📜 Verbum · 聖言
原文誦讀聖經與教父文獻

← 回書卷目次 · 希臘教父 › 以賽亞書註釋

亞歷山大的區利羅

以賽亞書註釋 第 1 章 第 12/65 段

希臘文原文.219 節.部分字詞可點開查義.本章太長已分段,此段為 1:2120–1:2338(全章共 12538 節)

← 上一段下一段 →
1:2120
Καὶ ἔσται παρεμβολὴ αὐτοῦ, ὥστε πληρῶσαι τὰ πλάτη τῆς χώρας σου. Ὅτι παρά γε τὸ εἰωθὸς ἀνθρώποις, ξένη τε καὶ ἀξιάγαστος ἔσται τοῦ Ἐμμανουὴλ γέννησις, διὰ τῆς ἁγίας Παρθένου, καὶ ὅτι πλείστων τε ὅσων καὶ περιφανεστάτων ἀληθῶς θεοσημειῶν ἀποτελεσθήσε- σθαι κατὰ καιροὺς εὖ μάλα διειρηκὼς, ἀποκαλύπτει τῷ προφήτῃ λοιπὸν, καὶ τὴν ἐσομένην κατ' αὐτοῦ τῶν Ἰουδαίων ἀπόνοιαν κατά γε τὸν τῆς ἐνανθρωπή- σεως καιρόν
他的營必大到充滿你地土的寬闊。因為那藉著聖童貞女而成的以馬內利的降生,實在超乎人間的常規,是奇異而極可稱奇的;祂既極清楚地宣告,將有極多且極為顯赫、真正屬神的神蹟要按時成就,於是就進而向先知啟示:在祂成為人的時候,猶太人將要對祂顯出的狂妄。
And his encampment shall be such as to fill the breadth of your land. For contrary indeed to what is customary among men, strange and worthy of all wonder shall be the birth of Emmanuel through the holy Virgin; and having very clearly declared that a great number of most illustrious and truly divine signs would be accomplished in due season, He thereupon reveals also to the prophet the madness of the Jews that would be shown against Him at the time of the incarnation.
1:2121
Ἀφίκετο γεμὴν εἰς τόνδε τὸν κόσμον μονογενὴς τοῦ Θεοῦ Λόγος, ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας, οὐκ ἐμφανῆ τε καὶ ὁρωμένην τὴν τῆς θεο- πρεποῦς ὑπεροχῆς δόξαν ἔχων·
神的獨生道,成了罪身的形狀,來到這世界,並未顯出祂那與神相稱的至高榮耀,使人得見;
The only-begotten Word of God came into this world in the likeness of sinful flesh, not having the glory of His God-befitting supremacy manifest and visible;
1:2122
οὔτε μὴν κατὰ τὸ εἰωθὸς αὐτῷ φῶς οἰκῶν ἀπρόσιτον·
也不像素常那樣,住在人不能靠近的光中;
nor, as was His wont, dwelling in unapproachable light;
1:2123
οὐδὲ ταῖς ἀγ- γελικαῖς δυνάμεσι δορυφορούμενος ἐναργῶς·
也沒有明顯地被眾天使的能力如衛隊般簇擁著;
nor manifestly attended as by a bodyguard by the angelic powers;
1:2124
ἀλλ' οὐδ' ἐν δόξῃ τυχὸν ἐπιγείου βασιλέως·
甚至也沒有一位地上君王般的榮耀;
nay, not even in the glory, it may be, of an earthly king;
1:2125
μετρίως δὲ σφόδρα καὶ ὑφειμένως, καὶ πολὺ λίαν ἀψοφητί
反倒是極其謙卑低微,並且極為沉靜無聲。
but in a very moderate and lowly manner, and with exceedingly great quietness.
1:2126
Καὶ τοῦτο ἡμῖν Θεὸς καὶ Πατὴρ διὰ φωνῆς ἁγίων καταμεμήνυκε λέγων·
這事,父神藉著眾聖徒的口向我們指明,說:
And this God the Father has made known to us through the voice of the saints, saying:
1:2127
Ἰδοὺ συνήσει Παῖς μου ἀγαπητὸς, ἐν ηὐδόκησα·
看哪,我所揀選、我所喜悅的僕人,祂必明達;
Behold My beloved Servant shall understand, in whom I am well pleased;
1:2128
κρίσιν τοῖς ἔθνεσιν ἐξοίσει·
祂要向外邦人施行公理;
He shall bring forth judgement to the nations;
1:2129
οὐκ ἐρίσει, οὐδὲ κραυγάσει, οὐδὲ ἀκουσθήσε- ται ἐν ταῖς πλατείαις φωνὴ αὐτοῦ
祂不爭競,不喧嚷,街上也聽不見祂的聲音。
He shall not strive, nor cry, neither shall His voice be heard in the streets.
1:2130
Κάλαμον συν- τετριμμένον οὐ κατεάξει, καὶ λίνον τυφόμενον οὐ σβέσει. Καὶ τρόπος μὲν οὑτοσὶ τῆς μετὰ σαρκὸς οἰκονομίας τοῦ Μονογενοῦς
壓傷的蘆葦,祂不折斷;將殘的燈火,祂不吹滅。這確實就是那獨生者帶著肉身之救贖安排的樣式。
A bruised reed shall He not break, and smoking flax shall He not quench. And such indeed was the manner of the fleshly dispensation of the Only-begotten.
1:2131
Ἰουδαῖοι γεμὴν οἱ τά- λανες τὸ ἐπ' αὐτῷ μυστήριον, οὐ συνέντες ὅλως ἤγουν ἀνοσίως διωθούμενοι, κατεπεφύοντο δεινῶς, καὶ ἐζήτουν αὐτὸν ἀποκτεῖναι λέγοντες·
但那些可憐的猶太人,或是全然不明白關於祂的奧秘,或是不虔敬地將它推開,就大大狂怒,尋索要殺祂,說:
But the wretched Jews, either not understanding at all the mystery concerning Him, or impiously thrusting it away, raged dreadfully, and sought to kill Him, saying:
1:2132
Προσ- ῆγον μὲν γὰρ τῷ Πιλάτῳ λέγοντες·
他們把祂帶到彼拉多面前,說:
For they brought Him to Pilate, saying:
1:2133
Αἶρε, αἶρε, σταύρωσον αὐτόν. Ἐκείνου δὲ πρὸς ταῦτα μονονουχὶ καταμειδιῶντός τε καὶ λέγοντος·
「除掉祂,除掉祂,把祂釘十字架。」他對這些話幾乎是含笑地回應,說:
Away with Him, away with Him, crucify Him. And when he, in response to these things, all but smiling and saying:
1:2134
Τὸν βασιλέα ὑμῶν σταυρώσω; κατεκεκράγεσαν λέγοντες·
「我可以把你們的王釘十字架嗎?」他們就喊著說:
Shall I crucify your King? they cried out, saying:
1:2135
Οὐκ ἔχο- μεν βασιλέα εἰ μὴ Καίσαρα. Ἄθρει δὴ ὅπως ἠρνή- σαντο μὲν τὸ ὑπ' αὐτοῦ βασιλεύεσθαι, Καίσαρα δὲ καὶ ἀνθρώπους ἐπεγράφοντο βασιλέας
「除了凱撒,我們沒有王。」你且看,他們如何否認受祂的治理,卻擁戴凱撒和世人作他們的王。
We have no king but Caesar. Consider then how they denied being ruled by Him, but enrolled Caesar and men as their kings.
1:2136
Αἰνιγματωδῶς τοιγαροῦν τῷ προφήτῃ Θεὸς αὐτὸ δὴ τοῦτο καθ- ίστησιν ἐναργές
所以神藉著隱謎的方式,把這事向先知說得明明白白。
Enigmatically, therefore, God makes this very thing plain to the prophet.
1:2137
Ἐπειδὴ δὲ προσήκειν ὑπολαμβάνω, καὶ τὸ τοῖς τηνικάδε πράγμασι πρέπουσαν τοῦ λόγου ποιήσασθαι τὴν ἀπόδοσιν·
既然我認為,也應當按著那時的情事,作出與之相稱的經文解釋;
But since I judge it fitting to render also the exposition of the passage suited to the matters of that time;
1:2138
Ἑρμηνεύεται δὲ Σιλωὰμ, ἀπεσταλμένος
「西羅亞」翻出來就是「奉差遣」的意思。
Now Siloam is interpreted, 'sent.'
1:2139
Ἀπεσταλμένος δὲ κατ' ἀλήθειαν Χριστός
而基督才真正是那位奉差遣的。
And Christ is in truth the One sent.
1:2140
Ἀπόστολον γοῦν καὶ Ἀρχιερέα αὐτὸν τῆς ὁμολογίας ἡμῶν καὶ σοφὸς ὀνομάζει Παῦλος
故此,智慧的保羅也稱祂為我們所承認的使徒和大祭司。
Accordingly the wise Paul also names Him the Apostle and High Priest of our confession.
1:2141
Οὐκοῦν ἐπειδήπερ λαὸς οὗτος ἀκαμπὴς καὶ ἐξήνιος, οὐ βούλεται ἔχειν τὸ ὕδωρ τοῦ Σιλωὰμ τὸ πορευόμενον ἡσυχῇ·
所以,既然這硬著頸項、放縱不羈的百姓,不願要那緩緩流動的西羅亞的水;
Therefore, since this stiff-necked and unbridled people is not willing to have the water of Siloam that flows softly;
1:2142
ἀποσείεται γὰρ τὸν ὑπὸ Θεῷ ζυγόν·
因為他們抖落了那在神之下的軛;
for it shakes off the yoke that is under God;
1:2143
ἐπιθυμεῖ δὲ μᾶλλον ὑπὸ τὴν ἀνθρώπων εἶναι βασιλείαν, καὶ κατισχῦσαι μᾶλ- λον αὐτοῦ τοὺς πλεονεκτεῖν ἐθέλοντας, τὸν Ῥαασσὼν, φημὶ, καὶ τὸν Φακεέ·
反倒寧願在人的國權之下,寧願讓那些想要轄制他們的人勝過他們,我是指利汛和比加;
and desires rather to be under the kingdom of men, and that those who wish to lord it over it should prevail over it — I mean Rezin and Pekah;
1:2144
ταύτης ἕνεκα τῆς αἰτίας ἐπ' αὐτοῖς ἀνήσω τὸ ὕδωρ τοῦ ποταμοῦ, τοῦτ' ἔστι, τοῦ Εὐφράτου
為這緣故,我要使大河的水,就是幼發拉底河的水,漫過他們。
for this cause I will bring up against them the water of the river, that is, of the Euphrates.
1:2145
Ἐπειδὴ δὲ ἦν ἀσαφέστερός πως λόγος, προσεπάγει παραχρῆμα, καί φησι, Βασιλέα τῶν Ἀσ- συρίων, καὶ τὴν δόξαν αὐτοῦ·
但既然這話說得有些晦澀,祂就立刻補上說:亞述王和他的一切榮耀;
But since the saying was somewhat too obscure, He straightway adds and says, The king of the Assyrians, and his glory;
1:2146
τοῦτ' ἔστι, τοὺς ὑπ' αὐτῷ πάντας, καὶ ἅπαν ἔθνος τὸ ὑπεστρωκὸς αὐτῷ τὸν αὐχένα
這就是說,凡在他之下的眾人,以及一切向他俯首屈頸的邦國。
that is, all those under him, and every nation that has bowed its neck beneath him.
1:2147
Ὕδατι δὲ παρεικάζει τὰ πλήθη
祂以「水」來比喻眾多的人群。
And by water He likens the multitudes.
1:2148
Καὶ τοῦτο ἔθος τῇ θεοπνεύστῳ Γραφῇ
這在神所默示的聖經中是慣常的用法。
And this is customary to the God-inspired Scripture.
1:2149
Καὶ γοῦν περὶ τῆς Νινευῆ, καὶ τῆς ἐν αὐτῇ ἀναριθμήτου πληθύος, φησὶ διὰ φωνῆς προφητῶν·
因此論到尼尼微和城中那不可勝數的群眾,聖經藉著先知的口說:
And so concerning Nineveh, and the innumerable multitude in it, it says through the voice of the prophets:
1:2150
Καὶ Νινευῆ, ὡς κολυμβήθρα ὑδάτων τὰ ὕδατα αὐτῆς. Ἐπιμένει δὲ τῇ τροπῇ καί φησιν·
「尼尼微自古以來充滿人民,如同聚水的池子。」祂繼續用這比喻說:
And Nineveh, her waters are like a pool of waters. And He continues in the figure and says:
1:2151
Ὡς ἐφ' ὕδατός τε καὶ ποταμοῦ, καὶ ἀναβήσεται ἐπὶ πᾶσαν φάραγγα ὑμῶν, καὶ περιπα- τήσει ἐπὶ πᾶν τεῖχος ὑμῶν, καὶ ἀφελεῖ ἀπὸ τῆς Ἰουδαίας ἄνθρωπον, ὃς δυνήσεται κεφαλὴν ἆραι, δυνατὸν συντελέσασθαί τι
如同大水和江河一般,他必漫過你們一切的溪谷,行過你們一切的城牆,並要從猶太除去那能抬起頭來、或能成就甚麼事的人。
As upon water and a river, and he shall go up over every ravine of yours, and shall walk over every wall of yours, and shall take away from Judaea a man who shall be able to lift up his head, or capable of accomplishing anything.
1:2152
Καὶ ἔσται παρεμβολὴ αὐτοῦ, ὥστε πληρῶσαι τὰ πλάτη τῆς χώρας σου. Ἤχθη δὲ εἰς πέρας ἅπαντα ταυτὶ, προφητεύοντος Ἱερεμίου, ὅτε τῆς Ἰουδαίων χώρας κατεστράτευσεν Ναβουχοδονόσορ·
他的營必大到充滿你地土的寬闊。當耶利米說預言的時候,這一切都成就了,就是尼布甲尼撒進兵攻打猶太地的時候;
And his encampment shall be such as to fill the breadth of your land. And all these things were brought to fulfilment, while Jeremiah prophesied, when Nebuchadnezzar marched against the country of the Jews;
1:2153
καὶ καθεῖλε μὲν τὴν περιβόητον Ἱερουσαλήμ·
他拆毀了那馳名的耶路撒冷;
and he razed the far-famed Jerusalem;
1:2154
κατεμπρήσας δὲ καὶ τὸν ναὸν, καὶ τοὺς τῶν Ἰουδαίων ἐπισήμους ἀπεκτονὼς, ὁμοῦ τοῖς σκεύεσι τοῖς ἱεροῖς τὴν ἄλλην ἅπασαν καὶ ὑπολελειμ-. μένην ἐκ τοῦ πολέμου πληθὺν ἀπεκόμισεν εἰς τὴν ἑαυτοῦ
又焚燒了聖殿,殺了猶太人中的顯貴,並將聖器連同其餘一切戰後所剩的群眾,都擄到他自己的地去。
and having burned down also the temple, and slain the notable men of the Jews, together with the sacred vessels he carried off into his own land all the rest of the multitude that had been left over from the war.
1:2155
Πρόδηλον οὖν ὅτι τοῖς οὐκ ἐθέλουσιν ἔχειν τὸ ὕδωρ τοῦ Σιλωὰμ τὸ πορευόμενον ἡσυχῆ, τοῦτ' ἔστι Χριστὸν, ἤτοι τὴν ὑπὸ Θεῷ βασιλείαν, ἐπιπηδήσει πάντως τῶν νοητῶν Ἀσσυρίων βασιλεὺς, τοῦτ' ἔστιν, Σατανᾶς, καὶ αἰχμαλώτους ἑλὼν, τοῖς ἰδίοις ὑποθήσει ζυγοῖς, καὶ ποιήσει δούλους, ταῖς ἐκ πολυτρόπων ἁμαρτιῶν κατασφίγγων σειραῖς
所以顯而易見,那些不願要那緩緩流動的西羅亞之水,就是不願要基督、或不願要那在神之下之國權的人,那屬靈亞述的王,就是撒但,必定要撲向他們;把他們擄去,置於自己的軛下,使他們作奴僕,用種種罪惡的鎖鏈把他們緊緊捆綁。
It is plain, therefore, that upon those who are unwilling to have the water of Siloam that flows softly — that is, Christ, or the kingdom that is under God — the king of the spiritual Assyrians, that is, Satan, will by all means leap; and having taken them captive, he will place them under his own yokes and make them slaves, binding them fast with the chains of manifold sins.
1:2156
Μεθ' ἡμῶν Θεὸς, γνῶτε ἔθνη, καὶ ἡττᾶσθε·
神與我們同在;列國啊,你們要知道,也要敗亡;
God is with us; know it, O nations, and be overcome;
1:2157
ἐπακούσατε ἕως ἐσχάτου τῆς γῆς·
直到地極的人哪,你們都要側耳而聽;
give ear, even unto the end of the earth;
1:2158
Ἐὰν γὰρ πάλιν ἰσχύσητε, πάλιν ἡττη- θήσεσθε
你們若再度強盛,仍要再度敗亡。
For if again ye grow strong, again shall ye be overcome.
1:2159
Καὶ ἣν ἂν βουλεύσησθε βουλὴν, διασκεδάσει Κύριος·
凡你們所定的謀算,耶和華必使之消散;
And whatsoever counsel ye take counsel, the Lord shall bring it to nought;
1:2160
καὶ λόγον ὃν ἂν λαλή- σητε, οὐ μὴ ἐμμείνῃ·
凡你們所說的話,斷不能成立;
and whatsoever word ye speak, it shall by no means stand;
1:2161
ὅτι μεθ' ἡμῶν Κύριος Θεός. Ἀνασκιρτᾷ τῷ προφήτῃ πρὸς θυμηδίαν νοῦς, ἐπεγνωκότι σαφῶς τὸ Χριστοῦ μυστήριον
因為耶和華神與我們同在。先知的心因喜樂而雀躍,因他清楚地認出了基督的奧秘。
for the Lord God is with us. The prophet's mind leaps up for joy, having clearly recognised the mystery of Christ.
1:2162
Εἶτα τῶν ἁγίων εὐαγγελιστῶν καὶ μέντοι καὶ ἀποστόλων τότε πρόσωπον ὁμοῦ καὶ τὸν λόγον ἀναλαβὼν, Ἕλλησί τε καὶ Ἰουδαίοις μονονουχὶ καὶ διαμαρτύρεται, ὅπλον τοῖς πεποιημένοις αὐτὸν, οὐδὲν ἔσται τὸ ἀντιστατοῦν
接著,他同時擔起眾聖福音書作者、乃至眾使徒的身分和話語,幾乎是鄭重地向希臘人和猶太人作證:對那些以祂為自己所有的人來說,必沒有甚麼能與他們敵對。
Then, taking up at once the person and the word of the holy evangelists and indeed of the apostles, he all but solemnly testifies to Greeks and Jews alike that to those who have made Him their own there shall be nothing to withstand them.
1:2163
Τοῖς μὲν οὖν ἔθνεσι δύο ταῦτα κατορθῶσαι διακε- λεύεται, διαγνῶναί τε τὸ Χριστοῦ μυστήριον, καὶ μὴν ὅτι καὶ ἡττᾶσθαι χρὴ τοῖς διδάσκουσιν αὐτό
於是他吩咐列國要成就這兩件事:一是要清楚認識基督的奧秘,二是他們該當被那傳講此奧秘的人所勝過。
To the nations, then, he enjoins the accomplishing of these two things: to recognise clearly the mystery of Christ, and moreover that they ought to be overcome by those who teach it.
1:2164
Γνῶτε γὰρ, φησὶ, καὶ τὸν ἐν αὐτῷ δέξασθε λόγον, καὶ ἡτ- τήθητε, τοῦτ' ἔστι, παραχωρεῖτε, καὶ μὴ ἀνθίστασθε τοῖς ἁγίοις μυσταγωγοῖς·
他說,你們要知道,並要領受那在祂裡面的道,且要被勝過,這就是說:要退讓,不要抗拒那些引人進入奧秘的聖者;
For know, he says, and receive the word that is in Him, and be overcome — that is, give way, and do not resist the holy initiators into the mysteries;
1:2165
ὑπακούσατε δὲ μᾶλλον αὐ- τοῖς ἕως ἐσχάτου τῆς γῆς, τοῦτ' ἔστιν, οἱ κατὰ πᾶσάν τε πόλιν καὶ χώραν, καὶ μέχρι αὐτῶν τερμά- των τῆς ὑπ' οὐρανόν
反倒要聽從他們,直到地極,這就是說:凡在各城各鄉、直到普天之下最遠疆界的人。
but rather hearken unto them even to the end of the earth — that is, those in every city and country, and even unto the very ends of the world under heaven.
1:2166
Καὶ ταυτὶ μὲν τοῖς Ἑλλήνων στίφεσιν, ὡς ἐκ προσώπου τῶν ἁγίων ἀποστόλων καὶ εὐαγγελιστῶν προφήτης φησίν·
先知就這樣,如同以眾聖使徒和福音書作者的身分,向希臘人的群眾說:
And these things, then, the prophet says to the throngs of the Greeks, as in the person of the holy apostles and evangelists:
1:2167
Ὑμεῖς δὲ, Ἰου-δαῖοι, ἰσχυκότες ἡττᾶσθε
但你們這些猶太人哪,你們雖然得了勝,卻是敗亡了。
But ye, O Jews, though ye have prevailed, are overcome.
1:2168
Ὅσον μὲν γὰρ εἴς γε τὸν ἐνόντα τοῖς Ἰουδαίοις σκοπὸν, κατίσχυσαν τοῦ Χρι- στοῦ, σταυρῷ παραδόντες οἱ δείλαιοι
因為單就猶太人心中所存的那目的而言,這些可憐人是勝過了基督,把祂交去釘了十字架。
For so far indeed as concerns the aim residing in the Jews, they prevailed over Christ, the wretches, having delivered Him to the cross.
1:2169
Πλὴν ἐβουλεύ- σαντο βουλὴν, ἣν οὐ μὴ δύνωνται στῆσαι, κατὰ τὸ γεγραμμένον
然而照經上所記的,他們所定的謀算,是斷不能成立的。
Nevertheless they took counsel a counsel which they can by no means make to stand, according to that which is written.
1:2170
Οὐ γὰρ ἦν δύνασθαι θανάτῳ περιβα- λεῖν τὸν ἀρχηγὸν τῆς ζωῆς
因為那生命的元帥,是不可能被死亡所圍困的。
For it was not possible to encompass with death the Author of life.
1:2171
Οὐκοῦν εἰ καὶ νενομίκατε, φησὶν, ἰσχῦσαι Κυριοκτονήσαντες, ἀλλ' οὖν ἡττήθητε λοιπὸν, καὶ δότε τὸ εὐπειθὲς παραδεξάμενοι τὴν πί- στιν, ἤγουν ἐκεῖνο γινώσκετε, κἂν ὅτι πάλιν ἰσχύσητε μὴ ἀνεχόμενοι τῆς διδασκαλίας, ἀλλ' ἐπιτιμῶντες ἀγρίως τοῖς τὸ Εὐαγγέλιον καταγγέλλουσι, πάλιν ἡτ- τηθήσεσθε κολάζοντι λοιπὸν τῷ Κριτῇ, καὶ τὰς τῆς οὕτω μακρᾶς ἀπονοίας αἰτοῦντι δίκας
所以他說,你們縱然以為藉著殺害主而得了勝,如今卻已然戰敗了。因此當降服,接受信仰而獻上你們順服的心;否則至少要知道這一點:你們若再逞強,不肯忍受教訓,反倒兇暴地斥責那些傳揚福音的人,你們必再度戰敗,因為審判者從此要懲罰你們,並為這如此長久的狂妄索取應得的刑罰。
Therefore, he says, even if you supposed that you prevailed by putting the Lord to death, yet you have now been defeated. So yield, and offer your ready obedience by embracing the faith; or else know this at least: that if you again exert your strength, refusing to bear with the teaching and instead savagely rebuking those who proclaim the Gospel, you will once more be defeated, since the Judge will thereafter chastise you and exact the penalties for so prolonged a madness.
1:2172
Μετὰ γάρ τοι τὸ ἀναβιῶναι Χριστὸν, καὶ ἀνελθεῖν εἰς οὐρανὸν, καὶ αὐτοῖς ἐπεβούλευον τοῖς ἁγίοις ἀποστόλοις·
因為在基督復活並升到天上之後,他們竟仍舊謀害聖使徒們;
For indeed, after Christ had returned to life and ascended into heaven, they still plotted against the holy apostles themselves;
1:2173
καὶ δὴ καὶ εἰσφέροντες ἐν τοῖς συνεδρίοις ἔτυπτον ἐγκαλοῦντες καὶ λέγοντες·
並且把他們帶到公會裡,鞭打他們,控告他們說:
and moreover, bringing them into the councils, they beat them, accusing them and saying:
1:2174
Παραγ- γελίᾳ παρηγγείλαμεν ὑμῖν μὴ λαλεῖν τινι ἐπὶ τῷ ὀνόματι τούτῳ, καὶ ἰδοὺ πεπληρώκατε τὴν Ἱερουσα- λὴμ τῆς διδαχῆς ὑμῶν
「我們曾嚴嚴地吩咐你們,不可奉這名對任何人講論,看哪,你們竟叫你們的教訓充滿了耶路撒冷。」
'We strictly charged you not to speak to anyone in this name, and behold, you have filled Jerusalem with your teaching.'
1:2175
Οὐκοῦν ἔδοξαν μὲν καὶ κατὰ τοῦτο ἰσχύειν, πλὴν ἀνόνητα πάντα αὐτοῖς, καὶ βου- λὴ, καὶ σκέψις, καὶ λόγος·
如此看來,他們在這事上也似乎得勝了;然而他們一切的計謀、籌畫和議論,對他們都是徒然的;
So then, in this too they seemed indeed to prevail; yet all their counsel, deliberation, and reasoning was to no purpose for them;
1:2176
ἐνίκων γὰρ οἱ θεσπέσιοι μαθηταὶ λέγοντες, διότι Μεθ' ἡμῶν Κύριος Θεός
因為那些受神啟示的門徒得了勝,說:「主神與我們同在。」
for the divinely inspired disciples were victorious, saying, 'The Lord God is with us.'
1:2177
Οἱ δὲ πικρὰς ἔξτηνται δίκας, ταῖς Ῥωμαίων στρα-τιαῖς καὶ οὐχ ἑκόντες ἡττώμενοι
但這些人卻付了慘痛的代價,被羅馬的軍隊擊敗,且非出於自願。
But these men have paid a bitter penalty, defeated—and not willingly—by the Roman armies.
1:2178
Τῇ ἰσχυρᾷ χειρὶ ἀπειθοῦσι, τῇ πορείᾳ τῆς ὁδοῦ τοῦ λαοῦ τούτου λέγοντες·
「他們違抗那大能的手,就是這百姓所行之道的路徑」,說著:
'They disobey the strong hand, in the walking of the way of this people,' saying:
1:2179
Πᾶν γὰρ ἐὰν εἴπῃ λαὸς οὗτος, σκληρόν ἐστιν. Ἔφην ὅτι τῶν ἁγίων ἀποστόλων καὶ εὐαγγελιστῶν τὸ πρόσωπον ἑαυτῷ περιτιθεὶς μακάριος προφήτης, ἔθνεσίν τε καὶ Ἰουδαίοις ἡττᾶσθαι Χριστῷ συνεβού- λευσεν, ὑπακοῦσαί τε αὐτῷ καὶ τοὺς μέχρις ἐσχάτων τῆς γῆς
「因為這百姓所說的一切都是難的。」我已說過,那有福的先知既承擔了聖使徒與福音傳道者的身分,就勸告外邦人和猶太人都要被基督所勝服,並勸那直到地極的人也都要順從祂。
'For everything that this people says is hard.' I have said that the blessed prophet, taking upon himself the person of the holy apostles and evangelists, counselled both Gentiles and Jews to be overcome by Christ, and that even those at the ends of the earth should obey him.
1:2180
Εἶτα Θεὸς πρὸς αὐτὸν μονονουχὶ καὶ κατα- θαυμάζων τὴν τοῦ Ἰσραὴλ σκαιότητα καὶ τὸ λίαν ἀμαθὲς, Τῇ ἰσχυρᾷ χειρὶ, φησὶν, ἀπειθοῦσιν
接著神對他說話,幾乎是在驚異以色列的乖僻與其極度的愚昧:「他們違抗,」祂說,「那大能的手。」
Then God speaks to him, all but marveling at Israel's perversity and their exceeding stupidity: 'With the strong hand,' he says, 'they disobey.'
1:2181
Παναλ- κὴς γὰρ, καὶ ἄθραυστος, καὶ πάντα ἰσχύουσα δεξιὰ τοῦ Θεοῦ καὶ Πατρὸς Υἱὸς, δι' οὗ τὰ πάντα, καὶ ἐν τὰ πάντα·
因為神與父的右手是全能的、不可摧毀的、在萬事上有大能的,就是那位子,萬有是藉著祂造的,也是在祂裡面存立的;
For all-powerful, unbreakable, and mighty in all things is the right hand of God the Father—the Son, through whom are all things and in whom are all things;
1:2182
καταργήσας θάνατον, καὶ συντρίψας τὸν Σατανᾶν, καὶ σκυλεύσας τὸν ᾅδην, καὶ ἀφθαρσίαν δωρούμενος τοῖς ὑπὸ φθορὰν, καὶ ἀνακαινίζων τὰ πάντα πρὸς τὸ ἐν ἀρχαῖς
祂廢除了死亡,粉碎了撒但,擄掠了陰間,將不朽賜給那些受敗壞轄制的人,並將萬物更新,使其回復起初的樣式。
who abolished death, and crushed Satan, and despoiled Hades, and bestows incorruption upon those subject to corruption, and renews all things unto their pristine state.
1:2183
Οὕτω καὶ διὰ τῆς τοῦ ψάλ- λοντος φωνῆς οἱ ἐν Χριστῷ σεσωσμένοι φασίν·
照樣,那些在基督裡得救的人也藉著詩人的口說:
So too, through the voice of the psalmist, those who are saved in Christ say:
1:2184
δεξιά σου, Κύριε, δεδόξασται ἐν ἰσχύϊ·
「耶和華啊,你的右手在能力上顯出榮耀;」
'Your right hand, O Lord, is glorified in power;'
1:2185
δεξιά σου χεὶρ, Κύριε, ἔθραυσεν ἐχθρούς. Οὐκοῦν ἀνοσιότητός τε ὁμοῦ, καὶ μὴν καὶ φρενοβλαβείας εἰς τοῦτο διεληλάκασιν, ὡς τῇ ἰσχυρᾷ χειρὶ τῇ σωζούσῃ ῥᾳδίως ἀπειθεῖν ἑλέσθαι, καὶ παρ' οὐδὲν ἡγεῖσθαι τὸ πρᾶγμα
「耶和華啊,你的右手擊碎了仇敵。」因此他們竟達到如此地步,既不虔又心思狂亂,以致甘願輕易違抗那大能施救的手,並將此事視為無關緊要。
'Your right hand, O Lord, has shattered the enemies.' Therefore they have advanced to such a pitch of both impiety and madness of mind that they chose readily to disobey the strong, saving hand, and to reckon the matter as nothing.
1:2186
Ἀπειθοῦσι δὲ ὁμοίως τῇ πορείᾳ τοῦ λαοῦ τούτου, φησίν·
「他們也照樣違抗這百姓的行程,」祂說;
'And they likewise disobey the walking of this people,' he says;
1:2187
οὗ τὸ πρόσωπον ἀναλαβὼν ἔφασκεν εὐθύς·
他隨即承擔了這百姓的身分而說:
whose person he took up when he said forthwith:
1:2188
Ὁποία δέ τίς ἐστιν πορεία τοῦ λαοῦ; Τῶν ἐχόντων τὸν Ἐμμανουὴλ πίστις εἰς αὐτὸν, εὐαγγελικὴ πολιτεία, παρεωραμένης τῆς ἐν νόμῳ καὶ ὡς ἐν σκιαῖς
但這百姓的行程究竟是何等的呢?就是那些擁有以馬內利之人對祂所存的信心,是那福音的生活方式,一旦律法中如同影兒般的事被撇棄之後。
But what sort of thing is the walking of the people? It is the faith in him held by those who possess Emmanuel, the evangelical manner of life, once that which was in the Law and, as it were, in shadows has been set aside.
1:2189
Ἀπειθοῦσι δὲ τῇ πορείᾳ τοῦ λαοῦ τού- του λέγοντες·
但他們違抗這百姓的行程,說:
But they disobey the walking of this people, saying:
1:2190
Πᾶν γὰρ ἐὰν εἴπῃ λαὸς οὗτος, σκληρόν ἐστι
「因為這百姓所說的一切都是難的。」
'For everything that this people says is hard.'
1:2191
Σκληρὸν γὰρ εἶναί πως τοῖς Ἰουδαίοις ἐδόκει τῶν ἁγίων ἀποστόλων λόγος, ὅτι περιστέλλοντες ὡς ἐν καιρῷ τῷ δέοντι τὴν σκιὰν, ζῇν οὐκ εἴων κατὰ τὸν Μωσέως νόμον, εὐαγγελικῶς δὲ μᾶλλον καὶ πνευματικῶς
因為聖使徒的話對猶太人而言似乎是難的,因為他們既在合宜的時候將影兒收起,就不容許他們照摩西的律法而活,倒要照福音與屬靈的方式而活。
For the word of the holy apostles somehow seemed hard to the Jews, because, folding away the shadow as at the fitting time, they would not permit them to live according to the Law of Moses, but rather in an evangelical and spiritual manner.
1:2192
Τὸν δὲ φόβον αὐτῶν οὐ μὴ φοβηθῆτε, οὐδ' οὐ μὴ ταραχθῆτε, Κύριον αὐτὸν ἁγιάσατε, καὶ αὐτὸς ἔσται σοι φόβος
「但你們不要怕他們所怕的,也不要驚惶;只要尊主為聖,祂便要作你們所當敬畏的。」
'But you shall not fear their fear, nor shall you be troubled; the Lord himself sanctify, and he shall be your fear.'
1:2193
Καὶ ἐὰν ἐπ' αὐτῷ πεποιθὼς ᾖς, ἔσται σοι εἰς ἁγίασμα, καὶ οὐχ ὡς λίθου προσ- κόμματι συναντήσετε αὐτῷ, οὐδ' ὡς πέτρας πτώ- ματι. Προαιτιασάμενος τοὺς ἐξ Ἰσραὴλ ὡς ἀπειθεῖν ἑλο- μένους τῇ πορείᾳ τοῦ λαοῦ, τοῦ ἐν Χριστῷ δῆλον ὅτι, καὶ ταῖς τῶν ἁγίων ἀποστόλων μυσταγωγίαις, μεθ- ίστησι πρὸς αὐτοὺς τὸν τῆς παρακλήσεως λόγον, καὶ ἄθραυστον αὐτοῖς ἐνεργάζεται νοῦν, μὴ δὴ χρῆναι λέγων δεδιέναι τοὺς ἀπειθοῦντας αὐτοῖς, μήτε μὴν ὅλως τὸν ἐκ τῆς ἐκείνων σκαιότητος εἰσδέχεσθαι θό- ρυβον·
祂先前既指控以色列人,說他們揀選了違抗這百姓的行程——顯然就是那在基督裡的行程,以及聖使徒的奧秘教導——如今便將安慰的話語轉向他們,在他們裡面造就一顆不可動搖的心,說他們不必懼怕那些違抗他們的人,也絕不要接納因那些人的乖僻而生的騷擾;
'And if you are trusting in him, he shall be to you for a sanctuary, and you shall not encounter him as at a stumbling-stone, nor as at a fall of rock.' Having first accused those of Israel as having chosen to disobey the walking of the people—plainly the walking that is in Christ, and the mystagogies of the holy apostles—he now transfers to them the word of comfort, and works in them an unbroken mind, saying that they must not fear those who disobey them, nor at all admit the uproar arising from those men's perversity;
1:2194
κατανεα- νιεύεσθαι τῶν ἐχθρῶν·
要勇敢地挺身抵擋他們的仇敵;
to bear themselves boldly against their enemies;
1:2195
εὖ εἰδότας ὅτι καὶ ὅπλον αὐ- τοῖς ἔσται, καὶ πύργος ἰσχύος, καὶ κατακρατήσου- σιν εὐκόλως τῶν ἀνθεστηκότων
深知祂必作他們的兵器與堅固的高臺,並且他們必輕易勝過那些起來抵擋的人。
knowing full well that he will be to them both a weapon and a tower of strength, and that they will easily overpower those who set themselves in opposition.
1:2196
Τὸν δὲ φόβον αὐτῶν οὐ μὴ φοβηθῆτε, οὐδὲ ταραχθῆτε
「但你們不要怕他們所怕的,也不要驚惶。」
'But you shall not fear their fear, nor be troubled.'
1:2197
Εἰ δὲ δή τις βούλοιτο ταῖς τῶν προκειμένων ἐννοίαις ἰσχνὸν ἐνιέναι τὸν νοῦν, καὶ καθ' ἕτερον αὐτὸ νοήσει. τρόπον
但若有人願意將精細的心思用於眼前這些話的含義上,他也可以用另一種方式來理解它。
But if anyone should wish to apply a subtle mind to the meanings of what lies before us, he will understand it in another manner as well.
1:2198
Ἰουδαῖοι μὲν γὰρ ἐδεδίεσαν οὐ μικρῶς μὴ ἄρα πως Θεῷ προσκρούσειαν, διωθού- μενοι μὲν τῆς ἐν νόμῳ πολιτείας τὴν ὁδόν·
因為猶太人甚是懼怕,唯恐他們把律法中生活方式的道路推開,會以某種方式觸犯了神;
For the Jews were not a little afraid lest they should somehow give offense to God by thrusting aside the way of the manner of life in the Law;
1:2199
προσιέ- μενοι δὲ τοῦ Σωτῆρος τὸν λόγον ἀφιστάντος τῶν τύ- πων, καὶ παρ' οὐδὲν ἡγεῖσθαι προστάττοντος τὴν σκιάν
然而卻接受了救主的話語,就是那將他們從預表中引開的話,並吩咐他們把影兒視為無關緊要的話。
yet accepting the word of the Savior that draws them away from the types, and that commands them to reckon the shadow as nothing.
1:2200
Καὶ γοῦν ἔφασκον περὶ αὐτοῦ·
他們果然論到祂說:
And indeed they said concerning him:
1:2201
Εἰ οὖν οὗτος ἄνθρωπος παρὰ Θεοῦ, οὐκ ἂν ἔλυε τὸ Σάββατον. Ὅτι τοίνυν εἰ καὶ ἧσαν ἐξ Ἰουδαίων οἱ θεσπέσιοι μαθηταὶ, παραιτεῖσθαι χρῆν αὐτοὺς τὸν τῶν ἀπει- θούντων φόβον, δεδιότων, ὡς ἔφην, προσκροῦσαι τῷ νόμῳ, διά γε τοῦ ζῇν ἑλέσθαι μᾶλλον εὐαγγελικῶς, παρεγγυᾷ λέγων·
「這個人若是從神來的,就不會犯安息日。」所以,那些受神啟示的門徒縱然出於猶太人,他們卻必須撇下對那些違抗之人的懼怕——那些人如我所說,是懼怕觸犯律法——反倒揀選照福音而活,因此祂勸勉他們說:
'If then this man were from God, he would not break the Sabbath.' Therefore, seeing that, even though the divinely inspired disciples were of the Jews, they had to put away the fear of those who disobeyed—who feared, as I said, to offend against the Law—by rather choosing to live evangelically, he exhorts them, saying:
1:2202
Τὸν δὲ φόβον αὐτῶν οὐ μὴ φοβη- θῆτε, οὐδ' οὐ μὴ ταραχθῆτε·
「但你們不要怕他們所怕的,也不要驚惶;」
'But you shall not fear their fear, nor shall you be troubled;'
1:2203
ἁγιαζέσθω δὲ μᾶλλον, φησὶ, παρ' ὑμῶν τῆς δόξης Κύριος, τοῦτ' ἔστιν, Χριστὸς, καὶ τιμάσθω τῇ πίστει, καὶ φοβερὸς ἔστω παρ' ὑμῖν
他說,倒要叫那榮耀的主——就是基督——被你們尊為聖,並要以信心尊崇祂,使祂在你們中間成為所當敬畏的。
but rather let the Lord of glory—that is, Christ—be sanctified by you, he says, and let him be honored by faith, and let him be an object of fear among you.
1:2204
Ἔσται γὰρ οὕτως ὑμῖν ἁγίασμα, καὶ οὐχ ὡς λίθου προσκόμματι συναντήσετε αὐτῷ, οὐδὲ ὡς πέτρας πτώματι
「因為這樣祂便要作你們的聖所,你們也不至遇見祂如同絆腳石,也不至如同磐石的跌倒。」
'For thus he shall be to you a sanctuary, and you shall not encounter him as at a stumbling-stone, nor as at a fall of rock.'
1:2205
Πρῶτον μὲν γὰρ, ἁγιάσει, φησὶν, ὑμᾶς τοὺς πιστεύοντας, καὶ μετόχους ἀποφανεῖ τῆς θείας αὐτοῦ φύσεως διὰ τοῦ ἁγίου Πνεύματος·
他說,因為祂首先要使你們這些信的人成聖,並藉著聖靈使你們成為祂神聖本性的分享者;
For first, he says, he will sanctify you who believe, and will make you partakers of his divine nature through the Holy Spirit;
1:2206
κερδανεῖτε δὲ πρὸς τούτῳ, τὸ μήτε ὡς λίθῳ, μήτε μὴν ὡς πέτρᾳ σκαν- δάλου περιπεσεῖν
此外你們還要得著這益處,就是不至陷入任何絆跌,既不像撞在石頭上,也不像撞在使人跌倒的磐石上。
and in addition to this you will gain the benefit of falling into no stumbling, neither as against a stone, nor as against a rock of offense.
1:2207
δὴ καὶ πεπόνθασιν οἱ τάλανες Ἰουδαῖοι διὰ πολλὴν ἄγαν ἀμαθίαν λέγοντες·
這正是那可憐的猶太人因其極大的無知所遭受的,他們說:
Which very thing the wretched Jews have indeed suffered, through their exceeding great ignorance, saying:
1:2208
Ἡμεῖς οἴδαμεν ὅτι Μωσῆ λελάληκεν Θεός·
「我們知道神曾對摩西說話;」
'We know that God has spoken to Moses;'
1:2209
τοῦτον δὲ οὐκ οἴδαμεν πόθεν ἐστίν. Οὐκοῦν ἐπειδήπερ οὔτε ἡγίασαν αὐτὸν, οὔτε μὴν ἤθελον ἐπ' αὐτῷ πεποιθέναι, μεμενήκασι μὲν ἁγιασμοῦ παντελῶς ἀμέτοχοι, προσπταί- σαντες δὲ ὡς λίθῳ πεπτώκασι, καὶ ἐν παντὶ γεγόνασι κακῷ
「至於這個人,我們不知道他是從哪裡來的。」所以,既然他們既不尊祂為聖,也不肯信靠祂,他們便完全無分於成聖,反倒如同撞在石頭上而跌倒了,並陷入各樣的災禍之中。
'but as for this man, we do not know where he is from.' Therefore, inasmuch as they neither sanctified him nor were willing to trust in him, they have remained wholly without share of sanctification, and, stumbling as against a stone, they have fallen, and have come to be in every evil.
1:2210
Ο δὲ οἶκος Ἰακὼβ ἐν παγίδι, καὶ ἐν κοιλάσματι ἐγκαθήμενοι ἐν Ἱερουσαλήμ·
「但雅各家陷在網羅裡,坐在耶路撒冷的深坑之中;」
'But the house of Jacob are in a snare, and sitting in a hollow in Jerusalem;'
1:2211
διὰ τοῦτο ἀδυνατήσου- σιν ἐν αὐτοῖς πολλοὶ, καὶ πεσοῦνται καὶ συντριβή- σονται, καὶ ἐγγιοῦσιν, καὶ ἁλώσονται ἄνθρωποι ἐν ἀσφαλείᾳ ὄντες
「因此他們中間有許多人必無力,並且跌倒破碎,又必臨近而被擄,就是那些自以為安穩的人。」
'therefore many among them shall be powerless, and shall fall and be broken in pieces, and shall draw near and be taken captive, men who are in security.'
1:2212
Τότε φανεροὶ ἔσονται οἱ σφραγιζό- μενοι τὸν νόμον τοῦ μὴ μαθεῖν
「那時,那些封住律法以致不肯學習的人必顯露出來。」
'Then those shall be made manifest who seal up the Law so as not to learn.'
1:2213
σοφὸς ἔφη Παροιμιαστής·
那智慧的箴言作者說:
The wise composer of Proverbs said:
1:2214
Υἱὲ, μὴ ζηλούτω καρδία σου ἁμαρτωλοὺς, ἀλλ' ἐν φόβῳ Κυρίου ἴσθι ὅλην τὴν ἡμέραν. Πρέποι γὰρ ἂν τούς γε ἀληθῶς ἀρτίφρονας, μὴ τῆς τῶν φαύλων σκαιότητος, ἀλλὰ τῆς τῶν ἀγαθῶν ἐπιεικείας γενέσθαι μιμητάς
「我兒,你的心不要嫉妒罪人,只要終日敬畏耶和華。」因為那些真正心思端正的人,理當效法的不是惡人的乖僻,乃是善人的溫良公正。
'My son, let not your heart envy sinners, but be in the fear of the Lord all the day long.' For it would befit those who are truly right-minded to become imitators, not of the perversity of the base, but of the fair-mindedness of the good.
1:2215
Οὐκ- οῦν ἐπειδήπερ τοῖς ἁγίοις συνεβούλευε μαθηταῖς, ἁγίασμα μὲν ποιεῖσθαι Χριστὸν, πεποιθέναι δὲ μᾶλ- λον ἐπ' αὐτῷ, καὶ τὰς τῶν διωκόντων ἀπονοίας ἡγεῖ- σθαι μηδὲν, προσεπήγαγεν ἀναγκαίως, ὅσα τε καὶ οἷα τοῖς ἀπειθεῖν ᾑρημένοις συμβήσεται βλάβη
所以,祂既勸告聖門徒以基督為他們的聖所,並要信靠祂,把逼迫者的狂妄視為無有,便必然接著說明,那些揀選違抗的人將要遭受何等之多、何等樣式的禍害。
Therefore, since he had counselled the holy disciples to make Christ their sanctuary, and rather to trust in him, and to reckon as nothing the madness of the persecutors, he necessarily added how much and what kind of harm will befall those who have chosen to disobey.
1:2216
γὰρ οἶκος, φησὶ, τοῦ Ἰακὼβ, τοῦτ' ἔστιν, Ἰουδαῖοι, πλεί-στην τε ὅσην καὶ ἀκατάληκτον τὴν κατὰ Χριστοῦ νοσοῦντες ἀπόνοιαν, ἔσονται προσεοικότες τοῖς ἐν πα- γίδι γεγονόσιν, καὶ τεθηρευμένοις εἰς ὄλεθρον
他說,因為雅各家——就是猶太人——既患了極大而不止息、敵擋基督的狂病,就必像那些落入網羅、被獵取以致滅亡的人;
For the house of Jacob, he says—that is, the Jews—being sick with an exceedingly great and unceasing madness against Christ, will be like those who have fallen into a snare and been hunted down to destruction;
1:2217
καὶ τοῖς ἐν κοιλάσμασι, τοῦτ' ἔστι, τοῖς εἰς βόθρον ὠλι- σθηκόσιν
或者也像那些陷在深坑中的人——就是那些滑跌落入陷坑的人。
or also like those in the hollows—that is, those who have slipped into a pit.
1:2218
Ταύτης τε ἕνεκα τῆς αἰτίας ἀδυνατήσουσιν ἐν αὐτοῖς πολλοὶ, καὶ πεσοῦνται, καὶ συντριβήσονται, καὶ ἐγγιοῦσιν, τοῦτ' ἔστιν, ἐγγὺς ἔσονται καὶ οὐ μα- κρὰν τοῦ κατασίνεσθαι πεφυκότος
因這緣故,他們中間有許多人必無力,並且跌倒破碎,又必臨近——就是說,他們必臨近那按其本性能致人於毀壞的事,而不遠離。
And for this cause many among them shall be powerless, and shall fall, and be broken in pieces, and shall draw near—that is, they shall be near and not far from that which is by nature ruinous.
1:2219
Ἔσονται γὰρ ἀν- ίσχυες καὶ συντετριμμένοι, καὶ τοῖς πολεμοῦσιν ἁλώ- σιμοι
因為他們必軟弱無力、破碎不堪,並且成為那些與他們爭戰之人的擄物。
For they shall be strengthless and shattered, and easy prey to those who war against them.
1:2220
Καὶ τοῦτο ἦν ἄρα τὸ διὰ φωνῆς προφήτου περὶ αὐτῶν εἰρημένον ὑπὸ Θεοῦ
這正是神藉著先知的口論到他們所說的話:
And this, indeed, was what was spoken concerning them by God through the voice of the prophet:
1:2221
Ἰδοὺ ἐγὼ δίδωμι ἐπὶ τὸν λαὸν τοῦτον ἀσθένειαν·
「看哪,我要使軟弱臨到這百姓;」
'Behold, I give upon this people weakness;'
1:2222
καὶ ἀσθενήσουσιν ἐν αὐ-. τοῖς πατέρες καὶ υἱοὶ ἅμα
「在他們中間,父親和兒子必一同軟弱。」
'and among them fathers and sons together shall be weak.'
1:2223
Γείτων καὶ πλησίον αὐτοῦ ἀπολοῦνται·
「鄰舍和挨近他的人必一同滅亡;」
'Neighbor and the one near him shall perish;'
1:2224
καίτοι τῶν ἐν Χριστῷ κεκλημένων εἰς ἁγιασμὸν οὐχ ὧδε ἐχόντων
然而那些在基督裡蒙召得以成聖的人,情形卻不是這樣。
and yet it is not thus with those who in Christ are called to sanctification.
1:2225
Ἰσχὺς γὰρ αὐτῶν καὶ ὕμνησις Κύριος, κατὰ τὸ γεγραμμένον
因為照著所寫的,主是他們的力量與讚美的詩歌。
For the Lord is their strength and their song of praise, according to what is written.
1:2226
Καὶ πι- στώσεται λέγων θεσπέσιος Παῦλος·
那受神啟示的保羅也證實這事說:
And the divinely inspired Paul confirms this, saying:
1:2227
Πάντα ἰσχύω ἐν τῷ ἐνδυναμοῦντί με Χριστῷ. Ἁλώσονται τοίνυν οἱ ἀπιστοῦντες, φησὶν, ἄνθρωποι ἐν ἀσφαλείᾳ ὄντες
「我靠著那加給我力量的基督,凡事都能做。」所以他說,那些不信的人,雖然自以為安穩,卻必被擄。
'I can do all things through Christ who strengthens me.' Therefore, he says, those men who are unbelieving, though they are in security, shall be taken captive.
1:2228
Ὅσον μὲν γὰρ ἧκεν εἰς τὴν ἄνωθεν ἐπικουρίαν τὴν ὑπάρξασαν ἀεὶ τοῖς ἐξ Ἰσραὴλ, ἀνάλωτοί τινες ἦσαν, καὶ δυσκαταμάχητοι τοῖς ἐχθροῖς, ὁρατοῖς τε καὶ ἀοράτοις
因為就那自古以來一直臨到以色列人身上、來自上頭的幫助而言,他們原是如同不可被擄的,並且是那些仇敵——無論是可見的還是不可見的——難以戰勝的。
For as far as concerned the help from above that had ever belonged to those of Israel, they were as it were uncapturable and hard for their enemies—both visible and invisible—to overcome.
1:2229
Ἔφη γάρ που Θεὸς περὶ τῆς Ἱερουσαλήμ·
因為神在某處論到耶路撒冷說:
For God said somewhere concerning Jerusalem:
1:2230
κυκλόθεν, καὶ εἰς δόξαν ἔσομαι ἐν μέσῳ αὐτῆς. Ἐπειδὴ δὲ προσκεκρούκασιν ἐμπαροινοῦντες Χριστῷ, πάσης ἀσφαλείας ἔρημοι, νοητῆς τε καὶ αἰσθητῆς διατελοῦσιν ἐν κόσμῳ
「我要在她四圍作火,並在她中間顯出榮耀。」但既然他們醉狂地凌辱基督而觸犯了神,他們便在這世上繼續生活,喪失了一切的保障,無論是屬靈的還是可感知的。
'round about, and I will be for glory in the midst of her.' But since they gave offense by their drunken insolence against Christ, they continue in the world bereft of all security, both spiritual and perceptible.
1:2231
Μεταπεφοίτηκε γὰρ εἰς ἑτέ- ρους, τοῦτ' ἔστι, τοὺς ἐξ ἐθνῶν τοῦ σώζοντος χάρις
因為那位施救之主的恩典已經轉移到別人身上——就是轉到那些出於外邦的人身上。
For the grace of the one who saves has passed over to others—that is, to those of the Gentiles.
1:2232
Ἔσονται δὲ τότε, φησὶν, φανεροὶ, οἱ σφραγιζόμενοι τὸν νόμον τοῦ μὴ μαθεῖν. Καὶ τίνες ἂν εἶεν οὗτοι πάλιν; Οἱ ἐν Χριστῷ δηλονότι δεδικαιωμένοι τε καὶ ἡγιασμένοι διὰ τοῦ Πνεύματος·
他說:「但那時,那些封住律法以致不肯學習的人必顯露出來。」這些人又會是誰呢?顯然就是那些在基督裡藉著聖靈得稱義並成聖的人;
'But then,' he says, 'those shall be made manifest who seal up the Law so as not to learn.' And who again might these be? Plainly those who in Christ have been justified and sanctified through the Spirit;
1:2233
οἷς ἂν ἁρμόσειεν εἰ- πεῖν·
對這些人正合宜地可以說:
to whom it would be fitting to say:
1:2234
Ἐσημειώθη ἐφ' ἡμᾶς τὸ φῶς τοῦ προσώπου σου, Κύριε. Εἰκὼν μὲν γὰρ καὶ ὁμοίωσις καὶ οἱονεὶ πρόσωπον τοῦ Θεοῦ καὶ Πατρὸς Υἱός
「耶和華啊,你臉上的光已印記在我們身上。」因為神與父的形像、樣式,可說就是祂的面容,乃是那位子。
'The light of your countenance has been marked upon us, O Lord.' For the image and likeness and, as it were, the countenance of God the Father, is the Son.
1:2235
Φῶς δὲ τὸ ἐξ αὐτοῦ πεμπόμενον εἰς ἡμᾶς τὸ Πνεῦμα τὸ ἅγιον, δι' οὗ κατεσφραγίσμεθα πρὸς εἰκόνα τὴν πρώτην ἀναμορ- φούμενοι δι' ἁγιασμοῦ
但那從祂發出、進入我們裡面的光,就是聖靈,我們藉著祂受了印記,藉著成聖被重新塑造,回復到起初的形像。
But the light sent from him into us is the Holy Spirit, through whom we have been sealed, being formed anew unto the first image through sanctification.
1:2236
Πεποιήμεθα γὰρ κατ' εἰκόνα καὶ ὁμοίωσιν τοῦ κτίσαντος Θεοῦ
因為我們是照著那創造我們之神的形像和樣式而受造的。
For we have been made according to the image and likeness of God who created us.
1:2237
Ἔσονται τοίνυν φανεροὶ, φησὶ, τοῦτ' ἔστιν, ἐπίσημοι καὶ Θεῷ γνωρι- μώτατοι, καὶ διαπρεπεῖς ἐν κόσμῳ·
他說,所以他們必顯露出來——就是說,他們必卓然出眾,為神所最深知,並在世上顯赫——
Therefore they shall be manifest, he says—that is, distinguished and most well-known to God, and eminent in the world—
1:2238
οἱ τῷ ἁγίῳ κατα- σφραγιζόμενοι Πνεύματι, τοῦ μὴ μαθεῖν τὸν νόμον
就是那些受聖靈印記的人,以致不再學習那律法。
those who are sealed by the Holy Spirit, so as not to learn the Law.
1:2239
Ἆρ' οὖν ἀφεξόμεθα τῶν νομικῶν ἀναγνωσμάτων; Καίτοι πῶς οὐκ ἀμαθὲς τὸ ὧδε νοεῖν, Χριστοῦ λέ- γοντος ἐναργῶς·
那麼,我們就要撇棄律法書的誦讀嗎?然而,既然基督明明地說話,如此理解豈不是愚昧的嗎:
Shall we then abstain from the readings of the Law? And yet how is it not ignorant to understand it in this way, when Christ says plainly:
1:2240
τό γε μὴν οὕτως εἰδέναι, φευκτὸν, ὥστε καὶ ζῇν ἑλέσθαι νομι- κῶς, ἤγουν Ἰουδαϊκῶς
然而,以那樣的方式去認識它,卻是當避免的——就是說,以致揀選照律法而活,也就是照猶太人的方式而活。
to know it in such a way, however, is to be avoided—namely, so as to choose to live according to the Law, that is, in a Jewish manner.
1:2241
Οὐ γάρ τοι βοῦς ἱερεύσομεν, οὔτε μὴν ταῖς δι' αἱμάτων θυσίαις τιμήσομεν τὸν τῶν ὅλων Θεόν
因為我們不再宰殺公牛獻祭,也不再以流血的祭物來尊崇萬有的神。
For we shall not sacrifice oxen, nor shall we honour the God of the universe with sacrifices offered through blood.
1:2242
Πνευματικὴν δὲ μᾶλλον προσκομιοῦμεν αὐτῷ λατρείαν εἰς ὀσμὴν εὐωδίας
我們反倒要向祂獻上屬靈的敬拜,作為馨香之氣。
Rather, we shall bring to Him a spiritual worship, as a fragrance of sweet savour.
1:2243
Πνεῦμα Θεὸς, καὶ τοὺς προσκυνοῦντας αὐ- τὸν ἐν πνεύματι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν. Ὅτι δὲ τοῖς τῷ ἁγίῳ Πνεύματι κατεσφραγισμένοις εἰς καινότητα ζωῆς, ζημία πολλὴ τὸ θέλειν ἔτι πολι- τεύεσθαί τε καὶ ζῇν Ἰουδαϊκῶς, ἤτοι κατὰ τὴν τοῦ νόμου σκιὰν, πιστώσεται λέγων μακάριος Παῦλος τοῖς μετὰ τὴν πίστιν ἀνόπιν ὥσπερ ἰοῦσιν, εἰς λατρείαν τὴν ἐν σκιαῖς·
神是靈,敬拜祂的必須在心靈和真理中敬拜。而對於那些已被聖靈印記歸入新生命的人來說,若仍想按猶太人的方式行事度日,即按律法的影兒生活,乃是極大的損失;蒙福的保羅堅定地證實此事,對那些信主之後彷彿又倒退回到影兒中之敬拜的人說:
God is Spirit, and they that worship Him must worship Him in spirit and in truth. And that for those who have been sealed by the Holy Spirit unto newness of life it is a great loss still to desire to live and conduct themselves after the manner of the Jews, that is, according to the shadow of the Law, the blessed Paul confirms, saying to those who after their faith turn back, as it were, to a worship that lies in shadows:
1:2244
Ἐναρξάμενοι πνεύματι, νῦν σαρκὶ ἐπιτελεῖσθε. Καὶ πάλιν·
你們既靠聖靈入門,如今還靠肉體成全嗎?又說:
Having begun in the Spirit, are ye now made perfect in the flesh? And again:
1:2245
Λέγω δὲ ὑμῖν, ὅτι ἐὰν περιτέμνησθε, Χριστὸς ὑμᾶς οὐδὲν ὠφελήσει
我告訴你們,你們若受割禮,基督就與你們無益了。
But I say unto you, that if ye be circumcised, Christ shall profit you nothing.
1:2246
Ἀπηλλοτριώθητε; ἀπὸ Χριστοῦ, οἵ τινες ἐν νόμῳ βιοῦτε, τῆς χάριτος ἐξεπέσατε
你們這要靠律法生活的人,是與基督隔絕了,從恩典中墜落了。
Ye are estranged from Christ, whosoever of you live by the Law; ye are fallen from grace.
1:2247
Ἡμεῖς γὰρ διὰ πίστεως ἐλπίδα δικαιοσύνης ἀπεκδεχόμεθα. Καὶ ἐρεῖ·
我們藉著信,等候所盼望的義。他還要說:
For we through faith await the hope of righteousness. And he will say:
1:2248
Μενῶ τὸν Θεὸν ἀποστρέψαντα τὸ πρόσωπον αὐτοῦ ἀπὸ τοῦ οἴκου Ἰακὼβ, καὶ πε- ποιθὼς ἔσομαι ἐπ' αὐτῷ.. Ὅτι πολὺ πρόσεστι τοῖς ἐν Χριστῷ τὸ εὐήνιον, καὶ διὰ τούτων ἡμᾶς προφήτης πειρᾶται πληροφορεῖν
我要等候那向雅各家轉臉不顧的神,並要倚靠祂。因為在基督裡的人多有溫順受教之心,先知便藉這些話努力使我們得著確據。
I will wait for the God who has turned away His face from the house of Jacob, and I will put my trust in Him. And because there is much docility in those who are in Christ, through these words the prophet endeavours to give us full assurance.
1:2249
Προσεπεφώνει μὲν γὰρ αὐτοῖς τῶν ὅλων Θεὸς περὶ τοῦ Ἐμμανουήλ·
因為萬有的神向他們宣告論到以馬內利說:
For the God of the universe proclaimed to them concerning Emmanuel:
1:2250
Κύριον αὐτὸν ἁγιάσατε, καὶ αὐτὸς ἔσται σου φόβος
你們當尊祂為主,尊祂為聖,祂必作你們所當敬畏的。
Sanctify Him as Lord, and He shall be thy fear.
1:2251
Καὶ ἐὰν ἐπ' αὐτῷ πεποιθὼς ᾖς, ἔσται σοι εἰς ἁγίασμα
你若倚靠祂,祂必作你的聖所。
And if thou put thy trust in Him, He shall be to thee a sanctuary.
1:2252
Οἱ δὲ καὶ λίαν ἀσμένως τὸν τῆς εἰς τοῦτο μυσταγωγίας προσηκάμενοι λόγον, μελλησμοῦ δίχα παντὸς ὑπισχνοῦνταί τε τὸ εὐπειθὲς, καὶ πᾶσαν ἐπ' αὐτῷ θέμενοι τὴν ἐλπίδα φασί·
但有些人極其歡喜地領受了引人進入這奧祕之教導的話語,毫不遲疑地應許甘心順服,並將全部盼望都寄託在祂身上,說:
But some, having most gladly received the word of the mystagogy that leads to this, without any hesitation promise their ready obedience, and setting all their hope upon Him, they say:
1:2253
Ὑπομένων ὑπ- έμεινα τὸν Κύριον, καὶ προσέσχε μοι. Ὑπομένει δὲ τὸν Κύριον, τὰ αὐτῷ δοκοῦντα φρονεῖν ᾑρημένος, καὶ τοῖς αὐτοῦ νεύμασι κατακολουθῶν, ἥδιστά τε λίαν τοὺς ὑπὲρ τῆς εἰς αὐτὸν εὐσεβείας ὑπομένων ἀγῶνας
我曾耐心等候耶和華,祂就俯就我。凡揀選了要思念祂所看為善之事、順從祂旨意示意的人,就是在等候主,並極其甘心地忍受為敬虔敬拜祂而有的爭戰。
I waited patiently for the Lord, and He inclined unto me. Now he waits for the Lord who has chosen to think the things that seem good to Him, and who follows His beckonings, most gladly enduring the struggles undertaken for godliness toward Him.
1:2254
Πρὸς γάρ τοι τοῦτο αὐτοὺς διὰ τῆς τοῦ ψάλ- λοντος φωνῆς παροτρύνει τὸ Πνεῦμα λέγον·
因為聖靈正是為此,藉著詩人的口鼓勵他們說:
For to this very end the Spirit urges them on through the voice of the Psalmist, saying:
1:2255
Ἀνδρί- ζου, καὶ κραταιούσθω καρδία σου, καὶ ὑπόμεινον τὸν Κύριον. Ὑπομενῶ τοίνυν, φησὶ, τὸν Θεὸν τὸν ἀποστρέψαντα τὸ πρόσωπον αὐτοῦ ἀπὸ τοῦ οἴκου Ἰακώβ Ἄθρει δὴ οὖν ἄθρει πρὸς ταῖς εὐπειθείαις πόσον ἔχουσι τὸ νουνεχές
你當剛強,堅固你的心,等候耶和華。他說:那麼,我要等候那向雅各家轉臉不顧的神。那麼你要留意,留意,在他們的順服之外,他們具有何等的明智。
Be of good courage, and let thy heart be strong, and wait for the Lord. I will wait, then, he says, for the God who has turned away His face from the house of Jacob. Consider then, consider, alongside their obedience, how much prudence they possess.
1:2256
Ἐξ ὧν γὰρ ἕτεροι προσ- κεκρούκασι, καὶ δὴ καὶ πεπόνθασι τοῦ θείου προσ- ώπου τὴν ἀποστροφὴν, διὰ τούτων αὐτῶν ἀσφαλεστέ- ρας ἐργάζονται τὰς ἑαυτῶν καρδίας, πρὸς τὴν εἰς τὰ ἀμείνω ῥοπήν
因為別人正是在那些事上冒犯了神,以致遭受神轉臉不顧的懲罰,而他們卻正藉著這同樣的事,使自己的心在向善的傾向上更加穩固。
For from those very things by which others gave offence and indeed suffered the turning away of the divine countenance, from these same things they render their own hearts more secure with respect to the inclination toward better things.
1:2257
πάντη τε καὶ πάντως τοῖς ἑκάστου τρόποις πρεπόντως τε καὶ εἰκότως χαριεῖ- ται τὸν ἔπαινον, ἤγουν ἐποίσει τὴν δίκην
並且在各方面、全然地,按各人的行為,合宜而恰當地,祂或賜下稱讚,或施行審判。
and in every way and altogether, fittingly and reasonably according to each one's ways, He will either grant praise or bring judgement.
1:2258
Καὶ τοὺς μὲν ταῖς ἀπειθείαις ἐξυβρικότας, ἔξω τε προσώπου ποιήσεται, καὶ ἡγήσεται στυγητούς
那些因悖逆而放肆妄為的人,祂必把他們摒棄於祂面前之外,並看他們為可憎惡的。
And those who through their disobedience have behaved insolently He will put outside His presence, and will count them as objects of loathing.
1:2259
Τούς γε μὴν τῇ πίστει τετιμηκότας, ἡγήσεται μὲν ὡς ἀγαπητοὺς τη- ροῦντας τὴν πίστιν, ἀποστραφήσεται δὲ μεθέντας τὸ γνήσιον, καὶ ἐν ἴσῳ ἡγήσεται τοῖς μηδ' ὅλως πεπι- στευκόσιν, τάχα που καὶ ἐν χείροσι
但那些以信尊崇祂的人,只要持守信仰,祂就看他們為蒙愛的;然而祂必轉臉不顧那些棄絕真誠的人,並看他們與那全然沒有信的人同等,或者甚至更壞。
But those who have honoured Him by their faith He will count as beloved, so long as they keep the faith; yet He will turn away from those who forsake sincerity, and will reckon them equal to those who have not believed at all, or perhaps even worse.
1:2260
Γέγραπται γὰρ περί τινων·
因為經上論到某些人記著說:
For it is written concerning certain persons:
1:2261
Κρεῖττον γὰρ ἦν αὐτοῖς μὴ ἐπ- εγνωκέναι τὴν ὁδὸν τῆς ἀληθείας, ἐπιγνοῦσιν εἰς τὰ ὀπίσω ἀνακάμψαι ἀπὸ τῆς παραδοθείσης αὐτοῖς ἁγίας ἐντολῆς. Ἰδοὺ ἐγὼ καὶ τὰ παιδία μοι ἔδωκεν Θεὸς, καὶ ἔσται εἰς σημεῖα, καὶ εἰς τέρατα ἐν τῷ Ἰσραὴλ παρὰ Κυρίου Σαβαὼθ, ὃς κατοικεῖ ἐν ὄρει Σιών. Τὴν καλὴν ὁμολογίαν εὖ μάλα διῃρηκότων (ἔφασαν γάρ·
他們曉得真理的道路之後,竟從所傳給他們的聖命轉去倒退,倒不如不曉得的好。看哪,我與神所賜給我的兒女,都要在以色列中作為預兆和奇蹟,是從住在錫安山的萬軍之耶和華來的。他們既已妥善地分辨了那美好的認信(因為他們說:
For it had been better for them not to have known the way of truth, than, after they have known it, to turn back from the holy commandment delivered unto them. Behold, I and the children whom God hath given me; and they shall be for signs and for wonders in Israel from the Lord of Sabaoth, who dwelleth in mount Sion. Now they had rightly distinguished the good confession (for they said:
1:2262
Μενῶ τὸν Θεὸν τὸν ἀποστρέψαντα τὸ πρόσωπον αὐτοῦ ἀπὸ τοῦ οἴκου Ἰακὼβ, καὶ πεποιθὼς ἔσομαι ἐπ' αὐτῷ) παραχρῆμα τὸ αὐτοῦ πρόσωπον εἰσφέρει τοῦ Ἐμμανουὴλ, τοῖς ἐπ' αὐτῷ τὴν ἐλπίδα θεμένοις χα- ριζομένου τὴν οἰκειότητα, δῆλον δὲ ὅτι τὴν διὰ τοῦ Πνεύματος
我要等候那向雅各家轉臉不顧的神,並要倚靠祂),祂立刻就顯出以馬內利自己的面容,將祂的親密關係賜給那些倚靠祂的人,這親密關係顯然是藉著聖靈而來的。
I will wait for the God who has turned away His face from the house of Jacob, and I will put my trust in Him), forthwith He brings forward the face of Emmanuel Himself, who bestows His intimacy upon those who have set their hope on Him, namely that intimacy which is through the Spirit.
1:2263
Ἐνῆκε γὰρ ἡμῖν Υἱὸς τὸ ἴδιον Πνεῦμα, καὶ οἰκεῖοι γεγόναμεν αὐτοῦ·
因為聖子已將祂自己的靈注入我們裡面,我們就成了屬祂的人;
For the Son has infused into us His own Spirit, and we have become His own;
1:2264
καὶ ἐν αὐτῷ κράζομεν, Ἄββα Πατήρ·
並且我們在祂裡面呼叫:阿爸,父;
and in Him we cry, Abba, Father;
1:2265
ὀνομάζει τοίνυν ἡμᾶς παιδία τοῦ Πα- τρὸς, ὡς τὴν διὰ Πνεύματος ἔχοντας ἀναγέννησιν, ἵνα καὶ ἀδελφοὶ χρηματίσωμεν τοῦ κατὰ φύσιν ἀληθῶς. Υἱοῦ
因此祂稱我們為父的兒女,因我們藉著聖靈得著重生,使我們也可稱為那按本性真為聖子者的弟兄。
He therefore names us children of the Father, as having regeneration through the Spirit, that we may also be called brethren of Him who is truly Son by nature.
1:2266
Ἕφη γὰρ διὰ τῆς τοῦ Ψάλλοντος φωνῆς·
因為祂藉著詩人的口說:
For He said through the voice of the Psalmist:
1:2267
Ἀπ-αγγελῶ τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου. Πλὴν εἰ καὶ γέγονεν ἀδελφὸς, καὶ κεχρημάτικεν ἡμῶν πρωτό- τοκος διὰ τὸ ἀνθρώπινον, καίτοι Θεὸς ὑπάρχων, καὶ Υἱὸς μονογενὴς, ἀλλ' οὐκ ἠγνοήκαμεν αὐτοῦ τὴν δό- ξαν, καὶ τὴν κατὰ πάσης κτίσεως ὑπεροχήν
我要向我的弟兄宣告你的名。然而,祂雖因取了人性而成為弟兄,並稱為我們的長子——祂卻仍是神,是獨生的聖子——我們並未對祂的榮耀、以及祂超越一切受造之物的至高無所不知。
I will declare thy name unto my brethren. Yet even though He became a brother, and was called our firstborn on account of His humanity—being nevertheless God and only-begotten Son—we have not been ignorant of His glory and of His pre-eminence over all creation.
1:2268
Ἴσμεν δὲ ὅτι δεδόμεθα αὐτῷ παρὰ Θεοῦ καὶ Πατρός
我們也曉得我們是父神所賜給祂的。
And we know that we have been given to Him by God the Father.
1:2269
Καὶ τοῦτο αὐτὸς εὑρίσκεται λέγων πρὸς τὸν ἐν τοῖς οὐρανοῖς Πατέρα καὶ Θεόν·
祂也正是這樣向在諸天之上的父神說:
And this very thing He is found saying to His Father and God in the heavens:
1:2270
Οὓς δέδωκάς μοι ἐκ τοῦ κόσμου σοὶ ἦσαν, κἀμοὶ αὐτοὺς ἔδωκας. Κύριος μὲν γὰρ τῶν ὅλων ἐστὶ κατὰ φύσιν Υἱός·
你從世上所賜給我的人,本是你的,你將他們賜給了我。因為聖子按本性是萬有的主;
Those whom Thou gavest me out of the world were Thine, and Thou gavest them to me. For the Son is Lord of all things by nature;
1:2271
καὶ συγκατάρχει παντὸς γενητοῦ τῷ Θεῷ καὶ Πατρί
並且祂與父神一同統管一切受造之物。
and He rules jointly with God the Father over all that is created.
1:2272
Ἐπειδὴ καὶ γέ- γονεν ἄνθρωπος, πάντα ἐστὶ θεόσδοτα καὶ εἰσκε- κριμένα λέγεται λαβεῖν, ὧν ὑπῆρχε κύριος ὡς Θεός·
但因祂也成了人,而萬物對這人而言乃是神所賜下、特別分別出來的,故祂被說成領受了那些祂本作為神所擁有之物;
But since He also became man, to whom all things are God-given and set apart, He is said to receive the very things of which He was Lord as God.
1:2273
Αἴτησαι γὰρ, φησὶ, παρ' ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου, καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς. Ἐπιγάννυται τοίνυν τοῖς ἐπ' αὐτῷ πεποιθόσιν, τοῦτ' ἔστι, τοῖς κεκλημένοις εἰς ἐπίγνωσιν ἀληθείας διὰ τῆς πίστεως·
因為經上說:你求我,我就將列國賜你為基業,將地極賜你為產業。因此祂為那些倚靠祂的人,就是那些藉著信被召去認識真理的人,歡喜快樂;
For He says: Ask of me, and I will give thee the nations for thine inheritance, and the ends of the earth for thy possession. He therefore rejoices over those who have put their trust in Him, that is, those who have been called unto the knowledge of the truth through faith;
1:2274
μόνον δὲ οὐχὶ καὶ χεῖρα προτείνων καταδείκνυσι, λέγων·
祂幾乎是伸出手來指示他們說:
and He all but stretches out His hand and points them out, saying:
1:2275
Ἰδοὺ ἐγὼ καὶ τὰ παιδία, μοι ἔδωκεν Θεός. Τίς οὖν ταῦτα λέγων; Ἐμμανουὴλ δηλονότι
看哪,我與神所賜給我的兒女。那麼,說這話的是誰呢?顯然是以馬內利。
Behold, I and the children whom God hath given me. Who then is it that says these things? Emmanuel, clearly.
1:2276
Ὃς ἔσται, φησὶν, εἰς σημεῖα καὶ τέρατα ἐν τῷ Ἰσραὴλ παρὰ Κυρίου Σα- βαὼθ, ὃς κατοικεῖ ἐν τῷ ὄρει Σιών
祂說,這人要在以色列中作為預兆和奇蹟,是從住在錫安山的萬軍之耶和華來的。
Who shall be, He says, for signs and wonders in Israel from the Lord of Sabaoth, who dwelleth in mount Sion.
1:2277
Ἵνα γὰρ πιστεύ- σειαν οἱ κατὰ πᾶσαν τὴν γῆν, ὅτι Θεὸς ὢν φύσει γέ- γονεν ἄνθρωπος, καὶ τῶν ὅλων ὑπάρχων Κύριος, τὴν τοῦ δούλου πεφόρηκε μορφὴν οἰκονομικῶς δι' ἡμᾶς·
因為要叫全地的人都相信:祂本按本性是神,卻成了人,並且雖是萬有的主,卻為我們的緣故按救恩的安排取了奴僕的形像;
For in order that those throughout all the earth might believe that, being God by nature, He became man, and though being Lord of all things He bore the form of the servant dispensationally for our sakes;
1:2278
πλεῖστά τε ὅσα κατὰ τὴν Ἰουδαίαν εἰργάσατο σημεῖα, καὶ τῆς θείας ὑπεροχῆς ἐνεργεστάτην ἀπόδειξιν ἐποιήσατο·
祂又在猶太全地行了極多的神蹟,並最有力地顯明了祂神性的至高無上——
and He wrought exceedingly many signs throughout Judaea, and made a most effective demonstration of His divine pre-eminence—
1:2279
τὰ παραδόξως τε καὶ ὑπὲρ λόγον ἀπο- τελούμενα·
那些以奇妙、超乎理性所成就的事:
those things accomplished marvellously and beyond reason:
1:2280
τοῦτο μὲν νεκροὺς ἀναστὰς, τοῦτο δὲ ἀκαθάρτοις πνεύμασιν ἐπιτιμῶν·
一面使死人復活,一面斥責污穢的靈;
on the one hand raising the dead, on the other rebuking unclean spirits;
1:2281
καὶ τυφλοῖς δὲ τὸ βλέπειν ἐν ἐξουσίᾳ δωρούμενος
並以權柄將看見的能力賜給瞎眼的人。
and bestowing sight upon the blind with authority.
1:2282
Ἔγκλημα δὲ τῆς Ἰουδαίων σκαιότητος καὶ δυσσεβείας, προφητικὸς ἔσται λόγος
然而這預言的話語,必成為對猶太人乖僻與不虔的控訴。
But the prophetic word shall stand as an accusation of the perversity and impiety of the Jews.
1:2283
Τὰ μὲν γὰρ σημεῖα καὶ τὰ τέρατα παρὰ Κυρίου Σαβαὼθ τοῦ κατοικοῦντος ἐν τῷ ὄρει Σιὼν γεγενῆσθαί φησιν
因為他說,這些預兆和奇蹟乃是從那住在錫安山的萬軍之耶和華而來的。
For he says that the signs and the wonders came to pass from the Lord of Sabaoth who dwells in mount Sion.
1:2284
Οἱ δὲ τῶν ἐκτόπων πραγμάτων λόγων ἀνεπιτήδευτον ἐῶντες οὐδὲν, δυσφημεῖν ἀπ- ετόλμων λέγοντες·
但他們卻無所不用其極地行怪誕之事、出怪誕之言,竟膽敢褻瀆說:
But they, leaving nothing of outlandish deeds or words unattempted, dared to blaspheme, saying:
1:2285
Οὗτος οὐκ ἐκβάλλει τὰ δαι- μόνια εἰ μὴ ἐν Βεελζεβοὺλ τῷ ἄρχοντι τῶν δαιμο- νίων. Καὶ ἐὰν εἴπωσι πρὸς ὑμᾶς·
這個人若不是靠著鬼王別西卜,就趕不出鬼來。他們若對你們說:
This man does not cast out the demons except by Beelzebul the prince of the demons. And if they say to you:
1:2286
Ζητήσατε τοὺς ἀπὸ τῆς γῆς φωνοῦντας, καὶ τοὺς ἐγγαστριμύθους τοὺς κενολογοῦντας, οἳ ἐκ τῆς κοιλίας φωνοῦσιν, οὐκ ἔθνος πρὸς Θεὸν αὐτοῦ; Τί ἐκζητοῦσι περὶ τῶν ζώντων τοὺς νεκρούς; Νόμον γὰρ εἰς βοήθειαν ἔδωκεν, ἵνα εἴπωσιν·
你們去求問那些從地裡發聲的,和那些說空話、從肚腹裡發聲的交鬼者——難道一國不當歸向自己的神嗎?他們為什麼為活人的事求問死人呢?因為祂賜下律法為幫助,使他們可以說:
Seek those that speak out of the earth and the ventriloquists that utter empty things, who speak out of the belly—is not a nation to be with its God? Why do they seek the dead concerning the living? For He gave a Law for a help, that they might say:
1:2287
Οὐχ ὡς τὸ ῥῆμα τοῦτο περὶ οὗ οὐκ ἔστι δῶρα δοῦναι περὶ αὐτοῦ. Κατηχητικὸν ἐξυφαίνει λόγον αὐτὸς Ἐμμανουὴλ τοῖς ἐλπίδα θεμένοις εἰς αὐτὸν, οἳ κατελογίσθησαν μὲν ἐν τέκνοις·
不像這話,論到它是不可能為它送禮的。以馬內利自己為那些將盼望寄託於祂、並被算在兒女中間的人,編織出一篇教導的話語:
Not according to this word, concerning which it is not possible to give gifts on its behalf. Emmanuel Himself weaves a catechetical word for those who have set their hope upon Him, who were reckoned among the children:
1:2288
καταφωτίζειν ἰσχύοντι, καὶ παντὸς ἀπαλλάττειν κα- κοῦ·
祂能光照人,並救人脫離一切的惡;
for Him who is able to illumine and to deliver from every evil;
1:2289
ἀφίστησι δὲ αὐτοὺς ὁλοτρόπως τῶν ἀρχαίων ἠθῶν, καὶ φρενοβλαβείας τῆς πρώτης
並且祂使他們全然脫離古舊的習俗,和從前那心思的狂亂。
and He wholly withdraws them from their ancient ways and from their former madness of mind.
1:2290
Ἔθος μὲν γὰρ τοῖς τῶν εἰδώλων προσκυνηταῖς, τοὺς ἐκ τῶν δαιμο-. νίων χρησμοὺς ἀγαπᾷν, καὶ κενολόγοις τισὶ νεκρο- μάντεσι προσκεῖσθαι φιλεῖν, οἳ λέγουσι μὲν ἀληθὲς οὐδέν·
因為拜偶像之人的習俗,就是喜愛從鬼而來的預言,並樂於依附某些說空話的招魂者,這些人實在毫無真話可言;
For it was the custom of the worshippers of idols to love the oracles that come from the demons, and to be fond of clinging to certain empty-talking necromancers, who indeed say nothing true;
1:2291
ἀνερεύγονται δὲ ὥσπερ τὸ εἰς νοῦν ἧκον ἁπλῶς
他們不過是把心裡所想到的隨口噴吐出來罷了。
but they belch forth simply whatever comes into their mind.
1:2292
Ἀλλ' ὑμεῖς, φησὶ, κἂν εἰ προσίοιτό τις, λέ- γων·
但祂說,你們縱使有人前來說:
But you, He says, even if someone should approach saying:
1:2293
Ζητήσατε τοὺς ἀπὸ τῆς γῆς φωνοῦντας, τοῦτ' ἔστι, τοὺς προσποιουμένους ἀναφέρειν τοὺς νεκρούς·
你們去求問那些從地裡發聲的——就是那些假裝能招上死人的;
Seek those that speak out of the earth—that is, those who pretend to bring up the dead;
1:2294
καὶ ὥσπερ ἐξ ᾅδου ποιεῖσθαι τὰς μαντείας·
並彷彿從陰間發出占卜的;
and to make their divinations as if out of Hades;
1:2295
ἤγουν τοὺς ἐγγαστριμύθους·
就是那些交鬼的;
that is, the ventriloquists;
1:2296
οἳ προσποιοῦνται μὲν θεούς τινας ἔχειν εἰς τὴν κοιλίαν, οὕτω τε τοῖς προσιοῦσι τὰ παρ' ἐκείνων λαλεῖν, μὴ προσίεσθε τὴν συμβουλήν
他們假裝肚腹裡有某些神明,如此向前來求問的人講說出於那些神明的話——你們不可接受這樣的勸告。
who pretend to have certain gods in their belly, and thus to speak to those who approach the things that come from them—do not accept the counsel.
1:2297
Φωνοῦσι γὰρ ἀπὸ μόνης τῆς ἑαυτῶν κοιλίας, καὶ οὐκ εἰσὶν ἔθνος συνετὸν, ὥστε καὶ ἀναζητῆσαι Θεὸν, καὶ παρ' αὐτοῦ τι μαθεῖν
因為他們不過是從自己的肚腹裡發聲,並不是有悟性的國民,不能尋求神,也不能從祂學到甚麼。
For they speak out of their own belly alone, and they are not an understanding nation, so as to seek out God and to learn something from Him.
1:2298
Λέγετε δὲ τοῖς ἐκεῖνα συμ- βουλεύουσι·
你們要對那些出這樣主意的人說:
And say to those who give such counsel:
1:2299
Τί ἐκζητοῦσι περὶ τῶν ζώντων τοὺς νε- κρούς; ὁρᾷς ὅπως ἀπεργάζεται νουνεχεστάτους; Οὐ γὰρ μόνον ἀποφοιτᾷν ἐπιτάττει τῆς ἐκείνων σκαιό- τητος καὶ φρενοβλαβείας, ἀλλὰ γὰρ καὶ συμβούλους ἀγαθοὺς, τοῖς πεπλανημένοις γενέσθαι προστάττει
他們為什麼為活人的事求問死人呢?你看見祂是怎樣使他們成為極其明智的嗎?因為祂不但吩咐他們離開那些人的乖僻與狂亂,更囑咐他們要成為那些迷失之人的良善謀士。
Why do they seek the dead concerning the living? Do you see how He makes them most prudent? For not only does He command them to depart from the perversity and madness of those men, but He also charges them to become good counsellors to those who have gone astray.
1:2300
Τί ἐκζητοῦσι περὶ τῶν ζώντων τοὺς νεκρούς; κοινὸς γὰρ καὶ ἀνθρώπινος λογισμός
他們為什麼為活人的事求問死人呢?因為這道理是眾所共知、合乎人情的。
Why do they seek the dead concerning the living? For the reasoning is common and human.
1:2301
Ποῖον γὰρ ἂν ἔχοι λόγον τὸ διερωτᾷν ἐθέλειν περὶ τῶν ἔτι ζώντων τοὺς ἐν τῇ γῇ κειμένους, ἐν ᾅδου τυχὸν γενομένας ψυχάς; Καὶ καθ' ἕτερον δὲ τρόπον, ἀμαθὲς παντελῶς νεκυομαντείαις προσέχειν, καὶ ταῖς τῶν γοητῶν ψευδοεπίαις οἳ νεκρὸν ἔχουσι τὸν νοῦν, καὶ οἷον ἀπεψυγμένην καρδίαν
因為若想向那些長臥地下的人、或向那些或已下到陰間的靈魂,探問還活著之人的事,這能有甚麼道理呢?再從另一面說,留意招魂之術,並留意那些巫師的虛謊之言,實在是全然愚昧的;這些人有的是死了的心思,並彷彿冰冷麻木的心。
For what sense could there be in wishing to inquire concerning those still living from those who lie in the earth, or from souls that have perhaps gone down to Hades? And in another manner too, it is altogether ignorant to give heed to necromancies and to the false utterances of sorcerers, who have a dead mind and, as it were, a chilled heart.
1:2302
Οὐ γὰρ ἴσασι τὸν τῶν ὅλων δημιουργὸν, οὐκ ἔχουσιν ἐν αὐτοῖς τὸν ζωοποιὸν τοῦ Θεοῦ λόγον
因為他們不認識萬物的創造者,裡面也沒有那賜生命之神的道。
For they do not know the Creator of all things, neither have they within themselves the life-giving Word of God.
1:2303
Εἰσὶ δὲ πρὸς τοῦτο, καὶ νεκρῶν ἔρ- γων ἐπιμεληταί
此外,他們還是死行之工的經營者。
And in addition to this, they are also cultivators of dead works.
1:2304
Πῶς οὖν οἱ ζῶντες, τοῦτ' ἔστιν, οἱ τὴν ἄνωθεν ἔχοντες ἐν ἑαυτοῖς ζωοποίησιν, καὶ τὸν ζῶντα τοῦ Θεοῦ Λόγον ἐκπεπλουτηκότες περὶ αὐτῶν ἐρωτῶσι τοὺς νεκρούς; Ταῦτα τοίνυν λέγετε, φησὶ, προστιθέντες ὅτι νόμον εἰς βοήθειαν ἔδωκεν, τοῦτ' ἔστι, τὸν εὐαγγελικὸν, ἵν' οἱ προσέχοντες αὐτῷ λέ- γωσιν·
那麼,活人——就是那些裡面有從上頭而來賜生命之能、並得著神那活潑之道為豐富的人——怎能為自己的事去求問死人呢?祂說,所以你們要講說這些話,並要補上:祂賜下律法為幫助,就是那福音的律法,使那些留意它的人可以說:
How then do the living—that is, those who have within themselves the life-giving power from above and are enriched with the living Word of God—inquire of the dead concerning themselves? Say these things, therefore, He says, adding that He gave a Law for a help—that is, the evangelical Law—so that those who give heed to it may say:
1:2305
Οὐχ ὡς τὸ ῥῆμα τοῦτο, περὶ οὗ οὐκ ἔστι δῶρα δοῦναι περὶ αὐτοῦ
不像這話,論到它是不可能為它送禮的。
Not according to this word, concerning which it is not possible to give gifts on its behalf.
1:2306
Πωλοῦσι μὲν γὰρ τὸ ψεῦδος, οἱ τὰ ἐκ μόνης τῆς ἑαυτῶν καρδίας λαλοῦντες·
因為那些單憑自己心裡所想而說話的人,是在販賣虛謊;
For they who speak the things out of their own heart alone sell falsehood;
1:2307
δέ γε σω- τήριος καὶ ἀληθὴς τοῦ Θεοῦ νόμος, τοῦτ' ἔστι, τὸ θέσπισμα τὸ εὐαγγελικὸν, δέδοται πρὸς ἐπικουρίαν τῶν ἐπὶ τῆς γῆς, οὐκ ἔστιν ὡς τὸ ῥῆμα τοῦτο, δη- λονότι τῶν ψευδομάντεων
但那使人得救、真實的神之律法,就是那福音的諭令,是為救助地上之人而賜下的,並不像這話,也就是不像那些假先知的話。
but the saving and true Law of God—that is, the evangelical ordinance, which has been given for the succour of those upon the earth—is not like this word, that is, the word of the false prophets.
1:2308
Ἀλλ' οὐδ' ἔστι δῶρα δοῦναι περὶ αὐτοῦ
而且也不可能為它送禮。
But neither is it possible to give gifts on its behalf.
1:2309
Ὡς γὰρ ἔφην ἀρτίως ὠνοῦνταί τινες ἀρ- γυρίοις τὰς τῶν γοητῶν ψευδοεπείας
因為正如我方才所說,有些人用銀錢購買那些巫師的虛謊之言。
For as I said just now, some purchase with money the false utterances of the sorcerers.
1:2310
Πρόκειται δὲ τοῖς ἐθέλουσι τὸ οὐράνιον θέσπισμα, δι' οὗ πρὸς πᾶν ὁτιοῦν τῶν ἀγαθῶν πεποδηγήμεθα
但那屬天的諭令卻向凡願意的人敞開陳明,我們正是藉著它被引導去得著各樣的善事。
But the heavenly ordinance lies open to those who are willing, through which we have been guided toward each and every good thing.
1:2311
Καὶ μὴν ὅσα χρῆν τῶν μελλόντων γενέσθαι μεμαθήκαμεν
確實,凡將來必要成就的事,我們都已預先領受而明白了。
And indeed, all that had to come to pass in the future we have learned beforehand.
1:2312
Τίνι γὰρ ἀσυμφανὲς ὅτι πράττουσιν ἡμῖν τὰ ἀγαθὰ, καὶ τὸ γνήσιον τῆς ἀγάπης τηροῦσι Χριστῷ, πᾶν ὁτιοῦν ἔσται κατ' εὐχήν; Μακαρίους γὰρ ἀποφαίνει καὶ ἐν τῷδε τῷ κόσμῳ, καὶ εἰς αἰῶνα τὸν μέλλοντα
有誰不明白:對那些向我們行善、並對基督持守真誠之愛的人,凡發生的事都必照他們所祈求的成就呢?因為祂宣告他們是有福的,既在今世,也在那將來的世代。
For to whom is it not evident that, for those who do us good and keep genuine love toward Christ, whatsoever may come shall be according to their prayer? For He declares them blessed both in this present world and in the age to come.
1:2313
Πρό- κειται τοίνυν, ἀργυρίου τε δίχα, καὶ δώρου παντὸς τὸ εἰδέναι τοῖς ἐθέλουσι τὸν δοθέντα παρὰ Χριστοῦ νόμον εἰς ἐπικουρίαν
因此,凡願意的人都可以白白地,不用銀錢、也無需任何禮物,就得以認識基督為救助人而賜下的律法。
It lies open, then, to those who so desire—apart from silver and every gift—to come to know the law given by Christ for their help.
1:2314
Καὶ τοῦτο ἦν ἄρα, τὸ διὰ φωνῆς Ἡσαΐου σοφῶς εἰρημένον·
這正是藉以賽亞的口所智慧地說的話:
And this, then, was what was wisely spoken through the voice of Isaiah:
1:2315
Οἱ διψῶντες πορεύεσθε ἐφ' ὕδωρ, καὶ ὅσοι μὴ ἔχετε ἀργύ- ριον, βαδίσαντες ἀγοράσατε ἄνευ ἀργυρίου καὶ τιμῆς. Καὶ ἥξει ἐφ' ὑμᾶς σκληρὰ λιμὸς, καὶ ἔσται ὡς ἂν πεινάσητε, λυπηθήσεσθε, καὶ κακῶς ἐρεῖτε τὸν ἄρχοντα καὶ τὰ πάτρια
你們口渴的,去就水吧;凡沒有銀錢的,去買吧,不用銀錢、不付代價。必有嚴重的饑荒臨到你們,你們飢餓的時候必愁苦,並要咒罵你們的君王和祖宗的習俗。
You who thirst, go to the water; and as many as have no silver, go and buy without silver and without price. And a harsh famine shall come upon you, and it shall be that when you hunger, you shall be grieved, and you shall speak evil of the ruler and of the ancestral customs.
1:2316
Καὶ ἀναβλέψονται. εἰς τὸν οὐρανὸν ἄνω, καὶ εἰς τὴν γῆν κάτω ἐμ- βλέψονται·
他們必仰望上天,又必俯視下地;
And they shall look up to heaven above, and they shall gaze down upon the earth below;
1:2317
καὶ ἰδοὺ θλίψις καὶ στενοχωρία, καὶ σκότος, ἀπορία στενὴ, καὶ σκότος ὥστε μὴ βλέπειν, καὶ οὐκ ἀπορηθήσεται ἐν στενοχωρίᾳ ὢν ἕως καιροῦ. Μετατίθησι τὸν λόγον ἐπὶ τὸ ἀπειθῆσαν ἔθνος, τοῦτ' ἔστι, τὸν Ἰσραὴλ, οἳ καὶ πλατεῖαν ἔχοντες καὶ ἀμφιλαφῆ τὴν ἐκ Θεοῦ παράκλησιν, καὶ ταῖς νομι- καῖς εἰσηγήσεσιν ἐντρυφῶντες πλουσίως, εἴς γε τὸ εἰδέναι τὸ τελοῦν εἰς ὄνησιν οὐ προσήκαντο τὸν Χριστόν
看哪,是患難、困苦、黑暗,是窘迫的困惑與黑暗,以致不能看見;然而處在困苦中的人,直到所定的時候,必不至於無路可走。他把話題轉向那悖逆的國民,就是以色列——他們雖然擁有從神而來寬廣豐盛的安慰,又豐富地飽享律法的教導,卻在認識那真正有益之事上,沒有接納基督。
and behold, affliction and distress, and darkness, narrow perplexity, and darkness so that one cannot see; yet he who is in distress shall not be at a loss until the appointed time. He shifts the discourse to the disobedient nation—that is, to Israel—who, though possessing the consolation from God broad and abundant, and luxuriating richly in the instructions of the Law, yet for the very knowledge of that which brings profit did not receive Christ.
1:2318
Ταύτῃ τοι καὶ ὠλισθήκασι τῆς πρὸς αὐτὸν οἰκειότητος νοητῆς δηλονότι καὶ πνευματικῆς, καὶ οἷον λιμῷ διολώλασιν
正因如此,他們便從與祂的親密——那顯然是屬靈的、心靈的親密——中滑落了,彷彿因饑荒而滅亡了。
By this very thing they slipped away from intimacy with Him—an intimacy manifestly spiritual and of the mind—and, as it were, perished by famine.
1:2319
Ἔφη γὰρ τῶν ὅλων Θεὸς διὰ φωνῆς προφητῶν
因為萬有的神藉眾先知的口說:
For the God of all said through the voice of the prophets:
1:2320
Ἰδοὺ ἐγὼ ἐπάγω λιμὸν ἐπὶ τῆς γῆς, λέγει Κύριος·
看哪,主說,我必使饑荒臨到這地;
Behold, I bring a famine upon the land, says the Lord;
1:2321
λιμὸν ἄρτου, οὐδὲ δίψαν ὕδατος, ἀλλὰ λιμὸν τοῦ ἀκοῦσαι τὸν λόγον Κυρίου·
不是缺糧的饑荒,也不是缺水的乾渴,乃是聽不到主之道的饑荒;
not a famine of bread, nor a thirst for water, but a famine of hearing the word of the Lord;
1:2322
καὶ ἀπὸ ἀνατολῶν ἕως δυσμῶν, περιδραμοῦνται ζη- τοῦντες τὸν λόγον Κυρίου, καὶ οὐ μὴ εὕρωσιν. Ὅταν τοίνυν, φησὶ, τὸν ἀρχηγὸν τῆς ζωῆς ἀποκτείναντες, σκληρὸν καὶ δύσοιστον ὑπομένητε λιμὸν, τὸν τοῦ Θεοῦ λόγον οὐκ ἔχοντες, τὸν ἄρτον τὸν ἐξ οὐρανοῦ, τὸν ζωὴν διδόντα τῷ κόσμῳ, τότε πεινήσετε
他們必從東到西奔波,尋求主的道,卻尋不見。所以祂說:當你們殺了那生命之主,就要忍受嚴酷難當的饑荒,得不著神的道——就是那從天上降下、賜生命給世界的糧——那時你們必飢餓。
and from east to west they shall run about seeking the word of the Lord, and they shall not find it. Whenever, therefore—He says—having killed the Author of life, you endure a harsh and unbearable famine, not having the word of God, the bread from heaven that gives life to the world, then you shall hunger.
1:2323
Καὶ δὴ καὶ εἰς αἴσθησιν τοῦ συμβεβηκότος ἐνηνεγμένοι, κακῶς ἐρεῖτε τὸν ἄρχοντα καὶ τὰ πάτρια
而且,當你們醒覺到所遭遇的事,就要咒罵那君王和祖宗的習俗。
And indeed, when you are brought to a perception of what has befallen you, you shall speak evil of the ruler and of the ancestral customs.
1:2324
Καὶ τί δὴ τοῦτό ἐστιν; Οἱ μὲν γὰρ τῶν Ἰουδαίων καθηγηταὶ, Γραμματεῖς δὴ λέγω καὶ Φαρισαίους, παροτρύνοντες οὐ διαλελοίπασι, κατὰ τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ, τὴν ὑπὸ χεῖρα πληθύν
這究竟是甚麼意思呢?原來猶太人的教師們——我是指文士和法利賽人——不停地煽動他們手下的群眾,敵擋我們眾人的救主基督。
And what, then, is this? For the teachers of the Jews—I mean the Scribes and Pharisees—did not cease inciting the multitude under their hand against Christ, the Savior of us all.
1:2325
Καὶ πρόφασιν τῆς κατ' αὐτοῦ μανίας ἐδέχοντο, τὴν εἰς Μωσέα τε καὶ νόμον αἰδῶ
他們敵擋祂之瘋狂的藉口,就是對摩西和律法的敬重。
And as a pretext for their madness against Him, they took reverence for Moses and for the Law.
1:2326
Εἰ ἦν οὗτος παρὰ Θεοῦ ἄνθρωπος, οὐκ ἂν ἔλυε τὸ Σάββατον Οὐκοῦν ὡς παρανομοῦντα διώκειν ἂν ἔπειθον
「這人若是從神來的,就不會破壞安息日。」因此他們慫恿人把祂當作違法者來逼迫。
If this man were from God, He would not have broken the Sabbath. Therefore they urged that He be persecuted as a lawbreaker.
1:2327
Ὑμεῖς οἱ παρ' ἐκείνων ἠπατημένοι πεινήσετε, τότε κακῶς ἐρεῖτε πάντα ὑμῶν ἄρχοντα καὶ τὰ πάτρια, τοῦτ' ἔστι, τὰ ἔθη τὰ νόμιμα
你們這被他們欺哄的人必飢餓;那時你們就要咒罵你們一切的君王和祖宗的習俗,就是那些合法的規條。
You who have been deceived by them shall hunger; then you shall speak evil of every ruler of yours and of the ancestral customs—that is, of the lawful ordinances.
1:2328
Ἀνα- μνησθήσεσθε γὰρ ὅτι παρώτρυνον ὑμᾶς οἱ ἡγούμενοι·
因為你們必記起,是你們的領袖煽動了你們;
For you shall remember that your leaders incited you;
1:2329
καὶ τῶν ἀρχόντων πρόφασις ἦν τῆς κατὰ Χριστοῦ μανίας τὰ πάτρια·
而眾首領敵擋基督之瘋狂的藉口,就是祖宗的習俗;
and the pretext of the rulers for their madness against Christ was the ancestral customs;
1:2330
τοῦτ' ἔστι, τὰ ἔθη καὶ αἱ παρα- δόσεις, καὶ οὐχὶ δὴ πάντως αἱ διὰ νόμου, ἀλλὰ καὶ τὰ ἐξ εἰκαίων ἐπιτηρήσεων ἐδέχοντο διδασκαλίας ἐντάλ- ματα ἀνθρώπων
就是那些習俗與遺傳——並且並非全然是那些出於律法的,他們甚至把出於虛妄之遵守的、人的吩咐當作教訓來領受。
that is, the usages and the traditions—and not indeed altogether those through the Law, but they also received as teachings the commandments of men that came from vain observances.
1:2331
Ἔσται τοίνυν ἐφ' ὑμᾶς σκληρὰ λι- μὸς, ἄνω τε καὶ κάτω περιβλεπόμενοι καὶ πανταχόσε βλέποντες, ἤτοι τὸν τῆς διανοίας ὀφθαλμὸν περιφέ- ροντες, ἕτερον οὐδὲν ὄψεσθε, φησὶν, εἰ μὴ ἀπορίαν στενὴν καὶ σκότος, ὥστε μηδὲν δύνασθαί τι τῶν χρησίμων βλέπειν, καὶ οὐκ ἀπορηθήσεται ἐν στενο- χωρίᾳ ὢν ἕως καιροῦ
所以,必有嚴重的饑荒臨到你們;你們上下環顧、四面張望——就是轉動那心靈的眼睛——卻甚麼也看不見,祂說,除了窘迫的困惑與黑暗之外,以致看不見任何有益之物;然而處在困苦中的人,直到所定的時候,必不至於無路可走。
There shall be, therefore, a harsh famine upon you; looking about both above and below and gazing in every direction—that is, turning about the eye of the understanding—you shall see nothing else, He says, except narrow perplexity and darkness, so that you can see nothing profitable; yet he who is in distress shall not be at a loss until the appointed time.
1:2332
Προαγορεύει πάλιν τὴν τῶν ἐθνῶν κλῆσιν
祂再次預言外邦人的蒙召。
Again He foretells the calling of the nations.
1:2333
Οἱ γὰρ νῦν ὄντες, φησὶν, ἐν στενοχωρίᾳ καὶ λιμῷ τῶν θείων μαθημάτων πεπιεσμένοι, οὐκ ἀπορηθήσονται
祂說,那些如今處在困苦中、被神聖教導之饑荒所壓制的人,必不至於無路可走。
For those who are now, He says, in distress and pressed down by the famine of divine teachings shall not be at a loss.
1:2334
Χαριεῖται γὰρ αὐτοῖς τὴν εὐλογίαν Ἐμμανουὴλ, καὶ παραθήσει τροφὰς τὰς πνευματικὰς, καὶ τὴν θείαν αὐτοῖς ἁπλώσει τράπεζαν
因為以馬內利必將祝福賜給他們,又將屬靈的食物擺在他們面前,並為他們鋪設神聖的筵席。
For Emmanuel shall bestow upon them the blessing, and shall set before them spiritual nourishment, and shall spread out for them the divine table.
1:2335
Φάγετε καὶ πίετε, καὶ μεθύσθητε, οἱ πλησίον
你們鄰近的人哪,吃吧,喝吧,直到飽足歡暢。
Eat and drink, and be filled to gladness, you who are near.
1:2336
Ἔσται δὲ τοῦτο, φησὶν, ἕως καιροῦ, τοῦτ' ἔστιν, οὐ νῦν εἰς πέρας οἰχήσεται
但祂說,這事必存到所定的時候——就是說,它如今並不會走到盡頭。
But this shall be, He says, until the appointed time—that is, it shall not now come to its end.
1:2337
Ὅτε καὶ τῆς προφητείας περὶ αὐτῶν γέγονε λόγος
那時,關於他們的預言之道也就應驗了。
When indeed the word of prophecy concerning them was also fulfilled.
1:2338
Ἀλλ' ἐν καιρῷ τῷ δέοντι καθ' ὃν ἐπιλάμψει τοῖς ἐπὶ γῆς Ἐμμανουήλ
乃是在那合宜的時候,就是以馬內利要向地上的人發光照耀之時。
But at the fitting time, at which Emmanuel shall shine upon those on the earth.
← 上一段下一段 →
1