
可是每當較強的動物靠近時,牠便輕易衝破而出,把那脆弱的網羅扯裂、化為烏有。
but whenever any of the stronger animals draws near, it both easily breaks through, and has rent apart and made to vanish the flimsy webs.
5:351
Καὶ οὐκ ἐπὶ τούτων ἵστανται μόνον, ἀλλὰ καὶ ὧν προαίρεσις ἑκάστου ἡμῶν κυρία (λέγω δὴ, τῶν ἐπιτηδευμάτων ἀρετῆς κακίας), καὶ τούτων τὰς αἰτίας τοῖς οὐρανίοις συνάπτουσιν
他們還不止於此,連那些由我們各人自由意志所主宰之事——我是說,對德行或惡行的追求——就連這些事的原因,他們也都繫於諸天體之上。
And they do not stop at these things alone, but even those things over which the free choice of each one of us is master—I mean, the pursuits of virtue or vice—even of these they fasten the causes to the heavenly bodies.
5:352
Οἷς τὸ ἀντιλέγειν ἄλλως μὲν καταγέλαστον, διὰ δὲ τὸ προκατέχεσθαι τοὺς πολλοὺς τῇ ἀπάτῃ, ἀναγκαῖον ἴσως μὴ σιωπῇ παρελθεῖν
駁斥這些人,在別的方面看似可笑,然而因為眾人早已被這欺騙所擄掠,或許就不可緘默而置之不理。
To contradict whom is in other respects laughable, yet, because the many are held captive beforehand by the deception, it is perhaps necessary not to pass it by in silence.
5:353
Πρῶτον μὲν οὖν ἐκεῖνο αὐτοὺς ἐρωτήσωμεν, εἰ μὴ ἐφ ἑκάστης ἡμέρας μυριάκις ἀμείβεται τῶν ἀστέρων τὰ σχήματα; Ἀεικίνητοι γὰρ ὄντες οἱ πλανῆται λεγόμενοι, καὶ οἱ μὲν θᾶττον ἐπικαταλαμβάνοντες ἀλλήλους, οἱ δὲ βραδυτέρας τὰς περιόδους ποιούμενοι, ἐπὶ τῆς αὐτῆς ὥρας πολλάκις καὶ ὁρῶσιν ἀλλήλους καὶ ἀποκρύπτονται, μεγίστην τε ἔχει δύμανιν ἐν ταῖς γενέσεσι τὸ παρὰ ἀγαθοποιοῦ ἐφορᾶσθαι, κακοποιοῦ, ὡς αὐτοὶ λέγουσι
那麼首先,讓我們問他們這事:諸星的相位豈不是每日要變化千萬次嗎?因為那些所謂的行星,既永遠在運行——有的較快地彼此追上,有的較慢地完成其軌道——在同一時辰裡常常既彼此相望、又彼此隱沒;而依他們自己所說,在星命中最有能力的,便在於一顆星是被吉星還是被凶星所照看。
First, then, let us ask them this: whether the configurations of the stars do not change ten thousand times each day? For the so-called planets, being ever in motion, some overtaking one another more swiftly, others making their orbits more slowly, often in the same hour both see one another and are hidden from view; and it has the greatest power in nativities, as they themselves say, whether one is beheld by a benefic or by a malefic.
5:354
Καὶ πολλάκις καθ ὃν ἐπεμαρτύρει ἀγαθοποιὸς ἀστὴρ τὸν καιρὸν οὐκ ἐξευρόντες, παρὰ τὴν ἑνὸς τῶν λεπτοτάτων ἄγνοιαν, ὡς ἐν τῷ κακοδαιμονήματι αὐτὸν κείμενον ἀπεγράψαντο
並且他們常因不曾查出那吉星作見證的時刻,僅因不知那至微單位中的一個,便把它記為處在凶煞的位置上。
And often, not having found out the time at which the benefic star bore witness, through ignorance of one of the smallest units they have recorded it as lying in the malefic position.
5:355
Τοῖς γὰρ αὐτῶν ἐκείνων συγχρήσασθαι ῥήμασιν ἀναγκάζομαι
因為我不得不使用他們自己的術語。
For I am compelled to make use of their very own terms.
5:356
Ἐν δὴ τοῖς τοιούτοις λόγοις πολὺ μὲν τὸ ἀνόητον, πολλαπλάσιον δὲ τὸ ἀσεβές
在這類言論中,愚妄之處固然甚多,不敬虔之處卻多出好幾倍。
Now in such discourses there is much that is foolish, but many times more that is impious.
5:357
Οἱ γὰρ κακοποιοὶ τῶν ἀστέρων τῆς ἑαυτῶν πονηρίας ἐπὶ τὸν ποιήσαντα αὐτοὺς τὴν αἰτίαν μετατιθέασιν
因為他們把星辰中那些凶煞之惡的原因,轉嫁到造它們的那一位身上。
For the malefic among the stars transfer the cause of their own wickedness onto Him who made them.
5:358
Εἰ μὲν γὰρ ἐκ φύσεως αὐτῶν τὸ κακὸν, δημιουργὸς ἔσται τοῦ κακοῦ ποιητής·
因為若這惡是出於它們的本性,那麼創造主就成了惡的製造者;
For if the evil is from their nature, then the Creator will be the maker of evil;
5:359
εἰ δὲ προαιρέσει κακύνονται, πρῶτον μὲν ἔσται ζῷα προαιρετικὰ, λελυμέναις καὶ αὐτοκρατορικαῖς ταῖς ὁρμαῖς κεχρημένα·
但若它們是憑意志而變惡的,那麼它們首先就成了有意志的生靈,使用自由而自主的衝動——
but if they grow wicked by choice, then first they will be creatures endowed with choice, employing free and self-governing impulses—
5:360
μανίας ἐστὶν ἐπέκεινα καταψεύδεσθαι τῶν ἀψύχων
對無生命之物如此妄加捏造,這簡直比瘋狂還荒謬。
which is beyond madness, to lie thus against things inanimate.
5:361
Ἔπειτα πόσον τὸ ἄλογον, τὸ κακὸν καὶ τὸ ἀγαθὸν μὴ κατὰ τὴν ἀξίαν διανέμειν ἑκάστῳ, ἀλλ ἐπειδὴ ἐν τῷδε τῷ τόπῳ γέγονεν, ἀγαθοποιὸν ὑπάρχειν, καὶ ἐπειδὴ ὑπὸ τοῦδε ὁρᾶται, κακοποιὸν γίνεσθαι τὸν αὐτόν·
再者,這是何等的不合理——不按各人所配得的把禍與福分給各人,反倒因一顆星生在此處便算它為吉,因它被那一顆所照看便把同一顆算為凶;
And then, how great the irrationality—not to apportion to each evil and good according to its desert, but, because one came to be in this place, to make it benefic, and because it is beheld by that one, to make the very same malefic;
5:362
καὶ ἐπειδὰν πάλιν μικρόν τι παρεκκλίνῃ τοῦ σχήματος, εὐθὺς τῆς κακίας ἐπιλανθάνεσθαι; Καὶ ταῦτα μὲν εἰς τοσοῦτον
又每當它稍稍偏離那相位,就立時叫它忘卻它的凶惡?關於這些事,便說到這裡。
and again, whenever it deviates a little from the figure, straightway to make it forget its wickedness? And of these matters, so much.
5:363
Εἰ δὲ καθ ἕκαστον ἀκαριαῖον τοῦ χρόνου ἐπ ἄλλο καὶ ἄλλο μεθαρμόζονται σχῆμα, ἐν δὲ ταῖς μυρίαις ταύταις μεταβολαῖς, πολλάκις τῆς ἡμέρας, οἱ τῶν βασιλικῶν γενέσεων ἀποτελοῦνται σχηματισμοὶ, διὰ τί οὐκ ἐφ ἑκάστης ἡμέρας γεννῶνται βασιλεῖς; διὰ τί ὅλως πατρικαὶ παρ αὐτοῖς εἰσι βασιλείας διαδοχαί; Οὐ δήπου γὰρ ἕκαστος τῶν βασιλέων παρατετηρημένως εἰς τὸ βασιλικὸν τῶν ἀστέρων σχῆμα τοῦ ἰδίου υἱοῦ τὴν γένεσιν ἐναρμόζει
但若它們在每一微小時刻都變換成一種又一種相位,而在這千萬次變化中、每日多次,王者出生的相位都得以形成,那麼為何不是天天都有君王出生呢?或者,在他們中間究竟為何還有王位的世襲傳承呢?因為斷不會每一位君王都精心守候,把自己兒子的出生湊進星辰的王者相位裡。
But if at each tiny moment of time they shift into one and another figure, and in these ten thousand changes, many times a day, the configurations of royal nativities are brought to pass, why are kings not born every day? Or why are there at all hereditary successions of kingship among them? For surely each of the kings does not, with careful watching, fit the birth of his own son into the royal figure of the stars.
5:364
Τίς γὰρ ἀνθρώπων κύριος τοῦ τοιούτου; Πῶς οὖν Ὀζίας ἐγέννησε τὸν Ἰωάθαμ; Ἰωάθαμ τὸν Ἄχαζ; Ἄχαζ τὸν Ἐζεκίαν; καὶ οὐδεὶς ἐν τούτοις δουλικῇ συνέτυχεν ὥρᾳ γενέσεως; Ἔπειτα εἰ καὶ τῶν κατὰ κακίαν καὶ ἀρετὴν ἐνεργημάτων οὐκ ἐκ τοῦ ἐφ ἡμῖν εἰσὶν αἱ ἀρχαὶ, ἀλλ ἐκ τῆς γενέσεως αἱ ἀνάγκαι, περιττοὶ μὲν οἱ νομοθέται, τὰ πρακτέα ἡμῖν καὶ τὰ φευκτὰ διορίζοντες, περιττοὶ δὲ καὶ οἱ δικασταὶ, ἀρετὴν τιμῶντες, καὶ πονηρίαν κολάζοντες
因為哪一個人能作這樣事的主呢?那麼,烏西雅怎能生約坦、約坦生亞哈斯、亞哈斯生希西家呢?而這些人中竟無一個碰上了奴僕的出生時辰嗎?再者,若連那按惡行與德行而有的作為,其原因都不出於我們自己的權能,反倒一切必然性都出於人的星命,那麼那些為我們界定當行與當避之事的立法者就成了多餘,而那些尊崇德行、刑罰邪惡的審判官也成了多餘。
For what man is master of such a thing? How, then, did Uzziah beget Jotham, Jotham Ahaz, Ahaz Hezekiah? And none of these chanced upon a servile hour of birth? Then, if even the causes of the workings according to vice and virtue are not from what is in our own power, but the necessities are from one's nativity, then superfluous are the lawgivers who define for us the things to be done and the things to be shunned, and superfluous too are the judges who honour virtue and punish wickedness.
5:365
Οὐ γὰρ τοῦ κλέπτου τὸ ἀδίκημα·
因為那過犯就不算是賊的了;
For the wrongdoing is not the thief's;
5:366
γε οὐδὲ βουλομένῳ δυνατὸν ἦν κρατεῖν τῆς χειρὸς, διὰ τὸ ἀναπόδραστον τῆς ἐπὶ τὰς πράξεις αὐτὸν κατεπειγούσης ἀνάγκης
因為對他而言,縱然他想,也不可能管住自己的手,皆因那驅使他去行這些事的必然性無可逃避。
for whom it was not possible, even if he wished, to master his hand, because of the inescapability of the necessity that drove him to the deeds.
5:367
Ματαιότατοι δὲ πάντων καὶ οἱ περὶ τὰς τέχνας πονούμενοι·
而一切人中最徒勞的,便是那些在各樣手藝上勞苦的人;
And the most vain of all are those who toil at the crafts;
5:368
ἀλλ εὐθηνήσει μὲν γεωργὸς, μήτε σπέρματα καταβάλλων, μήτε δρεπάνην θηξάμενος·
因為農夫不撒種、不磨鐮刀也必興旺;
but the farmer will prosper, neither casting in seeds nor whetting his sickle;
5:369
ὑπερπλουτήσει δὲ ἔμπορος, κἂν βούληται, κἂν μὴ, τῆς εἱμαρμένης αὐτῷ συναθροιζούσης τὰ χρήματα
商人無論願意與否也必極其富足,因為命運替他堆積錢財。
and the merchant will grow exceedingly rich, whether he wishes it or not, since fate heaps up the riches for him.
5:370
Αἱ δὲ μεγάλαι τῶν Χριστιανῶν ἐλπίδες φροῦδαι ἡμῖν οἰχήσονται, οὔτε δικαιοσύνης τιμωμένης, οὔτε κατακρινομένης τῆς ἁμαρτίας, διὰ τὸ μηδὲν κατὰ προαίρεσιν ὑπὸ τῶν ἀνθρώπων ἐπιτελεῖσθαι
如此一來,基督徒偉大的盼望也就要從我們這裡消逝、化為烏有,因為既無義行受尊崇,也無罪愆被定罪,皆因人所成就的,無一是出於自由意志。
But the great hopes of Christians will depart from us, vanished, since neither is righteousness honoured nor sin condemned, because nothing is accomplished by men according to free choice.
5:371
Ὅπου γὰρ ἀνάγκη καὶ εἱμαρμένη κρατεῖ, οὐδεμίαν ἔχει χώραν τὸ πρὸς ἀξίαν, τῆς δικαιοκρισίας ἐξαίρετόν ἐστι
因為在必然與命運當道之處,便沒有「按功過而論」的餘地,而這正是公義審判所獨有的標誌。
For where necessity and fate prevail, there is no room for desert, which is the distinctive mark of righteous judgment.
5:372
Καὶ πρὸς μὲν ἐκείνους, ἐπὶ τοσοῦτον
對那些人,便說到這裡為止。
And toward those men, so much.
5:373
Οὔτε γὰρ ὑμεῖς πλειόνων δεῖσθε λόγων παρ ἑαυτῶν ὑγιαίνοντες, τε καιρὸς οὐκ ἐνδίδωσι πέρα τοῦ μέτρου πρὸς αὐτοὺς ἀποτείνεσθαι
因為你們自己既身心康健,並不需要更多的話;時機也不容許我們過度地針對他們延伸這篇講論。
For neither do you need more words, being yourselves in good health, nor does the occasion permit extending the discourse against them beyond measure.
5:374
Πρὸς δὲ τὰ ἑξῆς τῶν ῥημάτων ἐπανέλθωμεν
但讓我們回到下文的字句上。
But let us return to the words that follow.
5:375
Ἔστωσαν, φησὶν, εἰς σημεῖα, καὶ εἰς καιροὺς, καὶ εἰς ἡμέρας, καὶ εἰς ἐνιαυτούς
祂說:「要作記號,定節令、日子、年歲。」
"Let them be," He says, "for signs, and for seasons, and for days, and for years."
5:376
Εἴρηται ἡμῖν τὰ περὶ τῶν σημείων
關於記號的事,我們已經講過了。
The things concerning the signs have been spoken of by us.
5:377
Καιροὺς δὲ ἡγούμεθα λέγειν τὰς τῶν ὡρῶν ἐναλλαγάς·
至於「節令」,我們認為祂是指一年中時令的更替:
And by "seasons" we suppose Him to mean the changes of the times of year:
5:378
χειμῶνος, καὶ ἔαρος, καὶ θέρους, καὶ μετοπώρου·
即冬、春、夏、秋;
of winter, and of spring, and of summer, and of autumn;
5:379
ἃς εὐτάκτως περιοδεύειν ἡμᾶς τὸ τεταγμένον τῆς κινήσεως τῶν φωστήρων παρέχει
光體運行的那種規律有序的性質,使我們得以井然有序地經歷這些時令。
which the ordered character of the motion of the luminaries grants us to traverse in good order.
5:380
Χειμὼν μὲν γὰρ γίνεται, τοῖς νοτίοις μέρεσι τοῦ ἡλίου προσδιατρίβοντος, καὶ πολὺ τὸ νυκτερινὸν σκίασμα περὶ τὸν καθ ἡμᾶς τόπον ἀποτελοῦντος·
因為當太陽在南方諸區域逗留、並在我們這一帶造成漫長的夜間陰影時,冬天便來臨;
For winter comes about when the sun lingers in the southern regions, and produces the long nightly shadow about our region;
5:381
ὥστε καταψύχεσθαι μὲν τὸν περὶ γῆν ἀέρα, πάσας δὲ τὰς ὑγρὰς ἀναθυμιάσεις συνισταμένας περὶ ἡμᾶς, ὄμβρων τε αἰτίαν καὶ κρυμῶν καὶ νιφάδος ἀμυθήτου παρέχειν
以致地周圍的空氣被冷卻,一切潮濕的蒸氣在我們四圍凝結,便造成了雨、霜以及說不盡的降雪。
so that the air around the earth is cooled, and all the moist exhalations, condensing about us, furnish the cause of rains and frosts and untold snowfall.
5:382
Ἐπειδὰν δὲ ἐπανιὼν πάλιν ἀπὸ τῶν μεσημβρινῶν χωρίων ἐπὶ τοῦ μέσου γένηται, ὥστε ἐξίσου μερίζειν νυκτὶ πρὸς ἡμέραν τὸν χρόνον, ὅσῳ πλεῖον τοῖς ὑπὲρ γῆς προσδιατρίβει τόποις, τοσούτῳ κατὰ μέρος ἐπανάγει τὴν εὐκρασίαν
但每當太陽從南方諸區域回轉,來到中間,以致把時間平分於晝夜之時,那麼,它在地上方諸處逗留得越多,便越是逐步把溫和的氣候帶回。
But whenever the sun, returning again from the southern regions, comes to be at the middle, so as to divide the time equally between night and day, then, in proportion as it lingers more in the places above the earth, by so much it gradually brings back the temperate climate.
5:383
Καὶ γίνεται ἔαρ, πᾶσι μὲν φυτοῖς τῆς βλαστήσεως ἀρχηγὸν, δένδρων δὲ τοῖς πλείστοις παρέχον τὴν ἀναβίωσιν, ζῴοις δὲ χερσαίοις καὶ ἐνύδροις ἅπασι τὸ γένος φυλάσσον ἐκ τῆς τῶν ἐπιγινομένων διαδοχῆς
於是春天來臨,它是萬物萌發的源頭,賜給大多數樹木重獲生機,又藉著後代的承續,為一切陸生與水生的動物保全牠們的種類。
And spring comes about, the originator of sprouting for all plants, granting renewal of life to most of the trees, and preserving for all land and water animals their kind through the succession of those that come after.
5:384
Ἐκεῖθεν δὲ ἤδη πρὸς θερινὰς τροπὰς ἐπ αὐτὴν τὴν ἄρκτον ἀπελαύνων ἥλιος, τὰς μεγίστας ἡμῖν τῶν ἡμερῶν περιίστησι
從那裡起,太陽如今朝著夏至向北驅進、直至大熊星(北極)之處,便為我們造成最長的白晝。
From there the sun, now driving on toward the summer solstice up to the very Bear, brings about for us the longest of the days.
5:385
Καὶ διὰ τὸ ἐπὶ πλεῖστον προσομιλεῖν τῷ ἀέρι, αὐτόν τε καταφρύσσει τὸν ὑπὲρ κεφαλῆς ἡμῶν ἀέρα, καὶ τὴν γῆν πᾶσαν καταξηραίνει, τοῖς τε σπέρμασιν ἐκ τούτου συνεργῶν πρὸς τὴν ἅδρησιν, καὶ τοὺς τῶν δένδρων καρποὺς κατεπείγων ἐπὶ τὴν πέψιν·
由於它與空氣相伴最久,便既炙烤我們頭上的空氣,又使全地乾涸,從而幫助種子趨於成熟,並催促樹上的果子成熟;
And by associating with the air for the longest time, it both scorches the very air above our heads, and dries up all the earth, thereby aiding the seeds toward their ripening, and urging on the fruits of the trees to maturity;
5:386
ὅτε καὶ φλογωδέστατός ἐστιν ἑαυτοῦ ἥλιος, βραχείας ποιῶν τὰς σκιὰς ἐπὶ τῆς μεσημβρίας, διὰ τὸ ἀφ ὑψηλοῦ τὸν περὶ ἡμᾶς καταλάμπειν τόπον
在那時候,太陽也是它一年中最炎熱之時,在正午投下短短的影子,因為它從高處照射我們這一帶。
at which time the sun is also at its most fiery, casting short shadows at midday, because it shines down upon our region from on high.
5:387
Μέγισται γάρ εἰσιν ἡμερῶν, ἐν αἷς βραχύταταί εἰσιν αἱ σκιαὶ, καὶ βραχύταται πάλιν ἡμέραι, αἱ τὰς σκιὰς ἔχουσαι μακροτάτας
因為影子最短的日子是最長的日子,而影子最長的日子又是最短的日子。
For greatest are the days in which the shadows are shortest, and shortest again the days that have the longest shadows.
5:388
Καὶ τοῦτο παρ ἡμῖν τοῖς ἑτεροσκίοις λεγομένοις ὅσοι τὰ ἀρκτῷα τῆς γῆς ἐποικοῦμεν·
這在我們這些被稱為「單向影」的人中是如此,凡居住在地的北方諸部分的人都是這樣;
And this is the case among us who are called "hetero-shadowed," as many of us as dwell in the northern parts of the earth;
5:389
ἐπεὶ εἰσί γε ἤδη τινὲς οἱ κατὰ δύο ἡμέρας τοῦ παντὸς ἐνιαυτοῦ καὶ ἄσκιοι παντελῶς κατὰ τὴν μεσημβρίαν γινόμενοι, οὓς κατὰ κορυφῆς ἐπιλάμπων ἥλιος, ἐξίσου πανταχόθεν περιφωτίζει, ὥστε καὶ τῶν ἐν βάθει φρεάτων τὸ ὕδωρ διὰ στομίων στενῶν καταλάμπεσθαι·
因為實在有一些人,在全年的兩天裡,於正午變得全然無影——太陽正當頭頂照下,從各方平均地光照他們,以致連深井裡的水都能透過窄口被照亮;
since there are indeed some who, on two days of the whole year, become wholly shadowless at midday—upon whom the sun, shining down right overhead, illuminates them equally from every side, so that even the water of deep wells is lit up through narrow openings;
5:390
ὅθεν αὐτούς τινες καὶ ἀσκίους καλοῦσιν
所以有些人也稱他們為「無影者」。
whence some also call them "shadowless."
5:391
Οἱ δὲ ἐπέκεινα τῆς ἀρωματοφόρου ἐπ ἀμφότερα τὰς σκιὰς παραλλάσσουσιν
至於那些住在出產香料之地以外的人,他們的影子向兩個方向投落。
But those beyond the spice-bearing land cast their shadows in both directions.
5:392
Μόνοι γὰρ ἐν τῇ καθ ἡμᾶς οἰκουμένῃ ἐπὶ τὰ νότια κατὰ τὴν μεσημβρίαν τὰς σκιὰς ἀποπέμπουσιν·
因為在我們所居住的世界中,惟有他們在正午把影子投向南方;
For they alone in the world inhabited by us cast their shadows toward the south at midday;
5:393
ὅθεν αὐτούς τινες καὶ ἀμφισκίους ὠνόμασαν
所以有些人也把他們命名為「雙向影者」。
whence some have also named them "both-way-shadowed."
5:394
Ταῦτα δὲ πάντα πρὸς τὸ βόρειον μέρος παροδεύσαντος ἤδη γίνεται τοῦ ἡλίου
但這一切都是在太陽已越過至北方那部分時才發生的。
But all these things come about when the sun has already passed over to the northern part.
5:395
Ἐκ δὲ τούτων εἰκάζειν ἐστὶ τὴν ἐκ τῆς ἡλιακῆς ἀκτῖνος ἐγγινομένην πύρωσιν τῷ ἀέρι, ὅση τίς ἐστι, καὶ ποταπῶν ἀποτελεστικὴ συμπτωμάτων
從這些事,便可推測由日光的光線而臨到空氣的那灼熱有多麼大,又能產生何等樣的現象。
From these things it is possible to conjecture how great is the burning that comes to the air from the solar ray, and of what sort of occurrences it is productive.
5:396
Ἐντεῦθεν διαδεξαμένη ἡμᾶς τοῦ μετοπώρου ὥρα, ὑποθραύει μὲν τοῦ πνίγους τὸ ὑπερβάλλον, κατὰ μικρὸν δὲ ὑφιεῖσα τῆς θέρμης, διὰ τῆς κατὰ τὴν κρᾶσιν μεσότητος ἀβλαβῶς ἡμᾶς δι ἑαυτῆς τῷ χειμῶνι προσάγει·
隨後,秋天的時令接替了我們,它消解那悶熱的過盛,逐漸減退暑氣,藉著其溫和調和的中庸狀態,平安無害地親自把我們引向冬天;
Thereupon the season of autumn, succeeding us, breaks down the excess of the stifling heat, and gradually relaxing the warmth, through the mean state of its temperate blending, leads us on by itself harmlessly to winter;
5:397
δηλονότι τοῦ ἡλίου πάλιν ἀπὸ τῶν προσαρκτίων ἐπὶ τὰ νότια ὑποστρέφοντος
顯然這是因為太陽又從北方諸部分轉回向南方。
evidently because the sun is again turning back from the northern parts toward the southern.
5:398
Αὗται τῶν ὡρῶν αἱ περιτροπαὶ, ταῖς κινήσεσιν ἑπόμεναι τοῦ ἡλίου, τὸν βίον ἡμῖν οἰκονομοῦσιν
這些便是四時的循環往復,它們跟隨著太陽的運行,為我們料理我們的生活。
These are the revolutions of the seasons, which, following the motions of the sun, manage our life for us.
5:399
Ἔστωσαν δὲ, φησὶ, καὶ εἰς ἡμέρας·
祂說:「也要定日子」;
"And let them be," He says, "also for days";
5:400
οὐχ ὥστε ἡμέρας ποιεῖν, ἀλλ ὥστε κατάρχειν τῶν ἡμερῶν
不是要造出白晝,乃是要主管白晝。
not so as to make days, but so as to take the lead of the days.
5:401
Ἡμέρα γὰρ καὶ νὺξ πρεσβύτερα τῆς τῶν φωστήρων γενέσεως
因為晝與夜比光體的造成更為古老。
For day and night are older than the generation of the luminaries.
5:402
Τοῦτο γὰρ ἐνδείκνυται ἡμῖν καὶ ψαλμὸς λέγων·
詩篇也向我們表明了這事,說:
For this the psalm also shows us, saying:
5:403
Ἔθετο ἥλιον εἰς ἐξουσίαν τῆς ἡμέρας, σελήνην καὶ ἀστέρας εἰς ἐξουσίαν τῆς νυκτός
「祂派定日頭管白晝,月亮與星辰管黑夜。」
"He appointed the sun for the authority of the day, the moon and the stars for the authority of the night."
5:404
Πῶς οὖν ἔχει τὴν ἐξουσίαν τῆς ἡμέρας ἥλιος; Ὅτι τὸ φῶς ἐν ἑαυτῷ περιφέρων, ἐπειδάν ποτε τὸν καθ ἡμᾶς ὁρίζοντα ὑπεράρῃ, ἡμέραν παρέχει διαλύσας τὸ σκότος
那麼,太陽怎樣掌管白晝呢?因為它在自身中帶著光,每當它升到我們的地平線以上時,便驅散黑暗而帶來白晝。
How, then, does the sun hold the authority of the day? Because, carrying the light in itself, whenever it rises above our horizon, it furnishes day by dispersing the darkness.
5:405
Ὥστε οὐκ ἄν τις ἁμάρτοι, ἡμέραν ὁρισάμενος εἶναι τὸν ὑπὸ τοῦ ἡλίου πεφωτισμένον ἀέρα·
所以人若把白晝定義為被太陽照亮的空氣,並不算錯;
So that one would not err in defining day to be the air illumined by the sun;
5:406
, ἡμέραν εἶναι χρόνου μέτρον ἐν ἐν τῷ ὑπὲρ γῆν ἡμισφαιρίῳ ἥλιος διατρίβει
或者說,白晝乃是太陽停留在地上方半球之中的一段時間的量度。
or, that day is a measure of time in which the sun tarries in the hemisphere above the earth.
5:407
Ἀλλὰ καὶ εἰς ἐνιαυτοὺς ἐτάχθησαν ἥλιος καὶ σελήνη
但日頭與月亮也被派定來定年歲。
But the sun and moon were appointed also for years.
5:408
Σελήνη μὲν ἐπειδὰν δωδεκάκις τὸν ἑαυτῆς ἐκτελέσῃ δρόμον, ἐνιαυτοῦ ἐστι ποιητική·
月亮每當它完成自己的運行十二次時,便造成一年;
The moon, whenever it has completed its own course twelve times, is productive of a year;
5:409
πλὴν ὅτι μηνὸς ἐμβολίμου δεῖται πολλάκις πρὸς τὴν ἀκριβῆ τῶν ὡρῶν συνδρομήν, ὡς Ἑβραῖοι τὸ παλαιὸν τὸν ἐνιαυτὸν ἦγον καὶ τῶν Ἑλλήνων οἱ ἀρχαιότατοι
只是為了與四時精確地相合,它常需要一個閏月,正如古時的希伯來人,以及希臘人中最古老的那些人,所守的年法。
except that it often needs an intercalary month for the precise concurrence with the seasons, as the Hebrews of old kept the year, and the most ancient of the Greeks.
5:410
Ἡλιακὸς δέ ἐστιν ἐνιαυτὸς ἀπὸ τοῦ αὐτοῦ σημείου ἐπὶ τὸ αὐτὸ σημεῖον κατὰ τὴν οἰκείαν κίνησιν τοῦ ἡλίου ἀποκατάστασις
至於太陽年,乃是太陽憑自己的運行,從同一點回到同一點的復返。
But the solar year is the return of the sun, by its own motion, from the same point to the same point.
5:411
Καὶ ἐποίησεν Θεὸς τοὺς δύο φωστῆρας τοὺς μεγάλους
「神造了那兩個大光體。」
"And God made the two great luminaries."
5:412
Ἐπειδὴ τὸ μέγα τὸ μὲν ἀπόλυτον ἔχει τὴν ἔννοιαν·
既然「大」在一種意義上具有絕對的含義——
Since "great" in one sense has an absolute meaning—
5:413
ὡς μέγας οὐρανὸς, καὶ μεγάλη γῆ, καὶ μεγάλη θάλασσα·
如說「天是大的」、「地是大的」、「海是大的」;
as "heaven is great," and "the earth is great," and "the sea is great";
5:414
τὰ δὲ ὡς τὰ πολλὰ πέφυκε πρὸς ἕτερον ἀναφέρεσθαι·
而另一些事物,多半按本性是相對於別物而言的;
but other things, for the most part, are by nature referred to something else;
5:415
ὡς μέγας ἵππος, καὶ βοῦς μέγας (οὐ γὰρ ἐν τῇ ὑπερβολῇ τῶν τοῦ σώματος ὄγκων, ἀλλ ἐν τῇ πρὸς τὰ ὅμοια παραθέσει τὴν μαρτυρίαν τοῦ μεγέθους τὰ τοιαῦτα λαμβάνει
如說「馬是大的」、「牛是大的」(因為這類事物得著其「大」的證明,不在乎其身軀體積的超凡,乃在乎與其同類相比較);
as "the horse is great," and "the ox is great" (for such things receive the attestation of their greatness not in the excess of the masses of their bodies, but in the comparison with their like);
5:416
πῶς τοίνυν τοῦ μεγάλου τὴν ἔννοιαν ἐκδεξόμεθα; Πότερον ὡς τὸν μύρμηκα, ἄλλο τι τῶν φύσει μικρῶν, μέγα προσαγορεύομεν διὰ τὴν πρὸς τὰ ὁμογενῆ σύγκρισιν τὴν ὑπεροχὴν μαρτυροῦντες; τὸ μέγα νῦν οὕτως, ὡς ἐν τῇ οἰκείᾳ τῶν φωστήρων κατασκευῇ τοῦ μεγέθους ἐμφαινομένου; Ἐγὼ μὲν οἶμαι τοῦτο
那麼,我們該如何理解「大」的含義呢?是像我們把螞蟻、或別樣本性微小之物稱為「大」、藉與其同類相比來證明其優越那樣呢?還是這裡的「大」是指這樣的意思,即在光體自身的構造中所顯出的偉大呢?至於我,我認為是後者。
how, then, shall we take the meaning of "great"? Whether as when we call the ant, or some other of the things naturally small, "great," attesting its superiority by comparison with its own kind? Or is "great" here meant in this way, as the greatness shown in the very constitution of the luminaries? For my part, I think this latter.
5:417
Οὐ γὰρ ἐπειδὴ μείζους τῶν μικροτέρων ἀστέρων, διὰ τοῦτο μεγάλοι·
因為它們之所以「大」,並不是因為它們比那些較小的星辰更大;
For it is not because they are greater than the smaller stars that they are on this account "great";
5:418
ἀλλ ἐπειδὴ τοσοῦτοι τὴν περιγραφὴν, ὥστε ἐξαρκεῖν τὴν ἀπ αὐτῶν ἀναχεομένην αὐγὴν καὶ οὐρανὸν περιλάμπειν καὶ τὸν ἀέρα, καὶ ὁμοῦ πάσῃ τῇ γῇ καὶ τῇ θαλάσσῃ συμπαρεκτείνεσθαι
乃是因為它們的範圍如此之大,以致從它們所傾瀉而出的光輝,既足以照亮諸天與空氣,又足以一同伸展遍及全地與大海。
but because they are of such compass that the radiance poured forth from them suffices both to illumine heaven and the air, and to extend itself together over all the earth and the sea.
5:419
Οἵ γε κατὰ πᾶν μέρος τοῦ οὐρανοῦ γινόμενοι, καὶ ἀνατέλλοντες καὶ δυόμενοι καὶ τὸ μέσον ἐπέχοντες, ἴσοι πανταχόθεν τοῖς ἀνθρώποις προφαίνονται, ὅπερ ἀπόδειξιν ἔχει σαφῆ τῆς τοῦ μεγέθους περιουσίας, τῷ μηδὲν αὐτοῖς ἐπισημαίνειν τὸ πλάτος τῆς γῆς πρὸς τὸ μείζονας δοκεῖν ἐλάττονας εἶναι
這些光體,確實,無論出現在天的哪一部分——無論升起、落下、還是居於中天——都從各方向看來與人相等;這便清楚地證明了它們之大的充盈,因為地的廣闊絲毫不使它們看來顯得更大或更小。
These, indeed, coming to be in every part of heaven—both rising and setting and occupying the middle—appear equal to men from every direction; which holds a clear proof of the abundance of their magnitude, in that the breadth of the earth makes no difference to them as to their seeming greater or smaller.
5:420
Τὰ μὲν γὰρ πόρρωθεν ἀφεστῶτα μικρότερά πως ὁρῶμεν, οἷςδ ἂν μᾶλλον ἐγγίσωμεν, μᾶλλον αὐτῶν τὸ μέγεθος ἐξευρίσκομεν
因為遠遠站立之物我們看來顯得較小,而我們越是靠近甚麼,就越發看出它的浩大。
For things standing far off we see somehow smaller, but to whatever we draw nearer, the more do we find out their magnitude.
5:421
Τῷ δὲ ἡλίῳ οὐδείς ἐστιν ἐγγυτέρω καὶ οὐδεὶς πορρωτέρω, ἀλλὰ ἀπ ἴσου τοῦ διαστήματος τοῖς κατὰ πᾶν μέρος τῆς γῆς κατῳκισμένοις προσβάλλει
但對太陽而言,沒有人更近、也沒有人更遠,它乃是以相等的距離照射在地各部分所有居住的人身上。
But to the sun no one is nearer and no one farther off, rather it strikes at an equal distance upon those settled in every part of the earth.
5:422
Σημεῖον δὲ, ὅτι καὶ Ἰνδοὶ καὶ Βρεττανοὶ τὸν ἴσον βλέπουσιν
其證明便是:印度人與不列顛人看見的太陽是同樣大的。
And the proof is that both the Indians and the Britons behold it equal.
5:423
Οὔτε γὰρ τοῖς τὴν ἑῴαν οἰκοῦσι καταδυόμενος τοῦ μεγέθους ὑφίησιν, οὔτε τοῖς πρὸς δυσμαῖς κατῳκισμένοις ἀνατέλλων ἐλάττων φαίνεται·
因為它落下時,對住在東方的人並不減損其大小;升起時,對住在西方的人也不顯得較小;
For neither does it abate of its magnitude for those dwelling in the east when it sets, nor does it appear smaller to those settled toward the west when it rises;
5:424
οὔτε μὴν ἐν τῷ μεσουρανήματι γινόμενος, τῆς ἐφ ἑκάτερα ὄψεως παραλλάττει
並且即使它運行至中天時,從兩個方向看去,其大小於視覺也無差異。
nor indeed, when it comes to be at mid-heaven, does it differ in size to the sight from either direction.
5:425
Μὴ ἐξαπατάτω σε τὸ φαινόμενον·
不要讓那表象欺哄了你;
Do not let the appearance deceive you;
5:426
μηδ ὅτι πηχυαῖος τοῖς ὁρῶσι δοκεῖ, τοσοῦτον αὐτὸν εἶναι λογίσῃ
也不要因它在觀看者眼中看似只有一肘之長,就以為它真就那麼大。
nor, because it seems a cubit's span to those who behold it, reckon it to be just so great.
5:427
Συναιρεῖσθαι γὰρ πέφυκεν ἐν τοῖς μεγίστοις διαστήμασι τὰ μεγέθη τῶν ὁρωμένων, τῆς ὁρατικῆς δυνάμεως οὐκ ἐξικνουμένης τὸν μεταξὺ τόπον διαπερᾶν, ἀλλ οἱονεὶ ἐνδαπανωμένης τῷ μέσῳ, καὶ κατ ὀλίγον αὐτῆς μέρος προσβαλλούσης τοῖς ὁρατοῖς
因為在極遙遠的距離上,所見之物的大小往往被縮減,因為視力不足以越過那中間的空間,反倒彷彿耗盡於那間距之中,只把自己的一小部分施加於可見之物上。
For at the greatest distances the magnitudes of the things seen are wont to be contracted, since the power of sight does not reach to traverse the intervening space, but, as it were, is spent on the interval, and brings to bear only a small part of itself upon the things visible.
5:428
Μικρὰ οὖν ὄψις ἡμῶν γινομένη, μικρὰ ἐποίησε νομίζεσθαι τὰ ὁρώμενα, τὸ οἰκεῖον πάθος τοῖς ὁρατοῖς ἐπιφέρουσα
於是我們的視覺既變得微小,便使所見之物被當作微小,把自己的感受轉嫁到可見之物上。
Our sight, then, becoming small, made the things seen to be thought small, transferring its own affection onto the things visible.
5:429
Ὥστε ψεύδεται ὄψις, ἄπιστον τὸ κριτήριον
如此,視覺說了謊;這判準是靠不住的。
So that the sight lies; the criterion is untrustworthy.
5:430
Ὑπομνήσθητι δὲ τῶν οἰκείων παθῶν, καὶ παρὰ σεαυτοῦ ἕξεις τῶν λεγομένων τὴν πίστιν
但你要回想自己的種種經歷,便能從自己得著所說之事的佐證。
But call to mind your own experiences, and from yourself you will have the confirmation of the things being said.
5:431
Εἴ ποτε ἀπὸ ἀκρωρείας μεγάλης πεδίον εἶδες πολύ τε καὶ ὕπτιον, ἡλίκα μέν σοι τῶν βοῶν κατεφάνη τὰ ζεύγη; πηλίκοι δὲ οἱ ἀροτῆρες αὐτοί; Εἰ μὴ μυρμήκων τινά σοι παρέσχον φαντασίαν; Εἰ δὲ καὶ ἀπὸ σκοπιᾶς ἐπὶ μέγα πέλαγος τετραμμένης τῇ θαλάσσῃ τὰς ὄψεις ἐπέβαλες, ἡλίκαι μέν σοι ἔδοξαν εἶναι τῶν νήσων αἱ μέγισται; πηλίκη δέ σοι κατεφάνη μία τῶν μυριοφόρων ὁλκάδων λευκοῖς ἱστίοις ὑπὲρ κυανῆς κομιζομένη θαλάσσης; Εἰ μὴ πάσης περιστερᾶς μικροτέραν σοι παρέσχετο τὴν φαντασίαν; Διότι, καθάπερ ἔφην, ἐνδαπανηθεῖσα τῷ ἀέρι ὄψις, ἐξίτηλος γινομένη, πρὸς τὴν ἀκριβῆ κατάληψιν τῶν ὁρωμένων οὐκ ἐξαρκεῖ
你若曾從一座高大的山脊俯瞰一片既廣闊又平坦的平原,那一對對的耕牛在你看來有多大呢?那些耕地的人本身又有多大呢?牠們豈不給你某種螞蟻般的形象嗎?你若曾從一處朝向大海的瞭望點向那汪洋投目,那最大的海島在你看來有多大呢?那載重萬鈞、揚著白帆掠過蔚藍大海的商船之一,在你看來又有多大呢?牠豈不給你一個比鴿子還小的形象嗎?因為,如我所說,視覺既耗散於空氣中而變得微弱,便不足以精確地把握所見之物。
If ever from a great mountain ridge you have looked upon a plain both broad and level, how large did the yokes of oxen appear to you? And how large the ploughmen themselves? Did they not present you some semblance of ants? And if from a lookout turned toward a great open sea you cast your eyes upon the deep, how large did the greatest of the islands seem to you? And how large appeared to you one of the ten-thousand-bearing merchant ships, borne with white sails over the dark-blue sea? Did it not present to you a semblance smaller than any dove? Because, as I said, the sight, being spent on the air and becoming faint, does not suffice for the exact apprehension of the things seen.
5:432
Ἤδη δέ που καὶ τῶν ὀρῶν τὰ μέγιστα βαθείαις φάραγξιν ἐκτετμημένα, περιφερῆ καὶ λεῖα ὄψις εἶναί φησι, ταῖς ἐξοχαῖς προσβάλλουσα μόναις, ταῖς δὲ μεταξὺ κοιλότησιν ἐμβῆναι δι ἀτονίαν μὴ δυναμένη
誠然,有時連那被深谷切開的最巨大的群山,視覺也說它們是圓而光滑的,因為它只觸及那些凸起之處,卻因軟弱無力而不能進入其間的凹陷之中。
And indeed, somewhere too the greatest of the mountains, cut through by deep ravines, the sight says are round and smooth, striking only upon the projections, but unable through feebleness to enter into the hollows between.
5:433
Οὕτως οὐδὲ τὰ σχήματα τῶν σωμάτων ὁποῖά ἐστι διασώζει, ἀλλὰ περιφερεῖς οἴεται εἶναι τοὺς τετραγώνους τῶν πύργων
如此,它也不能保全物體本來的形狀,反倒把方形的塔樓當作圓的。
Thus neither does it preserve the shapes of bodies such as they are, but thinks the square towers to be round.
5:434
Ὥστε πανταχόθεν δῆλον, ὅτι ἐν ταῖς μεγίσταις ἀποστάσεσιν οὐκ ἔναρθρον ἀλλὰ συγκεχυμένην τῶν σωμάτων λαμβάνει τὴν εἰκασίαν
因此從各方面看都很明顯:在極遙遠的距離上,視覺所領受的並非清晰、而是模糊的物體形象。
So that from every side it is clear that at the greatest distances the sight receives not a distinct but a confused likeness of bodies.
5:435
Μέγας οὖν φωστὴρ, κατὰ τὴν τῆς Γραφῆς μαρτυρίαν, καὶ ἀπειροπλασίων τοῦ φαινομένου
所以,按聖經的見證,這光體是大的,且比它所顯現的大得無可計量。
Great, therefore, is the luminary, according to the testimony of Scripture, and infinitely greater than it appears.
5:436
Κἀκεῖνο δέ σοι ἐναργὲς ἔστω τοῦ μεγέθους σημεῖον
也願這事於你成為它之大的又一明證。
And let this too be for you a clear sign of its magnitude.
5:437
Ἀπείρων ὄντων τῷ πλήθει τῶν κατ οὐρανὸν ἀστέρων, τὸ παρ αὐτῶν συνερανιζόμενον φῶς οὐκ ἐξαρκεῖ τῆς νυκτὸς τὴν κατήφειαν διαλῦσαι
諸天之中的星辰雖然多得無窮無盡,但它們眾星所貢獻的光,卻不足以驅散黑夜的幽暗。
Though the stars throughout heaven are infinite in multitude, the light contributed by them all does not suffice to dissolve the gloom of the night.
5:438
Μόνος δὲ οὗτος ὑπερφανεὶς τοῦ ὁρίζοντος, μᾶλλον δὲ ἔτι καὶ προσδοκώμενος, πρὶν καὶ ὑπερσχεῖν ὅλως τῆς γῆς, ἠφάνισε μὲν τὸ σκότος, ὑπερηύγασε δὲ τοὺς ἀστέρας, καὶ πεπηγότα τέως καὶ συμπεπιλημένον τὸν περὶ γῆν ἀέρα κατέτηξε καὶ διέχεεν
惟有這一個,單單顯現在地平線之上——更確切地說,甚至在它尚被期待之時、在它完全升出地面之前——便已使黑暗消散,使群星的光黯然失色,又把那地周圍直到此刻一直凍結密實的空氣融化驅散。
But this one alone, appearing above the horizon—or rather even while still awaited, before it has wholly risen over the earth—has made the darkness vanish, outshone the stars, and melted and diffused the air about the earth, which till then had been frozen and packed tight.
5:439
Ὅθεν καὶ ἄνεμοι ἑωθινοὶ καὶ δρόσοι ἐν αἰθρίᾳ τὴν γῆν περιρρέουσι
由此,在晴朗的天氣裡,晨風與露水也環流於地上。
Whence also the morning winds and dews flow round the earth in fair weather.
5:440
Τοσαύτην δὲ οὖσαν τὴν γῆν πῶς ἂν ἠδυνήθη ἐν μιᾷ καιροῦ ῥοπῇ τὴν πᾶσαν καταφωτίζειν, εἰ μὴ ἀπὸ μεγάλου τοῦ κύκλου τὴν αὐγὴν ἐπηφίει; Ἐνταῦθά μοι τὴν σοφίαν τοῦ τεχνίτου κατάμαθε, πῶς τῷ διαστήματι τούτῳ σύμμετρον ἔδωκεν αὐτῷ τὴν θερμότητα
但地既這般廣大,它若不是從一個巨大的圓盤發出光輝,又怎能在一瞬之間照亮整個大地呢?你要在此為我領會那巧匠的智慧,看祂如何賜給它與這距離相稱的熱度。
But the earth being so great, how could it have lit up the whole in a single moment of time, unless it sent forth its radiance from a great orb? Here learn for me the wisdom of the Craftsman, how He gave it a heat commensurate with this distance.
5:441
Τοσοῦτον γάρ ἐστιν αὐτοῦ τὸ πυρῶδες, ὡς μήτε δι ὑπερβολὴν καταφλέξαι τὴν γῆν, μήτε διὰ τὴν ἔλλειψιν κατεψυγμένην αὐτὴν καὶ ἄγονον ἀπολιπεῖν
因為它的火熱是如此之大,以致既不因過多而焚毀大地,也不因不足而使地寒冷不育。
For its fieriness is so great that neither by excess does it burn up the earth, nor by deficiency does it leave it cold and barren.
5:442
Ἀδελφὰ δὲ τοῖς εἰρημένοις καὶ τὰ περὶ τῆς σελήνης νοείσθω
願論到月亮的事,也被理解為與已說過的話相類。
And let the things concerning the moon be understood as kindred to what has been said.
5:443
Μέγα γὰρ καὶ τὸ ταύτης σῶμα, καὶ φανότατόν γε μετὰ τὸν ἥλιον
因為它的月體也是大的,且確實是日頭以後最明亮的。
For great too is its body, and indeed the most luminous after the sun.
5:444
Οὐκ ἀεὶ μέντοι ὁρατὸν αὐτῆς διαμένει τὸ μέγεθος·
然而它的大小並不總是可見的;
Yet its magnitude does not remain always visible;
5:445
ἀλλὰ νῦν μὲν ἀπηρτισμένη τῷ κύκλῳ, νῦν δὲ ἐλλείπουσα καὶ μειουμένη φαίνεται, καθ ἕτερον ἑαυτῆς μέρος προδεικνῦσα τὸ λεῖπον
乃是時而顯得圓滿成一輪,時而虧欠減損,在它自身的另一部分顯出那欠缺的部分。
but now it appears completed in its circle, now deficient and diminished, showing in another part of itself the part that is wanting.
5:446
Ἄλλῳ μὲν γὰρ μέρει σκιάζεται αὐξομένη, ἄλλο δὲ μέρος αὐτῆς ἐν τῷ καιρῷ τῆς λήξεως ἀποκρύπτεται
因為它在盈長之時,有一部分被遮蔽;在虧缺之時,又有另一部分被隱藏。
For with one part it is shadowed as it waxes, while another part of it is hidden in the time of its waning.
5:447
Λόγος δέ τις ἄρρητος τοῦ σοφοῦ δημιουργοῦ τῆς ποικίλης ταύτης ἐναλλαγῆς τῶν σχημάτων
但在它這種相位的多樣交替中,自有那智慧之創造主某種無可言喻的旨意。
But there is some ineffable purpose of the wise Creator in this varied alternation of its phases.
5:448
γὰρ ὥστε ἡμῖν ὑπόδειγμα ἐναργὲς παρέχειν τῆς ἡμετέρας φύσεως·
因為這要麼是為了給我們提供一個我們自己本性的清楚範例;
For it is either so as to furnish us a clear example of our own nature;
5:449
ὅτι οὐδὲν μόνιμον τῶν ἀνθρωπίνων, ἀλλὰ τὰ μὲν ἐκ τοῦ μὴ ὄντος πρόεισιν εἰς τὸ τέλειον, τὰ δὲ πρὸς τὴν οἰκείαν ἀκμὴν φθάσαντα καὶ τὸ ἀκρότατον μέτρον ἑαυτῶν αὐξηθέντα, πάλιν ταῖς κατὰ μικρὸν ὑφαιρέσεσι φθίνει τε καὶ διόλλυται, καὶ μειούμενα καθαιρεῖται
就是說,人間之事沒有一樣是長存的,乃是有些從無有進入完全,而另一些既達到自身應有的盛年、增長到自身的極致之量,便又藉著一點一點的減退而衰殘、消亡,並在虧損中歸於烏有。
namely, that nothing of human things is abiding, but some come forth from non-being into perfection, while others, having reached their proper prime and grown to their utmost measure, again by little-by-little diminutions wane and perish, and being lessened are brought to nothing.
5:450
Ὥστε ἐκ τοῦ κατὰ τὴν σελήνην θεάματος παιδεύεσθαι ἡμᾶς τὰ ἡμέτερα, καὶ τῆς ταχείας τῶν ἀνθρωπίνων περιτροπῆς λαμβάνοντας ἔννοιαν, μὴ μέγα φρονεῖν ταῖς εὐημερίαις τοῦ βίου, μὴ ἐπαγάλλεσθαι δυναστείαις, μὴ ἐπαίρεσθαι πλούτου ἀδηλότητι, περιφρονεῖν τῆς σαρκὸς περὶ ἣν ἀλλοίωσις, ἐπιμελεῖσθαι δὲ τῆς ψυχῆς ἧς τὸ ἀγαθόν ἐστιν ἀκίνητον
如此,我們便從月亮的景象學到關乎我們自身之事,並因思想到人間之事迅速的變幻,就不因今生的順遂而心高氣傲,不因權柄而誇耀,不因無常的財富而自高,反倒輕看那其上有變遷的肉體,並看顧那其善為不可動搖之物的靈魂。
So that from the spectacle of the moon we are taught about our own affairs, and, taking thought of the swift mutability of human things, neither be high-minded over the prosperities of life, nor exult in dominions, nor be lifted up over the uncertainty of riches, but despise the flesh, about which is the change, and take care of the soul, whose good is unmovable.
5:451
Εἰ δὲ λυπεῖ σε σελήνη ταῖς κατὰ μικρὸν ὑφαιρέσεσι τὸ φέγγος ἐξαναλίσκουσα·
但若月亮因一點一點的減退而耗盡其光輝,叫你憂傷;
But if the moon grieves you by little-by-little diminutions exhausting its light;
5:452
λυπείτω σε πλέον ψυχὴ ἀρετὴν κτησαμένη, καὶ διὰ ἀπροσεξίας τὸ καλὸν ἀφανίζουσα, καὶ μηδέποτε ἐπὶ τῆς αὐτῆς διαθέσεως μένουσα, ἀλλὰ πυκνὰ τρεπομένη καὶ μεταβαλλομένη διὰ τὸ τῆς γνώμης ἀνίδρυτον
那麼更該叫你憂傷的,乃是一個靈魂既已得著德行,後來卻因疏忽而抹去了那善,從不停留在同一心境中,反倒因其志向的不堅定而屢屢轉變更易。
let it grieve you more that a soul, having acquired virtue, then through inattention effaces the good, and never remains in the same disposition, but is frequently turned and changed because of the unsteadiness of its judgment.
5:453
Τῷ ὄντι γὰρ, κατὰ τὸ εἰρημένον, ἄφρων ὡς σελήνη ἀλλοιοῦται
因為正如所說的:「愚昧人變幻如月。」
For indeed, according to what is said, "The fool is changed as the moon."
5:454
Οἶμαι δὲ καὶ τῇ τῶν ζῴων κατασκευῇ, καὶ τοῖς λοιποῖς τοῖς ἀπὸ γῆς φυομένοις, μὴ μικρὰν ὑπάρχειν ἐκ τῆς κατὰ τὴν σελήνην μεταβολῆς τὴν συντέλειαν
我也認為,論到動物的構造,以及其餘從地裡生長之物,那由月亮而來的變化也有不小的影響。
And I think that for the constitution of animals also, and for the rest of the things that grow from the earth, there is no small contribution from the change concerning the moon.
5:455
Ἄλλως γὰρ διατίθεται μειουμένης αὐτῆς, καὶ ἄλλως αὐξομένης τὰ σώματα·
因為當它虧缺時,物體呈一種狀態;當它盈長時,又呈另一種狀態;
For bodies are disposed in one way when it wanes, and in another when it waxes;
5:456
νῦν μὲν ληγούσης ἀραιὰ γιγνόμενα καὶ κενὰ, νῦν δὲ αὐξομένης καὶ πρὸς τὸ πλῆρες ἐπειγομένης καὶ αὐτὰ πάλιν ἀναπληρούμενα·
如今當它虧缺時,物體變得稀疏而空虛;如今當它盈長、趨向圓滿時,它們自己又重新被充滿;
now, as it wanes, becoming rare and empty, but now, as it waxes and presses on toward the full, themselves again being filled up.
5:457
διότι ὑγρότητά τινα θερμότητι κεκραμένην ἐπὶ τὸ βάθος φθάνουσαν λεληθότως ἐνίησι
因為它不知不覺地注入某種與熱相摻雜、深入至內裡的水氣。
because it imperceptibly infuses a certain moisture, blended with heat, that penetrates to the depth.
5:458
Δηλοῦσι δὲ οἱ καθεύδοντες ὑπὸ σελήνην, ὑγρότητος περισσῆς τὰς τῆς κεφαλῆς εὐρυχωρίας πληρούμενοι·
那些在月光下睡覺的人便表明了這事,他們頭部的腔室被多餘的水氣所充滿;
And those who sleep under the moon make this plain, having the cavities of the head filled with superfluous moisture;
5:459
καὶ τὰ νεοσφαγῆ τῶν κρεῶν ταχὺ τρεπόμενα τῇ προσβολῇ τῆς σελήνης·
新近宰殺的肉,在月亮的侵襲下迅速變質;
and the freshly slaughtered meats, quickly turning at the moon's onset;
5:460
καὶ τῶν θαλαττίων τὰ ὑγρότατα·
海中生物裡那些最多水分的;
and the moistest of the sea-creatures;
5:461
καὶ αἱ τῶν δένδρων ἐντεριῶναι
以及樹木的木髓。
and the pith of trees.
5:462
πάντα οὐκ ἂν ἐξήρκεσε τῇ ἑαυτῆς ἀλλοιώσει συμμεθιστᾶν, εἰ μὴ ὑπερφυές τι ἦν καὶ ὑπερέχον δυνάμει κατὰ τὴν τῆς Γραφῆς μαρτυρίαν
這一切,若不是按聖經的見證,月亮乃是某種本性超凡、能力卓絕之物,它就不足以憑自身的變化把這一切一同改變、轉移。
All which it could not have sufficed to alter and shift together by its own variation, unless it were something surpassing in nature and excelling in power, according to the testimony of Scripture.
5:463
Καὶ τὰ περὶ τὸν ἀέρα δὲ πάθη ταῖς μεταβολαῖς ταύτης συνδιατίθεται, ὡς μαρτυροῦσιν ἡμῖν αἵ τε κατὰ τὴν νουμηνίαν πολλάκις ἀπὸ γαλήνης καὶ νηνεμίας αἰφνίδιοι ταραχαὶ, νεφῶν κλονουμένων καὶ συμπιπτόντων ἀλλήλοις, καὶ αἱ περὶ τοὺς εὐρίπους παλίρροιαι, καὶ περὶ τὸν λεγόμενον ὠκεανὸν ἄμπωτις, ἣν ταῖς περιόδοις τῆς σελήνης τεταγμένως ἑπομένην ἐξεῦρον οἱ προσοικοῦντες
空氣方面的種種變化,也隨著它的變化而一同改變,正如以下之事向我們作證:新月之時常從風平浪靜中突然興起的擾動,雲層被攪動、彼此衝撞;海峽周圍那來回的潮流;以及所謂大洋的退潮——住在其旁的人發現它有規律地跟隨著月亮的週期。
And the affections concerning the air also are disposed together with its changes, as the following testify to us: the sudden disturbances that often arise at the new moon out of calm and windlessness, with clouds being shaken and dashing against one another; and the back-and-forth currents about the straits; and the ebb-tide about the so-called ocean, which those dwelling beside it have found to follow in regular order upon the periods of the moon.
5:464
Οἱ μὲν γὰρ εὔριποι μεταρρέουσιν ἐφ ἑκάτερα κατὰ τὰ λοιπὰ σχήματα τῆς σελήνης·
因為這些海峽隨著月亮的其他相位而向兩個方向來回流動;
For the straits flow back and forth in both directions in accordance with the other phases of the moon;
5:465
ἐν δὲ τῷ καιρῷ τῆς γενέσεως οὐδὲ τὸ βραχύτατον ἀτρεμοῦσιν, ἀλλ ἐν σάλῳ καὶ ταλαντώσει διηνεκεῖ καθεστήκασιν, ἕως ἂν ἐκφανεῖσα πάλιν, ἀκολουθίαν τινὰ τῇ παλιρροίᾳ παράσχηται
但在新月(月亮初生)之時,它們連極短的一刻也不止息,反倒處於持續的洶湧搖盪之中,直到月亮重新出現,再次給那潮汐帶來某種規律的次序。
but at the time of the new moon (its generation) they do not stay still even for the very briefest moment, but stand in a continual surging and oscillation, until, having reappeared, it again provides some regular sequence to the tide.
5:466
δὲ ἑσπερία θάλασσα τὰς ἀμπώτεις ὑφίσταται, νῦν μὲν ὑπονοστοῦσα, πάλιν δὲ ἐπικλύζουσα, ὥσπερ ἀναπνοαῖς τῆς σελήνης ὑφελκομένη πρὸς τὸ ὀπίσω, καὶ πάλιν ταῖς ἀπ αὐτῆς ἐμπνοίαις, εἰς τὸ οἰκεῖον μέτρον προωθουμένη
西方的海也經受退潮,時而退去,時而又泛漲,彷彿被月亮的吸氣牽引向後,又被那從它而出的呼氣推向前,回到自己應有的限度。
And the western sea undergoes the ebb-tides, now receding, now again flooding over, as though drawn back by the breathings-in of the moon, and again by the breathings-out from it pushed forward into its own measure.
5:467
Ταῦτά μοι εἴρηται πρὸς ἀπόδειξιν τοῦ κατὰ τοὺς φωστῆρας μεγέθους, καὶ σύστασιν τοῦ μηδὲ μέχρι συλλαβῆς ἀργόν τι εἶναι τῶν θεοπνεύστων ῥημάτων·
我說這些話,是為要證明光體之大,並為要確立:在神所默示的話語中,連一個音節也沒有一字是徒然的;
These things have been said by me for the demonstration of the magnitude of the luminaries, and for the establishment that not even to a syllable is anything idle among the God-inspired words;
5:468
καίτοι γε οὐδενὸς ἥψατο σχεδὸν τῶν καιρίων λόγος·
然而這篇講論幾乎未曾觸及那些最要緊的論點;
and yet the discourse has touched scarcely any of the principal points;
5:469
πολλὰ γὰρ περὶ μεγεθῶν καὶ ἀποστημάτων ἡλίου καὶ σελήνης ἐστὶν ἐξευρεῖν τοῖς λογισμοῖς, τὸν μὴ παρέργως τὰς ἐνεργείας αὐτῶν καὶ τὰς δυνάμεις ἐπεσκεμμένον
因為關於日月的大小與距離,有許多可藉推理而發現之事,對那不草率地考察它們作為與能力的人來說尤其如此。
for there is much to be discovered by reasonings concerning the magnitudes and distances of the sun and moon, for one who has examined their operations and powers not carelessly.
5:470
Εὐγνωμόνως οὖν δεῖ κατηγορεῖν ἡμᾶς τῆς ἑαυτῶν ἀσθενείας, ἵνα μὴ τῷ ἡμετέρῳ λόγῳ μετρῆται τῶν δημιουργημάτων τὰ μέγιστα, ἀλλὰ ἐξ ὀλίγων τῶν εἰρημένων παρ ἑαυτοῖς ἀναλογίζεσθαι, πόσα τινά ἐστι καὶ πηλίκα τὰ παρεθέντα
那麼,我們理當公允地責備自己的軟弱,免得那受造之物中最偉大者竟被我們的言論所衡量;倒要從所說的這少許之事,在我們自己裡面推想那被略去之事是何等的多、何等的大。
We ought, then, in fairness to accuse our own weakness, so that the greatest of the created things may not be measured by our discourse, but rather, from the few things that have been said, we may reckon within ourselves how many and how great are the things passed over.
5:471
Μὴ τοίνυν μηδὲ σελήνην ὀφθαλμῷ μετρήσῃς, ἀλλὰ λογισμῷ, ὃς πολλῷ τῶν ὀφθαλμῶν ἀκριβέστερός ἐστι πρὸς ἀληθείας εὕρεσιν
因此,你不要用眼睛去丈量月亮,而要用理智;理智在尋求真理上,遠比眼睛精確得多。
Do not, then, measure the moon with your eye, but with your reason, which for the discovery of truth is far more exact than the eyes.
5:472
Μῦθοί τινες καταγέλαστοι ὑπὸ γραϊδίων κωθωνιζομένων παραληρούμενοι πανταχοῦ διεδόθησαν, ὅτι μαγγανείαις τισὶ τῆς οἰκείας ἕδρας ἀποκινηθεῖσα σελήνη πρὸς γῆν καταφέρεται
有些可笑的無稽之談,由酗酒的老婦到處胡謅,竟廣為流傳,說月亮被某種巫術從她固有的位置上拉動,被牽引到地面上來。
Certain ridiculous fables, babbled everywhere by drunken old women, have been spread abroad—that the moon, dislodged from her own seat by some sorcery, is dragged down toward the earth.
5:473
Πῶς μὲν οὖν κινήσει γοήτων ἐπαοιδὴ, ἣν αὐτὸς ἐθεμελίωσεν Ὕψιστος; Ποῖοςδ ἂν καὶ τόπος κατασπασθεῖσαν αὐτὴν ὑπεδέξατο; Βούλει ἀπὸ μικρῶν τεκμηρίων λαβεῖν τοῦ μεγέθους αὐτῆς τὴν ἀπόδειξιν; Αἱ κατὰ τὴν οἰκουμένην πόλεις πλεῖστον ἀλλήλων ἀπῳκισμέναι ταῖς κατὰ τὴν ἀνατολὴν τετραμμέναις ῥυμοτομίαις, ἐξίσου πᾶσαι τὸ σεληναῖον φῶς ὑποδέχονται
可是,至高者親自所立定的,巫師的咒語怎能挪動呢?縱使她被拉下來,又有甚麼地方能容納她呢?你願意從微小的憑據得出她偉大的證明嗎?普世各處的城市,彼此相距甚遠,街道都朝向東方鋪設,卻都一同領受月光。
But how could the incantation of sorcerers move that which the Most High Himself has established? And what place could receive her, were she dragged down? Are you willing to take, from small proofs, the demonstration of her greatness? The cities throughout the world, situated very far apart from one another, with their streets laid out toward the east, all alike receive the light of the moon.
5:474
Αἷς εἰ μὴ πάσαις ἀντιπρόσωπος ἦν, τοὺς μὲν ἐπ εὐθείας τῶν στενωπῶν πάντως ἂν κατεφώτισε, τοὺς δὲ τὸ πλάτος αὐτῆς ὑπερπίπτοντας ἐγκεκλιμέναις ἂν ταῖς αὐγαῖς ἐπὶ τὰ πλάγια παραφερομέναις προσέβαλλεν
她若不是同時正對著它們所有的城,便只會把那些正對著她的筆直街道照得通亮,而對那些超出她正面範圍的街道,則只能投射斜射的光線,偏轉到旁邊去。
If she were not directly facing them all, she would indeed have lit up fully those streets lying straight before her, but upon those overpassing her breadth she would have cast slanting rays, carried off obliquely to the sides.
5:475
Ὅπερ καὶ ἐπὶ τῶν λύχνων ἐστὶν ἰδεῖν κατὰ τοὺς οἴκους γινόμενον
這正是人可以在屋內的燈上所看見的情形。
This is just what one may see happening with lamps in houses.
5:476
Ἐπειδὰν πλείους περιστῶσιν αὐτὸν, μὲν τοῦ κατ εὐθεῖαν ἑστῶτος σκιὰ πρὸς τὸ ὄρθιον ἀποτείνεται, αἱ δὲ λοιπαὶ καθ ἑκάτερον μέρος ἐκκλίνουσιν
當好幾個人圍站在一盞燈旁時,那站在正對面之人的影子筆直地向前伸展,其餘人的影子則向兩邊偏斜。
When several persons stand around a lamp, the shadow of the one standing directly opposite stretches straight forward, while the rest incline to either side.
5:477
Ὥστε εἰ μὴ ἄπλετόν τι ἦν καὶ ὑπερέχον μεγέθει τὸ σεληνιακὸν σῶμα, οὐκ ἂν ὁμοίως ἀντιπαρετείνετο πᾶσιν
因此,月亮的形體若不是巨大、龐然超群,就不可能同樣地向眾人均勻伸展她的光。
So that, unless the body of the moon were vast and surpassing in magnitude, it would not extend itself equally toward all in the same way.
5:478
Ὁμοίως γὰρ αὐτῆς ἀπὸ τῶν ἰσημερινῶν τόπων ἀνατελλούσης οἵ τε προσοικοῦντες τῇ κατεψυγμένῃ καὶ ὑπὸ τὰς περιστροφὰς τῆς ἄρκτου κείμενοι μεταλαμβάνουσι, καὶ οἱ κατὰ τὰ κοῖλα τῆς μεσημβρίας τῆς διακεκαυμένης γείτονες·
因為當她從晝夜平分(赤道)的區域升起時,無論是居住在嚴寒地帶、處於北斗(大熊星座)旋轉之下的人,還是鄰近南方酷熱地帶低窪之地的人,都一同領受她的光;
For when she rises from the equinoctial regions alike, both those dwelling near the frozen zone and lying beneath the revolutions of the Bear partake of her light, and those neighboring the hollows of the south, of the torrid zone;
5:479
οἷς πᾶσι κατὰ τὸ πλάτος ἀντιπαρήκουσα, σαφεστάτην μαρτυρίαν τοῦ μεγέθους παρέχεται
她橫越整個寬廣的範圍臨到他們眾人,這就為她的偉大提供了最明確的證據。
to all of whom, reaching across the whole breadth, she affords the clearest testimony of her greatness.
5:480
Τίς οὖν ἀντερεῖ μὴ οὐχὶ παμμέγεθες αὐτῆς εἶναι τὸ σῶμα, τὸ τηλικούτοις ὁμοῦ καὶ τοσούτοις διαστήμασιν ἐξισούμενον; Καὶ τὰ μὲν περὶ μεγεθῶν ἡλίου καὶ σελήνης ἐπὶ τοσοῦτον
既然她的形體同時與如此遼闊、如此眾多的距離相當,誰還會否認它極其龐大呢?關於太陽和月亮的大小,談到這裡就夠了。
Who then will deny that her body is exceedingly great, when it matches at once such great and so many distances? And concerning the magnitudes of sun and moon, let this much suffice.
5:481
Ἡμῖν δὲ χαρισάμενος διάνοιαν ἐκ τῶν μικροτάτων τῆς κτίσεως τὴν μεγάλην τοῦ τεχνίτου σοφίαν καταμανθάνειν, παράσχοι καὶ ἐκ τῶν μεγάλων μείζονας λαμβάνειν τὰς ἐννοίας τοῦ κτίσαντος
願那賜給我們悟性、使我們能從受造之物中最微小的事物中學習這位巧匠之大智慧的主,也賜給我們能力,使我們能從偉大的事物中對這位創造主獲得更大的領悟。
And may He who has granted us the understanding to learn, from the smallest things of creation, the great wisdom of the Artificer, grant also that from the great things we may receive yet greater conceptions of the Creator.
5:482
Καίτοιγε συγκρίσει τοῦ ποιητοῦ, ἥλιος καὶ σελήνη ἐμπίδος καὶ μύρμηκος ἐπέχουσι λόγον
然而,與這位造物主相比,太陽和月亮不過如同一隻蚊蚋和一隻螞蟻而已。
And yet, in comparison with the Maker, the sun and moon hold the place of a gnat and an ant.
5:483
Οὐ γάρ ἐστιν ἀξίαν τοῦ μεγέθους τοῦ Θεοῦ τῶν ὅλων ἐκ τούτων λαβεῖν τὴν θεωρίαν, ἀλλὰ μικραῖς τισι καὶ ἀμυδραῖς ἐμφάσεσι δι αὐτῶν προβιβασθῆναι, ὥσπερ καὶ δι ἑκάστου τῶν μικροτάτων ἐν ζῴοις ἐν βοτάναις
因為從這些事物中,無法得出與萬有之神的偉大相稱的默想,只能藉著它們、透過一些微小而朦朧的映照而得以前進——正如也藉著動物或植物中那些最微小的事物一樣。
For it is not possible to derive from these a contemplation worthy of the greatness of the God of all things, but only to be advanced by them through certain small and dim reflections—just as also through each of the smallest things among animals or plants.
5:484
Ἀρκέσθωμεν τοῖς εἰρημένοις·
我們當以所說的這些為滿足。
Let us be content with what has been said.
5:485
ἐγὼ μὲν εὐχαριστήσας τῷ τὴν μικράν μοι ταύτην διακονίαν τοῦ λόγου χαρισαμένῳ, ὑμεῖς δὲ τῷ διατρέφοντι ὑμᾶς ταῖς πνευματικαῖς τροφαῖς, ὃς καὶ νῦν ὑμᾶς οἷον κριθίνῳ τινὶ ἄρτῳ τῇ εὐτελείᾳ τῆς ἡμετέρας φωνῆς διέθρεψε·
至於我,我感謝那賜給我這篇微末講道職分的主;而你們,當感謝那以屬靈的糧食養育你們的主。祂如今也藉著我們言語的鄙陋,彷彿用某種大麥餅餵養了你們;
I, for my part, give thanks to Him who has granted me this small ministry of the word; and you, give thanks to Him who nourishes you with spiritual food, who even now has fed you, as it were with a kind of barley bread, in the meanness of our speech;
5:486
καὶ διατρέφοι γε εἰς ἀεὶ, κατὰ τὴν ἀναλογίαν τῆς πίστεως χαριζόμενος ὑμῖν τὴν φανέρωσιν τοῦ Πνεύματος, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων
願祂永遠養育你們,照著你們信心的程度,賜給你們聖靈的彰顯,在我們的主基督耶穌裡。願榮耀與權能歸給祂,直到世世代代。
and may He nourish you forever, granting you, according to the proportion of your faith, the manifestation of the Spirit, in Christ Jesus our Lord, to whom be glory and might unto the ages of ages.
← 第 4 章第 6 章 →
12345678