📜 Verbum · 聖言
原文誦讀聖經與教父文獻

← 回書卷目次 · 希臘教父 › 約翰福音註釋

亞歷山大的區利羅

約翰福音註釋 第 1 章 第 18/94 段

希臘文原文.152 節.部分字詞可點開查義.本章太長已分段,此段為 1:2563–1:2714(全章共 13790 節)

← 上一段下一段 →
1:2563
στρατευμάτων ἐκέλευσε πληθὺν, καὶ κατε σείσθη μὲν οὕτω τὸ τεῖχος, εἰσδραμόντες δὲ εἴσω, χειροῦνται τὴν πόλιν, οὐ τὴν ἄκαιρον τοῦ σαββάτου τιμῶντες ἀργίαν, οὐδὲ τὸ νικᾶν ἐν αὐτῷ παραιτούμενοι διὰ τὸν ἐξείργοντα νόμον, ἀλλ' οὐδὲ τοῖς Ἰησοῦ στρατηγήμασιν ἀντιπράττον τες τότε, λοιδορίας δὲ παντελῶς ἐλευθέραν τοῦ ἀνδρὸς τὴν ἡγεμονίαν τηρήσαντες
他吩咐眾軍隊,城牆便如此震塌了;他們跑進城裡,攻取了那城,並不看重安息日那不合時宜的止工,也不因那有所禁止的律法而在其上推辭得勝;那時他們既不違背約書亞的謀略,又全然保守那人的統率不受任何毀謗。
He commanded the multitude of the armies, and thus the wall was shaken down; and running within, they took the city, not honouring the untimely idleness of the Sabbath, nor declining to conquer on it because of the excluding law, but neither then acting against the stratagems of Joshua, and keeping the man's leadership altogether free from reproach.
1:2564
καὶ μὲν τύπος ἐν τούτοις
這些事乃是預表。
And in these things is the type.
1:2565
ἐπειδὴ δὲ παρῆν ἀλήθεια, τουτέστι Χριστὸς, τὴν ἐπιτειχισθεῖσαν κατὰ τῆς ἀνθρώπου φύσεως παρὰ τοῦ διαβόλου φθορὰν καθελών τε καὶ χειρωσάμενος, εἶτα τοῦτο ποιῶν ὁρᾶται κατὰ τὸ σάββατον, ὡς ἐν προοιμίοις καὶ ἀρχῇ τοῦ πράγματος ἐν τῷ παραλελυμένῳ, δυσφοροῦσιν ἀπαιδεύτως καὶ τῆς τῶν. πατέρων εὐπειθείας καταδικάζουσι, τὴν ἐκ τῶν ἀῤῥωστημάτων ἐπήρειαν νικᾶν ἐν σαββάτῳ τὴν φύσιν οὐκ ἐπιτρέποντες, ὅσον εἰς τὸ χρῆναι διώκειν ἐπείγεσθαι τὸν Ἰησοῦν εὐεργε τοῦντα κατὰ τὸ σάββατον
但當真理臨在——就是基督——祂拆毀並制伏了那被魔鬼築起、抵擋人性的敗壞,隨後又在安息日被看見行此事——如同在此事的序幕與開端,在那癱子身上——他們卻無知地惱恨,並定罪列祖那馴良的順服,不容自然界在安息日勝過因疾病而來的損害,甚至急切地堅持必須逼迫在安息日行善的耶穌。
But when the truth was present, that is, Christ, having pulled down and mastered the corruption that had been raised as a rampart against the nature of man by the devil, and is then seen doing this on the Sabbath—as in the preludes and beginning of the matter, in the paralytic—they take it ill without instruction and condemn the docile obedience of the fathers, not permitting nature to conquer on the Sabbath the injury arising from sicknesses, so far as to be eager to insist that Jesus must be persecuted for doing good on the Sabbath.
1:2566
Πατήρ μου ἕως ἄρτι ἐργάζεται, κἀγὼ ἐργάζομαι
「我父作事直到如今,我也作事。」
'My Father works until now, and I work.'
1:2567
τοῦτο γὰρ ἀνάγκη τό Ἕως ἄρτι δηλοῦν, ἵνα τὸν ἑαυτῇ πρέποντα λόγον τοῦ θεωρήματος δέχηται δύναμις
因為「直到如今」必然是要表明這一點,好叫這見解之能力領受那與之相稱的意義。
For this necessarily is what 'until now' declares, so that the force of the reflection may receive the meaning befitting it.
1:2568
ἀπαιδεύτους δὲ ὄντας τοὺς Ἰουδαίους, καὶ τίς μέν ἐστι κατὰ φύσιν οὐκ εἰδότας Μονογενὴς, μόνῳ δὲ ἀνατιθέντας τῷ Θεῷ καὶ Πατρὶ τοῦ διὰ Μωυσέως νόμου τὸν ὁρισμὸν, αὐτῷ τε χρῆναι καὶ πείθεσθαι μόνῳ διαβεβαιουμένους, ἀναπείθειν πειρᾶται σαφῶς, ὅτι πάντα τῷ Πατρὶ συνεργάζεται, καὶ τὴν τοῦ γεννήσαντος φύσιν ἔχων ἐν ἑαυτῷ, διὰ τὸ μὴ ἕτερόν τι παρ' ἐκεῖνον ὑπάρχειν, ὅσον ἧκεν εἰς τὴν τῆς οὐσίας ταυτότητα, οὐχ ἕτερόν τι φρονήσει ποτὲ παρὰ τὸ τῷ φύσαντι δοκοῦν
但猶太人既無知,不曉得那獨生者按本性是誰,反倒將藉摩西所賜律法的定規單單歸於神與父,堅持說人惟當被祂勸服、單單順從祂;祂便明明地竭力勸他們曉得:祂與父同工行一切事,並且在自己裡面擁有那生祂者的本性,因為就本質的同一而論,祂與那位並無二致,祂斷不會存有與那生祂者所看為善之事相異的意念。
But since the Jews were untaught, and knew not who by nature the Only-Begotten is, but ascribed to God and Father alone the ordinance of the law given through Moses, firmly maintaining that one must be persuaded by and obey Him alone, He plainly endeavours to persuade them that He works all things together with the Father, and, having in Himself the nature of the One who begot Him, because He is nothing other than He as regards the identity of essence, He will never think anything different from what seems good to the One who begot Him.
1:2569
ὡς δὲ τῆς αὐτῆς ὑπάρχων οὐσίας ταῦτα καὶ βουλεύσεται, μᾶλλον δὲ αὐτὸς ὑπάρχων ζῶσα βουλὴ καὶ δύναμις τοῦ Πατρὸς, ἐνεργεῖ τὰ πάντα ἐν πᾶσι μετὰ Πατρός
並且因祂是同一本質,祂也意欲這些事——或更確切地說,祂自己就是父那活著的旨意與能力——祂便與父一同在萬有中運行萬事。
And as being of the same essence, He both wills these things—or rather, being Himself the living will and power of the Father—He works all things in all with the Father.
1:2570
Ἵνα τοίνυν τὸν εἰκαῖον τῶν Ἰουδαίων ἀποκρούσηται γογ γυσμὸν, καὶ δυσωπήσῃ διώκοντας ἐφ' οἷς χαλεπαίνειν ἐδό κουν, ὡσανεὶ τῆς περὶ τὸ σάββατον καταφρονηθείσης τιμῆς, Πατήρ μου φησὶν ἕως ἄρτι ἐργάζεται κἀγὼ ἐργάζομαι
那麼,為要駁斥猶太人那空洞的怨言,並使那些因他們看似惱怒之緣故而逼迫的人蒙羞——彷彿安息日當受的尊榮被藐視了——祂便說:「我父作事直到如今,我也作事。」
In order, then, to repel the idle murmuring of the Jews, and to shame those who were persecuting on grounds over which they seemed to be angry—as though the honour due to the Sabbath had been despised—He says: 'My Father works until now, and I work.'
1:2571
μόνον γὰρ οὐχὶ τοιοῦτόν τι κατασημαίνειν βούλεται Εἰ πιστεύεις ἄνθρωπε, νεύματί τε καὶ βουλήσει τοῦ τὰ πάντα συμπήξαντός τε καὶ τεχνησαμένου Θεοῦ τὴν κτίσιν διοικεῖ σθαι καὶ κατὰ τὸ σάββατον, ὡς ἀνίσχειν μὲν ἥλιον, ὀμβρο τόκους τε ὁμοίως ἀνίεσθαι πηγὰς, καὶ καρποὺς μὲν ἐκ γῆς ἀνατρέχειν, οὐ παραιτουμένους τὴν αὔξην διὰ τὸ σάββατον,. ἐνεργεῖν δὲ τὰ οἰκεῖα τὸ πῦρ, ταῖς τῶν ἀνθρώπων χρείαις ἀδιακωλύτως ὑπηρετοῦν·
因為祂幾乎是要暗示這樣一件事:「人哪,你若信:藉著那結合並創造萬物之神的意旨與旨意,受造之物就連在安息日也被治理——以致太陽升起,帶雨的泉源照樣湧流,果實從地裡發生,不因安息日而止住其生長,火也施行其本分,毫無攔阻地供應人的需用——
For He all but wishes to indicate something of this kind: 'If you believe, O man, that by the nod and will of God, who compacted and fashioned all things, the creation is governed even on the Sabbath—so that the sun rises, and the rain-bearing springs are likewise released, and the fruits shoot up from the earth, not declining their growth on account of the Sabbath, and the fire performs its own works, ministering without hindrance to the needs of men—
1:2572
ἴσθι δὴ πάντως ὁμολογῶν ἐνεργεῖν τὸν Πατέρα τὰ θεοπρεπῆ καὶ κατὰ τὸ σάββατον
那麼你就當完全確知:你承認父連在安息日也行那與神相稱的事。
then know full well that you confess the Father to work the things befitting God even on the Sabbath.
1:2573
τί τοι γαροῦν ἀπαιδεύτως, φησὶν, αἰτιᾷ τὸν δι' οὗ τὰ πάντα ἐργά ζεται; ἐνεργήσει γὰρ οὐχ ἑτέρως Θεὸς καὶ Πατὴρ, ἀλλ' ὡς διὰ δυνάμεως καὶ σοφίας τοῦ Υἱοῦ
祂說,那麼你們為何愚昧地控告那位神藉以行一切事的呢?因為神父行事別無他途,惟藉子的能力與智慧。
Why then, He says, do you ignorantly accuse the One through whom He works all things? For God the Father will work in no other way than as through the power and wisdom of the Son.
1:2574
διὰ τοῦτό φησιν ὅτι κἀγὼ ἐργάζομαι·
為此祂說:「我也作事。」
For this cause He says, 'I also work.'
1:2575
δυσωπεῖ τοιγαροῦν ταῖς εἰς ἄτοπον ἐννοίαις τὸν ἀχάλινον τῶν διωκόντων θυμὸν, οὐχ ἑαυτῷ τοσοῦτον ἀντιτείνοντας δεικνὺς, ὅσον εἰπεῖν τῷ Πατρὶ, δὴ καὶ μόνῳ τὴν τοῦ νόμου τιμὴν ἀναγράφειν ἐσπούδαζον, οὔπω γινώ σκοντες τὸν ἐξ αὐτοῦ καὶ δι' αὐτοῦ κατὰ φύσιν Υἱόν·
所以祂就藉那些導向荒謬的觀念,使逼迫者那無韁的暴怒蒙羞,向他們顯明:他們與其說是抵擋祂自己,不如說是抵擋父——他們原惟熱心要將律法的尊榮歸於父,卻尚未認識那按本性出於父並藉著父的子。
He therefore puts to shame, by the notions leading to absurdity, the unbridled rage of the persecutors, showing them to be setting themselves in opposition not so much against Himself as, so to speak, against the Father—to whom alone they were zealous to ascribe the honour of the law, not yet knowing the Son who by nature is from Him and through Him.
1:2576
διὰ γάρ τοι τοῦτο καὶ μοναδικῶς ἑαυτοῦ Πατέρα φησὶ τὸν Θεὸν, εὐφυέστατα χειραγωγῶν εἰς τὸ κάλλιστον δὴ τοῦτο καὶ τίμιον μάθημα
為此祂也說神是祂獨特意義上的父,極其巧妙地攙扶他們進入這最美最寶貴的功課。
For this reason too He says that God is in a singular sense His own Father, most skilfully leading them by the hand to this fairest and most precious lesson.
1:2577
Ἐπιτείνεται πρὸς ἀπανθρωπίαν τῶν Ἰουδαίων νοῦς, καὶ δι' ὧν ἐχρῆν θεραπεύεσθαι, νοσοῦσι μειζόνως, ἵνα δὴ δικαίως ἀκούσειαν Πῶς ἐρεῖτε ὅτι σοφοί ἐσμεν ἡμεῖς; δέον γὰρ αὐτοὺς ἐξημεροῦσθαι τὴν γνώμην, λογισμῷ τῷ πρέποντι μεταποιουμένους εἰς εὐλάβειαν, καὶ φονῶσιν ἤδη κατὰ τοῦ πληροφοροῦντος διὰ πραγμάτων, ὡς οὐδὲν ὅλως εἰς τὸν θεῖον ἡμάρτηται νόμον, ὑγιασθέντος ἀνθρώπου κατὰ τὸ σάββατον
猶太人的心思愈發傾向殘忍,並藉著那本當使他們得醫治的事物,反而病得更重,以致他們理當聽見:「你們怎能說『我們有智慧』呢?」因為他們本當使自己的心意變為溫良,藉著合宜的思考轉為虔敬,卻已渴求那位以行為給人充分憑據者的血——祂證明人在安息日得痊癒,全然沒有干犯神的律法。
The mind of the Jews is intensified toward inhumanity, and by the very things through which they ought to have been healed, they sicken the more, so that they might justly hear: 'How do you say, We are wise?' For while they ought to have their disposition made gentle, being transformed by the fitting reasoning into reverence, they are already thirsting for the blood of the One who gives full assurance through His deeds that in no way at all has the divine law been transgressed by a man's being made whole on the Sabbath.
1:2578
συνεπιπλέκουσι δὲ ταῖς διὰ τὸ σάββατον ὀργαῖς, ὡς βλασ φημίας ἔγκλημα τὴν ἀλήθειαν, σειραῖς τῶν οἰκείων πλημ μελημάτων εἰς ἀλύτους ὀργὰς ἑαυτοὺς κατασφίγγοντες
他們把那真理本身,當作褻瀆的罪名,與他們因安息日而生的忿怒交織在一起,用自己過犯的繩索把自己緊緊縛入無法解開的忿怒之中。
They interweave with their wrath on account of the Sabbath, as though it were a charge of blasphemy, the truth itself, binding themselves fast with the cords of their own transgressions into wraths that cannot be loosed.
1:2579
εὐσεβεῖν γὰρ ἐδόκουν, ἴδιον ὅτι λέγοι πατέρα τὸν Θεὸν. ἄνθρωπος ὢν ἀσχάλλοντες
因為他們自以為敬虔,卻惱恨祂身為人,竟以特殊之意稱神為自己的父。
For they thought they were being pious, taking it ill that, being a man, He called God His own Father in a special sense.
1:2580
ἐν. δούλου μορφῇ δι' ἡμᾶς γεγονότα Θεὸν Λόγον, τὴν ἐκ Θεοῦ Πατρὸς ἀναβρύουσαν ζωὴν, τουτέστι τὸν Μονογενῆ, δὴ καὶ μόνῳ κυρίως τε καὶ ἀληθῶς ἐπιγράφεταί τε καὶ ἔστι πατὴρ Θεὸς, ἡμῖν δὲ οὐκέτι·
——就是那為我們取了奴僕形像的神的道(言),那從神父湧流而出的生命,就是獨生者,惟有向祂,神纔真正且合宜地被稱為、並且就是父,向我們卻不再如此;
—the God Word who for our sakes became in the form of a servant, the life welling up from God the Father, that is, the Only-Begotten, to whom alone properly and truly God is inscribed and is Father, but to us no longer;
1:2581
θετοὶ γὰρ ἡμεῖς, εἰς τὸ ὑπὲρ φύσιν ἀξίωμα διὰ τὴν τοῦ τιμήσαντος θέλησιν ἀναβαίνοντες, καὶ τὸ θεοὶ καὶ υἱοὶ καλεῖσθαι κερδαίνοντες διὰ τὸν ἐν ἡμῖν ἐνοικοῦντα Χριστὸν διὰ τοῦ Ἁγίου Πνεύματος
因為我們是被收養的,藉著那尊崇我們者的旨意,上升到超乎本性的尊榮,並因那藉聖靈住在我們裡面的基督,得著「神」與「子」的稱號。
for we are adopted, ascending to the dignity that is above nature through the will of Him who honoured us, and gaining the title of 'gods' and 'sons' on account of Christ who dwells in us through the Holy Spirit.
1:2582
εἰς τὴν σάρκα τοιγαροῦν ἀφορῶντες μόνην, τὸν δὲ ἐν τῇ σαρκὶ κατοικοῦντα Θεὸν οὐκ ἐπιγινώσκοντες, οὐκ ἀνέχονται πρὸς τὸ ὑπερέκεινα τῆς ἀνθρώπου φύσεως ἀναπηδῶντος μέτρον, διὰ τοῦ πατέρα λέγειν ἑαυτοῦ τὸν Θεόν·
所以他們只注目於肉體,卻不認識那住在肉體中的神,便不能容忍祂藉著稱神為自己的父,躍升到超乎人性的尺度。
Looking, therefore, to the flesh alone, and not recognizing the God who dwelt in the flesh, they do not bear with Him as He leaps up to the measure beyond the nature of man, by calling God His own Father.
1:2583
τῷ γὰρ εἰπεῖν Πατήρ μου, ταύτην ἂν εἰκότως εἰσφέροι τὴν ἔννοιαν·
因為藉著說「我父」,祂便理所當然地引入這一意念。
For by saying 'My Father,' He would reasonably introduce this thought.
1:2584
οἴονται δὲ δεῖν τὸν ᾧπέρ ἐστιν ἰδιαζόντως πατὴρ Θεὸς, ἴσον εἶναι κατὰ φύσιν αὐτῷ, τοῦτο δὴ μόνον νοοῦντες ὀρθῶς·
他們設想:那以神為其獨特意義上之父的一位,按本性必與祂同等——惟獨在這一件事上他們領會得正確。
And they suppose that He whose Father God is in a peculiar sense must be equal to Him by nature—understanding this one thing alone rightly.
1:2585
ἔχει γὰρ οὕτως, καὶ οὐχ ἑτέρως
因為事實正是如此,並非別樣。
For so it is, and not otherwise.
1:2586
ὡς οὖν καὶ ταύτην τοῦ λόγου τὴν ἔννοιαν παρεισάγοντος, ἀγανακτοῦσι μειζόνως τὸν ὀρθὸν τῆς ἀληθείας ἐκτρεπόμενοι λόγον
既然這話也引入了這一意念,他們就愈發惱怒,偏離了真理那正確的道。
Since, then, the saying introduces this thought as well, they are the more indignant, turning aside from the right word of the truth.
1:2587
Ὅτι οὐκ ἐλάττων κατὰ δύναμιν κατ' ἐνέργειαν τὴν ἐπί τισιν Υἱὸς τοῦ Πατρὸς, ἀλλ' ἰσοσθενής τε καὶ ὁμοούσιος, ὡς ἐξ αὐτοῦ καὶ κατὰ φύσιν
論到子在能力上或在某些事上所施行的作為上,並不亞於父,乃是同等有力並同質的,因祂是出於父並按本性而有的。
That the Son is not less than the Father in respect of power or of the activity exercised in certain things, but is equal in might and consubstantial, as being from Him and by nature.
1:2588
Ἀπεκρίνατο οὖν Ἰησοῦς καὶ εἶπεν αὐτοῖς Ἀμὴν ἀμὴν λέγω ὑμῖν, οὐ δύναται Υἱὸς ποιεῖν ἀφ' ἑαυτοῦ οὐδὲν, ἐὰν μή τι βλέπῃ τὸν Πατέρα ποιοῦντα·
耶穌就回答對他們說:「我實實在在地告訴你們,子憑著自己不能作什麼,惟有看見父所作的,
Jesus therefore answered and said to them: 'Verily, verily, I say to you, the Son can do nothing of Himself, except what He sees the Father doing;
1:2589
γὰρ ἐκεῖνος ποιεῖ, ταῦτα καὶ Υἱὸς ὁμοίως ποιεῖ
父所作的事,子也照樣作。」
for whatever things He does, these the Son also does in like manner.'
1:2590
ΟΠΕΡ ἐν τοῖς προλαβοῦσιν εἰρήκαμεν, τοῦτο πάλιν ἑτέρῳ διερμηνεύει τρόπῳ, πανταχόθεν ἐπὶ τὴν τῆς ἀληθείας εὕρεσιν σαγηνεύων τοὺς ἀκροωμένους·
我們在前面所說的,祂如今用另一種方式加以解明,從各方面彷彿以網把聽眾牽引到真理的尋見之處。
What we said in the preceding passages, this He now interprets in another manner, from every side drawing His hearers, as with a net, toward the finding of the truth.
1:2591
τὸν δὲ ἐν πρώτοις οὐ παραδεχθέντα λόγον, διὰ τὴν τῶν συνιέναι μὴ δυνη θέντων ἀσθένειαν, ἑτεροτρόπως ἀναμορφοῖ, καὶ διὰ τῶν αὐτῶν ἰόντα θεωρημάτων, εἰσφέρει ποικίλως
至於那起初因無力領會之人的軟弱而未被接納的教訓,他便以另一種方式重新塑造,並藉著同樣的思想反覆闡明,用各樣的說法引入。
But the teaching which was not at first received, on account of the weakness of those who were unable to understand, he reshapes in another fashion; and going over the same reflections, he introduces it in varied ways.
1:2592
ἔργον δ' ἂν εἴη καὶ τοῦτο τῆς διδασκάλῳ πρεπούσης ἀρετῆς, τὸ μὴ τρέχοντα δηλονότι καὶ παριπτάμενον τῶν διδασκομένων τὴν γνῶσιν ποιεῖσθαι τὸν λόγον, ἀλλ' εὐπάρυφόν τε καὶ διαφόρως ἐξορχούμενον, καὶ τῷ τῆς φράσεως ἐξηλλαγ μένῳ, πολλάκις τὴν ἐν τοῖς θεωρήμασι ψιλοῦντα δυσχέρειαν
這也正是為師者所當有之德行的功夫:即不當匆促草率、掠影而過地傳授所教之知識,而應以莊重之態、多方鋪陳,並藉著措辭的變換,屢屢削去思想中固有的艱澀。
And this too would be a work of the virtue befitting a teacher: namely, not to convey the knowledge of what is taught in a hurried and cursory manner, but in a stately fashion, elaborating it variously, and by the changed turn of phrase often smoothing away the difficulty inherent in the reflections.
1:2593
ἀναμίξας τοίνυν τῷ θεοπρεπεῖ τὸ ἀνθρώπινον, καὶ μέσον ἐξ ἀμφοῖν ἕνα κεράσας λόγον·
因此,他把屬人的與合乎神的相摻和,並由二者調和成一段居於其中的話語,
Having therefore mingled the human with that which befits God, and having blended out of both a single discourse holding the middle ground,
1:2594
ὡς ἠρέμα μὲν ὑφιζάνει τὸ τῷ Μονογενεῖ πρέπον ἀξίωμα, ἀναβαίνει δὲ τὴν ἀνθρώπου φύσιν·
使得那合乎獨生子的尊榮悄然降下,而人的本性則被提升;
so that gently the dignity befitting the Only-Begotten sinks down, while the nature of man ascends;
1:2595
γὰρ ἐκεῖνος ποιεῖ ταῦτα καὶ Υἱὸς ὁμοίως ποιεῖ
因為父所作的一切事,子也照樣作。
for what the Father does, these things the Son likewise does.
1:2596
ἐν μὲν γὰρ τῷ δύνασθαι ποιεῖν ἀπαραλλάκτως τὰ τοῦ Θεοῦ καὶ Πατρὸς, καὶ ὁμοίως ἐνεργεῖν τῷ γεννήσαντι, τῆς οὐσίας αὐτῷ μαρτυρεῖ τὴν ταυτότητα
因為在能夠毫無差別地行父神之事、並與生他者同樣運作這一點上,他便為自己與父同一本質作了見證。
For in being able to do the things of God the Father in a manner indistinguishable from him, and to work in like manner with the one who begot him, he bears witness to the identity of essence with him.
1:2597
ἐνεργήσει γὰρ ὁμοίως τὰ τὴν αὐτὴν ἀλλήλοις λαχόντα φύσιν, οἷς δὲ τοῦ πῶς εἶναι λόγος ἐξηλλαγμένος, τούτοις ἂν εἴη καὶ τῆς ἐφ' ἅπασιν ἐνεργείας τρόπος οὐχ αὐτός
因為凡彼此稟有相同本性者,必以同樣的方式運作;然而在那些存在方式有別的事物中,其在一切事上運作的方式也必不相同。
For things which have obtained the same nature as one another will work in like manner; but those in which the mode of being is different will also have a mode of operation in all things that is not the same.
1:2598
οὐκοῦν ὡς Θεὸς ἀληθινὸς ἐκ Θεοῦ Πατρὸς ἀληθινοῦ, ταῦτα δύνασθαι ποιεῖν ὁμοίως ἐκείνῳ φησὶν, ἀλλ' ἵνα μὴ μόνον ἴσος ὢν ἐν δυνά μει φαίνηται τῷ Πατρὶ, ὁμογνώμων δὲ κατὰ πάντα, καὶ μίαν ἔχων αὐτῷ τὴν ἐφ' ἅπασι θέλησιν, μὴ δύνασθαι λέγει ποιεῖν ἐξ ἑαυτοῦ μηδὲν, ἐὰν μή τι βλέπῃ τὸν Πατέρα ποιοῦντα
所以,他既是出於真父神的真神,便說他能夠像父一樣行這些事;然而,為要顯明他不僅在能力上與父相等,更在凡事上與父同心,並與父在一切事上共有一個意志,他便說:他自己不能作甚麼,除非看見父所作的。
Therefore, as true God from God the true Father, he says that he is able to do these things in like manner with him; yet, so that he may appear not only equal in power to the Father, but of one mind in all things and having with him one will over all, he says that he can do nothing of himself, unless he sees the Father doing something.
1:2599
Ὅμοιον δὲ ὡς εἰ λέγοι τρανώτερον πρὸς τοὺς διώκειν ἐπιχειρήσαντας, ἀνδρὸς ἐν σαββάτῳ τεθεραπευμένου Κατα λελύσθαι νομίζετε τὴν τοῦ σαββάτου τιμὴν, ἀλλ' οὐκ ἂν ἔδρασα τοῦτό ποτε μὴ οὐχὶ τὸν ὅμοιον ἐργάτην ὁρῶν τὸν Πατέρα·
這就好比他更明白地對那些因人在安息日得醫治而起意逼迫他的人說:你們以為安息日的尊榮被廢除了,但我斷不會作這事,若不是看見父同樣地作工;
It is as though he were saying more plainly to those who had set about persecuting him, when a man had been healed on the Sabbath: You suppose that the honour of the Sabbath has been dissolved; but I would never have done this, were I not seeing the Father as a like worker;
1:2600
ἐνεργεῖ γὰρ τὰ πρὸς σύστασιν κόσμου καὶ κατὰ σάββατον, εἰ καὶ δι' ἐμοῦ
因為他維繫宇宙的工作,即使在安息日也照樣進行,雖是藉著我而行。
for he works the things pertaining to the maintenance of the world even on the Sabbath, albeit through me.
1:2601
ἀδύνατον οὖν ἐμὲ, φησὶν, τὸν ἐξ αὐτοῦ κατὰ φύσιν Υἱὸν, μὴ οὐχὶ πάντως ἐν πᾶσι τὰ τοῦ Πατρὸς ἐνεργεῖν τε καὶ βούλεσθαι, οὐχ ὡς ἔξωθεν λαβόντα διδακτῶς τὸν τοῦ ποιεῖν ὑπογραμμὸν, καὶ ἐκ προαιρε τικοῦ κινήματος ἐπὶ τὸ ταὐτὸ βούλεσθαι τῷ Πατρὶ κεκλη μένον, ἀλλ' ὡς φύσεως ἀπαραποιήτου νόμοις ἐπὶ τὴν ἴσην ἀναβαίνοντα τῷ Θεῷ καὶ Πατρὶ βουλήν τε καὶ πρᾶξιν
他說:所以我這出於父、按本性為子的,斷不可能不在凡事、在一切上運作並意欲父的事——並非如同從外面藉受教而得著行事的樣式,也不是被一種抉擇性的衝動所召,去意欲與父相同之事,乃是憑著那不容更改之本性的定律,上升到與父神相同的旨意與作為。
It is impossible, therefore, he says, that I, the Son who is of him by nature, should not in every way and in all things both work and will the things of the Father—not as having received from without, by instruction, the pattern of acting, nor as being summoned by a deliberate impulse to will the same as the Father, but as one who, by the laws of an unaltered nature, ascends to the same counsel and act as God the Father.
1:2602
τὸ γὰρ μὴ δύνασθαι ποιεῖν ἀφ' ἑαυτοῦ μηδὲν, ἐν τούτοις εὖ μάλα περιορίζεται·
因為「他自己不能作甚麼」這句話,正是在這範圍內得著極好的界定;
For the saying, that he can do nothing of himself, is very well circumscribed within these bounds;
1:2603
τὴν ὑπακοὴν τοῦ Χριστοῦ, καθὰ γέγραπται
正如經上所記,這乃是基督的順服。
the obedience of Christ, as it is written.
1:2604
Ἀπειθήσει δὲ ἴσως τῇ ἀληθείᾳ μαχόμενος, καὶ τροφὴν ὥσπερ τινὰ τῆς ἑαυτοῦ δυσβουλίας ποιήσεται τὸ εἰρημένον Εἴπερ ἦν ἐν ἰσότητι, λέγων, τοῦ Πατρὸς Υἱὸς, οὐδεμίαν ἀπονέμων ὡς ἐξ ἀνάγκης αὐτῷ τὴν ὑπεροχὴν, διὰ τὸ τῆς οἰκείας φύσεως μειονέκτημα, τί τὸ πεπεικὸς οὕτως αὐτὸν ἀκατακαλύπτως εἰπεῖν, μὴ δύνασθαι ποιεῖν ἀφ' ἑαυτοῦ μηδὲν, ἐὰν μή τι βλέπῃ τὸν Πατέρα ποιοῦντα; σαφῶς γὰρ ἐν τούτοις, φησὶν, ὁμολογεῖ μηδὲν ὅλως ἐξ ἑαυτοῦ δύνασθαι ποιεῖν, ὡς εἰδὼς δηλονότι τὸν ἀμείνω καὶ ὑπερέχοντα·
但那與真理為敵之人,或許仍不被說服,反把這話當作滋養自己惡念的食糧,說:倘若子與父平等,並非因其本性有所欠缺而必然歸給父某種優越,那麼是甚麼促使他如此毫不遮掩地說:他自己不能作甚麼,除非看見父所作的?他說:因為在這些話裏,子顯然承認自己絕不能出於自己作甚麼,可見他明知有一位更美、更超越的。
But perhaps he who fights against the truth will be unpersuaded, and will make the saying a kind of nourishment for his own ill counsel, saying: If the Son were in equality with the Father, assigning to him no superiority as a matter of necessity on account of any deficiency of his own nature, what was it that persuaded him thus openly and without concealment to say that he can do nothing of himself unless he sees the Father doing something? For clearly, he says, in these words he confesses that he can do nothing at all of himself, as knowing plainly the one who is better and superior;
1:2605
σὺ δὲ αὖ πάλιν ἡμῖν κατασοφίζῃ τὸν λόγον
然而你這人,卻又在我們面前把這話語巧言曲解。
But you, on the other hand, again quibble away the meaning for us.
1:2606
Τί οὖν πρὸς ταῦτα καὶ παρ' ἡμῶν; Ἀνδρίζεται πάλιν εἰς δυσφημίας χριστομάχος, καὶ μεθύων ἐξ ἀπαιδευσίας οὐκ αἰσθάνεται
那麼,對此我們又當說甚麼呢?這與基督為敵之人又逞強行褻瀆之事,且因無知而醉,竟毫無知覺。
What, then, have we to say in reply to these things? The enemy of Christ again puts on a bold face for his blasphemies, and being drunk with ignorance does not perceive it.
1:2607
χρῆν γὰρ, βέλτιστε, δοκιμάζειν ἀκριβῶς τῶν εἰρημένων τὴν δύναμιν, καὶ μὴ προχείρως ἐπιπηδᾶν τοῖς ἐξ ἀμαθίας εἰσβαίνουσι λογισμοῖς
至善之士啊,你本當精確地考究所說之話的意義,不當輕率地撲向那些由無知而生的推論。
For you ought, most excellent sir, to examine accurately the force of what was said, and not rashly to leap upon the reasonings that arise from ignorance.
1:2608
κατὰ τίνα γὰρ τρόπον τῆς ἰσότητος τῆς πρὸς τὸν Πατέρα κατακομίζειν οἴει χρῆναι τὸν Υἱὸν, διὰ τὸ φάναι μὴ δύνασθαι ποιεῖν ἐξ ἑαυτοῦ μηδὲν, ἐὰν μή τι βλέπῃ τὸν Πατέρα ποιοῦντα; ἆρα γὰρ ὡς οὐκ ἔχων ἐν δυνάμει τὸ ἴσον τὰ τοιαῦτά φησι, καίτοι καὶ ἐξ αὐτῶν ἔστιν τῶν προκειμένων ἰδεῖν ἰσοσθενοῦντα τῷ φύσαντι τὸν Υἱὸν, ἤπερ ἰσχύος τῆς θεοπρεποῦς ἐπιδεᾶ; οὐ γὰρ φαίνεται λέγων Οὐ δύναται Υἱὸς ποιεῖν ἀφ' ἑαυτοῦ οὐδὲν, ἐὰν μὴ λάβῃ τὸ δύνασθαι παρὰ τοῦ Πατρός·
因為子既說他自己不能作甚麼,除非看見父所作的,你憑甚麼認為應當把子從與父的平等中貶下?難道他說這些話,是因在能力上並不相等麼?其實,正從眼前這些話中,就可看出子在能力上與生他者相等,而非缺乏合乎神的力量;因為他並沒有說:子若不從父領受能力,就自己不能作甚麼;
For in what manner do you think it right to bring down the Son from equality with the Father, because he says that he can do nothing of himself unless he sees the Father doing something? Is it as not having equality in power that he says such things? And yet, from the very words before us it is possible to see the Son as equal in strength with the one who begot him, rather than deficient in the might that befits God; for he is not seen saying, The Son can do nothing of himself unless he receive the power to do it from the Father;
1:2609
τοῦτο γὰρ ἦν ὄντως ἀσθεν οῦντος εἰπεῖν·
因為那樣說,才真是軟弱者之言;
for that indeed would have been the saying of one who was weak;
1:2610
ἀλλ' Ἐὰν μή τι βλέπῃ τὸν Πατέρα ποιοῦντα
他乃是說:除非看見父所作的。
but rather, Unless he sees the Father doing something.
1:2611
ὅτι δὲ διὰ τῆς ὀπτικῆς αἰσθήσεως οὐκ εἰς τὸ δυναμοῦσθαι μᾶλλον, ἀλλ' εἰς θεωρίαν τὴν τινῶν, καλεῖσθαι πεφύκαμεν, ἀντιστατήσειν οἶμαι μηδένα
而藉著視覺這感官,我們天然被引向的,與其說是得著能力,不如說是對某些事物的觀看;我想這一點無人會反對。
And that through the sense of sight we are naturally summoned not so much to the acquisition of power as to the contemplation of certain things, I suppose no one will contend.
1:2612
οὐκοῦν τοῖς τοῦ γεννήσαντος ἔργοις ἐνατενίζειν ἑαυτὸν εἰρηκὼς Υἱὸς οὐκ ἀσθενοῦντα δεικνύει, ζηλωτὴν δὲ μᾶλλον ἤτοι θεατὴν, καὶ ὅπως ἀκρι βέστερον ἡμῖν ἐν τοῖς ἐφεξῆς εἰρήσεται
所以,子既說他定睛注視生他者的工作,這便顯明他並非軟弱,倒是效法者,或說觀看者;至於這當如何更精確地領會,我們將在下文說明。
Therefore the Son, in saying that he fixes his gaze upon the works of the one who begot him, shows himself not as weak, but rather as an emulator, or a spectator; and how this is to be understood more accurately will be said by us in what follows.
1:2613
ὅτι δὲ διὰ τῆς. ἀπαραλλάκτου καὶ ὁμοιοτάτης ἐνεργείας, τῆς εἰς ἅπαντά φημι, τὸ ἴσον ἔχων ἐν δυνάμει φαίνεται, διδάξει σαφῶς ἐν τοῖς ἐφεξῆς ἐπιλέγων αὐτὸς ὡς περὶ τοῦ ἰδίου Πατρός γὰρ ἂν ἐκεῖνος ποιῇ ταῦτά φησιν καὶ Υἱὸς ὁμοίως ποιεῖ
而他藉著那毫無差別、極其相似的運作——我是指那涵蓋一切之事的運作——顯明自己在能力上與父相等;這一點他在下文必清楚教導,親自論及他自己的父說:因為父所作的一切事,子也照樣作。
And that through his operation—unaltered and most closely alike, I mean that which extends to all things—he is seen to have equality in power, he will teach clearly in what follows, himself adding concerning his own Father: For whatever things he does, these, he says, the Son likewise does.
1:2614
πῶς οὖν ἐλάττων ἐστὶν, ταῖς ἰσοῤῥόποις τῷ Θεῷ καὶ Πατρὶ διαπρεπὴς ἐνεργείαις; ἆρα γὰρ ἐνεργήσει τὰ πυρὸς ἕτερόν τι παρὰ τὸ πῦρ, οὐδεμιᾶς κατὰ τὴν ἐνέργειαν θεωρουμένης ἐξαλλαγῆς; καὶ πῶς ἂν γένοιτο τοῦτό ποτε; πῶς οὖν ὁμοίως ἐργάσεται τὰ τοῦ Πατρὸς Υἱὸς, εἰ διὰ τοῦτο ἔλαττον ἔχειν τῆς ἴσης ὡς πρὸς αὐτὸν ἰσχύος ἀπολιμ πάνεται; Καὶ ταῦτα μὲν ἡμῖν, ὡς ἐκ τοῦ προκειμένου πρὸς τὸ παρὸν ἐλήφθη ῥητοῦ·
那麼,這位以與父神等量之運作而卓越顯著的,怎會是次於父的呢?難道火會作出火所固有之外的別的事來麼——當其運作中看不出絲毫變異之時?這又怎能發生呢?那麼,倘若子因此被落在後頭,較之於父的力量有所不及,他又怎能同樣地行父的事呢?以上這些,是我們從眼前的經文中就目下的話語所取的;
How then is he less, who is distinguished by operations of equal weight with God the Father? For will fire work anything other than what belongs to fire, when no variation is observed in its operation? And how could this ever come to pass? How then will the Son work the things of the Father in like manner, if for this reason he is left behind, having less than the equal strength as compared with him? And these things we have taken, as from the passage before us, with reference to the present text;
1:2615
ἴδωμεν δὲ πάλιν καὶ δι' ἑτέρων ἰόντες θεωρημάτων, εἰ ἐπιδέχεταί ποι τὸ ἐν δευτέροις εἶναι τοῦ Πατρὸς τοῦ Υἱοῦ φύσις·
但讓我們再藉著別的思想繼續探討,看子的本性是否在任何一點上容許居於父之次;
but let us again, proceeding through other reflections, see whether the nature of the Son admits at any point of being in second place to the Father;
1:2616
προκείσθω δὲ ὁμοίως ἡμῖν περὶ δυνάμεως λόγος
並且讓那論到能力的話語,照樣擺在我們面前。
and let the discourse concerning power be set before us in like manner.
1:2617
Ἆρα Θεὸν ἐκ Θεοῦ κατὰ φύσιν καὶ ἀληθινὸν, καὶ ἐκ τῆς οὐσίας ὄντως τοῦ Πατρὸς ὁμολογοῦσιν ὑπάρχειν τὸν Υἱὸν, Θεὸν μὲν εἶναί φασι, τὸ δὲ ἔξω κεῖσθαι τῆς οὐσίας τοῦ Πατρὸς, δυσσεβοῦντες προσάπτου σιν
他們是承認子按本性乃是出於神的真神、真是出於父的本質呢,還是說他雖是神,卻不虔地附加說:他在父的本質之外?
Do they confess the Son to be God from God by nature and true, and truly of the essence of the Father, or do they say that he is God, but impiously attach to it that he lies outside the essence of the Father?
1:2618
εἰ μὲν οὖν οὐκ ἐκ τῆς οὐσίας τοῦ Πατρὸς εἶναι λέ γουσιν αὐτὸν, οὔτε Θεὸς ἔσται κατὰ φύσιν, οὔτε Υἱὸς ἀληθινός
那麼,倘若他們說他不是出於父的本質,他就既非按本性為神,也非真正的子;
If, then, they say that he is not of the essence of the Father, he will be neither God by nature nor a true Son;
1:2619
τὸ γὰρ μὴ ἐκ Θεοῦ κατὰ φύσιν ὑπάρχον, οὐδ' ἂν ὅλως νοοῖτο κατὰ φύσιν Θεὸς, ἀλλ' οὐδὲ Υἱὸς εἰ μὴ ἐκ τῆς οὐσίας γεννηθῇ τοῦ Πατρὸς, νόθον δὲ ἡμῖν καὶ πρόσ φατόν τινα παρεισάγουσι θεόν
因為凡不按本性出於神的,斷不能被認為按本性是神;同樣,若不是從父的本質而生,他也不能是子——他們這是在我們面前引進某種假冒、新近杜撰的神。
for that which does not exist from God by nature could not at all be conceived as God by nature; but neither would he be Son, unless he were begotten of the essence of the Father—and they are introducing to us some spurious and newly-invented god.
1:2620
εἰ δὲ τοῦτο μὲν οὐκ ἐροῦσι, τὴν ἐν τοῖς οἰκείοις δόγμασιν ἀτοπίαν ἐρυθριάσαντες, δώσουσι δὲ ἀληθῶς ἐκ Πατρὸς ὑπάρχειν τὸν Μονογενῆ, καὶ εἶναι Θεὸν κατὰ φύσιν καὶ ἀληθινῶς·
但倘若他們不肯這樣說,因自己教義中的荒謬而羞愧,反倒承認獨生子真是出於父、按本性、真實地是神;
But if they will not say this, blushing at the absurdity in their own dogmas, and will grant that the Only-Begotten truly exists from the Father and is God by nature and truly;
1:2621
πῶς ἐν ἐλάττοσιν ἔσται τοῦ Πατρὸς, πῶς ἀτονήσει περί τι, καὶ οὐχὶ τῆς τοῦ. τεκόντος οὐσίας κατηγορήσει τὸ πρᾶγμα; εἰ γὰρ ὅλως ἀσθενεῖν ἐνδέχεται τὸν κατὰ φύσιν ὄντα Θεὸν, τί τὸ κωλύον ἐστὶ τοῦτο παθεῖν τὸν Πατέρα, ἐχούσης ἅπαξ τὸ δύνασθαι παθεῖν τῆς θείας καὶ ἀῤῥήτου φύσεως, καὶ οὕτως ἤδη φαινο μένης ἐν Υἱῷ κατὰ τὸν ἐκείνων λόγον; οὐκοῦν οὐδὲ ἀπαθὲς διὰ τοῦτο τὸ θεῖον, ἀλλ' οὐδὲ ἐν ταυτότητι καὶ ἀμεταβλήτῳ κείσεται πάντως μακαριότητι
那麼他怎會在諸事上次於父,或在任何事上無能為力,而不是使這一過失反倒歸咎於生他者的本質呢?因為倘若那按本性為神的竟可能軟弱,那麼有甚麼能攔阻父不也如此受苦——既然神聖不可言喻的本性一旦被斷定有受苦之能,照他們的論調,這受苦之能就已在子身上顯明了?如此,神性就因此連無受苦之能都沒有了,也絕不會安處於同一性與不變的福樂之中。
how will he be in things less than the Father, or how will he be powerless in anything, and not rather have the matter charge back upon the essence of the one who begot? For if it be at all admissible that he who is God by nature should be weak, what is there to hinder the Father from suffering this—since the divine and ineffable nature would then once for all possess the capacity of suffering, and would thus already be seen to be so in the Son according to their argument? Therefore the divine is on this account not even impassible; nor will it lie altogether in sameness and unchangeable blessedness.
1:2622
κυρίως καὶ μόνῳ πρόσεστιν αὐτῷ μετὰ Πατρὸς καὶ Ἁγίου Πνεύματος; Ἐρεῖ δὲ πάλιν ἡμῖν δι' ἐναντίας Κατὰ τοῦτό φαμεν ὑπερκεῖσθαι τοῦ Υἱοῦ τὸν Πατέρα
這福樂本是他與父並聖靈所獨有的;然而那與我們為敵之人又要說:正是在這一點上,我們斷言父超乎子之上。
which belongs properly and alone to him, together with the Father and the Holy Spirit? But the adversary will again say to us: In this respect we affirm that the Father surpasses the Son.
1:2623
μὲν γάρ ἐστι τῶν ἔργων προκαταρκτικὸς, ὡς ἔχων ἔν τε τῇ δυνάμει καὶ ἐν τῷ πάντα εἰδέναι τὸ τέλειον·
因為父乃是諸工作的發起者,因他在能力上、並在知曉萬事上都擁有全備;
For the one is the originator of the works, as having perfection both in power and in the knowing of all things;
1:2624
δὲ πρότερον γίνεται θεατὴς, εἶθ' οὕτως ἐργάτης τῆς τοῦ Πατρὸς ἐνεργείας ἀναματτόμενος εἰς ἑαυτὸν τὴν μίμησιν, ἵνα διὰ τῆς τῶν ἔργων ὁμοιότητος καὶ αὐτὸς νοῆται Θεός·
而子則是先成為觀看者,然後才如此作工,把父之運作的模仿印在自己身上,好使他也藉著工作的相似而被認為是神;
but the other first becomes a spectator, and then thus a worker, imprinting upon himself the imitation of the Father's operation, so that through the likeness of the works he too may be conceived as God;
1:2625
τοῦτο γὰρ ἡμᾶς ἐκδιδάσκει λέγων, μὴ δύνασθαι ποιεῖν ἀφ' ἑαυτοῦ μηδὲν ἐὰν μή τι βλέπῃ τὸν Πατέρα ποιοῦντα
他們說:因為子正是這樣教導我們,說他自己不能作甚麼,除非看見父所作的。
for this he teaches us, they say, when he says that he can do nothing of himself unless he sees the Father doing something.
1:2626
τί φῂς πάντολμε σύ; τῆς τοῦ Πατρὸς ἐνερ γείας ἀναμάττεται τοὺς τύπους εἰς ἑαυτὸν Υἱὸς, ἵνα διὰ τούτου νοῆται Θεός; διδακτῶς οὖν ἔσται Θεὸς, καὶ οὐκέτι κατὰ φύσιν·
至為狂妄之人哪,你在說甚麼?子把父之運作的印記印在自己身上,好使他藉此被認為是神麼?那麼他就是靠受教而為神,不再是按本性為神了;
What do you say, O most audacious one? Does the Son imprint upon himself the impressions of the Father's operation, so that through this he may be conceived as God? Then he will be God by instruction, and no longer by nature;
1:2627
ὥσπερ δὲ ἐν ἡμῖν ἐπιστήμη καὶ τέχνη τυχὸν, οὕτως ἄρα ἐν αὐτῷ ἐστι τὸ ἀξίωμα, καὶ τεχνίτης μᾶλλόν ἐστι τῶν τῆς θεότητος ἔργων Θεὸς ἀληθινός·
並且正如在我們裏面有知識或技藝一樣,這尊榮在他裏面也不過如此,他倒不如說是神性諸工作的工匠,而非真神;
and just as in us there is, say, knowledge and art, so likewise in him the dignity is such—and he is rather a craftsman of the works of the Godhead than true God;
1:2628
ἕτερος δὲ δήπου πάντως αὐτὸς παρὰ τὴν ἐν αὐτῷ τέχνην, κἂν ὑπάρχῃ θεοπρεπής
如此,他無論如何都必然是與其內在技藝有別的另一物,縱使他本身合乎神。
and he is doubtless in every way something other than the art within him, even though he be one befitting God.
1:2629
πῶς οὖν ἄρα τὸν τῶν τῆς θεότητος ὅρων ἐκβε βηκότα, καὶ ἐν μόνῃ τῇ τέχνῃ φοροῦντα τὴν δόξαν, προσ κυνοῦσι μὲν ἄγγελοι κατ' οὐρανὸν, προσκυνοῦμεν δὲ καὶ ἡμεῖς ἀνεγκλήτως, τὸ μὴ χρῆναι λατρεύειν ἑτέρῳ παρὰ τὸν. ὄντως ὄντα Θεὸν τῆς ἁγίας νομοθετούσης ἡμῖν γραφῆς; Κύριον γὰρ τὸν Θεόν σου φησὶ, προσκυνήσεις, καὶ αὐτῷ μόνῳ λατρεύσεις. ἀλλ' οὐκ ἂν ἀπεσφάλη τοῦ πρέποντος ἁγία μάλιστα τῶν ἀγγέλων πληθὺς, προσκυνεῖ δὲ τὸν Υἱὸν καὶ λατρεύει μεθ' ἡμῶν, κατὰ φύσιν ὄντα Θεὸν ἐπι γινώσκουσα, καὶ οὐ διδακτῶς, ὡς ἐκεῖνοι ληροῦντές φασιν·
那麼,天上的眾天使怎會敬拜,我們也怎會毫無可責地敬拜這位已越出神性界限、僅在技藝中承載其榮耀的呢?聖經明明為我們立法,說除了那真是神的以外,我們不當事奉別的:因為經上說:當拜主你的神,單要事奉他。然而,那至聖的天使群斷不會偏離所當行的,它們卻與我們一同敬拜並事奉子,認他為按本性之神,而非如那些胡言者所稱、靠受教而為神;
How then do angels in heaven worship, and we too worship without reproach, one who has stepped outside the bounds of the Godhead and bears his glory in art alone—when the holy Scripture lays down the law for us that we ought not to serve any other beside him who truly is God? For it says: You shall worship the Lord your God, and him only shall you serve. But surely the holy multitude of angels above would not have fallen away from what is fitting; yet it worships the Son and serves him together with us, recognizing him as God by nature, and not by instruction, as those triflers assert;
1:2630
οὐ γὰρ αἰσθάνονται, κατὰ τὸ εἰκὸς, ὅσοις ἐντεῦθεν περιπε σοῦνται τοῖς ἀτοπήμασι
因為他們照理並未察覺,自己將由此陷入何等多的荒謬之中。
for they do not perceive, as is likely, into how many absurdities they will fall from this.
1:2631
πρῶτον μὲν γὰρ Υἱὸς ἀλλοίωσίν τε καὶ τροπὴν τὴν ἐπὶ τὸ μεῖζον ὡς ἐξ ἐλάττονος ἐπιδέξεται, καίτοι διὰ τοῦ προφήτου λέγων αὐτός Ἴδετε, ἴδετε ὅτι ἐγώ εἰμι, καὶ οὐκ ἠλλοίωμαι· διαψεύσεται δὲ πάντως καὶ ψαλ μῳδὸς ἐν πνεύματι, Σὺ δὲ αὐτὸς εἶ, βοῶν πρὸς τὸν Υἱόν
因為首先,子就要承受變異與更改——從較小者轉向較大者的更改——然而他自己藉先知說:你們看,你們看,我就是那位,我並沒有改變;而那在聖靈裏向子呼喊「惟有你永不改變」的詩人,也必全然被證為虛謊。
For, first of all, the Son will admit alteration and change—the change toward the greater as from the lesser—and yet he himself says through the prophet: See, see that I am, and I have not been changed; and the Psalmist too, in the Spirit, will be utterly falsified, who cries out to the Son: But you are the same.
1:2632
περιμένει γὰρ, ὡς ἐκεῖνοί φασιν, ἐνεργοῦντα τὸν Πατέρα περί τι τῶν ὄντων, οἱονεὶ καθηγητήν τινα καὶ διδάσκαλον, ἵνα θεωρήσας γένηται μιμητής·
因為照他們所說,子乃是等候父對某一存在之物運作,如同等候某位嚮導和教師一般,好使他觀看之後成為模仿者;
For he waits, as they say, for the Father to be at work upon some one of existing things, as for a kind of guide and teacher, so that having contemplated he may become an imitator;
1:2633
εἶτα πῶς τοιοῦτος οὐκ ἄν τῳ δόξαι λοιπὸν ἐξ ἀγνοίας τῆς τινῶν ἀναβαίνειν εἰς γνῶσιν, καὶ ἀπὸ τοῦ χείρονος μετατρέπεσθαι πρὸς τὸ ἄμεινον, εἴπερ εἶναι λογιούμεθα τὸ εἰδέναι τι τῶν ἀγαθῶν τοῦ μὴ εἰδέναι κάλλιον; Εἶτα τί πρὸς τούτοις ὁρᾶται τὸ ἄτοπον; λεγόντων ἡμῖν οἱ παιδευτὴν, Πατέρα μᾶλλον εἰσφέροντες τὸν Θεόν Πότε ρόν ποτε τῶν ἔργων τοῦ Πατρὸς ἐν ἀγνοίᾳ καθεστηκὼς Υἱὸς περιμένει τὸ ἰδεῖν, τὴν ἐπὶ τούτοις γνῶσιν ἔχων ἀκριβεστάτην; εἰ μὲν οὖν εἰδότα περιμένειν ἐροῦσιν αὐτὸν, περιττότατόν τι ποιοῦντα σαφῶς ἐπιδείξουσι, καὶ εἰκαιοτάτου πράγματος ἐπιτηδευτὴν τὸν Πατέρα·
那麼這樣的一位,此後在人看來,豈不成了從對某些事物的無知上升到知識、從較差轉向較好的麼——倘若我們果真斷定:知曉某種善事,勝過不知曉?那麼,除這些之外還看見甚麼荒謬呢?讓那些把神引為教師、或更確切地說引為父的人告訴我們:子是站在對父之工作的無知中等候要看見呢,還是對這些事擁有最精確的知識呢?那麼,倘若他們說子雖已知曉卻仍等候,他們便顯然是使子作了一件極其多餘之事,並使父成了一樁最無謂之舉的操練者;
then how would such a one not seem to some, henceforth, to ascend from an ignorance of certain things into knowledge, and to be turned from the worse toward the better—if indeed we shall reckon that to know some good thing is better than not to know it? Then what besides these absurdities is seen? Let those who bring in God as an instructor, or rather as a Father, tell us: Does the Son, standing in ignorance of the works of the Father, wait to see, or does he have most accurate knowledge concerning these things? If, then, they shall say that he waits though knowing, they will plainly show him doing something most superfluous, and the Father a practitioner of a most idle undertaking;
1:2634
μὲν γὰρ, ὅπερ οἶδεν ἀκριβῶς, ὡς ἀγνοῶν ἐπισκέπτεται, δὲ τὸν εἰδότα διδάσκειν ἐπιχειρεῖ·
因為子察看自己所已精確知曉之事,彷彿並不知曉;而父卻著手去教導一位已然知曉的;
for the one inspects, as though not knowing, that which he knows accurately, while the other undertakes to teach one who already knows;
1:2635
καὶ τίνι τῶν ὄντων οὐκ ἔσται καταφανὲς, ὅτι τῆς ἐσχάτης γελοιότητος εἴσω κείσεται τὰ τοιαῦτα; ἀλλὰ τοῦτο μὲν οὐκ ἐροῦσι τυχόν·
還有哪一個存在之物看不出,這等事乃是荒謬絕頂之極呢?但他們或許不會這樣說;
and to which of existing beings will it not be manifest that such things lie within the extremity of the ridiculous? But perhaps they will not say this;
1:2636
μεταβήσονται δὲ πρὸς τὸ ἐναντίον
他們必轉向相反的一面。
they will shift over to the contrary.
1:2637
περιμένειν γὰρ αὐτὸν ἀναγκαίως ἐνεργοῦντα διαβεβαιώσονται τὸν Πατέρα πρὸς τὸ θεωρήσαντα μαθεῖν
因為他們必堅稱:子必然要等候父運作,好使他觀看之後得以學習。
For they will maintain that he waits of necessity for the Father to be at work, in order that, having contemplated, he may learn.
1:2638
πῶς οὖν οἶδε τὰ πάντα πρὶν γενέσεως αὐτῶν; πῶς ἀληθεύσει λέγων αὐτὸς περὶ ἑαυτοῦ Θεὸς ἐγγίζων ἐγώ εἰμι, λέγει Κύριος, καὶ οὐχὶ Θεὸς πόῤῥωθεν·
那麼,他怎會在萬事發生之先就知曉一切呢?又怎能真實地論到自己說:主說,我是就近的神,並非遠方的神;
How then does he know all things before their coming to be? Or how will he speak the truth in saying of himself: I am a God at hand, says the Lord, and not a God from afar;
1:2639
μὴ ἀπ' ἐμοῦ κρυβήσεταί τι; πῶς δὲ οὐκ ἄτοπόν τε καὶ ἀμαθὲς τὸ μὲν Πνεῦμα πιστεύειν ἐρευνᾶν τε καὶ εἰδέναι τὰ βάθη τοῦ Θεοῦ, τὸν δὲ τοῦ Πνεύματος χορηγὸν ἐν ἀγνοίᾳ καθεστάναι νομίζειν τῶν ἔργων τοῦ Πατρὸς καὶ τοῦ ἰδίου Πνεύματος, ὅσον εἰς γνῶσιν ἀπολιμπάνεσθαι; ἆρα γὰρ οὐκ ἀποβαλεῖ καὶ τὸ εἶναι σοφία λοιπὸν Υἱὸς, ἐπείπερ ὅλως ἀγνοεῖ καὶ λαμβάνει διὰ μαθήσεως; σοφίας γὰρ μᾶλλον ἔσται δεκτικὸς ἤπερ αὐτὸ κατὰ φύσιν σοφία
還有甚麼能向我隱藏呢?再者,相信聖靈參透並知曉神的深奧,卻又設想那賜聖靈者竟站在對父之工作、並對他自己之聖靈的無知中,以致在知識上落於人後——這豈不是荒謬而無知的麼?並且,倘若子果真全然無知、須靠學習領受,他豈不連「是智慧」這身分也要拋棄了?因為那樣他就成了智慧的承受者,而非按本性本身即是智慧了。
shall anything be hidden from me? And how is it not absurd and ignorant to believe that the Spirit searches and knows the depths of God, yet to suppose that the very Giver of the Spirit stands in ignorance of the works of the Father and of his own Spirit, so far as to be left behind in knowledge? For will not the Son moreover cast away even his being Wisdom, if indeed he is wholly ignorant and receives through learning? For he would rather be receptive of wisdom than himself be Wisdom by nature.
1:2640
σοφία γὰρ τὸ σοφοῦν, οὐ τὸ σοφοῦσθαι πεφυκὸς, ὥσπερ οὖν ἀμέλει καὶ φῶς τὸ φωτίζον, οὐ τὸ φωτίζεσθαι πεφυκός
因為智慧乃是使人有智慧者,而非天然被使有智慧者;正如光乃是照明者,而非天然被照明者。
For wisdom is that which makes wise, not that which is by nature made wise; just as, of course, light too is that which illumines, not that which is by nature illumined.
1:2641
οὐκοῦν ἕτερόν τι πάλιν αὐτὸς παρὰ τὴν ἐν αὐτῷ σοφίαν, καὶ πρῶτον μὲν οὐχ ἁπλοῦς, ἀλλ' ἐκ δύο λοιπὸν συγκείμενος·
如此,他便又成了與其內在智慧有別的另一物,首先便不是單純的,倒成了由二者所組合的;
Therefore he is once more something other than the wisdom within him, and first of all not simple, but composed henceforth of two;
1:2642
εἶτα πρὸς τούτῳ, καὶ τὸ εἶναι Θεὸς ἀπολέσει, Θεὸν δέ φημι κατὰ φύσιν καὶ οὐσιωδῶς·
其次,除此之外,他還要失去「是神」這身分——我是指按本性、按本質為神;
then, in addition to this, he will lose also his being God—I mean God by nature and essentially;
1:2643
θεία φύσις οὐκ ἀνέχε ται, καὶ τὸ ἁπλοῦν ὡς ἴδιον ἀγαθὸν καὶ τὸ παντέλειον ἔχουσα
因為神聖的本性不容此事,它以單純為其固有之善,並且是全然完備的。
for the divine nature does not endure this, having simplicity as its proper good, and being all-perfect.
1:2644
καὶ εἰ μὴ ἔστι Θεὸς κατὰ φύσιν Υἱὸς, πῶς τὰ μόνῳ πρέποντα τῷ Θεῷ καὶ ἐνεργεῖ καὶ ἐργάζεται; ἆρα γὰρ ἐξαρκέσειν ἐροῦσιν αὐτῷ καὶ πρὸς δύναμιν τὴν θεοπρεπῆ, τὸ μόνον ἰδεῖν ἐνεργοῦντα τὸν Πατέρα, καὶ διὰ ψιλῆς ἀπο κερδαίνει τῆς θέας τὸ εἶναι κατὰ φύσιν Θεὸς, καὶ τοσαῦτα δύνασθαι ποιεῖν, ὅσαπερ ἂν καὶ δεικνύων αὐτῷ; οὐδὲν οὖν ἄρα τὸ κωλύον ἐστὶ, καὶ πολλοὺς ἡμῖν ἑτέρους ἀναδει χθῆναι θεοὺς, ἐθελήσαντος καὶ αὐτοῖς ἐπιδεῖξαι τοῦ Πατρὸς τῶν οἰκείων ἔργων τὴν ὁδὸν, καὶ ἐν τῷ μαθεῖν τι περιττὸν. τῆς τοῦ Πατρὸς οὐσίας κείσεται τὸ ἐξαίρετον·
並且,倘若子不是按本性之神,他怎能既運作又成就那唯獨合乎神之事呢?難道他們要說:即便對於那合乎神的能力而言,子只要看見父運作就足夠了,並且藉著單單觀看,他便得著按本性為神、並得著能行凡那向他顯明者所行之事麼?如此,就沒有甚麼能攔阻許多別的神也被顯示給我們,只要父也肯把自己工作的道路顯給他們;而父之本質的獨特卓越,就要繫於學習某種多餘之事了;
And if the Son is not God by nature, how does he both work and accomplish the things that befit God alone? For will they say that even for a power befitting God it suffices him merely to see the Father working, and that through bare beholding he gains the being God by nature, and the being able to do as many things as does the one who shows them to him? There is then nothing to hinder that many other gods too be displayed to us, if the Father should be willing to show to them also the way of his own works; and in the learning of something superfluous will lie the distinctive excellence of the Father's essence;
1:2645
γὰρ διδακτὸς, ὡς ἐκεῖνοί φασιν, εἰς ἀξίωμα τὸ τῆς κατὰ φύσιν θεότητος ἀναδραμὼν εὑρίσκεται λέγων Ἐγὼ καὶ Πατὴρ ἕν ἐσμεν·
因為照他們所稱,那受教者卻被發現已上升到按本性之神性的尊榮,說:我與父原為一;
for the one taught, as they assert, is found, having run up into the dignity of Godhead by nature, saying: I and the Father are one;
1:2646
ἑωρακὼς ἐμὲ ἑώρακε τὸν Πατέρα. Ἀναμετρείτωσαν τοίνυν ὅσος αὐτοῖς δυσφημίας ὄχλος ἐκ τοῦ τοιῶσδε νοεῖν ἐθέλειν ἐπισωρεύεται, καὶ φρονείτωσαν ἀληθῆ περὶ τοῦ Υἱοῦ καθὰ γέγραπται
看見我的,就是看見了父。所以讓他們衡量一下,由於他們甘願如此思想,有何等多的褻瀆之言為他們堆積起來;並讓他們照經上所記,持守關乎子的真實見解。
He that has seen me has seen the Father. Let them therefore measure how great a throng of blasphemy is heaped up for them from their willing to think in such a way, and let them hold true thoughts concerning the Son, as it is written.
1:2647
οὔτε γὰρ ἐκ θεωρίας τῆς ἐν τοῖς ἀποτελέσμασι τοῦ Πατρὸς, οὔτε μὴν ὡς προ καταρκτικῶς ἐν τοῖς ἔργοις ἔχων αὐτὸν, ποιητής ἐστιν θαυματουργὸς, καὶ διὰ τοῦτο Θεὸς Υἱὸς, ἀλλ' ὅτι φυσικὸς ὥσπερ τις αὐτὸν ἀποφέρει νόμος ἐπὶ τὴν τοῦ γεννήσαντος ἀπαράλλακτον ὁμοιότητα, εἰ καὶ διὰ τῆς τῶν ἔργων ἀνελ λιποῦς ἐμφερείας ἀναλάμπει καὶ φαίνεται
因為子之所以是造化者、行奇事者、並因此為神,既非出於對父所成就之效果的觀看,亦非因他以某種在先的方式在諸工作中擁有父;乃是因為有一種天然的定律,彷彿把他帶向那生他者的毫無差別之相似,縱然這相似是藉著工作的毫無虧缺之肖似而發光顯現。
For neither from contemplation of the effects wrought by the Father, nor yet as having him in a preliminary way in the works, is the Son a maker or a wonder-worker, and God on this account; but because a certain natural law, as it were, bears him toward the unaltered likeness of the one who begot him, even though he shines forth and is manifested through the unfailing resemblance of the works.
1:2648
παραθέντες δὲ καὶ εἰσαῦθις, εἰ δοκεῖ, τὸ τοῦ λόγου κεφάλαιον, καὶ δριμυτέ ραις ἐρεύναις αὐτὸ βασανίζοντες, θεωρῶμεν ἀκριβῶς, τίς ἂν εἴη λοιπὸν τῶν λεγομένων δύναμις, καὶ ὅπως προσήκει νοοῦντας εὐσεβεῖν, ἤδη περισκεπτώμεθα
但讓我們再一次,若以為妥當,把這話語的要旨陳明出來,並以更犀利的探究來試驗它,精確地思量此後所說之言的意義何在,如今就仔細察看:我們當怎樣思想,才合乎虔敬。
But setting forth once more, if it seem good, the sum of the discourse, and testing it by keener inquiries, let us consider accurately what henceforth may be the force of what is said, and now let us examine carefully how it befits us to think piously.
1:2649
οὐκοῦν Ἀμὴν ἀμὴν λέγω ὑμῖν, οὐ δύναταί φησιν ἀφ' ἑαυτοῦ ποιεῖν Υἱὸς οὐδὲν ἐὰν μή τι βλέπῃ τὸν Πατέρα ποιοῦντα·
所以他說:我實實在在地告訴你們,子憑著自己不能作甚麼,除非看見父所作的;
Therefore: Verily, verily, I say unto you, the Son can do nothing of himself, he says, unless he sees the Father doing something;
1:2650
γὰρ ἂν ἐκεῖνος ποιῇ ταῦτα καὶ Υἱὸς ὁμοίως ποιεῖ
因為父所作的一切事,子也照樣作。
for whatever things he does, these the Son likewise does.
1:2651
Ὁρᾷς ὅπως καὶ διὰ τῆς ἐν τοῖς ἔργοις ἀπαραλλάκτου ταυτότητος, ὅμοιον ἑαυτὸν κατὰ πάντα δεικνύει τῷ Πατρὶ, ἵνα δὴ φαίνηται διὰ τούτου καὶ τῆς οὐσίας αὐτοῦ κληρο νόμος; ὡς γὰρ ἀναγκαίως τε καὶ ἀναντιῤῥήτως νοηθησο μένου Θεοῦ κατὰ φύσιν ὑπάρχειν τοῦ τὴν ἴσην ἐνέργειαν ἔχοντος τῷ Θεῷ καὶ Πατρὶ, τὰ τοιαῦτά φησιν Σωτήρ
你看見他怎樣藉著工作中毫無差別的同一性,在凡事上顯明自己與父相似,好使他藉此顯為父本質的承受者麼?因為救主說這些話,乃是把那位擁有與父神等同運作者,當作必然無可爭辯地被認為按本性為神的來說的。
Do you see how, through the unaltered identity in the works, he shows himself in all things like the Father, so that through this he may appear to be also the heir of his essence? For as of one who must necessarily and incontestably be conceived as God by nature—namely, the one who has operation equal with God the Father—the Saviour says such things.
1:2652
σκανδαλιζέσθω δὲ μηδεὶς, ὅταν φαίνηται λέγων οἰκονομικῶς, μὴ δύνασθαι ποιεῖν ἀφ' ἑαυτοῦ μηδὲν ἐὰν μή τι βλέπῃ τὸν Πατέρα ποιοῦντα
但當他按照那救贖之安排的方式,似乎說出「他自己不能作甚麼,除非看見父所作的」時,願無人因此跌倒。
But let no one be offended when he appears to say, in a manner belonging to the dispensation, that he can do nothing of himself unless he sees the Father doing something.
1:2653
ὡς γὰρ ἤδη τὴν τοῦ δούλου μορφὴν. περικείμενος καὶ ἄνθρωπος γενόμενος διὰ τὸ ἑνωθῆναι σαρκὶ, οὐκ ἐλευθέραν οὐδὲ ἀνειμένην παντελῶς εἰς θεοπρεπῆ παῤ ῥησίαν ἐποιεῖτο τὴν διάλεξιν·
因為他既已披戴了奴僕的形像,並藉著與肉體聯合而成為人,他就不以那種全然自由、全然放任、合乎神之膽量的方式來講論;
For inasmuch as he was now clothed with the form of the servant and had become man through being united to flesh, he did not carry on his discourse in a manner altogether free and unrestrained toward a boldness befitting God;
1:2654
ἐχρῆτο δὲ μᾶλλον τοιαύτῃ δι' οἰκονομίαν ἔσθ' ὅτε, ἥπερ ἂν πρέποι Θεῷ τε ὁμοῦ καὶ ἀνθρώπῳ·
倒是為著那救贖之安排的緣故,有時採用一種同時合乎神與人的方式;
but rather he sometimes made use, for the sake of the dispensation, of such a manner as might befit God and man together;
1:2655
καὶ γὰρ ἦν ὄντως κατὰ ταὐτὸν ἀμφότερα
因為他確實同時真是二者。
for indeed he was truly both at once.
1:2656
Εἷς μὲν δὴ λόγος οὗτος ἀληθής·
那麼,這是一種真實的解釋;
This, then, is one true explanation;
1:2657
οἶμαι δὲ δεῖν καὶ ἑτέρῳ πάλιν ἐπεξηγεῖσθαι τρόπῳ τὸ προκείμενον, καὶ ὀξύτερόν πως τῇ τοῦ θεωρήματος ἀκριβείᾳ προσβαλεῖν
但我認為有必要再以另一種方式來闡釋眼前之事,並更為犀利地深入探究這思想的精確之處。
but I think it necessary to expound the matter before us in yet another way as well, and somewhat more keenly to attack the accuracy of the reflection.
1:2658
οὐ δύναταί φησιν Υἱὸς ποιεῖν ἀφ' ἑαυτοῦ οὐδὲν ἐὰν μή τι βλέπῃ τὸν Πατέρα ποιοῦντα
他說:子憑著自己不能作甚麼,除非看見父所作的。
The Son, he says, can do nothing of himself unless he sees the Father doing something.
1:2659
τό Οὐ δύναται ἤτοι τὸ ἀδύνατον κατηγορεῖται τινῶν, ἤτοι τῶν ὄντων τισὶν ἐπιφέρεται
「不能」一詞,或說那不可能,或是被斷言於某些事物,或是被歸諸於某些存在之物。
The word 'cannot,' or the impossibility, is either predicated of certain things, or is applied to some of the things that exist.
1:2660
τοῦτο γὰρ δὴ τὸ κατηγορεῖσθαι, φαμὲν, οὐχὶ πάντως ἀνάγκης οὐδὲ ἀσθενείας ἐστὶ σημαντικόν·
因為我們說,這樣的斷言,絕非必然表徵著某種強制或軟弱;
For this being predicated, we say, is by no means necessarily indicative of constraint or of weakness;
1:2661
διδάσκει δὲ πολλάκις καὶ φύσεων ἑδραιό τητα καὶ οὐσιῶν ἀκλόνητον στάσιν, τὴν ἐφ' οἷς ἐστιν γέγονεν ἑκάστη τῶν σημαινομένων, καὶ ἅπερ οἶδε φυσικῶς τε καὶ ἀμεταθέτως ἐνεργεῖν
它也往往教導本性的堅定與本質不可動搖的穩固,就每一被指稱之物所處或所成的狀態而言,以及它所知本著本性、不可更移地施行的種種作為。
Often too it teaches the fixity of natures and the unshakeable stability of essences, with regard to those states in which each of the things signified either exists or has come to be, and to those operations which it knows how to perform naturally and immutably.
1:2662
ἡκέτω δὲ εἰ δοκεῖ καὶ διὰ παρα δειγμάτων λόγος·
倘若可以,就讓這論述也藉著例證來說明吧。
But let the argument come forward, if it seems good, by way of examples as well.
1:2663
ὅταν ἄνθρωπος εἴπῃ τυχὸν, ἄπηχύ τε εἰκὸς καὶ βαρὺ μὴ δύνασθαί ποι διακομίζειν ξύλον, τῆς ἐνούσης αὐτῷ ἀσθενείας κατηγορεῖ·
當一個人或許說,他無法把一根木頭搬到某處去,因為它顯然既笨重又沉,他所指控的乃是他自身內在的軟弱。
When a man perhaps says that he is not able to carry a piece of timber somewhere because it is likely both unwieldy and heavy, he is charging the weakness that resides in himself.
1:2664
ὅταν δέ τις ἕτερος εἴπῃ Ἄνθρωπος ὢν λογικὸς κατὰ φύσιν, καὶ ἐκ λογικοῦ κατὰ φύσιν γεγεννημένος πατρὸς, οὐ δύναμαι ποιεῖν ὥσπερ ἴδιόν τι καὶ ἀπ' ἐμαυτοῦ, μὴ βλέπω προσπεφυκὸς τῇ τοῦ γεννή σαντος φύσει, τότε τό Οὐ δύναμαι τὴν τῆς οὐσίας ἑδραιότητα καὶ τὸ ἀμετάπτωτον εἰς ἕτερόν τι παρ' ὅπερ ὑπάρχει δηλοῖ
但當另一個人說:「我本性上既是有理性的人,又生自本性上有理性的父親,凡我看不出是天然內存於生我者本性中的事,我就不能作為某種屬於我自己、出於我自己的事來行。」那時,這「我不能」便指明本質的堅定,以及它不會轉落成它本身以外之物的不變性。
But when some other man says, 'Being by nature a rational man, and begotten of a father who is by nature rational, I am not able to do, as something proper and of myself, that which I do not see to be inherent in the nature of him who begot me,' then the 'I am not able' indicates the fixity of the essence and its incapacity to fall away into anything other than what it is.
1:2665
οὐ δύναμαι γὰρ, φησὶν, ἀπ' ἐμαυτοῦ μὴ εἶναι ζῷον λογικὸν, τῶν τῇ φύσει προσόντων κατευμεγεθήσας πλεονεκτημάτων·
他說:「因為我不能靠著自己成為理性活物以外的東西,我既已滿被那屬乎本性的種種優長;
'For I am not able,' he says, 'of myself to be other than a rational living being, having been endowed with a fullness of the advantages that belong to my nature;
1:2666
οὐ γὰρ ὁρῶ τὸ δύνασθαι τοῦτο παθεῖν ἐν τῇ τοῦ τεκόντος φύσει·
因為我看不出這在生我者的本性中能夠發生。」
for I do not see that this can be undergone in the nature of him who begot me.'
1:2667
μὴ ἐπιτιμᾶτε γὰρ, φησὶ, τοῖς ἔργοις τοῦ Υἱοῦ·
他說:「所以不要責難子的作為;
'Do not, then, find fault,' he says, 'with the works of the Son;
1:2668
τὴν γὰρ τοῦ τεκόντος αὐτὸν ὡς ἐν ἰδίαις ἐννοίαις ἤτοι φυσικοῖς κινήμασιν ἀναθεωρῶν οὐσίαν, ὧνπερ ἂν ἴδοι πρεπόντως ἐργάτιν αὐτὴν, ταῦτα δὴ πράττει, καὶ ἕτερον οὐδὲν, παθεῖν τι τῶν παρὰ φύσιν διὰ τὸ ἐξ αὐτῆς ὑπάρχειν οὐ δυνάμενος·
因為他觀看生他者的本質,彷彿在自己的意念中,也就是在自然的動作裡,凡他見那本質合宜地成就的,他就作這些,別無其他,因他既出於那本質,便不能承受任何違反本性之事。
for, contemplating the essence of him who begot him as it were in his own thoughts, that is, in his natural motions, whatever works he sees it fittingly to accomplish, these he does, and nothing else, being unable to undergo any of those things that are contrary to nature, because he exists from that very essence.'
1:2669
οἷον, ἔχει τὸ θέλειν ἐλεεῖν τοῦ Πατρὸς φύσις·
譬如,父的本性擁有施憐憫的意願;
For example, the nature of the Father possesses the will to show mercy;
1:2670
τοῦτο δὴ καὶ ἐνυπάρχον αὐτῇ θεωρῶν Υἱὸς, ὡς ἐξ αὐτοῦ φυσικῶς, ἐλεήμων ἐστὶν, οὐ δυνάμενος ἕτερόν τι παρ' ὅπερ ἐστὶν ἐκείνη γενέσθαι
子既看見這內存於父本性之中,便作為出於自己、本著本性的憐憫者而施憐憫,不能成為那本性以外的任何東西。
and the Son, beholding this as inherent in it, being merciful as it were from himself and by nature, is unable to become anything other than what that nature is.
1:2671
ἔχει γὰρ ἐκ Πατρὸς, ὥσπερ τὴν οὐσίαν, οὕτω καὶ τὰ τῆς οὐσίας ἀγαθά·
因為他從父領受,正如領受了本質,也照樣領受了本質的美善;
For he has from the Father, just as he has the essence, so also the good things of the essence;
1:2672
ἁπλῶς δὲ δῆλον ὅτι καὶ ἀσυνθέτως ὡς Θεός·
並且顯然是單純地、無合成地領受,正因為他是神。
and this, it is clear, simply and without composition, inasmuch as he is God.
1:2673
διάτοι τοῦτο τοῖς πρώτοις ἐπιλέγει σοφῶς γὰρ ἂν ἐκεῖνος ποιῇ, ταῦτα καὶ Υἱὸς ὁμοίως ποιεῖ·
為此他智慧地在上文之後補上說:「因為父所作的一切,子也照樣作。」
Therefore he wisely adds to the foregoing words: 'For whatever things that One does, these the Son also does likewise.'
1:2674
ὅλην, ὡς ἔπος εἰπεῖν, τὴν περίνοιαν τοῦ μὴ δύνασθαι ποιεῖν ἀφ' ἑαυτοῦ μηδὲν ἐὰν μή τι βλέπῃ τὸν Πατέρα ποιοῦντα, συνάγων ἐν τούτοις
他在這些話中可說是總括了那整個意思:若不見父作,子就不能憑自己作甚麼。
In these words he sums up, so to speak, the whole thought of his not being able to do anything of himself unless he see the Father doing something.
1:2675
ἀναλογιζόμενος δὲ τὴν αἰτίαν, ἐφ' τὰ τοιαῦτά φησιν Υἱὸς, ἀκριβέστερον τοῖς παρ' ἡμῶν εἰρημένοις ἐπιστήσεις τὸν νοῦν
然而,你若細究子說這些話的緣由,就必更準確地留意我們所講的。
But if you reckon up the cause for which the Son says such things, you will more accurately fix your mind upon what has been said by us.
1:2676
Οὐκοῦν ἐπειδήπερ ἐν ἡμέρᾳ σαββάτου τὸν παράλυτον ἠλέει, διώκειν αὐτὸν ἐπεχείρουν οἱ Ἰουδαῖοι·
既然他是在安息日憐憫了那癱子,猶太人就設法逼迫他;
Since, then, it was on a sabbath day that he had mercy on the paralytic, the Jews were attempting to persecute him;
1:2677
δυσωπεῖ δὲ αὐτοὺς Χριστὸς, ἐλεοῦντα δεικνὺς τὸν Θεὸν καὶ Πατέρα κατὰ τὸ σάββατον
但基督使他們羞愧,指出父神在安息日也施憐憫。
but Christ puts them to shame, showing that God the Father too shows mercy on the sabbath.
1:2678
οὐ γὰρ ᾠήθη δεῖν ἀποκωλῦσαί ποτε τὰ ὅσα πέρ ἐστιν εἰς σωτηρίαν τὴν ἡμετέραν συντείνοντα·
因為他認為,凡有助於我們得救的事,都不該有所攔阻;
For he did not think it right ever to hinder those things that tend toward our salvation;
1:2679
καὶ δὴ καὶ ἔφασκεν ἐν ἀρχαῖς Πατήρ μου ἕως ἄρτι ἐργάζεται, κἀγὼ ἐργάζομαι. ἐπειδὴ δὲ καὶ ἀσχάλλοντες πρὸς ταῦτα διὰ πολλὴν ἐφαίνοντο δυσβουλίαν, ἐπιλέγει πάλιν Οὐ δύνα ται Υἱὸς ποιεῖν ἀφ' ἑαυτοῦ οὐδὲν ἐὰν μή τι βλέπῃ τὸν Πατέρα ποιοῦντα·
他確曾在起初說過:「我父作事直到如今,我也作事。」但因他們出於極大的惡意,顯然對此忿忿不平,他便又補上說:「子憑著自己不能作甚麼,惟有看見父所作的;」
and indeed at the outset he had said, 'My Father works until now, and I work.' But since they appeared to be indignant at this out of great ill-will, he adds again: 'The Son can do nothing of himself, unless he see the Father doing something;'
1:2680
γὰρ ἂν ἐκεῖνος ποιῇ, ταῦτα καὶ Υἱὸς ὁμοίως ποιεῖ
「因為父所作的一切,子也照樣作。」
'for whatever things that One does, these the Son also does likewise.'
1:2681
ἐπειδὴ γὰρ οὐ παραιτεῖται, φησὶν, Πατὴρ ἐλεεῖν ἐν σαββάτῳ, βλέπων ὄντα διὰ παντὸς φιλοικτίρμονα, ταύτῃτοι κἀγὼ διὰ παντὸς ἐλεῶ, καινοτομῆσαί πως τοῦ Πατρὸς τὴν. οὐσίαν ἐν ἐμαυτῷ μὴ δυνάμενος, διὰ τοῦ με φαίνεσθαι καὶ εἶναι τοιοῦτος, ὁποῖός ἐστι κατὰ φύσιν αὐτός·
他說:「既然父不推辭在安息日施憐憫,因他常是滿有慈憐的,正為此我也常施憐憫,因我斷不能在自己裡面把父的本質改作新樣,我既顯明並實在是父本性上所是的那樣;
'For since the Father,' he says, 'does not refuse to show mercy on the sabbath, seeing that he is at all times compassionate, on this very account I too at all times show mercy, being unable in any way to introduce innovation into the Father's essence within myself, through my appearing and being such as he himself is by nature;
1:2682
ἐνεργῶ γὰρ πάντως ὡς ἐξ αὐτοῦ, τὰ αὐτοῦ
「因為我完全作父的事,如同出於他。」
for I altogether operate the things that are his, as from him.'
1:2683
Τὸ δὲ λέγειν προκαταρκτικὸν τῶν ἔργων τὸν Πατέρα ὑπάρχειν, ἀμαθίας τῆς ἐσχάτης οὐκ ἀμοιρήσει
至於說父是諸般作為的先發起者、率先開端者,這說法必不免於極端的無知。
But to say that the Father exists as the initiator of the works who begins beforehand will not be free from the utmost ignorance.
1:2684
πῶς γὰρ ἂν αὐτὸς ἰδίᾳ καὶ μόνος προκατάρξαιτό ποτε, δύναμιν ἔχων τὴν ἐφ' ἅπασιν ἐνεργητικὴν τὸν Υἱὸν, συνυπάρχοντα μὲν ἀϊδίως αὐτῷ, θελήσεως δὲ τῆς ἐπί τι καὶ κινήσεως τῆς κατ' ἐνέργειαν τὴν ἐπί τισιν ἐκφαντικόν
父怎能單獨、私自地先行開端呢?他既有子作那在萬有之上運行的能力,與他永恆共存,並彰顯他向著任何事物的意願、以及他在個別事上按作為而有的運動。
For how could he ever, privately and alone, begin beforehand, when he has the Son as the power that operates upon all things, coexisting with him eternally, and manifesting his willing toward anything and his movement in operation upon particular things?
1:2685
καὶ εἰ περιμένειν αὐτὸν τὴν ἐφ' ἑκάστῳ τῶν ἔργων ἰδικὴν ἐνέργειαν τοῦ Πατρὸς ἀπαιδεύτως διισχυρίζονται, πρὸς τὸ ἴσον ἀπομιμήσασθαι, δεικνύτωσαν ἡμῖν ἰδίᾳ καὶ καθ' ἑαυτὸν ἐργασάμενόν τι τὸν Πατέρα πώποτε, καὶ ποῖον αὐτὸς προθεραπεύσας παρά λυπον, δέδωκεν ὡς ἐν τύπῳ τὸ πρᾶγμα τῷ γεννήματι
他們若無知地硬說,子在每一件工作上都等候父在個別事上的作為,好照樣仿效,那就讓他們給我們指出:父究竟何時曾私自、獨自作過甚麼,或他自己先醫好了怎樣的一個癱子,把這事作為樣式給了所生者。
And if they ignorantly insist that he waits for the Father's particular operation upon each of the works, so as to imitate it in like manner, let them show us that the Father ever wrought anything privately and by himself, or what sort of paralytic he himself first healed, giving the deed to the Offspring as a pattern.
1:2686
γὰρ Πατὴρ φιλεῖ τὸν Υἱόν
因為父愛子。
For the Father loves the Son.
1:2687
Ἀσυνέτως ἐξαγριουμένους εἰς εἰκαίαν ὀργὴν, τοὺς οἵπερ ἦσαν δυσσεβοῦντες εἰς αὐτὸν ἀφυλάκτως διὰ τὸ σάββατον ἐξελέγχει Χριστὸς, ἐναργεστάτην τοῦ πράγματος ποιούμενος τὴν ἀπόδειξιν διὰ τοῦ φιλεῖσθαι λέγειν παρὰ τοῦ ἰδίου γεννήτορος
基督駁斥那些不明理、為徒然的怒氣所激動的人,就是那些為了安息日而肆無忌憚地對他行不敬之事的人,他藉著說自己蒙自己的生育者所愛,作出這件事最為鮮明的證明。
Christ refutes those who without understanding were fiercely roused to vain anger, those who were recklessly acting impiously against him on account of the sabbath, making the most vivid demonstration of the matter through his saying that he is loved by his own begetter.
1:2688
εἰ γὰρ ὅλως φιλεῖ τὸν Υἱὸν Πατὴρ, οὐ λυποῦντα δῆλον ὅτι φιλεῖ, κατευφραίνοντα δὲ μᾶλλον ἐφ' οἷς ἂν ποιῇ καὶ ἐργάζηται
因為父若全然愛子,顯然他所愛的不是令他憂傷的那一位,而是在凡所行所作的事上使他喜悅的那一位。
For if the Father wholly loves the Son, plainly he does not love one who grieves him, but rather one who gladdens him in whatever things he does and works.
1:2689
μάτην οὖν ἄρα διώκουσι τὸν ἐλεεῖν ἐν σαββάτῳ μὴ παραιτούμενον, καὶ ταῖς τοῦ Θεοῦ καὶ Πατρὸς ἀντιτείνοντες ψήφοις διὰ τούτου πάλιν ἁλίσκονται
因此他們逼迫那不推辭在安息日施憐憫的一位,乃是徒然的;並且他們藉此又被指出是與神並父的旨意相對抗。
In vain, then, do they persecute one who does not refuse to show mercy on the sabbath, and by this again they are convicted of setting themselves in opposition to the decrees of God and the Father.
1:2690
χρῆναι γὰρ οἴονται μισεῖν, ὃν αὐτὸς ἀγαπᾷ, δῆλον δὲ δήπου πάντως ἐστὶν, ὡς οὐκ ἂν ἠγάπησέ ποτε τὴν τοῦ τεκόντος αὐτὸν παρατρέχοντα βούλησιν, καὶ ἰδίᾳ καὶ μόνον ὅπερ ἂν αὐτὸς ἐθελήσαι ποιεῖν εἰθισμένον
因為他們認為理當恨惡那位父自己所愛的;然而顯然完全清楚的是:父斷不會愛那違逆生他者旨意、慣於私自、獨自只行己所願之事的一位。
For they think it right to hate one whom he himself loves; yet it is surely altogether clear that he would never have loved one who ran counter to the will of him who begot him, and who was accustomed to do privately and alone only whatever he himself might wish.
1:2691
ἐπειδὴ δὲ δικαίως ἀγαπᾷ, συναινεῖ δηλονότι καὶ συγκατανεύει τοῦ σαββάτου τὴν λύσιν,. καὶ οὐδὲν ἔχουσαν ἐπιδεικνύει τὸ ἐφ' ᾧπερ ἂν εἰκότως ἀγα νακτήσαι Θεὸς τοῦ νόμου Κύριος
但既然父公義地愛他,顯然父也贊同並認可安息日的解除,並顯明其中並無任何事會叫那作律法之主的神合理地動怒。
But since he justly loves him, plainly he also consents to and concurs in the loosing of the sabbath, and shows that it involves nothing at which God the Lord of the Law might reasonably be indignant.
1:2692
Καὶ πάντα δείκνυσιν αὐτῷ αὐτὸς ποιεῖ
並且將自己所作的一切都指示他。
And he shows him all things that he himself does.
1:2693
Ἀναγκαίως καὶ ταῦτα τοῖς προλαβοῦσιν ἐπάγει, καὶ διὰ ποίαν αἰτίαν, ἐρῶ δὴ πάλιν
他也必然地把這些話加在前面所說的之上,至於是為甚麼緣故,我要再度說明。
Necessarily he adds these words too to those preceding, and for what cause, I will again declare.
1:2694
πατέρες μὲν γὰρ οἱ παρ' ἡμῖν, φυσικαῖς ἔσθ' ὅτε φιλοστοργίαις ἡττώμενοι, καὶ λυπούντων ἀνέχονται τῶν υἱῶν, καὶ τοῖς παρὰ γνώμην ἐπιχειροῦντας ὁρῶντ[ε]ς ἀνεξικακοῦσι πολλάκις
因為我們中間的父親,有時被天然的慈愛所勝,既容忍那令他們憂傷的兒子,也往往在看見兒子行違背他們心意的事時,多多忍耐。
For fathers among us, sometimes overcome by natural affections, both put up with sons who grieve them, and often bear patiently when they see them attempting things contrary to their better judgment.
1:2695
δριμὺς γάρ τις αὐτοῖς περὶ παῖδας ἐνῴκισται πόθος, πᾶσαν ἀναπείθων τὴν ἐπ' ἐκείνοις μικροψυχίαν πλεονεκτεῖν
因為對兒女的一種強烈渴慕已在他們心中安居,說服他們對那些兒女的種種姑息軟弱得以佔上風。
For a certain keen longing for their children has taken up residence in them, persuading all their faint-heartedness toward those children to gain the upper hand.
1:2696
ἀλλ' οὐχ οὕτως, φησὶν, ἀγαπᾷ τὸν Υἱὸν Θεὸς καὶ Πατήρ·
他說:「但父神愛子並非如此;
'But not thus,' he says, 'does God the Father love the Son;
1:2697
ὡς δὲ μίαν ἔχων πρὸς αὐτὸν τὴν οὐσίαν, φυσικοῖς τισιν, ἵν' οὕτως εἴπωμεν, νόμοις πρὸς ἀπαράλλακτον καλεῖται θέλησίν τε καὶ δύναμιν
「乃是因與他同有一個本質,可說是照著某些天然的律,被引向毫無差別的意願與能力。」
rather, as having one essence with him, he is called, by certain natural laws, so to speak, to a will and a power that are without variation.'
1:2698
οὐδὲν οὖν ἄρα, φησὶ, παρὰ τὸ τῷ τεκόντι δοκοῦν πρέπον Υἱὸς ἐργάζεται, οὐδὲ τῆς τοῦ Πατρὸς ἀγάπης καταπερπερεύεται, φιλόκαινός τις ὑπάρχων ἐν τοῖς ἔργοις καὶ ἐξήνιος, ἀλλ' ὧνπερ ὄντα θεάσαιτο ποιητὴν, ὡς ἐν ἐννοίαις δὲ πάλιν, ταῦτα δὴ πάντως ἐπιτελεῖ τῇ ταυ τότητι τῆς οὐσίας εἰς τὸ μηδαμοῦ παρεκπίπτειν τὸ Θεῷ πρέπον διακρατούμενος
他說:「因此子所作的,絕不違背生他者所看為善或合宜的,也不藉父的愛而放縱,成為工作上好新奇、不受約束的一位;乃是凡他所看見父作的,彷彿又在意念中,這些他就完全成就,因本質的同一而被牢牢持守,以致無論何處都不偏離神所配得的。」
'Therefore,' he says, 'the Son works nothing contrary to what seems good or fitting to him who begot him, nor does he wanton over the Father's love, being one who is fond of novelty in his works and unbridled, but whatever things he beholds him to be the maker of, as it were again in his thoughts, precisely these he altogether accomplishes, being held fast by the identity of essence so as nowhere to deviate from what befits God.'
1:2699
τροπῆς γὰρ τῆς ἐπί τι καὶ ἀλλοιώ σεως ἀμοιρεῖ·
因為他絲毫不涉及轉變成任何事物,也不涉及改易;
For he has no share in any turning or alteration into anything;
1:2700
μένει δὲ αὐτὸς ἀδιαλείπτως, ὡς ψαλ μῳδός που φησί
乃是不住地保持一樣,正如詩人在某處所說的。
but he remains the same unceasingly, as the psalmist somewhere says.
1:2701
δεικνύει δὲ πάλιν Πατὴρ τῷ Υἱῷ αὐτὸς ποιεῖ, οὐ καθάπερ ἐν πίνακι διαγεγραμμένα παρατιθεὶς, ὡς ἀγνοοῦντα διδάσκων·
父又把自己所作的指示子,並非像陳列在畫板上那樣擺在他面前,也不是像教導一個無知者那樣;
And again the Father shows the Son what he himself does, not setting them beside him as though drawn out on a tablet, nor teaching him as one who is ignorant;
1:2702
ἀλλ' ὅλον ἑαυτὸν ἐν τῇ τοῦ γεννήματος φύσει ζωγραφῶν, καὶ τὰ ἰδίως αὐτῷ προσπεφυκότα δεικνύων ἐν ἑαυτῷ, ἵνα ἐξ ὧν. αὐτὸς ὑπάρχει καὶ φαίνεται, ποταπός τε καὶ τίς κατὰ φύσιν ἐστὶν εἰδείη τὸν γεννήτορα
乃是把他自己全然描畫在所生者的本性裡,並在自己裡面顯示那些特屬於他的事,好叫所生者從那些父所是、所顯明的事,認識那生他者按本性是何等的、是誰。
but rather portraying his whole self in the nature of the Offspring, and showing in himself the things that are peculiarly inherent in him, so that from those things which he himself is and appears to be, the Offspring may know his begetter, of what sort and who he is by nature.
1:2703
διὰ γὰρ τοῦτό φησιν Χριστὸς, ὡς Οὐδεὶς γινώσκει τίς ἐστιν Υἱὸς εἰ μὴ Πατὴρ, οὐδὲ τὸν Πατέρα τίς ἐπιγινώσκει τίς ἐστιν εἰ μὴ Υἱός. κεῖται γὰρ ἐν ἀμφοῖν ἑκατέρου γνῶσις ἀκριβὴς, οὐ διδακτῶς, ἀλλὰ φυσικῶς·
因為為此基督說:「除了父,沒有人知道子是誰;除了子,也沒有人認識父是誰。」因為對彼此的精確認識乃在二者之中,不是藉教導,而是本著本性;
For on this account Christ says: 'No one knows who the Son is except the Father, nor does any one recognize who the Father is except the Son.' For the exact knowledge of each lies in both, not by teaching but by nature;
1:2704
καὶ ὁρᾷ μὲν Θεὸς καὶ Πατὴρ ἐν ἑαυτῷ τὸν Υἱὸν, ὁρᾷ δὲ αὖ πάλιν Υἱὸς ἐν ἑαυτῷ τὸν Πατέρα·
父神在自己裡面看見子,子又反過來在自己裡面看見父;
and God the Father sees the Son in himself, and again in turn the Son sees the Father in himself;
1:2705
διάτοι τοῦτό φησιν Ἐγὼ ἐν τῷ Πατρὶ καὶ Πατὴρ ἐν ἐμοί ἐστι. τὸ δὲ ὁρᾶν τε καὶ ὁρᾶσθαι, πάλιν ἐν τούτοις νοείσθω θεοπρεπῶς
為此他說:「我在父裡面,父在我裡面。」但那看見與被看見,在這些事上仍要以配得神的方式來理解。
on this account he says, 'I am in the Father and the Father is in me.' But let the seeing and the being seen, once more in these matters, be understood in a manner befitting God.
1:2706
Καὶ μείζονα τούτων ἔργα δείξει αὐτῷ, ἵνα ὑμεῖς θαυμάζητε
並且他要將比這更大的事指示他,叫你們希奇。
And greater works than these will he show him, that you may marvel.
1:2707
Ἐν τοῖς ἀνωτέρω φησὶν μακάριος Εὐαγγελιστὴς ὡς ̓Εζήτουν οἱ Ἰουδαῖοι τὸν Ἰησοῦν ἀποκτεῖναι, ὅτι οὐ μόνον ἔλυε τὸ σάββατον, ἀλλὰ καὶ Πατέρα ἴδιον ἔλεγε τὸν Θεὸν, ἴσον ἑαυτὸν ποιῶν τῷ Θεῷ. τὴν μὲν οὖν ἐπὶ τῷ σαββάτῳ κατηγορίαν ἀπεσκευάζετο, καὶ αὐτὸν ἐπιδεικνὺς ἐνεργὸν ἐν σαββάτῳ τὸν Πατέρα, καὶ μακρὸν ἐπὶ τούτῳ προσαναλώσας λόγον·
在前文中,那有福的福音書作者說:「猶太人想要殺耶穌,因他不但解除了安息日,並且稱神為他自己的父,將自己和神當作平等。」關於安息日的控告,他既已駁除,指明父在安息日也運行作工,並在此上花費了一篇長論;
In the foregoing the blessed Evangelist says that 'the Jews sought to kill Jesus, because he not only loosed the sabbath, but also called God his own Father, making himself equal with God.' The accusation concerning the sabbath, then, he had cleared away, showing the Father too to be active on the sabbath, and expending a lengthy discourse upon this;
1:2708
ὅτι δέ ἐστιν ἐν ἰσότητι τῇ πρὸς τὸν Πατέρα, καὶ ἄνθρωπος γεγονὼς δι' ἡμᾶς, πειρᾶται διδάσκειν
但論到他與父同等,儘管為我們的緣故成了人,這一點他也設法教導。
but that he is in equality with the Father, even though he has become man for our sake, this he attempts to teach.
1:2709
τοῦτο γὰρ ἦν ἔτι τῷ λόγῳ τὸ λεῖπον·
因為這正是那篇論述所尚欠缺的;
For this was still what was lacking to the discourse;
1:2710
καὶ διὰ τοῦτό φησιν ὅτι Καὶ μείζονα τούτων δείξει αὐτῷ ἔργα ἵνα ὑμεῖς θαυμάζητε
為此他說:「他要將比這更大的事指示他,叫你們希奇。」
and on this account he says that 'And greater works than these will he show him, that you may marvel.'
1:2711
καὶ τί πάλιν ἡμῖν βούλεται διὰ τούτου δηλοῦν; Τεθεράπευται, φησὶν, παράλυτος τριάκοντα καὶ ὀκτὼ ἔτη ἔχων ἐν τῇ ἀσθενείᾳ αὐτοῦ. καὶ θαυμαστὴ μὲν ὄντως τοῦ θεραπεύσαντος δύναμις, θεοπρεπής τε λίαν ἐξουσία·
他藉此又要向我們表明甚麼呢?他說:「那癱子得了醫治,他在病中已有三十八年。」施行醫治者的能力確實奇妙,他的權柄也極其配得神;
And what again does he mean to make plain to us through this? 'The paralytic has been healed,' he says, 'who had been thirty-eight years in his infirmity.' And truly wonderful indeed was the power of him who healed, and exceedingly befitting God his authority;
1:2712
τὸν δὲ οὕτω θαυματουργὸν, οὐκ ἄν τις, οἶμαι, σωφρονῶν αἰτιάσαιτο Θεὸν ἑαυτὸν εἶναι λέγοντα, καὶ ἐπείπερ ἐστὶν Υἱὸς, ἴσον κατὰ πάντα τῷ γεγεννηκότι·
這樣行奇事的一位,我想凡心思清明的人都不會責怪他自稱是神,並既是子,在凡事上與生他者同等;
and one so wonder-working, no one, I think, being of sound mind, would blame for saying that he is God himself, and, inasmuch as he is Son, in all things equal to him who begot him;
1:2713
ἐπειδὴ δὲ φρο νοῦντες, φησὶ, κάκιστά τε καὶ ἀλογώτατα, διὰ τὸ ἐπίκηρον. τουτὶ σκανδαλίζεσθε σῶμα, ἀναγκαῖον ὑμᾶς ἐκμαθεῖν, ὡς οὐ μέχρι τούτων τὰ τῆς ἐμῆς ἐξουσίας τε καὶ ἰσχύος στήσεται·
他說:「但既然你們心思最為卑劣、最不合理,因這必朽的身體而跌倒,你們就必須徹底明白:我的權柄與能力所及,並不止於這些事。」
'but since you are minded most basely and most irrationally,' he says, 'and are scandalized on account of this perishable body, it is necessary for you to learn thoroughly that the matters of my authority and strength will not stand fixed at these things only;'
1:2714
Ὥσπερ γὰρ Πατὴρ ἐγείρει τοὺς νεκροὺς καὶ ζωοποιεῖ, οὕτως καὶ Υἱὸς οὓς θέλει ζωοποιεῖ
「因為父怎樣叫死人起來,使他們活著,子也照樣隨自己的意思使人活著。」
'For just as the Father raises the dead and gives them life, so also the Son gives life to whom he wills.'
← 上一段下一段 →
1