📜 Verbum · 聖言
原文誦讀聖經與教父文獻

← 回書卷目次 · 希臘教父 › 約翰福音註釋

亞歷山大的區利羅

約翰福音註釋 第 1 章 第 15/94 段

希臘文原文.152 節.部分字詞可點開查義.本章太長已分段,此段為 1:2100–1:2251(全章共 13790 節)

← 上一段下一段 →
1:2100
ὅτι δὲ ὀργὴ πολλάκις κόλασις παρὰ ταῖς θείαις εἴρηται γραφαῖς, δύο παροίσω τοὺς μάρτυρας, Παῦλόν τε καὶ Ἰω άννην·
至於刑罰在聖經中常被稱為震怒,我要提出兩位見證人,就是保羅和約翰;
And that punishment is often called wrath in the divine Scriptures, I shall bring forward two witnesses, Paul and John;
1:2101
μὲν γὰρ ἔφη πρὸς τοὺς ἐξ ἐθνῶν ἐπιστρέφοντας Καὶ ἦμεν τέκνα ὀργῆς φύσει, ὡς καὶ οἱ λοιποί· δὲ τοῖς γραμματεῦσι καὶ Φαρισαίοις Γεννήματα ἐχιδνῶν, τίς ὑπέ δειξεν ὑμῖν φυγεῖν ἀπὸ τῆς μελλούσης ὀργῆς; Ὡς οὖν ἔγνω Κύριος ὅτι ἤκουσαν οἱ Φαρισαῖοι ὅτι Ἰησοῦς πλείονας μαθητὰς ποιεῖ καὶ βαπτίζει Ἰωάννης·
因為那一位對從外邦歸信的人說:「我們……本為可怒之子,和別人一樣」;另一位卻對文士和法利賽人說:「毒蛇的種類!誰指示你們逃避將來的忿怒呢?」「主知道法利賽人聽見他收門徒施洗比約翰還多」——
For the one said to those turning from among the Gentiles, 'And we were by nature children of wrath, even as the rest'; while the other said to the scribes and Pharisees, 'Offspring of vipers, who warned you to flee from the wrath to come?' 'When therefore the Lord knew that the Pharisees had heard that Jesus was making and baptizing more disciples than John' —
1:2102
καίτοι γε αὐτὸς Ἰησοῦς οὐκ ἐβάπτιζεν, ἀλλ' οἱ μαθηταὶ αὐτοῦ·
其實耶穌自己並不施洗,乃是他的門徒施洗——
although indeed Jesus himself was not baptizing, but his disciples —
1:2103
ἀφῆκε τὴν Ἰουδαίαν καὶ ἀπῆλθε πάλιν εἰς τὴν Γαλιλαίαν
他就離開猶太,又往加利利去了。
he left Judea and went away again into Galilee.
1:2104
Πόθεν ἡμῖν εἰς τοῦτο πρόεισιν λόγος, ἐκ ποίας ἀρχῆς τοῦ διηγήματος καθέλκουσα τάξις, ἐγνωκότα τὸν Κύριον εἰσφέρει τοὺς Φαρισαίους ἅπερ ἐπύθοντο μαθεῖν, οὐκ ἄκομψον, ὡς ἔοικεν, εἰπεῖν
我們的論述是從何處推進到這一點的,或者這牽引我們前行的敘事次序,是從怎樣的開端引入主已知道法利賽人所探問要明白之事的呢?看來,論及此事並非不得體。
From what point does the discourse advance to this for us, or from what beginning does the sequence of the narrative that draws us on introduce the Lord as knowing what the Pharisees had inquired to learn? It is, as it seems, not without elegance to speak of this.
1:2105
τὸ γάρ Ὡς οὖν ἔγνω λέγειν τὸν ἅγιον Εὐαγγελιστὴν, ἔμφασίν τινα προϋποκειμένου σαφῶς ἀνατίκτει πράγματος·
因為聖福音書作者說「主……知道」,明顯地生發出某種對於先前所預設之事的暗示;
For the holy Evangelist's saying 'When therefore he knew' plainly gives birth to a certain intimation of something presupposed as underlying;
1:2106
πάντα μὲν γὰρ, οὐδενός τι καταμη νύοντος, αὐτομάτως οἶδεν, ὡς Θεὸς, καὶ οὐχ ὅτε γίγνεται πρῶτον, ἀλλὰ καὶ πρὶν γενέσεως αὐτῶν, ὡς προφήτης διεμαρτύρατο
因為身為神,他無需任何人告知,一切事都自然而然地知曉,而且不是在事情初次發生時才知,乃是在它們成就之先便知道了,正如先知所見證的。
for all things he knows of himself as God, with none informing him, and not when they first come to pass, but even before their coming to be, as the prophet testified.
1:2107
περιμένει δὲ τοὺς ἐφ' ἑκάστῳ καιροὺς, καὶ ταῖς τῶν πραγμάτων ἀκολουθίαις, τῇ προγνώσει, μᾶλλον ἐνδίδωσιν·
然而他等候合乎每件事的時機,反倒順應諸事的次第,或是憑他的預知而行;
But he awaits the times appropriate to each thing, and yields rather to the natural sequence of events, or to his foreknowledge;
1:2108
ἦν γὰρ δὴ καὶ τοῦτο θεοπρεποῦς οἰκονομίας ἄξιον
因為這也是配得那合乎神的安排的。
for this too was worthy of a dispensation befitting God.
1:2109
Ζητήσεως τοιγαροῦν γενομένης ἐκ τῶν μαθητῶν Ἰω άννου μετὰ Ἰουδαίου περὶ καθαρισμοῦ, πολὺς παρ' ἀμφοῖν ἦν λόγος
所以當約翰的門徒與一個猶太人為潔淨的禮起了辯論時,雙方各有許多言辭。
When therefore a dispute arose on the part of John's disciples with a Jew concerning purification, there was much discussion on both sides.
1:2110
οἱ μὲν γὰρ τῷ οἰκείῳ διδασκάλῳ συναγορεύ οντες, τῶν νομικῶν περιῤῥαντηρίων καὶ τῶν παρ' ἐκείνοις τυπικῶν καθαρισμῶν ἐν ἀμείνοσιν ἤδη μέτροις τὸ δι' αὐτοῦ γενέσθαι διετείνοντο βάπτισμα·
因為那些人為自己的老師辯護,力言藉著他而有的洗禮,如今在程度上已勝過他們那律法的洒水禮和預表性的潔淨禮;
For the former, pleading for their own teacher, contended that the baptism which came through him was now in better measure than the legal sprinklings and the typical purifications among them;
1:2111
καὶ δὴ κατὰ τὸ εἰκὸς εἰς ἀπόδειξιν ἐποιοῦντο τοῦ πράγματος, τὸ πολλοὺς μὲν ἰέναι πρὸς αὐτὸν, τῶν δὲ ἀρχαιοτέρων τε καὶ ἄνωθεν ἐθῶν ἥδιστα λίαν ἀποφοιτᾶν
並且照理,他們就以許多人前來歸向他、又極其樂意地離棄那更古老、自古相傳的習俗,作為此事的憑據。
and, as was likely, they made a proof of the matter from the fact that many were coming to him, and were most gladly forsaking the more ancient and time-honored customs.
1:2112
οἱ δὲ αὖ πάλιν, ἐπείπερ τοῖς δι' ἐναντίας λόγος ἐφέρετο κατὰ πρανοῦς, καὶ ὑδάτων δίκην καταῤῥοί ζουσα τῆς ἀληθείας δύναμις τὸν ἀδρανῆ τῶν ἀνθεστηκότων ἐβάπτιζε νοῦν, ἐπὶ τὸ παρὰ γνώμην χωροῦσι, καὶ ἄκοντες, πολὺ δὴ κάλλιον εἶναι λέγοντες τὸ διὰ Χριστοῦ χορηγού μενον βάπτισμα·
而另一方反過來,因辯論如順坡而下地衝向他們,真理的能力如洪水傾瀉,淹沒了那些抗拒之人的軟弱心思,他們便違背己意、不情願地轉了過來,聲稱藉著基督所賜的洗禮遠為美好;
But the others in turn, since the argument was borne against them down a steep slope, and the power of the truth, streaming down like waters, was baptizing the feeble mind of those who resisted, came round against their own judgment, and unwillingly, declaring that far better was the baptism supplied through Christ;
1:2113
καὶ κατεκράτουν ἤδη τοῖς ἴσοις εἰς ἀπό δειξιν ἀποχρησάμενοι λογισμοῖς, καὶ διὰ τῶν αὐτῶν ἐνθυμη μάτων τοῖς νενικηκόσιν ἀντεγειρόμενοι·
他們如今便占了上風,用同樣的推理來作證明,又藉著那同樣的論據,向那些先前勝過他們的人反擊;
and they now prevailed, using the same reasonings for their proof, and by the very same considerations rising up against those who had conquered them;
1:2114
πολλῷ γὰρ ὁρᾶσθαι πλείους διισχυρίζοντο τοὺς προσιόντας Χριστῷ, καὶ πάντας ἐκείνῳ μᾶλλον ἤπερ Ἰωάννῃ προστρέχειν·
因為他們極力斷言,眼見前來歸向基督的人多得多,眾人都奔向他,過於奔向約翰;
for they strongly asserted that far more were seen coming to Christ, and that all were running to him rather than to John;
1:2115
ὅθεν οἶμαι καὶ εἰς λύπην ἀνακαυθέντας τοὺς Ἰωάννου μαθητὰς τῷ οἰκείῳ προσ ελθεῖν διδασκάλῳ λέγοντας Ῥαββὶ, ὃς ἦν μετὰ σοῦ πέραν τοῦ Ἰορδάνου, σὺ μεμαρτύρηκας, ἴδε οὗτος βαπτίζει, καὶ πάντες ἔρχονται πρὸς αὐτόν. τὰς γὰρ ἐξ ἔριδος τῶν Ἰουδαίων προτάσεις, ἤτοι λόγους ἀποδεικτικοὺς, ὡς ἐν ἐρω τήσει προΐσχονται
我想約翰的門徒因此也被激起憂愁,來到自己的老師那裏,說:「拉比,從前同你在約旦河外、你所見證的那位,如今施洗,眾人都往他那裏去了。」因為他們把猶太人出於爭競的主張,或說是他們論證式的言辭,彷彿以發問的方式提出來。
whence, I suppose, John's disciples too, kindled to grief, came to their own teacher, saying, 'Rabbi, he who was with you beyond the Jordan, to whom you have borne witness, behold, this man baptizes, and all are coming to him.' For they put forward, as though in a question, the contentious assertions of the Jews, or rather their demonstrative arguments.
1:2116
ἐντεῦθεν τοιγαροῦν ἐγνωκέναι φησὶν Εὐαγγελιστὴς τὸν Κύριον ὅτι ἤκουσαν οἱ Φαρισαῖοι ὅτι Ἰησοῦς πλείονας μαθητὰς ποιεῖ Ἰωάννης, εἶτα τὸν ἐξαίσιον αὐτῶν παραιτούμενος φθόνον, καὶ καιρῷ φυλάττων ἰδίῳ τὸ παθεῖν, τῆς μὲν τῶν Ἰουδαίων ὑπέξεισι χώρας, ἀναχωρεῖ δὲ πάλιν εἰς τὴν Γαλιλαίαν
所以,福音書作者說主由此知道法利賽人聽見耶穌收門徒比約翰還多;於是他避開他們那可怕的嫉妒,把受難留待自己所定的時候,就退離猶太人之地,又往加利利去。
Hence, then, the Evangelist says that the Lord knew that the Pharisees had heard that Jesus was making more disciples than John; then, declining their monstrous envy, and reserving his suffering for his own appointed time, he withdraws from the region of the Jews, and departs again into Galilee.
1:2117
διέρχεσθαι διὰ τῆς Σαμαρείας·
他必須經過撒瑪利亞。
He must needs pass through Samaria.
1:2118
ἔρχεται οὖν εἰς πόλιν τῆς Σαμαρείας λεγομένην Συχὰρ, πλησίον τοῦ χωρίου ἔδωκεν Ἰακὼβ Ἰωσὴφ τῷ υἱῷ αὐτοῦ
於是他來到撒瑪利亞的一座城,名叫敘加,靠近雅各給他兒子約瑟的那塊地。
So he comes to a city of Samaria called Sychar, near the plot of ground which Jacob gave to his son Joseph.
1:2119
πολλῆς ἀγχινοίας καὶ ἀκράτου νήψεως·
何等的深邃明睿與純全的警醒啊!
O the great sagacity and unmixed vigilance!
1:2120
φθάνει ταῖς ἀπολογίαις τὰ ζητηθήσεσθαι προσδοκώμενα
他以其辯解預先攔阻了那些可預料會被探問的事。
By his defenses he forestalls the things expected to be inquired.
1:2121
εἶπε γὰρ ἄν τις εὐθὺς, ἑτέρῳ προσλαλῶν, λεληθότως διενθυμούμενος Τοῦ δὴ χάριν Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, οὐκ ἐν καιρῷ τῷ καθήκοντι τὸν Σαμαρειτῶν ἐποιήσατο φωτισμόν; προσ ῆλθε μὲν γὰρ Συροφοινίκισσά ποτε, τὸν ἐπὶ τῇ ταλαιπώρῳ θυγατρὶ μετὰ δακρύων ἔλεον ἐξαιτοῦσα, καὶ τί πρὸς αὐτὴν φιλοικτίρμων; Οὐ καλὸν, φησὶ, λαβεῖν τὸν ἄρτον τῶν τέκνων καὶ βαλεῖν τοῖς κυναρίοις· οὐ γὰρ, οἶμαι, δεῖν ἐδοκίμαζε, πρόωρον τοῖς ἐξ ἐθνῶν τὴν τοῖς ἐξ Ἰσραὴλ ἀπο νεμηθεῖσαν ἐπιδαψιλεύσασθαι χάριν·
因為有人或許會立刻說——無論是對別人說,或是暗自思量——為甚麼我們的主耶穌基督沒有在合宜的時候光照撒瑪利亞人呢?因為那敘利亞腓尼基的婦人曾經前來,含淚為她可憐的女兒求憐憫,那滿有慈憐的主向她說了甚麼呢?他說:「拿兒女的餅丟給狗吃,是不好的」;我想,他是不以為應當過早地把分派給以色列人的恩典,豐豐富富地賜給外邦人;
For someone might straightway say, whether speaking to another or pondering secretly to himself: For what reason did our Lord Jesus Christ bring enlightenment to the Samaritans not at the fitting time? For the Syrophoenician woman once came, entreating with tears for mercy upon her wretched daughter, and what did the Compassionate One say to her? 'It is not good,' he says, 'to take the children's bread and cast it to the dogs'; for he did not, I think, judge it right to lavish prematurely upon those from among the Gentiles the grace apportioned to those of Israel;
1:2122
δὴ καὶ σαφέστερον αὐτὸς ἐποίει λέγων Οὐκ ἀπεστάλην εἰ μὴ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ. πῶς οὖν ἄρα, φήσειεν ἄν τις, πρὸς μόνον ἀπεσταλμένος τὸν Ἰσραὴλ τὸ Σαμαρειτῶν ἐπαίδευε γένος, καίτοι τοῦ Ἰσραὴλ οὔπω παντελῶς τὴν χάριν ἀπολακτίσαντος; πρὸς δὴ τὰ τοιαῦτα, πιθανὴν μετ' ἐξουσίας τὴν ἀπολογίαν εἰσφέρει τό Ἔδει δὲ αὐτὸν διέρχεσθαι διὰ τῆς Σαμαρείας·
他也的確更明白地表明了這一點,說:「我奉差遣不過是到以色列家迷失的羊那裏去。」那麼有人會問,那位只奉差到以色列去的,怎麼教導撒瑪利亞的族類呢?何況以色列還沒有全然踢開恩典。針對這樣的詰問,他帶著權柄提出一個令人信服的辯解:「他必須經過撒瑪利亞。」
which indeed he also made yet plainer, saying, 'I was not sent except to the lost sheep of the house of Israel.' How then, one might say, did he who was sent only to Israel instruct the race of the Samaritans, and that while Israel had not yet wholly spurned the grace? To such objections he brings a persuasive and authoritative defense: 'But he must needs pass through Samaria.'
1:2123
οὐ γὰρ δὴ τούτου γε ἕνεκα καὶ μόνου τὴν πρὸς Σαμαρείτας ἀποδημίαν ἐστείλατο, ἐφ' τε κηρύξαι παρ' αὐτοῖς τὸν λόγον, καὶ ὅλην ἐξ ὅλου μεταστῆσαι τὴν εὐλο γίαν τοῦ Ἰσραήλ·
因為他往撒瑪利亞人那裏去,並不單單是為了這緣故——就是在他們中間傳講道,並把祝福從以色列全然、徹底地挪走;
For it was not for this cause and this alone that he undertook the journey to the Samaritans, namely to proclaim the word among them and to remove the blessing wholly and entirely from Israel;
1:2124
ἀλλ' ἐπείπερ ἔδει παρέρχεσθαι, διὰ τοῦτο διδάσκει, τὸ σοφίας ἔργον ἀποτελῶν
乃是因他必須路過,所以他就施教,成就智慧的工作。
but since he had to pass by, for this reason he teaches, accomplishing the work of wisdom.
1:2125
Ὥσπερ γὰρ οὐκ ἄν ποτε τῆς ἐνούσης αὐτῷ κατὰ φύσιν καυστικῆς ἐνεργείας καταλήξαι τὸ πῦρ, οὕτως οἶμαι κατὰ τὸ παντελὲς ὑπάρχειν ἀμήχανον τὴν τῶν ὅλων σοφίαν μὴ οὐχὶ τὸ σοφίᾳ πρέπον ἐνεργεῖν·
因為正如火絕不能停止那本性所具有的焚燒之能,我想那萬有的智慧,也全然不可能不行那合乎智慧的事;
For just as fire could never cease from the burning activity that belongs to it by nature, so I think it is altogether impossible that the Wisdom of all things should not do what befits wisdom;
1:2126
καὶ ὥσπερ οὐκ ἐξεῖναι λέγων. λαβεῖν τὸν ἄρτον τῶν τέκνων καὶ βαλεῖν τοῖς κυναρίοις, δακρυῤῥοοῦντι καὶ πολλοῖς εἰς ἔλεον ἐκλιπαροῦντι λόγοις, προσέῤῥιψε τῷ γυναίῳ τὴν χάριν, οὐ παρ' ἑτέρου νομοθετού μενος τὸν τοῦ διδόναι καιρὸν, ἀλλ' αὐτὸς ὑπάρχων μετὰ Πατρὸς ὁριστὴς, ὡς Υἱὸς καὶ Θεὸς καὶ Κύριος·
又正如他一面說不可拿兒女的餅丟給狗吃,一面卻把恩典賜給那流淚、以許多言語懇求憐憫的婦人——他並非從別人領受賜予之時機的規定,乃是他自己與父同為那定奪者,因他是子、是神、是主——
and just as, while saying that it was not permitted to take the children's bread and cast it to the dogs, he yet flung the grace to the little woman who was shedding tears and imploring with many words for mercy — not receiving from another the law as to the season of giving, but himself being, together with the Father, the one who determines it, as Son and God and Lord —
1:2127
οὕτω καὶ Σαμαρείτας ἠλέει, καὶ τῆς θεοπρεποῦς ἐξουσίας τὴν ἄφρα στον ἀνακαλύπτων δύναμιν, ὁδοῦ πάρεργον χώρας ὅλης ποιεῖται τὸν φωτισμόν
照樣,他也憐憫撒瑪利亞人,並且揭示那合乎神之權柄的難以言喻的能力,使全地的光照成了旅途中順道所行的事。
so also he had mercy on the Samaritans, and, unveiling the ineffable power of his God-befitting authority, he makes the enlightenment of a whole region a by-work of the journey.
1:2128
Ἦν δὲ καὶ ἑτέρως ἄτοπον, ἤδη ταῖς ἀπονοίαις λελυττη κότα καὶ φονῶντα κατὰ τοῦ Κυρίου τὸν Ἰσραὴλ ἀγαπᾶσθαι τελείως
再者,以色列既已癲狂發作、渴血地敵擋主,若還受到完全的眷愛,這在另一方面也是不合宜的。
And it would in another way have been unfitting that Israel, already raging with madness and thirsting for blood against the Lord, should be perfectly loved.
1:2129
ἐπειδὴ δὲ οὔπω μὲν ὁλοτελῶς, διώκει δ' οὖν ὅμως ἔτι συμμέτρως, διὰ τοῦτο καὶ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς οὔπω μὲν αὐτὸν ὁλοκλήρως ἀπογυμνοῖ τῆς χάριτος, ἐξέλκει δ' οὖν ὅμως εἰς ἑτέρους τὴν εὐλογίαν κατὰ βραχύ
但因它尚未全然如此,卻仍有節制地逼迫,故此我們的主耶穌基督尚未把恩典從它身上完全剝去,然而仍是漸漸地把祝福引向別人。
But since it did not yet do so utterly, and yet persecutes still with measure, for this reason our Lord Jesus Christ does not yet wholly strip it of the grace, but nonetheless draws off the blessing little by little to others.
1:2130
τὸ δὲ ὅλως τῆς Ἰουδαίων ἀπανίστασθαι χώρας, καὶ εἰς τὴν τῶν ἀλλογενῶν σπουδάζειν ἰέναι, διὰ τὴν τῶν διωκόντων ἀπανθρωπίαν, ἀπειλή τις ἦν, καθάπερ ἐν τύπῳ ζωγραφου μένη τῇ τοῦ πράγματος φύσει, ὡς ὁλόκληρον ἤδη τῆς χάριτος ὑπομενοῦσι ζημίαν, καὶ παραπέμψουσιν εἰς ἑτέρους τὸ οἰκεῖον ἀγαθὸν, τουτέστι τὸν Χριστὸν, εἰ μὴ τῆς εἰς αὐτὸν παροινίας ἀπόσχοιντο
但完全離開猶太人之地、因逼迫者的殘忍而急速前往外族之地,這乃是一種威嚇,彷彿藉著事情的本質以輪廓描繪出來——即他們如今將要全然喪失恩典,並把自己的至寶,就是基督,轉交給別人,除非他們止住那向他發的醉狂暴行。
But wholly to depart from the land of the Jews and to hasten to go into that of the foreigners, on account of the inhumanity of the persecutors, was a kind of threat, as it were painted in outline by the very nature of the matter — that they would now undergo an entire loss of the grace, and would pass on to others their own good, that is, Christ, unless they refrained from their drunken outrage against him.
1:2131
Ἦν δὲ ἐκεῖ πηγὴ τοῦ Ἰακώβ·
在那裏有雅各的井;
Now Jacob's spring was there;
1:2132
οὖν Ἰησοῦς κεκοπιακὼς ἐκτῆς ὁδοιπορίας ἐκαθέζετο οὕτως ἐπὶ τῇ πηγῇ
耶穌因走路困乏,就這樣坐在井旁。
Jesus therefore, being wearied from the journey, was sitting thus by the spring.
1:2133
Τοὺς τῆς Ἰουδαίας ὅρους ἐκβεβηκὼς, καὶ παρὰ τοῖς ἀλλογενέσιν ἤδη γεγονὼς Σωτὴρ ἐπὶ τῇ πηγῇ καταλύει τοῦ Ἰακώβ·
救主既已越過猶太的疆界,如今身在外族之中,便在雅各的井旁歇息;
Having gone beyond the borders of Judea, and being now among the foreigners, the Savior rests by the spring of Jacob;
1:2134
ὡς ἐν τύπῳ πάλιν ἡμῖν καὶ δι' αἰνίγματος ὑπο δεικνὺς, ὅτι κἂν τῆς Ἱερουσαλὴμ τὸ εὐαγγελικὸν ἐκφοιτήσῃ κήρυγμα, καὶ εἰς ἔθνη λοιπὸν θεῖος ἐκδράμοι λόγος, οὐ συναποβληθήσεται τῷ Ἰσραὴλ εἰς τοὺς πατέρας ἀγάπη,. ἀλλὰ πάλιν αὐτῶν ἀνθέξεται Χριστὸς, καὶ ἐπαναπαύσεται καὶ καταλύσει πάλιν ὡς ἐν ἁγίοις, ἀμάραντον αὐτοῖς τὴν ἐν ἀρχαῖς ἀποσώζων χάριν
他再次藉此向我們以象徵、以隱喻指明:福音的宣講縱然從耶路撒冷發出,神的道此後奔向列國,那對列祖的慈愛也不會連同以色列一同被棄;基督必再度扶持他們,必再度安歇、寄居,如在聖徒中間一般,為他們存留起初所賜、永不衰殘的恩典。
showing us again as in a figure and by an enigma, that even though the evangelical proclamation should go forth from Jerusalem, and the divine word should henceforth run out into the nations, the love toward the fathers will not be cast away together with Israel, but Christ will again lay hold of them, and will again rest and lodge as among holy ones, preserving for them unwithered the grace given at the beginning.
1:2135
ἐμφιλοχωρεῖ δὲ ταῖς τῶν ἁγίων μνήμαις, ἵνα τύπον ἡμῖν ἑαυτὸν κἀν τούτῳ παράσχοι, καὶ ἀρχὴ καὶ θύρα τῆς εἰς τοὺς πατέρας γένοιτο τιμῆς
他樂於流連在聖徒的紀念之處,好使他在這事上也將自己作為我們的榜樣,並成為那尊敬列祖之心的開端與門戶。
And he lingers with delight at the memorials of the saints, that in this too he may afford us a pattern in himself, and become the beginning and door of honor toward the fathers.
1:2136
καταλύει δὲ κεκοπιακὼς ἐκ τῆς ὁδοιπορίας, ὡς γέγραπται, ἵνα κἀν τούτῳ τῆς τῶν ἐλαυνόντων αὐτὸν ἀσεβείας κατηγορῇ
他因走路困乏而歇息,正如經上所記,好叫他在這事上也控訴那些趕逐他之人的不敬虔。
And he rests, being wearied from the journey, as it is written, that in this too he may accuse the impiety of those who drove him out.
1:2137
τί δὲ ἄρα φήσουσι πρὸς τοῦτο πάλιν ἡμῖν καὶ οἱ τῆς ἐκείνων ἀπονοίας γείτονες Ἀρειανοὶ, μᾶλλον δὲ πρὸς οὓς ἂν λέγοιτο δικαίως Ἐδικαιώθη Σόδομα ἐκ σοῦ; οἱ μὲν γὰρ κατὰ σάρκα σταυ ροῦσι Χριστὸν, οἱ δὲ εἰς αὐτὴν ἐμπαροινοῦσι τὴν ἄῤῥητον τοῦ Λόγου φύσιν
然而,那些與那班人之瘋狂為鄰的亞流派,對此又要向我們回甚麼話呢?或者說,對他們豈不可公義地說:「所多瑪比你還顯為義」麼?因為前者按肉體釘基督十字架,後者卻對那道之難以言喻的本性妄加醉狂的凌辱。
But what then will the Arians, neighbors of those men's folly, say to us again in reply to this — or rather, those to whom it might justly be said, 'Sodom has been justified more than you'? For the former crucify Christ according to the flesh, but the latter commit drunken outrage against the very ineffable nature of the Word.
1:2138
ἰδοὺ κεκοπίακεν ἐκ τῆς ὁδοιπορίας·
看哪,他因走路困乏了;
Behold, he has been wearied from the journey;
1:2139
τίς τοῦτο παθών; ἆρα καὶ ἰσχύος ἡμῖν ἐπιδεᾶ τὸν τῶν δυνά μεων εἰσοίσετε Κύριον, καὶ αὐτῷ τῷ ἐκ Πατρὸς Μονογενεῖ τὸν ἐκ τῆς ὁδοιπορίας ἀναθήσετε πόνον, ἵνα καὶ παθητὸς νοῆται λοιπὸν παθεῖν οὐκ εἰδώς; φρονεῖν μὲν οὕτω παραιτήσεσθε ποιοῦντες ὀρθῶς, μόνῃ δὲ τῇ τοῦ σώματος φύσει περιθήσετε τὰ ἐπὶ τούτοις ἐγκλήματα, μᾶλλον δὲ τῇ ἀνθρωπότητι πρέπειν ἐρεῖτε τὸν πόνον, ἤπερ ὄντι καὶ νοου μένῳ γυμνῷ καὶ καθ' ἑαυτὸν τῷ Λόγῳ; ὅνπερ οὖν τρόπον ἐν ἰδίᾳ φύσει τὸ πάντα δύνασθαι κεκτημένος, καὶ αὐτὸς ὑπάρχων πάντων ἰσχὺς κεκοπιακέναι λέγεται·
受這事的是誰呢?你們豈要把那萬能之主當作力量欠缺,而把因旅途而生的勞苦歸給父的獨生子自己,好叫那不曉得受苦的,此後被想成能受苦的麼?或者你們要拒絕這樣想,做得對,而把關乎這些事的指控單單歸於身體的本性——或者你們寧可說,這勞苦是配於那人性,而不是配於那被視為赤裸、獨自存在的道麼?正如他雖在自己本性中具有行一切事的能力,自己也是萬有的力量,卻被說成困乏了;
who is it that suffered this? Will you then bring in for us the Lord of the powers as deficient in strength, and lay upon the very Only-begotten of the Father the toil arising from the journey, so that he who knows not how to suffer should henceforth be conceived as passible? Or will you decline so to think, doing rightly, and lay the charges concerning these things upon the nature of the body alone — or rather will you say that the toil befits the humanity rather than the Word, existing and conceived bare and by himself? Just as, then, though possessing in his own nature the power to do all things, and himself being the strength of all, he is said to have been wearied;
1:2140
μὴ γάρ μοι, μὴ διέλῃς εἰς υἱῶν δυάδα τὸν ἕνα Χριστὸν, κἂν τὰ τῆς ἀνθρωπότητος εἰς ἑαυτὸν οἰκειοῦται πάθη·
因為我懇求你,切莫把獨一的基督分成兩個子,縱然他把人性的諸般苦難歸給自己;
for do not, I beg, do not divide the one Christ into a pair of sons, even though he appropriates to himself the sufferings of the humanity;
1:2141
καίτοι μένων. ἀπαθὴς, ἐπείπερ ἄνθρωπος γέγονεν, κοπιᾶν μὴ πεφυκώς·
然而他仍是不受苦的,因為那按本性不宜勞苦的成了人;
and yet he remains impassible, since he who by nature is not apt to toil became man;
1:2142
οὕτως εἴ τι καὶ λέγοι τῶν ὅσα δὴ πρέπειν ἀνθρώπῳ μᾶλλον οἰησόμεθα δεῖν, καὶ οὐκ ἄρα τῷ Θεῷ, μὴ λεξιθηρῶμεν εὐθὺς, μηδὲ ὅτε μάλιστα τέχνης ἡμῖν τῆς εἰς εὐσέβειαν δεῖ, τότε δὴ διαφερόντως ἀμαθαίνοντες ἁλισκώμεθα, τὸν μὲν τῆς μετὰ σαρκὸς οἰκονομίας ὡς ποῤῥωτάτω ποιούμενοι λόγον, ἐπ' αὐτὴν δὲ θερμῶς ἀναβαίνοντες τὴν τοῦ Λόγου θεότητα, καὶ τῶν ὑπὲρ ἡμᾶς πραγμάτων ἐκ πολλῆς τῆς ἀμαθίας ἁπτό μενοι
照樣,倘若他說了任何我們認為寧可配於人、而確非配於神的話,我們也不要立刻去咬文嚼字,也不要正當我們最需要那引向敬虔之技藝的時候,反倒特別被察出是無知的——把那與肉身相連的安排之道推得盡量遙遠,卻熱切地上升到道的神性本身,又出於極大的無知,去觸摸那超乎我們的事。
so likewise, if he should say anything of all that we shall think ought rather to befit a man, and not indeed to befit God, let us not straightway go word-hunting, nor, just when we most have need of the art that leads to godliness, then above all be caught being ignorant — making the account of the dispensation with flesh as far off as possible, but hotly ascending to the very Godhead of the Word, and, out of much ignorance, laying hold of matters beyond us.
1:2143
εἰ μὲν γὰρ ὅλως οὐ κεχρημάτικεν ἄνθρωπος, εἰ μὴ γέγονεν ἐν τῇ τοῦ δούλου μορφῇ, θορυβεῖσθαι δίκαιον, ὅταν τι λέγῃ δουλοπρεπὲς, ἀπαιτεῖσθαι δὲ μᾶλλον πάντα κατὰ τὸν πρέποντα τῷ Θεῷ λόγον·
因為若他根本沒有成為人,除非他曾在奴僕的形像中存在,那麼每當他說甚麼合乎奴僕的話,我們感到不安便是有理的,倒要照那合乎神的道去要求一切;
For if he has not become man at all, unless he came to be in the form of the servant, it were just to be troubled whenever he says anything servile, and rather to demand all things according to the account befitting God;
1:2144
εἰ δὲ σωζόμενον ἐν πίστει βεβαίᾳ καὶ ἀνενδοιάστως τεθαρσήκαμεν, ὅτι κατὰ τὴν Ἰωάννου φωνήν Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, ὅταν ἴδῃς ὡς σάρκα λαλοῦντα, τουτέστιν ὡς ἄνθρωπον, δέχου πρὸς ἀσφάλειαν τοῦ κηρύγματος τὸν ἀνθρώπῳ πρέ ποντα λόγον
但我們若在堅固無疑的信心中得蒙保守,並確信照約翰所說:「道成了肉身,住在我們中間」,那麼每當你看見他如肉身、即如人一般說話時,就當為著宣講的穩妥,領受那合乎人的道。
but if, being saved in firm faith and without wavering, we have taken courage that, according to John's utterance, 'the Word became flesh and dwelt among us,' then whenever you see him speaking as flesh, that is, as man, receive, for the security of the proclamation, the account befitting a man.
1:2145
οὐ γὰρ ἦν ἑτέρως ἐπιγνῶναι σαφῶς, ὅτι Θεὸς ὢν καὶ Λόγος, γέγονεν ἄνθρωπος, εἰ μή τι καὶ παθεῖν ἀπαθὴς, καὶ λαλῆσαί τι ταπεινὸν ὑψηλὸς ἀναγέγραπτο
因為若非那不受苦的被記為也受了些甚麼,那崇高的被記為說了些卑微的話,就再無別法能清楚認明:他既是神、是道,卻成了人。
For it was not otherwise possible clearly to recognize that, being God and Word, he became man, unless he who is impassible were recorded also to have suffered something, and he who is exalted to have spoken something lowly.
1:2146
Εὐαφόρμως ἐπὶ τῇ πηγῇ καταλύοντα δεικνύει τὸν Ἰησοῦν
經文以恰當的時機顯明耶穌在井旁歇息。
With good occasion it shows Jesus resting by the spring.
1:2147
ἡλίου γὰρ ἀκμαιοτάτην ἀπὸ μέσων ἁψίδων τοῖς ἐπὶ τῆς γῆς τὴν ἀκτῖνα καταχέοντος, καὶ ἀκράτοις τὰ σώματα κατα φλέγοντος βολαῖς, τὸ μὲν ἔτι πρόσω βαδίζειν οὐκ ἀζήμιον, τὸ δὲ ἀναπνεῦσαι βραχὺ μᾶλλον ἦν ἀκολουθότερον, ὅτε δὴ μάλιστα καὶ τὴν ἐπὶ τρυφαῖς αἰτίαν ῥᾳδίως ἂν ἀπεκρούσατο, καιροῦ τοῦ πρέποντος συνηγοροῦντος τῷ πράγματι
因為當日頭正從天穹的中拱升至最高,把光線傾注在地上的人身上,用其純烈的箭矢炙烤諸般身體時,再往前行並非無害,而稍微歇息喘一口氣倒更合宜——那正是他大可輕易駁回貪圖安逸之指控的時候,因合宜的時機正為此舉作辯護。
For when the sun, at its very height from the mid-arches of heaven, was pouring down its ray upon those on the earth, and scorching bodies with its unmixed shafts, to go still further forward was not without harm, while to take a little breath was rather more consequent — being also just the time when he could readily have repelled the charge of luxury, the fitting occasion pleading for the deed.
1:2148
ἕκτην δ' οὐκ ἀκριβῶς, ἀλλ' ὡς ἕκτην εἶναι τὴν ὥραν φησὶν, ἵνα καὶ. ἡμεῖς μανθάνωμεν μηδὲ ἐν τοῖς ἐλαχίστοις ἀδιαφορεῖν, πει ρᾶσθαι δὲ μᾶλλον καὶ τὴν ἐν τοῖς τυχοῦσιν ἐπιτηδεύειν ἀλήθειαν
他說那不是恰好第六時,乃是約在第六時,好叫我們也學習:即便在最小的事上也不可隨便,倒要竭力操練,甚至在無關緊要的事上也持守真實。
And he says it was not precisely the sixth, but about the sixth hour, that we too may learn not to be indifferent even in the smallest matters, but rather to strive and to practice truthfulness even in things that happen to be trivial.
1:2149
Ἔρχεται γυνὴ ἐκ τῆς Σαμαρείας ἀντλῆσαι ὕδωρ
有一個撒瑪利亞的婦人來打水。
There comes a woman from Samaria to draw water.
1:2150
οἱ γὰρ μαθηταὶ αὐτοῦ ἀπεληλύθεισαν εἰς τὴν πόλιν ἵνα τροφὰς ἀγοράσωσι
那時門徒進城買食物去了。
For his disciples had gone away into the city to buy provisions.
1:2151
λέγει αὐτῷ γυνὴ Σαμαρεῖτις
撒瑪利亞的婦人對他說。
The Samaritan woman says to him.
1:2152
Οὐκ ἠγνόει τοῦ γυναίου τὴν ἄφιξιν Σωτήρ
救主並非不知道那婦人的到來。
The Savior was not ignorant of the little woman's coming.
1:2153
εὖ γὰρ δὴ καὶ λίαν ἠπίστατο Θεὸς ὑπάρχων ἀληθινὸς, ὡς αὐτίκα παρέσται ψυχρὸν ἀπὸ κρήνης ἀρυσομένη τὸ νᾶμα·
因為身為真神,他完全且極其清楚地曉得,她不久就要來從井裏打那冰涼的水;
For being true God, he knew full well and exceedingly that she would presently be there to draw the cold stream from the well;
1:2154
ἐπειδὴ δὲ ἤδη παρῆν, εἴσω βρόχων ἐποιεῖτο τὸ θήραμα, καὶ τὸν τῆς διδασκαλίας εὐθὺ κατατείνων λόγον, ἀπὸ τῶν ἐν χερσὶ πραγμάτων ἐποιεῖτο τὴν διάλεξιν
當她已經來到時,他便把獵物收入網中,隨即展開教導的話語,就從眼前之事引出他的講論。
and when she was now present, he made his catch within the nets, and, straightway stretching out the word of teaching, he made his discourse from the matters at hand.
1:2155
Τὸ μὲν οὖν μηδαμόθεν χρῆναι καταμολύνεσθαι, τοῖς Ἰουδαίοις νόμος ἐπραγματεύετο·
至於人絕不可從任何來源受玷污這一點,律法為猶太人作了這樣的規定;
Now that one ought by no means to be defiled from any source, the Law contrived for the Jews;
1:2156
διά τε τοῦτο παντὸς ἀναχωρεῖν ἀκαθάρτου διετύπου πράγματος, καὶ μήτε ἀλλο γενέσιν ἀπεριτμήτοις ἀναμιγνύσθαι
為此緣故,它吩咐要遠離一切不潔之物,也不可與外族人或未受割禮的人相混雜。
and for this reason it enjoined withdrawal from every unclean thing, and that they should mingle neither with foreigners nor with the uncircumcised.
1:2157
οἱ δὲ εἰς πολύ τι πλέον ἀναφέροντες τῆς ἐντολῆς τὴν δύναμιν, καὶ εἰκαιοτάταις μᾶλλον ἐπιτηρήσεσιν, ταῖς ἀκριβείαις τῶν λεγομένων ἀκολουθήσαντες, οὐδ' ὅσον ἀποθίγειν τῆς τῶν ἀλλοφύλων σαρκὸς ἀποτολμῶντες, ἁπάσης δὲ εἴσω πεσεῖν ἀκαθαρσίας ἐνόμιζον, εἰ κατά τι γοῦν ὀφθεῖεν ὅλως Σαμαρείταις συμβαί νοντες
但他們把誡命的效力延伸到遠為過分的地步,寧可隨從那最無根據的講究,而非隨從所說之事的精確含義,竟連碰觸別族人的身體都不敢,以為只要被人看見與撒瑪利亞人有任何往來,就陷入了一切的不潔。
But they, referring the force of the commandment to something much more, and following rather the most groundless observances than the exactness of the things spoken, not daring even so much as to touch the flesh of those of another tribe, thought that they fell into every uncleanness if they should be seen at all to have any dealings whatever with Samaritans.
1:2158
εἰς τοσοῦτον δὲ αὐτοῖς τὰ τῆς διαστάσεως ἐχώρει λοιπὸν, ὡς καὶ ὕδατος καὶ τροφῆς ἀπογεύεσθαι ναρκᾶν, τῆς διὰ χειρὸς ἀλλοφύλων προσκομιζομένης
他們的隔絕竟發展到這般地步,以致連嘗一口由外族人之手所遞來的水與食物,也退縮不肯。
And to such a degree did their separation henceforth proceed, that they shrank even from tasting water and food that was brought by the hand of foreigners.
1:2159
καλέσῃ πρὸς ζήτησιν, τίς μὲν εἴη, καὶ πόθεν, καὶ ὅπως τῶν Ἰουδαϊκῶν κατεφρόνησεν ἐθῶν·
為要引她發問——這人是誰、從哪裏來,或他怎麼竟輕看了猶太人的習俗;
so that she might be summoned to inquiry — who he might be, and whence, or how he had despised the Jewish customs;
1:2160
Πῶς σὺ Ἰουδαῖος ὢν παρ' ἐμοῦ ζητεῖς πιεῖν ὕδωρ γυναικὸς Σαμαρείτιδος οὔσης; οὐ γὰρ συγχρῶνται Ἰουδαῖοι Σαμαρεί ταις
「你既是猶太人,怎麼向我一個撒瑪利亞婦人要水喝呢?」原來猶太人和撒瑪利亞人沒有來往。
'How is it that you, being a Jew, ask to drink from me, who am a Samaritan woman? For Jews have no dealings with Samaritans.'
1:2161
ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῇ
耶穌回答說。
Jesus answered and said to her.
1:2162
Ἀρχὴ μαθήσεως ζήτησις, καὶ ῥίζα τῆς ἐπί τισιν ἀγνοου μένοις συνέσεως περὶ αὐτῶν ἐπαπόρησις
學習的開端是查問,而在未明之事上得著領悟的根源,乃是對這些事的困惑求索。
The beginning of learning is inquiry, and the root of understanding in things unknown is perplexity concerning them.
1:2163
ταύτην λόγος ἑλεῖν ἐπιθυμεῖ τὴν ἀρχήν·
這開端正是這番講論所渴望攫取的;
This beginning the discourse desires to seize;
1:2164
διά τοι τοῦτο καὶ τὸ δοκεῖν ἡγεῖσθαι μηδὲν τὰ τῶν Ἰουδαίων ἔθη σοφῶς Σωτὴρ ὑπεπλάττετο
正是為此緣故,救主便智慧地佯裝把猶太人的習俗看為無物。
and it is precisely for this reason that the Savior wisely feigned to regard the customs of the Jews as nothing.
1:2165
Τὴν ὑπερκόσμιόν τε καὶ ὑπερουράνιον οὐκ εἰδυῖα τοῦ Μονο γενοῦς οὐσίαν, μᾶλλον δὲ ἀγνοοῦσα παντελῶς τὸν ἐνανθρω πήσαντα Λόγον, Ἰουδαῖον οὖν αὐτὸν ὠνόμαζεν γυνή
那婦人既不認識獨生子那超乎世界、超乎諸天的本質,或說是全然不知道那成了人的道,便稱他為猶太人。
Not knowing the supramundane and supracelestial essence of the Only-begotten, or rather being wholly ignorant of the Word who had become man, the woman therefore named him a Jew.
1:2166
καὶ σιωπᾷ μὲν πρὸς τοῦτο χρησίμως, ἵνα σώζηται πάλιν τοῦ πρὸς αὐτὴν ὑπόθεσις λόγου·
對此他有益地保持緘默,好使他對她講論的題旨得以再次存續;
And to this he keeps silence usefully, that the subject of his discourse toward her may again be preserved;
1:2167
ἀναφέρει δ' οὖν ὅμως εἰς ὑψη λοτέραν τὴν περὶ αὐτοῦ διάληψιν, οὐκ εἰδέναι λέγων, τίς ποτὸν αἰτήσας ἐστὶν, καὶ ὅσην ἔχει τὴν χάριν τὰ θεόθεν χορηγούμενα, ὡς εἴπερ ἔχοι τὴν γνῶσιν, οὐκ ἂν ὑστερίζειν ἠνέσχετο, ᾔτησε γὰρ ἂν προλαβοῦσα τὸν Κύριον
然而他仍將關於自己的認識提升到更高的層次,說她並不知道那求水喝的是誰,也不知道那從神而來所供給之物的恩典何等浩大——暗示若她有這知識,就不會甘於落後了,因她必會搶先向主求問。
yet nonetheless he raises the conception concerning himself to a higher one, saying that she does not know who it is that has asked for drink, or how great is the grace of the things supplied from God — implying that, if she had the knowledge, she would not have endured to be behindhand, for she would have anticipated and asked the Lord.
1:2168
ἐρεθίζει μὲν οὖν διὰ τούτων εἰς τὸ καὶ λίαν ἐσπουδασμένως ἐθελῆσαι μαθεῖν
因此,他藉這些話激動她,使她也極其懇切地渴望要明白。
By these words, then, he provokes her also to desire most earnestly to learn.
1:2169
ἐπιτήρει δὲ ὅπως εὐφυᾶ δὴ καὶ νῦν καὶ κόμπου γυμνὸν ἐπιτηδεύων λόγον, Θεὸν ἑαυτὸν εἶναί φησιν, εἰ καὶ βραδεῖα πρὸς τὸ δύνασθαι νοεῖν γυνή
但要留意,他即便如今所操演的話語既精巧又毫無誇耀之意,卻仍說自己是神,儘管那婦人在領會上是遲鈍的。
But observe how, even now practicing a discourse that is skillful and bare of boasting, he says that he is God, even though the woman is slow to be able to understand.
1:2170
ἀποθαυμάζειν γὰρ ἀναπείθων τὴν τοῦ Θεοῦ δωρεὰν, ταύτης ἑαυτὸν εἰσφέρει. χορηγόν·
因為他勸她要驚嘆神的恩賜,便把自己引介為那恩賜的供應者。
For persuading her to marvel at the gift of God, he introduces himself as the supplier of it.
1:2171
εἰ γὰρ ᾔδεις φησὶ τὴν δωρεὰν τοῦ Θεοῦ καὶ τίς ἐστιν λέγων σοι, σὺ ἂν ᾔτησας αὐτόν
祂說:「你若知道神的恩賜,和對你說話的是誰,你必早已求祂了。」
'For if you had known,' He says, 'the gift of God, and who it is that says to you, you would have asked Him.'
1:2172
τίνι δ' ἂν καὶ πρέποι τὸ χαρίζεσθαι τὰ Θεοῦ; μὴ οὐχὶ κατὰ φύσιν ὄντι Θεῷ; Ὕδωρ δὲ ζῶν ἀποκαλεῖ τὴν ζωοποιὸν τοῦ Πνεύματος δόσιν, δι' ἧς καὶ μόνης ἀνθρωπότης, καίτοι τοῖς ἐν ὄρεσι πρέμνοις αὐαινομένη παραπλησίως, ξηρά τε ἤδη καὶ πάσης ἄγονος ἀρετῆς ταῖς τοῦ διαβόλου κακουργίαις ἀναδεδειγμένη, πρὸς τὸ ἀρχαῖον ἐπανατρέχει τῆς φύσεως κάλλος, καὶ τὴν ζωο ποιὸν ἐκπίνουσα χάριν, πολυτρόποις ἀγαθῶν ἰδέαις περιανθί ζεται, καὶ εἰς ἕξιν ἀναβλαστῶσα τὴν φιλάρετον, εὐτραφε στάτους τῆς εἰς Θεὸν ἀγάπης ἀνίησι κλῶνας
然而,把屬神之物白白賜予人,除了那按本性是神的以外,還有誰配得如此呢?祂稱聖靈那賜生命的恩賜為「活水」,唯獨藉此,人類——雖如山上的殘株般枯萎,因魔鬼的惡毒已顯為乾涸、貧乏一切美德——才得以奔回其本性起初的美麗;且暢飲那賜生命的恩典,遍體被眾多美善的樣式所妝飾,萌發出愛慕美德的性情,長出向神之愛最茂盛的枝條。
But to whom would it befit to bestow freely the things of God, save to Him who is by nature God? And He calls the life-giving gift of the Spirit 'living water,' through which alone humanity — though withering like the stumps upon the mountains, and shown forth by the malignities of the devil already parched and barren of every virtue — runs back to the ancient beauty of its nature; and, drinking in the life-giving grace, is decked round about with manifold forms of good things, and, sprouting up into the disposition that loves virtue, sends forth the most flourishing branches of love toward God.
1:2173
τοιοῦτον δέ τι καὶ διὰ τοῦ προφήτου φησὶν Ἡσαΐου πρὸς ἡμᾶς Θεός Εὐλογήσει με τὰ θηρία τοῦ ἀγροῦ, σειρῆνες καὶ θυγατέρες στρουθῶν, ὅτι ἔδωκα ἐν τῇ ἐρήμῳ ὕδωρ καὶ ποταμοὺς ἐν τῇ ἀνύδρῳ, ποτίσαι τὸ γένος μου τὸ ἐκλεκτὸν, λαόν μου ὃν περιεποιησάμην τὰς ἀρετάς μου διηγεῖσθαι. ἔσεσθαι δὲ καὶ τὴν τοῦ δικαίου ψυχὴν, ὡς ξύλον ἔγκαρπον, ἕτερός τις φησὶ τῶν ἁγίων, καὶ ἀνατελεῖν μὲν, ὡσεὶ χόρτον ἀνα μέσον ὕδατος, ὀφθήσεσθαι δὲ ὡς ἰτέαν ἐπὶ παραῤῥέον ὕδωρ
神也藉先知以賽亞向我們宣告了類似的話:「田野的走獸必尊崇我,野狗和鴕鳥也必如此,因我在曠野賜下水,在乾旱之地賜下江河,使我所揀選的族類得以喝,就是我所保守、要傳述我美德的子民。」又有一位聖徒說,義人的靈魂必如結果子的樹,必如水中的青草發旺,必如溪水旁的柳樹被人看見。
Something of this sort God also declares to us through the prophet Isaiah: 'The beasts of the field shall bless me, the sirens and the daughters of ostriches, because I have given water in the wilderness and rivers in the dry land, to give drink to my chosen race, my people whom I have preserved to declare my virtues.' And that the soul of the righteous man shall be as a fruitful tree, another of the saints says, and that it shall spring up as grass in the midst of water, and shall be seen as a willow beside flowing water.
1:2174
τὸ δὲ τούτοις ἡμᾶς ἐμφι λοχωρεῖν οὐ καιρός·
然而此刻並非我們細究這些的時候。
But it is not the time for us to linger upon these things.
1:2175
διὸ δὴ πάλιν ἑτέροις ἐπινηξόμεθα πρὸς τὸ μέγα καὶ πλατὺ τῶν θείων θεωρημάτων ἐπειγόμενοι πέλαγος
因此我們要再向其他題目游去,向著那浩瀚廣闊的屬神奧義之海奮力前進。
Wherefore we shall again swim on to other matters, pressing forward toward the great and broad sea of the divine contemplations.
1:2176
Κύριε, οὔτε ἄντλημα ἔχεις καὶ τὸ φρέαρ ἐστὶ βαθύ·
「主啊,你沒有打水的器具,井又深,」
'Lord, you have nothing to draw with, and the well is deep;'
1:2177
πόθεν οὖν ἔχεις τὸ ὕδωρ τὸ ζῶν; Οὐδὲν τῶν ἐν συνηθείᾳ πλέον γυνὴ φαντάζεται, καὶ. συνίησι μὲν οὐδαμῶς τῶν εἰρημένων τὴν δύναμιν, οἴεται δὲ ὅτι κατά τινας τῶν ἐξ ἐπῳδῆς καὶ δαιμονιώδους ἀπάτης θαυματουργεῖν εἰωθότων, σχοινίου τε δίχα καί τινος ἑτέρας μηχανῆς, αὐτόματον αὐτῇ τὸ ὕδωρ ἐκ τῶν φρεατίων ἀνοίσει πυθμένων
「那麼你從哪裡得這活水呢?」這婦人所想像的不過是慣常之事,全然不明白所說之話的能力;她以為祂會像那些慣於用咒語和邪魔詭詐行奇術的人一樣,不用繩索或任何器械,就使水從井底自動為她湧上來。
'whence then have you the living water?' The woman imagines nothing beyond what is customary, and in no way grasps the power of the things that were spoken; but she supposes that, after the manner of those accustomed to work wonders by incantation and demonic deceit, He will, apart from a rope and any other contrivance, bring up the water of its own accord for her from the bottom of the well-shafts.
1:2178
ὕδωρ δὲ ζῶν, ὡς πρὸς τὸν οἰκεῖον ὀνομάζει σκοπὸν, τὸ νεωστὶ τῶν πηγαίων ἀνομβρῆσαν μαστῶν
然而祂稱之為「活水」,是按祂自己的旨意,指那新近從泉源湧流而出的水。
But He names 'living water,' with reference to His own purpose, that which has newly rained up from the springing fountains.
1:2179
Μὴ σὺ μείζων τοῦ πατρὸς ἡμῶν Ἰακὼβ, ὃς ἔδωκεν ἡμῖν τὸ φρέαρ τοῦτο καὶ αὐτὸς ἐξ αὐτοῦ ἔπιε καὶ οἱ υἱοὶ αὐτοῦ καὶ τὰ θρέμματα αὐτοῦ; ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῇ
「你比我們的祖宗雅各還大嗎?他將這井留給我們,他自己和兒女並牲畜也都喝這井裡的水。」耶穌回答她說。
'Are you greater than our father Jacob, who gave us this well, and drank of it himself, and his sons, and his cattle?' Jesus answered and said to her.
1:2180
Ἑαυτῆς ἐπιλαμβάνεται καὶ σφόδρα τὴν ταχίστην γυνὴ, συνορᾷ δὲ οὐχ ὁσίως, οὐδὲ πάντως ἀληθεῖς λαβοῦσα τὰς ὑπονοίας περὶ αὐτοῦ·
這婦人隨即極快地把持住自己;然而她並未正確地領悟,對祂所抱的揣測也並非全然真確。
The woman lays hold of herself, and that with all speed; yet she does not perceive rightly, nor has she taken up altogether true surmises concerning Him.
1:2181
οὐ γὰρ ἦν μὴ πάντως ὠφελεῖσθαι πρὸς νῆψιν, τὴν ὅλως τῶν θείων ἀπολαύουσαν λόγων
因為那全然得享屬神言語的人,斷不可能不在儆醒清醒上得著益處。
For it was not possible that she who wholly enjoyed the divine words should not by all means be profited toward soberness.
1:2182
ἁγιασμῷ διαπρεπεῖ, διά τε τοῦτο παρέξειν αὐτῇ τὸ ὕδωρ τὸ ζῶν κατεπαγγέλλεσθαι, καὶ δίχα τῶν κατὰ συνήθειαν ἀντλημάτων, πολὺ πρὸς χρῆσιν τὸ ἄμεινον ἐξ ἑτέρας ἀνευρίσκοντα πηγῆς, μετατίθησι τὸν λόγον εὐθὺς ἐπὶ τὸ σωφρονέστερον, καὶ ὡς ἅγιον ἁγίῳ συγκρίνει λέγουσα Μὴ σὺ μείζων τοῦ πατρὸς ἡμῶν Ἰακὼβ ὃς ἔδωκεν ἡμῖν τὸ φρέαρ τοῦτο; δέχου τοῦ νοήματος τὴν περίνοιαν, ἐκ τοῦ μηκέτι θαυμάζειν αὐτὴν, εἰ σχοινίον οὐκ ἔχων τὸ ὕδωρ ἐπαγγέλλεται, τῆς δὲ κατὰ γεῦσιν ποιότητος πέρι διαλέγεσθαι μόνης
祂以卓越的聖潔,因此應許要賜她活水,且要在慣用的打水器具之外、或從另一更宜於使用的泉源尋得——祂隨即將話題轉向更為審慎之事;她如同以聖潔比較聖潔的婦人般說:「你比我們的祖宗雅各還大嗎?他將這井給了我們。」你當領受這思想的深意,就是她不再驚訝於祂雖無繩索卻應許給水,只單單談論其滋味的品質。
In distinguished holiness, and on this account promising to grant her the living water, and to discover it apart from the customary drawing-vessels, or from another spring much better for use — He forthwith transfers the discourse to what is more chastened; and, as a holy woman comparing holy things, she says: 'Are you greater than our father Jacob, who gave us this well?' Receive the depth of the thought, from the fact that she no longer marvels if, without a rope, He promises the water, but only converses concerning the quality of its taste.
1:2183
Σαμαρεῖται μὲν οὖν ἀλλογενεῖς·
撒瑪利亞人固然是外族人;
Now the Samaritans are indeed of foreign descent;
1:2184
πατέρα δὲ καὶ αὐτοὶ τὸν Ἰακὼβ ἐπιγράφονται κατὰ δύο τρό πους·
然而他們也以兩種方式稱雅各為他們的祖宗。
yet they too inscribe Jacob as their father in two ways.
1:2185
ὡς γὰρ ὅμορόν τε καὶ γείτονα τῆς Ἰουδαίων οἰκοῦντες χώραν, ὀλίγα τῆς ἐκείνων λατρείας εἰς ἑαυτοὺς ἀνεμάττοντο, καὶ τοῖς Ἰουδαίων πατράσιν ἐπαυχεῖν ἐμελέτων
因為他們住在與猶太人接壤毗鄰之地,就沾染了幾分那些人的敬拜,並以誇耀猶太人的祖宗為務。
For, dwelling in a land bordering upon and neighboring that of the Jews, they took to themselves a little of the worship of those people, and made it their study to boast in the fathers of the Jews.
1:2186
ἄλλως τε καὶ. ἦν ὄντως ἀληθὲς, ὅτι τῆς Ἰακὼβ ἐξέφυσαν ῥίζης τῶν τὴν Σαμάρειαν οἰκούντων οἱ πλείους
此外,實情確是如此:住在撒瑪利亞的人大多數乃是從雅各的根所出。
And besides, it was in fact truly the case that the greater number of those inhabiting Samaria had sprung from the root of Jacob.
1:2187
γὰρ τοῦ Ναβὰτ Ἱεροβοὰμ, δέκα τοῦ Ἰσραὴλ συναγείρας φυλὰς, καὶ τὸ ἥμισυ φυλῆς Ἐφραῒμ, ἀπαίρει μὲν τῆς Ἱερουσαλὴμ κατὰ καιρὸν τῆς Ῥοβοὰμ βασιλείας υἱοῦ Σολομῶνος, καταλαβὼν δὲ τὴν Σαμάρειαν, καὶ οἴκους ἐν αὐτῇ καὶ πόλεις ἀνεδείματο
因為尼八的兒子耶羅波安招聚了以色列的十個支派和以法蓮半個支派,在所羅門的兒子羅波安作王的時候離開了耶路撒冷,佔據了撒瑪利亞,在其中建造房屋和城邑。
For Jeroboam the son of Nabat, having gathered together the ten tribes of Israel and the half-tribe of Ephraim, departed from Jerusalem in the time of the kingdom of Rehoboam the son of Solomon, and, having seized Samaria, built houses and cities in it.
1:2188
Πᾶς πίνων ἐκ τοῦ ὕδατος τούτου διψήσει πάλιν·
「凡喝這水的,還要再渴;」
'Everyone who drinks of this water shall thirst again;'
1:2189
ὃς δ' ἂν πίῃ ἐκ τοῦ ὕδατος οὗ ἐγὼ δώσω αὐτῷ οὐ μὴ διψήσει εἰς τὴν αἰῶνα, ἀλλὰ τὸ ὕδωρ δώσω αὐτῷ γενήσεται ἐν αὐτῷ πηγὴ ὕδατος ἁλλομένου εἰς ζωὴν αἰώνιον
「人若喝我所賜的水,就永遠不渴;我所賜的水要在他裡頭成為泉源,直湧到永生。」
'but whoever drinks of the water that I will give him shall never thirst forever; but the water that I will give him shall become in him a spring of water leaping up unto eternal life.'
1:2190
Μὴ σὺ μείζων εἶ τοῦ πατρὸς ἡμῶν Ἰακὼβ, ὥσπερ τι μέγα καὶ δυσκαταγώνιστον πρόβλημα προτεινούσης τῆς Σαμαρείτιδος, εὐφυέστατα πάλιν Σωτὴρ παραιτεῖται μὲν τὸν ἐν ῥήμασι κόμπον, ὅτι μείζων ὑπάρχοι σαφῶς οὐκ εἰπὼν, ἀπὸ δὲ τῆς τῶν πραγμάτων ποιότητος δοκιμάζειν ἀναπείθει τὸν προύχοντα
「你比我們的祖宗雅各還大嗎?」——這撒瑪利亞婦人彷彿提出一個又大又難以應付的難題,救主又極為巧妙地避開了口頭上的誇耀,並未明說祂更大,卻勸服她從事情的品質來鑑別那更卓越的一位。
'Are you greater than our father Jacob?' — as though the Samaritan woman were putting forward some great and hard-to-contend problem, the Saviour again most skillfully declines the boast in mere words, not saying plainly that He is greater, but persuades her to test the more excellent one from the quality of the deeds.
1:2191
διάτοι τοῦτο καὶ ἀσύγκριτον οὖσαν τῶν νοητῶν ὑδάτων πρὸς τὰ ἐν αἰσθήσει καὶ γεωδέστερα τὴν δια φορὰν ἐπιδεικνύει λέγων Πᾶς πίνων ἐκ τοῦ ὕδατος τούτου διψήσει πάλιν, δὲ τῶν ἐμῶν, φησὶν, ὑδάτων ἐμφορησά μενος, οὐχ ὅπως τοῦ διψῆν ἔτι κρείττων ἀποφανθήσεται, ἀλλ' ἕξει πηγὴν ἐν ἑαυτῷ πρὸς ζωὴν αἰώνιον ἀποτρέφειν ἰσχύουσαν
因此,為要顯明屬靈之水與感官所知、較為屬土之水之間的差別是無可比擬的,祂說:「凡喝這水的,還要再渴;但那飽飲我之水的,」祂說,「不但要顯為不再受渴的挾制,反倒要在自己裡面有一泉源,能養育他直到永生。」
Therefore, showing that the difference between the spiritual waters and those in sense-perception and more earthy is beyond all comparison, He says: 'Everyone who drinks of this water shall thirst again; but he who is filled with my waters,' He says, 'not only shall be shown to be superior to thirsting any longer, but shall have a spring within himself able to nourish him unto eternal life.'
1:2192
οὐκοῦν τὰ μείζω δωρούμενος ἐν μείζοσιν ἔσται, φησὶ, τοῦ τὸ ἔλαττον ἔχοντος, καὶ τὴν αὐτὴν οὐκ ἀποίσεται δόξαν τῷ νικῶντι τὸ ἡττώμενον
因此祂說,那賜下更大之物的,必列於比擁有較小之物者更大的位分中;得勝者所得的榮耀,斷不與被勝者相同。
Therefore he who bestows the greater things shall be among the greater, He says, than he who possesses the lesser; and the victor shall not bear away the same glory as the vanquished.
1:2193
Μόνα πάλιν τὰ συνήθη καὶ λαλεῖ καὶ φαντάζεται, συνίησι δὲ ὅλως τῶν λεγομένων οὐδέν·
她又只說慣常之事、只想像慣常之事,對所說的一無所悟;
Again she speaks only of the customary things and imagines them, and grasps nothing at all of what is said;
1:2194
ἐν δὲ τῷ μικρῶν ἀπαλλάτ τεσθαι πόνων, ὅλην ἕξειν οἴεται τοῦ Σωτῆρος ἡμῶν τὴν φιλοτιμίαν, καὶ ἐν τῷ μηκέτι διψῆν, τῆς τοῦ Θεοῦ χάριτος ὁρίζει τὸ μέτρον, οὐδ' ὅσον ἐν ἐννοίαις ψιλαῖς δεχομένη τὰ ὑπερκείμενα
她以為只要脫離些微的勞苦,就能得著我們救主全部的厚賜,並以不再乾渴來界定神恩典的限度,甚至連在單純的意念中也未領受那超越之物。
and in being freed from small toils she thinks she will have the whole of our Saviour's munificence, and in no longer thirsting she sets the measure of God's grace, not even in bare thoughts receiving the things that transcend.
1:2195
Ὕπαγε φώνησον τὸν ἄνδρα σου καὶ ἐλθὲ ἐνθάδε
「你去叫你丈夫來這裡。」
'Go, call your husband, and come here.'
1:2196
Ἦν ἄρα καλῶς τε καὶ οὐκ ἐψευσμένως εἰπεῖν, ὅτι θήλειαί πως εἰσὶ θηλειῶν αἱ φρένες, καὶ μαλακὸς ἐνῴκισται νοῦς γυναιξὶν, οὐδαμόθεν ἔχων τὸ δύνασθαί τι συνιέναι γοργῶς·
如此說來,那句話說得好,也並非虛言:婦人的心思總帶著女性中之女性的柔弱,婦人裡面安置著柔軟的心智,全然沒有敏銳領悟任何事的能力;
It was then well and not falsely said that the minds of women are somehow female of the female, and that a soft mind is lodged in women, in no way possessing the power to understand anything keenly;
1:2197
εὐμαθεστέρα δέ πως ἀνδρῶν ἐστι φύσις, καὶ πολὺ πρὸς λόγους ἑτοιμοτέρα, διεγηγερμένον εἰς νῆψιν καὶ ἵν' οὕτως εἴπω θερμόν τε καὶ ἀπηρσενωμένον ἔχουσα τὸν νοῦν
但男子的本性總是較易受教,也更敏於推理,其心智被激發至儆醒,可說是熱切而剛毅的。
but the nature of men is somehow more apt to learn, and much readier for reasoning, having a mind roused up unto soberness and, so to speak, ardent and made manly.
1:2198
διὰ ταύτην οἶμαι τὴν αἰτίαν τὸν ἄνδρα καλεῖν τῷ γυναίῳ παρεκε λεύετο λεληθότως ἐλέγχων, ὡς ἀμαθεστάτην μὲν ἔχοι τὴν καρδίαν, τοῖς δὲ εἰς σοφίαν λόγοις ἀμεταχείριστον, ὁμοῦ δέ τι καὶ ἕτερον ἐπὶ τούτῳ κάλλιστον οἰκονομῶν
我想正因這緣故,祂吩咐這婦人叫她的丈夫來,暗中責備她心裡極其無知,對引人歸智慧的話語難以駕馭;同時祂還藉此成就另一件至美之事。
For this cause, I think, He bade the little woman call her husband, secretly reproving her, that she had a most unlearned heart, unmanageable by the words unto wisdom; and at the same time managing yet another most excellent thing besides this.
1:2199
Λέγει αὐτῷ γυνή Ἄνδρα οὐκ ἔχω
婦人對祂說:「我沒有丈夫。」
The woman says to Him: 'I have no husband.'
1:2200
λέγει αὐτῇ Ἰησοῦς Καλῶς εἶπες ὅτι ἄνδρα οὐκ ἔχω·
耶穌對她說:「你說沒有丈夫,是說得對的;」
Jesus says to her: 'You have well said, I have no husband;'
1:2201
Καὶ τίνι λοιπὸν οὐκ ἂν εἴη καταφανὲς, ὡς οὐκ ἠγνόει μὲν Σωτὴρ τοῦ κατὰ νόμου συνῳκηκότος ἔρημον ὑπάρχειν αὐτὴν, πρόφασιν δὲ τοῦ ἀνακαλύψαι τὰ κεκρυμμένα τὴν τοῦ μὴ ὄντος ἀνδρὸς ἐποιήσατο ζήτησιν; ἦν γὰρ ἦν οὕτω μόλις ὠφελῆσαι θαυμάζουσαν οὐκέτι λοιπὸν ὡς ἕνα τῶν καθ' ἡμᾶς, ἀλλ' ὡς ὑπὲρ ἄνθρωπον ἤδη διὰ τοῦ παραδόξως εἰδέναι τὰ ἐν αὐτῇ
如此,從今以後,誰還會不明白:救主並非不知道她沒有一個按律法合法結合的丈夫,卻以尋問那不存在的丈夫為藉口,好揭露那些隱藏之事呢?因為——的確如此——唯有如此才勉強能使她得益,叫她如今不再把祂當作我們中間的一個人來驚奇,而是因祂奇異地洞知她裡面的事,把祂當作已然超乎人的一位。
And to whom, henceforth, would it not be manifest that the Saviour was not ignorant that she was destitute of one lawfully joined to her according to the law, but made the inquiry after the non-existent husband as a pretext for uncovering the hidden things? For it was — indeed it was — thus scarcely possible to profit her, marveling now no longer at Him as one of us, but as already above man, through His paradoxically knowing the things within her.
1:2202
ἀποδέχεται δὲ χρησίμως ἄνδρα λέγουσαν οὐκ ἔχειν, καίτοι τοσούτοις συνεφθαρμένην·
祂有益地接納她所說「沒有丈夫」的話,儘管她曾與那麼多人苟合;
And He usefully accepts her saying that she has no husband, although she had been corrupted with so many;
1:2203
οὐ γὰρ σύνοδος ἐκ φιληδονίας, ἀλλ' κατὰ νόμον συναίνεσις καὶ σύνδεσμος ἐξ ἀγάπης καθαρᾶς τὸν ἀκατηγόρητον ἀποτελοῦσι γάμον
因為並非出於貪愛宴樂的結合,而是按律法的合意與出於純潔之愛的聯結,才成就那無可指責的婚姻。
for it is not union out of love of pleasure, but consent according to the law and a bond out of pure love, that accomplish the blameless marriage.
1:2204
Κύριε, θεωρῶ ὅτι προφήτης εἶ σύ
「主啊,我看出你是先知。」
'Lord, I perceive that you are a prophet.'
1:2205
Μόλις ἀναλάμπει πρὸς νῆψιν, καὶ πάλιν οὔπω τελείαν
她勉強地朝著儆醒燃起亮光,然而仍未臻完全。
Scarcely does she blaze up toward soberness, and again not yet perfectly.
1:2206
πλὴν ἀμείνων πρότερον ἀνεδείχθη κατὰ βραχὺ, κατ' οὐδένα μὲν τρόπον πρὸς τοὺς ἐλέγχους ἀσχάλλουσα, τὴν δὲ ἀπὸ τοῦ σημείου δύναμιν εἰς ὠφέλειαν ἁρπάζουσα, καὶ μαλακῆς μὲν οὕτως ἐκβαίνουσα φρενὸς, μετρίως γεμὴν εἰς νεανικὸν ἀνα βαίνουσα νοῦν, καὶ τῆς καρδίας τὸν ὀφθαλμὸν εἰς ἀήθη πραγμάτων θεωρίαν ἐκτείνουσα
然而她漸漸顯為比先前更好,絲毫不因責備而惱怒,反倒攫取那出於神蹟的能力歸於自己的益處;她如此脫離了柔軟的心思,多少上升到一個剛健的悟性,並伸出她心眼,去作一種前所未慣的事物默觀。
Yet she was shown to be better than before, little by little, in no way chafing at the reproofs, but snatching the power from the sign unto her profit; and thus emerging from a soft mind, and moderately ascending nevertheless toward a vigorous understanding, and stretching out the eye of her heart to an unaccustomed contemplation of things.
1:2207
ἐφ' δὴ μάλιστα θαυμά ζειν ἀκόλουθον τὴν τοῦ Σωτῆρος ἡμῶν ἀνεξικακίαν τε ὁμοῦ καὶ δύναμιν, καὶ τὰς ἀπαιδεύτους διανοίας εἰς ἀξιάγαστον ἕξιν εὐκόλως μεταῤῥυθμίζοντος
因此,尤其該當驚嘆我們救主的寬容連同祂的能力,祂輕易地將未受教的心思重塑為可欽佩的性情。
Wherefore it is especially fitting to marvel at our Saviour's forbearance together with His power, who easily reshapes untaught minds into an admirable disposition.
1:2208
Οἱ πατέρες ἡμῶν ἐν τῷ ὄρει τούτῳ προσεκύνησαν, καὶ ὑμεῖς λέγετε ὅτι ἐν Ἱεροσολύμοις ἐστὶν τόπος ὅπου προσκυνεῖν δεῖ
「我們的祖宗在這山上禮拜,你們倒說,應當禮拜的地方是在耶路撒冷。」
'Our fathers worshiped in this mountain, and you say that in Jerusalem is the place where one must worship.'
1:2209
Προφήτην ὄντως ὑπάρχειν καὶ Ἰουδαῖον οἰηθεῖσα τὸν Κύριον, τοῖς ἐπιχωρίοις ἔθεσι πολὺ δὴ λίαν ἐναβρύνεται, καὶ τῆς Ἰουδαίων ὑπονοίας βεβουλεῦσθαι τὰ κρείττω τοὺς Σαμα ρείτας διισχυρίζεται
她既以為主真是一位先知,又是猶太人,便極其誇耀本地的風俗,並極力主張撒瑪利亞人比猶太人的見解籌謀得更好。
Supposing the Lord to be truly a prophet and a Jew, she plumes herself greatly upon the local customs, and stoutly maintains that the Samaritans have deliberated better than the opinion of the Jews.
1:2210
Ἰουδαῖοι μὲν γὰρ παχυτέρας ἔτι τὰς περὶ τῆς θείας τε καὶ ἀσωμάτου φύσεως διαλήψεις δεχό μενοι, ἐν μόνοις τοῖς Ἱεροσολύμοις, ἤτοι Σιὼν τῇ γείτονι χρῆναι προσκυνεῖσθαι τὸν ἐπὶ πάντας Θεὸν διετείνοντο, ὡς ὅλης ἅπαξ τῆς ἀῤῥήτου καὶ ἀκαταλήπτου φύσεως κατα λυούσης ἐκεῖσε, καὶ χειροποιήτοις ἐναποκλεισθείσης ναοῖς
因為猶太人對那屬神、非物質之本性仍持較為粗淺的觀念,堅持那超乎萬有的神必須只在耶路撒冷、或在毗鄰的錫安受敬拜,彷彿那全然不可言喻、不可測度的本性一次而永遠地被降到那裡,被禁閉在人手所造的殿宇之中。
For the Jews, receiving still grosser conceptions concerning the divine and incorporeal nature, insisted that the God over all must be worshiped only in Jerusalem, or in neighboring Zion, as though the whole of the ineffable and incomprehensible nature were once for all brought down there and shut up in temples made with hands.
1:2211
διὸ δὴ καὶ λίαν ἀσυνετοῦντες ἐπὶ τούτῳ διὰ τῆς τῶν προ φητῶν ἠλέγχοντο φωνῆς, τοῦ Θεοῦ λέγοντος οὐρανός μοι θρόνος, δὲ γῆ ὑποπόδιον τῶν ποδῶν μου·
因此,他們在這事上極其愚昧,就被眾先知的聲音責備,神說:「天是我的座位,地是我的腳凳;」
Wherefore, being exceedingly senseless in this, they were reproved through the voice of the prophets, God saying: 'Heaven is my throne, and the earth is the footstool of my feet;'
1:2212
ποῖον οἶκον οἰκοδομήσετέ μοι, λέγει Κύριος, τίς τόπος τῆς καταπαύσεώς μου; Σαμαρεῖται δὲ πάλιν οὐ πόῤῥω τῆς Ἰουδαίων ἀμαθίας κείμενοι, χώραν τε ὁμοῦ καὶ ἀπαιδευσίαν ἔχοντες ὅμορον, ἐν ὄρει τῷ Γαρίζειν οὕτω καλουμένῳ, καὶ προσεύχεσθαι δεῖν καὶ προσκυνεῖν οἰόμενοι, τὸ γελᾶσθαι δικαίως οὐ διαφεύγουσι
「你們要為我造何等的殿宇,這是主說的;哪裡是我安息的地方呢?」但撒瑪利亞人也距猶太人的無知不遠,既有毗鄰之地又有毗鄰之無知,以為必須在那名叫基利心的山上禱告敬拜,就免不了理當被人恥笑。
'What kind of house will you build me, says the Lord, or what is the place of my rest?' But the Samaritans again, lying not far from the Jews' ignorance, having both a land and an ignorance that bordered upon them, thinking that they must pray and worship in the mountain called Gerizim, do not escape being justly laughed at.
1:2213
ταύτην γυνὴ τῷ Σωτῆρι τὴν ζήτησιν, ὥς τι μέγα καὶ δυσκατά ληπτον πρόβλημα προΐσχεται λέγουσα Οἱ πατέρες ἡμῶν ἐν τῷ ὄρει τούτῳ προσεκύνησαν, καὶ τὰ ἑξῆς
這婦人將這疑問當作某個又大又難以理解的難題向救主提出,說:「我們的祖宗在這山上禮拜,」及以下的話。
This inquiry the woman puts forward to the Saviour, as some great and hard-to-grasp problem, saying: 'Our fathers worshiped in this mountain,' and what follows.
1:2214
Πίστευσόν μοι, γύναι, ὅτι ἔρχεται ὥρα ὅτε οὔτε ἐν Ἱεροσολύμοις οὔτε ἐν τῷ ὄρει τούτῳ προσκυνήσετε τῷ Πατρί
「婦人,你當信我,時候將到,你們拜父,也不在這山上,也不在耶路撒冷。」
'Believe me, woman, that an hour is coming when neither in Jerusalem nor in this mountain shall you worship the Father.'
1:2215
Ὁμοῦ τῆς ἁπάντων ἀμαθίας καταψηφίζεται, μετατεθή σεσθαι λέγων ἐπὶ τὸ ἀληθέστερον τῆς παρ' ἀμφοῖν λατρείας τὸ σχῆμα
祂一舉定了他們眾人的無知之罪,說兩方敬拜的形式都要轉移到那更為真實的敬拜上。
He condemns at once the ignorance of them all, saying that the form of the worship on both sides shall be transferred to what is more true.
1:2216
οὐ γὰρ ἔτι, φησὶ, ζητηθήσεται τόπος, ἐν δὴ κυρίως οἰήσονται κατοικεῖν τὸν Θεὸν, ἀλλ' ὡς τὰ πάντα πληροῦντι καὶ συνέχειν ἰσχύοντι προσκυνήσουσι τῷ Κυρίῳ, ἕκαστος ἐκ τοῦ τόπου αὐτοῦ, καθάπερ τις φησὶ τῶν ἁγίων προφητῶν
因為祂說,人不再尋求一個他們以為神本體所居住的地方,反倒要敬拜那充滿萬有、能將萬有維繫一起的主,各人在自己的地方,正如一位聖先知所說。
For no longer, He says, shall a place be sought in which they will suppose God properly to dwell, but they shall worship the Lord as one who fills all things and is able to hold them together, each from his own place, even as one of the holy prophets says.
1:2217
ὥραν δὲ καὶ καιρὸν τῆς τῶν τοιούτων ἐθῶν μεταστάσεως, τὴν ἑαυτοῦ μετὰ σώματος ἐπιδημίαν ἐν κόσμῳ φησίν
祂以這些風俗被除去的「時候」與「時機」,指祂自己帶著身體在世上的居留。
And by the 'hour' and 'season' of the removal of such customs, He signifies His own sojourn in the world with a body.
1:2218
Ἐπιτήρει δὲ ὅπως ἀστειοτάτῃ τοῦ λόγου χρησάμενος ἀγωγῇ πρὸς ἐννοίας τὰς περὶ Υἱοῦ ποδηγεῖ τοῦ γυναίου τὸν νοῦν, Πατέρα καλῶν τὸν Θεόν·
你且觀察祂如何運用極為雅緻的表達方式,稱神為「父」,引導這婦人的心思朝向關於子的觀念;
And observe how, using a most elegant mode of speech, He guides the mind of the little woman toward conceptions concerning the Son, calling God 'Father;'
1:2219
πῶς γὰρ ἂν ὅλως νοοῖτο Πατὴρ οὐκ ὄντος Υἱοῦ;. ΚΕΦΑΛΗ Ε
因為若沒有子,「父」怎能被想像呢?第五章。
for how could 'Father' be conceived at all, if there were no Son? CHAPTER V.
1:2220
Ὅτι οὐκ ἐν τοῖς προσκυνοῦσίν ἐστιν Υἱὸς, Λόγος ἐστὶ καὶ Θεὸς, προσκυνεῖται δὲ μᾶλλον μετὰ Πατρός
論到子既是道又是神,就不在敬拜者之列,反倒與父一同受敬拜。
That the Son is not among those who worship, in that He is Word and God, but is rather worshiped together with the Father.
1:2221
Ὑμεῖς προσκυνεῖτε οὐκ οἴδατε·
「你們所拜的,你們不知道;」
'You worship what you do not know;'
1:2222
ἡμεῖς προσκυνοῦμεν οἴδαμεν, ὅτι σωτηρία ἐκ τῶν Ἰουδαίων ἐστίν
「我們所拜的,我們知道,因為救恩是從猶太人出來的。」
'we worship what we know, for salvation is from the Jews.'
1:2223
ΛΑΛΕΙ μὲν πάλιν ὡς Ἰουδαῖος καὶ ὡς ἄνθρωπος, τοῦτον καὶ νῦν ἀπαιτούσης τὸν τρόπον τῆς τοῦ πράγματος οἰκονο μίας·
祂又如猶太人、如人一般說話,因為此事的安排即使此刻也要求這種方式;
He speaks again as a Jew and as a man, the dispensation of the matter demanding this manner even now;
1:2224
οὐδὲ γὰρ ἂν καιροῦ τοῦ πρέποντος ἀπεσφάλη Χριστός·
因為基督斷不會錯失合宜的時機;
for Christ would not have failed of the fitting occasion;
1:2225
ἀπονέμει δέ τι καὶ πλέον εἰς σύνεσιν ταῖς Ἰουδαίων λα τρείαις
祂也將稍多的悟性歸於猶太人的敬拜。
and He assigns something more, unto understanding, to the worship of the Jews.
1:2226
Σαμαρεῖται μὲν γὰρ, ὡς ἐν ἁπλῷ τε καὶ ἀζητήτῳ λόγῳ προσκυνοῦσι τὸν Θεόν·
因為撒瑪利亞人敬拜神,乃是以一種簡略而未經探究的方式;
For the Samaritans indeed worship God as in a simple and uninvestigated manner;
1:2227
Ἰουδαῖοι δὲ, διὰ νόμου καὶ προφητῶν τὴν τοῦ ὄντος γνῶσιν κατὰ τὸ ἐγχωροῦν δεχό μενοι
但猶太人藉著律法和先知,就其所能地領受了對那位自有永有者的認識。
but the Jews, through the law and the prophets, receive the knowledge of Him who is, so far as was possible.
1:2228
διὰ τοῦτο Σαμαρείτας μὲν οὐκ εἰδέναι φησὶν, ἐξεπί στασθαι δέ πως Ἰουδαίους, ἐξ ὧν καὶ ἀναδειχθήσεσθαι τὴν σωτηρίαν, ἑαυτὸν δηλονότι διισχυρίζεται
因此祂說,撒瑪利亞人不認識,而猶太人卻多少有完全的認識,救恩也要從他們中間顯明——祂明明是指祂自己——這是祂所堅定確認的。
For this reason He says that the Samaritans do not know, but that the Jews somehow have full knowledge, from whom also salvation shall be manifested — meaning clearly Himself — as He stoutly affirms.
1:2229
ἐν δὲ τοῖς προσκυνοῦσιν ἑαυτὸν κατα τάττει πάλιν ὡς ἄνθρωπος, μετὰ τοῦ Θεοῦ καὶ Πατρὸς, πρός τε ἡμῶν καὶ τῶν ἁγίων ἀγγέλων προσκυνούμενος
但祂又把自己列在敬拜者之中,是按祂作人而言——祂與神並父一同,受我們和聖天使的敬拜。
But among the worshipers He again ranks Himself as man — He who, together with God and the Father, is worshiped both by us and by the holy angels.
1:2230
ἐπειδὴ γὰρ τὸ οἰκετικὸν περιεβάλετο σχῆμα, τὴν οἰκέτῃ πρέπουσαν ἀποπληροῖ λειτουργίαν, οὐκ ἀπολέσας τὸ εἶναι Θεὸς καὶ Κύριος καὶ προσκυνητός·
因為祂既取了奴僕的形像,就成就那合乎奴僕的服事,卻沒有喪失祂作神、作主、作當受敬拜者的身分;
For since He put around Himself the form of a servant, He fulfills the ministry befitting a servant, not having lost His being God and Lord and worthy of worship;
1:2231
μένει γὰρ αὐτὸς εἰ καὶ. γέγονεν ἄνθρωπος, ἀποσώζων δὲ πανταχῆ τῆς μετὰ σαρκὸς οἰκονομίας τὸν λόγον
因為祂即使成了人,仍是同一位,全然保守著那帶著肉體之安排的道理。
for He remains the same even though He has become man, preserving in every way the principle of the dispensation with flesh.
1:2232
Κἂν μεγάλην ἴδῃς καὶ ὑπερφυᾶ τὴν ταπείνωσιν, θαυ μαστὴς εἰσέρχου, μὴ κατήγορος, μὴ φιλεγκλήμων, μᾶλλον δὲ μιμητής
縱然你看見這降卑何等偉大、何等超乎本性,你也當作一個仰慕者進來,而非作控告者,非作好挑剔者,倒要作一個效法者。
And even if you see the humiliation to be great and beyond nature, enter in as an admirer, not as an accuser, not as one fond of complaint, but rather as an imitator.
1:2233
τοιούτους Παῦλος ἡμᾶς ὁρᾶσθαι βούλεται λέγων Τοῦτο φρονεῖτε ἕκαστος ἐν ὑμῖν αὐτοῖς καὶ ἐν Χριστῷ Ἰησοῦ, ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ, ἀλλ' ἑαυτὸν ἐκένωσε μορφὴν δούλου λαβὼν, ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος, καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος ἐταπείνωσεν ἑαυτόν. ὁρᾷς ὅπως ταπεινοφροσύνης ὑπόδειγμα γέγονεν ἡμῖν Υἱὸς ἐν ἰσότητι μὲν ὑπάρχων τοῦ Πατρὸς καὶ ἐν μορφῇ, καθὰ γέ γραπται·
保羅願我們被人看見如此,他說:「你們當以基督耶穌的心為心,祂本有神的形像,不以自己與神同等為強奪的,反倒虛己,取了奴僕的形像,成為人的樣式;既有人的樣子,就自己卑微。」你看見子如何為我們成了謙卑的榜樣,祂本與父同等、有父的形像,正如經上所記;
Such does Paul wish us to be seen, saying: 'Let each of you have this mind among yourselves, which was also in Christ Jesus, who, being in the form of God, thought it not robbery to be equal with God, but emptied Himself, taking the form of a servant, being made in the likeness of men; and being found in fashion as a man, He humbled Himself.' Do you see how the Son has become for us a pattern of humble-mindedness, being in equality with the Father and in His form, as it is written;
1:2234
καταβεβηκὼς δὲ δι' ἡμᾶς εἰς ἑκούσιον ὑπακοὴν καὶ ταπείνωσιν; πῶς οὖν ἄρα τὸ τῆς ὑπακοῆς, πῶς δὲ τὸ τῆς ταπεινώσεως ἔδει φαίνεσθαι σχῆμα, δηλονότι διὰ πραγ μάτων καὶ λόγων τῆς θεοπρεποῦς ἀξίας ὑποβεβηκότων, καὶ πολὺ τὸ ἔλαττον ἐχόντων ἐν οἷσπερ ἦν γυμνὸς ἔτι παρὰ Πατρὶ Λόγος, καὶ ἀσύμπλοκος τῆς τοῦ δούλου μορφῆς; ποῦ γὰρ ὅλως αὐτὸν καταβεβηκέναι φήσομεν, εἰ μή τι καὶ τῶν παρ' ἀξίαν ὑπομεῖναι δώσομεν; γέγονε δὲ πῶς ἐν ἀνθρώπων ὁμοιώματι κατὰ τὴν τοῦ Παύλου φωνὴν, εἰ μὴ τὸ ἀνθρώποις πρέπον ἐμιμήσατο; πρᾶγμα δὲ ἀνθρώποις πρεπωδέστατον προσκύνησις, ὡς ἐν ὀφλήματος τάξει κατατιθεμένη τε καὶ προσαγομένη πρὸς ἡμῶν τῷ Θεῷ
祂卻為我們的緣故降下,進入自願的順服與降卑,這又是為何呢?那麼,順服的樣式、降卑的樣式,該當如何顯明呢?豈不是明明藉著那些遜於合乎神之尊嚴的言行——那些遠遜於「道」尚與父同在、未曾與奴僕形像交織之時的言行——來顯明嗎?因為若不容許祂也忍受某些低於祂身分之事,我們究竟能說祂降到哪裡去了呢?照保羅的話,祂又如何成為人的樣式,除非祂效法了合乎人之事呢?而至為合乎人之事乃是敬拜,因為那是我們如同償還債務般向神所獻上的。
but having come down for our sakes into voluntary obedience and humiliation? How then ought the fashion of obedience, and how that of humiliation, to be made manifest, save clearly through deeds and words that fall short of the God-befitting dignity, and hold much the lesser part than those in which the Word was still bare with the Father, and unentwined with the form of the servant? For where at all shall we say that He came down, unless we grant Him also to have endured some of the things beneath His worth? And how has He become in the likeness of men, according to the voice of Paul, unless He imitated what befits men? And a thing most befitting men is worship, as being paid in the rank of a debt and offered by us to God.
1:2235
οὐκοῦν προσκυνεῖ μὲν ὡς ἄνθρωπος, ὅτε γέγονεν ἄνθρωπος, προσκυνεῖται δὲ ἀεὶ μετὰ Πατρὸς, ἐπεὶ Θεὸς ἦν ἐστί τε καὶ ἔσται κατὰ φύσιν καὶ ἀληθινός
因此祂作為人而敬拜,是在祂成了人的時候,但祂始終與父一同受敬拜,因為祂本是、現是、將來也是按本性而言真正的神。
Therefore He worships as man, when He has become man, but is ever worshiped together with the Father, since He was and is and shall be God by nature and true.
1:2236
Ἀλλ' οὐκ ἀνέξεται πάλιν δι' ἐναντίας, ἐκεῖνο δὲ λέγων ἀνταναστήσεται Μὴ ξενίζου προσκυνεῖν ὅτε φαμὲν τὸν Υἱόν·
但那持相反立場的人,又不肯容忍這話,反倒起來抗辯,說:「我們說子敬拜的時候,你不要驚訝;」
But the one on the opposite side will not endure this again, but will rise up in resistance, saying this: 'Do not be startled when we say that the Son worships;'
1:2237
οὐ γὰρ οὕτως οἰόμεθα χρῆναι προσκυνεῖν αὐτὸν τῷ Πατρὶ, ὥσπερ οὖν ἀμέλει καὶ ἡμᾶς καὶ ἀγγέλους τυχὸν, ἀλλ' ἐξαίρετός τις ἐστὶν Υἱοῦ προσκύνησις, καὶ πολὺ τῆς παρ' ἡμῶν ἐν ἀμείνοσι
「因為我們並不以為祂必須像我們、或像天使那般敬拜父,倒是子的敬拜乃是格外特出的,遠比我們所獻的更為優越。」
'for we do not think that He must worship the Father in the same way as we too, of course, or as angels perchance, but the worship of the Son is something exceptional, and much among the better things than that which is from us.'
1:2238
Τί οὖν πρὸς ταῦτα πάλιν ἐροῦμεν ἡμεῖς; Ὡς ἀξιολογω τάτην, ἄνθρωπε, περιτιθεὶς τῷ Μονογενεῖ τὴν δουλείαν, καὶ οἰκετικὸν ἀξίωμα τοῖς ἐξ ἀπάτης καταχρυσώσας λόγοις τισὶν, οἴει παρακρουόμενος
那麼,我們對這些話又要說什麼呢?我要說:「人哪,你把一個極其顯著的奴役加在獨生子身上,又用某些欺人的話語把那合乎奴僕的地位鍍上金色,你這樣自欺,還自以為得計。」
What then, again, shall we say to these things? That, O man, in setting round the Only-begotten a most notable servitude, and having gilded over with certain deceitful words the dignity befitting a servant, you think, in deceiving yourself.
1:2239
παῦσαι δοξάζων ἐν ἀτιμίᾳ τὸν Υἱὸν, ἵνα μείνῃς τιμῶν τὸν Πατέρα·
你當停止以羞辱來榮耀子,好叫你可以持守對父的尊崇;
Cease glorifying the Son in dishonor, that you may remain honoring the Father;
1:2240
γὰρ μὴ τιμῶν τὸν Υἱὸν, οὐδὲ τὸν Πατέρα τιμᾷ, καθὰ γέγραπται
「因為不尊敬子的,就是不尊敬父,」正如經上所記。
'For he who does not honor the Son does not honor the Father either,' as it is written.
1:2241
τί γὰρ εἰπέ μοι πρὸς ἐλευθερίαν ὀνήσει τὸν Μονογενῆ, τὸ ἐξαίρετον παρ' ἡμᾶς ποιεῖσθαι τῷ Πατρὶ τὴν προσκύνησιν; ἕως γὰρ ἂν ἐν τοῖς προσκυνοῦσιν εὑρίσκηται, δοῦλος ἔσται πάντως, καὶ εἰ νοοῖτο προσκυνητὴς ἐξαίρετος, διοίσει δὲ τῶν κτισ μάτων κατὰ μὲν τὸ εἶναι γενητὸς οὐδαμῶς, ὑπεροχαῖς δὲ μόνον ταῖς ἄλλαις, ὥσπερ ἀνθρώπων Μιχαὴλ, καὶ ἑτέρα τις τῶν ἁγίων καὶ λογικὴ δύναμις, τὸ μὲν προὔχειν τῶν ἐπὶ τῆς γῆς οὐσιωδῶς ὁρᾶται προσπεφυκὸς, κατὰ τὸν τῆς ἁγιότητος λόγον, καί τινι δόξης πλεονασμῷ, δόξαν οὕτω τῷ πάντων ἀριστοτέχνῃ Θεῷ·
因為請告訴我,若獨生子向父獻上一種與我們不同、特別的敬拜,這對祂的自由有何益處呢?因為只要祂仍被算在敬拜者之列,祂就完全是個奴僕;縱使被設想為一位特別的敬拜者,就其為受造而言,祂也絲毫不異於眾受造之物,只是在其他優越之處有別罷了——正如在人類中米迦勒有別於眾人,或某位聖潔而有理性的能者有別,這能者在本質上顯然勝過地上的眾生,或因聖潔之故,或因某種榮耀的豐盛;因為萬有中最卓越的巧匠——神,如此看為美好。
For tell me, what does it profit the Only-begotten toward freedom, that He renders to the Father a worship set apart from ours? For so long as He is found among those who worship, He will be a slave in every way; and even if He be conceived of as a worshipper set apart, He will in no way differ from created things as regards being created, but only by other pre-eminences — just as, among men, Michael differs, or some other holy and rational power, in which excelling those upon the earth is seen to be attached essentially, whether by reason of holiness, or by some abundance of glory; for thus it seemed good to God, the most excellent Artificer of all things.
1:2242
τὸ γεμὴν τοῖς γενητοῖς συντετάχθαι, κατὰ τὸν τοῦ πεποιῆσθαι λόγον, πρὸς τὰ ἄλλα κοινόν
然而按著「被造成」這一原則而與眾受造之物同列,這一點祂與其餘萬物是共通的。
But being ranked together with created things, according to the principle of having been made, is common to Him with the rest.
1:2243
οὐκοῦν οὐδαμόθεν τὸ εἶναι γενητὸς ἐν Πατρὶ καὶ ἐκ Πατρὸς φυσικῶς διαφεύξεται Λόγος, κἂν ἐξαιρέτως λέ γηται προσκυνεῖν
所以,那按本性在父裡面、又出於父的道,斷不能逃脫「受造」的處境——即使說祂是以特別的方式敬拜。
Therefore the Word, who is in the Father and from the Father by nature, will in no way escape being created — even if He be said to worship in a special manner.
1:2244
εἶτα πῶς Υἱὸς ἔτι τὸ ποιηθὲν, πῶς κατὰ φύσιν Κύριος δοῦλος καὶ λάτρης; οἶμαι γὰρ ἔγωγε τὸ μὲν βασιλικόν τε καὶ δεσποτικὸν ἐν τῷ προσκυνεῖσθαι διαλάμπειν ἀξίωμα·
那麼,那受造之物怎能仍是子呢?又或那奴僕與服事者怎能按本性為主呢?因為至少我認為,那君王與主宰的尊嚴是在「被敬拜」中彰顯出來的;
Then how is that which is made still a Son? Or how is the slave and servant Lord according to nature? For I, at least, think that the kingly and lordly dignity shines forth in being worshipped;
1:2245
τὸ δὲ οἰκετικόν τε καὶ δουλοπρεπὲς ὁρί ζεσθαι μέτρον ἐν τῷ προσκυνεῖν
而那服事的、配得奴僕身分的分寸,則是在「行敬拜」之舉中被劃定的。
whereas the servile measure, befitting a slave, is determined in the act of worshipping.
1:2246
ὑποπίπτειν. ἡμᾶς οἴεσθαι δεῖν τὴν ὑπερκειμένην καὶ ἐπάνω πάντων ὁμο λογοῦμεν φύσιν
因此我們理當如此思想:我們應當承認那至高、超乎萬有之上的本性。
It falls to us, then, to think that we ought to confess the nature that is supreme and above all things.
1:2247
τοιγάρτοι καὶ πάσῃ τῇ κτίσει διὰ τοῦ πανσόφου προσεφωνεῖτο Μωυσέως Κύριον τὸν Θεόν σου προσκυνήσεις, καὶ αὐτῷ μόνῳ λατρεύσεις· ὥστε ὅτῳ κατὰ φύσιν ἐστὶν δουλεία, καὶ ὑπὸ τὸν τῆς θεότητος πίπτει ζυγὸν, τοῦτο δὴ πάντως καὶ ἀνάγκη προσκυνεῖν, καὶ τῷ τῆς λατρείας ὑποκεῖσθαι σχήματι
為此,藉著滿有智慧的摩西,也向一切受造之物宣告說:「你要敬拜主你的神,單要事奉祂」;如此,凡按本性屬於奴役、又落在神性軛下的,這樣的存有就必然要敬拜,並要順服於事奉的樣式之下。
Wherefore also to all creation it was proclaimed through the all-wise Moses: 'You shall worship the Lord your God, and Him only shall you serve'; so that to whatever the servitude belongs by nature, and which falls under the yoke of the Godhead, this thing must indeed by all means worship, and be subject to the posture of service.
1:2248
ἐν μὲν γὰρ τῷ εἰπεῖν Κύριον, διορίζει τὸ δοῦλον, ἐν δὲ τῷ Θεὸν, τὸ πεποιημένον·
因為在說「主」時,就界定了那作奴僕的;在說「神」時,就界定了那被造的。
For in saying 'Lord', He defines that which is a slave; and in saying 'God', that which is made.
1:2249
συνεπινοεῖται γάρ πως καὶ ἀντιδιαστέλλεται, τῷ μὲν κατὰ φύσιν Κυρίῳ τὸ δοῦλον, τῇ δὲ ἀγενήτῳ θεότητι τὸ παραχθὲν εἰς γένεσιν
因為那奴僕在某種意義上是與那按本性為主者一同被設想、並相對而立的;而那被帶入受造之境者,則與那非受造的神性相對而立。
For somehow the slave is conceived of together with, and set over against, that which is Lord by nature; and that which was brought into being is set over against the uncreated Godhead.
1:2250
δὲ Υἱὸς ἀϊδίως ὢν ἐν Πατρὶ καὶ Κύριός τε ὑπάρχων ὡς Θεὸς, πόθεν ἂν φαίνοιτο τὸ προσκυνεῖν ἐποφείλων, ἀπορῶ μὲν ἐπιδεικνύειν ἐγώ·
然而,既然子永遠在父裡面,又因祂是神而作為主存在,那麼要從何處顯明祂欠有敬拜之債,我實在無從證明。
But since the Son is eternally in the Father, and exists as Lord in that He is God, whence He could be shown to owe worship as a debt, I am at a loss to demonstrate.
1:2251
φλυαρούντων δὲ πάλιν ἐκεῖνοι Προσ κυνήσει, φησὶν, Μονογενὴς τῷ Πατρὶ, οὔτε ὡς δοῦλος, οὔτε ὡς ποίημα, ἀλλ' ὡς Υἱὸς τῷ γεννήσαντι
但當那些人再度胡言亂語,說:「獨生子要敬拜父,既不是作奴僕,也不是作受造之物,而是作子敬拜那生祂者」——
But when those men babble again, saying, 'The Only-begotten will worship the Father, neither as a slave, nor as a creature, but as a Son the One who begot Him' —
← 上一段下一段 →
1