📜 Verbum · 聖言
原文誦讀聖經與教父文獻
♥ 贊助

← 回書卷目次 · 希臘教父 › 約翰福音註釋

亞歷山大的區利羅

約翰福音註釋 第 1 章 第 63/94 段

希臘文原文.143 節.部分字詞可點開查義.本章太長已分段,此段為 1:9312–1:9454(全章共 13790 節)

← 上一段下一段 →
1:9312
ἀλλά γε τοῖς ἁγίοις μαθηταῖς ἀεὶ συνεῖναι σπουδά ζουσιν, οὐ φορητὸν εἶναι διεφαίνετο τὸ χωρίζεσθαι Χριστοῦ, καίτοι συνόντος αὐτοῖς διὰ παντὸς τῇ τοῦ Πνεύματος δυ νάμει τε καὶ συνεργίᾳ
但對那些總是渴望與祂同在的聖門徒而言,與基督分離顯然是難以承受的,儘管祂藉著聖靈的能力與同工始終與他們同在。
But to the holy disciples, who were ever eager to be together with Him, it appeared unbearable to be separated from Christ, even though He was present with them at all times through the power and cooperation of the Spirit.
1:9313
ἀγνοοῦντα τοίνυν τὸν μακάριον Πέτρον τῶν εἰρημένων τὴν δύναμιν, ὁμοῦ τοῖς ἄλλοις μαθηταῖς, ἐν ταὐτῷ μένειν ἐᾷ, καὶ οὐκ εὐθὺς ἐφίστησι τῇ τῶν εἰρημένων ἀκριβείᾳ, χρησίμως, ἄχρις ἂν αὐτοῖς τὸν ἀνακτᾶσθαι δυνάμενον διαπερανεῖ λόγον·
既然如此,蒙福的彼得與其他門徒一同不明白這些話的含義,主便任憑他停留在同樣的狀態,並不立刻使他專注於這些話的確切意義——這樣做是有益的,直到祂能夠把那足以使他們得以恢復的言語進行到底。
Since, then, the blessed Peter did not understand the meaning of what had been said, along with the other disciples, He allows him to remain in the same state and does not at once fix his attention upon the exact sense of the words—doing so usefully, until He should carry through to the end the discourse that was able to restore them.
1:9314
τοῦτο καὶ ἐν τοῖς ἐφεξῆς ποιοῦντα θεωρήσομεν
我們也將看見祂在接下來的敘述中同樣如此行。
This we shall see Him doing also in what follows.
1:9315
λέγει γὰρ πρὸς αὐτούς Συμ φέρει ὑμῖν ἵνα ἐγὼ ἀπέλθω·
因為祂對他們說:「我去是與你們有益的。」
For He says to them: 'It is expedient for you that I go away.'
1:9316
ἐὰν γὰρ ἐγὼ μὴ ἀπέλθω, παράκλητος οὐ μὴ ἔλθῃ πρὸς ὑμᾶς. φθάνει γεμὴν, ὡς Θεὸς, ἐπαγγείλασθαι θέλοντα τὸν μαθητὴν, ὅτι καὶ ἀκολου θήσει προθύμως καὶ συνέσται γοργῶς, οὐδενὸς αὐτῷ τὴν προθυμίαν ἀνασειράζοντος, καί φησιν Ὅπου ὑπάγω ἐγὼ οὐ. δύνασαί μοι νῦν ἀκολουθῆσαι, ἀκολουθήσεις δὲ ὕστερον
「因為我若不去,保惠師就不到你們這裡來。」祂身為神,實在預先看透了那位門徒的心意——他想要應許自己必要熱切地跟從、迅速地與祂同在,毫無阻礙他的殷勤——於是祂說:「我所去的地方,你現在不能跟我去,後來卻要跟我去。」
'For if I do not go away, the Comforter will not come to you.' Indeed He anticipates, as God, the disciple who wished to promise that he would both follow eagerly and be with Him promptly, with nothing holding back his readiness, and He says: 'Where I go you cannot follow Me now, but you shall follow afterward.'
1:9317
καὶ διττὴν λόγος ὠδίνει τὴν ἔννοιαν·
這句話蘊含著雙重的意義。
And the saying is pregnant with a twofold meaning.
1:9318
ὧν μὲν μία προχειρο τάτη καὶ λίαν εὐτριβὴς, ἀφανεστέρα δέ πως ἑτέρα καὶ ἐν αἰνίγμασι
其中一個極其顯明、十分平常,而另一個則較為隱晦,包含在謎語之中。
Of these, the one is most obvious and quite well-worn, but the other is somewhat more obscure and couched in riddles.
1:9319
φάσκει μὲν γὰρ, ὡς οὐκ ἂν δύναιτο νῦν ἀκολουθεῖν πρὸς τὸ ἄνω βαδίζοντι καὶ παλινδρομοῦντι πρὸς οὐρανόν·
因為祂宣告說,彼得如今不能跟從那正上升高天、疾返天鄉的祂;
For He declares that Peter could not now follow Him as He mounts on high and hastens back to heaven;
1:9320
ἀκολουθήσει γεμὴν μετὰ ταῦτα, ἀποκαθισταμένης δηλονότι τοῖς ἁγίοις παρὰ Χριστοῦ τῆς ἐν ἐλπίσι τιμῆς τε καὶ δόξης, ὅτε εἰς τὴν ἄνω γενήσονται πόλιν, καὶ συμβασι λεύσουσιν αὐτῷ
然而後來他必跟從——就是當那存於盼望中的尊榮與榮耀,由基督賜還給聖徒,當他們進入上面的城,並與祂一同作王的時候。
yet he shall follow afterward—that is, when the honor and glory held in hope is restored to the saints by Christ, when they come to the city above and shall reign together with Him.
1:9321
σημαίνει δέ τι πρὸς τούτῳ καὶ ἕτερον, καὶ ποῖον, ἐρῶ
但除此之外,祂還指明了另一件事;是哪一種事,我如今要說明。
But besides this He signifies also something else; and what kind of thing, I will now tell.
1:9322
οὔπω τὴν ἐξ ὕψους ἐνδυσάμενοι δύναμιν, οὐδὲ τὸ ἐνισχύον αὐτοὺς καὶ εἰς ἀνδρείαν ἀναπλάττον τὴν ἀνθρώπου φύσιν κομισάμενοι, Πνεῦμά φημι δὴ τὸ Ἅγιον, οὐχ οἷοί τε ἦσαν θανάτου καταγωνίζεσθαι, καὶ τοῖς οὕτω δυσαντήτοις ἀνταποδύσασθαι δείμασιν
他們尚未披戴從上而來的能力,也尚未領受那使他們剛強、並將人的本性重塑為勇敢的——我是指聖靈——所以他們還不能與死亡爭戰,也不能奮起對抗那些如此難以面對的恐懼。
Not yet having been clothed with power from on high, nor having received that which strengthened them and refashioned human nature unto courage—I mean the Holy Spirit—they were not able to contend against death, nor to strip for combat against terrors so hard to face.
1:9323
ἦν γὰρ καὶ ἄλλως ἀπίθανον, μόνῳ πρέποντος καὶ τετηρημένου τῷ Σωτῆρι Χριστῷ τοῦ συνθραύειν δύνασθαι τοῦ θανάτου τὸ κράτος, ἑτέρους πρὸ αὐτοῦ τοῦτο δρῶντας ὁρᾶσθαι
因為無論如何,這是難以置信的:既然摧毀死亡權勢的能力唯獨配屬並保留給救主基督,卻要看見別人在祂之先行這事,
For it was in any case incredible that, when the power to shatter the might of death was fitting and reserved for the Savior Christ alone, others should be seen doing this before Him,
1:9324
ὡς οὔπω κατηργημένον διὰ τῆς ἀναστάσεως τοῦ Χριστοῦ
彷彿死亡尚未藉著基督的復活被廢除一般。
as though death had not yet been abolished through the resurrection of Christ.
1:9325
ὀρθὼς δὲ τοῦτο συνεὶς καὶ Παῦλος ἔφη τὸν ἐκ Θεοῦ Πατρὸς καὶ ἐν Θεῷ ὄντα Λόγον σπέρματος Ἁβραὰμ ἐπιδράξασθαι, ἵνα διὰ τοῦ θανάτου τῆς ἁγίας σαρκὸς καταργήσῃ τὸν θάνατον, καὶ ἀπαλλάξῃ τούτους ὅσοι φόβῳ θανάτου διὰ παντὸς τοῦ ζῆν ἔνοχοι ἦσαν δουλείας. πρώτη γὰρ θανάτου λύσις τὸ σωτήριον πάθος, καὶ ἀρχὴ τοῖς ἁγίοις τῆς κατ' αὐτοῦ γέγονεν εὐτολ μίας ἀνάστασις τοῦ Χριστοῦ
保羅正確地明白了這事,說那從父神而出、又在神裡面的道,取了亞伯拉罕的後裔,好叫祂藉著自己聖潔肉身的死,敗壞掌死權的,並要釋放那些一生因怕死而為奴僕的人。因為死亡的首次瓦解乃是那救贖的受難,而基督的復活成了聖徒勝過死亡之勇氣的開端。
And Paul, rightly understanding this, said that the Word who is from God the Father and in God laid hold of the seed of Abraham, that through the death of His holy flesh He might abolish death, and might deliver those who through fear of death were all their lifetime subject to bondage. For the first loosing of death was the saving Passion, and the resurrection of Christ became for the saints the beginning of boldness against it.
1:9326
οὔπω τοίνυν καταργη σάσης τὸν θάνατον τῆς κατὰ φύσιν ζωῆς, μήτε μὴν συν θραυσάσης τὸν ἐξ αὐτοῦ ταῖς ἡμετέραις ψυχαῖς ἐμπίπτοντα. φόβον, ἀσθενέστεροί πως ἔτι πρὸς κινδύνους ἦσαν οἱ μαθη ταί
既然如此,那按本性而有的生命尚未廢除死亡,也尚未粉碎那由死亡而生、落在我們心靈中的恐懼,門徒們面對危險時仍然稍顯軟弱。
Since, then, the life according to nature had not yet abolished death, nor indeed shattered the fear that from it falls upon our souls, the disciples were still somewhat weaker in the face of dangers.
1:9327
διὰ τοῦτο χαριέντως Κύριος, ὅτι σταυρωθήσεται κατὰ καιροὺς Πέτρος, ἕψεταί τε κατὰ τοῦτο αὐτῷ συνεπινεύει καί φησιν·
因此,主慈愛地應允說,彼得既然在所定的時候必被釘十字架,並要在這事上跟從祂,於是祂說:
For this reason the Lord graciously assents that Peter, since at the appointed time he shall be crucified and shall follow Him in this, and He says:
1:9328
ὅτι δὲ νυνὶ πρὸς ἀγῶνα τέως τὸν τοσοῦτον οὐκ ἄθραυστον ἔχει τὸν νοῦν, ὑποδηλοῖ λέγων Ὅπου ἐγὼ ὑπάγω οὐ δύνασαί μοι νῦν ἀκολουθῆσαι, ἀκολουθήσεις δὲ ὕστερον
而彼得眼下對如此重大的爭戰尚未有堅定不動搖的心志,主便暗示說:「我所去的地方,你現在不能跟我去,後來卻要跟我去。」
and that for the present he does not yet have a mind unshaken for so great a contest, He hints, saying: 'Where I go you cannot follow Me now, but you shall follow afterward.'
1:9329
εἰ γὰρ μὴ τὸν τοῦ Πέτρου θάνατον ἐν τούτοις ἡμῖν Χριστὸς ὑπαινίττεται, τοῦ δὴ χάριν, καίτοι τῶν ἄλλων ἁγίων ἀπο στόλων ἐχόντων ἐν ὑποσχέσει τὸ συνέσεσθαί τε καὶ ἀκο λουθεῖν αὐτῷ κατὰ τὸν τῆς ἀναστάσεως δηλονότι καιρὸν, ἀποκαθισταμένης αὐτοῖς τῆς ἀκηράτου ζωῆς, καὶ τῶν ἐν ἐλπίσιν ἀγαθῶν, εἰς μόνον τὸ τοῦ Πέτρου πρόσωπον τὴν τοῦ λόγου περιίστησι δύναμιν; ἀλλ' ἔστι πρόδηλον, ὅτι τῷ Πέτρῳ προαγγέλλων τὸ ἐν ὑστέροις αὐτῷ συμβησόμενον χρόνοις αἰνιγματωδῶς ὑπεμφαίνει
因為基督若不是在此向我們暗示彼得的死,那麼,既然其他聖使徒也同樣在應許中要與祂同在、跟從祂——顯然是在復活的時候,當那不朽的生命與存於盼望中的美善賜還給他們之時——祂又為何把這話的力量單單限定在彼得一人身上呢?顯而易見,祂是在向彼得預告那將在日後臨到他身上的事,用謎語般的方式暗示出來。
For if Christ does not here hint to us at Peter's death, why then, when the other holy apostles too had in promise that they should be with Him and follow Him—clearly at the time of the resurrection, when incorruptible life and the good things held in hope are restored to them—does He confine the force of the saying to the person of Peter alone? But it is clear that, in foretelling to Peter what would befall him in later times, He indicates it in a riddling manner.
1:9330
καὶ γοῦν δι' ἑτέρων σαφέστερον αὐτὸ δεδήλωκεν εἰπών Ὅτε ᾖς νεώτερος, ἐζώννυες σεαυτὸν καὶ περιεπάτεις ὅπου ἤθελες·
祂實在藉著別的話把這事說得更明白,說:「你年少的時候,自己束上帶子,隨意往來;
And indeed through other words He made this plainer, saying: 'When you were younger, you girded yourself and walked where you would;
1:9331
ὅταν δὲ γηράσῃς, ἐκτενεῖς τὰς χεῖράς σου, καὶ ἄλλοι ζώσουσί σε καὶ ἀποίσουσί σε ὅπου οὐ θέλεις
但年老的時候,你要伸出手來,別人要把你束上,帶你到不願意去的地方。」
but when you shall be old, you shall stretch forth your hands, and others shall gird you and carry you where you would not.'
1:9332
τοῦτο δὲ εἶπε, φησὶ, σημαίνων ποίῳ θανάτῳ δοξάσει τὸν Θεόν. εἰ γὰρ καί ἐστιν ἡδὺ τοῖς ἁγίοις τὸ πάσχειν ὑπὲρ Χριστοῦ, ἀλλ' κίνδυνος οὐ θελητὸς μὲν, φορητὸς δ' οὖν ὅμως ὅταν ἐξ ἀνάγκης τινῶν ἐπιφέρηται
經上說:「耶穌說這話,是指著彼得要怎樣死,榮耀神。」因為即使為基督受苦對聖徒是甘甜的,那危險本身卻不是人所願意的,然而每當它因某種必要而臨到時,仍是可以承受的。
'This He said,' it says, 'signifying by what death he should glorify God.' For even if it is sweet to the saints to suffer for Christ's sake, yet the danger is not something willed, though it is bearable nonetheless whenever it is brought upon them by some necessity.
1:9333
διὰ τοῦτο καὶ προστάττει προσ εύχεσθαι, ἵνα μὴ ἐμπέσωμεν εἰς πειρασμόν
因此,祂也吩咐我們禱告,免得陷入試探。
For this reason too He commands us to pray that we may not enter into temptation.
1:9334
Λέγει αὐτῷ Πέτρος Κύριε, διατί οὐ δύναμαί σοι νῦν ἀκολου θῆσαι; τὴν ψυχήν μου ὑπὲρ σοῦ θήσω
「彼得對祂說:主啊,我為甚麼現在不能跟你去?我願為你捨命。」
'Peter says to Him: Lord, why can I not follow You now? I will lay down my life for Your sake.'
1:9335
Τί τὸ κωλύον, φησὶν, τί τὸ ἐξεῖργον ἀκολουθεῖν, τὸν προτεθνάναι τοῦ διδασκάλου σκοπὸς, καὶ ἐν καυχήματος τάξει λελόγισται; τέλος μὲν γὰρ κινδύνου παντὸς, καὶ τὸ ἀκρότατον ὥσπερ τῆς τῶν διωκόντων ἀτιθάσου πλεονεξίας,. μέχρι μόνης στήσεται τῆς σαρκός·
他說:「有甚麼攔阻,有甚麼阻擋我跟從呢?我立志要在夫子之先赴死,並把這看為誇耀的事。因為一切危險的終點,逼迫者那難以馴服的貪婪所能達到的極限,都止於肉體而已;
'What is it,' he says, 'that hinders or that keeps me from following—me, whose purpose it is to die before the Master, and who reckons it in the rank of a boast? For the end of every danger, and as it were the utmost limit of the untamed rapacity of the persecutors, will halt at the flesh alone;
1:9336
κατ' αὐτῆς γὰρ θάνατος·
因為死亡所針對的正是肉體。
for death is directed against it.
1:9337
δὲ καὶ πρὸς τοῦτο ἑτοίμως ἔχων ἤδη καὶ διεσκευασμένος, ὑπὸ τίνος ἂν διακωλύοιτο, φησὶν, ἀπολέσῃ δὲ πῶς τὸ σύντονον φρόνημα περὶ τὸ χρῆναι πάντως ἀκολουθεῖν; θερμοτάτη μὲν γὰρ προθυμία τοῦ Πέτρου, καὶ τὸ τῆς ὑποσχέσεως μέτρον πλεονεκτοῦν, οὐ μικρὰν τὴν ἐνοῦσαν αὐτῷ δύναμιν θεωρήσαι τις ἂν, μᾶλλον δὲ καὶ αὐτῶν πραγμάτων ἤλεγξε τὸ τέλος·
但那已經預備好、連這一步也甘心準備妥當的人,還能被誰攔阻呢?」他說,「他又怎會失去那必須無論如何跟從的堅定心志呢?」彼得的殷勤實在熾熱,他應許的分量超乎一切限度,使人得以看出他裡面所有的能力不小——或者說,事情的結局反倒揭穿了它。
But he who is already ready and prepared even for this, by whom could he be hindered,' he says, 'and how could he lose the intense resolve concerning the absolute necessity of following?' For most fervent was Peter's readiness, and the measure of his promise, exceeding all bounds, would let one perceive no small power residing in him—or rather the outcome of the very events convicted it.
1:9338
τοῦ γὰρ Σωτῆρος ἡμῶν Χριστοῦ τὴν εἰς οὐρανοὺς ἀναφοί τησιν ἄνω καὶ κάτω σημαίνοντος, καὶ ὅτι μὲν νῦν οὐχ ἕψεται λέγοντος, ἀκολουθήσειν γεμὴν μετὰ ταῦτα, πληρω θείσης αὐτοῦ δηλονότι τῆς ἀποστολῆς, καιροῦ τοῦ πρέποντος ἐπὶ τὴν ἄνω πόλιν τὰς τῶν ἁγίων καλοῦντος κεφαλὰς, ἑτοίμως ἔχειν αὐτὸς καὶ προκινδυνεύειν ἐπαγγέλλεται, τὴν ἑτέραν ὥσπερ οἶμον ἰὼν, καὶ μὴ κατ' εὐθὺ τῶν λεγομένων ἐρχόμενος τὴν διάνοιαν
因為當我們的救主基督反覆指明祂升入諸天之事,並說彼得如今不能跟從,後來卻要跟從——就是明明地說,當祂的使徒職分完成、合宜的時候召聖徒的元首上到上面的城之時——彼得卻應許自己已預備好、要先赴危難,彷彿走上另一條路,並未按字面正確領會所說的話。
For when our Savior Christ was signifying His ascent into the heavens, up and down, and saying that Peter would not now follow, but would follow afterward—that is, plainly, when His apostolate should be fulfilled, when the fitting time should call the heads of the saints to the city above—Peter promises that he himself is ready and will face danger beforehand, going as it were by the other road, and not taking the sense of what was said in a straightforward way.
1:9339
οἶμαι δὲ δεῖν ἐν λόγοις εἰπεῖν, οὔπω τοῖς εἰρημένοις ἀκριβῶς ἐπιστήσας τὸν νοῦν, οἴεται τάχα που τὸν Κύριον, πρός τινας τῶν κατὰ τὴν Ἰουδαίαν ἀγριω τέρας διαβήσεσθαι κώμας, καὶ εἰς ἑτέρους οἴχεσθαι λαοὺς, οἳ τοσοῦτον ἐξ ἀκριβοῦς ἀκοῆς ἀποδιακείσονται πρὸς τὰ παρ' αὐτοῦ ῥηθήσεσθαι μέλλοντα, ὡς μικρὰ μὲν κομιδῇ πρὸς τὰ τῶν ἄλλων Ἰουδαίων τολμήματα, πολὺ δὲ λίαν ἡμερωτάτην τὴν ἐνοῦσαν τοῖς Φαρισαίοις ἀποδεῖξαι μανίαν
我想我必須在此說明:彼得尚未確切地把心思專注於所說的話,或許以為主要越過猶太地某些較為兇蠻的村莊,或是要往別的民族那裡去,那些人聽了確切的教訓後,對祂將要說的話會極其反感,以至於與其他猶太人的膽大妄為相比,法利賽人裡面的瘋狂反顯得微不足道、遠為溫和。
And I think I must say in these words: not yet having accurately fixed his mind upon what had been said, he perhaps supposes that the Lord will cross over to some of the wilder villages throughout Judea, or will depart to other peoples who, from having heard accurately, will be so ill-disposed toward what He is about to say that they will show the madness residing in the Pharisees to be exceedingly small compared with the audacities of the other Jews—indeed far gentler.
1:9340
διάτοι τοῦτο κατακολουθήσειν ἀπαραποδίστως ἐπαγγέλλεται, οὐχὶ οὖν τεθνάναι μόνον, ἀλλ' εἰ καὶ τεθνάναι δεήσει μὴ κατοκνῶν
因此他應許要毫無阻礙地跟從——不僅要赴死,而且即使必須死,也絕不退縮。
On this account he promises to follow without hindrance—not only to die, but even if it should be necessary to die, without shrinking back.
1:9341
ἔχει δὲ τούτῳ παραπλησίως καὶ ἐν τοῖς ἀνωτέρω, καὶ ὅποι, πάλιν ἐρῶ
在前面的敘述中,他也有與此十分相似的情形,是在何處,我要再次說明。
And he has something very similar to this also in what precedes, and where, I will again tell.
1:9342
τε παρ' ἐκείνοις τερατουργῶν ἐθαυμάζετο
祂在那些人中間行奇事,令人希奇。
and He was marveled at, working wonders among those people.
1:9343
ἐπειδὴ δὲ τῆς Μαριὰμ. καὶ τῆς Μάρθας τέθνηκεν ἀδελφὸς, φημὶ δὴ τὸν Λάζαρον, ἔγνω πάλιν ὡς Θεὸς, εἶτα λέγει τοῖς μαθηταῖς Λάζαρος φίλος ἡμῶν κεκοίμηται, ἀλλὰ πορεύομαι ἵνα ἐξυπνίσω αὐτόν. πρὸς δὲ τοῦτό φασιν ἐξ ἀγάπης οἱ μαθηταί Νῦν ἐζήτουν σε Ἰουδαῖοι λιθάσαι, καὶ πάλιν ὑπάγεις ἐκεῖ; ἀνισταμένου δὲ τοῦ Χριστοῦ, καὶ τὸ χρῆναι πάντως ἐπὶ τὴν τῶν Ἰουδαίων ὑπονοστῆσαι χώραν διακελευομένου τε καὶ λέγοντος·
但當馬利亞和馬大的兄弟——我是指拉撒路——死了的時候,祂身為神再次知道此事,於是對門徒說:「我們的朋友拉撒路睡了,我去叫醒他。」門徒出於愛心回答說:「拉比,猶太人近來要拿石頭打你,你還往那裡去嗎?」但當基督起身,吩咐並說必須無論如何返回猶太人之地時:
But when the brother of Mary and of Martha had died—I mean Lazarus—He knew it again as God, and then says to the disciples: 'Lazarus our friend has fallen asleep, but I go that I may awaken him.' And in answer to this the disciples, out of love, say: 'Now the Jews were seeking to stone You, and do You go there again?' But when Christ was rising up and enjoining and saying that it was altogether necessary to return to the country of the Jews:
1:9344
οἴεται γὰρ ἴσως, καθάπερ ἤδη προεῖπον, ἀποδραμεῖσθαί ποι διακηρύξοντα τὸν Ἰησοῦν, καὶ κινδυνεύειν αὐτὸν παρ' ἐκείνοις·
因為彼得或許以為,正如我先前所說,耶穌要奔往某處去宣講,並要在那些人中間遭遇危險;
For he perhaps supposes, as I already said before, that Jesus will run off somewhere to proclaim, and that He will be endangered among those people;
1:9345
διὰ τοῦτο καὶ αὐτὸς, ἐπείπερ ἐστὶν ἐξ ἀγάπης ἀκάθεκτος, ἄμαχόν τινα καὶ δυσανταγώνιστον τὴν εἰς τοῦτο προθυμίαν οἴσειν ἐπαγγέλλεται, οὐδὲν ἔτι παν τελῶς ὑπολελεῖφθαι λέγων τὸ διακωλύειν ἰσχύον, καίτοι ἕπεσθαι δεῖν ᾑρημένον, ἐπείπερ αὐτῷ καὶ προτεθνάναι τοῦ διδασκάλου σκοπός
因此彼得自己,既因愛心而無法自制,便應許他要為此帶來一種不可抵擋、難以匹敵的殷勤,說如今絕對再沒有甚麼強得足以攔阻——即使必須跟從那已作此抉擇的人,因為他立志要在夫子之先赴死。
on this account he too, since out of love he is uncontrollable, promises that he will bring an irresistible and unconquerable readiness to this, saying that absolutely nothing at all remains that is strong enough to hinder—even though it was necessary to follow one who had chosen this, since it was his purpose to die before the Master.
1:9346
Ἀποκρίνεται Ἰησοῦς Τὴν ψυχήν σου ὑπὲρ ἐμοῦ θήσεις; ἀμὴν ἀμὴν λέγω σοι, οὐ μὴ ἀλέκτωρ φωνήσει, ἕως οὗ ἀπαρνήσῃ με τρίς
「耶穌回答說:你願意為我捨命嗎?我實實在在地告訴你,雞叫以先,你要三次不認我。」
'Jesus answers: Will you lay down your life for My sake? Truly, truly I say to you, the cock shall not crow until you have denied Me three times.'
1:9347
Μείζονα μὲν καθ' ἑαυτὸν Πέτρος ἐπαγγέλλεται, κἂν ἀξιάγαστον ἔχῃ τὴν ἐπὶ τούτῳ σπουδήν·
彼得所應許的確實超過他自己的能力所及,儘管他在這事上有可稱讚的熱心;
Peter indeed promises things greater than are within his own power, even though he has praiseworthy zeal in this;
1:9348
τοῦ γεμὴν ἐσο μένου χειμῶνος τὸ ἀμειδὲς, καὶ δύσοιστον τοῦ πειρασμοῦ, καὶ τοῦ διωγμοῦ τὸ μέγεθος ἐννοήσας Χριστὸς, μονονουχὶ κατασείει τὴν κεφαλὴν, ὅλον δὲ ὥσπερ ἐν ὀφθαλμοῖς ἁπλώ σας τὸ πάθος, καὶ τῆς Ἰουδαίων ἀνοίας θεωρήσας τὴν ὑπερ βολὴν, διασκοπήσας δὲ τὰ ἐσόμενα κατ' ἐκεῖνο καιροῦ, τάχα τι τοιοῦτον ἀναφωνεῖ Τὴν ψυχὴν, Πέτρε, ὑπὲρ ἐμοῦ τίθης, καὶ τὸ μηδὲν εἶναι φῂς τὸν ἐπὶ τούτῳ φόβον; ὅτι τε. κρείττων ἔσῃ τῶν ἐσομένων ὑπολαμβάνεις; ἀλλὰ τοῦ πει ρασμοῦ τὸ βάρος οὐκ ἐπίστασαι·
然而基督察看那將要來臨的風暴之無歡,試探之難以承受,逼迫之巨大,幾乎要搖頭嘆息,並彷彿把整個苦難攤在他們眼前,又看見猶太人愚妄的過度,並詳察那時將要發生的事,或許說出這樣的話:「彼得啊,你要為我捨命,你說這其中的懼怕算不得甚麼?你以為你必勝過那將要來的事嗎?但你不知道試探的分量;
but Christ, considering the joylessness of the coming storm, and how hard to bear the temptation, and the greatness of the persecution, all but shakes His head, and having as it were spread out the whole suffering before their eyes, and seen the excess of the folly of the Jews, and scrutinized the things that would be at that time, perhaps utters something of this sort: 'You lay down your life, O Peter, for My sake, and you say that the fear in this is nothing? And do you suppose that you will be stronger than the things to come? But you do not know the weight of the temptation;
1:9349
οὐ γὰρ ἀραρότως προκεί σεται τὸ παθεῖν, σοὶ δὲ τὸ μικροψυχῆσαι λίαν καὶ οὐχ ἑκόντι συμβήσεται, καὶ ἀρνήσῃ με τρὶς, καὶ ἐν νυκτὶ τοῦτο αὐτὸ μιᾷ
因為那受苦並非牢固地定在你身上,反倒是膽怯要極其臨到你、違背你的心願,你要三次不認我,而且是在同一夜之間。」
for the suffering will not be firmly set upon you, but small-mindedness will befall you exceedingly and against your will, and you shall deny Me three times, and this very thing in a single night.'
1:9350
ταυτί πως οἴεσθαι λέγειν ὑποτοπητέον τὸν Ἰησοῦν·
我們必須揣想耶穌所說的大意如此。
One must suppose Jesus to be saying something like this.
1:9351
θαυμάσαι γεμὴν κἀν τούτῳ δὴ πάλιν τὴν ἐνοῦσαν αὐτῷ φιλανθρωπίαν ἄξιον·
在此我們又當希奇祂裡面所存的、對人的慈愛;
And here again it is right to marvel at the love for mankind that resides in Him;
1:9352
προειρηκὼς γὰρ, ὅτι τῷ τόνῳ τῆς ἐνούσης αὐτῷ προθυμίας τῆς ψυχῆς οὐχ ἕψεται δύναμις, ὀκλάσει γεμὴν καὶ ὑπενδώσει τοσοῦτον, ὥστε καὶ πρὸς μόνον ἀπειπεῖν τὸν τοῦ κινδύνου φόβον, οὐδὲν ἐπηπεί λησε, διὰ τοῦτο τυχὸν, ὡς οὐδ' ὑπὸ θείαν ἔσται κίνησιν λέγει·
因為祂雖預先說明,彼得心靈的力量將趕不上他裡面殷勤的張力,且會軟弱退讓到單因懼怕危險便加以否認的地步,祂卻沒有發出任何威嚇,或許正是因為祂說彼得那時並不在神聖的感動之下。
for having foretold that the power of his soul would not keep pace with the intensity of the readiness in him, and that he would flag and give way so far as even to refuse from the mere fear of danger, He uttered no threat, perhaps on this account—because He says that Peter would not even be under a divine impulse.
1:9353
παθόντι δέ τι τῶν ἀνθρωπίνων οὐκ ἐπανατείνει τὴν κόλασιν
對一個遭遇了某種屬人軟弱之事的人,祂並不施以刑罰。
And to one who has suffered something of what is human, He does not extend punishment.
1:9354
ᾔδει γὰρ ἀσθενοῦσαν ἔτι τὴν φύσιν, καὶ οὐ δυναμένην ἐνεγκεῖν τοῦ θανάτου τὴν ἀπειλήν
因為祂知道他的本性仍然軟弱,還不能承受死亡的威嚇。
For He knew that his nature was still weak, and unable to bear the threat of death.
1:9355
οὔπω γὰρ οὔπω κατηρ γημένος διὰ τῆς ἀναστάσεως αὐτοῦ, τῆς ἁπάντων διανοίας κατεθρασύνετο, καὶ ἱκανὸς ἦν ἔτι καὶ μόνῳ συνθραῦσαι τῷ δείματι καὶ τὸν σφόδρα νεανικὸν καὶ δεινὸν εἰς εὐτολμίαν
因為死亡尚未、實在尚未藉著祂的復活而被廢除,仍舊向眾人的心思逞其膽量,甚至單憑恐懼便能粉碎那極其英勇、在膽識上令人生畏的人。
For not yet, not yet having been abolished through His resurrection, death was still emboldened against the mind of all, and was still able even by mere terror to shatter even him who was exceedingly vigorous and formidable in boldness.
1:9356
παθοῦσα γὰρ παρὰ φύσιν φύσις τὸν θάνατον, ὡς νενικη κότι παραχωρεῖ, μᾶλλον δὲ παρεχώρει τότε·
因為本性既違反本性地遭受了死亡,便向它讓步、如同向得勝者讓步——或者說,那時本性仍在讓步;
For nature, having suffered death contrary to nature, gives way to it as to a conqueror—or rather was then giving way;
1:9357
διαῤῥήξαντος δὲ τοῦ Σωτῆρος ἡμῶν τὰ ἐκείνου δεσμὰ, γλυκὺς ἀναπέ φανται τοῖς ἀγαπῶσι Χριστὸν, εἰ καὶ προσίοι πικρῶς·
但當我們的救主掙斷了死亡的鎖鏈,死亡在愛基督的人看來便成了甘甜的,即使它以苦澀的方式臨近;
but when our Savior burst its bonds, death appeared sweet to those who love Christ, even if it should approach bitterly;
1:9358
ἀντεισβέβηκε γὰρ αἰώνιος ζωὴ, τὸ τῆς φθορᾶς παρα λύουσα κράτος
因為永生已取而代之進入,瓦解了朽壞的權勢。
for eternal life has entered in its stead, dissolving the might of corruption.
1:9359
οἰέσθω δὲ πάλιν ἐνταῦθα μηδεὶς ἠρνῆσθαί τε καὶ ἀτονῆσαι τὸν Πέτρον, διὰ τὸ ῥῆμα Χριστοῦ·
但在此我們又不可有人以為,彼得是因基督的話才不認主、才軟弱的;
But let no one here again suppose that Peter denied and grew faint because of Christ's word;
1:9360
οὐ γὰρ ἀνάγκην ἐπιτιθεὶς, ἀλλ' οὐδὲ ἐκ βίας ἕλκων εἰς τὸ παθεῖν τὰ τοιαῦτά φησιν·
因為祂說這些話,並非把必然性加在他身上,也並非用強力拖他去遭受這樣的事;
for He says these things not laying necessity upon him, nor yet dragging him by force into suffering such things;
1:9361
ἀλλ' ὅπερ οἶδεν, ὡς Θεὸς, πάντως καὶ ἀναμ φιλόγως ἐσόμενον προλέγει τῷ μαθητῇ
而是把祂身為神所知道、必要無疑地、毫無爭議地成就的事,預先告訴這門徒。
but what He knew, as God, would altogether and indisputably come to pass, He foretells to the disciple.
1:9362
Ἐπειδὴ δὲ τὰ τοῖς ἀρχαιοτέροις συμβεβηκότα πρὸς νουθεσίαν τῶν μετ' αὐτοὺς ἀναγέγραπται, φέρε δή τι λέ γωμεν τῶν ἀναγκαίων εἰς ὄνησιν ἐκ τοῦ κεφαλαίου κεκινη μένοι
但既然古人所遭遇的事都是為警戒後人而寫的,那麼來吧,讓我們受這段經文的感動,說些對得益有必要的話。
But since the things that befell those of former times have been written for the admonition of those after them, come now, let us say something of what is needful for profit, being moved thereto by the passage.
1:9363
οὐ γὰρ οἶμαι δεῖν ἐπαγγέλλεσθαί τι προχείρως τῷ. Θεῷ, οὐδὲ κατορθοῦν ὑπισχνεῖσθαι τὸ ὑπὲρ δύναμιν ἔσθ' ὅτε, ὡς κατεξουσιάζοντας τῶν πραγμάτων, καὶ τοῦτό φημι πρὸς τὰ ἐκ τῆς ἀποτυχίας ἐγκλήματα βλέπων·
因為我認為,人不當向神輕率地應許甚麼,也不當有時承諾要成就那超乎自己能力的事,彷彿自己能主宰事情的結局一般——我說這話,是著眼於因失敗而來的責備;
For I do not think that one ought to promise anything rashly to God, nor to undertake to accomplish sometimes what is beyond one's power, as though having authority over the events—and this I say with an eye to the reproaches that come from failure;
1:9364
ἄλλως τε καὶ ὑπεροψίας οὐκ ἀπηλλάχθαι νομίζω τὸ προαλέστερον εἰπεῖν, ὅτι κατορθώσω τόδε τι τυχὸν, τόδε τι
此外我認為,過於冒昧地說「我必成就這事或那事」,並非沒有傲慢的成分。
and moreover I consider that to say too boldly, 'I shall accomplish this or that particular thing,' is not free from arrogance.
1:9365
προθυμίαν μὲν γὰρ τὴν ἀγαθουργόν φημι δεῖν ταῖς τῶν φιλοθέων ἐνεῖναι ψυχαῖς, καὶ τὸ κατορθοῦν ἐθέλειν τὴν ἀρετὴν ἐξ ὅλης ἰσχύος ἐπείγεσθαι, τὴν δὲ ἐπὶ τούτοις ὁδὸν διὰ τῆς ἄνωθεν ἐξαιτεῖν εὐμενείας, οὐχ ὡς ἔχοντα προαλῶς ἐπαγγέλλεσθαι
因為我說,那行善的殷勤理當存在於愛神之人的心中,人也理當竭盡全力去甘心成就美德,但要藉著從上而來的恩慈去尋求達到這些事的道路,不可自恃有能力而放肆地應許。
For I say that the good-working readiness ought to be present in the souls of those who love God, and that one ought to strive with all one's strength to be willing to accomplish virtue, but to seek the way to these things through the good will from above, not to promise presumptuously as though one had the power.
1:9366
ἀψευδῆ γὰρ οὕτω τῷ Θεῷ τὴν ἐφ' ἅπασι τοῖς ἀρίστοις ἐπαγγελίαν τηρήσομεν, ἔξω τε πόδα αἰτίας ἕξομεν, κατὰ τὸν παρ' Ἕλλησι λόγον
因為這樣,我們向神所許關乎一切至善之事的應許就不至有虛謊,並且按照希臘人中間的格言,我們的腳必立於責備之外。
For thus we shall keep our promise to God concerning all the best things free from falsehood, and shall have our foot outside blame, according to the saying among the Greeks.
1:9367
ἔστι δὲ καὶ ἑτέρως ἀγαθὸν τὸ μὴ εὔξασθαί τισιν, εὔξασθαι καὶ μὴ ἀπο δοῦναι
此外,向某些人不許願,比許了願卻不償還,也是另一種美善。
And it is in another way also good not to vow to some, than to vow and not to pay.
1:9368
Μὴ ταρασσέσθω ὑμῶν καρδία
「你們心裡不要憂愁。」
'Let not your heart be troubled.'
1:9369
Εἰς τοῦτο μικροψυχίας κατοιχήσεσθαι τὸν Πέτρον εἰπὼν, ὡς ἀρνήσασθαι τρὶς, καὶ ἐν μιᾷ τοῦτο πείσεσθαι νυκτὶ, τῇ τοῦ πράγματος ὑπερβολῇ μονονουχὶ τὸν ἀκμαιότατον τῶν κινδύνων ὑπέδειξε φόβον
祂既說彼得要墮落到如此膽怯的地步,以致三次不認主,並要在同一夜之間遭遇此事,祂便藉著這件事的過度,幾乎指明了眾危險中最尖銳的懼怕。
Having said that Peter would sink to this depth of small-mindedness, so as to deny three times, and to suffer this in a single night, by the very excess of the matter He all but pointed out the sharpest fear of dangers.
1:9370
ὅθεν ἦν δήπου, καὶ μάλα εἰκότως, τοὺς ἑτέρους παραχρῆμα διαλογίζεσθαι μαθητάς Τίς ἄρα καὶ πόσος, ποῖον ἕξει τὸ μέγεθος, τῶν ἐσομένων φόβος, δυσκαταμάχητος δὲ οὕτως πειρασμὸς, ὡς ἑλεῖν μὲν τὸν προὔχοντα, καταβαλεῖν δὲ οὐχ ἅπαξ, ἀλλ' ἐν ἑνὶ μὲν πολλάκις, καὶ ἐν ὀλίγῳ καιρῷ; τίς οὖν ἄρα ἐν ἡμῖν τὸ ἐν τοῖς ἔτι χείροσι γενέσθαι διαφεύξεται, πῶς ἀνθέξει τις ἕτερος, τοῦ Πέτρου κινουμένου, καὶ τῷ βάρει τῶν συμβεβη κότων ὡς ἐξ ἀνάγκης ὑπείκοντος; μάτην οὖν ἄρα τοὺς ἐπὶ. τῷ χρῆναι κατακολουθεῖν αὐτῷ διηντλήκαμεν πόνους, καὶ εἰς ζημίαν ἱδρώτων ἐκτελευτᾷ τὸ ἐπιχείρημα, καίτοι ζωῆς τῆς παρὰ Θεῷ πρόξενον εἶναι δοκοῦν
因此,其餘的門徒立刻在心裡如此推想,實在也是十分合理的:「那麼將要來的事,其懼怕會是甚麼、多大、何等的規模,而那難以抵抗的試探竟能拿住那為首的、將他擊倒不只一次,而是在一夜之間多次、且在短時間內?那麼我們中間有誰能逃脫陷入更糟的境地呢?彼得既被動搖、彷彿因必然而屈服於所臨之事的重壓,其他人又怎能站立得住呢?那麼我們為必須跟從祂而傾注的辛勞豈不徒然,這番努力竟以血汗的虧損告終,儘管它看似是那與神同在之生命的引介者。」
Whence it was surely, and quite reasonably, that the other disciples straightway reasoned within themselves: 'What then, and how great, or of what magnitude, will be the fear of the things to come, and the temptation so hard to fight against, as to take the foremost one and to cast him down not once, but in one night many times, and in a short time? Who then among us will escape falling into things yet worse? Or how shall any other hold out, when Peter is shaken and yields as by necessity to the weight of what has befallen? In vain then have we drained our labors upon the necessity of following Him, and the undertaking ends in the loss of our sweat, even though it seemed to be the procurer of the life that is with God.'
1:9371
ταῦτά τοι καθ' ἑαυτοὺς διενθυμεῖσθαι τοὺς μαθητὰς τὸ ἀπεικὸς οὐδέν·
門徒在心裡如此推想,並非甚麼不可能的事;
That the disciples reasoned these things within themselves is nothing improbable;
1:9372
ἐπειδὴ δὲ κεκλιμένην αὐτοῖς τὴν διάνοιαν ἐπανορθοῦν ἔδει πάλιν, ἀναγκαῖον ὥσπερ τοῖς ἐντεῦθεν διαλογισμοῖς τε καὶ δεί μασιν ἀντεπάγει τὸ φάρμακον, ὅπλον τε ποιεῖσθαι τὴν ἀτα ραξίαν ἐπιτάττει λέγων Μὴ ταρασσέσθω ὑμῶν καρδία
既然又需要把他們那垂喪下來的心思扶正,祂便彷彿出於必要,用良藥對抗由此而生的推想與恐懼,並吩咐他們以心境的安寧為兵器,說:「你們心裡不要憂愁。」
and since it was again necessary to set upright their mind which had been bent down, He of necessity as it were applies the remedy against the reasonings and terrors arising from that quarter, and commands them to make freedom from disturbance their weapon, saying: 'Let not your heart be troubled.'
1:9373
ὅρα γεμὴν, ὅπως ἐπεσκιασμένως αὐτοῖς τῆς ἐσομένης αὐτοῖς μικροψυχίας ὑπισχνεῖται τὴν ἄφεσιν
但要看祂如何以隱蔽的方式,向他們應許那將臨到他們之膽怯的赦免。
But see how in a veiled manner He promises them forgiveness for the small-mindedness that would be theirs.
1:9374
ἀκατακαλύπτως μὲν γὰρ οὐ φησὶν, ὅτι συγγνώσομαι καὶ ἠσθενηκόσιν, ὅτι συνέσομαι πάλιν οὐδὲν ἧττον ἀρνησαμένοις, πεφευγόσιν, ἵνα μὴ τὸν ἐκ τοῦ γελᾶσθαι φόβον ὁλοτελῶς ἀποστήσας, καὶ τὴν ἐκ τοῦ προσκρούειν ὑπόνοιαν ὁλοτελῶς ἀφελὼν, λεῖον αὐτοῖς ἀπεργάσηται τὸ πλημμέλημα, καὶ παρ' οὐδὲν ποιεῖσθαι διδάξῃ τὴν ἐκ τῆς ἀρνήσεως μέμψιν
因為祂並不公然說「你們軟弱了我也要赦免你們」,或「你們否認或逃跑了我也照樣與你們同在」,免得祂把那因被譏笑而生的懼怕完全除去、把那因得罪祂而生的顧慮完全挪走,反使那過犯在他們看來變得平順,並教他們把否認所引來的責備看為無關緊要。
For He does not say openly that 'I will pardon you even when you have grown weak,' or that 'I will be with you again no less even when you have denied or fled,' lest, by wholly removing the fear that comes from being derided, and by wholly taking away the misgiving that comes from giving offense, He should make the transgression seem smooth to them, and teach them to count as nothing the blame arising from the denial.
1:9375
τὸ δὲ δὴ μὴ χρῆναι ταράττεσθαι λέγων, μέσους αὐτοὺς ἐλπίδος ἐτίθει καὶ δείματος, ἵν' ἠσθενηκόσι μὲν καὶ παθοῦσιν αὐτοῖς τὸ ἀνθρώπινον, τῆς ἡμερότητος ἐλπὶς πρὸς τὸ ἀνασφῆλαι συμμαχῇ·
然而祂藉著說他們不當憂愁,把他們置於盼望與恐懼之間,好叫他們軟弱了、遭遇了屬人之事的時候,那溫柔的盼望能助他們一臂之力、使他們得以復元;
But by saying that they ought not to be troubled, He set them midway between hope and fear, so that, when they had grown weak and suffered what is human, the hope of gentleness might fight on their side toward their recovery;
1:9376
ὀλιγάκις δὲ πταίειν τοῦ προσκρούειν αὐτοὺς ἐπιτρέπῃ φόβος, ἐπείπερ αὐτοῖς οὔπω μετῆν τὸ μὴ δύνασθαι διαπίπτειν ὅλως, οὔπω κατημφιεσμένοις τὴν ἄνωθεν καὶ τὴν ἐξ ὕψους δύναμιν, τουτέστι, τὴν διὰ τοῦ Πνεύματος χάριν
同時,那怕得罪主的懼怕又使他們只偶爾跌倒,因為那全然不能墮落的地步尚不屬於他們,他們還沒有披戴那從上、從高處而來的能力——就是藉聖靈而有的恩典。
while the fear of giving offense might permit them to stumble but seldom, since it did not yet belong to them to be wholly incapable of falling, they not yet having put on the power from above and from on high—that is, the grace through the Spirit.
1:9377
ἐπιτάττει τοιγαροῦν μὴ ταράττεσθαι, ὁμοῦ μὲν διδάσκων, ὅτι περ προσήκοι δὴ πάντως ἀμείνους εἶναι δειλίας τοὺς ἀγωνίζεσθαι μέλλοντας καὶ τοὺς ὑπὲρ τῆς εἰς ἄκρον εὐ κλείας εἰσβήσεσθαι πόνους·
因此祂吩咐他們不要憂愁,同時教導說,那些將要爭戰、將要踏入為至高榮耀而有之勞苦的人,理當全然勝過膽怯;
He commands them, therefore, not to be troubled, at once teaching that those who are about to contend, and to enter upon the labors for the highest renown, ought altogether to be superior to cowardice;
1:9378
μέγα γὰρ εἰς εὐτολμίας ἐφόδιον ἀτάραχος νοῦς·
因為心境不受攪擾乃是勇敢的一大裝備;
for a mind free from disturbance is a great provision for boldness;
1:9379
ὁμοῦ δὲ αὖ πάλιν ἀμυδρότερον μὲν καὶ οὐ σφόδρα διαφανῶς, ὑποσπείρων δ' οὖν ὅμως τῆς ἀφέσεως τὴν ἐλπίδα, καὶ εἰ γένοιτό πως αὐτοῖς τὸ ἐξ ἀνθρωπίνης. μικροψυχίας κατολισθεῖν εἰς δειλίαν
同時祂又更隱約地、不甚清晰地,卻仍然在暗中撒下赦免的盼望,以防他們萬一因屬人的膽怯而滑落至懦弱。
and at the same time again, more dimly and not very clearly, yet nonetheless sowing beneath the hope of forgiveness, in case it should somehow come to pass that they slid down into cowardice out of human small-mindedness.
1:9380
νοῦς γὰρ οὔπω τῇ ἄνωθεν ἱδρυμένος χαρίτι, δειλός τε καὶ εὐανάτρεπτος καὶ εἰς τὸ κλονεῖσθαι ταχύς
因為尚未被從上而來之恩典所堅立的心思,是膽怯的、容易傾覆的、迅速動搖的。
For a mind not yet established by the grace from above is cowardly and easily overturned and quick to be shaken.
1:9381
διά τοι τοῦτο καὶ σοφώτατος Παῦλος ἐπευχόμενός τισιν ἐπιστέλλει Καὶ εἰρήνη τοῦ Χριστοῦ ὑπερέχουσα πάντα νοῦν φρουρήσει τὰς καρ δίας ὑμῶν. τοῦτο γάρ ἐστι τὸ μὴ ταράττεσθαι τὴν καρδίαν
正因如此,至為智慧的保羅在為某些人祈禱時寫信給他們說:「基督那超越一切人所能明白的平安,必保守你們的心。」因為這正是「心不被攪擾」的意思。
For this very reason the most wise Paul, praying for certain people, writes to them: 'And the peace of Christ, which surpasses all understanding, shall guard your hearts.' For this is what it means for the heart not to be troubled.
1:9382
Πιστεύετε εἰς τὸν Θεὸν, καὶ εἰς ἐμὲ πιστεύετε
「你們當信神,也當信我。」
'Believe in God, and believe also in Me.'
1:9383
Ὁπλίτην ἐργάζεται τὸν ἄρτι δειλὸν, καὶ διὰ πραγμάτων ἐκ φόβου τραυμάτων ποιεῖσθαι κελεύει τὸ ἐν πίστει γοργόν
祂使原本膽怯的人成為武裝的戰士,並藉著實際的作為,命令那由創傷之懼所生的膽怯,要化為信心中的勇捷。
He makes the man who is now timid into an armed soldier, and by very deeds He commands that the swiftness which is in faith be forged out of the fear of wounds.
1:9384
ἄῤῥαγές τε καὶ πλατὺ, καὶ τὴν ἐκ τοῦ παθεῖν οἴεσθαί τι τυχὸν ἀποτρέπον δειλίαν, ἄπρακτά τε παντελῶς καὶ ἀνόνητα παντελῶς τοῖς πειράζουσι τὰ τῆς πονηρίας αὐτῶν ἀποτελοῦν βέλη
堅不可破且寬廣,並且驅退那因擔憂或許會因受苦而遭遇什麼所生的膽怯,使那些試探人者的邪惡之箭,對受試者完全無效、毫無用處。
unbroken and broad, and turning aside the cowardice that comes from supposing one might perhaps suffer something through affliction, rendering the darts of their wickedness entirely ineffectual and utterly useless against those who put men to the test.
1:9385
ἔχοντος δὲ οὕτω τοῦ τῆς πίστεως λόγου, πάλιν ἐκεῖνο διασκεπτέον·
既然論到信心的道理是如此,接下來便須再省察另一件事。
Since the word concerning faith stands thus, once more that other point must be examined.
1:9386
διεκελεύσατο γὰρ πιστεύειν αὐτοὺς, οὐκ εἰς μόνον τὸν Θεὸν, ἀλλὰ καὶ εἰς αὐτὸν, οὐχ ὡς ἕτερόν τι παρὰ τὸν ὄντα φύσει Θεὸν ὑπάρχων αὐτὸς, ὅσον εἰς οὐσίας ταυτότητα λέγω, ἀλλ' ὅτι τὸ εἰς Θεὸν πιστεῦσαι, ἔν τε τούτῳ μόνῳ τῷ ῥήματι τὸν τῆς πίστεως οἴεσθαι δεῖν συμπεπερᾶσθαι λόγον, Ἰουδαϊκῆς πως ἐστὶν ὑπονοίας ἴδιον, τὸ δὲ τῇ εἰς Θεὸν πίστει συνεισάγεσθαι. τὸ ὄνομα τοῦ Υἱοῦ, κηρυγμάτων εὐαγγελικῶν ἐπίταγμα φαί νεται
因為祂吩咐他們不僅要信神,也要信祂自己——這並非說祂與那按本性為神者有何不同,我指的是就本質的同一而言,乃是因為單信神、並以為信心之道理只當以這一句話為界限,這在某種意義上是猶太觀念所特有的;而在對神的信心之外一併引入子的名,則顯然是福音宣講的命令。
For He commanded them to believe not in God only, but also in Himself—not as though He were something other than Him who is God by nature, I mean as regards identity of essence, but because to believe in God and to suppose that the account of faith is to be bounded by this word alone is somehow proper to a Jewish notion, whereas to bring in together with faith in God the name of the Son is shown to be a precept of the evangelical proclamations.
1:9387
δεῖ γὰρ πιστεύειν τοὺς οἵ γε φρονοῦσιν ὀρθῶς, εἴς γε Θεὸν Πατέρα, καὶ οὐχ ἁπλῶς εἰς Υἱὸν, ἀλλὰ καὶ ἐνανθρω πήσαντα, καὶ εἰς τὸ Πνεῦμα τὸ Ἅγιον
因為那些思想純正的人,必須信父神,且不僅要信子,更要信那成了肉身的子,並要信聖靈。
For those who think rightly must believe in God the Father, and not simply in the Son, but in Him who also became man, and in the Holy Spirit.
1:9388
μὲν γὰρ ἁγία τε καὶ ὁμοούσιος Τριὰς, καὶ ταῖς τῶν ὀνομάτων διαφοραῖς καὶ τῶν προσώπων ποιότησί τε καὶ ἰδιότησι διαστέλλεται·
因為那神聖而同質的三位一體,既藉名稱的差異,也藉各位格的性質與特性而得以區分。
For the holy and consubstantial Trinity is distinguished both by the differences of the names and by the qualities and properties of the Persons.
1:9389
πατὴρ γάρ ἐστιν Πατὴρ καὶ οὐχ Υἱὸς, καὶ Υἱὸς πάλιν Υἱὸς καὶ οὐ Πατὴρ, καὶ Πνεῦμα τὸ Πνεῦμα τὸ Ἅγιον ἴδιον τῆς θεότητος·
因為父是父而非子,子又是子而非父,聖靈是聖靈,是神性所固有的靈。
For the Father is Father and not Son, and again the Son is Son and not Father, and the Spirit is the Holy Spirit, the proper Spirit of the Godhead.
1:9390
καὶ εἰς τὸν αὐτὸν τῆς οὐσίας ἀνακεφα λαιοῦται λόγον, οὐ τρεῖς ἡμῖν, ἀλλ' ἕνα Θεὸν ἐπιγράφουσα
而祂〔三位一體〕又歸結於同一本質的道理,為我們所題記的,不是三位神,乃是一位神。
and it is summed up in one and the same account of the essence, inscribing for us not three, but one God.
1:9391
πλὴν εὐδιαστόλως φημὶ δεῖν ἡμᾶς ποιεῖσθαι τὴν πίστιν, οὐχ ἁπλῶς λέγοντας Πιστεύομεν εἰς Θεὸν, ἀλλ' ἐξαπλοῦντας τὴν ὁμολογίαν, καὶ ἑκάστῳ προσώπῳ τὸν αὐτὸν τῆς δόξης ἀνατιθέντας λόγον
然而我說,我們當以清晰的分別來作信仰的告白,不僅單說「我們信神」,乃要展開這告白,並將同樣的榮耀之道理歸給每一位格。
Nevertheless I say that we ought to make our confession of faith with clear distinction, not simply saying 'We believe in God,' but unfolding the confession and assigning to each Person the same account of glory.
1:9392
διαφορὰ γὰρ πίστεως οὐδεμία μὲν ἐν ἡμῖν, οὐ γὰρ μείζων μὲν ἐν ἡμῖν πίστις ἐν Πατρὶ, ἐλάττων δὲ ἐν Υἱῷ, καὶ ἐν τῷ Ἁγίῳ Πνεύματι·
因為在我們裡面,信心並無任何差別;我們對父的信心並不更大,對子或對聖靈的信心並不更小。
For there is no difference of faith in us; for our faith is not greater in the Father and less in the Son, or in the Holy Spirit.
1:9393
ἀλλ' εἷς τε καὶ αὐτὸς τῆς ὁμολογίας ὅρος τε καὶ τρόπος, διὰ τριῶν ἐρχό μενος ὀνομάτων ἐν ἴσῳ τῷ μέτρῳ, ἵνα πρὸς ἑνότητα φύσεως καὶ διὰ τούτων ἰοῦσα φαίνηται πάλιν ἁγία Τριὰς, ἀκατη γόρητός τε παντελῶς περὶ αὐτὴν διαλάμπουσα δόξα καὶ ἐν ταῖς ἡμετέραις ὁρῷτο ψυχαῖς εἰς Πατέρα καὶ εἰς Υἱὸν πίστις, καὶ ὅτε γέγονεν ἄνθρωπος, καὶ εἰς τὸ Πνεῦμα τὸ Ἅγιον
乃有同一的告白之界限與方式,以相等的度量貫穿於這三個名之中,好叫那神聖的三位一體,也藉此再顯出祂趨向本性的合一,並且那環繞著祂、全然無可指摘、光輝閃耀的榮耀,也得以在我們的心靈中被看見——就是對父、對子(甚至當祂成了人的時候)、以及對聖靈的信心。
but there is one and the same limit and manner of confession, passing through the three names in equal measure, so that through these too the holy Trinity may again be seen to move toward unity of nature, and the glory shining round about it, altogether beyond reproach, may be beheld in our souls as well—faith in the Father and in the Son, even when He became man, and in the Holy Spirit.
1:9394
καὶ οὐκ ἂν οἶμαι διέλοιτό τις, εἴ γε σωφρονοίη, τοῦ Θεοῦ Λόγου τὸν ἐκ παρθένου ναὸν, ὅσον ἧκεν εἰς τὸ τῆς υἱότητος χρῆμά φημι·
我認為,若人有健全的心智,就斷不會把那從童貞女所生的殿與神的道相分開——至少就子的名分這件事而言。
And I do not think anyone, if he be of sound mind, would separate from God the Word the temple born of the Virgin, at least as regards the matter of sonship, I mean.
1:9395
Εἷς γὰρ Κύριος Ἰησοῦς Χριστὸς, κατὰ τὴν τοῦ Παύλου φωνήν
因為照保羅的話說:「只有一位主,就是耶穌基督。」
For there is 'one Lord Jesus Christ,' according to the utterance of Paul.
1:9396
δὲ διατέμνων εἰς υἱῶν δυάδα τὸν ἕνα καὶ μόνον, ἴστω δὴ πάντως τὴν πίστιν ἀρνού μενος
但那將這獨一無二者割裂成兩位子的人,當確知自己實在是否認了信仰。
But he who cuts the one and only into a pair of sons, let him know full well that he is denying the faith.
1:9397
καὶ γοῦν θεσπέσιος Παῦλος τὸν περὶ τούτων ἄριστά τε καὶ λίαν ὀρθῶς ἐξυφαίνων λόγον, οὐ γυμνὸν εἰς πίστιν εἰσκεκόμικε τὸν Μονογενῆ, ἀλλὰ καὶ ἐν τοῖς καθ' ἡμᾶς γεγονότα, τουτέστιν, ἄνθρωπον ἀποθανόντα τε καὶ. ἐγηγερμένον ἐκ νεκρῶν
誠然,那受神默示的保羅,在編織論及這些事的言論時,既極其精妙又全然純正,他並非把那獨生子赤裸裸地引入我們的信仰,乃是引入那也成為與我們一樣者——就是那死了又從死裡復活的人。
And indeed the divinely-inspired Paul, weaving the discourse concerning these things most excellently and altogether rightly, did not bring in the Only-begotten for our faith stripped bare, but as having also become like us—that is, as a man who died and was raised from the dead.
1:9398
τί γάρ φησιν; Ἐγγύς σου τὸ ῥῆμά ἐστιν, ἐν τῷ στόματί σου καὶ ἐν τῇ καρδίᾳ σου·
因為他怎麼說呢?「這道離你不遠,正在你口裡,在你心裡」
For what does he say? 'The word is near you, in your mouth and in your heart'
1:9399
τουτέστι τὸ ῥῆμα τῆς πίστεως κηρύσσομεν, διότι ἐὰν εἴπῃς ἐν τῷ στόματί σου ὅτι Κύριος Ἰησοῦς, καὶ πιστεύσῃς ἐν τῇ καρδίᾳ σου ὅτι Θεὸς ἤγειρεν αὐτὸν ἐκ νεκρῶν, σωθήσῃ
這就是我們所傳信心的道;因為你若口裡認耶穌為主,心裡信神叫祂從死裡復活,就必得救。
that is, the word of faith which we proclaim; because if you confess with your mouth that Jesus is Lord, and believe in your heart that God raised Him from the dead, you shall be saved.
1:9400
καρδίᾳ γὰρ πιστεύεται εἰς δικαιο σύνην, στόματι δὲ ὁμολογεῖται εἰς σωτηρίαν. εἰ δὲ πιστεύομεν εἰς Υἱὸν, ὡς ἐγηγερμένον, τίς τεθνεὼς, ἵνα καὶ ἀναστῇ; ἀλλ' ἔστι δῆλον, ὅτι τεθνάναι νοεῖται κατὰ τὴν σάρκα
因為人心裡相信就可以稱義,口裡承認就可以得救。但我們若信子是那被復活起來的,那麼死的是誰,以致祂也要復活呢?顯然,祂被理解為是照著肉體而死的。
For with the heart one believes unto righteousness, and with the mouth one confesses unto salvation. But if we believe in the Son as one raised up, who is the one that died, that He might also rise? Yet it is clear that He is understood to have died according to the flesh.
1:9401
κατεκλείσθη γὰρ εἰς θάνατον τὸ ἴδιον αὐτοῦ σῶμα, καὶ ἀνεβίω πάλιν·
因為祂自己的身體被關入死中,而後又復活了。
For His own body was shut up unto death, and lived again.
1:9402
σῶμα γὰρ ἦν τῆς κατὰ φύσιν ζωῆς, ὅλην τοῦ ἐν αὐτῷ κατοικήσαντος καὶ ἀῤῥήτως ἡνωμένου τὴν ἰδιότητα φοροῦν, τουτέστιν, ἐνέργειαν τὴν ζωοποιόν
因為那身體乃是那按本性即是生命者的身體,帶著那住在其中、並與之奧祕地聯合者的全部特性——就是那賜生命的動力。
For it was a body of the life that is by nature, bearing the whole property of Him who dwelt in it and was ineffably united to it—that is, the life-giving energy.
1:9403
ὅταν οὖν τις διέλῃ καὶ, θεὶς ἀνὰ μέρος τήν τε σάρκα καὶ τὸν ἐνοικήσαντα σωματικῶς ἐν αὐτῇ, δύο τολμήσῃ λέγειν υἱοὺς, γινωσκέτω πιστεύειν εἰς μόνην τὴν σάρκα
所以,凡是有人加以割裂,把肉體與那身體地住在其中者分別開來,膽敢說有兩位子的,當知道自己只信了那肉體而已。
Therefore whenever anyone divides and, setting apart severally both the flesh and Him who dwelt bodily in it, dares to speak of two sons, let him know that he believes in the flesh alone.
1:9404
πιστεύειν γὰρ ἡμᾶς αἱ θεῖαι διδάσκουσι γραφαὶ εἰς τὸν σταυρωθέντα τε καὶ ἀποθανόντα, καὶ ἐγηγερμένον ἐκ νεκρῶν, οὐχ ὡς ἕτερον ὄντα παρὰ τὸν ἐν αὐτῇ Θεὸν Λόγον, οὐχ ὅσον εἰς οὐσίας ταυτότητά φημι·
因為神聖的經文教導我們,要信那被釘十字架、死了、又從死裡復活的,並非把祂當作與那在其中的神的道有別——我是說,就本質的同一而言。
For the divine Scriptures teach us to believe in Him who was crucified and died and was raised from the dead, not as being other than the God the Word who is in it—I mean not as regards identity of essence.
1:9405
σῶμα γὰρ τὸ σῶμα, καὶ οὐ Λόγος, εἰ καὶ σῶμα τοῦ Λόγου·
因為身體就是身體,而非道,縱然它是道的身體。
For the body is body, and not Word, even though it be the body of the Word.
1:9406
ἀλλ' ὅσον εἰς τὸ τῆς ἀληθοῦς υἱότητος χρῆμα
乃是就那真實子的名分這件事而言。
but as regards the matter of true sonship.
1:9407
εἰ δέ τῳ δοκοίημεν οὐκ ἄριστα λέγειν, ἐπιδεικνύτω παρελθὼν τὸν ἐκ Θεοῦ τεθνεῶτα Λόγον καθὸ νοεῖται Θεὸς, ὅπερ ἐστὶν ἀδύνατον, μᾶλλον δὲ καὶ μόνον ἐννοῆσαι δυσ σεβές
但我們若在某人看來說得不夠純正,就讓他上前來證明:那出於神的道,就其被理解為神而言,曾經死過——這是不可能的,甚至僅僅這樣設想都是不敬虔的。
But if we seem to anyone not to speak most rightly, let him come forward and demonstrate the Word who is of God as having died in that He is understood to be God—which is impossible, or rather, even merely to conceive of it is impious.
1:9408
Ἐν τῇ οἰκίᾳ τοῦ Πατρός μου μοναὶ πολλαί εἰσιν·
「在我父的家裡有許多住處。」
'In My Father's house are many dwelling places.'
1:9409
εἰ δὲ μὴ, εἶπον ἂν ὑμῖν ὅτι πορεύομαι ἑτοιμάσαι τόπον ὑμῖν·
「若是沒有,我就早已告訴你們了,我去原是為你們預備地方。」
'if it were not so, I would have told you that I go to prepare a place for you.'
1:9410
καὶ ἐὰν πορευθῶ καὶ ἑτοιμάσω τόπον ὑμῖν, πάλιν ἔρχομαι καὶ παρα λήψομαι ὑμᾶς μετ' ἐμαυτοῦ, ἵνα ὅπου εἰμὶ ἐγὼ καὶ ὑμεῖς ἦτε
「我若去為你們預備了地方,就必再來接你們到我那裡去,我在哪裡,叫你們也在那裡。」
'And if I go and prepare a place for you, I will come again and receive you unto Myself, that where I am, there you may be also.'
1:9411
ταράττεσθαι διειπὼν,. πιστεύειν τε μᾶλλον καὶ εἴς τε Πατέρα τὸν Θεὸν, καὶ ἑαυτὸν ἐπιτάξας, καὶ ἀναφανδὸν ἤδη φησὶ μικροψυχοῦντας παρα μυθούμενος, ὡς οὐκ ἔξω μενοῦσι τῆς ὁσίας αὐλῆς, ἀλλ' ἐνοικισθήσονται μὲν ταῖς ἄνω μοναῖς, ἐν δὲ τῇ τῶν πρωτο τόκων ἐκκλησίᾳ τὸν μακραίωνα τρίψουσι βίον, καὶ ἐν ἀτελευτήτοις ἔσονται τοῖς ἀγαθοῖς
祂既吩咐他們不要憂愁,又命令他們寧可信父神並信祂自己,現在便公開地說話,安慰那些灰心的人,說他們必不被留在聖潔的院外,乃要被安置在天上的住處,並要在長子的教會中度過綿長世代的生活,且要處於無窮盡的美善之中。
Having bidden them not to be troubled, and having commanded them rather to believe both in God the Father and in Himself, He now says openly, consoling the fainthearted, that they will not remain outside the sacred court, but will be settled in the dwellings above, and in the church of the firstborn will spend a life of long ages, and will be amid unending good things.
1:9412
πολλὰς γεμὴν εἶναί φησι τὰς μονὰς ἐν τῇ τοῦ Πατρὸς οἰκίᾳ, πολυχώρητόν τινα διδάσκων εἶναι τὸν οὐρανὸν, καὶ προσθήκης οὐδεμιᾶς δεῖσθαι παντελῶς τὴν παρ' αὐτοῦ γενομένην κτίσιν εἰς τὸ δύνασθαι λαβεῖν τοὺς ἀγαπῶντας αὐτόν·
此外祂又說父家裡有許多住處,藉此教導人,天是極能容納的所在,且那由祂所造之物毫不需要任何增添,就足以容納那些愛祂的人。
Moreover He says that there are many dwelling places in the Father's house, teaching that heaven is a place of great capacity, and that the creation made by Him needs no addition whatever in order to be able to receive those who love Him.
1:9413
εἰκὸς δὲ, ὅτι καὶ τὸ διάφορον τῆς τιμῆς, τῷ πολλὰς εἶναι λέγειν τὰς μονὰς, ὑποσημῆναι βούλεται, ἑκάστου τοῦ διαζῆν βουλομένου ἐν ἀρετῇ, τόπον ὥσπερ τινὰ τὸν ἴδιον ἀποληψομένου, καὶ τὴν τοῖς αὐτοῦ πρέπουσαν κατορθώμασι δόξαν
而且很可能,祂說有許多住處,也是要暗示尊榮的差別,因為每一個立志活在德行中的人,都將領受彷彿他自己專屬的地方,以及那與他的善行相稱的榮耀。
And it is likely that by saying there are many dwelling places He also wishes to indicate the difference of honor, since each one who chooses to live in virtue will receive as it were his own proper place, and the glory befitting his achievements.
1:9414
εἰ μὴ πολλαὶ τοιγαροῦν ἦσαν αἱ παρὰ τῷ Θεῷ καὶ Πατρὶ μοναὶ, ταύτης ἂν ἕνεκεν τῆς αἰτίας προαποδημήσειν ἔφη, ὡς δηλονότι προετοιμάσαι τὰ τῶν ἁγίων ἐνδιαιτήματα·
那麼,倘若在神與父那裡的住處並非許多,祂就會為這緣故說祂要先去——就是要預先為聖徒預備住所。
If, then, the dwellings with God and the Father were not many, for this cause He would have said that He was going ahead—namely, in order to prepare beforehand the abodes of the saints.
1:9415
πολλὰς δὲ οὔσας εἰδὼς προη τοιμασμένας ἤδη, καὶ τῶν ἀγαπώντων Θεὸν περιμενούσας τὴν ἄφιξιν, οὐχὶ ταύτης ἕνεκα τῆς αἰτίας ἀποδημήσων, φησὶν, ἀλλὰ τῆς ἀνόδου τῆς πρὸς τὸ ἄνω, νομὴν ὥσπερ τινὰ καὶ τόπον προευτρεπίσων ὑμῖν, καὶ τὸ πάλαι δύσβατον ἐξομαλιῶν
但祂既知道那些住處為數眾多、且已經預備好,正等候著那些愛神之人的到來,就說祂之離去並非為此緣故,乃是要為你們預先預備彷彿一片草場、以及一個往上界攀升的所在,並要修平那自古難行的道路。
But knowing that they are many and already prepared beforehand, awaiting the arrival of those who love God, He says that He departs not for this cause, but in order to prepare beforehand for you a pasture as it were and a place for the ascent to the region above, and to smooth out the way that was of old hard to traverse.
1:9416
ἄβατος γὰρ ἦν ἀνθρώποις παντελῶς οὐρανὸς, καὶ οὐ πεπάτηκε πρότερον πώποτε σὰρξ τὸ καθαρὸν ἐκεῖνο καὶ πάναγνον τῶν ἀγγέλων χωρίον, ἐνεκαίνισε δὲ πρῶτος ἡμῖν τὴν εἰς αὐτὸν ἄνοδον Χριστὸς, καὶ τόπον ἔδωκεν ἀνόδου τῆς εἰς οὐρανὸν τῇ σαρκὶ, ἀπαρχὴν ὥσπερ τινὰ τῶν κεκοιμημένων, καὶ ἐν γῆς χώματι κειμένων, ἑαυτὸν ἀνακαι νίσας τῷ Θεῷ καὶ Πατρὶ, καὶ πρῶτος ἄνθρωπος ὀφθεὶς τοῖς ἐν οὐρανῷ
因為天對於人本是全然不可涉足的,肉體從前也從未曾踐踏過天使那潔淨至聖的境地;然而基督首先為我們開創了升往那裡的通路,並將升入天堂的地位賜給肉體,彷彿把自己作為那些已經睡了、躺臥在地上塵土中之人的初熟果子,重新獻與神與父,並作為第一個人,在天上眾者中間顯現出來。
For heaven was utterly untrodden by men, and flesh had never before at any time trodden that pure and all-holy region of the angels; but Christ first inaugurated for us the ascent to it, and gave to the flesh a place of ascent into heaven, having as it were renewed Himself to God and the Father as a firstfruits of those who have fallen asleep and lie in the dust of the earth, and having been seen as the first man among those in heaven.
1:9417
τοιγάρτοι καὶ τὸ σεπτὸν καὶ μέγα τῆς ἐπιδημίας τῆς μετὰ σαρκὸς μυστήριον οὐκ εἰδότες οἱ κατ' οὐρανὸν ὄντες ἄγγελοι, ἀνιόντα κατετεθήπεσαν, ἐπὶ δὲ τῷ ξένῳ καὶ. ἀήθει πράγματι μονονουχὶ τεθορυβημένοι φασί Τίς οὗτος παραγενόμενος ἐξ Ἐδώμ; τουτέστιν, ἐκ γῆς·
也正因如此,天上的眾天使因不知道那帶著肉體的降臨之尊貴而偉大的奧祕,便在祂升上去時大為驚異,對這奇異而不尋常的事幾乎驚惶失措,說:「這從以東而來的是誰?」——就是說,從地而來的。
For this reason too the angels in heaven, not knowing the august and great mystery of the sojourn in the flesh, were astonished as He ascended, and, all but thrown into confusion at the strange and unwonted event, they say: 'Who is this that comes from Edom?'—that is, from the earth.
1:9418
ἦν γὰρ καὶ ἔστι καὶ ἔσται διὰ παντὸς ἐν Πατρὶ, καὶ ἐν ὀφθαλμοῖς τοῦ ἰδίου γεννήτορος, αὐτὸς γάρ ἐστιν, προσχαίρει διὰ παντός·
因為祂從前是、現今是、將來也要永遠在父裡面,並在祂自己生身之父的眼前;因為祂正是父所時常喜悅的那一位。
For He was and is and shall be forever in the Father, and in the eyes of His own Begetter; for He it is in whom He rejoices continually.
1:9419
ἀνέβη δὲ νῦν ὡς ἄνθρωπος ἀσυνήθως τε καὶ ξένως ἐμφανι σθῆναι πάλαι γυμνὸς ἀνθρωπότητος Λόγος
但如今那從前不具人性的道,卻以人的樣式升上去,要以一種不尋常而奇異的方式顯現出來。
But now He ascended as man, the Word who of old was destitute of manhood, to be made manifest in an unaccustomed and strange manner.
1:9420
δι' ἡμᾶς δὲ τοῦτο καὶ ὑπὲρ ἡμῶν, ἵνα καὶ ὡς ἄνθρωπος εὑρεθεὶς, ὡς Υἱὸς ἐν δυνάμει καὶ μετὰ σαρκὸς ἀκούσας καθόλου Κάθου ἐκ δεξιῶν μου, τῆς υἱοθεσίας τὴν δόξαν ὅλῳ δι' ἑαυτοῦ παραπέμψῃ τῷ γένει·
而這是為了我們、且是代替我們的緣故,好叫祂既也顯為人,又作大有能力的子,帶著肉體普遍地聽見「你坐在我的右邊」,便藉著自己將兒子名分的榮耀傳遞給全人類。
And this was for our sake and on our behalf, that, being found also as man, and as Son in power and with the flesh hearing universally 'Sit at My right hand,' He might transmit through Himself the glory of adoption to the whole race.
1:9421
εἷς γάρ ἐστιν ἐξ ἡμῶν, καθὸ πέφηνεν ἄνθρωπος, ἐκ δεξιῶν τοῦ Θεοῦ καὶ Πατρὸς, εἰ καὶ ὑπὲρ πᾶσάν ἐστιν τὴν κτίσιν, καὶ ὁμοούσιος τῷ ἰδίῳ γεννήτορι, καθὸ πέφηνεν ἐξ αὐτοῦ Θεὸς ἐκ Θεοῦ καὶ φῶς ἐκ φωτὸς κατὰ ἀλήθειαν
因為就祂顯為人而言,祂是我們中間的一位,坐在神與父的右邊;雖然就祂真實地從父發出、如同從神而來的神、從光而來的光而言,祂是超乎一切受造之物,並與祂自己生身之父同質的。
For He is one of us, inasmuch as He appeared as man, at the right hand of God and the Father, even though He is above all creation and consubstantial with His own Begetter, inasmuch as He shone forth from Him as God from God and Light from Light in truth.
1:9422
ἐνεφανίσθη τοίνυν, ὡς ἄνθρωπος ὑπὲρ ἡμῶν τῷ Πατρὶ, ἵνα ἡμᾶς τοὺς ἐκ προσώπου γεγονότας διὰ τὴν ἀρχαίαν παράβασιν, στήσῃ πάλιν ὡς ἐν προσώπῳ τοῦ Πατρός·
所以,祂為我們的緣故,以人的樣式向父顯現,好叫我們這因古時的過犯而從祂面前墮落的人,能再被安置在彷彿是父面前的地位上。
He was made manifest, therefore, as man to the Father on our behalf, that us who through the ancient transgression had fallen away from His presence, He might again set as it were in the presence of the Father.
1:9423
κεκάθικεν, ὡς Υἱὸς, ἵνα καὶ ἡμεῖς ὡς υἱοὶ δι' αὐτοῦ χρηματίσωμεν καὶ τέκνα Θεοῦ
祂既作為子坐下,好叫我們也能藉著祂被稱為神的兒子和兒女。
He has sat down as Son, that we too through Him might be styled as sons and children of God.
1:9424
διάτοι τοῦτο καὶ Παῦλος, τὸν Χριστὸν ἔχειν ἐν ἑαυτῷ λαλοῦντα διατεινόμενος, κοινὰ τῇ φύσει τῇ ἀνθρωπείᾳ τὰ εἰς αὐτὸν ἰδικῶς γεγονότα. διδάσκων φησὶν, ὅτι καὶ συνήγειρεν ἡμᾶς καὶ συνεκάθισεν. ἐν τοῖς ἐπουρανίοις ἐν Χριστῷ. ἴδιον μὲν γὰρ ὡς Υἱῷ κατὰ φύσιν ὑπάρχει Χριστῷ τὸ τῆς συνεδρείας ἀξίωμα, καὶ τὴν τοῦ συγκαθῆσθαι δόξαν αὐτῷ τε πρεπόντως καὶ μόνῳ ἀληθῶς ἀνακεῖσθαι φήσομεν
正因如此,保羅——他極力斷言基督在他裡面說話——教導人說,那些特別針對祂而發生的事,乃是與人性所共有的,便說神「叫我們與基督一同復活,一同坐在天上」。因為那與父同坐寶座的尊嚴,本是屬於按本性為子的基督所固有的,而我們要說,那與祂同坐的榮耀,乃是相稱地、且真實地單獨保留給祂的。
For this very reason Paul also, who strenuously affirms that he has Christ speaking within him, teaching that the things which came to pass specially with respect to Him are common to human nature, says that He 'raised us up together and made us sit together in the heavenly places in Christ.' For the dignity of enthronement together belongs properly to Christ as Son by nature, and we shall say that the glory of sitting together with Him is fittingly and truly reserved to Him alone.
1:9425
παραπέμπει πως καὶ εἰς ἡμᾶς τὴν ἐκ τοῦ ἀξιώματος χάριν
然而祂卻以某種方式,將那從此尊嚴而來的恩典也傳給了我們。
yet He somehow transmits to us also the grace that flows from that dignity.
1:9426
εἰ γὰρ καὶ μὴ αὐτῷ συνεδρεύ σομεν τῷ Πατρί·
因為縱然我們不能與父自己一同坐於寶座——
For even if we shall not sit enthroned together with the Father Himself—
1:9427
πῶς γὰρ τὸ δοῦλον εἰς τὴν ἴσην τῷ δεσπότῃ τιμὴν ἀνίοι ποτέ; ἀλλ' οὖν γε, τὴν ἐπὶ θρόνων κάθισιν τοῖς ἁγίοις ἐπηγγείλατο μαθηταῖς
因為僕人怎能升到與主人同等的尊榮呢?——但即便如此,祂仍向聖潔的門徒應許了坐在寶座上的位分。
for how could the slave ever ascend to honor equal with the master?—yet nevertheless He promised to the holy disciples a sitting upon thrones.
1:9428
Ὅταν γὰρ, φησὶν, υἱὸς τοῦ ἀνθρώπου καθίσῃ ἐπὶ θρόνου δόξης αὐτοῦ, καὶ ὑμεῖς καθίσεσθε ἐπὶ δώδεκα θρόνους κρίνοντες τὰς δώδεκα φυλὰς τοῦ Ἰσραήλ. οὐκοῦν ἀνοιχήσομαι, φησὶν, οὐ μονὰς ὑμῖν ἑτοιμάσων·
因為祂說:「當人子坐在祂榮耀的寶座上,你們也要坐在十二個寶座上,審判以色列十二個支派。」所以祂說,我要上去,並不是要為你們預備住處。
For 'when,' He says, 'the Son of Man shall sit on the throne of His glory, you also shall sit upon twelve thrones, judging the twelve tribes of Israel.' Therefore, He says, I shall go up, not to prepare dwellings for you.
1:9429
εἰσὶ γὰρ ἤδη πολλαὶ, καὶ τὸ ἐπικαινοτομεῖσθαι τῇ κτίσει περιττόν·
因為那些住處已經有許多了,在受造之物上再加創新乃是多餘的;
for they are already many, and to innovate upon the creation is superfluous;
1:9430
προευτρεπίσων δὲ τόπον ὑμῖν τοῦ εἶναι δύνασθαι λοιπὸν ἀναμὶξ τοῖς ἁγίοις ἀγγέλοις τοὺς ὄντας ἐπὶ τῆς γῆς, διὰ τὴν μεσολαβήσασαν ἁμαρτίαν·
乃是要預先為你們預備一個地方,使那些在地上的人從此可以與聖潔的天使混同相處,他們原是因那橫亙其間的罪而與天使隔絕的;
but I shall go up to prepare beforehand a place for you, so that those who are on the earth may henceforth be able to be mingled together with the holy angels, from whom they had been separated on account of the sin that intervened;
1:9431
οὐ γὰρ ἂν ἐμίχθη τοῖς οὕτω βεβήλοις ἁγία τῶν ἄνω πληθύς·
因為天上那聖潔的群眾,本不會與這樣污穢的人相混;
for the holy multitude of those above would not have been mingled with such profane ones;
1:9432
κατορθώσας δὲ τοῦτο, καὶ συνάψας τοῖς ἄνω τὸν κάτω, τόπον δὲ δοὺς ἀνόδου τῆς εἰς τὴν ἄνω πόλιν ὑμῖν, πάλιν ἐπανήξω κατὰ τὸν τῆς παλιγγενεσίας καιρὸν καὶ παρα λήψομαι ὑμᾶς μεθ' ἑαυτοῦ, ἵνα ὅπου εἰμὶ ἐγὼ καὶ ὑμεῖς ἦτε
但我既成就了這事,把在下的與在上的聯合起來,又賜給你們一個升往上城的所在,就要在復興的時候再來,接你們到我這裡,好叫我在哪裡,你們也在那裡。
but having accomplished this, and having joined the lower to the higher, and having given you a place of ascent to the city above, I shall come again at the time of the regeneration and receive you unto Myself, that where I am, there you may be also.
1:9433
καὶ συνεὶς Παῦλος ἐν οἰκείαις ἐπιστολαῖς οὕτω φησί Τοῦτο γὰρ ὑμῖν λέγομεν ἐν λόγῳ Κυρίου, ὅτι ἡμεῖς οἱ ζῶντες οἱ περιλειπόμενοι εἰς τὴν παρουσίαν τοῦ Κυρίου οὐ μὴ φθάσωμεν τοὺς κοιμηθέντας, ὅτι αὐτὸς Κύριος ἐν κελεύσματι, ἐν φωνῇ ἀρχαγγέλου καὶ ἐν σάλπιγγι Θεοῦ καταβήσεται ἀπ' οὐρανοῦ, καὶ οἱ νεκροὶ ἐν Χριστῷ ἀνα στήσονται πρῶτον, ἔπειτα ἡμεῖς οἱ ζῶντες οἱ περιλειπό μενοι ἅμα σὺν αὐτοῖς ἁρπαγησόμεθα ἐν νεφέλαις εἰς. ἀπάντησιν τοῦ Κυρίου εἰς ἀέρα, καὶ οὔπω πάντοτε σὺν Κυρίῳ ἐσόμεθα. Καὶ ὅπου ἐγὼ ὑπάγω οἴδατε, καὶ τὴν ὁδὸν οἴδατε
保羅明白這事,也在他自己的書信中這樣說:「我們照主的話告訴你們一件事,我們這活著還存留到主降臨的人,斷不能在那已睡了的人之先;因為主必親自從天降臨,有呼叫的聲音、天使長的聲音,又有神的號吹響,那在基督裡死了的人必先復活;以後我們這活著還存留的人,必和他們一同被提到雲裡,在空中與主相遇,這樣,我們就要和主永遠同在。」又說:「我往哪裡去,你們知道;那條路你們也知道。」
And Paul too, understanding this, speaks thus in his own epistles: 'For this we say to you by the word of the Lord, that we who are alive and remain unto the coming of the Lord shall by no means precede those who have fallen asleep; for the Lord Himself, with a command, with the voice of an archangel and with the trumpet of God, shall descend from heaven, and the dead in Christ shall rise first; then we who are alive and remain shall together with them be caught up in the clouds to meet the Lord in the air, and so shall we ever be with the Lord.' And 'where I go you know, and the way you know.'
1:9434
Προαποδημήσω μὲν ἔγωγε, φησὶν, ἑτοιμάσων ὑμῖν τῆς ἀνόδου τόπον τῆς εἰς οὐρανούς·
祂說:「我固然要先去,為你們預備那升入諸天的所在。」
'I indeed shall go on ahead,' He says, 'to prepare for you a place of the ascent into the heavens.'
1:9435
ἀλλ' εἰ βούλεσθε, καὶ φίλον ὑμῖν τὸ ἐν ἐκείναις καταλύσαι ταῖς μοναῖς, καὶ περὶ πολλοῦ πεποίησθε τὸ εἰς τὴν ἄνω γενέσθαι πόλιν, καὶ τοῖς ἁγίοις συναυλισθῆναι πνεύμασιν, οἴδατε τὴν ὁδὸν, τουτέστιν, ἐμέ·
「但你們若願意——你們既喜愛住在那些住處中,又極看重能進入上城、並與聖潔的靈同住——你們就知道那條路,那就是我;」
'But if you wish—and it is dear to you to lodge in those dwellings, and you make much of coming to the city above and being encamped together with the holy spirits—you know the way, that is, Me;'
1:9436
δι' ἐμοῦ γὰρ πάντως, καὶ οὐ δι' ἑτέρου τινὸς τὴν οὕτως ἀξιάγαστον ἀποκερδανεῖτε χάριν·
「因為你們得著這樣可羨慕的恩典,全然是藉著我,並非藉著別的甚麼;」
'for it is altogether through Me, and through no other, that you shall win so admirable a grace;'
1:9437
οὐ γὰρ ἕτερος ὑμῖν ἀνοίξει τοὺς οὐρανοὺς, οὐδὲ βατὸν ἀποδείξει ποτὲ τὸ παντελῶς ἀστιβές τε καὶ ἄηθες τοῖς ἀπὸ τῆς γῆς χωρίον, εἰ μὴ μόνος ἐγώ
「因為除了我以外,再沒有別人能為你們開天,也絕不能使那對於地上之人全然不可涉足、不曾行過的境地變為可通行的。」
'for no other will open the heavens to you, nor ever render passable to those who are of the earth that region which is altogether untrodden and unaccustomed, save only I.'
1:9438
διὰ γάρ τοι τοῦτο καὶ προ φήτης Ἱερεμίας ἐν Πνεύματι, ταύτην ἡμᾶς τὴν ὁδὸν ὅτι μάλιστα ζητεῖν παρεκελεύετο, λέγων Στῆτε ἐπὶ ταῖς ὁδοῖς καὶ ἐρωτήσατε τρίβους Κυρίου αἰωνίους, καὶ ἴδετε ποία ἐστὶν ὁδὸς ἀγαθὴ, καὶ βαδίζετε ἐν αὐτῇ, καὶ εὑρήσετε ἁγνισμὸν ταῖς ψυχαῖς ὑμῶν. ὁδοὶ μὲν γὰρ Κυρίου καὶ τρίβοι, κατὰ τὸν προφήτην, τὰ σωτήρια τῶν ἁγίων προ φητῶν συγγράμματα·
也正因如此,先知耶利米在聖靈裡切切勸勉我們要尋求這條道路,說:「你們當站在路上察看,訪問主永古的路徑,看哪條是善道,便行在其間,你們心裡就必得安寧潔淨。」因為照先知所言,主的路和路徑,就是眾聖先知那帶來拯救的著作;
For this reason too the prophet Jeremiah in the Spirit exhorted us especially to seek this way, saying: 'Stand upon the ways, and ask for the eternal paths of the Lord, and see which is the good way, and walk in it, and you shall find purification for your souls.' For the ways of the Lord and the paths, according to the prophet, are the saving writings of the holy prophets;
1:9439
ἀλλ' εἴ τις αὐτοῖς τὸν νοῦν ἐπιστή σειε, τὴν ὁδὸν εὑρήσει τὴν ἀγαθὴν, τουτέστι Χριστὸν, δι' οὗ καὶ τέλειος ἁγνισμὸς ταῖς ἡμετέραις ψυχαῖς ἐγγίνεται·
但人若把心思專注於這些著作,就必尋見那善道,就是基督,也藉著祂,那完全的潔淨便得以在我們的心靈中生成;
but if anyone fixes his mind upon them, he will find the good way, that is, Christ, through whom also the perfect purification comes to be in our souls;
1:9440
δικαιούμεθα γὰρ διὰ τῆς πίστεως, καὶ θείας ἀναδεικνύμεθα φύσεως κοινωνοὶ τῇ μεθέξει τοῦ Ἁγίου Πνεύματος
因為我們是藉信稱義,並藉著在聖靈裡的有分,被顯明為與神的性情有分的人。
for we are justified through faith, and are shown forth as partakers of the divine nature by the participation of the Holy Spirit.
1:9441
ἀλλὰ καὶ αὐτὸς μεγαλοφωνότατος προφήτης Ἡσαΐας οὕτως ἡμῖν τὸν Χριστὸν διεκήρυττε λέγων Ἔσται ἐκεῖ ὁδὸς καθαρὰ, καὶ ὁδὸς ἁγία κληθήσεται· ἐκεῖ δέ που φησὶν, ἐν τοῖς χρόνοις δηλονότι τῆς μετὰ σαρκὸς οἰκονομίας τοῦ Μονογενοῦς·
而那聲音至為宏亮的先知以賽亞自己,也照樣這樣向我們宣揚基督,說:「在那裡必有一條潔淨的道路,稱為聖路。」他所說的「在那裡」,顯然是指獨生子帶著肉體施行救贖經綸的那個時候;
But that most great-voiced prophet Isaiah himself likewise proclaimed Christ to us thus, saying: 'There shall be there a pure way, and it shall be called a holy way.' And by 'there' he means, evidently, in the times of the Only-begotten's dispensation in the flesh;
1:9442
ὁδὸς γὰρ ἡμῖν γέγονε καθαρὰ καὶ ἁγία, δι' ἧς. οἱ βαδίζοντες, τὴν λαμπρὰν τῶν ἁγίων καλλίπολιν καὶ τὴν ἐλευθέραν Ἱερουσαλὴμ ἐν τοῖς ὡρισμένοις ὄψονται χρόνοις
因為有一條潔淨而聖潔的道路已為我們而成,凡行在其上的人,必在所定的日期得見聖徒那輝煌華美的城,以及那自由的耶路撒冷。
for a pure and holy way has come to be for us, through which those who walk shall behold in the appointed times the resplendent fair city of the saints and the free Jerusalem.
1:9443
καὶ αὐτὸς δὲ πάλιν θεσπέσιος ἡμῖν μελῳδὸς, ὡς πρὸς Θεὸν Πατέρα φησί Νομοθέτησόν με, Κύριε, ἐν τῇ ὁδῷ σου. ἐπιθυμεῖ γὰρ τοῖς διὰ Χριστοῦ παιδεύεσθαι νόμοις, οὐκ ἀγνόησας τις ὅτι καὶ πρὸς τὴν ἄνω βαδιεῖται πόλιν, διὰ τῆς εὐαγγελικῆς παιδεύσεως, κατευθὺ παντὸς ἐρχόμενος ἀγαθοῦ
那受神默示的詩人自己也再次對我們說,彷彿是對父神說:「耶和華啊,求你將你的道指教我。」因為他渴望在那藉基督而有的律法中受訓練,深知自己也必藉著福音的教訓走向上城,一直朝著一切美善而行。
And again that divinely-inspired psalmist himself says to us, as unto God the Father: 'Instruct me, O Lord, in Your way.' For he desires to be trained in the laws that are through Christ, not being ignorant that he too will journey to the city above, through the evangelical training, coming straight toward every good thing.
1:9444
καὶ παρενεγκεῖν μὲν οὐ χαλεπὸν καὶ ἑτέρας ἔτι πολλὰς ἐκ προφητῶν μαρτυρίας, δι' ὧν ἂν εἰδείημεν ὁδὸν τὴν ἁγίαν ἀποκεκλημένον τὸν Ἰησοῦν, ἀλλ' οὐδὲν οἶμαι τὸ ἀναγκαῖον τοῖς οὕτω σαφῶς ἐγκειμένοις εἰς ὄνησιν ἐπαγωνί ζεσθαι σφόδρα
要從眾先知那裡再引來許多別的見證,藉以使我們知道耶穌被稱為聖路,這並不困難;但我認為,對於這些如此明白地擺在眼前、有益於我們的事,實在毫無必要竭力多加爭辯。
And it would not be difficult to adduce yet many other testimonies from the prophets, by which we might know that Jesus is called the holy way; but I think it in no way necessary to strive hard over things that so plainly lie at hand for our profit.
1:9445
ἴστε τοίνυν τὴν ὁδὸν, δι' ἧς ἂν ἴοιτε, φησὶ, καὶ αὐτοὶ πρὸς τὰς ἄνω μονὰς, ἤδη τοῦτο παραδηλῶν, καὶ ἕτερον οὐδὲν, ὅτι πολλὰ μὲν λίαν καὶ εὐπρεπῆ τὰ παρὰ Θεῷ καὶ Πατρὶ καταλύματα, καὶ τόπον ὑμῖν παῤῥησίας τοῦ καὶ ἐν ἐκείνοις γενέσθαι τοῖς χωρίοις ἑτοιμάσων προαναβή σομαι
祂說:「所以你們知道那條路,就是你們自己也可以藉以前往上界住處的路,」祂藉此所暗示的,無非就是這件事,就是:在神與父那裡的住所,實在既眾多又極其華美,而我要先上去,為你們預備一個坦然無懼的地位,好叫你們也能置身於那些境地之中。
'You know, therefore, the way,' He says, 'by which you also may yourselves go to the dwellings above,' hereby already intimating this and nothing else, namely, that many indeed and very beautiful are the lodgings with God and the Father, and I shall go up beforehand to prepare for you a place of confidence for being also in those regions.
1:9446
ἄν τις δι' ἑτέρου τινὸς τὸ ἐκεῖσε γενέσθαι λάβοι, πλὴν δι' ἐμοῦ καὶ μόνου
有誰能藉著我以外的任何別的途徑而得以到那裡去,唯獨藉著我呢?
Would anyone attain to being there through any other than through Me and Me alone?
1:9447
οὐκοῦν εἴ τις ἐκπέσοι τοῦ ἀγαπᾶσθαι παρὰ Χριστοῦ, βεβήλοις κενοφω νίαις καὶ ἀλλοκότων ῥημάτων ἀκαθαρσίαις προσέχων συκο φαντεῖν ἑλομένων, τὴν ἄῤῥητον αὐτοῦ καὶ ἀπερινόητον φύσιν ὡς ἐν δούλοις κατατάττει, καὶ τοῖς γενομένοις καταριθμεῖ τὸν ἐλεύθερον καὶ ἐκ τῆς οὐσίας τοῦ Πατρός γε γεννηθέντα Λόγον, ἤγουν καθ' ἕτερόν τινα λυπήσειε τρόπον, γινωσκέτω λοιπὸν τῆς πρὸς τὸ ἄνω πορείας τὴν ὁδὸν ἀπολέσας, καὶ πεπλανημένος μὲν τοῦ ἰδίου γεωργίου τοὺς ἄξονας, κατὰ τὸ εἰρημένον ὑπό τινος, ὑφέξων δὲ πάντως τὴν τοῖς κάτω μένουσι πρέπουσαν δίκην
所以,若有人從基督的愛中墮落,或者留意那褻瀆的虛妄空談、以及那些甘願毀謗之人所出的怪異言語之污穢,把祂那不可言喻、不可測度的本性列於僕役之間,並把那自由的、從父的本質所生的道算在受造之物中,或以任何別的方式使祂憂傷,這人就當從此知道,他已喪失了那通往上界之旅程的道路,並照某人所說,已偏離了自己田地的犁溝,且必然要受那與滯留下界者相稱的刑罰。
Therefore if anyone should fall away from being loved by Christ, or, giving heed to profane empty babblings and to the impurities of strange words spoken by those who have chosen to slander, ranks His ineffable and incomprehensible nature as among servants, and numbers among created things the free Word who was begotten of the essence of the Father, or should grieve Him in any other way whatever, let him know henceforth that he has lost the way of the journey to the region above, and has wandered from the furrows of his own field, according to the saying of a certain one, and shall assuredly undergo the penalty befitting those who remain below.
1:9448
διὰ τοῦτο καὶ σοφώτατος Παῦλος τοὺς ἀρνησαμένους ἐκ φρενοβλαβείας τὸ ἐν Χριστῷ πολιτεύεσθαι, παλινδρομοῦντας δὲ πρὸς τὰς ἐκ νόμου σκιὰς,. ἀπηλλοτριῶσθαί φησιν ἀπὸ Χριστοῦ καὶ τῆς χάριτος ἐκ πεσεῖν, διὰ τοῦ δικαιοῦσθαι φιλεῖν ἐκ νόμου
也正因如此,至為智慧的保羅說,那些出於心智錯亂而否認要在基督裡度其國民生活、反倒又跑回律法之影兒去的人,乃是與基督隔絕、從恩典中墜落了,因他們喜愛靠律法稱義。
For this reason too the most wise Paul says that those who out of derangement of mind have denied to conduct their citizenship in Christ, and run back again to the shadows of the law, are estranged from Christ and have fallen from grace, through their love of being justified by the law.
1:9449
ὅνπερ γὰρ τρόπον τῆς τετριμμένης τε καὶ εὐθείας ἐκπίπτων ὁδοῦ, τὰ ἐκ τοῦ πλανᾶσθαι πάντως ὑποστήσεται βλάβη·
因為正如那從走熟了的、筆直的道路跌出去的人,必然要蒙受那因迷失所生的損害,
For just as he who falls out of the well-worn and straight road will altogether incur the harm that comes from going astray,
1:9450
οὕτως, οἶμαι, καὶ οὐχ ἑτέρως οἱ τὴν ἐν Χριστῷ δικαιοσύνην παρω σάμενοι, καὶ τῆς εὐαγγελικῆς πολιτείας τὴν παίδευσιν ἐν τῷ μηδενὶ τεθεικότες, τὴν ἄνω πόλιν οὐκ ὄψονται, ἀλλ' οὐδὲ τοῖς ἁγίοις συνδιαιτήσονται
照樣,我認為,也絕不會有別樣:那些把在基督裡的義推開、並把福音國民生活的訓練視為虛無的人,必不得見那上城,也絕不能與聖徒一同居住。
so, I think, and not otherwise, those who have thrust aside the righteousness that is in Christ, and have reckoned as nothing the training of the evangelical citizenship, shall not see the city above, nor yet shall they dwell together with the saints.
1:9451
ὁδὸς γὰρ πρὸς τοῦτο κομί ζουσα, μόνος ἐστὶν Χριστός
因為引往這目標的道路,唯獨是基督。
For the way that leads to this is Christ alone.
1:9452
Λέγει αὐτῷ Θωμᾶς Οὐκ οἴδαμεν ποῦ ὑπάγεις, καὶ πῶς οἴδαμεν τὴν ὁδόν; λέγει αὐτῷ Ἰησοῦς Ἐγώ εἰμι ὁδὸς καὶ ἀλήθεια καὶ ζωή·
多馬對祂說:「我們不知道你往哪裡去,怎麼知道那條路呢?」耶穌對他說:「我就是道路、真理、生命。」
Thomas says to Him: 'We know not where You go, and how can we know the way?' Jesus says to him: 'I am the way, and the truth, and the life.'
1:9453
οὐδεὶς ἔρχεται πρὸς τὸν Πατέρα, εἰ μὴ δι' ἐμοῦ
若不藉著我,沒有人能到父那裡去。
No one comes to the Father except through Me.
1:9454
Οὔπω διαῤῥήδην εἰπεῖν ἐθελήσαντι τῷ Χριστῷ τοῖς ἑαυτοῦ μαθηταῖς, ὅτι βαδιεῖται πρὸς τὴν ἄνω, καὶ ἀποδη μήσει πρὸς τὸν Πατέρα, αἰνιγματωδῶς γεμὴν ἔτι καὶ διὰ πολλῶν ἐμφάσεων τὸ πρᾶγμα σημαίνοντι, προσεκόμισε τὴν πεῦσιν μαθητής·
當基督尚不願明明地對自己的門徒說,祂將要往上升,並要離世到父那裡去,反倒仍以隱晦的方式、藉著許多暗示來表明這事的時候,那門徒便提出他的詢問;
When Christ was as yet unwilling to say to His own disciples in plain terms that He would go up on high and depart to the Father, but was still signifying the matter enigmatically and through many intimations, the disciple brought forward his question;
← 上一段下一段 →
1