📜 Verbum · 聖言
原文誦讀聖經與教父文獻
♥ 贊助

← 回書卷目次 · 希臘教父 › 約翰福音註釋

亞歷山大的區利羅

約翰福音註釋 第 1 章 第 54/94 段

希臘文原文.136 節.部分字詞可點開查義.本章太長已分段,此段為 1:7671–1:7806(全章共 13790 節)

← 上一段下一段 →
1:7671
οὐκοῦν οἱ ψευδηγορεῖν οὐ παραιτησάμενοί ποτε, καὶ τὸ ἀπεστάλθαι παρὰ Θεοῦ πλασάμενοι, προφητεύσαντές τε κατὰ τὸ γεγραμμένον ἀπὸ καρδίας αὐτῶν, καὶ οὐκ ἀπὸ στόματος Κυρίου, καὶ πρὸς τούτοις ἔτι Θευδᾶς τε ἐκεῖνος καὶ Γαλιλαῖος Ἰούδας ἀποστήσαντες λαὸν ὀπίσω αὐτῶν, τοῖς συναπαχθεῖσι συνδιεφθάρησαν·
由此可見,那些從不推辭說謊、假冒受神差遣、又照經上所記憑自己的心而非憑耶和華的口說預言的人,此外還有那杜達和加利利的猶大,引誘百姓跟從自己,結果與那些被引誘同去的人一同滅亡了;
Accordingly, those who never refused to speak lies, and feigned to have been sent from God, and prophesied, according to what is written, out of their own heart and not out of the mouth of the Lord, and besides these still that Theudas and Judas the Galilean, who drew away people after them, were destroyed together with those who were led astray with them;
1:7672
δὲ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς τὴν αἰώνιον ἡμῖν προξενήσων ζωὴν, ἐξ ἀγάπης τῆς εἰς ἡμᾶς παραγέγονεν
但我們的主耶穌基督,那要為我們獲致永生的,卻是出於祂對我們的愛而降臨的。
but our Lord Jesus Christ, who was to procure for us eternal life, came out of His love toward us.
1:7673
ὧν δὲ ἐναντίος σκοπὸς, καὶ τῆς ἀφίξεως τρόπος τοσοῦτον ἐξηλλαγμένος, πῶς οὐκ ἐναντία καὶ γνώμη καὶ ἐπιτήδευμα; οὐκοῦν ἀπὸ τῆς τῶν πραγμάτων ποιότητος δοκιμάζεσθαι χρῆναί φησι τίνες μὲν ἂν εἶεν ἐκεῖνοι, τίς δὲ πάλιν αὐτός
但那些目的相反、來歷的方式又如此迥異的人——他們的心志與作為豈不也是相反的嗎?因此,祂說必須從事實的性質來察驗:那些人究竟是誰,而祂自己又是誰。
But those whose aim is contrary, and whose manner of coming is so greatly different—how are their purpose and practice not also contrary? Accordingly, He says that it must be tested from the quality of the facts who those men might be, and who again He Himself is.
1:7674
ἦν γὰρ οὕτως ἀναπεῖσαι μηδὲν ἀπηχὲς περὶ αὐτοῦ φρονεῖν ἔτι τοὺς ἡγου μένους, ἕνα τῶν ψευδοποιμένων ὑπάρχειν οἰομένους αὐτὸν, καὶ τῶν ἀλλαχόθεν ἀναβαινόντων εἰς τὴν τῶν προβάτων αὐλὴν, θύραν δὲ μᾶλλον καὶ εἰσαγωγέα καὶ ποιμένα Χριστὸν ἐληλυθέναι γεμὴν, οὐχ ἵνα μόνην ἔχωσι ζωὴν τὰ πρόβατα, φησίν·
因為唯有如此,才能勸服那些領袖不再對祂存任何不合的想法——那些以為祂是假牧人之一,或是從別處爬進羊圈之人之一的人——反倒明白:基督乃是作為門、引路者和牧人而來的,並非僅僅為叫羊得生命,祂說;
For it was thus possible to persuade the leaders no longer to think anything discordant concerning Him—those who supposed Him to be one of the false shepherds, or of those who climb up into the fold of the sheep by some other way—but rather that Christ had come as Door and Introducer and Shepherd, not that the sheep might merely have life, He says;
1:7675
πρὸς γὰρ τῷ ἀναβιῶναι τοὺς. εἰς αὐτὸν πιστεύοντας, καὶ τὸ ἐν πᾶσιν ἔσεσθαι τοῖς ἀγαθοῖς ἐλπὶς οὐκ ἀμφίλογος
因為除了那些信祂之人的復活以外,還有那無可爭辯的盼望,就是他們必得置身於一切美善之中。
for over and above the coming back to life of those who believe in Him, there is also the hope, not to be disputed, that they shall be amid all good things.
1:7676
εἰκὸς δὲ ὅτι τὸ περισσὸν καὶ αὐτῆς τῆς ζωῆς, τουτέστι, τὸ πλέον ἤτοι τὸ τιμιώτερον, τὴν τελεωτάτην τοῦ Πνεύματος μέθεξιν εἶναί φησιν, εἰ καὶ σφόδρα περιε σταλμένως
祂很可能是把生命本身的「豐盛」——即那更多、或說更寶貴之物——稱為對聖靈最完全的分享,雖然祂說得極為謹慎含蓄。
And it is likely that He calls the 'abundance' even of life itself—that is, the more or rather the more precious thing—the most perfect participation in the Spirit, though He speaks of it very guardedly.
1:7677
τὸ μὲν γὰρ ἀναβιῶναι κοινὸν ἁγίοις τε καὶ ἁμαρτωλοῖς, Ἕλλησί τε καὶ Ἰουδαίοις καὶ ἡμῖν αὐτοῖς·
因為復活乃是聖徒與罪人所共有的,也是希臘人、猶太人和我們自己所共有的;
For the coming back to life is common to saints and sinners, to Greeks and Jews and to us ourselves;
1:7678
̓Αναστήσονται γὰρ οἱ νεκροὶ, καὶ ἐγερθήσονται οἱ ἐν τοῖς μνημείοις, καὶ εὐφρανθήσονται οἱ ἐν τῇ γῇ, κατὰ τὴν ἀψευδῆ τοῦ Σωτῆρος ὑπόσχεσιν
因為照著救主那絕不虛謊的應許:「死人要復活,墳墓裡的人要興起,在地裡的人要歡欣。」
'for the dead shall rise, and those in the tombs shall be raised, and those in the earth shall rejoice,' according to the unlying promise of the Saviour.
1:7679
σημανεῖ δὲ καὶ τοῦτο θεῖος ἡμῖν Παῦλος λέγων Ἰδοὺ μυστήριον ὑμῖν λέγω·
屬神的保羅也向我們表明這事,說:「看哪,我把一件奧祕告訴你們;」
And the divine Paul too signifies this to us, saying: 'Behold, I tell you a mystery;'
1:7680
πάντες μὲν κοιμηθησόμεθα, οὐ πάντες δὲ ἀλλαγησόμεθα, ἐν ἀτόμῳ, ἐν ῥιπῇ ὀφθαλμοῦ, ἐν τῇ ἐσχάτῃ σάλπιγγι·
「我們雖不是都要睡覺,卻都要在一霎時、眨眼之間,就是號筒末次吹響的時候被改變;」
'we shall all indeed sleep, but we shall not all be changed, in a moment, in the twinkling of an eye, at the last trumpet;'
1:7681
σαλ πίσει γὰρ, καὶ οἱ νεκροὶ ἐν Χριστῷ ἐγερθήσονται ἄφθαρ τοι, καὶ ἡμεῖς ἀλλαγησόμεθα· πάντες μὲν γὰρ ἐκ νεκρῶν ἀναστήσονται, διὰ τὸ πάσῃ δεδόσθαι τῇ φύσει διὰ τὴν τῆς ἀναστάσεως χάριν·
「因號筒要響,那在基督裡死了的人必復活成為不朽壞的,我們也要改變。」因為眾人確實都要從死裡復活,緣於復活的恩典已賜給了全人類的本性;
'for the trumpet shall sound, and the dead in Christ shall be raised incorruptible, and we shall be changed.' For all indeed shall rise from the dead, because it is given to all nature through the grace of the resurrection;
1:7682
καὶ ἐν ἑνὶ τῷ Χριστῷ, τῷ ἐξ ἀρχῆς καὶ πρώτῳ καταλύσαντι τοῦ θανάτου τὸ κράτος, καὶ εἰς ζωὴν ἐνεργηθέντι τὴν διηνεκῆ, κοινὸς τῆς ἀνθρωπότητος ὅρος καὶ πρὸς ἀφθαρσίαν ἀναμορφούμενος, καθάπερ οὖν ἐν Ἀδὰμ ἐν ἑνὶ πάλιν καὶ πρώτῳ πρὸς θάνατον καὶ φθορὰν καταδικαζό μενος
在那獨一的基督裡——祂從起初、率先廢除了死亡的權勢,並被引入永不止息的生命——人類共有的界限也被重塑歸於不朽;正如在亞當裡,同樣在那一位、那首先的人裡,人類被定罪歸於死亡與敗壞。
and in the one Christ, who from the beginning and first dissolved the might of death and was brought to unceasing life, the common limit of humanity is refashioned also unto incorruption—just as in Adam, again in one and first, it was condemned unto death and corruption.
1:7683
ἀλλὰ πολλή τις κατ' ἐκεῖνο καιροῦ τῶν ἀνισταμένων διαφορὰ, καὶ πολύ τι τὸ διαλλάττον εὑρεθήσεται
但在那時,復活之人彼此的差異必甚大,並且必顯出他們之間有極大的分別。
But great, at that time, shall be the difference of those who rise, and much shall be found to be the distinction between them.
1:7684
οἱ μὲν γὰρ ἐν πίστει τῇ εἰς Χριστὸν ἀναπαυσάμενοι, καὶ τὸν ἀῤῥα βῶνα τοῦ Πνεύματος κατὰ τὸν καιρὸν τῆς μετὰ σώματος. ζωῆς κομισάμενοι τελεωτάτην ἐναποκομιοῦται τὴν χάριν, καὶ ἀλλαγήσονται πρὸς δόξαν κομιζόμενοι τὴν παρὰ Θεοῦ
因為那些安息於對基督之信仰、並在肉身生活期間領受了聖靈為憑據的人,必得著那最完全的恩典,並要被改變,領受那從神而來的榮耀;
For those who rested in faith in Christ, and received the pledge of the Spirit during the time of life with the body, shall carry away the most perfect grace, and shall be changed, receiving the glory that is from God;
1:7685
οἱ δὲ ἀπειθήσαντες τῷ Υἱῷ καὶ τὴν περίβλεπτον ἀντιμισθίαν παρ' οὐδὲν ποιησάμενοι, διελεγχθήσονται αὐτοῦ πάλιν φωνὴν, μόνον τὸ ἀναβιῶναι τοῖς ἄλλοις συγκληρωσάμενοι, τῆς οὕτω μακρᾶς ἀπειθείας ἀποτίσουσι δίκας
但那些悖逆聖子、視那極其光耀的賞賜如無有的人,必再次被祂的聲音定罪;他們只與眾人同得那復活的分,卻要為如此長久的悖逆償付刑罰。
but those who disobeyed the Son and counted the far-shining recompense as nothing shall be convicted again by His voice; having only the coming back to life allotted to them along with the rest, they shall pay the penalties for so long a disobedience.
1:7686
κατοιχήσονται γὰρ εἰς ᾅδου κολασθησόμενοι, καὶ ἀνόνητον ἕξουσιν ὑστεροβουλίαν
因為他們必下到陰間受刑罰,且要懷著無益的悔悟。
For they shall depart into Hades to be punished, and shall have a profitless afterthought.
1:7687
ἔσται γὰρ, φησὶν, ἐκεῖ κλαυθμὸς καὶ βρυγμὸς τῶν ὀδόντων
祂說:「因為在那裡必要哀哭切齒。」
'For there,' He says, 'shall be the weeping and the gnashing of teeth.'
1:7688
Ἐγώ εἰμι ποιμὴν καλός
「我是好牧人。」
'I am the good shepherd.'
1:7689
Προεπιδείξας εὖ μάλα καὶ σαφῶς ὅσα τοῖς ἀρχαιοτέροις τῶν ψευδοπροφητῶν, ἤτοι ψευδοποιμένων, ὑπόκρισις διε λυμήνατο, ἐμφανῆ τε καταστήσας τῆς ἑαυτοῦ παρουσίας τὰ κατορθώματα, καὶ ἐξ αὐτῆς ἤδη τῆς τῶν προβάτων συγκρί σεως τὴν νικῶσαν ἀπενεγκάμενος, καὶ ταῖς ἐξ ἀληθείας στεφανούμενος ψήφοις, εἰκότως ἀναφθέγγεται τό Ἐγώ εἰμι ποιμὴν καλός
祂既已極好且清楚地預先顯明:假先知、或說假牧人的偽善對古人造成了何等的損害,又已彰顯了祂自己降臨的種種成就,並已從羊群的比較本身贏得了勝利,且被那出於真理的票決所加冠,便合宜地宣告說:「我是好牧人。」
Having very well and clearly shown beforehand how much the hypocrisy of the false prophets, or rather false shepherds, had harmed the men of old, and having made manifest the achievements of His own coming, and having already, from the very comparison of the sheep, borne away the victory, and being crowned by the votes that spring from truth, He fittingly proclaims: 'I am the good shepherd.'
1:7690
μάτην οὖν ἄρα φησὶν ἐκεῖνα κατ' ἐμοῦ διεσκέπτεσθε, ἐγκαλεῖν δὲ οὐκ ἔχοντες ὡς κατά τι γοῦν ὅλως παραχαράττειν ἐθέλοντι τὸ τοῖς προβάτοις λυσιτελὲς, τοῖς τοῦτο δρᾶν εἰωθόσιν ἐπαριθμεῖν οὐ κατεναρκήσατε, τὸν δὲ ἀληθῶς ἀγαθὸν, πονηρὸν εἶναί φατε, καὶ τὸ δύνασθαι κρίνειν ὀρθῶς ἐφ' ἑκάστῳ πράγματι κατὰ τὴν τοῦ νομοθέτου διάταξιν ἐκ τοῦ φιλαυτεῖν ζημιούμενοι
祂說:「這樣看來,你們謀算那些攻擊我的事乃是徒然的;你們既不能指控我以任何方式存心敗壞於羊有益之事,就不憚將我列在那些慣行此惡的人當中,反倒說那真正良善的是惡的——因著自私自愛,你們在按律法賜予者的規定於每件事上正確判斷的能力上受了虧損。」
'In vain, then,' He says, 'did you devise those things against Me; and being unable to accuse Me as one wishing in any way at all to falsify what is profitable for the sheep, you did not shrink from numbering Me among those wont to do this, but you say that the truly good one is evil—being damaged, through self-love, in your ability to judge rightly in each matter according to the appointment of the Lawgiver.'
1:7691
οὐκοῦν ὡς ἀδίκους, ὡς ἀλογήσαντας κομιδῇ τῶν διὰ Μωυσέως, ὡς ἠγνοηκότας τῆς ἐπιδημίας αὐτοῦ τὸν σκοπὸν, ἐλέγχει τοὺς ἡγουμένους, ἵνα δὴ λοιπὸν καὶ ἀληθεύων ἐπ' αὐτοῖς προφήτης Ἡσαΐας εὑρίσκηται
因此祂斥責那些領袖為不義的,是全然藐視藉摩西所賜之事的,是不明白祂寄居之目的的——好使先知以賽亞論及他們的話,從此也顯為真實。
Accordingly He convicts the leaders as unjust, as having utterly disregarded the things given through Moses, as having been ignorant of the aim of His sojourning—so that henceforth the prophet Isaiah too may be found to speak truly concerning them.
1:7692
Οὐαὶ γὰρ, φησὶν, οἱ λέγοντες τὸ πονηρὸν καλὸν καὶ τὸ καλὸν πονηρὸν, οἱ λέγοντες τὸ γλυκὺ πικρὸν καὶ τὸ πικρὸν γλυκὺ, οἱ τιθέντες τὸ φῶς σκότος καὶ τὸ. σκότος φῶς. γὰρ οὐχὶ τοῦτο δρῶντες ἁλώσονται, τὸ κατὰ ἀλήθειαν φῶς, τουτέστι, τὸν Κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστὸν τιθέντες εἰς σκότος, διὰ τοῦ τὸν ἀγαθὸν ἡμῶν ποιμένα τοῖς ψευδωνύμοις ποιμέσιν οὐ παραιτεῖσθαι συν τάττειν, καὶ τάχα τῆς ἐκείνων τιμῆς ὀπίσω πέμπειν ἀπο τολμᾶν; τοὺς μὲν γὰρ τὸν θεῖον ἑαυτοῖς ἐπιφημίζοντας λόγον, καὶ τῷ τῆς προφητείας ὀνόματι καταληΐζεσθαι μὲν μελετήσαντας τῶν ἀγελαίων τὸν νοῦν, καὶ ὁδοῦ μὲν τῆς πρὸς ἀλήθειαν ὑπεκκλέπτοντας, ἀποβουκολοῦντας δέ ποι πρὸς τὸ δοκοῦν αὐτοῖς, καὶ οὐχὶ πάντως Θεῷ, διὰ πολλῆς εἶχον αἰδοῦς οἱ καὶ τότε δοκοῦντες κρατεῖν
祂說:「因為那些稱惡為善、稱善為惡,以苦為甜、以甜為苦,以暗為光、以光為暗的人有禍了。」他們豈不正是被拿住行這事——把那真光,即我們的主耶穌基督,置於黑暗之中,因他們不憚於把我們的良牧與那些假名牧人並列,甚或膽敢在當歸與那些人的尊榮上把祂排在後頭?因為那些把屬神的話歸於自己、假借預言之名,處心積慮要擄掠群羊的心思、把他們從通往真理的道路上暗暗偷走、並引他們到某處歸向他們自己所以為好、而絕非神所喜悅之事的人——當時那些看似掌權的人,對這等人卻大加敬重。
'For woe,' He says, 'to those who call evil good and good evil, who call the sweet bitter and the bitter sweet, who put light for darkness and darkness for light.' For are they not caught doing this very thing—putting the true light, that is, our Lord Jesus Christ, into darkness, by not refusing to rank our good shepherd with the falsely-named shepherds, and perhaps daring to send Him behind in the honour due to them? For those who ascribed to themselves the divine word, and who under the name of prophecy practised to plunder the mind of the flocks, and to steal them away secretly from the road toward truth, and to lead them off somewhere unto what seemed good to them and by no means to God—these the men who then seemed to hold power held in much reverence.
1:7693
Σαμέας γοῦν Σαλαμίτης τοῖς παρὰ Θεοῦ λόγοις τὴν ἐξ ἑαυτοῦ ψευδομυ θίαν ἀντιτιθεὶς, τῆς Ἱερεμίου δόξης κατεθρασύνετο
至少那撒拉米人示瑪雅,把自己捏造的虛言與那從神而來的話對抗,竟膽敢對耶利米的名聲放肆狂妄;
At any rate Shemaiah the Salamite, setting his own false-story against the words that came from God, waxed insolent against the reputation of Jeremiah;
1:7694
μὲν γὰρ ἦν ἐν δεσμοῖς, δὲ τὴν παρὰ Σεδεκίου τιμὴν, γέρας εἶχε τῆς ψευδηγορίας
因為一個被囚在鎖鏈中,另一個卻因說謊而得著西底家所賜的尊榮為報。
for the one was in bonds, while the other held the honour from Zedekiah as a reward for his lying.
1:7695
Φαρισαῖοι δὲ νῦν οἱ δείλαιοι πολὺ τῆς ἐκείνων δυσσεβείας ἰόντες ἐπέκεινα, καὶ ἀσχημονοῦντες νεανικώτερον, οὐδὲ τὸ ὑπάρξαν τοῖς ψευδοδιδασκαλήσασιν ἀπονέμουσι τῷ Χριστῷ
但如今那些可憐的法利賽人,遠遠超越了那些人的不敬虔,並以更狂妄放肆之態行醜事,竟連那些假教師所擁有的,也不肯歸給基督。
But the wretched Pharisees now, going far beyond the impiety of those men and behaving disgracefully in more youthful insolence, do not even assign to Christ what belonged to those who taught falsely.
1:7696
τί αὐτοῦ ἀκούετε; διὰ γάρ τοι τοῦτο καὶ αὐτὸς διὰ τοῦ προφήτου φησὶν Ἡσαΐου περὶ αὐτῶν Οὐαὶ αὐτοῖς, ὅτι ἀπεπήδησαν ἀπ' ἐμοῦ·
「你們為什麼聽他呢?」正因如此,祂也藉先知以賽亞論到他們說:「他們有禍了,因為他們離棄了我;」
'Why do you listen to him?' For on this very account He too says concerning them through the prophet Isaiah: 'Woe to them, for they have leapt away from Me;'
1:7697
δείλαιοί εἰσιν, ὅτι ἠσέβησαν εἰς ἐμέ·
「他們是可憐的,因為他們得罪了我;」
'they are wretched, because they have been impious against Me;'
1:7698
γλώσσης αὐτῶν. πῶς γὰρ οὐχ ἁπάσης ἄξιοι δίκης οἱ γλῶτταν οὕτω δριμεῖαν ἀνοήτως ἐπασκήσαντες, ὡς ἐκεῖνα φάναι τολμῆσαι κατὰ Χριστοῦ, ἅπερ ἡμῖν μὲν οὐδαμῶς, μόνοις δὲ ἁρμόσει τοῖς κατ' αὐτοὺς ἀκοῆς τε τῆς σφῶν εἴσω ποιήσασθαι, καὶ ῥιψοκινδύνως εἰπεῖν;. ποιμὴν καλὸς τὴν ψυχὴν αὐτοῦ τίθησιν ὑπὲρ τῶν προβάτων·
……他們舌頭的〔罪〕。因為那些如此無知地磨練出如此利舌,以致膽敢說出攻擊基督之話的人,豈不配受各樣的刑罰嗎?那些話絕不適合我們去接納、聆聽、輕率妄言,唯獨適合那些與他們一樣的人:「好牧人為羊捨命;」
...of their tongue. For how are they not worthy of every penalty, who have so senselessly cultivated so sharp a tongue as to dare to say against Christ those things which by no means befit us, but befit those alone who are like them to admit within their own hearing, and recklessly to utter? 'The good shepherd lays down his life for the sheep;'
1:7699
δὲ μισθωτὸς καὶ οὐκ ὢν ποιμὴν, οὗ οὐκ ἔστι τὰ πρόβατα ἴδια, θεωρεῖ τὸν λύκον ἐρχόμενον καὶ ἀφίησι τὰ πρόβατα καὶ φεύγει·
「若是雇工,不是牧人,羊也不是他自己的,他看見狼來,就撇下羊逃走;」
'but the hireling, who is not a shepherd, whose own the sheep are not, sees the wolf coming and leaves the sheep and flees;'
1:7700
καὶ λύκος ἁρπάζει αὐτὰ καὶ σκορπίζει·
「狼抓住羊,把羊趕散了。」
'and the wolf snatches them and scatters them.'
1:7701
ὅτι μισθωτός ἐστι καὶ οὐ μέλει αὐτῷ περὶ τῶν προβάτων
因為他是雇工,並不顧念羊群。
That he is a hireling, and cares nothing for the sheep.
1:7702
Ἀντιπαραθεὶς ἐντέχνως ταῖς τινῶν γλωσσαλγίαις καὶ ἀθέσμοις τολμήμασι τὴν ἐκ τῶν ἰδίων ἔργων φαιδρότητα, καὶ λῃστὰς μὲν ἐκείνους καὶ κλέπτας καὶ καταπηδῶντας ἀλλαχόθεν εἰς τὴν τῶν προβάτων αὐλὴν, ἑαυτὸν δὲ ποιμένα τὸν ὄντως ἀγαθὸν, ἀποφήνας τε καὶ ὀνομάσας, ἐπ' αὐτοὺς ἤδη μεταχωρεῖ τοὺς τῶν Ἰουδαίων καθηγητὰς, καὶ τῆς τῶν Φαρισαίων ἡγεμονίας ἀμείνω δεικνύει τὴν ἑαυτοῦ
祂巧妙地將自己親身工作所發出的光輝,與某些人喋喋不休的空談和不法的妄行對照起來;並且宣告且稱那些人為強盜、賊、以及從別處爬進羊圈的人,而稱自己為真正的好牧人。如今祂轉向猶太人的教師們,顯明自己的治理勝過法利賽人的領導。
Having skillfully set over against the idle babblings and lawless audacities of certain men the splendor that shines forth from his own works, and having declared and named those men to be robbers and thieves and such as climb up some other way into the sheepfold, while proclaiming himself the truly Good Shepherd, he now passes over to the very teachers of the Jews, and shows his own governance to be better than the leadership of the Pharisees.
1:7703
ποιεῖται δὲ πάλιν ἀπὸ συγκρίσεως φανερωτάτην αὐτοῖς τὴν ἀπό δειξιν
祂再次藉著對比,使那證明對他們顯得最為明白。
And again by comparison he makes the demonstration to them most manifest.
1:7704
ἀντιπαρεξάγει γὰρ ὥσπερ ταῖς παρ' αὐτῶν ῥᾳθυμίαις γρήγορσίν τε καὶ ἀγάπην τὴν ἐξ ἑαυτοῦ, καὶ πεφροντικότας μὲν τῆς ἀγέλης οὐδὲν ἐξελέγχει πάλιν, ἑαυτῷ γεμὴν ἥκειν εἰς τοῦτο τὴν ὑπὲρ αὐτῆς φροντίδα φησὶν, ὡς καὶ τῆς ἅπασι φιλαιτάτης ὑπερφρονῆσαι ψυχῆς
因為祂拿自己的儆醒與愛心,來對照他們的怠惰;祂再次責備他們絲毫不顧念羊群,卻宣稱自己臨到正是為此,就是要為羊群操心,以致連那人人最珍愛的性命都可輕看。
For over against their sloth he sets, as it were, his own vigilance and love; and he again convicts them of having taken no thought whatever for the flock, whereas he declares that to this end his own concern for it has come—so much so that he made light even of the soul that is most dear to all.
1:7705
ὁρίζει δὲ ὥσπερ κατὰ τίνα δοκιμάζεσθαι προσήκοι τρόπον ποιμένα τὸν ἀγαθὸν, καὶ αὐτὴν γὰρ χρῆναι μὴ κατοκνεῖν προέσθαι τὴν ψυχὴν διορί ζεται τῆς τῶν ποιμνίων σωτηρίας ὑπερμαχόμενον, δὴ καὶ τετέλεσται διὰ Χριστοῦ
祂彷彿界定了好牧人應當受何等考驗的方式;因為祂斷定,好牧人必須為羊群的救恩爭戰而不惜捨棄自己的性命——這正是藉著基督成就了的。
He defines, as it were, in what manner the good shepherd ought to be proved; for he determines that such a one must not shrink from laying down his very soul in fighting for the salvation of the flock—which indeed was accomplished through Christ.
1:7706
ἀπεσκίρτησε μὲν γὰρ τῆς πρὸς Θεὸν ἀγάπης ἄνθρωπος, ἀπονεύσας εἰς ἁμαρτίαν, ἐξῳκίσθη διὰ τοῦτο τῆς ἱερᾶς τε καὶ θείας αὐλῆς, τῶν τοῦ παραδείσου περιβόλων φημὶ, καὶ ταύτην νοσήσας τὴν συμφορὰν τῷ πρὸς ἁμαρτίαν φενακίσαντι διαβόλῳ, καὶ θανάτῳ τῷ ἐξ ἁμαρτίας ἀναβλαστήσαντι, πικροῖς ὄντως καὶ ἀγοητεύτοις κατεσαγηνεύθη λύκοις
因為人跳脫了對神的愛,偏向罪惡;為此緣故,他被逐出那神聖的羊圈——我是說樂園的圍場——並且因那引誘他犯罪的魔鬼、以及那從罪中萌生的死亡,患上了這場災禍,被那些真正兇惡、無法以言語安撫的豺狼所擒獲。
For man leaped away from the love toward God, turning aside into sin; on this account he was banished from the sacred and divine fold—I mean, from the enclosures of paradise—and, falling sick with this calamity through the devil who beguiled him into sin and through the death that sprang up out of sin, he was hunted down by wolves truly bitter and not to be charmed away.
1:7707
ἐπειδὴ δὲ ποιμὴν ἀγαθὸς ἐφ' ἅπαντας ἀνεδείχθη Χριστὸς, ἔθηκεν ὑπὲρ ἡμῶν τὴν ψυχὴν τῇ τῶν. ἀτιθάσων θηρίων ξυνωρίδι μαχόμενος, σταυρὸν ὑπέμεινε δι' ἡμᾶς ἵνα θανάτῳ νεκρώσῃ τὸν θάνατον, κατεκρίθη τε δι' ἡμᾶς ἵνα τῆς ἐπὶ τῷ πλημμελεῖν κατακρίσεως πάντας ἐξέ ληται, καταργήσας διὰ τῆς πίστεως τὴν τυραννήσασαν ἁμαρτίαν, καὶ προσηλώσας τὸ καθ' ἡμῶν χειρόγραφον τῷ ἰδίῳ σταυρῷ, καθὰ γέγραπται
但當基督顯明為萬人的好牧人時,祂為我們捨了性命,與那對未馴的野獸爭戰;祂為我們忍受十字架,好叫祂藉著死敗壞那掌死權的死;祂為我們受了定罪,好叫祂救眾人脫離因過犯而來的定罪,藉著信廢掉那曾轄制我們的罪,並將那攻擊我們的字據釘在祂自己的十字架上,正如經上所記。
But when Christ was manifested as the Good Shepherd over all, he laid down his soul for us, doing battle with the pair of untamed beasts; he endured the cross for our sake, that by death he might slay death; and he was condemned for our sake, that he might deliver all from the condemnation due to transgression, having through faith abolished the sin that had tyrannized us, and having nailed to his own cross the bond that stood against us, as it is written.
1:7708
οὐκοῦν μὲν τῆς ἁμαρτίας πατὴρ ὡς πρόβατα ἐν ᾅδῃ ἔθετο θανάτῳ ποιμανεῖν ἡμᾶς ἐπιτρέψας, κατὰ τὸ ἐν ψαλμοῖς εἰρημένον
因此,罪的父將我們如羊群一般安置在陰間,把我們交給死亡去牧養,正如詩篇中所說的。
Therefore the father of sin set us like sheep in Hades, giving us over to be shepherded by death, according to that which is spoken in the Psalms.
1:7709
ἀπέθανε δὲ δι' ἡμᾶς ἀγαθὸς ὄντως ποιμὴν, ἵνα τῆς ἀφεγγοῦς τοῦ θανάτου χειᾶς ἐξελὼν τοῖς οὐρανίοις συναγελάζεσθαι παρασκευάσῃ χοροῖς, καὶ ἀντὶ σηκῶν τῶν εἰς πυθμένας ἀβύσσου καὶ μυχοὺς θαλάσσης κειμένων, τὰς ἄνω καὶ παρὰ Πατρὶ χαρίσηται μονάς·
但那真正的好牧人為我們死了,好叫祂將我們從死亡那無光的深坑中取出,使我們得與天上的眾聖徒同群,並且不再置身於那沉在深淵之底與海洋幽處的羊欄,反倒把上面與父同在的住處賜給我們。
But the truly Good Shepherd died for us, that taking us out of the lightless pit of death he might prepare us to be gathered together with the heavenly choirs, and that, in place of pens lying in the depths of the abyss and the recesses of the sea, he might grant us the mansions above and with the Father.
1:7710
διὰ τοῦτο καὶ πρὸς ἡμᾶς που φησί Μὴ φοβοῦ, τὸ μικρὸν ποίμνιον, ηὐδόκησε γὰρ Πατὴρ δοῦναι ὑμῖν τὴν βασιλείαν. ἀλλ' ἐν τούτοις μὲν τὰ διὰ Χριστοῦ·
為此,祂也在某處對我們說:「你們這小群,不要懼怕,因為你們的父樂意把國賜給你們。」但這些事所陳明的,乃是藉著基督所成就的。
For this reason he also says somewhere to us: 'Fear not, little flock; for it has been the Father's good pleasure to give you the kingdom.' But in these things are set forth what is accomplished through Christ.
1:7711
ἴδωμεν δὲ τὰ ἐκείνων ἐν τίσιν
如今讓我們來看看那些人的作為在於何事。
Let us now see in what things the deeds of those men consist.
1:7712
οὐκοῦν ἕτερον μὲν οὐδὲν ὄντως ἁλώσονται τῷ γε ὄμμασιν ὀρθοῖς τὰ ἐπ' αὐτοῖς διευκρινου μένῳ μισθωτοὶ καὶ ψευδοποιμένες καὶ δειλοὶ καὶ προδόται καὶ ὀκνηροὶ, λόγον μὲν οὐδένα τῆς τῶν προβάτων ὠφελείας πεποιημένοι πώποτε, τὸ δὲ ἡδύ πως καὶ ἑκάστῳ δοκοῦν πανταχόθεν ἐκπορίζειν σπουδάζοντες
所以,凡以正直的眼光細察他們之事的人,必看出他們不外乎是雇工、假牧人、懦夫、叛徒和怠惰之輩,他們從未在任何時候顧念羊群的益處,反倒只熱衷於四處謀取那使各人喜悅、令各人稱心的東西。
Therefore, to one who scrutinizes the matters concerning them with upright eyes, they will be caught out as nothing other than hirelings and false shepherds and cowards and traitors and sluggards, who have never at any time taken any account of the benefit of the sheep, but have been eager to procure from every quarter whatever is pleasant and seems agreeable to each man.
1:7713
μισθωτοὶ γὰρ ἦσαν, κατὰ τὴν τοῦ Σωτῆρος φωνὴν, οὐκ ἦν αὐτῶν ἴδια τὰ πρόβατα, μᾶλλον δὲ τοῦ Χριστοῦ τοῦ μισθώσαντος κατὰ τὴν ἀρχὴν, καὶ ἐπὶ τιμαῖς ταῖς ἀνωτάτω χειροτονήσαντος ἐπιστάτας τοῖς Ἰουδαίων λαοῖς τοὺς ἱερουργούς·
因為照著救主的話,他們是雇工;羊群不是他們自己的,倒是屬於那位起初雇了他們的基督,就是那位以至高的尊榮委任祭司們作猶太百姓的監督者。
For they were hirelings, according to the word of the Savior; the sheep were not their own, but rather belonged to Christ who had hired them at the beginning, and who with the highest honors had appointed the priests as overseers over the peoples of the Jews.
1:7714
ἀλλὰ τὴν οὕτω λαμπρὰν καὶ
然而那如此輝煌又……
But that so bright and...
1:7715
τῆς τῶν θρεμμάτων αὐλῆς ἀφει δήσαντες παντελῶς, προὔδωκαν τῷ λύκῳ τὰ πρόβατα, καὶ. ὅπως τίνα τρόπον ἐροῦμεν ἐπιτομώτερον
他們全然忽略了羊群的圈欄,把羊出賣給豺狼。我們要如何、以何等方式更簡要地述說此事呢?
Utterly neglecting the fold of the flock, they betrayed the sheep to the wolf. And in what way, or how, shall we tell it more concisely?
1:7716
ἐν μὲν γὰρ τοῖς ἀρχαιοτέροις καιροῖς, μόνον ἐπεγράφετο βασιλέα τὸν Θεὸν πολύχους τῶν Ἰουδαίων λαὸς, αὐτῷ τὸ δίδραχμον, αὐτῷ θυσίας ἐτέλει, καὶ ὥσπερ τινὰ δασμὸν, τὴν ἐν νόμῳ προσ εκομίζετο πολιτείαν
因為在更古的年代,人數眾多的猶太百姓只以神為王;他們向祂繳納半舍客勒,向祂獻上祭物,並且彷彿獻某種貢賦一般,遵行律法中所定的生活方式。
For in the more ancient times, the numerous people of the Jews inscribed God alone as king; to him they paid the didrachma, to him they offered sacrifices, and as a kind of tribute they brought the manner of life prescribed in the Law.
1:7717
ἐπιῤῥίπτων ζυγὸν, μετακομίζεσθαί πως ἐπαναγκάζων εἰς ἔκνομόν τε καὶ ἀήθη ζωὴν, φόρους ἐξαιτῶν, τῆς ὑπὸ Θεῷ βασιλείας ἀποσυλῶν
他把軛加在他們身上,強逼他們遷移到不法而陌生的生活方式,索取賦稅,奪去他們在神治下的國度。
Casting on them a yoke, compelling them somehow to be transferred to a lawless and unwonted mode of life, exacting taxes, plundering them of the kingdom under God.
1:7718
ἦν γὰρ δὴ καὶ ἀνάγκη τοῖς εἰς τοῦτο ταλαιπωρίας κατεῤῥαγ μένοις τοῖς τοῦ κρατοῦντος ὑπείκειν θεσμοῖς·
因為那些淪落到如此悲慘境地的人,實在不得不屈服於掌權者的法令。
For there was indeed a necessity that those who had been reduced to this state of wretchedness should yield to the ordinances of the one who held power.
1:7719
ἧκεν ἀλλο γενὴς ἀφιστὰς μὲν ἀρχὴν τὴν παρὰ Θεοῦ, τουτέστι, τὴν ἱερᾶσθαι λαχοῦσαν φυλὴν, τὸ κρίνειν καὶ τὸ δικάζειν ἐπετέτραπτο παρὰ Θεοῦ, μετατιθεὶς πάντα καὶ βιαζόμενος, ἑαυτὸν τοῖς νομίσμασιν ἐνσημαίνεσθαι ποιῶν, καὶ πᾶν εἶδος ἐπάγων πλεονεξίας
那外邦人來了,廢除了那從神而來的權柄——就是那分得祭司職分的支派,神曾將審斷與判決之權交託給它——他把一切都調換過來並施行強暴,叫自己的像鑄在錢幣上,並帶進各樣的貪婪。
There came the foreigner, removing the rule that is from God—that is, the tribe that had obtained the lot of the priesthood, to which the judging and the giving of verdicts had been entrusted by God—transposing everything and using force, causing himself to be stamped upon the coinage, and bringing in every kind of covetousness.
1:7720
πρὸς τὴν οὕτως ἀφόρητον ὕβριν οὐκ ἠγρύπνησαν οἱ ποιμένες
面對如此難以忍受的暴行,那些牧人卻不儆醒。
Against so intolerable an outrage the shepherds did not keep watch.
1:7721
εἶδον τὸν λύκον ἐρχόμενον, καὶ τὴν ἀγέλην ἀφέντες ἀπέδρασαν, οὐ γὰρ ἦν αὐτῶν ἴδια τὰ πρόβατα, οὐκ ἐκάλεσαν τὸν ἐπαμῦναι δυνάμενον, τὸν διασώ σαντα μὲν ἐκ Βαβυλωνίων, ἀνατρέψαντα δὲ τὸν Ἀσσύριον, τὸν ἀνελόντα διὰ χειρὸς ἀγγέλου ἑκατὸν καὶ ὀγδοήκοντα πέντε χιλιάδας τῶν ἀλλογενῶν
他們看見豺狼來了,就撇下羊群逃跑,因為羊不是他們自己的;他們不呼求那能救助的主,就是那位曾救他們脫離巴比倫人、傾覆亞述人、藉天使的手殺了外邦人十八萬五千的主。
They saw the wolf coming, and forsaking the flock they fled, for the sheep were not their own; they did not call upon him who was able to defend, who had once saved them from the Babylonians and overthrown the Assyrian, who by the hand of an angel slew a hundred and eighty-five thousand of the foreigners.
1:7722
ὅτι δὲ ἠδίκησεν οὐ μικρῶς καὶ παρέλυσεν εἰς εὐλάβειαν τοὺς ἐξ Ἰσραὴλ τὸ παραδέξασθαι τὴν ὀθνείων ἀρχὴν, τὴν ὑπό γε τοῖς ἀλλο γενέσι φημὶ, καὶ ἐξ αὐτοῦ μαθήσῃ τοῦ πράγματος
至於以色列人接受外族的統治——我是說在外邦人治下的統治——這事對他們造成不小的傷害,使他們畏縮成一種驚惶的敬畏,這一點你也可從事情本身學到。
And that it did no small injury, and paralyzed those of Israel into an anxious dread, that they accepted the rule of aliens—I mean, the rule under the foreigners—this too you will learn from the matter itself.
1:7723
Πιλάτου γάρ ποτε τοῖς Ἰουδαίοις τὸ παράλογον ἐξονειδίζοντος θράσος, ὅτε καὶ σταυροῦσθαι παρεκάλουν τὸν Κύριον, καὶ ἀκατα καλύπτως λέγοντος Τὸν βασιλέα ὑμῶν σταυρώσω; τότε. δὴ τότε τὴν ὑπὸ Θεῷ δουλείαν ἀποσεισάμενοι, καὶ τὰ τῆς ἀρχαίας δεσποτείας διαῤῥηγνύντες δεσμὰ, νέοις ὥσπερ προσεχώρουν ζυγοῖς, ἀνέδην ἀναφωνήσαντες Οὐκ ἔχομεν βασιλέα εἰ μὴ Καίσαρα. καὶ ταῦτα τοῖς ἡγουμένοις ὀρθῶς ἔχειν ἐδόκει, δρώμενά τε καὶ ἀναφωνούμενα·
因為彼拉多曾一度責備猶太人那不合理的狂妄——當他們催逼要把主釘十字架時——並毫不掩飾地說:「我可以把你們的王釘十字架嗎?」正是那時,正是那時,他們甩掉了在神治下的順服,掙脫了那古老主權的鎖鏈,彷彿投向新的軛,肆無忌憚地喊叫說:「除了凱撒,我們沒有王。」而這些事,無論是所行的還是所喊的,在那些領袖看來都是對的。
For when Pilate once reproached the Jews for their irrational insolence—when they were urging that the Lord be crucified—and said without concealment, 'Shall I crucify your king?'—then, then indeed, having shaken off the servitude under God and having burst the bonds of the ancient lordship, they went over, as it were, to new yokes, crying out unrestrainedly, 'We have no king but Caesar.' And these things seemed right to those who led them, both in what was done and in what was cried aloud.
1:7724
αὐτοῖς οὖν ἄρα τὰς ἐφ' ἅπασι τοῖς κακοῖς ἀναθετέον αἰτίας
因此,一切禍患的緣由都當歸在他們身上。
To them, then, one must ascribe the causes of all their evils.
1:7725
κατα κρίνονται δὲ καὶ μάλα εἰκότως ὡς τῶν ποιμνίων προδόται, ὡς δειλοὶ καὶ ἄνανδροι καὶ φιλόμαχοι παντελῶς, καὶ ἀπαυ δήσαντες ὁλοκλήρως τὸ ὑπερασπίζειν καὶ ὑπερμάχεσθαι θέλειν τῶν ὑπὸ χεῖρα ποιμνίων
他們被定罪,而且極為理所當然,因他們是羊群的叛徒,是懦夫、無膽而全然好爭鬥的人,並且完全拒絕肯去護衛、去為他們手下的羊群爭戰。
And they are condemned, and very rightly so, as betrayers of the flocks, as cowards and unmanly and utterly quarrelsome, and as having wholly refused to be willing to shield and to fight in defense of the flocks under their hand.
1:7726
διὰ τοῦτο καὶ Θεὸς αὐτοὺς ἀπαιτιᾶται λέγων Ὅτι οἱ ποιμένες ηὐφρονεύσαντο, καὶ τὸν Κύριον οὐκ ἐξεζήτησαν·
為此,神也控告他們,說:「因為牧人行事愚昧,沒有尋求耶和華。」
For this reason God also brings a charge against them, saying: 'Because the shepherds acted foolishly, and did not seek out the Lord.'
1:7727
διὰ τοῦτο οὐκ ἐνόησε πᾶσα νομὴ, καὶ διεσκορπίσθησαν. ἐξ αὐτῶν τοιγαροῦν ἀποδέ δεικται τῶν πραγμάτων, ὅτι ποιμὴν μὲν προβάτων ἀγαθὸς ὄντως Χριστὸς, οἱ δὲ φθόροι μᾶλλον ἀγαθοὶ ἐπαίνων τε τῶν ἐπὶ γνησιότητι πολὺ δὴ λίαν ἐξῳκισμένοι
為此,整個牧場都沒有悟性,他們也就四散了。所以,從事實本身已顯明:基督真是羊群的好牧人,而那些人卻是敗壞者而非良善者,他們與那因真誠而得的稱讚,實在相去甚遠。
For this reason the whole pasture had no understanding, and they were scattered. Therefore it has been demonstrated from the facts themselves that Christ is truly the Good Shepherd of the sheep, while those men are destroyers rather than good, and are very far removed indeed from the praises given for genuineness.
1:7728
Ἐγώ εἰμι ποιμὴν καλός
我是好牧人。
I am the Good Shepherd.
1:7729
Ἀνεσκίρτησε πάλιν ὡς τὴν νικῶσαν εὑρὼν, καὶ τὴν ἐπὶ τὸ χρῆναι προτάττεσθαι τῆς Ἰουδαίων ἀρχῆς ἀποκομισά μενος ψῆφον, οὐ ταῖς τινῶν μαρτυρίαις, ἀλλ' ἐξ αὐτῆς ἤδη τῆς τῶν πραγμάτων συνεξετάσεως ἀναφωνουμένην
祂再次雀躍,如同尋得了那得勝的理據,也如同贏得了那判決,就是祂當被列在猶太人的權柄之上——這判決並非藉著某些人的見證所宣告,而是已然從事情本身的查驗中發出的。
Again he leaped up, as one who had found the winning cause, and who had carried off the verdict that he ought to be set before the rule of the Jews—a verdict proclaimed not by the testimonies of certain men, but already from the very examination of the facts themselves.
1:7730
ὅνπερ γὰρ τρόπον ἀντιπαραθεὶς τὰ οἰκεῖα τοῖς διὰ τῶν ψευδοπρο φητῶν κακουργήμασι, καὶ ἀμείνω δεικνὺς τῆς ἐκείνων ψευδο λογίας τῶν οἰκείων κατορθωμάτων τὴν ἔκβασιν·
因為正如祂將自己的作為,與那些藉假先知所行的惡事對照,並顯明祂自己正直功業的結局勝過他們的謊言;
For in the same manner in which, setting his own deeds over against the villainies wrought through the false prophets, he showed the outcome of his own right accomplishments to be better than their lying speech;
1:7731
τοὺς μὲν γὰρ ἐπὶ μόνῳ τῷ κλέψαι καὶ θῦσαι καὶ ἀπολέσαι γενέσθαι φησὶν αὐτομόλους ἐπὶ τὸ ψεύδεσθαι, καὶ μὴ θέμις εἰπεῖν, ἑαυτὸν γεμὴν ἀφῖχθαι πρὸς τὸ μὴ μόνον ἔχειν ζωὴν, ἀλλὰ. καὶ περισσόν τι τὰ πρόβατα·
因為祂說,那些人成了背棄真理、轉向謊言、轉向那不可說之事的叛逃者,他們來只是要偷竊、宰殺、毀壞;而祂自己臨到,卻是要叫羊不但得生命,並且得的更豐盛。
for those men, he says, became deserters unto lying and unto things it is not lawful to speak, having come only to steal and to slay and to destroy, whereas he himself has arrived so that the sheep might not only have life, but might have something more abundant.
1:7732
καλῶς τε καὶ ὀρθῶς ἀνεφώνει τό Ἐγώ εἰμι ποιμὴν καλὸς, οὕτω κἀνθάδε τὸν ἀγαθὸν ὄντως ποιμένα διορισάμενος ἐν τῷ καὶ προθνήσκειν ἐπεί γεσθαι τῶν προβάτων, καὶ τὴν ψυχὴν προθεῖναι προθύμως ὑπὲρ αὐτῶν, τὸν δὲ μισθωτὸν καὶ ὀθνεῖον ἐπιστάτην καὶ δειλὸν καὶ φυγάδα, καὶ τί γὰρ οὐχὶ τῶν τοιούτων προειρηκὼς, ἐπείπερ ἑαυτὸν οἶδε καταθήσοντα τὴν ψυχὴν ὑπὲρ τῶν ποιμνίων, πάλιν εὐλόγως ἀναβοᾷ τό Ἐγώ εἰμι ποιμὴν καλός
祂正確而真實地宣告:「我是好牧人。」照樣,祂在此處也將那真正的好牧人界定為:為羊群先行捨命,並甘心為牠們捨去自己的性命;並且把那雇工、外來的監督者描述為懦弱、逃避的人——實在是這一切之流。既然祂知道自己必為羊群捨去性命,就再次合理地高呼:「我是好牧人。」
Rightly and truly did he proclaim, 'I am the Good Shepherd'; so here too, having defined the truly good shepherd as consisting in dying beforehand for the sake of the sheep, and in readily laying down his soul for them, and having spoken of the hireling and the alien overseer as cowardly and a fugitive—and indeed as everything of that kind—since he knows that he himself will lay down his soul for the flocks, again with good reason he cries aloud, 'I am the Good Shepherd.'
1:7733
ἔδει γὰρ ἔδει πάντας νικᾶν τὸν ἐν πᾶσι πρωτεύοντα, ἵνα καὶ ἀληθὴς φανῆται πάλιν μελῳδὸς πρὸς αὐτόν που λέγων Ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Πρὸς δέ γε τοῖς εἰρημένοις κἀκεῖνο διασκεπτέον
因為那在萬事上居首位的,必須勝過一切——實在是必須的——好叫那作詩的人再一次顯為說的是真話,正如他在某處對祂所說:「好使你在你的言語上顯為公義,在你受審判時得勝。」除了上述所言之外,還有那件事也當仔細思量。
For it was necessary—yea, necessary—that the One who is preeminent in all things should conquer all, that the psalmist too might again be shown to speak truly when he says somewhere to him: 'That you might be justified in your words, and might prevail when you are judged.' But in addition to what has been said, that also must be carefully considered.
1:7734
οἶμαι γὰρ ἔγωγε τὰ πρὸς ὠφελείας ἐσόμενα πολλῆς τοῖς Ἰουδαίων λαοῖς παραθέντα τὸν Κύριον, μὴ μόνον ἐξ οἰκείων ῥημάτων, ἀλλὰ καὶ διὰ τῆς τῶν προφητῶν χρησμῳδίας ἀναπείθειν αὐτοὺς ἐπείγεσθαι τὰ εἰκότα φρονεῖν, καὶ εἰδέναι σαφῶς, ὡς αὐτὸς μέν ἐστιν ποιμὴν καλὸς, οἱ δὲ οὐκέτι·
因為我自己認為,主既把那些必大大有益於猶太百姓的事陳明在他們面前,就催促他們——不僅藉祂自己的話,也藉眾先知的預言——趕緊去思想合宜的事,並清楚知道:祂自己才是好牧人,而那些人卻不再是了。
For I myself think that the Lord, having set before the peoples of the Jews the things that would be of great benefit to them, urges them—not only from his own words, but also through the oracular utterance of the prophets—to hasten to think what is fitting, and to know clearly that he himself is the Good Shepherd, whereas those others are so no longer.
1:7735
πόθεν; ἦν γὰρ οὐκ ἀπεικὸς ἐννοεῖν ὡς εἰ μὴ τοῖς παρ' αὐτοῦ καταπεί θονται λόγοις, ἀλλά γε τοῖς δι' ἐκείνων καὶ οὐχ ἑκόντες ἐνδώσουσι
為何如此?因為這樣設想並非不合理:他們若不被祂親口所說的話說服,至少也會——即便不情願——向那些藉先知所說的話讓步。
How so? For it was not unlikely to suppose that, if they were not persuaded by the words from him, they would yet, even unwillingly, give way to those spoken through the prophets.
1:7736
λέγει τοίνυν τό Ἐγώ εἰμι ποιμὴν καλὸς, εἰς ἀνάμνησιν ὥσπερ τῶν εἰρημένων διὰ φωνῆς Ἰεζεκιὴλ τοῦ προφήτου τὴν τῶν Ἰουδαίων ἀνακομίζων διάνοιαν
所以祂說:「我是好牧人」,彷彿要把猶太人的心思引回,去記念那藉先知以西結的口所說的話。
He says, therefore, 'I am the Good Shepherd,' as it were recalling the mind of the Jews to a remembrance of the things spoken by the voice of the prophet Ezekiel.
1:7737
λέγει γὰρ οὕτω περί τε Χριστοῦ καὶ τῶν καθηγεῖσθαι λαχόντων τῆς Ἰουδαίων ἀγέλης Τάδε λέγει κύριος κύριος ποιμένες τοῦ Ἰσραὴλ, μὴ βόσκουσιν οἱ ποιμένες ἑαυτούς; οὐχὶ τὰ πρόβατα βόσκουσιν οἱ ποιμένες; ἰδοὺ τὸ γάλα κατεσθίετε καὶ τὰ ἔρια περιβάλλεσθε καὶ τὸ παχὺ σφάζετε, καὶ τὰ. πρόβατά μου οὐ βόσκετε
因為祂如此論到基督、又論到那些分得引領猶太羊群之職的人:「主耶和華如此說:以色列的牧人哪,牧人豈可牧養自己嗎?牧人豈不當牧養群羊嗎?看哪,你們吃奶、穿羊毛、宰肥壯的,卻不牧養我的羊。」
For he speaks thus concerning both Christ and those who had obtained the lot of leading the flock of the Jews: 'Thus says the Lord God: O shepherds of Israel, do the shepherds feed themselves? Do not the shepherds feed the sheep? Behold, you eat the milk and clothe yourselves with the wool and slaughter the fat, but my sheep you do not feed.'
1:7738
τὸ ἠσθενηκὸς οὐκ ἐνισχύσατε, καὶ τὸ κακῶς ἔχον οὐκ ἐσωματοποιήσατε καὶ τὸ συντε τριμμένον οὐ κατεδήσατε, καὶ τὸ πεπλανημένον οὐκ ἐπεστρέψατε, καὶ τὸ ἀπολωλὸς οὐκ ἐζητήσατε, καὶ τὸ ἰσχυρὸν κατειργάσασθε μόχθῳ·
「瘦弱的,你們沒有養壯;有病的,你們沒有醫治;受傷的,你們沒有纏裹;迷失的,你們沒有領回;失喪的,你們沒有尋找;反倒用強暴嚴嚴地轄制那肥壯的。」
'You did not strengthen the weak, nor did you make whole that which was sick, nor did you bind up that which was broken, nor did you turn back that which had strayed, nor did you seek out that which was lost, and the strong you worked hard with toil.'
1:7739
καὶ διεσπάρη τὰ πρό βατά μου διὰ τὸ μὴ εἶναι ποιμένας, καὶ ἐγενήθη εἰς κατάβρωμα πᾶσι τοῖς θηρίοις τοῦ ἀγροῦ, καὶ διεσπάρη τὰ πρόβατά μου ἐν παντὶ ὄρει καὶ ἐπὶ πάντα βουνὸν ὑψηλὸν, καὶ ἐπὶ προσώπου πάσης τῆς γῆς, καὶ οὐκ ἦν ἐκζητῶν οὐδὲ ἐπιστρέφων. εἷς γὰρ τοῖς Ἰουδαίων καθηγηταῖς σκοπὸς πρὸς μόνην ὁρᾶν τὴν φιλοκερδίαν, καὶ χρηματίζεσθαι μὲν ταῖς παρὰ τῶν ὑπηκόων προσαγωγαῖς, δασμούς τε συλλέγειν, καὶ τὰ ὑπὲρ νόμον διατάσσειν, τοῦ δέ γε λυσι τελήσειν μέλλοντος, καὶ τοῦ διασώζειν ἰσχύοντος τοὺς ὑπὸ χεῖρα λαοὺς, μηδένα ποιεῖσθαι λόγον
「我的羊因無牧人就分散了,作了田野一切走獸的食物,四散在各山、各高岡上,並遍滿全地面,無人尋找,無人領回。」因為猶太人的教師只有一個目標:專顧貪財,並藉屬下所獻之物斂財,聚集賦稅,頒佈超乎律法的規條,卻絲毫不顧念那將使他們得益的主,或那有能力拯救他們手下百姓的主。
'And my sheep were scattered because there were no shepherds, and they became food for all the beasts of the field, and my sheep were scattered upon every mountain and upon every high hill, and over the face of all the earth, and there was none who sought them out or turned them back.' For the aim of the teachers of the Jews was one thing: to look only to love of gain, and to make money from the offerings brought by their subjects, and to gather taxes, and to impose burdens beyond the Law, while taking no account whatever of him who was going to profit them, or who was mighty to save the peoples under their hand.
1:7740
διὰ τοῦτο πάλιν ἐπ' αὐτοῖς οὕτω φησὶν καλὸς ὄντως ποιμήν Τάδε λέγει Κύριος κύριος Ἰδοὺ ἐγὼ ἐπὶ τοὺς ποιμένας, καὶ ἐκζητήσω τὰ πρόβατά μου ἐκ τῶν χειρῶν αὐτῶν, καὶ ἀποστρέψω αὐτοὺς τοῦ μὴ ποιμαίνειν τὰ πρόβατά μου, καὶ οὐ βοσκή σουσιν ἔτι οἱ ποιμένες αὐτά·
為此,那真正的好牧人又如此論到他們說:「主耶和華如此說:看哪,我必與那些牧人為敵,必從他們手中追討我的羊,使他們不再牧養我的羊,牧人也不再牧養牠們了。」
For this reason again the truly Good Shepherd speaks thus concerning them: 'Thus says the Lord God: Behold, I am against the shepherds, and I will seek out my sheep from their hands, and I will turn them away from feeding my sheep, and the shepherds shall feed them no longer.'
1:7741
διαθήκην γὰρ εἰρήνης συντέτακται δι' αὐτοῦ, τὸ εὐαγγελικὸν δηλονότι καὶ θεσπέσιον κήρυγμα πρὸς φιλίαν ἡμᾶς ἀναφέρον τὴν ὡς πρὸς Θεὸν, καὶ τὴν τῶν οὐρανῶν βασιλείαν περιποιοῦν
因為藉著祂已立定了平安的約——就是那福音的、屬神的宣告,它把我們帶進與神的友誼,並為我們獲得天國。
For a covenant of peace has been established through him—namely, the evangelical and divine proclamation, which brings us up into friendship toward God and procures for us the kingdom of heaven.
1:7742
δι' αὐτοῦ τε πάλιν ὁμοίως τῆς εὐλογίας ὑετὸς, τουτέστιν, τοῦ Πνεύματος ἀπαρχὴ καρπο φόρον ὥσπερ τινὰ γῆν ἀποτελοῦσα τὴν ἐν ᾗπερ ἂν γένοιτο ψυχήν
同樣,也藉著祂而有那賜福的雨水——就是聖靈的初熟果子,它使那靈臨到的人,其靈魂彷彿成為一片結果子的沃土。
And through him likewise, in the same way, is the rain of blessing—that is, the firstfruit of the Spirit, which renders the soul, in whomever it may come to be, like a kind of fruitful earth.
1:7743
ἐπειδὴ δὲ τοῖς μὲν προβάτοις οὐ μετρίως οἱ Φαρι σαῖοι διελυμήναντο, καταβόσκοντες μὲν οὐδαμῶς, καταλω βᾶσθαι δὲ μᾶλλον αὐτὰ πολλαχῶς ἐπιτρέποντες, διέσωσε δὲ Χριστὸς, καὶ τῆς ἄνωθεν εὐλογίας ἐδείχθη καὶ δοτὴρ καὶ πρόξενος, εἰκότως ἀναφαίνεται τοῦθ' ὅπερ ἐστὶν ὁμολογῶν Ἐγώ εἰμι ποιμὴν καλός
但既然法利賽人對羊群造成了不小的傷害——他們根本不牧養羊,倒是多方任憑羊受殘害——而基督卻保全了羊群,並顯明祂是那從上頭而來之福的賜予者與促成者,祂就合宜地表明自己的身分,承認說:「我是好牧人。」
But since the Pharisees had done no small harm to the sheep—by no means feeding them, but rather in many ways giving them over to be maimed—whereas Christ preserved them, and was shown to be both the giver and the procurer of the blessing from on high, he fittingly makes plain that which he is, confessing: 'I am the Good Shepherd.'
1:7744
πρεπόντως ἄρα τῇ ληφθείσῃ μορφῇ κέκληται παρὰ τοῦ Θεοῦ καὶ Πατρός
因此,照著祂所取的樣式,祂被父神如此稱呼,乃是合宜的。
Fittingly, then, according to the form he had taken, he has been so called by God the Father.
1:7745
Καὶ γινώσκω τὰ ἐμὰ καὶ γινώσκουσί με τὰ ἐμά·
我認識我的羊,我的羊也認識我;
And I know my own, and my own know me;
1:7746
καθὼς γινώσκει με Πατὴρ κἀγὼ γινώσκω τὸν Πατέρα. Ἀπεριεργότερον μὲν ἐπὶ τούτῳ φαίη τις ἂν ἕτερον οὐδὲν βεβουλῆσθαι κατασημῆναι τὸν Κύριον, ὅτι σαφὴς μὲν αὐτὸς ἔσται τοῖς ἑαυτοῦ, καὶ τοῖς εἰς αὐτὸν πιστεύουσιν ἀταλαίπωρον χαριεῖται τὴν περὶ αὐτοῦ γνῶσιν, ἐπιγνώσεται δὲ καὶ αὐτὸς τοὺς ἰδίους, οὐκ ἀνόνητον δηλονότι τὸ γινώ σκεσθαι καθιστὰς τοῖς τοῦτο δὴ λαχοῦσι
正如父認識我,我也認識父。有人在此或許會相當簡單地說,主在此無意表明別的,只是說:祂自己必向屬祂的人顯明,並向信祂的人白白賜下對祂毫不費力的認識,而祂自己也必認識屬祂的人,使那被認識的事,對那些分得此福分的人絕非無益。
even as the Father knows me, and I know the Father. On this someone might say, quite without excessive subtlety, that the Lord meant to signify nothing else than that he himself will be clear to his own, and to those who believe in him he will freely grant an unlaborious knowledge concerning himself, while he too will recognize his own, making the being known by no means unprofitable to those who have obtained this lot.
1:7747
Θεῷ; ἐπειδὴ δὲ πικροτέραν ἐφ' ἑαυτῷ τὴν βάσανον ἐξαιτεῖ πως τὸ εἰρημένον διὰ τὸ προσ κεῖσθαι μάλιστα Καθὼς γινώσκει με Πατὴρ κἀγὼ γινώσκω τὸν Πατέρα·
……歸於神嗎?但既然這句話本身要求更為嚴密的細察,尤其因為加上了「正如父認識我,我也認識父」——
…to God? But since the saying demands upon itself a more searching scrutiny, especially because there is added, 'even as the Father knows me, and I know the Father'—
1:7748
φέρε πρὸς τοιαύτην ἴωμεν τοῦ προκειμένου τὴν ἔννοιαν
來吧,讓我們進到對這擺在眼前之題的如此領會。
come, let us proceed to such an understanding of the matter set before us.
1:7749
οὐ γὰρ, οἶμαι, τὶς ἐρεῖ τῶν ἐῤῥωμένον ἐχόντων τὸν νοῦν κατισχύσαι τῶν ὄντων τινὰ τοιαύτην δύνασθαι λαβεῖν περὶ Χριστοῦ τὴν γνῶσιν, ὁποίαπερ ἂν εἴη τυχὸν ἐν τῷ Θεῷ καὶ Πατρὶ περὶ αὐτοῦ
因為我想,凡心思健全的人,都不會說受造之物中有任何一位,能得著對基督的認識,如同那在父神裡對祂的認識一般。
For no one, I think, of those who have their mind sound will say that any of created beings is able to take such a knowledge concerning Christ as would perchance be that which is in God the Father concerning him.
1:7750
μόνος γὰρ οἶδεν Πατὴρ τὸ ἴδιον γέννημα, γινώσκεται δὲ ὑπὸ μόνου τοῦ ἰδίου γεννή ματος
因為惟有父認識祂自己的後嗣,也惟有被祂自己的後嗣所認識。
For the Father alone knows his own Offspring, and is known by his own Offspring alone.
1:7751
Οὐδεὶς γὰρ οἶδε τὸν Υἱὸν εἰ μὴ Πατὴρ, οὐδ' αὖ τὸν Πατέρα τις οἶδε τί ἐστιν εἰ μὴ Υἱὸς, κατὰ τὴν αὐτοῦ τοῦ Σωτῆρος φωνήν
因為除了父,沒有人認識子;除了子,也沒有人知道父是怎樣的,這正是照著救主自己的話。
For no one knows the Son except the Father, nor again does anyone know what the Father is except the Son, according to the word of the Savior himself.
1:7752
ὅτι μὲν γὰρ Θεὸς Πατὴρ καὶ Θεὸς ὁμοίως ἀληθινὸς Υἱὸς, ἴσμεν τε καὶ πεπιστεύκαμεν·
因為父是神,子也照樣是真神,這我們既知道又已相信;
For that the Father is God, and that the Son likewise is truly God, we both know and have believed;
1:7753
τὸ δὲ τί κατ' οὐσίαν ἐστὶν ἄῤῥητος φύσις, ἀνέφικτον παντελῶς ἡμῖν τε καὶ τοῖς ἄλλοις λογικοῖς κτίσμασι
但那不可言說的性情按其本質究竟是甚麼,這對我們、以及對其他有理性的受造物,都是完全無法企及的。
but what the ineffable nature is according to its essence is wholly unattainable both to us and to the other rational creatures.
1:7754
πῶς οὖν ἰσο μέτρως εἰσόμεθα τῷ Πατρὶ τὸν Υἱόν; ἀθρητέον γὰρ ὅπως ἐπιγνώσεσθαι μὲν αὐτὸς ἡμᾶς διισχυρίζεται, ἐπιγνωσθή σεσθαι δὲ παρ' ἡμῶν ὡς οἶδεν αὐτὸς τὸν Πατέρα καὶ Πατὴρ αὐτόν
那麼我們怎能與父同等地認識子呢?因為必須考察:祂如何堅稱祂必認識我們,且必被我們所認識,正如祂自己認識父、父也認識祂一般。
How then shall we know the Son in equal measure with the Father? For it must be considered how he affirms that he will recognize us, and will be recognized by us, even as he himself knows the Father and the Father him.
1:7755
Οὐκοῦν ἐπεξεργαστέον καὶ τίνα τοῖς εἰρημένοις ἐφαρμό σωμεν θεωρίαν, οὐκ ἀπὸ τοῦ προκειμένου φέρουσαν σκοποῦ·
所以我們必須進一步推究,要把何等的默想貼合於所說的話,就是那不偏離擺在我們面前之目標的默想;
We must then work out further what contemplation we shall fit to what has been said, one that does not depart from the aim set before us;
1:7756
ζητητέον δὲ, τό γε ἧκον εἰς νοῦν ἐγὼ μὲν οὐκ ἀποκρύψομαι, τοῖς γεμὴν ἐθέλουσιν ἔστω παραδεκτόν
至於我心中所想到的,我這一面必不隱藏;只願那些願意接受的人以之為可取。
and what has come into my mind I for my part will not conceal; but let it be acceptable to those who are willing.
1:7757
οἶμαι γὰρ ὅτι τὴν γνῶσιν ἐν τούτοις οὐχ ἁπλῶς τὴν εἴδησιν λέγει, δέχεται δὲ μᾶλλον ἀντὶ τῆς οἰκειότητος, ἤτοι τῆς κατὰ γένος καὶ φυσικῆς, τῆς ὡς ἐν μεθέξει χάριτος καὶ τιμῆς
因為我想,祂在這些話中並非單純把「認識」稱作認知而已,倒是把它取作「親密關係」——無論是那按族類與本性的親密,還是那藉著在恩典與尊榮中有分而來的親密。
For I think that in these words he does not simply call knowledge mere acquaintance, but rather takes it in place of intimacy—whether that which is according to kind and natural, or that which is as by participation in grace and honor.
1:7758
γνωστοὺς οὖν ἔθος ἀποκαλεῖν τοῖς Ἑλλήνων παισὶν οὐχ ὅπως τοὺς κατὰ τὰ γένους οἰκείους μόνον, ἀλλὰ καὶ ὁμαίμους ἀδελ φούς
因為希臘人的子孫慣於稱「相識者」,不僅指那些按親屬關係為己人的,也指同血緣的弟兄。
For it is the custom among the children of the Greeks to call 'known' not only those who are one's own according to kindred, but also brothers of the same blood.
1:7759
ὅτι δὲ καὶ θεία γραφὴ γνῶσιν οἶδε τὴν οἰκειότητα, διὰ τούτων εἰσόμεθα
至於神聖的經文也將「認識」視為親密關係,這一點我們可從以下的話學到。
And that divine Scripture too knows knowledge to be intimacy, we shall learn from these things.
1:7760
λέγει γάρ που Χριστὸς περὶ τῶν οὐδαμόθεν οἰκειωθέντων αὐτῷ Πολλοὶ ἐροῦσί μοι ἐν ἐκείνῃ τῇ ἡμέρᾳ·
因為基督在某處論到那些絲毫未與祂親近的人說:「當那日,必有許多人對我說:
For Christ says somewhere concerning those who have been made intimate with him in no way at all: 'Many will say to me in that day:
1:7761
Κύριε Κύριε, οὐ τῷ σῷ ὀνόματι δυνάμεις πολλὰς ἐποιήσαμεν, καὶ δαιμόνια ἐξεβάλομεν; τότε ὁμολογήσω αὐτοῖς, ὅτι ἀμὴν λέγω ὑμῖν ὅτι οὐδέποτε ἔγνων ὑμᾶς. ἀλλ' εἴπερ γνῶσις μόνην ἡμῖν κατασημαίνει τὴν εἴδησιν, πῶς ἠγνόησε τῶν ὄντων τινὰς πάντα ἔχων γυμνὰ καὶ τετραχηλισμένα τοῖς ὀφθαλμοῖς αὐτοῦ, καθὰ γέγραπται·
主啊,主啊,我們不是奉你的名行過許多異能、趕過鬼嗎?』那時我要向他們承認說:『我實在告訴你們,我從來不認識你們。』」但倘若「認識」對我們只表示認知,那麼那位「萬物在祂眼前都是赤露敞開」(正如經上所記)的主,怎會不知道任何存在之物呢?
Lord, Lord, did we not in your name do many mighty works, and cast out demons? Then I will confess to them that, truly I say to you, I never knew you.' But if knowledge signifies to us only acquaintance, how did he who has all things naked and laid open to his eyes—as it is written—fail to know any of the things that are?
1:7762
καὶ πρὶν γενέ σεως τὰ πάντα εἰδώς; οὐκοῦν ἀνόητον κομιδῇ, μᾶλλον δὲ ἤδη καὶ δυσσεβὲς, τὸ ἀγνοῆσαί τινας ὑποτοπῆσαι τὸν Κύριον, οἰησόμεθα δὲ μᾶλλον εἰπεῖν αὐτὸν ὡς οὐδαμόθεν τὴν οἰκειότητα τὴν πρὸς αὐτὸν καὶ σχέσιν ἐπάγονται
祂連在萬物受造之前就已知曉一切,豈會如此?所以,設想主竟不知道任何事,實在是全然無理——不,倒不如說是不敬虔的;我們倒要如此想:祂之所以這樣說,是因為那些人絲毫不向祂帶來與祂的任何親密或關係。
he who even before their generation knew all things? It is therefore utterly senseless—nay rather, even impious—to suppose that the Lord was ignorant of any; but we shall rather think that he said this because they in no way at all bring toward him any intimacy or relation to himself.
1:7763
οὐκ οἶδα γὰρ, φησὶ, γεγονότας ἐραστὰς ἀρετῆς, οὐ τὸν ἐμὸν τιμήσαντας λόγον, ἀλλ' οὐδὲ συναφθέντας ἐμοὶ διὰ πράξεων ἀγαθῶν
因為祂說,我不認得那些愛慕德行的人——不,我是說我不認得那些既不尊重我道、又不藉善行與我聯合的人。
For I do not know, he says, those who have become lovers of virtue, nor those who have honored my word, nor even those who have been joined to me through good deeds.
1:7764
ἀκολούθως τοῖς ἄνω νοήσεις καὶ ἐπὶ τοῦ πανσόφου Μωυσέως, ὅταν πρὸς αὐτὸν λέγῃ Θεός Οἶδά σε παρὰ πάντας, καὶ χάριν εὗρες παρ' ἐμοῦ, ἀντὶ τοῦ ἐν οἰκειότητι τῇ ὑπὲρ πάντας ἐτέθης παρ' ἐμοὶ, καὶ πολλὴν ἐπορίσω τὴν χάριν
照著上文所言,你在論到那滿有智慧的摩西時也可如此領會,就是當神對他說:「我按你的名認識你,你也在我眼前蒙了恩」——這相當於說:「你在我這裡被立於超乎眾人的親密關係中,並得了極大的恩典。」
In accordance with what has been said above, you will understand this also in the case of the all-wise Moses, when God says to him: 'I know you above all, and you have found grace with me'—instead of, 'you have been set in intimacy above all with me, and you have procured great grace.'
1:7765
καὶ οὐκ ἀναιροῦντες τὸ καὶ εἰς εἰδήσεως δύναμιν τὴν γνῶσιν λαμβάνεσθαι τὰ τοιαῦτά φαμεν, ἀλλὰ τρόπον τοῖς. θεωρήμασιν ἐπινοοῦντες τὸν πρεπωδέστερον
我們說這些話,並非要廢除「認識」也可取作「認知能力」之意,而是為這些默想尋出更為合宜的方式。
And we say such things not by way of doing away with the fact that knowledge is also taken in the sense of the power of acquaintance, but rather devising for the contemplations the more fitting manner.
1:7766
οὐκοῦν Γινώσκω φησὶ τὰ ἐμὰ καὶ γινώσκομαι ὑπὸ τῶν ἐμῶν, καθὼς γινώσκει με Πατὴρ κἀγὼ γινώσκω τὸν Πατέρα·
所以祂說:「我認識我的羊,我的羊也認識我,正如父認識我,我也認識父」——
Therefore, 'I know my own,' he says, 'and I am known by my own, even as the Father knows me, and I know the Father'—
1:7767
ἀντὶ τοῦ προσοικειω θήσομαι τοῖς προβάτοις τοῖς ἐμοῖς, οἰκειωθήσεται δέ μοι τὰ πρόβατα τὰ ἐμὰ, κατὰ τοῦτον τὸν τρόπον καθ' ὃν ἐμοὶ μὲν οἰκεῖός ἐστιν Πατὴρ, ἐγὼ δὲ αὖ πάλιν οἰκεῖός εἰμι τῷ Πατρί
這相當於說:我必與我的羊親密相通,我的羊也必與我親密相通,正照著這樣的方式,就是父與我親密相通,我也照樣與父親密相通。
instead of: I shall be made intimate with my own sheep, and my own sheep shall be made intimate with me, in this same manner in which the Father is intimate with me, and I in turn am intimate with the Father.
1:7768
ὅνπερ γὰρ τρόπον οἶδεν Θεὸς καὶ Πατὴρ γνησίαν ἔχων ὠδῖνα τὸν ἴδιον Υἱὸν καὶ καρπὸν τῆς οὐσίας αὐτοῦ, οἶδε δὲ πάλιν Υἱὸς Πατέρα κατὰ ἀλήθειαν ἔχων τὸν Θεὸν, ἅτε δὴ γεννητὸς ὑπάρχων ἐξ αὐτοῦ, κατὰ τὸν αὐτὸν καὶ ἡμεῖς τρόπον προσοικειωθέντες αὐτῷ, γένος αὐτοῦ χρηματί ζομεν καὶ κεκλήμεθα τέκνα, κατὰ τὸ εἰρημένον παρ' αὐτοῦ ̓Ιδοὺ ἐγὼ καὶ τὰ παιδία μοι ἔδωκεν Θεός. γένος δὲ καὶ γνήσιον ἐσμὲν καὶ χρηματίζομεν τοῦ Υἱοῦ, καὶ δι' αὐτὸν τοῦ Πατρὸς, ἐπείπερ ὑπάρχων ἐκ Θεοῦ Θεὸς Μονογενὴς ἄνθρωπος γέγονε, τὴν αὐτὴν ἡμῖν φύσιν ἀναλαβὼν, εἰ καὶ δίχα πάσης ἁμαρτίας
因為正如父神認識祂自己的子,就是祂本質的果子,懷著真實的生育之情;而子也照樣認識父,真以神為父,因祂是從父所生的——照著同一方式,我們也因被與祂親密相聯,就被稱為祂的族類、被稱作兒女,正如祂所說的:「看哪,我與神所賜給我的兒女。」我們既是又被稱為子的真族類,並藉著子而為父的族類,因為那從神而出、為神的獨生子成了人,取了與我們相同的本性,只是毫無罪。
For in the same manner in which God the Father knows his own Son and the fruit of his essence, having a genuine travail, and in which the Son in turn knows the Father, having God truly as Father, inasmuch as he is begotten of him—in that same manner we too, having been made intimate with him, are named his race and are called children, according to what is spoken by him: 'Behold, I and the children whom God has given me.' And we are and are named the genuine race of the Son, and through him of the Father, since he who exists as God, of God, the Only-begotten, became man, taking up the same nature as ours, though apart from all sin.
1:7769
ἡμῖν τοῦ πράγματος δύναμις
……這事的要義在於我們。
…to us is the force of the matter.
1:7770
θεία μὲν γὰρ φύσις τοῦ Θεοῦ Λόγος καὶ μετὰ σαρκὸς, ἡμεῖς δὲ γένος αὐτοῦ, καίτοι κατὰ φύσιν ὄντος Θεοῦ, διὰ τὸ τὴν αὐτὴν ἡμῖν σάρκα λαβεῖν
因為神的道即或帶著肉體,仍是神聖的性情;而我們則是祂的族類,儘管祂按本性乃是神,這是由於祂取了與我們相同的肉體之故。
For the Word of God is a divine nature even with flesh, while we are his race, although he is God according to nature, on account of his having taken the same flesh as ours.
1:7771
οὐκοῦν ἐμφερὴς τῆς οἰκειότητος τρόπος
由此可見,這種親密關係的方式是相互對應的。
The manner of this kinship, then, is analogous.
1:7772
ὡς γὰρ ᾠκείωται μὲν αὐτὸς τῷ Πατρὶ, ᾠκείωται δὲ διὰ τὴν ταυτό τητα τῆς φύσεως Πατὴρ αὐτῷ, οὕτω καὶ ἡμεῖς αὐτῷ καθὸ γέγονεν ἄνθρωπος, καὶ αὐτὸς δὲ ἡμῖν
因為正如祂自己與父親密相合,而父又因本性的同一而與祂親密相合,照樣,我們也因祂成了人而歸屬於祂,而祂也同樣歸屬於我們。
For just as He Himself is made intimately one with the Father, and the Father in turn with Him by reason of the identity of nature, so also are we made His own inasmuch as He became man, and He in turn becomes ours.
1:7773
δι' αὐτοῦ δὲ ὡς διὰ μεσίτου τῷ Πατρὶ συναπτόμεθα
並且藉著祂,如同藉著一位中保,我們得以與父聯合。
And through Him, as through a Mediator, we are joined to the Father.
1:7774
μεθόριον γὰρ ὥσπερ τι θεότητός τε τῆς ἀνωτάτω καὶ ἀνθρωπότητός ἐστιν Χρι στὸς, ἐν ταὐτῷ τε ὢν ἀμφότερα, καὶ οἷον συνέχων ἐν ἑαυτῷ. τὰ τοσοῦτον διῳκισμένα, καὶ συνάπτεται μὲν ὡς φύσει Θεὸς τῷ Θεῷ καὶ Πατρὶ, ἀνθρώποις δὲ πάλιν ὡς κατ' ἀλήθειαν ἄνθρωπος
因為基督好比是至高神性與人性之間的分界,在祂自己裡面同時兼具二者,彷彿在祂自身之內把相隔如此遙遠的兩者維繫在一起;祂既按本性是神,便與神和父聯合,又因真實是人,而與眾人聯合。
For Christ is as it were a boundary between the highest Godhead and manhood, being both at once in Himself, and as it were holding together in Himself things so widely separated; and He is joined, as God by nature, to God the Father, and again to men as being in truth man.
1:7775
Ἀλλ' ἴσως ἐρεῖ τις Οὐχ ὁρᾷς, οὗτος, ὅποι ποτὲ πάλιν σὸς ἀποκινδυνεύει λόγος; εἰ γὰρ καθὸ γέγονεν ἄνθρωπος γινώσκειν αὐτὸν οἰησόμεθα τὰ αὐτοῦ, τουτέστιν, ἐλθεῖν εἰς οἰκειότητα τῶν προβάτων αὐτοῦ, τίς ἔξω μένει τῆς ἀγέλης; ἔσονται γὰρ οἰκεῖοι σύμπαντες καθὸ καὶ ἄνθρωποι καθάπερ αὐτός
但也許有人會說:先生,你難道看不出你的論證又一次陷入了危險嗎?因為若我們認為祂是因成了人才認識那屬祂的,就是說,祂進入與祂自己羊群的親密關係,那麼誰還留在羊圈之外呢?既然眾人也都是人,正如祂一樣,如此則人人都要成為祂的了。
But perhaps someone will say: Do you not see, sir, whither your argument once more runs into danger? For if we are to suppose that He knows what is His own inasmuch as He became man—that is, that He comes into kinship with His own sheep—who then remains outside the flock? For all will be His own, inasmuch as they too are men, even as He is.
1:7776
τί οὖν ἐν τῷ λέγειν ἔτι τὸ περισσόν Τὰ ἐμά; τί δὲ τοῖς ὄντως αὐτοῦ τὸ ἐξαίρετον; εἰ γὰρ πάντες οἰκεῖοι διὰ τὴν ἤδη προειρημένην αἰτίαν, τί τοῖς γνωρίμοις ἔσται τὸ πλεῖον; Πρὸς τοῦτό φαμεν, ὅτι κοινὸς μὲν ἅπασι καὶ τοῖς ἐγνω κόσιν αὐτὸν καὶ τοῖς ἀγνοήσασιν τῆς οἰκειότητος τρόπος·
那麼在祂說「屬我的」這話裡,還有什麼多餘的意思呢?那些真正屬祂之人又有何獨特之處?因為若按已述的緣故人人都屬祂,那麼那些認識祂之人又多得了什麼呢?對此我們要說:這親密關係的方式對眾人確是共通的,無論是認識祂的,還是不認識祂的;
What then is the surplus meaning still in His saying 'what is Mine'? And what is the distinctive privilege of those who are truly His own? For if all are His own on account of the reason already stated, what will the greater portion be for those who are His acquaintance? To this we say that the manner of kinship is indeed common to all, both to those who have known Him and to those who have been ignorant of Him;
1:7777
γέγονε γὰρ ἄνθρωπος, οὐ χαριζόμενος ἀνὰ μέρος τισὶ, τισὶ δὲ οὐκέτι, ἀλλ' ὅλην πεσοῦσαν ἐποικτείρας τὴν φύσιν
因為祂成了人,並非只把恩惠部分地賜給某些人、卻不賜給另一些人,乃是憐憫了整個墮落的本性。
for He became man, not bestowing His grace on some in part while withholding it from others, but taking pity on the whole fallen nature.
1:7778
ὀνήσει δὲ οὐδὲν τῆς οἰκειότητος τρόπος τοὺς διὰ τῆς ἀπειθείας ὑβρίζοντας, ἀπονεμηθήσεται δὲ μᾶλλον καθάπερ γέρας ἐξαίρετον τοῖς ἀγαπῶσιν αὐτόν
然而,這親密關係的方式對那些因悖逆而侮慢祂之人毫無益處,反倒要作為一份獨特的獎賞,分給那些愛祂的人。
Yet the manner of kinship will profit nothing those who insult Him by their disobedience, but rather it will be apportioned as a distinctive reward to those who love Him.
1:7779
ὅνπερ γὰρ τρόπον τῆς ἀναστάσεως λόγος διήκει μὲν ἐπὶ πάντας, διὰ τὴν τοῦ Σωτῆρος ἀνάστασιν, ὅλην ἑαυτῷ συνανιστῶντος τὴν ἀν θρώπου φύσιν, ὠφελήσει δὲ οὐδὲν τοὺς φιλαμαρτήμονας·
因為正如復活的道理藉著救主的復活臨到眾人——祂使人整個的本性與自己一同復活——這道理對那些貪愛罪惡之人卻毫無益處;
For just as the doctrine of the resurrection extends to all, on account of the resurrection of the Saviour, who raises up together with Himself the whole nature of man, yet it will profit nothing those who love sin;
1:7780
κατοιχήσονται γὰρ εἰς τὸν ᾅδην, ἐπὶ μόνῳ τῷ χρῆναι κολάζεσθαι τὸ ἀναβιῶναι δεχόμενοι·
因為他們要下到陰間,他們得以復生,唯獨是為了受刑罰的緣故;
for they shall depart into Hades, receiving a return to life only for the purpose of being punished;
1:7781
τοῖς γεμὴν τὸν ἐξαί ρετον ἠσκηκόσι βίον πρὸς ὠφελείας ἔσται πολλῆς·
但對那些操練了卓越生活之人,這卻大有益處;
but to those who have practised a life of distinction it will be of great profit;
1:7782
ἐπὶ γὰρ μετουσίᾳ τῶν ὑπὲρ νοῦν ἀγαθῶν λήψονται τὴν ἀνάστασιν·
因為他們要得著復活,以致有分於那超乎悟性的美善之物。
for they shall receive the resurrection unto the participation of the good things that transcend understanding.
1:7783
κατὰ τοῦτον οἶμαι τὸν τρόπον τὸν τῆς οἰκειότητος λόγον ἥκειν μὲν ἐπὶ πάντας πονηρούς τε καὶ ἀγαθοὺς, μὴ μὴν ἐν ἴσῳ πᾶσιν ὑπάρχειν, ἀλλὰ τοῖς μὲν πιστεύουσιν εἰς αὐτὸν συγγενείας ἀληθοῦς καὶ τῶν ταύτῃ χρεωστουμένων ἀφορ μὴν, τοῖς δὲ μὴ τοιούτοις ἀχαριστίας τε καὶ ἀνοσιότητος. ἔγκλημα χαλεπώτερον
我想,親密關係的道理正是照這方式臨到眾人,惡人與善人皆然,但並非以同等的分量臨到眾人;對那些信祂之人,這是真實親屬關係的憑據,並帶來由此當得的一切;而對那些不如此之人,這卻成了忘恩負義與不虔的更重罪責。
In this manner, I think, the doctrine of kinship comes to all, both evil and good, yet is not present in equal measure to all; but to those who believe in Him it is an occasion of true kinship and of the things owed thereby, while to those who are otherwise it is a graver charge of ingratitude and impiety.
1:7784
καὶ ταῦτα μὲν ἐπὶ τούτοις ἡμεῖς·
關於這些事,我們就說到這裡;
And this much we have said concerning these matters;
1:7785
διανοείσθω δέ τις τὰ τελεώτερα
但願各人自行思想更為完全的道理。
but let each one ponder for himself things more perfect.
1:7786
Ἐπιτηρητέον δὲ γεμὴν ὅπως ἐστὶν ἀληθής τε ὁμοῦ καὶ ἀσφαλὴς λόγος, οὐ γὰρ διαφορήσας περὶ αὐτῶν ὁρᾶται, ἀλλ' ἐν τάξει τῇ οἰκείᾳ καὶ πρεπωδεστάτῃ τῶν πραγμάτων ἕκαστα τιθείς
此外,我們必須留意這話怎樣既真實又穩妥;因為祂論到這些事並非顯得雜亂無章,而是把每一件事都安置在其本有且最合宜的次序中。
We must observe, moreover, how the saying is at once both true and secure; for He is not seen to speak confusedly about these things, but sets each of the matters in its own and most fitting order.
1:7787
οὐ γὰρ ἔφη Γινώσκει με τὰ ἐμὰ καὶ γινώσκω τὰ ἐμὰ, ἀλλ' ἑαυτὸν ἐγνωκότα πρότερον εἰσφέρει τὰ ἴδια πρόβατα, εἶθ' οὕτως γνωσθήσεσθαί φησι παρ' αὐτῶν
因為祂並沒有說:「屬我的認識我,我也認識屬我的」,而是先把自己引介為認識自己羊群的那一位,然後才說祂要如此被牠們所認識。
For He did not say, 'What is Mine knows Me and I know what is Mine,' but He first introduces Himself as knowing His own sheep, and then says that thus He shall be known by them.
1:7788
ἐκληφθείσης δὲ τῆς γνώσεως ἐπὶ μὲν τῆς εἰδήσεως, ὥσπερ οὖν ἐλέγομεν ἐν ἀρχῇ, τοιῶσδέ πως νοήσεις Οὐχ ἡμεῖς αὐτὸν ἐπεγνώκαμεν πρῶτοι, ἐπέγνω δὲ ἡμᾶς πρῶτον αὐτός
如今若把「認識」理解為知曉之意,正如我們在開頭所說的,你便可如此體會:並非我們先認識了祂,乃是祂先認識了我們。
Now if knowledge be taken in the sense of cognition, as indeed we said at the beginning, you will understand it somewhat thus: It is not we who first came to know Him, but He first came to know us.
1:7789
νυνὶ δὲ ἐν Χριστῷ Ἰησοῦ οἱ ποτὲ ὄντες μακρὰν ἐγενήθητε ἐγγὺς ἐν τῷ αἵματι τοῦ Χριστοῦ. ἐξ ἀμετρήτου γὰρ ἡμερότητος ἑαυτὸν τοῖς ἔθνεσι προσαγήοχεν Χριστὸς, καὶ προέγνω μᾶλλον ἐγνώσθη παρ' ἡμῶν
「你們從前遠離的人,如今卻在基督耶穌裡,靠著基督的血,已經得親近了。」因為基督出於祂無可測度的柔和,把自己引到外邦人面前,祂是預先認識了我們,而不是被我們所認識。
'But now in Christ Jesus you who once were far off have been brought near in the blood of Christ.' For out of His measureless gentleness Christ brought Himself near to the Gentiles, and He foreknew us rather than was known by us.
1:7790
εἰς δέ γε τὴν οἰκειότητα καὶ συγγένειαν νοουμένης τῆς γνώσεως, πάλιν ἐκεῖνό φαμεν Οὐχ ἡμεῖς ἠρξάμεθα τοῦ πράγματος, ἀλλ' ἐκ Θεοῦ Θεὸς Μονογενής·
但若把「認識」理解為親密關係與親屬之意,我們仍要如此說:並非我們開始了這事,乃是那從神而生的獨生神;
But if knowledge be understood in the sense of kinship and relationship, again we say this: It was not we who began the matter, but the Only-begotten, God of God;
1:7791
οὐ γὰρ ἡμεῖς ἐπεδραξάμεθα τῆς ὑπὲρ φύσιν θεότητος, ἀλλ' αὐτὸς φύσει Θεὸς σπέρματος Ἁβραὰμ ἐπελάβετο, καθά φησιν Παῦλος, καὶ γέγονεν ἄνθρωπος, ἵνα τοῖς ἀδελφοῖς ὁμοιωθεὶς κατὰ πάντα, χωρὶς ἁμαρτίας, πρὸς οἰκειότητα λάβῃ τὸν οὐκ ἔχοντα ταύτην ἐξ ἑαυτοῦ, τουτέστι, τὸν ἄνθρωπον
因為並非我們攀住了那超乎本性的神性,乃是祂自己,按本性是神的,如保羅所說,取了亞伯拉罕的後裔,成了人,好叫祂凡事與弟兄相同,只是沒有罪,使那本身不具此親密關係之人——就是人——得以進入這關係。
for it was not we who laid hold of the Godhead that is above nature, but He Himself, God by nature, took hold of the seed of Abraham, as Paul says, and became man, that being made like unto His brethren in all things, apart from sin, He might take into kinship him who does not possess it of himself—that is, man.
1:7792
Καὶ τὴν ψυχήν μου τίθημι ὑπὲρ τῶν προβάτων
「我為羊捨命。」
'And I lay down My life for the sheep.'
1:7793
Ὡς ὑπὲρ οἰκείων ἤδη καὶ συγγενῶν ηὐτρέπισται μὲν εἰς τὸ παντὶ μὲν ὑπερασπίζειν τρόπῳ, καὶ κατεπαγγέλλεται καὶ προκινδυνεύειν μὲν ἑτοίμως, συνιστὰς ἐν ταὐτῷ διὰ τῆς ἐπαναλήψεως ὅτι περ αὐτὸς ὄντως ἐστὶν ποιμὴν καλός
祂既已把他們當作屬自己的、當作親屬,便預備好要以各樣方式護庇他們,並應許甘心情願地為他們冒險,同時藉著這重複的話,證實祂自己確實就是那位好牧人。
As for those who are now His own and His kin, He is made ready to shield them in every way, and He promises to be prompt even to face danger on their behalf, at the same time establishing, by the repetition, that He Himself is truly the Good Shepherd.
1:7794
οἱ μὲν γὰρ τοῖς λύκοις ἀνέντες τὰ πρόβατα, καὶ δειλοὶ καὶ μισθωτοὶ διὰ τοῦτο καὶ μάλα κατωνομάσθησαν, δὲ ἐπεί περ ἔγνω τοσοῦτον αὐτῶν ὑπεραγωνίσασθαι δεῖν, ὡς μηδὲ αὐτὸν καταναρκῆσαι τὸν θάνατον, εὐλόγως ἂν δὴ νοοῖτο ποιμὴν καλός
因為那些把羊撇給狼的人,正因此被恰當地稱為膽怯的雇工;而祂既知道自己必須如此竭力為羊爭戰,以致連死也不退縮,就理當被視為那位好牧人。
For those who abandon the sheep to the wolves were on this account very rightly named cowards and hirelings; but He, since He knew that He must contend so greatly on their behalf as not even to shrink from death itself, would with good reason be understood to be the Good Shepherd.
1:7795
λέγων δὲ ὅτι τίθημι τὴν ψυχήν μου ὑπὲρ τῶν προβάτων, ἐπείπερ εἰμὶ ποιμὴν καλὸς, ὑποπλήττει τὸν Φαρισαῖον, καὶ δίδωσί πως ἐννοεῖν ὅτι τοσοῦτον ἐμπαροι νήσει ποτὲ, καὶ εἰς τοῦτο μανίας τῆς ἐπ' αὐτῷ κληθήσεται, ὡς θανάτῳ περιβαλεῖν ὃν ἥκιστα μὲν τοῦτο πάσχειν ἐχρῆν, ἐπαίνου δὲ μᾶλλον παντὸς ἀξιοῦσθαι καὶ θαύματος αὐτῶν τε ὧν εἰργάζετο χάριν, καὶ τῆς ἐν τῷ ποιμαίνειν εὐτεχνοῦς ἐπιστήμης
祂說「我為羊捨命,因我是好牧人」,藉此暗中責備那法利賽人,並使他多少明白:他有一天竟要如此狂亂、被激起對祂如此的瘋狂,以至於用死害那位本最不該受此的主——祂反倒配得一切稱讚與驚歎,這既是因祂所行的事,也是因祂在牧養上那精妙的本領。
And in saying 'I lay down My life for the sheep, since I am the Good Shepherd,' He rebukes the Pharisee, and somehow gives him to understand that he will one day so rave and be called to such madness against Him as to encompass with death Him who least of all ought to suffer this, but rather ought to be counted worthy of all praise and wonder, both on account of the very things He wrought and of His skilful knowledge in shepherding.
1:7796
Σημειωτέον γεμὴν ὅτι τὸν ὑπὲρ ἡμῶν καὶ δι' ἡμᾶς θάνατον οὐκ ἀκούσιον ὑπέμεινεν Χριστὸς, ἐθελοντὴς δὲ πρὸς τοῦτο βαδίζων ὁρᾶται, καίτοι ῥᾷστα τὸ πάσχειν δια δράναι δυνάμενος, εἰ μὴ βούλοιτο παθεῖν
此外當留意的是:基督忍受那為我們並代替我們的死,並非出於勉強,反倒顯明是甘心走向這死;儘管祂若不願受苦,本可極其輕易地避開受苦。
It is to be noted, moreover, that Christ endured the death that was for us and on our behalf not unwillingly, but is seen going to it of His own accord, though He was quite able to escape suffering had He not willed to suffer.
1:7797
οὐκοῦν τὸ τῆς εἰς ἡμᾶς ἀγαπήσεως κάλλος καὶ τὸ τῆς ἡμερότητος ὑπερφυὲς, ἐν τῷ καὶ ἑκόντα παθεῖν ὑπὲρ ἡμῶν ὀψόμεθα
因此,我們正要在這事上看見祂向我們之愛的美善,以及祂柔和的超凡卓絕——就是祂甘心為我們受苦。
We shall therefore behold the beauty of His love toward us and the surpassing greatness of His gentleness in this very thing—that He willingly suffered on our behalf.
1:7798
Καὶ ἄλλα πρόβατα ἔχω, οὐκ ἔστιν ἐκ τῆς αὐλῆς ταύτης·
「我另外有羊,不是這圈裡的;
'And other sheep I have, which are not of this fold;
1:7799
κἀκεῖνα δεῖ με ἀγαγεῖν, καὶ τῆς φωνῆς μου ἀκούσουσι, καὶ γενήσεται μία ποίμνη, εἷς ποιμήν
我必須領牠們來,牠們也要聽我的聲音,並且要成為一群,歸一個牧人。」
them also I must bring, and they shall hear My voice, and there shall be one flock, one shepherd.'
1:7800
Πολυτρόπως τὸν ἄτακτον περικροτεῖ Φαρισαῖον·
祂以多種方式挫敗那放肆無序的法利賽人;
In manifold ways He confounds the disorderly Pharisee;
1:7801
ὅτι μὲν γὰρ τῆς τῶν προβάτων ἐπιστασίας ὅσον οὐδέπω παρωσθή σεται, κατάρξει δὲ μᾶλλον αὐτὸς καὶ καθηγήσεται, διὰ πολλῶν ὑπεμφαίνει λόγων
因為祂藉著許多話暗示:祂斷不會被排擠、失去對羊群的看管,反倒要親自作首領、引領牠們。
for by many words He intimates that He will soon by no means be thrust aside from the oversight of the sheep, but will rather Himself rule and lead them.
1:7802
ὑποσημαίνει δὲ ὅτι τοῖς ἐξ Ἰσραὴλ εὐγνωμονεστέροις τὰς ἐκ τῶν ἐθνῶν ἀναμίξας ἀγέλας, οὐ μόνης ἡγεμονεύσει τῆς Ἰουδαίων, ἀλλ' ἤδη καὶ εἰς ὅλην διατενεῖ τὴν γῆν τῆς ἑαυτοῦ δόξης τὸ φῶς, καὶ καλέσει πρὸς θεογνωσίαν τοὺς ἁπανταχόσε λαοὺς, οὐκ ἐν μόνῃ τῇ Ἰουδαίᾳ γνωστὸς εἶναι καταδεχόμενος, ὥσπερ οὖν ἐν ἀρχαῖς, ἁπάσῃ δὲ μᾶλλον τῇ ὑπ' οὐρανὸν προτιθεὶς εἰς ἀπόλαυσιν τῆς ἀληθοῦς θεογνωσίας τὴν ἐπιστήμην
祂又表明:祂要把外邦的群羊與以色列中那些較為明理的人混合在一起,如此,祂就不僅統管猶太一地,反倒要使祂自己榮耀的光延展到全地,並要召普天下各處的萬民歸向對神的認識——祂不甘心像起初那樣只在猶太被人所認識,反倒要把那真實認識神的知識擺在普天下之前,供人享受。
And He signifies that, having mingled with the more well-disposed among those of Israel the flocks from the Gentiles, He will not rule over Judaea alone, but the light of His own glory will now extend over the whole earth, and He will call to the knowledge of God the peoples everywhere—not being content to be known in Judaea alone, as at the first, but setting forth rather to the whole world under heaven the knowledge of the true knowledge of God for their enjoyment.
1:7803
ὅτι δὲ παιδαγωγὸς εἰς εὐσέβειαν τοῖς ἔθνεσιν ἀνεδείχθη Χριστὸς, ἐκμάθοι τις ἂν καὶ λίαν εὐκόλως·
至於基督被顯明為引外邦人歸向敬虔的師傅,這事實在極容易明白;
And that Christ was shown forth as a tutor unto godliness for the Gentiles, one may learn very easily indeed;
1:7804
μεστὴ γὰρ θεόπνευστος γραφὴ τῶν ἐπὶ τούτῳ μαρτυριῶν, καὶ ἦν μὲν ὡς ἔοικε παρα τρέχειν οὐκ ἀπεικὸς ἀνέντα τοῖς εὐμαθεστέροις τὴν ἐπὶ τούτῳ ζήτησιν·
因為神所默示的聖經滿了關於此事的見證,或許將此略過、把對它的探究留給更用功的學生,也不算不合宜;
for the God-inspired Scripture is full of testimonies to this, and it would not perhaps have been unfitting to pass this by, leaving the inquiry into it to the more diligent students;
1:7805
παραθεὶς δ' οὖν ὅμως δύο τῶν προφητῶν τρεῖς περὶ τούτου λόγους ἐρῶ πάλιν τὰ ἐφεξῆς
然而,我仍要引述先知關於此事的兩三段話,之後再接著論下面的內容。
yet nevertheless, having set forth two or three sayings of the prophets concerning this, I will again take up what follows.
1:7806
φησί που τοίνυν Θεὸς καὶ Πατὴρ περὶ αὐτοῦ Ἰδοὺ μαρτύριον ἔθνεσι δέδωκα αὐτὸν, ἄρχοντα καὶ προστάσσοντα ἔθνεσιν. διε μαρτύρατο γὰρ τοῖς ἔθνεσιν Χριστὸς μάθημα δοὺς τὸ σωτήριον, καὶ δι' ὧν ἀνασώζεσθαι χρῆν ἀνυποστόλως εἰπών
所以,神和父在某處論到祂說:「看哪,我已立祂作萬民的見證,作萬民的君王和命令者。」因為基督向萬民鄭重見證,把那救人的教導賜給他們,並毫不隱瞞地告訴他們那必須藉以得救的途徑。
God the Father, then, says somewhere concerning Him: 'Behold, I have given Him as a testimony to the nations, a ruler and commander to the nations.' For Christ solemnly testified to the nations, giving them the saving instruction, and telling without concealment the means by which they must be saved.
← 上一段下一段 →
1