📜 Verbum · 聖言
原文誦讀聖經與教父文獻
♥ 贊助

← 回書卷目次 · 希臘教父 › 基督教地誌

基督教地誌 第 1 章 第 17/22 段

希臘文原文.171 節.部分字詞可點開查義.本章太長已分段,此段為 1:2416–1:2586(全章共 3362 節)

← 上一段下一段 →
ℹ️ 本語料沒有逐節的詞法標註。原形主要取自同語言其他書卷的逐詞標註(不是這一節的標註),少數查不到的才回頭依字形比對詞典。同形的罕見字仍可能判錯,需要精確判斷時請覆核原文與專門詞典。
ℹ️ 中英對照為本站自譯,直接譯自本頁的原文(非和合本/WEB —— 那兩者譯自馬所拉文本,與本頁底本不同)。
1:2416
Υἱός μου εἶ σύ, ἐγὼ σήμερον γεγέννηκά σε·
「『你是我的兒子,我今日生你。』」
'You are my Son; today I have begotten you.'
1:2417
ὅτι δὲ ἀνέστησεν αὐτὸν ἐκ νεκρῶν μηκέτι μέλλοντα ὑποστρέφειν εἰς διαφθοράν, οὕτως εἴρηκεν ὅτι·
「『論到神叫祂從死裡復活,不再歸於朽壞,就這樣說:』」
'And that he raised him from the dead, no more to return to corruption, he has spoken thus:'
1:2418
Δώσω ὑμῖν τὰ ὅσια Δαυῒδ τὰ πιστά·
「『我必將所應許大衛那聖潔、可靠的恩典賜給你們。』」
'I will give you the holy and sure blessings of David.'
1:2419
Οὐ δώσεις τὸν ὅσιόν σου ἰδεῖν διαφθοράν
「『你必不叫你的聖者見朽壞。』」
'You will not allow your Holy One to see corruption.'
1:2420
Δαυῒδ μὲν γὰρ ἰδίᾳ γενεᾷ ὑπηρετήσας τῇ τοῦ Θεοῦ βουλῇ ἐκοιμήθη καὶ προσετέθη πρὸς τοὺς πατέρας αὐτοῦ καὶ εἶδε διαφθοράν·
「『大衛在世的時候,遵行了神的旨意,就睡了,歸到他祖宗那裡,已見朽壞;』」
'For David, having served the counsel of God in his own generation, fell asleep, and was added to his fathers, and saw corruption;'
1:2421
ὃν δὲ ὁ Θεὸς ἤγειρεν, οὐκ εἶδε διαφθοράν
「『惟獨神所復活的那位,未見朽壞。』」
'But he whom God raised up did not see corruption.'
1:2422
Γνωστὸν οὖν ὑμῖν ἔστω, ἄνδρες ἀδελφοί, ὅτι διὰ τούτου ἄφεσις ἁμαρτιῶν καταγγέλλεται, ἀπὸ πάντων ὧν οὐκ ἠδυνήθητε ἐν νόμῳ Μωϋσέως δικαιωθῆναι, ἐν τούτῳ πᾶς ὁ πιστεύων δικαιοῦται
「『所以,弟兄們,你們當曉得:赦罪的道是藉這人傳給你們的;你們靠摩西的律法,在一切不得稱義的事上,凡信靠這人的,就都得稱義了。』」
'Let it therefore be known to you, men and brethren, that through this man the forgiveness of sins is proclaimed to you; and from all things from which you could not be justified by the law of Moses, in this man everyone who believes is justified.'
1:2423
Βλέπετε οὖν μὴ ἐπέλθῃ ἐφ' ὑμᾶς τὸ εἰρημένον ἐν τοῖς προφήταις·
「『所以你們務要小心,免得先知書上所說的臨到你們:』」
'Beware therefore, lest what is spoken in the prophets come upon you:'
1:2424
Ἴδετε, οἱ καταφρονηταί, καὶ θαυμάσατε καὶ ἀφανίσθητε, ὅτι ἔργον ἐργάζομαι ἐγὼ ἐν ταῖς ἡμέραις ὑμῶν, ὃ οὐ μὴ πιστεύσητε, ἐάν τις ἐκδιηγῆται ὑμῖν. . Καὶ τούτοις ὁμοίως ἐκ τῶν προφητῶν διηγησάμενος οὐδὲν ἕτερον ἔλεγεν, ἢ ὅσα τοῖς ἄλλοις προείρηκε, θάνατον, ἀνάστασιν καὶ βασιλείαν οὐρανῶν, πάντα σπεύδων πείθειν, συνεργοῦντος αὐτῷ τοῦ Θεοῦ σημείοις τε καὶ τέρασι καὶ δυνάμεσιν, οἷς ἐποίουν αὐτός τε καὶ πάντες οἱ ἀπόστολοι ἐναντίον Ἑλλήνων τε καὶ Ἰουδαίων, πιστῶν καὶ ἀπίστων, ἔτι τε καὶ προρρήσεσι καὶ ἐκβάσεσι βεβαιῶν αὐτοὺς ἐν πᾶσιν, ἅπερ ὑπερβαίνει τὸν κόσμον τοῦτον, ὃς καὶ ἱκάνωσεν αὐτούς, καθὼς γράφει Παῦλος, διακόνους Καινῆς Διαθήκης, οὐ γράμματος, ἀλλὰ πνεύματος·
「『你們這輕慢的人哪,要觀看,要驚奇,要滅亡;因為在你們的時候,我行一件事,雖有人告訴你們,你們總是不信。』同樣,他從眾先知那裡陳述這些事時,所說的並無別的,只是他先前對其他人所說過的:死亡、復活與天國,一切都急切要使人信服;神也與他同工,藉著神蹟、奇事和大能,這是他自己和眾使徒在希臘人和猶太人、信者與不信者面前所行的;並且又藉著預言與應驗,在一切事上使他們堅信,這些事超越了這個世界——那使他們,正如保羅所寫,成為新約執事的,不是憑著字句,乃是憑著精意;」
'Behold, you despisers, and marvel, and perish; for I work a work in your days, a work which you will not believe, even if someone declares it to you.' And in these things likewise, recounting from the prophets, he said nothing other than what he had said before to the others — death, resurrection, and the kingdom of heaven — hastening in all things to persuade, God working together with him through signs and wonders and mighty deeds, which he himself and all the apostles performed before Greeks and Jews, believers and unbelievers, and moreover confirming them in all things by predictions and their fulfillments, things which surpass this world — he who also made them, as Paul writes, sufficient ministers of the New Testament, not of the letter, but of the spirit;
1:2425
τὸ γὰρ γράμμα ἀποκτέννει, τὸ δὲ πνεῦμα ζωοποιεῖ, ἵνα εἴπῃ·
「『因為那字句是叫人死,精意是叫人活』——他這話的意思是說:」
'for the letter kills, but the spirit gives life' — that he might say:
1:2426
Ἐκ τοῦ Θεοῦ ἐγενόμεθα ἱκανοὶ διὰ τῶν σημείων τοῦ ἁγίου Πνεύματος εἰς τὸ πείθειν τοιαῦτα διδάσκοντες
「『我們從神成了有資格的人,藉著聖靈的神蹟,在教導這些事上使人信服。』」
'From God we became sufficient, through the signs of the Holy Spirit, to persuade, teaching such things.'
1:2427
Διακόνους γὰρ ἡμᾶς ὁ Θεὸς κατέστησε τῆς Καινῆς καὶ ζωοποιοῦ Διαθήκης, οὐ τοῦ παλαιοῦ γράμματος, τουτέστι τοῦ γραπτοῦ νόμου, τοῦ θανατοῦν ἀπειλοῦντος, ἀλλὰ τῆς δυνάμεως τῆς ζωοποιοῦ, τουτέστι τοῦ ἁγίου Πνεύματος·
「『因為神立我們作新約的執事,這新約是叫人活的,不是那舊的字句,就是那威嚇要致人於死的成文律法,乃是那叫人活的能力,就是聖靈;』」
'For God appointed us ministers of the New and life-giving Testament, not of the old letter, that is, of the written law which threatens to put to death, but of the life-giving power, that is, of the Holy Spirit;'
1:2428
Ὡς μὴ ἐρχομένου δέ μου πρὸς ὑμᾶς, ἐφυσιώθησάν τινες·
「『有人自高自大,以為我不到你們那裡去。』」
'Now some have become puffed up, as though I were not coming to you.'
1:2429
ἐλεύσομαι δὲ ταχέως, ἐὰν ὁ Κύριος θελήσῃ, καὶ γνώσομαι οὐ τὸν λόγον τῶν πεφυσιωμένων, ἀλλὰ τὴν δύναμιν·
「『然而主若許我,我必快到你們那裡去,並且我所要知道的,不是那些自高自大之人的言語,乃是他們的權能;』」
'But I will come to you quickly, if the Lord wills, and I will know, not the word of those who are puffed up, but their power;'
1:2430
οὐ γὰρ ἐν λόγῳ ἡ βασιλεία τοῦ Θεοῦ, ἀλλ' ἐν δυνάμει, ἵνα εἴπῃ ὅτι πάντα λόγον ὑπερβαίνει ὁ λόγος τῆς βασιλείας τῶν οὐρανῶν, καὶ μάτην φυσῶνταί τινες διὰ λόγου συνιστᾶν πειρώμενοι·
「『因為神的國不在乎言語,乃在乎權能』——他這話的意思是說,天國的道超越一切言語,有些人枉然自高自大,妄圖僅憑言語來成就它;」
'for the kingdom of God is not in word, but in power' — that he might say that the word of the kingdom of heaven surpasses every word, and that some are vainly puffed up trying to establish it through word alone;
1:2431
μόνον γὰρ ἀξιόπιστός ἐστιν ἐκ τῆς δυνάμεως τοῦ ἁγίου Πνεύματος καὶ τῶν ἐξ αὐτοῦ παρακολουθούντων σημείων·
「因為唯有藉著聖靈的能力,以及隨之而來的神蹟,這道才可信;」
for it is credible only through the power of the Holy Spirit and the signs that follow from it;
1:2432
Εἰ δοκιμὴν ζητεῖτε τοῦ ἐν ἐμοὶ λαλοῦντος Χριστοῦ, ὃς εἰς ὑμᾶς οὐκ ἀσθενεῖ, ἀλλὰ δυνατεῖ ἐν ὑμῖν, ὡσανεί·
「『你們既然尋求基督在我裡面說話的憑據,祂向你們並不是軟弱的,在你們裡面是有大能的』——猶如說:」
'If you seek proof of Christ speaking in me, who toward you is not weak, but is powerful among you' — as if to say:
1:2433
Δυνατός ἐστιν ἐκ τῶν σημείων τῶν γινομένων ἐν ὑμῖν ἐν τῷ ὀνόματι αὐτοῦ
「『祂是有大能的,這可從奉祂的名在你們中間所行的神蹟看出來。』」
'He is powerful, as shown by the signs done among you in his name.'
1:2434
Καὶ ταῦτα μὲν περὶ τούτων
「以上便是關於這些事的論述。」
And so much concerning these things.
1:2435
Τινὲς δὲ λέγουσι μὴ εἶναι ἐν τῷ κόσμῳ τούτῳ τοὺς ἀγγέλους, ἀλλ' ἐν τῷ ἀνωτέρῳ καὶ οὐρανίῳ χώρῳ·
「但有些人說,天使不在這個世界裡,而是在那更高的、屬天的地方;」
But some say that the angels are not in this world, but in the higher and heavenly place;
1:2436
πρὸς οὓς ἐκ μέρους ὀλίγα παραθήσομεν ἀπὸ τῆς θείας Γραφῆς δηλούσης ὡς ἅμα ἡμῖν ἐν τῷ χώρῳ τούτῳ διάγουσι, καὶ οὔπω τις ἐξ αὐτῶν ἠξιώθη τῶν ἄνω τέως τυχεῖν
「針對這些人,我們將部分引用聖經中的一些話,說明天使與我們一同居住在這個地方,並且他們之中還沒有一個被認為配得那上面的境界。」
against whom, in part, we shall set forth a few things from the divine Scripture, showing that they dwell together with us in this place, and that none of them has yet been deemed worthy to obtain the things above.
1:2437
Πρῶτος ὁ Κύριος οὕτω πρὸς Νικόδημον διαλεγόμενός φησι·
「首先,主這樣對尼哥底母說:」
First, the Lord, speaking thus to Nicodemus, says:
1:2438
Καὶ οὐδεὶς ἀναβέβηκεν εἰς τὸν οὐρανόν, εἰ μὴ ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς, ὁ Υἱὸς τοῦ ἀνθρώπου, ὁ ὢν ἐν τῷ οὐρανῷ, σαφέστερον δηλώσας μηδένα τὸ σύνολον ἀναβεβηκέναι εἰς τὸν ἀνώτερον χῶρον, εἰ μὴ τὸν Δεσπότην Χριστόν·
「『除了那從天降下、仍舊在天的人子,沒有人升過天。』——這更清楚地表明,除了主基督之外,沒有任何人升到那更高的地方;」
'And no one has ascended into heaven, except he who descended from heaven, the Son of Man, who is in heaven' — declaring more clearly that no one at all has ascended into the higher place, except the Master Christ;
1:2439
ὁ δὲ ἀπόστολος Παῦλός φησι·
「使徒保羅也說:」
And the apostle Paul says:
1:2440
ἐγενήθημεν τῷ κόσμῳ, καὶ σημαίνων τίνα λέγει κόσμον ἐπήγαγεν ἀγγέλοις καὶ ἀνθρώποις, ἵνα εἴπῃ·
「『我們成了〔一台戲〕給世界觀看』——為要表明他所指的是哪個世界,又加上『給天使和世人』,其意思是說:」
'we have become [a spectacle] to the world' — and signifying what world he means, he added 'to angels and to men,' that he might say:
1:2441
Παρὰ πάντων ὡς ἐν θεάτρῳ θεωρούμεθα ἐν τῷδε τῷ χώρῳ, λέγω δὴ ἀγγέλων καὶ ἀνθρώπων, ὡς ἐν ἑνὶ χώρῳ ὄντων πάντων τούτων τε κἀκείνων
「『我們被眾人觀看,如同在劇場裡一般,就在這個地方』——我是說,被天使和世人所觀看,因為這些天使和那些世人都同在一個地方。」
'We are beheld by all as in a theater, in this very place' — I mean, by both angels and men, as all these and those are in one and the same place.
1:2442
Ἡ γὰρ ἀποκαραδοκία τῆς κτίσεως τὴν ἀποκάλυψιν τῶν υἱῶν τοῦ Θεοῦ ἀπεκδέχεται, καὶ ὡσανεί τινος αὐτῷ ἀποροῦντος καὶ λέγοντος τίνος χάριν ἢ τί ποιοῦσα ταύτην ἀπεκδέχεται, ἐπήγαγε καί φησι·
「『因為受造之物切望等候神的眾子顯出來』——彷彿有人不解,問他這是為了甚麼緣故,或者做甚麼才等候這事,於是他又加上說:」
'For the earnest expectation of creation eagerly awaits the revealing of the sons of God' — and as though someone were perplexed and asking him for what reason, or doing what, it awaits this, he added and says:
1:2443
Τῇ γὰρ ματαιότητι ἡ κτίσις ὑπετάγη οὐχ ἑκοῦσα, ἵνα εἴπῃ·
「『因為受造之物服在虛空之下,並不是自己願意』——他這話的意思是說:」
'For creation was subjected to futility, not willingly' — that he might say:
1:2444
Ἐν τῷ κόσμῳ τούτῳ τῷ φθαρτῷ καὶ τρεπτῷ ταύτην γὰρ καλεῖ ματαιότητα ἐκελεύσθησαν καθ' ὑποταγὴν τοῦ Θεοῦ οἱ ἄγγελοι δουλεύειν καὶ ἄκοντες·
「在這個可朽壞、可變易的世界裡——因為他把這稱為虛空——天使奉神的命令服從,即便不情願也要服事;」
In this world, corruptible and changeable — for this he calls futility — the angels were commanded, in subjection to God, to serve, even unwillingly;
1:2445
ἐντεῦθεν γινώσκομεν διὰ τοῦ οὐχ ἑκοῦσα ὅτι περὶ λογικῶν λέγει, καὶ νόμος αὐτοῖς ἐστιν οὗτος
「由此,我們從『並不是自己願意』這句話得知,他所說的是有理性的受造物,而這對他們而言是一條律法。」
hence we know, through the phrase 'not willingly,' that he speaks concerning rational beings, and this is a law for them.
1:2446
Ἔστω, φησὶν ὁ ἀπορῶν, καὶ πῶς πάλιν δουλεύουσι νῦν κινοῦντες πάντα; Ἀποκρίνεται·
「疑惑的人說:『就算如此,但他們現今推動萬物,又怎麼算是服事呢?』他回答說:」
'Very well,' says the one who is perplexed, 'but how again do they serve, now moving all things?' He answers:
1:2447
Ναί, φησίν, ὅσον μὲν πρὸς τὸ ἁμάρτημα τοῦ Ἀδάμ, διὰ τὸ καταδικασθῆναι αὐτὸν θανάτῳ οὐκ ἠνείχοντο δουλεύειν καὶ πονεῖν ὑπὲρ ἡμῶν ἔτι ματαίως
「他說:『是的,就亞當的罪過而言,因他被定了死罪,天使便不肯再徒然為我們服事、勞苦,』」
'Yes,' he says, 'as far as concerns the sin of Adam, because he was condemned to death, they were not willing to serve and labor for us any longer in vain,'
1:2448
Ἀλλά, φησί, διὰ τὸν ὑποτάξαντα ἐπ' ἐλπίδι, τοῦτο λέγων ὅτι ἐλπίδα τινὰ δέδωκεν αὐτοῖς ὁ Θεὸς ἔσεσθαί τι χρήσιμον μετὰ χρόνον τοῖς ἀνθρώποις, καὶ διὰ τοῦτο ὑπετάγησαν καὶ δουλεύουσιν ἐκδεχόμενοι τὴν ἑαυτῶν ἐλευθερίαν, ὅταν καὶ οἱ ἄνθρωποι ἐλευθεροῦνται τοῦ θανάτου καὶ τῆς φθορᾶς καὶ τῶν ματαίων τούτων, καὶ ἀπολήψονται τὴν ἐλπίδα τοῦ Θεοῦ καὶ τὴν δόξαν τὴν αὐτοῖς ἀποκειμένην·
「『但是,』他說,『是因那使它服從的,帶著盼望』——他這話的意思是,神給了他們一個盼望,就是日後將有些對世人有益的事;因此他們服從並服事,等候著自己的自由,就是等到世人也脫離死亡、朽壞和這些虛空的事之時,他們就要領受神的盼望和為他們存留的榮耀;」
'but,' he says, 'because of him who subjected it in hope' — saying this, that God gave them a certain hope that after a time something useful would come to men, and for this reason they were subjected and serve, awaiting their own freedom, whenever men also are freed from death and corruption and these vain things, and they will receive the hope of God and the glory laid up for them;
1:2449
Ὅτι καὶ αὐτὴ ἡ κτίσις ἐλευθερωθήσεται ἀπὸ τῆς δουλείας τῆς φθορᾶς εἰς τὴν ἐλευθερίαν τῆς δόξης τῶν τέκνων τοῦ Θεοῦ. . Καὶ πάλιν ἑτέρωθί φησιν·
「『因為受造之物也必得以脫離敗壞的轄制,得享神兒女自由的榮耀。』又在別處他說:」
'because creation itself also will be set free from the bondage of corruption into the freedom of the glory of the children of God.' And again, elsewhere he says:
1:2450
Οὐχὶ πάντες εἰσὶ λειτουργικὰ πνεύματα εἰς διακονίαν ἀποστελλόμενα διὰ τοὺς μέλλοντας κληρονομεῖν σωτηρίαν; πάντας ὁμοῦ εἰπὼν εἰς διακονίας τεταγμένους τῶν ἀνθρώπων, ὡς ἅμα αὐτοῖς ὄντων εἰς τὸν χῶρον τοῦτον·
「『天使豈不都是服役的靈,奉差遣為那將要承受救恩的人效力嗎?』——他說這是指他們全都一同被指派服事世人,如同與世人一同存在於這個地方;」
'Are they not all ministering spirits, sent out to serve for the sake of those who are about to inherit salvation?' — saying that all of them together are appointed to the service of men, as being together with them in this place;
1:2451
Ἵνα γνωρισθῇ νῦν ταῖς Ἀρχαῖς καὶ ταῖς Ἐξουσίαις διὰ τῆς Ἐκκλησίας ἡ πολυποίκιλος τοῦ Θεοῦ σοφία·
使神百般的智慧,藉著教會,現在可以顯明給那些執政的、掌權的知道;
That now, through the Church, the manifold wisdom of God might be made known to the Principalities and the Powers;
1:2452
σαφῶς πάλιν οὐ μόνον ἐνταῦθα αὐτοὺς ἐσήμανεν, ἀλλὰ καὶ παιδευομένους εἶπεν ἐκ τῶν κατὰ τὸν ἄνθρωπον οἰκονομουμένων·
在此他清楚地表明,不僅指明了他們,也說他們是藉著關乎人的事所施行的經綸而受教的;
Here again he clearly indicated not only them, but also said that they are instructed by the things dispensed concerning man;
1:2453
τὸ γὰρ εἰπεῖν διὰ τῆς Ἐκκλησίας διὰ τῶν ἀνθρώπων προδήλως ἐσήμανεν
因為他說「藉著教會」,顯然是指「藉著眾人」。
for by saying "through the Church" he plainly signified "through men."
1:2454
Εἶτα πάλιν καὶ ἐν τῇ Παλαιᾷ ὁ πατριάρχης Ἰακὼβ ἐθεώρησεν ἀπὸ τῆς γῆς ἕως τοῦ οὐρανοῦ κλίμακα, ταύτης δὲ ἐπὶ κορυφῆς ἑστῶτα τὸν Θεὸν καὶ τοὺς ἀγγέλους ἀναβαίνοντας καὶ καταβαίνοντας ἐπ' αὐτῆς·
再者,在《舊約》中,先祖雅各也看見一個從地直達天的梯子,神站在梯子的頂端,眾天使在梯子上上去下來;
Then again, also in the Old [Testament], the patriarch Jacob beheld a ladder from earth to heaven, and God standing at its top, and the angels ascending and descending upon it;
1:2455
ἀναβαίνοντας πρότερον ὁρᾶν ἔδοξε καὶ οὕτω καταβαίνοντας·
他似乎是先看見他們上去,然後才下來;
he seemed to see them first ascending, and then descending;
1:2456
εἶτα καὶ πάλιν ὁ αὐτὸς ἐθεώρησε πλῆθος ἀγγέλων, οὓς καὶ παρεμβολὴν Θεοῦ ἐκάλεσεν
後來他又看見一大群天使,他稱之為「神的軍營」。
then again he himself also beheld a multitude of angels, which he called "the camp of God."
1:2457
Ὁμοίως Μωϋσῆς δύο μὲν οὐρανῶν ἐμνημόνευσε μόνων γενομένων, λέγω δὴ τοῦ ἐν ἀρχῇ σὺν τῇ γῇ γενομένου καὶ τοῦ δευτέρου τοῦ ἐν τῇ δευτέρᾳ ἡμέρᾳ γεγονότος, ὃν καὶ στερέωμα καλεῖ·
同樣地,摩西只提到有兩個天被造出來——我是說,起初與地一同被造的那個天,以及在第二日所造的那第二個天,他也稱之為「穹蒼」;
Likewise Moses mentioned only two heavens as having come into being — I mean, the one made in the beginning together with the earth, and the second, which came into being on the second day, which he also calls the firmament;
1:2458
ὁμοίως δὲ καὶ αὐτὸς πολλάκις καὶ τῇ Ἄγαρ καὶ τῷ Ἀβραὰμ καὶ τῷ Λὼτ καὶ αὐτῷ τῷ Ἰακὼβ καὶ ἑτέρους ἀγγέλους διακονησαμένους λέγει ἐν τῷ χώρῳ τούτῳ
同樣地,他也多次記載,有其他天使在這個地方服事夏甲、亞伯拉罕、羅得,以及雅各本人。
and likewise he himself also often says that other angels ministered to Hagar and to Abraham and to Lot and to Jacob himself in this same region.
1:2459
Καὶ ἐν τῇ μεγάλῃ δὲ ᾠδῇ οὕτως φησίν·
而在《大頌歌》中,他也如此說:
And in the Great Ode he also speaks thus:
1:2460
Εὐφράνθητε, οὐρανοί, ἅμα αὐτῷ, καὶ προσκυνησάτωσαν αὐτῷ πάντες ἄγγελοι Θεοῦ, μετὰ τοὺς οὐρανοὺς εἰπὼν τοὺς ἀγγέλους ἐν τῷ χώρῳ τούτῳ·
「諸天哪,你們要與祂一同歡樂,神的眾天使都要拜祂」——在提到諸天之後,他又提到天使是在這同一個地方;
"Rejoice, O heavens, together with him, and let all the angels of God worship him" — after [naming] the heavens he named the angels [as being] in this same region;
1:2461
Εὐφράνθητε, ἔθνη, μετὰ τοῦ λαοῦ αὐτοῦ, πάλιν τοὺς ἐν αὐτῷ τῷ χώρῳ εἰπών·
「列邦啊,你們要與祂的百姓一同歡樂」——又再次提到那在同一地方的。
"Rejoice, O nations, with his people" — again naming those who are in this same region;
1:2462
ὁμοίως καὶ ὁ Δαυῒδ τῷ σκοπῷ Μωϋσέως ἀκολουθῶν καὶ αὐτὸς μετὰ τὸν Μωϋσέα γενόμενος προφήτης, διαιρῶν τά τε ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς, οὕτω φησίν·
同樣地,大衛也依循摩西的意旨,他本人也是摩西之後的先知,將天上的事與地上的事區分開來,如此說:
Likewise David also, following the aim of Moses, being himself a prophet after Moses, distinguishing the things in the heavens and the things upon the earth, speaks thus:
1:2463
Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν, αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις·
「你們要從諸天讚美耶和華,在至高之處讚美祂;」
"Praise the Lord from the heavens, praise him in the highest;"
1:2464
αἰνεῖτε αὐτόν, πάντες οἱ ἄγγελοι αὐτοῦ·
「祂的眾天使啊,你們都要讚美祂;」
"praise him, all his angels;"
1:2465
αἰνεῖτε αὐτόν, πᾶσαι αἱ Δυνάμεις αὐτοῦ·
「祂的諸權能啊,你們都要讚美祂;」
"praise him, all his Powers;"
1:2466
ἀκολούθως ἀπὸ τοῦ στερεώματος καὶ τοῦ ὕψους ἀρξάμενος καὶ προϊὼν ἐπὶ τὰ κάτω, εἶπε πάντας τοὺς ἀγγέλους, τοὺς αὐτοὺς εἰπὼν καὶ Δυνάμεις
他依序從穹蒼與高處開始,逐漸往下推移,提到所有的天使,並將同樣這些天使也稱為「諸權能」。
consistently beginning from the firmament and the height and proceeding downward, he named all the angels, calling the same ones also "Powers."
1:2467
Λοιπὸν πάλιν τὰ ἅμα αὐτοῖς λέγει·
接著他又再提到與他們同在的事物:
Next he again names the things together with them:
1:2468
Αἰνεῖτε αὐτόν, ἥλιος καὶ σελήνη·
「日頭月亮啊,你們要讚美祂;」
"Praise him, sun and moon;"
1:2469
αἰνεῖτε αὐτόν, πάντα τὰ ἄστρα καὶ τὸ φῶς·
「眾星和光啊,你們都要讚美祂;」
"praise him, all the stars and the light;"
1:2470
ἐκ τούτου ἀνατρέχει εἰς τὸν ἀνώτερον χῶρον καί φησιν·
從這裡他又回升到上層的區域,說:
from this point he ascends again to the upper region and says:
1:2471
Αἰνεῖτε αὐτόν, οἱ οὐρανοὶ τῶν οὐρανῶν, ἀντὶ τοῦ εἰπεῖν ὁ οὐρανὸς τοῦ οὐρανοῦ, οὐρανὸν οὐρανοῦ καλέσας τὸν πρῶτον, ὃς οὐρανός ἐστι τούτου τοῦ ὁρωμένου στερεώματος·
「諸天的諸天哪,你們要讚美祂」——這等於是說「天的天」,他將那第一層天稱為「天的天」,也就是這個可見穹蒼的天。
"Praise him, heavens of heavens" — instead of saying "the heaven of the heaven," calling the first [heaven] the heaven of the heaven, which is the heaven of this visible firmament;
1:2472
ὑπεράνω τῶν οὐρανῶν, ἵνα εἴπῃ τοῦ οὐρανοῦ·
〔讚美祂〕在諸天之上——意即是說,在那天之上;
[praise him] above the heavens — that is, so as to say, above the heaven;
1:2473
διαρρήδην νῦν τὰ ἐπάνω εἰρηκώς, εὔδηλός ἐστιν εἰδὼς τὰ πρότερα ὑποκάτω
既然他此刻明確地說出了上層的事物,顯然他也知道先前所說的事物是在下層的。
having now expressly spoken of the things above, he clearly shows that he knows the former things to be below.
1:2474
Εἶτα πάντα εἰπὼν τὰ ἐν τοῖς οὐρανοῖς αἰνεῖν τὸν Θεόν, τὴν αἰτίαν ἐπιφέρει, δι' ἣν αὐτὸν ὤφειλον ὑμνεῖν, καί φησιν·
接著,在說完諸天上的萬物都讚美神之後,他提出他們理當頌揚祂的緣由,說:
Then, having said that all the things in the heavens praise God, he adduces the reason for which they were obliged to hymn him, and says:
1:2475
Ὅτι αὐτὸς εἶπε, καὶ ἐγενήθησαν·
「因為祂說有,就有;」
"For he spoke, and they came into being;"
1:2476
αὐτὸς ἐνετείλατο, καὶ ἐκτίσθησαν·
「祂一吩咐,就都造成;」
"he commanded, and they were created;"
1:2477
ἔστησεν αὐτὰ εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος·
「祂將這些立定,直到永永遠遠;」
"he established them forever and ever;"
1:2478
πρόσταγμα ἔθετο, καὶ οὐ παρελεύσεται·
「祂立了律例,是不能廢去的;」
"he set a decree, and it shall not pass away;"
1:2479
εἶτα λοιπὸν μετέρχεται καὶ περὶ τὴν γῆν καὶ λέγει πάντα τὰ ἐν τῷ ἀέρι καὶ τοῖς ὕδασι καὶ ἐν τῇ γῇ διαιτώμενα, ἐν ᾗ καὶ τὸν ἄνθρωπον ἔταξε, καὶ πάλιν ἐγκελεύεται λέγων·
接著他又轉而論及地,提及一切棲居於空氣、水中與地上的萬物——人也被安置在其中——他再次勸勉說:
then he next proceeds also to speak concerning the earth, and names all the things that dwell in the air and the waters and on the earth, in which he also placed man, and again he exhorts, saying:
1:2480
Αἰνεσάτωσαν τὸ ὄνομα Κυρίου, δι' ἣν αἰτίαν φησίν·
「願這些都讚美耶和華的名」——他說明其緣由:
"Let them praise the name of the Lord" — and for what reason, he says:
1:2481
Ὅτι ὑψώθη τὸ ὄνομα αὐτοῦ μόνου·
「因為獨有祂的名被尊崇;」
"for his name alone is exalted;"
1:2482
λοιπὸν τὰ πάντα συνάπτει λέγων·
最後他將萬有連結在一起,說:
then finally he joins all things together, saying:
1:2483
Ἡ ἐξομολόγησις αὐτοῦ ἐπὶ γῆς καὶ οὐρανοῦ, ἅμα δηλώσας ὅτι καὶ ἔσωθεν γῆς καὶ οὐρανοῦ εἰσι πάντα, ὁμοίως καὶ αὐτὸς τῷ Μωϋσῇ εἰρηκώς, ὃς ἔφησεν·
「祂的稱頌〔遍及〕地與天」——藉此同時表明萬物都在地與天之內,這正如摩西自己所說的一樣,他曾說:
"his praise is upon earth and heaven" — thereby indicating at the same time that all things are contained within the earth and heaven, speaking in the same way as Moses himself, who said:
1:2484
Ἐν γὰρ ἓξ ἡμέραις ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ πάντα τὰ ἐν αὐτοῖς, ἔτι φανερώτερον δηλώσας πάντας τοὺς ἀγγέλους ἔσωθεν ὄντας οὐρανοῦ καὶ γῆς καὶ περιγραφομένους ὑπ' αὐτῶν
「因為耶和華在六日之內造天、地,並其中的萬物」——藉此更清楚地表明,所有的天使都是在天與地之內,並且被天地所包容界定的。
"For in six days God made heaven and earth and all that is in them" — thereby indicating even more clearly that all the angels are within heaven and earth and are circumscribed by them.
1:2485
Ἔτι πάλιν ἐν ἑτέρῳ λέγει ὁ Δαυΐδ·
大衛在另一處又說:
Yet again, in another place, David says:
1:2486
Ἐκτείνων τὸν οὐρανὸν ὡσεὶ δέρριν, ὁ στεγάζων ἐν ὕδασι τὰ ὑπερῷα αὐτοῦ, σαφῶς περὶ τοῦ στερεώματος εἰπὼν ὡς ἐν τάξει στέγης ἡμῶν ὑπάρχοντος, ἐν ᾧ εἰσιν ἐπὶ νώτου τὰ ὕδατα·
「祂鋪張穹蒼如同幔子,用水為祂的樓閣搭蓋棟樑」——這是清楚地論及穹蒼,如同我們的屋頂一般存在,水就在其背面之上;
"Stretching out the heaven like a curtain, he who roofs his upper chambers with waters" — clearly speaking concerning the firmament as existing in the manner of a roof over us, upon whose back the waters are;
1:2487
δέρριδες γὰρ κυρίως καλοῦνται τὰ ἄνωθεν σκέποντα τὴν σκηνήν, εἴτε ἱμάτια εἶεν, εἴτε ἀπὸ τριχῶν
因為「幔子」(δέρρεις)本義是指從上方覆蓋帳幕的東西,無論是布料,或是用毛髮織成的。
for "curtains" [derreis] properly denotes the things covering the tent from above, whether they be [woven] cloths or made from hair.
1:2488
Εἶτα ἐπισυνάπτει καί φησιν·
接著他又補充說:
Then he adds and says:
1:2489
Ὁ τιθεὶς νέφη τὴν ἐπίβασιν αὐτοῦ, ὁ περιπατῶν ἐπὶ πτερύγων ἀνέμων, ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα·
「以雲彩為祂的座駕,行走在風的翅膀之上;祂使祂的使者成為風,使祂的僕役成為火焰;」
"He who makes the clouds his chariot, who walks upon the wings of the winds, who makes his angels spirits and his ministers a flame of fire;"
1:2490
πάλιν ἀπὸ τοῦ στερεώματος ἐπὶ τὰ κάτω νεφῶν καὶ ἀνέμων μνημονεύσας ἐπήγαγεν ὁμοῦ εἶναι καὶ τοὺς ἀγγέλους, τοὺς αὐτοὺς καὶ λειτουργοὺς καλέσας·
他再次從穹蒼往下提到雲彩與風,接著又指出天使也一同在那裡,並將這些天使也稱為「僕役」;
again, having mentioned the clouds and winds [as being] below the firmament, he added that the angels also are together [with them] there, calling these same ones also "ministers";
1:2491
Μετέλθωμεν δὴ καὶ ἐπὶ τὸν μεγαλοφυέστατον Δανιὴλ τὸν προφήτην
現在讓我們也轉向那最崇高的先知但以理。
Let us now pass also to the most sublime prophet Daniel.
1:2492
Τί φησιν ἐκ προσώπου τοῦ ὕμνου τῶν τριῶν παίδων; Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου, τὸν Κύριον·
他以三童子頌歌的口吻說了什麼呢?「耶和華一切的作為啊,你們都要頌讚耶和華;」
What does he say, in the person of the Hymn of the Three Children? "Bless the Lord, all you works of the Lord;"
1:2493
εὐλογεῖτε, οὐρανοί, τὸν Κύριον·
「諸天哪,你們要頌讚耶和華;」
"Bless the Lord, O heavens;"
1:2494
εὐλογεῖτε, ἄγγελοι Κυρίου, τὸν Κύριον·
「耶和華的眾天使啊,你們要頌讚耶和華;」
"Bless the Lord, O angels of the Lord;"
1:2495
εὐλογεῖτε, ὕδατα πάντα τὰ ἐπάνω τοῦ οὐρανοῦ, τὸν Κύριον, καὶ αὐτὸς μετὰ τοὺς οὐρανοὺς τῶν ἀγγέλων μνημονεύσας, μὴ καταλιπὼν δὲ ἀμνημόνευτα καὶ τὰ ἐπάνω τοῦ οὐρανοῦ ὄντα ὕδατα
「在天以上的諸水啊,你們都要頌讚耶和華」——他也是在提到諸天之後才提到天使,並且沒有遺漏那在天以上的水而不提。
"Bless the Lord, all you waters that are above the heaven" — and he too, having mentioned the angels after the heavens, did not leave unmentioned even the waters that are above the heaven.
1:2496
Τῇ ἀκολουθίᾳ πάλιν χρησάμενος ἀνέλαβε τὸν λόγον, καὶ ἐκ τῶν ὑποκάτωθεν δευτερώσας τοὺς ἀγγέλους Δυνάμεις αὐτοὺς ἐξεῖπεν, ἐν οἷς ἐπισυνῆψεν ἥλιον καὶ σελήνην καὶ ἄστρα καὶ ὄμβρους καὶ δρόσους καὶ ἀνέμους καὶ πῦρ καὶ ψῦχος καὶ καῦμα καὶ νεφέλας καὶ νιφετοὺς καὶ ἀστραπὰς καὶ πάντα τὰ περὶ τὸν ἀέρα καὶ τὰ ὕδατα καὶ τὴν γῆν·
他再度依循同樣的次序,重新展開論述,並從下層事物之中第二次提到天使,稱他們為「諸權能」,並將日、月、眾星、驟雨、露水、風、火、寒、暑、雲、暴雪、閃電,以及一切關乎空氣、水與地的事物都與之連結;
Again, following the same order, he resumed his discourse, and, mentioning the angels a second time from among the things below, he called them "Powers," among whom he included the sun and moon and stars and rain-showers and dews and winds and fire and cold and heat and clouds and snowstorms and lightnings and all the things pertaining to the air and the waters and the earth;
1:2497
ἑπόμενος τῷ τε Δαυῒδ καὶ τῷ Μωϋσῇ ὕστερον καὶ αὐτὸς τὰ περὶ τὸν ἄνθρωπον εἴρηκε, δι' ὃν τὰ πρότερα πάντα γεγόνασι·
他也效法大衛與摩西,隨後論及有關人的事,先前一切萬物之所以被造,正是為了人;
following both David and Moses, he too afterwards spoke of the things concerning man, on account of whom all the former things had come into being;
1:2498
σύνδεσμος γάρ τις ὢν ὁ ἄνθρωπος πάσης τῆς κτίσεως καὶ ἐνέχυρον φιλίας παντὸς τοῦ κόσμου ἐξ ἀνάγκης πάντα τὰ προειρημένα περιέχει κατά τινα ἀναλογίαν
因為人乃是全體受造之物的某種聯結,也是全世界友誼的保證,故必然按某種類比方式包含了前述的一切事物。
for man, being a kind of bond of all creation and a pledge of friendship of the whole world, necessarily comprises all the aforementioned things according to a certain analogy.
1:2499
Εὖ γὰρ εἴρηται παρὰ τοῖς ἔξωθεν μικρὸς κόσμος ὁ ἄνθρωπος
因此,外邦人中有句話說得好:人是一個「小宇宙」。
For it has been well said, among those outside [the faith], that man is a "microcosm."
1:2500
Πάντες τοίνυν οἱ θεοφόροι ἄνθρωποι, προφῆταί τε καὶ ἀπόστολοι, σεμνοτάτῳ βίῳ κατακεκοσμημένοι καὶ παραδεδωκότες ἑαυτοὺς ὑπὲρ τῆς εὐσεβείας μυρίοις παθήμασι καὶ θανάτοις, καθὰ γέγραπται, ὧν οὐκ ἦν ἄξιος ὁ κόσμος, ἔτι δὲ καὶ παράδοξα πάμπολλα λόγῳ μὴ ὑποβαλλόμενα καὶ δυνάμεις ποικίλας ἐργασάμενοι, καὶ παρὰ Θεοῦ ἱκανοὶ γενόμενοι εἰς τὸ διδάξαι καὶ πεῖσαι καὶ περινοστῆσαι τὴν ὑπ' οὐρανὸν καὶ ἑλκύσαι πάντα τὰ ἔθνη εἰς τὴν εὐσέβειαν, περὶ τῶν τοιούτων δύο καταστάσεων εἰρήκασιν ἑτέρας μὴ μνημονεύσαντες, καὶ πάντες ὁμοῦ τὸν χῶρον τοῦτον ἀγγέλων καὶ ἀνθρώπων ἐξεῖπον, καὶ τὸν ἀνώτερον χῶρον ὁμοίως ἀγγέλων καὶ ἀνθρώπων μετὰ τὴν ἐκ νεκρῶν ἀνάστασιν ἀπεφήναντο
因此,所有神所感動的人,無論是先知或使徒,都以極其莊重的生活為裝飾,並且如經上所記,為了敬虔而將自己交付於無數的苦難與死亡——這世界配不上他們;此外,他們還行了許多言語難以陳述的奇事與各樣的能力,並蒙神使之足以教導、說服、周遊普天之下,將萬國吸引歸向敬虔;關於這樣的境況,他們只論及兩種,並未提及其他;而且他們眾人一致宣稱,這〔目前的〕地方是天使與人的地方,同樣也宣告,在死人復活之後,那上層的地方也是天使與人的地方。
All, then, the God-bearing men, both prophets and apostles, adorned with a most reverent life, and having given themselves up for the sake of piety to countless sufferings and deaths, as it is written, [men] of whom the world was not worthy, and moreover having wrought very many wonders not to be conveyed in word, and various powers, and having been made sufficient by God to teach and persuade and travel throughout the world under heaven and to draw all nations to piety, have spoken concerning two such conditions [only], mentioning no others; and they have all together declared this [present] region to be [the region] of angels and men, and have likewise pronounced the upper region to be [the region] of angels and men after the resurrection from the dead.
1:2501
Ποίαν οὖν ἀπολογίαν ἔχουσιν οἱ πεπλασμένοι χριστιανοὶ οἱ τούτοις πᾶσιν ἀπιστοῦντες καὶ καταλύεσθαι λέγοντες τοὺς οὐρανούς, ἐν οἷς ἡ βεβαία καὶ μόνιμος καὶ ἀκατάλυτος ἡμῶν ἐλπὶς τυγχάνει, ἡ παρὰ τοῦ Θεοῦ ἡμῖν ἀποκειμένη; Περὶ ἧς βοᾷ ὁ Παῦλος·
那麼,這些虛偽的基督徒——他們不信這一切,並且說諸天將要被廢去,而我們那確實、恆久、不可廢的盼望,就是神為我們存留的盼望,正安置在其中——他們還有什麼辯解呢?關於此,保羅呼喊道:
What defense, then, do the sham Christians have, who disbelieve all these things and say that the heavens — in which our sure and abiding and indissoluble hope resides, which is laid up for us by God — will be dissolved? Concerning which Paul cries out:
1:2502
Οὐκ ἄξια τὰ παθήματα τοῦ νῦν καιροῦ πρὸς τὴν μέλλουσαν δόξαν ἀποκαλυφθῆναι εἰς ἡμᾶς, ὁμοίως πάλιν·
「我想,現今的苦楚,若比起將來要顯於我們的榮耀,就不足介意了;」同樣地,他又說:
"The sufferings of the present time are not worthy [to be compared] with the glory that is about to be revealed unto us;" and likewise again:
1:2503
Τὸ γὰρ παραυτίκα ἐλαφρὸν τῆς θλίψεως ἡμῶν εἰς ὑπερβολὴν καθ' ὑπερβολὴν αἰώνιον βάρος δόξης κατεργάζεται ἡμῖν, μὴ σκοπούντων ἡμῶν τὰ βλεπόμενα, ἀλλὰ τὰ μὴ βλεπόμενα·
「我們這至暫至輕的苦楚,要為我們成就極重無比、永遠的榮耀;因為我們原不是顧念所見的,乃是顧念所不見的;」
"For our light affliction, which is but for a moment, works for us a far more exceeding and eternal weight of glory; while we look not at the things which are seen, but at the things which are not seen;"
1:2504
τὰ γὰρ βλεπόμενα, πρόσκαιρα, τὰ δὲ μὴ βλεπόμενα, αἰώνια, τοῦτο λέγων ὅτι·
「因為所見的是暫時的,所不見的是永遠的」——他這樣說,意思是:
"for the things which are seen are temporal, but the things which are not seen are eternal" — saying this, namely:
1:2505
Ἐὰν ἀντιταλαντεύσῃς ζυγῷ τὰς θλίψεις τοῦ κόσμου τούτου καὶ τὰ ἀγαθὰ τοῦ μέλλοντος αἰῶνος, εὑρεθήσονται καθ' ὑπερβολὴν βαροῦντα τῇ δόξῃ τὴν ἐλαφρότητα καὶ κουφότητα τῶν εἰς ὑπερβολὴν προσκαίρων καὶ παρ' αὐτὰ ἐξαφανιζομένων θλίψεων τοῦ κόσμου τούτου·
若你用天平衡量此世的苦難與來世的美善,就會發現後者的榮耀遠遠超過此世苦難的輕微與淺薄——這些苦難極其短暫,甚至在發生的同時就已消逝;
if you weigh in a balance against each other the afflictions of this world and the good things of the age to come, they will be found to outweigh exceedingly in glory the lightness and slightness of the exceedingly temporary afflictions of this world, which vanish away even alongside their occurring;
1:2506
ταῦτα γάρ, φησί, τὰ βλεπόμενα, τουτέστι τὰ τοῦ κόσμου τούτου, πρόσκαιρά εἰσι, τὰ δὲ μὴ βλεπόμενα, τουτέστι τὰ τοῦ ἀνωτέρου καὶ οὐρανίου χώρου ἤτοι κόσμου, αἰώνια τυγχάνουσιν
因為,他說,這些所見之物,就是屬於此世的事物,是暫時的;而那些不見之物,就是屬於上層天上境域、或說天上世界的事物,卻是永遠的。
for these things, he says, that are seen, that is, the things of this world, are temporal, but the things that are not seen, that is, the things of the upper and heavenly region, or world, are eternal.
1:2507
Ἤδη δεῖ καὶ ἐκ τῶν Καθολικῶν παραγαγεῖν μαρτυρίαν περὶ τούτου·
現在也必須從《大公書信》中舉出關於這事的見證:
It is now necessary also to adduce testimony concerning this from the Catholic [Epistles]:
1:2508
Εἰς ἃ ἐπιθυμοῦσιν ἄγγελοι παρακύψαι, ἵνα εἴπῃ·
「天使也願意詳細察看這些事」——意即是說:
"into which things the angels desire to look" — that is, to say:
1:2509
Οὔπω καὶ αὐτοὶ τετυχήκασι τῶν ἀποκειμένων ἡμῖν ἐν τῷ οὐρανῷ ἀγαθῶν, ἀλλ' οὔτε ἰδεῖν αὐτὰ καὶ αὐτοὶ νῦν ἀξιοῦνται·
就連他們也尚未得著那為我們存留在天上的美物,甚至如今他們也不配得見這些事物;
not even they themselves have yet attained the good things laid up for us in heaven, but neither are they themselves now deemed worthy even to see them;
1:2510
ὅμοιον γάρ ἐστι καὶ τοῦτο τῷ τοῦ Ἀποστόλου ῥητῷ τῷ λέγοντι·
因為這也與使徒所說的話相似,他說:
for this also is similar to the saying of the Apostle, who says:
1:2511
Ὅτι πᾶσα ἡ κτίσις συστενάζει καὶ συνωδίνει ἄχρι τοῦ νῦν, ὡσανεί·
「我們知道一切受造之物一同歎息、勞苦,直到如今」——這彷彿是說:
"that the whole creation groans together and travails together until now" — as if to say:
1:2512
Βαρύνονται καὶ οἱ ἄγγελοι τῇ τροπῇ στενάζοντες μετὰ πάσης τῆς κτίσεως, ἐλευθερίαν ἱμειρόμενοι
連天使也因這變遷而感到沉重,與一切受造之物一同歎息,渴望得著自由。
The angels too are burdened by the change, groaning together with all creation, longing for freedom.
1:2513
Πῶς οἷόν τε ἐλπίζειν τοὺς οὐρανοὺς καταλύεσθαι καὶ ἑτέρους καινοὺς εἰσάγεσθαι; Ψευδῆ γὰρ δείκνυνται πάντα τὰ προλεχθέντα, ὅτι καὶ ἡτοιμασμένοι εἰσὶ καὶ ἀκατάλυτοι, καὶ ὅπου εἰσῆλθε Χριστός, εἰσερχόμεθα
那麼,怎麼可能指望諸天將被廢去、而有另外新的諸天被引入呢?因為若是如此,前面所說的一切都將顯明是虛假的——即諸天既已預備妥當,又是不能廢去的,而基督所進入的地方,我們也將進入。
How then is it possible to expect that the heavens will be dissolved and that other, new ones will be brought in? For all the aforesaid things are shown to be false, that they are both prepared and indissoluble, and that where Christ entered, we too enter.
1:2514
Ἀλλὰ φενακισμός τις καὶ ἀπάτη εἰσὶ πάντα τὰ γραφόμενα ἐν τῇ θείᾳ Γραφῇ κατὰ τὸν μῦθον τῶν ἐπιπλάστων χριστιανῶν·
然而,按照這些假冒偽善的基督徒之荒謬說法,凡記在《聖經》中的一切,都成了某種欺瞞與詐術;
But, according to the myth of these counterfeit Christians, all the things written in the divine Scripture are a kind of deception and fraud;
1:2515
ἄλλως τε δὲ καὶ καταλυομένων, ὥς φασι, τῶν οὐρανῶν καὶ ἑτέρων ἀντεισαγομένων, ἀνάγκη καταλύεσθαι καὶ τὸν ἐν αὐτοῖς ὄντα Χριστὸν καὶ ἕτερον καινὸν Χριστὸν εἰσάγεσθαι σὺν τοῖς ἑτέροις καινοῖς οὐρανοῖς, εἰ ἄρα σὺν Χριστῷ δεῖ ἡμᾶς εἶναι
再者,若如他們所說,諸天被廢去而另有新天取而代之,那麼在其中的基督也必然要被廢去,並且必須有另一位新的基督與那些新的諸天一同被引入——如果我們終究必須與基督同在的話。
moreover, if, as they say, the heavens are dissolved and others are brought in their place, it is necessary that the Christ who is in them also be dissolved, and that another, new Christ be brought in together with the other, new heavens, if indeed we must be with Christ.
1:2516
εἰς κεφαλὴν αὐτῶν τράποιτο ἡ δυσφημία
願這褻瀆之言歸到他們自己頭上!
May this blasphemy recoil upon their own head!
1:2517
Ἡμῶν γάρ, φησὶν ὁ Ἀπόστολος, τὸ πολίτευμα ἐν οὐρανοῖς ὑπάρχει, ἐξ οὗ καὶ Σωτῆρα ἀπεκδεχόμεθα Κύριον Ἰησοῦν, ἵνα εἴπῃ·
使徒說:「我們卻是天上的國民,並且等候救主,就是主耶穌基督,從天上降臨」——意即是說:
"For our citizenship," says the Apostle, "is in heaven, from which also we eagerly await the Savior, the Lord Jesus" — that is, to say:
1:2518
Ἐκείνους λέγω τοὺς οὐρανούς, ἐξ ὧν καὶ προσδοκῶμεν τὸν Κύριον ἐλεύσεσθαι μετασχηματίζοντα ἡμᾶς ἀπὸ φθορᾶς εἰς ἀφθαρσίαν καὶ ἀναφέροντα ἡμᾶς ἔνθα καὶ πρὸ ἡμῶν αὐτὸς εἰσελήλυθε·
我是指那同一個諸天,我們也正是從那裡期待主降臨,將我們從必朽變化為不朽,並將我們帶到祂已先我們而入的地方;
I mean those [same] heavens, from which we also expect the Lord to come, transforming us from corruption into incorruption, and bearing us up to where he himself has already entered before us;
1:2519
τοῦτο γὰρ καὶ ἐν ἑτέρῳ λέγει πρόδρομον ὑπὲρ ἡμῶν αὐτὸν εἰσελθόντα
因為這一點他在別處也說過,祂是作先鋒替我們進入的。
for this he also says elsewhere, that he entered as a forerunner on our behalf.
1:2520
Ἐπειδὴ οὖν τινες παραφθείροντες τὴν ἔννοιαν τῶν θείων Γραφῶν παρερμηνεύουσι τὸ εἰρημένον παρὰ τοῦ Κυρίου, λέγω δή·
既然有些人歪曲了《聖經》的意義,誤解了主所說的話,我是指:
Since, then, some, corrupting the sense of the divine Scriptures, misinterpret what was said by the Lord, I mean:
1:2521
Ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσονται, οἱ δὲ λόγοι μου οὐ μὴ παρέλθωσιν, ἀγνοοῦντες ὅτι καθ' ὑπερβολὴν εἴρηται, ἡμεῖς αὐτοῖς τὴν ἔννοιαν ἑρμηνεύσομεν·
「天地要廢去,我的話卻絕不能廢去」——他們不知道這是誇張的說法,我們將為他們解釋其意念:
'Heaven and earth will pass away, but my words shall never pass away' — not knowing that this was said hyperbolically, we shall explain to them the meaning:
1:2522
Ἐνδεχόμενόν ἐστι τούτους μὲν καταλύεσθαι, τοὺς δὲ λόγους μου οὐδέποτε·
這些(天地)有可能被廢去,但我的話卻絕不會。
It is possible that these [heaven and earth] are dissolved, but my words never [are].
1:2523
καὶ πάλιν τὸ εἰρημένον τῷ Δαυΐδ·
又如對大衛所說的:
And again, what was said to David:
1:2524
Σὺ κατ' ἀρχάς, Κύριε, τὴν γῆν ἐθεμελίωσας, καὶ ἔργα τῶν χειρῶν σού εἰσιν οἱ οὐρανοί·
「主啊,你起初立了地的根基,天也是你手的工作;
'You, O Lord, in the beginning founded the earth, and the heavens are the works of your hands;
1:2525
αὐτοὶ ἀπολοῦνται, σὺ δὲ διαμενεῖς, μὴ νοοῦντες ὅτι καὶ ἐνταῦθα κατὰ ἀντιδιαστολὴν τοῦ ἀγενήτου Θεοῦ τὰ γενητὰ ἀπολλύμενα ἐκάλεσεν, ὡς μὴ πρότερον ὄντα, ὕστερον δὲ γενόμενα·
天地都要滅沒,你卻要長存」——他們不明白,此處也是以未受造的神為對照,稱受造之物為「滅沒」,意謂它們先前並不存在,後來才生成;
they will perish, but you remain' — not understanding that here too, in contrast to the unbegotten God, he called the created things 'perishing,' as things that did not exist before but came to be afterward;
1:2526
καὶ εἰ βούλοιτο, τὸ ἀγένητον, ὥσπερ μὴ ὄντα αὐτὰ παρήγαγε, πάλιν καὶ ὄντα δύναται ἀπολέσαι·
而且若祂願意,那未受造者,正如祂使原不存在的它們生成,同樣也能使已存在的它們毀滅;
and if he should so will, the unbegotten [God], just as he brought them forth when they did not exist, can likewise destroy them when they do exist;
1:2527
τὸ γὰρ ἀγένητον ὑπ' οὐδενὸς γενόμενον καὶ ὑπ' οὐδενὸς ἀπόλλυται·
因為未受造者,既非由任何人所生成,也不會被任何人所毀滅;
for the unbegotten, having come to be from no one, is likewise destroyed by no one;
1:2528
τὸ δὲ γενητὸν καὶ ἀπολέσθαι δύναται, τοῦ ποιήσαντος μάλιστα βουλομένου
但受造之物確實能夠毀滅,尤其當造它的那位有此意願時。
but the created can indeed perish, especially if the one who made it should so will.
1:2529
Ὁμοίως καὶ τὸ ἐν ταῖς Καθολικαῖς εἰρημένον·
同樣,在《大公書信》中所說的:
Likewise also what is said in the Catholic [Epistles]:
1:2530
Ἐν ᾗ οὐρανοὶ πυρούμενοι λυθήσονται, στοιχεῖα δὲ καυσούμενα τήκεται, καινοὺς δὲ οὐρανοὺς καὶ καινὴν γῆν κατὰ τὰ ἐπαγγέλματα αὐτοῦ, ἀμαθῶς καὶ τοῦτο ἐκλαμβάνοντες, μὴ συνιέντες τὸ λεγόμενον, ἀλλ' αὐτόχρημα τούτους μὲν καταλύεσθαι λέγουσιν, ἑτέρους δὲ καινοὺς εἰσάγεσθαι, ὅπερ ἐναντίον ἐστὶ πάσης τῆς θείας Γραφῆς
「在那日,諸天必被火焚燒而消散,眾元素都要被烈火銷熔,但照祂的應許,我們仍盼望新天新地」——有些人對此亦是無知地領受,不明白其所言,卻直說這些天要徹底廢去,另有新的天被引入,這與整部神聖經文皆相違背,
'in which the heavens, being on fire, will be dissolved, and the elements, burning, will melt, but according to his promises we look for new heavens and a new earth' — [some], understanding this too ignorantly and not comprehending what is said, say outright that these [heavens] are utterly destroyed and others, new ones, are introduced, which is contrary to the whole of divine Scripture,
1:2531
καὶ ἑτέρους καινοὺς εἰσάγεσθαι; Εἰ γὰρ οἰκητήριόν ἐστι καὶ νῦν ἀφθάρτων καὶ ἀθανάτων καὶ ἀτρέπτων ὁ ἐν τοῖς οὐρανοῖς χῶρος, πῶς καὶ ἡμᾶς οὐ δέξεται ἀνισταμένους ἀφθάρτους καὶ ἀθανάτους καὶ ἀτρέπτους γινομένους; . Ἄπαγε οὖν τῆς τοιαύτης μανίας
又引入另一些新的〔天〕?因為,若天上之處如今已是不朽者、不死者、不變者的居所,它豈不也要接納我們——當我們復活、成為不朽、不死、不變之時?就此打住這樣的癲狂吧!
and [say that] other new [heavens] are introduced? For if the region in the heavens is already now a dwelling place for the incorruptible, the immortal, and the unchangeable, how will it not also receive us when we are raised, becoming incorruptible, immortal, and unchangeable? Away, then, with such madness!
1:2532
Οὐ γὰρ μεταμεμέληται ὁ Θεὸς ἐφ' οἷς πεποίηκε, τούτους μὲν ἀπολλύων, ἑτέρους δὲ εἰσάγων, ἀλλὰ πᾶσαν τὴν κτίσιν ἐπὶ τὸ κρεῖττον ἀνακαινίζει, καθὰ καὶ πολλάκις εἰρήκαμεν·
因為神並不因所造之物而後悔,以致毀去這些、引入另一些;相反,祂使全部受造之物更新至更美的境地,正如我們已多次所言:
For God does not repent of what he has made, destroying these and introducing others; rather, he renews the whole creation for the better, as we have also said many times:
1:2533
εἰ γὰρ ὁ ἄνθρωπος, ὁ σύνδεσμος ὢν πάσης κτίσεως, ἀνακαινίζεται κατά τε τὸ σῶμα ἄφθαρτος καὶ ἀθάνατος καὶ κατά γε τὴν ψυχὴν ἄτρεπτος γινόμενος, εὔδηλον ὅτι πάντα τὰ στοιχεῖα, ἐξ ὧν καὶ σύγκειται τὸ σῶμα τοῦ ἀνθρώπου, καὶ πάντα τὰ λογικὰ συγγενῆ ὄντα καὶ αὐτὰ κατὰ ψυχὴν τοῦ ἀνθρώπου, ἀνακαινίζονται καὶ εἰς βελτίωσιν ἔρχονται; Ἀνακεφαλαιώσασθαι γὰρ τὰ πάντα, φησὶν ὁ Ἀπόστολος, ἐν τῷ Χριστῷ, τὰ ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς, καὶ πάλιν·
因為,若人——即全體受造之物的紐帶——在身體上得以更新,成為不朽不死,在靈魂上成為不變,豈不明顯可見:構成人身體的一切元素,以及一切理性之靈——它們在人的靈魂方面也與之相關——也都得以更新,臻於更美之境?因為使徒說:「使天上地上的萬有,都在基督裡同歸於一」,又說:
for if man, who is the bond of all creation, is renewed both in body, becoming incorruptible and immortal, and in soul, becoming unchangeable, is it not evident that all the elements of which man's body is also composed, and all rational beings — being themselves also akin [to man] in respect of man's soul — are renewed and come to a better state? For 'to sum up all things,' says the Apostle, 'in Christ, the things in the heavens and the things on the earth,' and again:
1:2534
Εἴ τις ἐν Χριστῷ, καινὴ κτίσις·
「若有人在基督裡,他就是新造的人;
'If anyone is in Christ, [he is] a new creation;
1:2535
τὰ ἀρχαῖα παρῆλθεν, ἰδοὺ γέγονε τὰ πάντα καινά, καινὰ λέγων τὰ πάντα τὴν ἀνακαίνισιν πάντων τῶν ὄντων·
舊事已過,都變成新的了」——稱萬有為「新」,意指一切存在之物的更新;
the old things have passed away, behold, all things have become new' — calling all things 'new' [meaning] the renewal of all existing things;
1:2536
ἀνακεφαλαίωσιν γὰρ εἰπὼν καὶ καινὴν κτίσιν δι' ἑκατέρου τὸ αὐτὸ ἐσήμανεν, ἐν τῷ Χριστῷ ἤδη γενομένην
因為祂既說「同歸於一」,又說「新造」,藉此二者所指皆為同一事——即已在基督裡成就之事。
for by saying both 'recapitulation' and 'new creation,' he signified the same thing by each [term] — that which has already come to be in Christ.
1:2537
Ὥσπερ γὰρ καὶ ὁ Χριστὸς κατὰ σάρκα ἀναστὰς ἀπὸ τῶν νεκρῶν οὐκ ἄλλος ἦν Χριστὸς παρὰ τὸν τετελευτηκότα, ἀλλ' αὐτὸς ἦν ὁ καὶ τὸν θάνατον ὑπομείνας ὁμοίως καὶ τὴν ἀνάστασιν, κρείττων γενόμενος παθῶν καὶ θανάτου, οὕτως καὶ πᾶσα ἡ κτίσις μὴ ἀπολλυμένη, ἀλλ' ἡ αὐτὴ ὑπάρχουσα ἐπὶ τὸ κρεῖττον μεθίσταται·
因為正如基督按肉身從死人中復活,並非有別於那已死之人的另一位基督,而正是那位既承受死亡、同樣也承受復活的祂,勝過了諸般苦難與死亡;同樣,全部受造之物也並非被毀滅,而是本體不變,被轉化至更美之境;
For just as Christ, having risen according to the flesh from the dead, was not a different Christ from the one who had died, but was himself the one who both underwent death and likewise the resurrection, having become superior to sufferings and to death, so also all creation, not being destroyed, but remaining the same, is transposed for the better;
1:2538
Ἔστησε γὰρ αὐτὰ εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, πρόσταγμα ἔθετο καὶ οὐ παρελεύσεται, φησὶ τὸ θεῖον λόγιον
「祂將這些設立,直到永永遠遠;祂設立法度,不能廢去」,神聖的言語如此說。
'For he established them forever, even forever and ever; he set a decree, and it shall not pass away,' says the divine oracle.
1:2539
Διὰ τοῦτο οὐκ ἀγγέλων ἐπελάβετο ὁ Θεός, ἀλλὰ σπέρματος Ἀβραάμ, καθὰ γέγραπται·
為此,神並非扶助天使,而是扶助亞伯拉罕的後裔,正如經上所記:
For this reason God did not take hold of angels, but of the seed of Abraham, as it is written:
1:2540
εἰ γὰρ ἐπελάβετο ἀγγέλων, τὰ λογικὰ μόνον ἤλπιζον ἀνακαινίζεσθαι ὡς συγγενῆ αὐτῶν ὄντα·
因為若祂扶助的是天使,則唯有理性之靈能盼望得更新,因它們與天使同類;
for if he had taken hold of angels, only rational beings would have hoped to be renewed, as being akin to them;
1:2541
νυνὶ δὲ σπέρματος Ἀβραὰμ ἐπιλαβόμενος, τουτέστι σώματος καὶ ψυχῆς λογικῆς, καὶ ἀναγαγὼν εἰς τὸν οὐράνιον χῶρον πάσῃ τῇ κτίσει ἐλπίδα σωτηρίας προκατεβάλετο
但如今,祂既扶助了亞伯拉罕的後裔,也就是身體與理性的靈魂,並將其引至天上之處,便為全部受造之物預先立下了得救的盼望。
but now, having taken hold of the seed of Abraham, that is, of body and rational soul, and having led it up into the heavenly region, he has laid down beforehand the hope of salvation for all creation.
1:2542
Τὸ ἐν ταῖς οὖν Καθολικαῖς εἰρημένον ἐν ᾗ οὐρανοὶ πυρούμενοι λυθήσονται, στοιχεῖα δὲ καυσούμενα τήκεται·
所以,《大公書信》中所說的「在那日,諸天必被火焚燒而消散,眾元素都要被烈火銷熔」,
Therefore, what is said in the Catholic [Epistles], 'in which the heavens, being on fire, will be dissolved, and the elements, burning, will melt,'
1:2543
καινοὺς δὲ οὐρανοὺς καὶ καινὴν γῆν τοῦτον ἔχει τὸν νοῦν, ὅτι ῥοιζηδόν, ὡς ἐν ῥιπῇ ὀφθαλμοῦ, ὥσπερ ἐν χωνευτηρίῳ πυρούμενοι καὶ καθαριζόμενοι, τὴν ἐπὶ τὸ κρεῖττον ἀλλαγὴν ὑπομένουσι τὰ στοιχεῖα πάντα, καὶ οἱ οὐρανοὶ καὶ ἡ γῆ, καινῶν αὐτῶν τούτων γινομένων καὶ τῇ καταστάσει τῆς πολιτείας ἐναλλαττομένων, ὡς τὸ παρὰ τῷ Παύλῳ λεγόμενον·
以及「新天新地」,其意乃是:一切元素——無論天與地——皆如在轉眼之間、以呼嘯之聲,如在冶爐中被焚燒、潔淨一般,經歷向更美境地的轉變,這同一批事物成為新的,其存在秩序的狀態也隨之改變,正如保羅所言:
and 'new heavens and a new earth,' has this meaning: that with a rushing sound, as in the twinkling of an eye, being set aflame and purified as if in a smelting furnace, all the elements — both the heavens and the earth — undergo the change for the better, these very things becoming new and being altered in the condition of their order [of existence], as what is said by Paul [states]:
1:2544
Παράγει γὰρ τὸ σχῆμα τοῦ κόσμου τούτου, ὡσανεὶ ἡ νῦν πολιτευομένη κατάστασις, τῆς διαδοχῆς τῆς νυκτὸς καὶ τῆς ἡμέρας παυομένης, καὶ τῶν ἄστρων δρόμον μὴ τελούντων, καὶ τοῦ ἀέρος μὴ κινουμένου, μήτε τοῦ ὕδατος μήτε τῆς γῆς φυούσης καρπούς, ἀλλ' ἑτέρας τινὸς καταστάσεως ἐπεισαγομένης, ἁρμοζούσης ἀθανάτοις καὶ ἀφθάρτοις καὶ ἀτρέπτοις ἀνθρώποις καὶ ἀγγέλοις
「因為這世界的樣式將要過去」——意即如今這運行的秩序狀態〔將要過去〕,晝夜的更替停止,眾星不再完成其軌道運行,空氣不再流動,水與地也不再出產果實,而是另一種狀態被引入,適合於不死、不朽、不變的人與天使。
'For the form of this world passes away' — [meaning] as it were the present ordered condition [passes away], the succession of night and day ceasing, and the stars no longer completing their course, and the air no longer moving, neither water nor earth any longer bearing fruit, but a certain other condition being introduced, one fitted for immortal, incorruptible, and unchangeable men and angels.
1:2545
Σιωπῶμεν δὲ ὅτι τὰς Καθολικὰς ἀνέκαθεν ἡ Ἐκκλησία ἀμφιβαλλομένας ἔχει, καὶ πάντες δὲ οἱ ὑπομνηματίσαντες τὰς θείας Γραφάς, οὔτε εἷς αὐτῶν λόγον ἐποιήσατο τῶν Καθολικῶν·
然而我們略而不提:教會自古以來即視《大公書信》為存疑之書,且凡註釋神聖經文者,無一人曾提及《大公書信》;
But we pass over in silence [the fact] that the Church has from of old held the Catholic [Epistles] as disputed, and that of all those who have written commentaries on the divine Scriptures, not even one of them has made mention of the Catholic [Epistles];
1:2546
ἀλλὰ καὶ οἱ κανονίσαντες τὰς ἐνδιαθήκους βίβλους τῆς θείας Γραφῆς πάντες ὡς ἀμφιβαλλομένας αὐτὰς ἔθηκαν, λέγω δὴ Εἰρηναῖος, ὁ Λουγδούνων ἐπίσκοπος, ἀνὴρ ἐπίσημος καὶ λαμπροῦ βίου, μετ' οὐ πολὺ τῶν ἀποστόλων γενόμενος, καὶ Εὐσέβιος ὁ Παμφίλου καὶ Ἀμφιλόχιος, ἐπίσκοπος γενόμενος τοῦ Ἰκονίου, φίλος καὶ κοινωνικὸς τοῦ μακαρίου Βασιλείου, καὶ αὐτὸς ἐν τοῖς πρὸς Σέλευκον αὐτῷ γραφεῖσιν Ἰάμβοις ἀμφιβαλλομένας αὐτὰς ἐξεῖπεν, ὁμοίως καὶ Σευηριανὸς ὁ Γαβάλων εἰς τὸν Κατὰ Ἰουδαίων λόγον αὐτοῦ αὐτὰς ἀπεκήρυξεν
而且,凡為神聖經文的正典書卷定準的人,也都將它們列為存疑之書——我是指伊里奈烏,呂格敦(里昂)的主教,一位聲譽卓著、生平光明的人,於使徒之後不久便已在世;以及潘斐羅之子優西比烏;以及安菲羅基烏,他成為以哥念的主教,是蒙福的巴西流的朋友與同道,他本人在寫給塞琉古的《抑揚格詩》中也宣稱這些書信存疑;同樣,加巴拉的塞維里安在其《駁猶太人論》中也否棄了它們。
but also those who established the canon of the covenanted books of divine Scripture all placed them among the disputed [writings] — I mean Irenaeus, bishop of Lyons, an eminent man of illustrious life who lived not long after the apostles; and Eusebius [son] of Pamphilus; and Amphilochius, who became bishop of Iconium, friend and companion of the blessed Basil, who himself in the Iambic verses written by him to Seleucus declared them disputed; likewise also Severian of Gabala, in his discourse Against the Jews, disavowed them.
1:2547
Οὐ γὰρ τῶν ἀποστόλων αὐτάς φασιν οἱ πλείους, ἀλλ' ἑτέρων τινῶν πρεσβυτέρων ἀφελεστέρων
因為多數人皆言,這些並非出自使徒之手,而是出自某些其他、較為淺陋的長老。
For most say that they are not [the writings] of the apostles, but of certain other, simpler elders.
1:2548
Ὅθεν ὁ Παμφίλου εἰς τὴν Ἐκκλησιαστικὴν αὐτοῦ ἱστορίαν λέγει ὅτι ἐν Ἐφέσῳ δύο μνήματά εἰσιν, ἓν Ἰωάννου τοῦ εὐαγγελιστοῦ, καὶ ἓν ἑτέρου Ἰωάννου πρεσβυτέρου τοῦ γράψαντος τὰς δύο ἐπιστολὰς τῶν Καθολικῶν, τὴν δευτέραν καὶ τὴν τρίτην, ἔνθα προγέγραπται·
由此,潘斐羅之子〔優西比烏〕在其《教會史》中說,以弗所有兩座墓,一為福音書作者約翰之墓,另一為另一位約翰長老之墓,此人寫下了《大公書信》中的兩封書信,即第二封與第三封,其開頭寫著:
Hence [Eusebius] son of Pamphilus says in his Ecclesiastical History that in Ephesus there are two tombs, one of John the Evangelist, and one of another John, an elder, who wrote the two epistles of the Catholic [Epistles], the second and the third, where it is written beforehand [at the head]:
1:2549
Ὁ πρεσβύτερος τῇ ἐκλεκτῇ κυρίᾳ, καί·
「作長老的,寫信給蒙揀選的太太」,又:
'The elder to the elect lady,' and:
1:2550
Ὁ πρεσβύτερος Γαΐῳ τῷ ἀγαπητῷ
「作長老的,寫信給我所親愛的該猶。」
'The elder to the beloved Gaius.'
1:2551
τὴν πρώτην Πέτρου καὶ τὴν πρώτην Ἰωάννου οὐ λέγει αὐτὸς καὶ Εἰρηναῖος εἶναι τῶν ἀποστόλων, ἕτεροι δὲ οὔτε αὐτὰς λέγουσι τῶν ἀποστόλων εἶναι, ἀλλὰ τῶν πρεσβυτέρων·
至於彼得前書與約翰一書,他本人與伊里奈烏皆不言其屬於使徒;其他人同樣不言其屬於使徒,而屬於長老;
As for the first [epistle] of Peter and the first of John, he himself, and Irenaeus too, do not say that they belong to the apostles; others likewise do not say that they belong to the apostles, but to the elders;
1:2552
πρώτη γὰρ καὶ δευτέρα καὶ τρίτη Ἰωάννου γέγραπται, ὡς δῆλον ἑνὸς προσώπου εἶναι τὰς τρεῖς
因為這些書信被記為「約翰一書」「約翰二書」「約翰三書」,顯然這三封書信皆屬於同一人。
for they are written as First, Second, and Third of John, so that it is evident that the three belong to one person.
1:2553
Ἕτεροι δὲ καὶ τὴν Ἰακώβου σὺν ταῖς ἄλλαις δυσὶ δέχονται·
但另有些人連雅各書也一併接受,加上另外兩封;
But others accept also the [epistle] of James along with the other two;
1:2554
παρὰ Σύροις δέ, εἰ μὴ τρεῖς μόναι αἱ προγεγραμμέναι, οὐχ εὑρίσκονται, λέγω δὴ ἡ Ἰακώβου καὶ ἡ πρώτη Πέτρου καὶ ἡ Ἰωάννου πρώτη·
然而在敘利亞人當中,除了前述那三封——即雅各書、彼得前書與約翰一書——之外,並不見其他;
yet among the Syrians, none are found except only the three aforementioned, namely, that of James, and the first of Peter, and the first of John;
1:2555
αἱ ἄλλαι γὰρ οὔτε κεῖνται παρ' αὐτοῖς
因為其餘的在他們那裡甚至不存在。
for the others are not even extant among them.
1:2556
Οὐ χρὴ οὖν τὸν τέλειον χριστιανὸν ἐκ τῶν ἀμφιβαλλομένων ἐπιστηρίζεσθαι, τῶν ἐνδιαθέτων καὶ κοινῶς ὡμολογημένων Γραφῶν ἱκανῶς πάντα μηνυόντων περί τε τῶν οὐρανῶν καὶ τῆς γῆς καὶ τῶν στοιχείων καὶ παντὸς τοῦ δόγματος τῶν χριστιανῶν
因此,成熟的基督徒無須以存疑之書為憑;既有的正典、眾所公認的經文,已充分揭明了關於諸天、大地、諸元素以及基督徒全部教義的一切。
It is therefore not necessary for the mature Christian to be confirmed from the disputed [writings], since the covenanted and commonly acknowledged Scriptures sufficiently disclose everything concerning the heavens and the earth and the elements and the whole doctrine of the Christians.
1:2557
Ἠλίθιοι τοιγαροῦν εἶναί μοι δοκοῦσι καὶ τῶν θείων Γραφῶν παντελῶς ἀμύητοι οἱ τῶν καινῶν δογμάτων εὑρεταί, οἱ τοὺς οὐρανοὺς καταλύεσθαι οἰόμενοι
因此,在我看來,這些新教義的發明者實在愚昧,對神聖經文全然無知,竟以為諸天將要被廢去。
Foolish, then, they seem to me to be, and utterly uninitiated in the divine Scriptures, these inventors of new doctrines who suppose that the heavens are to be destroyed.
1:2558
Ἄνωθεν γὰρ καὶ ἐξ ἀρχῆς εἰδὼς καὶ προειδὼς ὁ Θεός, καὶ ἀεὶ γινώσκων καὶ μηδέποτε πρόσληψιν γνώσεως ἐπιδεχόμενος, βουλόμενος καὶ ἑτέροις μεταδοῦναι τοῦ εἶναι καὶ τῆς ἰδίας αὐτοῦ ἀγαθότητος καὶ γνώσεως καὶ σοφίας ἐμπλῆσαι, πεποίηκε τὸν σύμπαντα κόσμον περιγράψας ἐν οὐρανῷ καὶ γῇ·
因為神從至上、從起初便知曉且預知,且永遠知曉,從不接受知識的任何增益,祂既願意將存在賜予他者,並以自身的良善、知識與智慧充滿他們,便造了全部世界,將其界定於天與地之間;
For God, knowing and foreknowing from above and from the beginning, and always knowing, and never receiving any addition of knowledge, wishing also to impart existence to others and to fill them with his own goodness and knowledge and wisdom, made the whole world, having circumscribed it in heaven and earth;
1:2559
θεὶς δὲ μέσον τὸ στερέωμα καὶ συνδήσας τῷ πρώτῳ οὐρανῷ καὶ ποιήσας τὸν ἕνα χῶρον δύο χώρους ἀπένειμε τῇ θνητῇ καὶ τρεπτῇ καταστάσει τὸν χῶρον τοῦτον, προετοιμάσας καὶ τῇ μελλούσῃ καταστάσει τὸν ἀνώτερον, καθὰ καὶ ἡ καταγραφὴ τοῦ σχήματος ἐπὶ τέλει δείκνυσι, καὶ ἡ τῆς σκηνῆς κατασκευή, ἐκμαγεῖον καὶ αὐτὴ γεγονυῖα παντὸς τοῦ κόσμου
祂又將穹蒼置於中間,並將之繫連於第一重天,使原本的一個空間成為兩個空間,將這〔下方的〕空間分配給那必死而可變的秩序,同時也預先為那將來的秩序備妥了上方的空間——正如書末圖式的繪示所示,帳幕的建造也是如此,它本身也成了整個世界的模型。
and having placed the firmament in the middle and bound it to the first heaven, and having made the one space into two spaces, he assigned this [lower] space to the mortal and mutable order [of existence], having also prepared beforehand the upper [space] for the coming order [of existence] — just as the depiction of the diagram at the end also shows, as does the construction of the tabernacle, it too having become a mold of the whole world.
1:2560
Καὶ ἐν μὲν ταύτῃ τῇ καταστάσει ἐδοκίμασεν ἡμᾶς νῦν διάγειν ὡς ἐν παιδευτηρίῳ χρησίμῳ ἔχοντι λυπηρὰ καὶ ἡδέα, ἵνα διὰ μὲν τῶν λυπηρῶν παιδευώμεθα, διὰ δὲ τῶν ἡδέων μὴ ἀπείπωμεν, διδασκόμενοι καὶ ἀναγόμενοι πρὸς ἐπίγνωσιν τοῦ πεποιηκότος διὰ τῆς ποικιλίας τῶν κτισμάτων καὶ τῆς πανσόφου ἁρμονίας καὶ τῆς διαφορᾶς τῶν ὄντων, ὅστις καὶ νόμους ἡμῖν δέδωκε κατὰ καιροὺς ὀπτανόμενος πρὸς βοήθειαν τῆς ἡμετέρας ἀσθενείας, ἀνάγων τοὺς λογικούς, ὡς εἴρηται, εἰς ἐπίγνωσιν τῆς αὑτοῦ παναγάθου φιλανθρωπίας, ὅπερ ἐστὶ κεφάλαιον πάντων τῶν λογικῶν·
而在這現今的秩序中,祂認可我們如今當如同在有益的教養之所度日,其中兼有苦事與樂事,使我們藉苦事受訓誨,藉樂事不致氣餒,透過受造之物的多樣性、全智的和諧與萬有的差異,受教並被引向對造物者的認識——祂也按時顯現,賜下律法,幫助我們的軟弱,如前所言,引導理性之靈認識祂那全善的愛人之心,此乃一切理性之靈的至要之事;
And in this present order [of existence], he approved that we should now pass our life as in a useful place of instruction, having painful and pleasant things, so that through the painful things we might be disciplined, and through the pleasant things we might not lose heart, being taught and led up to the recognition of the Maker through the variety of created things and the all-wise harmony and the difference of existing things — he who has also given us laws, appearing from time to time for the help of our weakness, leading up rational beings, as has been said, to the recognition of his all-good love of mankind, which is the chief point of all rational beings;
1:2561
κτιστῶν γὰρ ἡμῶν ὄντων καὶ ἐξ ἑτέρου ἐχόντων τὸ εἶναι, ἐκείνου αὐτοῦ ἀεὶ δεόμεθα πρὸς σύστασιν καὶ γνῶσιν ἡμετέραν·
因為,我們既是受造之物,其存在乃出於另一位,我們便始終需要祂,方能維持自身的存在與知識;
for since we are created beings, and have our existence from another, we always stand in need of him for our own subsistence and knowledge;
1:2562
οὐκ ἐνῆν γὰρ ἡμᾶς εὐθέως γενομένους πᾶσαν τὴν γνῶσιν ἔχειν·
因為我們不可能一經生成便立即擁有一切知識;
for it was not possible for us, as soon as we came into being, to have all knowledge at once;
1:2563
τοῦτο γὰρ ἴδιον τοῦ ἀγενήτου Θεοῦ
因為此事唯獨未受造的神所獨有。
for this is proper to the unbegotten God alone.
1:2564
Ἐπειδὴ οὖν ἐξ ἀγαθότητος ὁ Θεὸς ἀπορρήτως ἐποίησε τὰ ἔμψυχα καὶ τὰ ἄψυχα, ἄμοιρα γνώσεως ὄντα, πρὸς διδασκαλίαν καὶ βοήθειαν ἡμῶν τῶν λογικῶν, μέσους τινὰς ἑαυτοῦ τε καὶ τούτων, ὡς ἐνεδέχετο, πεποίηκεν ὁ Θεὸς τοὺς λογικούς, ἵνα τῇ ποικιλίᾳ τοῦ παντός, ἔτι τε καὶ τοῖς παραδεδομένοις ἡμῖν νόμοις, τῇ συντριβῇ τῆς μαθήσεως, διὰ πείρας λυπηρῶν καὶ ἡδέων ποθοῦντες, κατὰ μέρος ἀναγώμεθα ἐπὶ τὴν αὐτοῦ γνῶσιν
既然神出於良善,以不可言喻的方式造了有靈與無靈之物——它們不具知識——為要教導與幫助我們這些理性之靈,神便造了理性之靈,作為祂自身與這些受造物之間的某種中介,盡其所能,使我們藉著宇宙的多樣,並藉著傳給我們的律法、學習的磨鍊,透過苦事與樂事的經歷,在渴慕中,逐步被引向對祂的認識。
Since, then, God out of goodness ineffably made both animate and inanimate things, which are without a share of knowledge, for the teaching and help of us rational beings, God made rational beings as certain intermediaries between himself and these [creatures], as far as was possible, so that by the variety of the universe, and further by the laws handed down to us, by the discipline of learning, through the experience of painful and pleasant things, in longing, we might be led up part by part to the knowledge of him.
1:2565
Τὰ γὰρ ἀόρατα αὐτοῦ, φησὶν ὁ θεῖος Ἀπόστολος, ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασι νοούμενα καθορᾶται, ἥ τε ἀΐδιος αὐτοῦ δύναμις καὶ θειότης, εἰς τὸ εἶναι αὐτοὺς ἀναπολογήτους, ἵνα εἴπῃ·
「因為神那不可見之事,自從造天地以來,藉著所造之物就可以曉得,叫人無可推諉」,神聖的使徒如此說,即祂那永恆的大能與神性——這是要說:
'For his invisible things,' says the divine Apostle, 'from the creation of the world are clearly perceived, being understood through the things that are made, both his eternal power and divinity, so that they are without excuse' — that is to say:
1:2566
Τὰ ἀόρατα αὐτοῦ, τὴν δύναμιν καὶ τὴν σοφίαν καὶ τὴν πρόνοιαν καὶ τὴν ἀγαθότητα τοῦ Θεοῦ καὶ αὐτὴν τὴν ἀΐδιον αὐτοῦ θεότητα ἐκ τῶν ὄντων καὶ τῶν ὁρωμένων νοοῦμέν τε καὶ ὁρῶμεν διὰ πάντων τῶν κτισμάτων ἀναλόγως τὸν δημιουργόν, ὥστε ἡμᾶς ἀφορμήν τινα ἀγνωσίας μὴ προβάλλεσθαιτοῦτο γὰρ δηλοῖ τὸ ἀναπολογήτους ἔχοντες ἐν χερσὶν ἐκ τούτων ἁπάντων ἀναλόγως γινώσκειν τὸν ἑαυτῶν τε καὶ τοῦ παντὸς δημιουργόν
「祂那不可見之事」——即神的大能、智慧、眷顧與良善,以及祂那永恆的神性本身——我們都能從存在之物與可見之物中領悟並看見,藉著一切受造物,以類比的方式〔認識〕造物主,使我們無從提出無知的藉口——這正是「無可推諉」所指——我們手中已從這一切事物中,得著以類比方式認識自身與宇宙之造物主的憑藉。
'His invisible things' — [meaning] the power and the wisdom and the providence and the goodness of God, and his very eternal divinity, we both perceive and see from the things that exist and are seen, through all created things, by analogy [perceiving] the Creator, so that we may not put forward any pretext of ignorance — for this is what 'without excuse' indicates — having in [our] hands, from all these things, the means to know by analogy their own Creator and that of the universe.
1:2567
Πολυμερῶς καὶ πολυτρόπως πάλαι ὁ Θεὸς λαλήσας τοῖς πατράσιν ἐν τοῖς προφήταις ἐπ' ἐσχάτου τῶν ἡμερῶν τούτων ἐλάλησεν ἡμῖν ἐν Υἱῷ, εἰς μέρη καὶ τρόπους, εἰς προφήτας καὶ Υἱὸν διελὼν τὸν λόγον·
「神既在古時藉著眾先知,多次多方地曉諭列祖,就在這末世藉著祂兒子曉諭我們」——祂將自己的道分為多部分、多方式,分予眾先知與〔祂的〕兒子;
'God, having spoken of old in many parts and in many ways to the fathers by the prophets, has in these last days spoken to us in [his] Son' — dividing his word into parts and ways, into prophets and Son;
1:2568
εἴτε δι' ἑαυτοῦ εἴτε διὰ τῶν προφητῶν, τοῦτο θέλων σημᾶναι ὡς πανταχόθεν ὁ Θεὸς ἔκ τε τῶν ὄντων, ἔκ τε τῶν ὀπτασιῶν, οὐκ ἠμέλησε διδάξαι προθέμενος τοὺς λογικοὺς περὶ τῆς αὑτοῦ γνώσεως, ποτὲ μὲν διὰ τῶν προφητῶν, νυνὶ δὲ διὰ τοῦ ἰδίου Υἱοῦ
無論是藉自身,或藉眾先知——祂欲藉此顯明:神從各方——無論是從萬有,或是從異象——皆未曾忽略施教,祂立意要教導理性之靈關於祂自身的知識,昔日藉眾先知,如今則藉祂自己的兒子。
whether through himself or through the prophets — wishing to signify this, that from every side, both from existing things and from visions, God did not neglect to teach, having proposed [as his purpose] to instruct rational beings concerning the knowledge of himself, at one time through the prophets, and now through his own Son.
1:2569
Εἶθ' οὕτω λοιπὸν πεπειραμένοις ἡτοίμασε καὶ τὴν μέλλουσαν κατάστασιν, ἐν ᾗ ἀφθάρτους καὶ ἀθανάτους ἡμᾶς ἐργασάμενος καταστήσειεν, ἐμπιπλῶν ἡμᾶς ὡς ἐμπείρους καὶ τῆς τελείας αὑτοῦ γνώσεως, καθὼς δεῖ γνῶναι ἡμᾶς
如此,隨後,祂便為那些已有經歷之人,也預備了將來的秩序,在其中,祂使我們成為不朽不死,並要立定我們,使我們既已經歷過,也充滿祂完全的知識,正如我們所當知道的。
Then thus, accordingly, for those who have had experience, he has also prepared the coming order [of existence], in which, having made us incorruptible and immortal, he will establish us, filling us, as those experienced, also with the perfect knowledge of himself, as we ought to know.
1:2570
Διὰ τοῦτο τὰς δύο καταστάσεις ἐξ ἀρχῆς πεποίηκεν, οὐ δυναμένων ἡμῶν, ὡς προείρηται, ὑφ' ἓν ἀθρόως πᾶσαν τὴν γνῶσιν δέξασθαι ἄνευ μαθήσεως·
為此緣故,祂從起初便設立了這兩種秩序,因為如前所言,我們不能不經學習,便一舉盡受一切知識;
For this reason he made the two orders [of existence] from the beginning, since we, as has been said before, are not able to receive all knowledge at once, altogether, without learning;
1:2571
αὐτοδίδακτον γὰρ μόνον τὸ θεῖόν ἐστι καὶ πηγὴ γνώσεως, παρ' ἑτέρου μὴ προσλαβόν, ἀλλὰ δυνάμενον καὶ ἑτέροις χορηγῆσαι, ἡμᾶς δὲ διδαχθῆναι πάλιν, θνητοὺς ὄντας καὶ τρεπτούς, ἐκ τῶν δυσχερῶν, ἐπειδήπερ, φησὶν ὁ Ἀπόστολος·
因為唯獨神性是自教的,是知識的泉源,未曾從他者領受,卻能供給他者;而我們既是必死而可變的,便須再從艱難之事受教,正如使徒所言:
for only the divine is self-taught, and a fountain of knowledge, having received nothing from another, but able also to supply it to others; but we, being mortal and mutable, [must] again be taught from difficult things, since, says the Apostle:
1:2572
Πᾶσα παιδεία πρὸς μὲν τὸ παρὸν οὐ δοκεῖ χαρᾶς εἶναι, ἀλλὰ λύπης·
「凡管教的事,當時不覺得快樂,反覺得愁苦;」
'All discipline for the present does not seem to be a matter of joy, but of sorrow;'
1:2573
χωρὶς γὰρ παιδείας καὶ λυπηρῶν ἀδύνατον μάθησιν γενέσθαι
因為若無管教與苦事,學習便不可能發生。
for without discipline and painful things it is impossible for learning to come about.
1:2574
Παιδείας οὖν ἕνεκα τοῦτον τὸν κόσμον πεποίηκε θνητὸν καὶ τρεπτὸν καὶ ποικίλον, ἵνα τῇ συντριβῇ τῆς μαθήσεως καὶ τῇ ποικιλίᾳ τοῦ παντὸς διὰ πείρας δυνηθῶμεν ἀνελθεῖν ἐπὶ τὴν τοῦ Θεοῦ γνῶσιν
為了管教的緣故,祂便使這世界成為必死、可變且多樣的,好叫我們藉學習的磨鍊與宇宙的多樣性,透過經歷,得以上達對神的認識。
For the sake of discipline, then, he made this world mortal and mutable and varied, so that by the discipline of learning and by the variety of the universe, through experience, we might be able to ascend to the knowledge of God.
1:2575
Εἰ γὰρ ἐξ ἀρχῆς ἀθανάτους καὶ ἀτρέπτους ἡμᾶς εἰργάσατο, οὐδὲν διεφέρομεν τῶν ἀλόγων τῶν φυσικῶς μὲν ἐχόντων τι χρήσιμον, ἀγνοούντων δὲ τί κέκτηνται, οἷον ἡ μέλιττα τὸ κηρίον σοφῶς ἐργαζομένη, καὶ ἡ ἀράχνη εὐτέχνως ἱστουργοῦσα, καὶ ὁ μύρμηξ θέρους ἑτοιμαζόμενος τὴν τροφήν, οὐκ ἐπιστήμῃ λογικῇ τινι ποιοῦσιν, ἢ ὡς ὁ χρυσὸς καὶ ὁ μαργαρίτης καλοὶ μέν, ἀλλ' οὐκ αἰσθάνονται τοῦ οἰκείου κάλλους
因為若祂從起初便使我們成為不死不變,我們便與無理性的動物毫無分別——牠們天生擁有某種有用之物,卻不知自己擁有何物,如蜜蜂巧妙地製造蜂巢,蜘蛛靈巧地織網,螞蟻在夏天預備食糧——牠們並非出於任何理性的知識而如此行;又如金子與珍珠,固然美麗,卻不能感知自身的美。
For if from the beginning he had made us immortal and unchangeable, we would in no way differ from the irrational animals, which naturally possess something useful but do not know what they possess — such as the bee skillfully making the honeycomb, and the spider deftly weaving its web, and the ant preparing food in summer — these do not act by any rational knowledge; or [we would be] like gold and pearl, which are beautiful indeed, but do not perceive their own beauty.
1:2576
Σοφῶς οὖν καὶ πάνυ σοφῶς ὁ Θεὸς τὰς δύο καταστάσεις ἀνέκαθεν πεποίηκεν, ἵνα πεπειραμένοι ἀπεντεῦθεν ἡδέων καὶ λυπηρῶν γνῶμεν τελείως ἐν τῇ δευτέρᾳ καταστάσει τὴν δύναμιν τῆς αὐτοῦ ἀγαθότητος, διὰ τῶν παρεχομένων ἡμῖν ἀνεκλαλήτων καὶ αἰωνίων ἀγαθῶν, καὶ ἐξ οἵων εἰς οἷα μετερχόμεθα
神便如此智慧地,且極其智慧地,自古設立了這兩種秩序,使我們既在此已有樂事與苦事的經歷,便能在第二種秩序中完全知曉祂良善的大能,藉著祂所賜予我們那不可言喻、永恆的美善,並知曉我們是從何等境況轉入何等境況。
Wisely, then, and very wisely, God made the two orders [of existence] from of old, so that, having had experience from here of pleasant and painful things, we might know perfectly in the second order [of existence] the power of his goodness, through the ineffable and eternal good things provided for us, and [know] from what things into what things we pass over.
1:2577
Ταῦτα καὶ τὰ τοιαῦτα κηρύττει πᾶσα ἡ θεία Γραφή, καὶ οὗτος αὐτῆς ἅπας ὁ σκοπός
這些以及諸如此類之事,乃是全部神聖經文所宣告的,這也是其全部的宗旨所在。
These things, and things like them, all divine Scripture proclaims, and this is its entire purpose.
1:2578
Ἀγνοοῦσι γὰρ οἱ βέλτιστοι τὸν σκοπὸν τῶν θείων Γραφῶν, οἱ τοὺς οὐρανοὺς ἀπόλλοντες καὶ ἑτέρους ἡμῖν καινοὺς εἰσάγοντες
因為那些「高明之士」竟不知神聖經文的宗旨,他們廢去諸天,又為我們引入另一批新的諸天。
For these excellent [gentlemen] are ignorant of the purpose of the divine Scriptures, who destroy the heavens and introduce for us other, new ones.
1:2579
Οὐ γὰρ ἠγνόησέ ποτε ὁ Θεός, νῦν δὲ κρεῖττον ἐπέγνω ποιῆσαι ἑτέρους οὐρανοὺς καὶ κρείττονα κατάστασιν, κατὰ τὸν μῦθον τῶν ἀνοήτων καὶ πεπλασμένων χριστιανῶν, ἀλλ' ἀεὶ ὁ αὐτὸς ὑπάρχει, ὡσαύτως καὶ κατὰ τὸ αὐτὸ ὤν, γινώσκων πῶς τε καὶ πότε καὶ πόσον καὶ ποῦ καὶ οἷον ποιήσειε τὸν σύμπαντα κόσμον
因為神從未曾無知,也並非如今才更明白,遂決意造出另一批諸天與更好的秩序,如那些愚昧而虛假的基督徒所編造的寓言那般;相反,祂永遠不變地存在,始終如一、恆然一致,早已知曉當如何、何時、多少、何處、以何種方式造出這整個世界。
For God was never ignorant, nor did he now come to know better [and decide] to make other heavens and a better order [of existence], according to the fable of the foolish and counterfeit Christians; rather, he always exists the same, being in like manner and in the same way, knowing how, and when, and how much, and where, and what sort [of world] he would make the whole world [to be].
1:2580
Ἀλλ' ὅμως προβάλλονται ἡμῖν δῆθεν εὐλόγως τὸ ἀνακύπτον ἐκ τούτου ἄπορον λέγοντες·
然而,他們仍向我們提出由此而生的難題,彷彿此舉合理,說道:
But nevertheless they put forward to us, as though reasonably, the difficulty arising from this, saying:
1:2581
Τί οὖν τὰ ἔμβρυα τελευτῶντα εἰς γνῶσιν Θεοῦ προκόπτουσι, μὴ πεπειραμένα ἡδέων καὶ λυπηρῶν καὶ ἀπεντεῦθεν διδαχθέντα περὶ Θεοῦ; Πρὸς οὓς ἐροῦμεν ὅτι τὸ ἔμβρυον τὸ λογικὸν γευσάμενον, ὡς ἔπος εἰπεῖν, τῆς μητρῴας γαστρόςἀμυδρῶς πως ὡς σύμβολον οὖσα τούτου τοῦ κόσμου ἡ μητρῴα γαστήρ, ἐν ᾗ καὶ θερμότης καὶ ψυχρότης καὶ ξηρότης καὶ ὑγρότης ὑπάρχει, λαμβάνον γνῶσιν ἐν τῇ μελλούσῃ καταστάσει ὑπομιμνῄσκεται καὶ εἰς αἴσθησιν ἔρχεται τῆς μητρῴας γαστρός, ἐν ᾗ πεπείραται μερικῶς καὶ αὐτὸ τῆς τοιαύτης καταστάσεως
「那麼,那些夭折的胎兒,未曾經歷過樂事與苦事、也未曾由此受教關於神之事,如何能在對神的知識上有所長進?」對此我們要回答:理性的胎兒,可以說已嘗過母腹的滋味——母腹隱約地作為這世界的一個象徵,其中兼有熱、冷、乾、濕——這胎兒在將來的秩序中領受知識時,便被提醒,並對母腹產生知覺,因為它自己也曾在那母腹中局部地經歷過這樣一種狀態。
'How, then, do embryos that die advance in the knowledge of God, not having experienced pleasant and painful things and been taught about God from that?' To these we shall reply that the rational embryo, having tasted, so to speak, of the maternal womb — the maternal womb being, in a dim way, as it were a symbol of this world, in which there is both heat and cold and dryness and moisture — [this embryo,] receiving knowledge in the coming order [of existence], is reminded and comes to a perception of the maternal womb, in which it too has had a partial experience of such a condition.
1:2582
Ἔτι δὲ ὁρᾷ καὶ τὰ στοιχεῖα καὶ τὸν σύμπαντα κόσμον ἱστάμενον ὡς διδάσκαλον, καὶ διὰ τῆς τελείας γνώσεως ἀναλογιζόμενον εὐθέως εἰς ἐπίγνωσιν καὶ αὐτὸ ἔρχεται τοῦ παρεληλυθότος βίου, ἐν ταὐτῷ καὶ τῆς ἐπιγνώσεως τοῦ Θεοῦ τοῦ δημιουργήσαντος τὰ πάντα
此外,它也看見諸元素與整個世界如教師般立於面前,並藉著完全的知識,以類比推論,它也立即得以完全認識自己過去的生命,同時也認識那創造萬有的神。
Moreover, it also sees the elements and the whole world standing [before it] as a teacher, and through perfect knowledge, reasoning [by analogy], it too immediately comes to full recognition of its past life, and at the same time also of the recognition of God who created all things.
1:2583
Περὶ δὲ τῆς κρίσεως αὐτῶν, αὐτῷ τῷ Θεῷ παραχωροῦμεν·
但至於對他們的審判,我們將其交託給神自己;
But concerning their judgment, we leave it to God himself;
1:2584
οὐ γὰρ ἐνδέχεται ἡμᾶς εἰδέναι πάντα ἐν τῷδε τῷ βίῳ
因為我們在今生不可能知曉一切。
for it is not possible for us to know everything in this life.
1:2585
Μόνον δὲ λέγομεν, ὡς ἔστι λέγειν, ὅτι μέσα τινά εἰσι, μήτε στεφάνους ληψόμενα, μήτε τιμωρίας ὑπομένοντα, τῆς μὲν γὰρ τιμωρίας ἐλευθερούμενα διὰ τὸ μὴ ἀπολαῦσαι τῶν ἀγαθῶν τοῦ βίου τούτου, τῶν δὲ στεφάνων στερισκόμενα ὡς μὴ καμόντα ἐν τῷδε τῷ βίῳ
我們只能就所能言者說:他們處於某種中間狀態,既不領受冠冕,也不承受懲罰;一方面,他們因未曾享受此生的美善而免於懲罰,另一方面,他們也因未曾在此生勞苦而不得冠冕。
We only say, as far as it is possible to say, that they are something intermediate, neither to receive crowns nor to undergo punishments; for on the one hand they are freed from punishment because they did not enjoy the good things of this life, and on the other hand they are deprived of crowns as not having labored in this life.
1:2586
Εἰ δὲ καὶ τοῦτο εἴποι τις ὅτι ἑκάστου αὐτῶν ὡς ἂν ἐπίσταται ὁ Θεός, εἰ ἐπέμενον ζῶντα, τὴν διαγωγὴν καὶ τὴν πολιτείαν, οὕτως αὐτὰ κρινεῖ, οὐκ ἀποβαλλόμεθα τὸν νοῦν, ἀλλὰ παραχωροῦμεν τοῖς πλέον τι εἰδόσιν
但若有人這樣說:神既知曉他們若存活至今,各人的行為與生活方式將會如何,便照此審判他們,我們並不否棄此見解,只是將此事讓與那些知道得更多的人。
But if someone should also say this, that God, as he knows how each of them would have conducted their life and manner of living had they remained alive, will judge them accordingly, we do not reject this idea, but we yield [the matter] to those who know something more.
← 上一段下一段 →
1

新的原文誦讀上線時通知我

每次有新章節誦讀影片就寄一封信。採雙重確認,隨時可一鍵取消。