📜 Verbum · 聖言
原文誦讀聖經與教父文獻
♥ 贊助

← 回書卷目次 · 希臘教父 › 路加福音註釋

路加福音註釋 第 1 章 第 2/2 段

希臘文原文.158 節.部分字詞可點開查義.本章太長已分段,此段為 1:215–1:372(全章共 372 節)

← 上一段
ℹ️ 本語料沒有逐節的詞法標註。原形主要取自同語言其他書卷的逐詞標註(不是這一節的標註),少數查不到的才回頭依字形比對詞典。同形的罕見字仍可能判錯,需要精確判斷時請覆核原文與專門詞典。
ℹ️ 中英對照為本站自譯,直接譯自本頁的原文(非和合本/WEB —— 那兩者譯自馬所拉文本,與本頁底本不同)。
1:215
ἵνα τοίνυν μάθοιεν ὅτι τὸ θεῖον ἱερουργοῦντες κήρυγμα μεστοὶ μᾶλλον ὀφείλουσιν εἶναι ἀνεξικακίας καὶ ἡμερότητος, οὐκ ἀμυντικοὶ καὶ ὀργίλοι καὶ τοῖς πλημμελοῦσιν εἰς αὐτοὺς ἐπιπηδῶντες ἀγρίως, διὰ τῆς ἐπιτι μίας ταύτης ἐδιδάσκοντο
因此,為要使他們明白,那些施行神聖宣講的人反倒應當充滿忍耐與溫和,而非報復、易怒,也不可對那些冒犯自己的人凶暴地撲上去,他們便藉著這一責備受了教導。
Therefore, that they might learn that those who minister the divine proclamation ought rather to be full of forbearance and gentleness, not vengeful and irascible nor savagely leaping upon those who trespass against them, they were taught this through this very rebuke.
1:216
ὅτι δὲ ἀνεξίκακοι γεγόνασιν οἱ τῶν θείων κηρυγμάτων ἱερουργοί, διδάξει λέγων ὁ Παῦλος·
至於神聖宣講的執事們確已成為忍耐的人,保羅將要如此教導說:
That the ministers of the divine proclamations have indeed become forbearing, Paul will teach, saying:
1:217
λοιδορούμενοι εὐλογοῦμεν, βλασφημούμενοι παρακαλοῦμεν ὡς περικαθάρματα τοῦ κόσμου ἐγενήθημεν, πάντων περίψημα ἕως ἄρτι
「被人辱罵,我們就祝福;被人譭謗,我們就勸解;直到如今,我們成了世界上的污穢,萬物中的渣滓。」
Being reviled, we bless; being defamed, we entreat; we have become as the refuse of the world, the offscouring of all things until now.
1:218
φ Τὸ μὲν τῶν ἄνωθεν καὶ παρὰ θεοῦ χαρισμάτων ἐρᾶν ἀξιόκτητον ἀληθῶς καὶ τοῦ παντὸς ἂν γένοιτο πρόξενον ἀγαθοῦ
渴慕那從上頭、從神而來的恩賜,實在是值得追求的事,並且要成為一切美善的媒介。
To long for the gifts that come from above and from God is a thing truly worth acquiring, and would prove to be the procurer of every good.
1:219
δίδωσί γε μὴν καίτοι πλουσιόδωρος ὢν ὁ πάντων δεσπότης οὐχ ἁπλῶς ἅπασι καὶ ἀδιακρίτως, ἐκείνοις δὲ μᾶλλον οἵπερ ἂν εἶεν ἄξιοι τοῦ λαβεῖν
然而,萬有的主雖然賞賜豐厚,卻不是單單毫無分別地賜給眾人,乃是賜給那些配得領受的人。
Yet the Lord of all, though rich in gifts, does not bestow them simply upon all indiscriminately, but rather upon those who would be worthy to receive.
1:220
εἰ τοίνυν βούλοιτό τις τῶν τοιούτων ἀξιωθῆναι γερῶν, ἀπαλλαττέτω τὴν ἑαυτοῦ ψυχὴν τῶν εἰς φαυλότητα ῥύπων τε καὶ αἰτιαμάτων·
那麼,若有人願意配得這樣的賞賜,就當潔淨自己的靈魂,除去那些引向卑劣的污穢與可責之事;
If, then, anyone wishes to be deemed worthy of such rewards, let him rid his own soul of the defilements and blameworthy things that lead to baseness;
1:221
γνώμης δὲ οὐχ οὕτως ἔχων ἀποχωρείτω μακράν
但那存心並非如此的人,就當遠遠地離去。
but the one who is not so minded, let him depart far off.
1:222
καὶ τοῦτο ἡμᾶς ἡ τῶν προκειμένων εὐαγγελικῶν ῥημάτων διδάξει δύναμις
這事,擺在我們面前的福音之言的能力必要教導我們。
And this the power of the evangelical words set before us will teach us.
1:223
προσῄει μὲν γάρ τις λέγων τῷ πάντων ἡμῶν σωτῆρι Χριστῷ·
因為有一個人前來,對我們眾人的救主基督說:
For someone approached, saying to Christ the Saviour of us all:
1:224
ὃ δὲ τὸν ἄνθρωπον οὐ προσίετο τὰς μὲν ἀλώπεκας φωλεοὺς ἔχειν εἰπών, ἑαυτὸν δὲ μὴ ἔχειν ποῦ κλίνῃ τὴν κεφαλήν
但祂卻不接納那人,說狐狸有洞,人子卻沒有枕頭的地方。
But He would not admit the man, saying that the foxes have holes, but that He Himself has nowhere to lay His head.
1:225
πῶς οὖν ἀποπέμπεται τὸν εἰς τοῦτο παρωρμημένον, εἴπερ πρόξενόν ἐστι παντὸς ἀγαθοῦ τὸ ἀκολουθεῖν αὐτῷ; ἔφη γὰρ ὅτι ὁ ἀκολουθῶν αὐτῷ οὐ μὴ περιπατήσῃ ἐν τῇ σκοτίᾳ, ἀλλ' ἕξει τὸ φῶς τῆς ζωῆς
既然跟從祂是一切美善的媒介,那麼祂為何打發走這位對此熱切的人呢?因為祂曾說:跟從祂的,就不在黑暗裏行走,必要得著生命的光。
How, then, does He send away one who was eager for this, if indeed following Him is the procurer of every good? For He said that the one who follows Him shall not walk in darkness, but shall have the light of life.
1:226
τί οὖν πρὸς ταῦτά φαμεν; οὐχ οὗτος ἦν ὁ σκοπὸς ἐκείνῳ
那麼,對於這些事我們要怎麼說呢?那人的目的並非在此。
What, then, do we say to these things? This was not that man's aim.
1:227
καὶ τοῦτό ἐστιν ἰδεῖν τοῖς ἀκριβῶς προσέχουσιν ὅτι πρῶτον μὲν πολὺ τὸ ἀπαίδευτον ἡ πρόσοδος ἔχει, εἶτα ὅτι τῆς ἐσχάτης ἀναισχυντίας ἐστὶ μεστή·
凡留心細察的人都能看出:首先,他的來意帶有許多無知,其次,這來意充滿了極度的無恥;
And this it is possible to see, for those who attend accurately, that first the approach has much that is undisciplined, and then that it is full of the utmost shamelessness;
1:228
οὐ γὰρ τὸ ἁπλῶς ἀκολουθεῖν ἐζήτει Χριστῷ καθὰ καὶ ἕτεροι τῶν ἐκ πληθύος Ἰουδαϊκῆς πολλοί, ἐπεπήδα δὲ μᾶλλον τοῖς ἀποστολικοῖς ἀξιώμασι καὶ ταύτην ἔχειν ἐζήτει τὴν ἀκολούθησιν καὶ αὐτόκλητος ἦν εἰς τοῦτο καίτοι γράφοντος τοῦ μακαρίου Παύλου ὅτι Οὐχ ἑαυτῷ τις λαμβάνει τὴν τιμήν, ἀλλὰ καλούμενος ὑπὸ τοῦ θεοῦ, καθὼς καὶ Ἀαρὼν καὶ οἱ θεσπέσιοι μαθηταί
因為他並非像猶太群眾中許多其他人那樣,只是單純地尋求跟從基督,乃是撲向使徒的尊位,尋求擁有這種跟隨,並且是自薦到此地步的;儘管蒙福的保羅寫道:這尊榮沒有人自取,惟要蒙神所召,像亞倫和那些奇妙的門徒一樣。
For he did not seek simply to follow Christ, as also many others of the Jewish multitude did, but rather he leapt upon the apostolic dignities and sought to possess this following, and was self-invited to it, even though the blessed Paul writes that no one takes the honour to himself, but only when called by God, as also was Aaron and the divinely-inspired disciples.
1:229
καὶ καθ' ἕτερον δὲ τρόπον δικαίως αὐτὸν ἀπόπεμπτον ἐποιήσατο·
祂又以另一種方式,公正地使他成為當被打發走的人;
And in yet another way He justly made him one to be sent away;
1:230
ἀποθανεῖν τῷ κόσμῳ ἤγουν ἀποτάξασθαι τοῖς ματαίοις τοῦ παρόντος βίου περισπασμοῖς·
就是向世界死,也就是棄絕今生虛妄的牽累;
to die to the world, that is, to renounce the vain distractions of the present life;
1:231
ἡ γὰρ φιλία τοῦ κόσμου ἔχθρα τοῦ θεοῦ ἐστι
因為與世俗為友,就是與神為敵。
for the friendship of the world is enmity with God.
1:232
τοιοῦτον ὄντα τὸν ἄνθρωπον ἐλέγχει πλαγίως οὐκ ὀνειδίζων μᾶλλον, ἀλλ' ἐπανορθῶν, ἵνα ἑαυτοῦ γένηται βελτίων
那人既是如此,祂便婉轉地責備他,與其說是斥責,不如說是矯正,好叫他變得比先前的自己更好。
The man being such, He reproves obliquely, not so much reproaching as correcting him, that he might become better than himself.
1:233
Αἱ ἀλώπεκες φωλεοὺς ἔχουσι καὶ τὰ ἑξῆς
「狐狸有洞」,以及下文所述。
The foxes have holes, and so forth.
1:234
Καὶ ἡ μὲν ἁπλουστέρα καὶ πρόχειρος τῶν εἰρημένων διάνοια τοιαύτη τίς ἐστιν ὅτι Καὶ τὰ θηρία καὶ τὰ πετεινὰ καταδύσεις ἔχουσι καὶ καταλύματα, ἐγὼ δὲ τὰς παρὰ πολλῶν ὀχλήσεις οὔπω δύναμαι διαφυγεῖν·
這些話較為簡單而顯明的含意大致如此:野獸和飛鳥都有牠們的巢穴與棲所,我卻尚不能逃脫從許多人而來的攪擾;
Now the simpler and more obvious sense of what has been said is something like this: that both the beasts and the birds have their lairs and lodgings, but I am not yet able to escape the troublings that come from many;
1:235
οὐ γὰρ ἔχω ποῦ καταλύσω καὶ ἀναπαύσομαι καὶ ἀνακλίνω τὴν κεφαλήν
因為我沒有地方可以安歇、休息、枕首。
for I have nowhere to lodge and rest and lay down my head.
1:236
ἥ γε μὴν ἔσω κεκρυμμένη τε δήλωσις διὰ βαθυτέρων ἐννοιῶν ἔρχεται
然而那隱藏於內的意義,則是藉著更深的思想而顯明。
But the meaning hidden within comes through deeper thoughts.
1:237
ἔοικε γὰρ ἀλωπεκάς τε καὶ οὐρανοῦ πετεινὰ τὰς πονηράς τε καὶ πανούργους καὶ ἀντικειμένας δυνάμεις καλεῖν ἤτοι τὰς τῶν δαιμόνων ἀγέλας·
因為祂似乎以狐狸和天空的飛鳥來稱那些邪惡、狡詐、與神為敵的權勢,也就是群群的鬼魔;
For it seems that by foxes and birds of heaven He calls the wicked and crafty and adverse powers, that is, the herds of demons;
1:238
κέκληνται γὰρ οὕτω πλεισταχοῦ παρὰ τῆς θεοπνεύστου γραφῆς
因為在受神默示的聖經中,牠們多處被如此稱呼。
for they are so called in many places by the God-inspired Scripture.
1:239
ὁ μὲν γὰρ μακάριος ψαλμῳδὸς ἔφη περί τινων·
因為那蒙福的詩人論到某些人說:
For the blessed psalmist said concerning certain ones:
1:240
ἐν δὲ τῷ ᾄσματι τῶν ᾀσμάτων γέγραπται·
並且在雅歌中記著說:
And in the Song of Songs it is written:
1:241
Πιάσατε ἡμῖν ἀλώπεκας μικροὺς ἀφανίζοντας ἀμπελῶνας ὡς τῶν μεγάλων δηλαδὴ διαπεφευγότων
「為我們擒拿那毀壞葡萄園的小狐狸」——顯然是因為那些大的已經逃脫了。
Catch us the little foxes that spoil the vineyards—for the great ones, evidently, had escaped.
1:242
καὶ αὐτὸς δέ που Χριστὸς περὶ Ἡρώδου φησίν·
並且基督自己在某處論到希律說:
And Christ Himself somewhere says concerning Herod:
1:243
ἔφη δέ που καὶ περὶ τῶν καταβληθέντων ἐν τῇ γῇ σπερμάτων ὅτι Ἦλθον τὰ πετεινὰ τοῦ οὐρανοῦ καὶ κατέφαγον αὐτά
祂在某處也論到那撒在地裏的種子說:天空的飛鳥來吃盡了它們。
And He said somewhere also concerning the seeds cast into the ground, that the birds of heaven came and devoured them.
1:244
καὶ οὐκ ἤδη που φαμὲν περὶ πτηνῶν αἰσθητῶν καὶ ὁρατῶν ταῦτα λέγειν αὐτόν, περὶ πνευμάτων δὲ μᾶλλον ἀκαθάρτων καὶ πονηρῶν
我們並不認為祂是論到那可感可見的飛鳥說這些話,乃是論到污穢惡毒的靈。
And we do not say that He is speaking these things concerning perceptible and visible birds, but rather concerning unclean and wicked spirits.
1:245
ὅταν τοίνυν ἀλώπεκές τε καὶ πετεινὰ φωλεούς τε καὶ καταλύσεις ἔχωσιν ἐν ἡμῖν, πῶς ἔλθῃ Χριστός; ποῦ δὲ ἀναπαύσεται; τίς κοινωνία φωτὶ πρὸς σκότος; καταλύει μὲν γὰρ ἐν τοῖς ἀγαπῶσιν αὐτόν, παραιτεῖται δὲ τὸν βέβηλον
所以,當狐狸和飛鳥在我們裏面有牠們的洞穴與棲所時,基督怎能進來?祂又在哪裏安歇?光與暗有甚麼相通呢?因為祂在愛祂的人中間留宿,卻躲避那褻慢的人。
When, therefore, foxes and birds have their holes and lodgings within us, how shall Christ come? And where shall He rest? What fellowship has light with darkness? For He lodges among those who love Him, but shuns the profane.
1:246
φ Ἕτερος δὲ οὐκ αὐτόμολος κατὰ τοῦτον ἔρχεται μαθητὴς οὐδὲ θρασὺς εἰς ἐπαγγελίας τὰς ἐπί γε τοιούτῳ πράγματι, κέκληται δὲ μᾶλλον παρὰ Χριστοῦ πρὸς ἀποστολὴν οὐκ ἀνεπιτηδείως ἔχων πρὸς τοῦτο·
但另有一人前來,他並非像前一個那樣自行投效的門徒,也不在這樣的事上冒失許諾,乃是蒙基督呼召去作使徒的人,對此並非不適任;
But another comes, not a deserter following of his own accord like this one, nor rash in his promises regarding such a matter, but rather one called by Christ to apostleship, being not unsuited for this;
1:247
πλὴν οὔπω σαφῶς ἠπίστατο, τίνα τρόπον ἁρμόσασθαι χρὴ τῷ τοιῷδε πράγματι
只是他還不清楚明白,人當以何種方式使自己適應這樣的事。
except that he did not yet clearly understand in what manner one must adapt oneself to such a matter.
1:248
ἦν μὲν γὰρ ἴσως αὐτῷ πατὴρ τῷ γήρᾳ κατηχθισμένος, ἐδόκει δὲ λίαν εὐσεβεῖν τὴν ὀφειλομένην αὐτῷ φειδῶ καὶ ἀγάπην τηρεῖν προθυμούμενος
因為他或許有一位被年邁壓垮的父親,而他顯得極為虔敬,切望守住那應盡於父親的體恤與愛。
For perhaps he had a father worn down with old age, and he seemed exceedingly pious, being eager to keep the sparing care and love owed to him.
1:249
ᾔδει γάρ που πάντως τοῖς τοῦ νόμου ῥήμασιν ἐντυχὼν ὡς ἐμέλησε καὶ τούτου τῷ ἐπὶ πάντας θεῷ·
因為他既讀過律法的話語,便完全知道,這事也是那位超乎萬有的神所關切的:
For assuredly he knew altogether, having met with the words of the Law, that this too was of concern to the God who is over all:
1:250
Τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα σου ἵνα εὖ σοι γένηται καὶ ἔσῃ μακροχρόνιος ἐπὶ τῆς γῆς
「當孝敬你的父母,使你得福,並使你在地上得享長壽。」
Honour your father and your mother, that it may be well with you and that you may be long-lived upon the earth.
1:251
ἐπειδὴ δὲ πρὸς λειτουργίαν ἐκλήθη τὴν ἱεράν τε καὶ εὐαγγελικήν τοῦτο γὰρ ἐδήλου τὸ Ἀκολούθει μοι παρὰ Χριστοῦ πρὸς αὐτὸν εἰρημένον, ἀνθρωπίνῳ συνηρπάζετο λογισμῷ καὶ ἀναβολὴν ἐζήτει καιροῦ τῇ τοῦ τεκόντος γηροκομίᾳ διαρκέσαι δυναμένου
但既然他蒙召去承擔那神聖而屬福音的職事——這正是基督對他所說「跟從我」的含意——他卻被屬人的思慮所擄,尋求延緩時日,好能盡力照料年邁的父親。
But since he was called to the sacred and evangelical ministry—for this is what the 'Follow Me' spoken by Christ to him signified—he was carried away by human reasoning and sought a postponement of time, so that he might suffice for the care of the parent in his old age.
1:252
καὶ οὐ δήπου φαμὲν ὡς κείμενον ἤδη καὶ τελευτήσαντα τὸν πατέρα θάπτειν ἠξίου·
我們絕不是說,他求要埋葬那已經躺臥、已經去世的父親;
And we by no means say that he was asking to bury his father as one already lying dead and deceased;
1:253
οὐ γὰρ ἂν ἐκώλυσε τοῦτο δρᾶν ἐθέλοντα Χριστός
因為基督必不會攔阻願意這樣行的人。
for Christ would not have prevented one willing to do this.
1:254
ἀλλὰ τὸ θάψαι φησὶν ἀντὶ τοῦ γηροκωμῆσαι ἄχρι ταφῆς
他說「埋葬」,乃是指「奉養至終、直到安葬」的意思。
But he says 'to bury' in the sense of 'to tend in old age until burial.'
1:255
τί οὖν πρὸς αὐτὸν ὁ σωτήρ; Ἄφες τοὺς νεκροὺς θάψαι τοὺς ἑαυτῶν νεκρούς, σὺ δὲ ἀπελθὼν διάγγελλε τὴν βασιλείαν τοῦ θεοῦ·
那麼,救主對他說甚麼呢?「任憑死人埋葬他們的死人,你只管去傳揚神的國」;
What, then, says the Saviour to him? Let the dead bury their own dead, but you, go and proclaim the kingdom of God;
1:256
ἦσαν μὲν γάρ που καὶ ἕτεροι κηδεμόνες καὶ κατὰ γένος οἰκεῖοι τοῦ πατρός, ἀλλ', ὥς γε οἶμαι, νεκροὶ διὰ τὸ μήπω πιστεῦσαι Χριστῷ καὶ τὴν διὰ τοῦ ἁγίου πνεύματος ἀναγέννησιν εἰς ζωὴν τὴν ἀκήρατον ἰσχῦσαι λαβεῖν
因為按著血親,父親無疑還有其他的看顧者與親屬,但依我看來,他們乃是死的,因為他們尚未信基督,也未能領受那藉著聖靈、進入不朽壞之生命的重生。
for there were doubtless also other guardians and kinsmen of the father according to family, but, as I think, dead, because they had not yet believed in Christ nor been able to receive the regeneration through the Holy Spirit unto incorruptible life.
1:257
ἐκεῖνοι, φησί, τοὺς ἑαυτῶν θαπτέτωσαν νεκρούς, νεκρὸν ἔχοντες καὶ αὐτοὶ τὸν νοῦν, οὔπω δὲ γεγενημένοι τοῖς τὴν ἐν Χριστῷ ζωὴν ἔχουσιν ἐναρίθμιοι
祂說:讓他們埋葬自己的死人罷,因為他們自己也有一顆死的心思,尚未列入那些擁有在基督裏之生命的人之中。
Let them, He says, bury their own dead, since they too have a dead mind, and are not yet numbered among those who have the life in Christ.
1:258
πλὴν ἐντεῦθεν ἔστι μαθεῖν ὅτι καὶ τῆς εἰς γονέας αἰδοῦς καὶ ἀγάπης προτάττεσθαι χρὴ τὴν εἰς θεὸν εὐσέβειαν
然而從這裏可以學到:對神的敬虔,必須置於對父母的敬重與愛之上。
But from this it is possible to learn that piety toward God must be set before both the reverence and love owed to parents.
1:259
καὶ γοῦν ὁ Μωυσέως νόμος πρῶτον εἰπὼν·
並且摩西的律法確實先說:
And indeed the law of Moses, having first said:
1:260
Ἀγαπήσεις κύριον τὸν θεόν σου, δεύτερον ἐτίθει τὴν εἰς γονέας αἰδῶ λέγων·
「你要愛耶和華你的神」,然後才把對父母的敬重列為其次,說:
You shall love the Lord your God, placed second the reverence toward parents, saying:
1:261
Τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα σου
「當孝敬你的父母。」
Honour your father and your mother.
1:262
φέρε γὰρ ἐκεῖνο καθ' ἑαυτοὺς ἐρευνήσωμεν, ὁποία τίς ἐστιν ἡ πρόφασις, δι' ἣν ἐσπουδασμένην πεποιήμεθα τὴν εἰς γονέας τιμὴν καὶ ἀγάπην
來罷,讓我們在自己心中查究,我們鄭重看待對父母之尊敬與愛的緣由究竟是甚麼。
For come, let us examine among ourselves what sort of reason it is on account of which we hold in earnest esteem the honour and love toward parents.
1:263
ὅτι δι' αὐτῶν ἐγεννήθημεν, πάντως φαίη τις ἄν
必有人說:因為我們是藉著他們生的。
Because through them we were begotten, one would surely say.
1:264
ἡμᾶς ὅλως εἰς τὸ εἶναι παρήνεγκε, πατὴρ δὲ καὶ μήτηρ γεγόνασιν ὑπουργοὶ τῆς εἰς τὸ εἶναι παρόδου τοῖς ἐξ αὐτῶν
神使我們完全進入存在,父親和母親不過是那些由他們所生之人進入存在之通道的服事者。
He brought us wholly into being, but father and mother became the ministers of the passage into being for those born of them.
1:265
ἆρ' οὖν οὐχ ὁ πρῶτος εὐεργέτης ἀγαπηθήσεται μᾶλλον τῶν μετ' αὐτὸν δευτέρων; δεῖ δὴ οὖν ἄρα καὶ τὸ εὐσεβεῖν εἰς τοὺς φύσαντας τῇ εἰς θεὸν ἀγάπῃ παραχωρεῖν καὶ κατόπιν τῶν θείων ἔρχεσθαι τὰ ἀνθρώπινα
那麼,那位首要的施恩者,豈不比在祂之後居次的施恩者更當被愛嗎?因此,對生我們之人的敬虔,必須讓位於對神的愛,屬人之事必須居於屬神之事之後。
Shall not, then, the first benefactor be loved more than the second ones that come after Him? It is therefore necessary that piety toward those who begot us should yield to the love toward God, and that human things should come after the divine.
1:266
καὶ τοῦτο καὶ αὐτὸς ἡμᾶς ἐδίδαξεν ὁ σωτὴρ λέγων·
這事,救主自己也如此教導我們說:
And this also the Saviour Himself taught us, saying:
1:267
Ὁ φιλῶν πατέρα ἢ μητέρα ὑπὲρ ἐμὲ οὐκ ἔστι μου ἄξιος
「愛父母過於愛我的,不配作我的人。」
He who loves father or mother above Me is not worthy of Me.
1:268
οὐκοῦν ἐφίησι μὲν τὸ ἀγαπᾶν τοῦς φύσαντας, πλὴν οὐχ ὑπὲρ ἑαυτόν
因此,祂容許人愛那生自己的人,只是不可過於愛祂。
He therefore permits the loving of those who begot us, only not above Himself.
1:269
διὰ τοῦτο καὶ τῷ μαθητῇ τὸ χρῆναι δὴ μᾶλλον κατακολουθεῖν εἰπών, ἐφεὶς δὲ θάπτειν τοὺς τεθνεῶτας ἑτέροις ἐδίδαξεν ὅτι τῆς εἰς θεὸν ἀγάπης κατόπιν ἐρρίφθαι τὰ καθ' ἡμᾶς πρέποι ἂν εἰκότως, ὅτι καὶ τῆς εἰς γονέας αἰδοῦς τὰ θεοῦ μείζονα·
為此,祂對那門徒說他反倒應當緊緊跟隨,卻把埋葬死人的事交給別人,藉此教導人:凡與我們有關之事,理當合宜地拋在對神之愛的後面,因為連屬神之事也大過對父母的敬重;
For this reason too, having said to the disciple that he ought rather to follow closely, but leaving the burying of the dead to others, He taught that the things concerning us should fittingly be cast behind the love toward God, since even the things of God are greater than the reverence toward parents;
1:270
γενεσιουργὸς γὰρ καὶ ποιητὴς τῶν ὅλων αὐτός
因為祂自己乃是生命之源、萬有的創造者。
for He Himself is the author of birth and the maker of all things.
1:271
δεῖ τοίνυν ἡμᾶς, εἰ μέλλοιμεν ἀκολουθῆσαι Χριστῷ, μηδὲν τούτου ποιεῖσθαι προτιμότερον, ἀλλ' ὃ μὲν ἂν συντρέχῃ τούτῳ, μετιέναι καὶ πράττειν, ὃ δ' ἂν ἀντιπράττῃ, παραιτεῖσθαι καὶ φεύγειν, καὶ εἴ τις ἐνέργεια μετρίως ἐχομένη τοῦ καλοῦ, δυναμένη δὲ δι' ἑτέρων ἐπιτελεῖσθαι, ταύτην ἐκείνοις παραδιδόναι, αὐτοὺς δὲ τῆς μείζονος καὶ καλλίονος ἔχεσθαι
因此,我們若要跟從基督,就必不可以任何事物比祂更為寶貴,乃要追求並行那與此相合之事,推卻並逃避那與此相違之事;至於那略微關乎良善、卻能藉他人完成的工作,我們便當交付給那些人,自己則持守那更大、更佳的。
It is therefore necessary for us, if we are to follow Christ, to hold nothing more precious than Him, but whatever runs together with this to pursue and do, and whatever works against it to decline and flee; and if some activity moderately partaking of the good, yet able to be accomplished through others, this we should hand over to those others, while we ourselves cleave to the greater and nobler.
1:272
ὁρᾶν γοῦν ἔστι καὶ τοὺς ἁγίους ἀποστόλους καὶ μείζονος ἔτι χρείας ἢ κατὰ ταύτην ἀφεμένους, τῆς περὶ πτωχοὺς ἐπιμελείας, διὰ τὴν τοῦ λόγου διακονίαν, οὐ μὴν οὕτω γε ταύτης ἀφειμένους ὡς μὴ καὶ ταύτης ποιήσασθαι πρόνοιαν
無論如何,人可看見連聖使徒也為著傳道的職事,放下了比此更大的需要——就是照顧窮人——然而他們放下時,並非全然置之不理,仍為此作了安排。
At any rate one may see that even the holy apostles let go of a need still greater than this—the care for the poor—for the sake of the ministry of the word, yet not letting go of it in such a way as not also to make provision for this.
1:273
ἀλλ' ᾠκονομήθη καὶ τὸ ἔλαττον, ἡ περὶ τὰς τραπέζας διακονία, καὶ τὸ μεῖζον οὐκ ἐνεποδίσθη, ἡ τοῦ κηρύγματος καταγγελία
如此,那較小的事得著料理——就是管理飯食的職事——而那較大的事也未受妨礙——就是宣講的職分。
But both the lesser was managed—the ministry concerning the tables—and the greater was not hindered—the proclamation of the message.
1:274
φ Ἀξιοζήλωτος μὲν ἡ ὑπόσχεσις καὶ παντὸς ἐπαίνου μεστή
這應許是值得效法的,並充滿一切可讚之處。
The promise is worthy of emulation and full of all praise.
1:275
τὸ δέ γε ζητεῖν ἀποτάξασθαι τοῖς εἰς τὸν οἶκον αὐτοῦ διαδείκνυσιν ὅτι μεμέρισταί πως καὶ οὔπω νῷ βεβηκότι πρὸς τοῦτο βαδίζει
然而他求要向家裏的人辭別,這顯明他心中有所分裂,尚未以堅定的心志朝此邁進。
But to seek to bid farewell to those in his house shows that he is somehow divided and does not yet walk toward this with a steadfast mind.
1:276
τὸ γὰρ ὅλως προσανακοινοῦσθαι θέλειν τοῖς κατὰ γένος οἰκείοις καὶ συμβούλους ἔχειν τοὺς μὴ τὰ ἴσα φρονεῖν ἑλομένους αὐτῷ μήτε μὴν ἀποδεξαμένους ἔσθ' ὅτε τὸν ἐπὶ τούτῳ σκοπὸν ἀποφήνειεν ἂν εὐθὺς ἀσθενοῦντά πως ἔτι καὶ σκάζοντα
因為凡想要事事與血親商議,並以那些未曾選擇與他存同一心思、也未曾贊同其志向的人為謀士,這便立即顯明他在此事上的目的仍然軟弱、蹣跚不定。
For to wish altogether to consult with one's kinsfolk according to family, and to have as counsellors those who have not chosen to think the same things as he, nor have on occasion approved of it, would at once declare the purpose in this matter to be still somehow weak and limping.
1:277
διὸ καὶ μᾶλλον ἐπιτιμητικῶς ἢ διδασκαλικῶς ἀκούει τὸ Οὐδεὶς βαλὼν τὴν χεῖρα ἐπ' ἄροτρον καὶ βλέπων εἰς τὰ ὀπίσω εὔθετός ἐστιν εἰς τὴν βασιλείαν τοῦ θεοῦ
因此,他所聽見的話,與其說是教導,不如說是責備:「手扶著犁向後看的,不配進神的國。」
Wherefore also he hears, more in rebuke than in teaching, the words: No one who has put his hand to the plough and looks back is fit for the kingdom of God.
1:278
ὥσπερ γὰρ ὁ γηπόνος τῆς διὰ τῶν ἀρότρων ἀνατομῆς ἀρξάμενος, ὅταν ὀκνήσῃ πρὸς τὸ λεῖπον τῷ παντὶ πόνῳ, οὐκ ὄψεται τοῖς ἀστάχυσι κομῶσαν τὴν γῆν, οὐ πλήρη δραγμάτων τὴν ἅλω, προσοφλήσει δὲ τοῖς ὁρῶσι καὶ γέλωτα, οὕτως εἴ τις ἕλοιτο μὲν ἀκολουθῆσαι Χριστῷ, μὴ μὴν ἔτι καὶ ἀναβάλλοιτο χαίρειν εἰπὼν τοῖς ἐν κόσμῳ πράγμασιν
因為正如農夫用犁開始翻鬆土地,若在餘下的全部勞苦前退縮,就必不能見田地滿了麥穗,也不能見禾場堆滿禾捆,反倒招來旁觀者的譏笑;照樣,人若揀選了跟從基督,卻仍延遲,未曾向世上的事務道別。
For just as the husbandman who has begun the cleaving of the ground with the ploughs, when he shrinks from the whole labour that remains, will not see the earth abounding with ears of grain, nor the threshing-floor full of sheaves, but will incur laughter from those who look on; so, if anyone should choose to follow Christ, yet still delay, having bid farewell to the affairs in the world.
1:279
ἀποταξάμενος δὲ καὶ τοῖς κατὰ σάρκα οἰκείοις κατορθώσει οὗτος τὴν ἐφ' ἅπασι τοῖς ἐπαινετοῖς ἀγαθὴν εὐτολμίαν καὶ εὔθετος ἔσται τῇ βασιλείᾳ τοῦ θεοῦ
但那棄絕了屬肉體之親屬的人,必要成就那在凡事上都值得稱讚的良善勇氣,並要配進神的國。
But having renounced also his kinsfolk according to the flesh, this man will accomplish that good courage which is praiseworthy in all things, and will be fit for the kingdom of God.
1:280
ὁ δὲ μὴ τοιοῦτος ἐπιβάλλει μὲν ἀρότρῳ τὴν χεῖρα διότι πρόθυμός ἐστιν ἐπακολουθεῖν, ὀπίσω δὲ βλέπει διότι μελλήσεως καὶ ἀναβολῆς ποιεῖται πρόφασιν τὴν οἴκαδε πορείαν καὶ τὴν πρὸς τοὺς οἰκείους διάλεξιν
但那並非如此的人,把手扶在犁上,因為他切望跟從,卻又向後看,因為他以回家的行程和與親屬的交談作為延遲與拖延的藉口。
But he who is not such puts his hand to the plough, because he is eager to follow, yet looks back, because he makes his journey homeward and his conversation with his kinsfolk a pretext for delay and postponement.
1:281
ἀλλ' οὐ τοιούτους ὄντας εὑρήσομεν τοὺς ἁγίους ἀποστόλους·
然而我們不會發現眾聖使徒是這樣的人;
But we shall not find the holy apostles to have been of such a kind;
1:282
ἀκηκόασι γὰρ λέγοντος τοῦ Ἰησοῦ·
因為他們曾聽見耶穌說,
for they had heard Jesus saying,
1:283
οἱ δὲ παραχρῆμα, φησίν, ἀφέντες τὸ πλοῖον καὶ τὸν πατέρα αὐτῶν ἠκολούθησαν αὐτῷ
經上說:「他們立刻捨了船,別了父親,跟從了祂。」
'And they,' it says, 'immediately left the boat and their father and followed Him.'
1:284
γράφει δὲ καὶ ὁ σοφώτατος Παῦλος·
那極有智慧的保羅也寫道,
And the all-wise Paul also writes,
1:285
Ὅτε δὲ εὐδόκησεν ὁ θεὸς ἀποκαλύψαι τὸν υἱὸν αὐτοῦ ἐν ἐμοί, εὐθέως οὐ προσανεθέμην σαρκὶ καὶ αἵματι
「然而,那把我從母腹裡分別出來的神,既然樂意將祂兒子啟示在我裡面,我就沒有與屬血肉的人商量。」
'But when it pleased God to reveal His Son in me, immediately I did not confer with flesh and blood.'
1:286
τοιούτους εἶναι προσήκει τοὺς ἀκολουθεῖν ἐθέλοντας τῷ Χριστῷ
凡願意跟從基督的人都當是這樣的人。
Such ought they to be who wish to follow Christ.
1:287
Τῆς ἀποστολῆς τῶν ἑβδομήκοντα ἡ αἰτία αὕτη·
差遣那七十人的緣由是這樣的:
The reason for the sending forth of the seventy is this:
1:288
πολλή τις ἔμελλεν ἔσεσθαι τῶν εἰς αὐτὸν πιστευόντων ἡ πληθύς·
那將要信祂之人的群眾,注定要極其眾多;
the multitude of those who were to believe in Him was destined to be great;
1:289
ἐσαγηνεύετο γὰρ οὐ μόνος ὁ Ἰσραήλ, ἀλλὰ γὰρ καὶ αἱ τῶν ἐθνῶν ἀγέλαι
因為被網羅圈進來的不只是以色列,也有外邦人的群羊。
for not Israel alone was being drawn in as with a net, but also the flocks of the Gentiles.
1:290
ὅτι γὰρ ἔμελλε καταδράττεσθαι τῆς ὑπ' οὐρανὸν τὸ σωτήριον κήρυγμα, πεπληροφόρηκεν εἰπὼν ὁ τῶν ὅλων θεὸς διὰ τῶν ἁγίων προφητῶν περὶ αὐτοῦ·
至於這救恩的宣講注定要抓住天下一切,萬有的神藉著眾聖先知論到祂,已經作了充分的保證,說:
For that the saving proclamation was destined to lay hold of all that is under heaven, the God of all things gave full assurance when He said concerning Him through the holy prophets,
1:291
Ἀνατελεῖ ὡς ἄγρωστις κρῖμα ἐπὶ χέρσον ἀγροῦ
「審判必如野草,長在田間荒地上。」
'Judgment shall spring up like couch-grass upon the fallow ground of a field.'
1:292
ἀγρῶν κεχερσωμένοις ἀνίσχει μὲν ἡ ἄγρωστις, καταδράσσεται δὲ καὶ κατευρύνεται τόπου παντὸς ἀεὶ τρέχουσα πρόσω, κατὰ τὸν ἴσον τούτῳ λόγον τὸ κρῖμα, τουτέστιν ἡ δικαιοῦσα χάρις τὴν ὑπ' οὐρανόν, ἤγουν τὸ εὐαγγελικὸν καὶ σωτήριον κήρυγμα, κατεδράξατο πάσης πόλεώς τε καὶ χώρας
在田間荒蕪未耕之處,野草便冒出來,抓住並蔓延到各處,不斷向前奔長;照著與此相同的道理,那審判,就是使天下稱義的恩典,即福音救恩的宣講,便抓住了各城各地。
For in the fallow, uncultivated parts of fields the couch-grass springs up, and lays hold of and spreads over every place, ever running forward; and in a manner corresponding to this the judgment—that is, the grace that justifies all that is under heaven, namely the evangelic and saving proclamation—laid hold of every city and country.
1:293
ἀνεδείχθησαν τοίνυν παρὰ Χριστοῦ πρὸς τοῖς δύο καὶ δέκα καὶ ἕτεροι τὸν ἀριθμὸν ἑβδομήκοντα
所以除了那十二人之外,基督又指派了另外七十人。
There were therefore appointed by Christ, in addition to the Twelve, others also, seventy in number.
1:294
καὶ τούτου πάλιν ὁ τύπος ἐν τοῖς Μωυσέως ἐγράφετο λόγοις·
此事的預表也記在摩西的話中;
And of this too the type was written in the words of Moses;
1:295
θεοῦ γὰρ προστάττοντος ἑβδομήκοντα μὲν ἐπελέξατο καὶ αὐτός, ἐπηφίει δὲ τοῖς ἐξειλεγμένοις τὸ πνεῦμα θεός
因為在神的吩咐下,他自己揀選了七十人,神便將那靈降在所揀選的人身上。
for at God's command he himself chose out seventy, and God sent down the Spirit upon those who had been chosen.
1:296
καὶ καθ' ἕτερον δὲ τρόπον τούς τε δύο καὶ δέκα μαθητὰς καὶ αὐτοὺς δὲ τοὺς ἑβδομήκοντα διὰ τῆς τοῦ νόμου σκιᾶς σημαινομένους εὑρήσομεν
而且我們還要以另一種方式,發現那十二門徒和七十人自己,都藉著律法的影兒被表明出來。
And in yet another way we shall find both the twelve disciples and the seventy themselves signified through the shadow of the Law.
1:297
γέγραπται γὰρ οὕτως ἐν τῇ Ἐξόδῳ περὶ τῶν υἱῶν Ἰσραήλ·
因為在出埃及記中,論到以色列的子民,經上這樣寫著:
For it is thus written in Exodus concerning the sons of Israel:
1:298
Ἦλθον, φησίν, εἰς Ἐλείμ ἑρμηνεύεται δὲ εἰςἀνάβασιν ἤγουν εἰς αὔξησιν καὶ ἦσαν ἐκεῖ δώδεκα, φησίν, ὑδάτων πηγαὶ καὶ ἑβδομήκοντα στελέχη φοινίκων
經上說:「他們來到以琳」——這詞解作「上升」,即「增長」——「在那裡有十二股水泉和七十棵棕樹。」
'They came,' it says, 'to Elim'—and it is interpreted as 'unto ascent,' that is, unto increase—'and there were there,' it says, 'twelve springs of waters and seventy palm trees.'
1:299
ἀναβαίνοντες γὰρ εἰς τελειοτέραν σύνεσιν καὶ εἰς αὔξησιν ἀνατρέχοντες τὴν πνευματικὴν τὰς δύο καὶ δέκα πηγὰς εὑρήσομεν, τουτέστι τοὺς ἁγίους ἀποστόλους, καὶ τὰ ἑβδομήκοντα τῶν φοινίκων στελέχη, τοὺς ἀναδειχθέντας δηλονότι παρὰ Χριστοῦ·
因為當我們上升到更完全的悟性,並奔向屬靈的增長時,便會發現那十二股水泉,就是眾聖使徒,和那七十棵棕樹,即那些顯然由基督所指派的人;
For as we ascend to a more perfect understanding and run up to spiritual increase, we shall find the twelve springs—that is, the holy apostles—and the seventy stems of palm trees, namely those manifestly appointed by Christ;
1:300
ἀρρυόμεθα γὰρ ὡς ἐκ πηγῶν ἁγίων ἐκ τῶν τοῦ σωτῆρος ἡμῶν μαθητῶν παντὸς εἴδησιν ἀγαθοῦ, θαυμάζομεν δὲ καὶ τοὺς ἑβδομήκοντα καὶ οἱονεὶ φοίνικας αὐτοὺς εἶναι φαμέν·
因為我們從救主的門徒,如同從聖泉一般,汲取一切美善之事的知識;我們也驚嘆那七十人,說他們彷彿就是棕樹。
for from the disciples of our Saviour, as from holy springs, we draw the knowledge of every good thing; and we marvel also at the seventy, and say that they are, as it were, palm trees.
1:301
εὐκάρδιον γὰρ τὸ φυτόν, εὔριζόν τε καὶ ἔγκαρπον καὶ ἀεὶ τοῖς ὕδασιν ἐντεθηλός, εὐμέγεθές τε καὶ ὑψίκομον
因為這樹心堅、根固、多結果子,常在水邊繁茂,身量高大,枝葉聳峻。
For this plant is stout of heart, well-rooted and fruitful, ever flourishing beside the waters, of great stature and lofty foliage.
1:302
Ἀλλ' ἦν εἰκὸς ὑπονοῆσαί τινας ἀποκεκινῆσθαι μὲν τοὺς πρώτους, ἀντεισενηνέχθαι δὲ τούτους ὡς ἄμεινον ἢ ἐκεῖνοι μυσταγωγεῖν δυναμένους
但很可能有些人會懷疑那起初的人已被撤除,而這些人被引進來,乃因他們比那些人更能將人領入奧祕之中。
But it was likely that some might suspect that the first had been set aside, and that these had been brought in as being able to initiate men into the mysteries better than those others.
1:303
ἵνα τοίνυν ἀποκείρῃ τῶν ἡμετέρων διανοιῶν τὰς τοιαύτας ὑποψίας ὁ καρδίας εἰδὼς καὶ γινώσκων τὰ ἐσόμενα, μονονουχὶ καὶ ἀπολελόγηται λέγων·
所以,那位知道人心、也曉得將來之事的主,為要從我們的心思中剪除這樣的疑惑,幾乎就作了一番申辯,說:
In order therefore to shear away such suspicions from our minds, He who knows the heart and knows the things to come well-nigh even makes a defence, saying:
1:304
Ὁ μὲν θερισμὸς πολύς, οἱ δὲ ἐργάται ὀλίγοι καὶ τὰ ἑξῆς
「要收的莊稼多,作工的人少」,以及下面的話。
'The harvest indeed is plentiful, but the labourers are few,' and what follows.
1:305
ὥσπερ γὰρ ἀγροὶ κομῶντες πλουσίως εὐρεῖς τε καὶ μακροὶ πολλοὺς ζητοῦσι τοὺς θεριστάς, οὕτως ἡ σύμπασα γῆ ἤτοι τῶν μελλόντων πιστεύειν εἰς Χριστὸν ἡ πληθὺς πολλή τις οὖσα καὶ ἀναρίθμητος οὐκ ὀλίγων ἐδεῖτο μυσταγωγῶν
因為正如那豐盛茂密、廣闊而綿長的田地需要許多收割的人,照樣,普天下,就是那將要信基督之人的群眾,既是眾多且不可勝數,便需要不少領人入奧祕的人。
For just as fields luxuriantly rich, broad and long, require many reapers, so the whole earth—that is, the multitude of those destined to believe in Christ, being great and numberless—had need of not a few to initiate them into the mysteries.
1:306
ἐβάδιζον οὖν ἀνὰ δύο πεμπόμενοι κατὰ πόλεις καὶ κώμας, μονονουχὶ βοῶντες τὸ διὰ τῆς Ἰωάννου φωνῆς·
於是他們兩個兩個地被差往各城各鄉,幾乎就在高呼那藉約翰之聲所說的話:
So they went, sent two by two into cities and villages, well-nigh crying aloud the words uttered through the voice of John:
1:307
Ἑτοιμάσατε τὴν ὁδὸν τοῦ κυρίου
「預備主的道。」
'Prepare the way of the Lord.'
1:308
καίτοι τοῦ θερισμοῦ κύριος, τουτέστι τῶν ἐπὶ τῆς γῆς, τίς ἂν ἕτερος εἴη παρὰ τὸν φύσει καὶ ἀληθῶς ὄντα θεόν; αὐτοῦ γὰρ ἡ σύμπασα γῆ καὶ τὸ πλήρωμα αὐτῆς καθὰ γέγραπται
然而那收割莊稼的主,就是地上眾人之主,除了那按本性、真實為神的那一位以外,還能是誰呢?因為正如經上所記,全地和其中所充滿的都屬於祂。
And yet who else could be the Lord of the harvest, that is, of those upon the earth, save Him who is by nature and truly God? For His is the whole earth and the fulness thereof, as it is written.
1:309
εἶτα πῶς μόνῳ πρέποντος τῷ ἐπὶ πάντας θεῷ τοῦ ἐκβάλλειν τοὺς ἐργάτας, τούτους ἀνέδειξεν ὁ Χριστός; αὐτὸς ἄρα ἐστὶν ὁ τοῦ θερισμοῦ δεσπότης καὶ δι' αὐτοῦ τε καὶ σὺν αὐτῷ κατάρχει τῶν ὅλων ὁ θεὸς καὶ πατήρ
既然差遣作工的人惟獨合乎那位在萬有之上的神,基督怎能指派這些人呢?可見祂就是那收割莊稼的主,並且神與父是藉著祂又同著祂統管萬有。
Then how is it that, though it befits God who is over all alone to send forth the labourers, it was Christ who appointed these? He therefore is the Master of the harvest, and through Him and with Him God the Father rules over all things.
1:310
ἴδια δὲ πάντα ἐστὶν αὐτοῦ καὶ οὐδέν ἐστιν ὧν ἂν ἔχειν ὁ πατὴρ λέγοιτο, ὃ μή ἐστι καὶ τοῦ υἱοῦ
因為萬有都是屬於祂的,凡可說是父所有的,沒有一樣不也是子的。
For all things are His own, and there is nothing which the Father may be said to possess that is not also the Son's.
1:311
διὸ καὶ τὴν τῶν ἀμώντων ἀνάδειξιν καίτοι τοῖς τοῦ πατρὸς θελήμασιν ἀναθείς, ἑαυτὸν ἀπέφηνεν εὐθὺς τοῦ θερισμοῦ τὸν δεσπότην, τὸ χρῆναι μυσταγωγεῖν τοῖς ἁγίοις ἀποστόλοις ἀπονέμων
因此,祂雖把指派收割者之事歸於父的旨意,卻立刻表明自己就是那收割莊稼的主,將領人入奧祕的職分分派給眾聖使徒。
Wherefore, having ascribed the appointing of the reapers to the will of the Father, He forthwith declared Himself the Master of the harvest, assigning to the holy apostles the duty of initiating men into the mysteries.
1:312
Ὑπάγετε, μὴ καταπτοιεῖσθε τῶν διωγμῶν τὴν ἔφοδον
「你們去吧;不要因逼迫的來勢而驚惶。」
'Go your way; be not dismayed at the onslaught of persecutions.'
1:313
ἐξελοῦμαι κακοῦ, ἐγὼ τοὺς λύκους εἰς πρόβατα μεταβαλῶ·
「我必救你們脫離兇惡;我要把豺狼變為綿羊;
'I will deliver you from evil; I will change the wolves into sheep;
1:314
ποιῶ γὰρ πάντα καὶ μετασκευάζω καὶ οὐδὲν τοῖς ἐμοῖς θελήμασι τὸ ἀντιστατοῦν
因為我行一切事,又改變一切,沒有一樣能敵擋我的旨意。」
for I do all things and transform all things, and there is nothing that withstands My will.'
1:315
ὅτι δὲ εἰς τοῦτο προῆλθε τῶν πραγμάτων τὸ πέρας, ἐξ αὐτῶν ἔστιν ἰδεῖν τῶν ἀποτελεσμάτων·
至於這些事的結局竟達到了這樣的地步,人從那些成果本身就可以看見;
And that the outcome of these matters advanced to this very end, one may see from the results themselves;
1:316
ἦν μὲν γὰρ ὁ θεῖος Παῦλος βλάσφημος καὶ ὑβριστὴς καὶ διώκτης καὶ λύκου παντὸς ἀπηνέστερος τοῖς πιστεύουσιν εἰς Χριστόν, κέκληται δὲ παρὰ Χριστοῦ καὶ προβάτου γέγονεν ἡμερώτερος
因為那屬神的保羅本是褻瀆神的、凌辱人的、逼迫人的,對信基督的人比任何豺狼更兇暴;然而他卻被基督呼召,並且變得比綿羊更溫馴。
for the divine Paul was a blasphemer and an insolent man and a persecutor, and more savage than any wolf towards those who believed in Christ; yet he was called by Christ and became gentler than a sheep.
1:317
α Ὥστε οὐδὲ τὴν περὶ αὐτοῦ τοῦ σώματος ἐπέτρεπεν ἔχειν φροντίδα μὴ ὅτι περὶ τὰ ἔξω τοῦ σώματος ἀσχολεῖσθαι συνεχώρησεν, ὅπου μηδὲ ἐφοδίων φροντίσαι μηδ' ἐπικομίσασθαί τι τῶν οὐκ ἤδη τῷ σώματι περικειμένων, οἷον ὑποδήματα, ἀλλ' ἐπ' αὐτῷ πᾶσαν τίθεσθαι τὴν ἐλπίδα
所以祂連為身體本身憂慮也不許可他們——更不用說容讓他們為身體以外的事忙碌了——既然祂不許他們甚至為路上的口糧掛慮,也不許他們攜帶任何尚未穿戴在身上之物,例如鞋子,乃要他們把一切指望都寄託在祂身上。
So He did not permit them even to have care for the body itself—much less did He allow them to busy themselves about the things outside the body—inasmuch as He did not permit them to concern themselves even with provisions for the journey, nor to carry anything not already placed upon the body, such as sandals, but to set all their hope upon Him.
1:318
β Οὐ γὰρ μόνον πήραν καὶ βαλάντιον ἐκώλυσεν ἐπιφέρεσθαι, ἀλλ' οὐδὲ τῆς σπουδῆς παρελκυσμόν τινα παρῆκε προσδέξασθαι ὁ μὴ ἄχρι τοῦ τῶν συντυγχανόντων ἀσπασμοῦ συγχωρήσας ἐφέλκεσθαι, ὅπερ ἦν καὶ πάλαι λεγόμενον ὑπὸ τοῦ Ἐλισσαίου πρὸς τὸν ἀποσταλέντα εὐθείᾳ ὁρμῇ ἐπὶ τὸ ἔργον χωρεῖν καὶ μηδὲ εὐλογοῦντα ἀντευλογεῖν ζημία γὰρ τῆς σπουδῆς ἡ πρὸς ἑτέρους ἀπόνευσις καὶ τὸν τοῖς κηρύγμασι πρέποντα καιρὸν εἰκῇ δαπανᾶν οὐκ ἐπ' ἀναγκαίοις πράγμασι μηδὲ χαρίζεσθαι φιλίαις τὸν ἀνωφελῆ μελλησμόν
因為祂不僅禁止他們攜帶口袋和錢囊,甚至不容他們接納任何足以阻攔其熱心之事——祂連為向路上相遇之人問安而分心,也不許可;這正是從前以利沙對那被差之人所說的話,叫他徑直去辦所託之事,連對祝福他的人也不回祝;因為轉向別人乃是熱心的虧損,而把那合乎宣講之時機的光陰,虛耗在非必要之事上,並把那無益的耽延用來討好人情,亦是如此。
For not only did He forbid them to carry wallet and purse, but He did not even suffer them to admit any hindrance to their zeal—He who did not permit them to be drawn aside even for the greeting of those they met; which very thing was long ago spoken by Elisha to the one who was sent, that he should proceed straight upon his errand and not even return a blessing to one who blessed him; for the turning aside to others is a loss to zeal, and to spend uselessly the time befitting the proclamation upon matters not necessary, and to bestow upon friendships the profitless delay.
1:319
Ὢ μεγάλης εὐκλείας καὶ ἀπαραβλήτων ἀξιωμάτων, ὢ φιλοτιμίας θεοπρεποῦς·
何等的大榮耀,何等無可比擬的尊榮!何等合乎神的殊榮!
O the great renown and the incomparable dignities! O the honour befitting God!
1:320
ἀνθρώπους ὄντας δόξῃ περιβέβληκε πρεπούσῃ θεῷ, τοὺς ἰδίους αὐτοῖς ἀνατίθησι λόγους ὥστε καὶ ὑποδίκους γενέσθαι τοὺς κατά τι γοῦν ὅλως ἀπειθοῦντας αὐ τοῖς
他們雖是人,祂卻用合乎神的榮耀將他們披戴;祂把自己的話語交託給他們,以致凡在任何一點上違背他們的人,都要受審判。
Though they were men, He clothed them with glory befitting God; He entrusts to them His own words, so that those who in any respect at all disobey them become liable to judgment.
1:321
αὐτῶν γὰρ ἀθετουμένων ἑαυτὸν τοῦτο πάσχειν ἰσχυρίζεται καὶ δι' ἑαυτοῦ τὰ τῆς δυσσεβείας ἐγκλήματα καὶ εἰς αὐτὸν ἀναφέρει τὸν πατέρα
因為當他們被棄絕時,祂堅稱這乃是祂自己所受的,並藉著自己把那不敬虔的罪責一直上溯到父那裡。
For when they are rejected, He maintains that He Himself suffers this, and through Himself He refers the charges of impiety even up to the Father.
1:322
καὶ καθ' ἕτερον δὲ τρόπον τῇ τῶν εἰρημένων παρὰ Χριστοῦ δυνάμει προσβαλεῖν δυνατόν
並且我們還能以另一種方式,領會基督所說之話的分量。
And in yet another manner it is possible to attend to the force of the words spoken by Christ.
1:323
Ὁ ἀκούων γάρ, φησίν, ὑμῶν ἐμοῦ ἀκούει·
祂說:「聽從你們的,就是聽從我。」
'For he that heareth you,' He says, 'heareth Me.'
1:324
δίδωσι τοῖς φιλομαθέσι θαρρεῖν, ὡς ὅπερ ἂν λέγοιτο περὶ αὐτοῦ παρὰ τῶν ἁγίων ἀποστόλων ἤγουν εὐαγγελιστῶν, τοῦτο πάντως προσίεσθαι·
祂賜給那些愛慕真理的人以膽量,使他們確信:凡是眾聖使徒,或說眾福音書作者,論到祂所說的話,都必當領受;
He gives to those who love learning boldness to be confident that whatever might be said concerning Him by the holy apostles, or rather the evangelists, this is by all means to be received;
1:325
ὁ γὰρ αὐτῶν ἀκούων ἀκούει Χριστοῦ
因為聽從他們的,就是聽從基督。
for he who hears them hears Christ.
1:326
καὶ γοῦν ὁ μακάριος Παῦλος·
誠然,那有福的保羅說,
And indeed the blessed Paul says,
1:327
Εἰ δοκιμήν, φησί, ζητεῖτε τοῦ ἐν ἐμοὶ λαλοῦντος Χριστοῦ
他說:「你們既然尋求那在我裡面說話的基督的憑據。」
'Since ye seek,' he says, 'a proof of Christ speaking in me.'
1:328
καὶ μὴν καὶ αὐτὸς ὁ Χριστὸς τοῖς ἁγίοις ἔφη που μαθηταῖς·
而且基督自己也曾在某處對眾聖門徒說:
And moreover Christ Himself said somewhere to the holy disciples:
1:329
Οὐχ ὑμεῖς ἐστε οἱ λαλοῦντες, ἀλλὰ τὸ πνεῦμα τοῦ πατρὸς ὑμῶν τὸ λαλοῦν ἐν ὑμῖν·
「說話的不是你們,乃是你們父的靈在你們裡面說的。」
'It is not ye that speak, but the Spirit of your Father that speaketh in you.'
1:330
λαλεῖ γὰρ ἐν αὐτοῖς ὁ Χριστὸς διὰ τοῦ ὁμοουσίου πνεύματος
因為基督藉著那與祂同質的靈,在他們裡面說話。
For Christ speaks in them through the consubstantial Spirit.
1:331
ἄφυκτος δὴ οὖν ἐπικρέμαται δίκη τοῖς ἀνοσίοις αἱρετικοῖς, οἳ τοὺς τῶν ἁγίων ἀποστόλων καὶ εὐαγγελιστῶν ἀθετοῦσι·
所以有一個無可逃避的判決懸在那些不聖的異端者頭上,就是那些藐視眾聖使徒與福音書作者之話的人;
An inescapable sentence therefore hangs over the unholy heretics, who set at nought the words of the holy apostles and evangelists;
1:332
Εἴρηται ὅτι ἀπέστειλεν αὐτοὺς τῇ τοῦ ἁγίου πνεύματος χάριτι λαμπροὺς ἀποφήνας, ἵνα μὴ ἀπιστῶνται πρός τινων ἢ αὐτόμολοί τινες εἶναι νομίζωνται πρὸς ἀποστολήν·
經上已說祂差遣了他們,藉著聖靈的恩典使他們顯為榮耀,免得他們被人所不信,或被人以為是擅自投身於使徒職分的逃兵;
It has been said that He sent them, having rendered them illustrious by the grace of the Holy Spirit, so that they might not be disbelieved by any, nor be thought to be self-appointed deserters unto the apostolate;
1:333
ἑπομένης γὰρ τῷ λόγῳ τῆς θεοσημείας οὐδεὶς ἂν ἴσχυσε κατ' αὐτῶν συκοφαντίας τρόπος
因為既有神蹟隨著這道,任何毀謗的方式都不能勝過他們。
for since the divine sign followed upon the word, no form of calumny could have prevailed against them.
1:334
μεμαρτύρηκε τοίνυν ἡ τοῦ πνεύματος χάρις τοῖς ἀπεσταλμένοις ὡς οὐκ αὐτόκλητοί τινες ἢ αὐτόμολοι ἦσαν πρός γε τὸ χρῆναι λαλεῖν τὰ περὶ Χριστοῦ, κεχειροτόνηνται δὲ μᾶλλον τῶν περὶ αὐτοῦ κηρυγμάτων ἱερουργοί
所以那靈的恩典為那些被差遣的人作見證,證明他們在傳講關乎基督之事的職責上,並非擅自受召的人或逃兵,倒是被按立作那關乎祂之宣講的執事。
The grace of the Spirit therefore bore witness to those sent forth, that they were not self-summoned or deserters as regards the duty of speaking the things concerning Christ, but rather had been ordained ministers of the proclamations concerning Him.
1:335
πλὴν ἔλαβον ἐξουσίαν καὶ < τοῦ> τοῖς πονηροῖς ἐπιπλήττειν πνεύμασι καὶ τοῦ δύνασθαι συντρίβειν τὸν σατανᾶν, οὐχ ἵνα μᾶλλον αὐτοὶ θαυμάζωνται, ἀλλ' ἵνα δι' αὐτῶν δοξάζηται Χριστὸς καὶ πιστεύηται παρὰ τῶν μυσταγωγουμένων ὅτι καὶ θεὸς καὶ υἱὸς θεοῦ κατὰ φύσιν ἐστὶ δόξῃ τε καὶ ἰσχύι καὶ ὑπεροχῇ τοσοῦτος, ὥστε καὶ ἑτέροις δύνασθαι νέμειν τὸ ὑπὸ πόδας ἔχειν τὸν σατανᾶν
此外,他們領受了權柄,既可斥責那些惡靈,又能踐踏撒但——這並非為要人多加驚嘆他們自己,乃是要藉著他們使基督得榮耀,並使那些被領入奧祕的人相信:祂按本性既是神,又是神的兒子,其榮耀、能力與超卓竟是如此之大,以致祂能賜給別人叫撒但伏在他們腳下。
Moreover they received authority both to rebuke the evil spirits and to be able to crush Satan—not that they themselves might rather be admired, but that through them Christ might be glorified and be believed by those initiated into the mysteries to be by nature both God and Son of God, so great in glory and might and pre-eminence that He could even grant to others to have Satan beneath their feet.
1:336
οἱ δὲ τῆς τοιαύτης ἠξιωμένοι χάριτος ὑπενόστησαν, φησί, χαίροντές τε καὶ λέγοντες·
經上說,那些被算為配得這樣恩典的人歡歡喜喜地回來,說:
And those who had been counted worthy of such grace returned, it says, rejoicing and saying:
1:337
Κύριε, καὶ τὰ δαιμόνια ἡμῖν ὑποτάσσεται ἐν τῷ ὀνόματί σου
「主啊,因你的名,連鬼也服了我們。」
'Lord, even the demons are subject to us in Thy name.'
1:338
ὁμολογοῦσι μὲν γὰρ τὴν ἐξουσίαν τοῦ τετιμηκότος, πλὴν ἐοίκασι χαίρειν, οὐχ ὅτι μᾶλλον γεγόνασι τῶν περὶ αὐτοῦ κηρυγμάτων διάκονοι καὶ ἠξίωνται γερῶν ἀποστολικῶν, ἀλλ' ὅτι σημείων γεγόνασιν ἀποτελεσταί
因為他們承認那尊榮他們之主的權柄;然而他們喜樂,似乎不是因他們得以成為那關乎祂之宣講的執事,並被算為配得使徒的尊榮,乃是因他們成了行神蹟的人。
For they confess the authority of Him who had honoured them; yet they seem to rejoice, not because they had rather become ministers of the proclamations concerning Him and had been deemed worthy of apostolic prerogatives, but because they had become workers of signs.
1:339
τοῦτο παρά τινων, ἀλλ' ἵνα μᾶλλον μὴ ἀπιστῶνται κηρύττοντες
這是出於某種緣故——毋寧說,乃是要他們傳道時不至於被人所不信。
This from some quarter—but rather that they might not, when preaching, be disbelieved.
1:340
ἦν οὖν ἄμεινον ἐπὶ τοῖς δι' αὐτῶν σεσαγηνευμένοις ὁρᾶσθαι χαίροντας, ὡς καὶ ὁ πάνσοφος Παῦλος τοῖς δι' αὐτοῦ ἐπικεκλημένοις ἐπισεμνύνεται λέγων·
所以他們若因那些藉著他們被網羅圈進來的人而喜樂,原是更好的,正如那極有智慧的保羅為著那些藉他蒙召的人而誇口,說:
It would therefore have been better for them to be seen rejoicing over those who had been caught in the net through them, even as the all-wise Paul takes pride in those called through him, saying:
1:341
οἱ δὲ τῶν τοιούτων μὲν εἰρήκασιν οὐδέν, ἐπὶ μόνῳ δὲ χαίρουσι τῷ δύνασθαι συντρίβειν τὸν σατανᾶν
然而他們對這樣的事卻一言未提,只因能踐踏撒但而喜樂。
But they said nothing of such things, and rejoice only in being able to crush Satan.
1:342
καὶ τί πρὸς ταῦτα Χριστός;, Ναί, φησίν, οὐκ ἠγνόηκα τοῦτο ἐγώ·
基督對此說了甚麼呢?祂說:「是的,這事我並非不知道;
And what does Christ say to this? 'Yea,' He says, 'I have not been ignorant of this;
1:343
τοῖς γὰρ ἐμοῖς νεύμασιν οἱονεὶ τεθωρακισμένοι νενικήκατε τὸν σατανᾶν
因為你們彷彿披戴著我的示意為甲冑,已經勝過了撒但。
for armed as it were by My nods, ye have conquered Satan.
1:344
εἶδον αὐτὸν ὡς ἀστραπὴν ἐξ οὐρανοῦ πεσόντα, τουτέστιν ἐξ ὕψους εἰς γῆν κατενηνεγμένον, ἐκ δόξης εἰς ἀτιμίαν, ἐξ ἰσχύος πολλῆς εἰς ἐσχάτην ἀσθένειαν
我曾看見他如同閃電從天墜落」——就是從高處被摔到地上,從榮耀降為羞辱,從大能淪為極度的軟弱。
I beheld him falling as lightning from heaven'—that is, brought down from on high to earth, from glory to dishonour, from great strength to utmost weakness.
1:345
πρὸ μὲν γὰρ τῆς τοῦ σωτῆρος ἐπιδημίας κατεκράτησε τῆς ὑπ' οὐρανόν, προσεκυνήθη παρὰ πάντων, ναοὶ πανταχοῦ καὶ βωμοὶ καὶ θυσίαι·
因為在救主降臨之前,他曾掌權於天下,受眾人敬拜,到處都有廟宇、祭壇和祭祀;
For before the sojourning of the Saviour he held sway over all that is under heaven; he was worshipped by all; everywhere were temples and altars and sacrifices;
1:346
ἐπειδὴ δὲ καταπεφοίτηκεν ἐξ οὐρανῶν ὁ μονογενὴς τοῦ θεοῦ λόγος, πέπτωκεν ἐκεῖνος ὡς ἀστραπή·
然而神那獨生的道從諸天降下之時,那一位便如閃電墜落了;
but when the only-begotten Word of God came down from the heavens, that one fell like lightning;
1:347
ὁ γὰρ πάντας ἔχων προσκυνητὰς τοὺς πεπλανημένους ὑπὸ πόδας τέθειται τῶν προσκυνούντων αὐτόν
因為那曾以一切受迷惑之人為敬拜者的,如今已被置於那些敬拜祂之人的腳下。
for he who had all the deceived as his worshippers has been placed beneath the feet of those who worship Him.
1:348
Ἀλλὰ τί οὐκ ἐᾷς, ὦ δέσποτα, ταῖς παρὰ σοῦ τιμαῖς ἐπιγάννυσθαι τοὺς τετιμημένους; καίτοι γέγραπται περὶ τῶν προκεχειρισμένων εἰς ἀποστολήν·
但主啊,你為何不容那些蒙尊榮的人,因你所賜的尊榮而歡欣呢?況且論到那些被派往使徒職分的人,經上記著說:
But why, O Master, dost Thou not permit those who have been honoured to exult in the honours that come from Thee? And yet it is written concerning those appointed unto the apostolate:
1:349
Κύριε, ἐν τῷ φωτὶ τοῦ προσώπου σου πορεύσονται καὶ ἐν τῷ ὀνόματί σου ἀγαλλιάσονται ὅλην τὴν ἡμέραν καὶ ἐν τῇ δικαιοσύνῃ σου ὑψωθήσονται, ὅτι καύχημα τῆς δυνάμεως αὐτῶν σὺ εἶ καὶ ἐν τῇ εὐδοκίᾳ σου ὑψωθήσεται τὸ κέρας ἡμῶν
「主啊,他們必在你臉上的光中行走,終日因你的名歡欣,並因你的公義得以高舉;因為你是他們力量的榮耀,我們的角必因你的恩悅得以高舉。」
'Lord, in the light of Thy countenance shall they walk, and in Thy name shall they rejoice all the day, and in Thy righteousness shall they be exalted; for Thou art the boast of their strength, and in Thy good pleasure shall our horn be exalted.'
1:350
εἶτα πῶς προστέταχας ἐν τούτοις μὴ χρῆναι χαίρειν ἐπὶ τῇ δοθείσῃ παρὰ σοῦ τιμῇ τε καὶ δόξῃ; τί οὖν ἄρα πρὸς τοῦτό φαμεν; ἐπὶ τὸ μεῖζον αὐτοὺς ἀναφέρει Χριστὸς κἀκεῖνο κελεύει ποιεῖσθαι καύχημα, τὸ γεγράφθαι φημὶ τὰ ὀνόματα αὐτῶν ἐν τοῖς οὐρανοῖς
那麼,在這些事上你為何吩咐他們不可因你所賜的尊榮與榮耀而喜樂呢?我們對此又當怎麼說呢?基督把他們提升到更大的事上,吩咐他們以那件事為誇耀——我是指他們的名字被記在諸天之上這事。
How then hast Thou commanded them in these matters not to rejoice over the honour and glory given by Thee? What then shall we say to this? Christ raises them up to something greater and bids them make that their boast—I mean the fact that their names are written in the heavens.
1:351
εἴρηται γὰρ περὶ τῶν ἁγίων πρὸς θεόν·
因為關於眾聖徒,經上向神如此說:
For it is said concerning the saints before God:
1:352
Καὶ ἐπὶ τὸ βιβλίον σου πάντες γραφήσονται
「他們都要記在你的冊上。」
'And in your book shall they all be written.'
1:353
α Ἐξετάσωμεν πρό γε τῶν ἄλλων, τί ἐστι τὸ Ἠγαλλιάσατο τῷ πνεύματι
首先,讓我們考察一下「祂靈裡歡騰」這句話是什麼意思。
First of all, let us examine what is meant by 'He rejoiced in the Spirit.'
1:354
πρόεισι μὲν γὰρ ὡς ἀπὸ πηγῆς τοῦ θεοῦ καὶ πατρὸς τὸ πνεῦμα τὸ ἅγιον, ἔστι δὲ οὐκ ἀλλότριον τοῦ υἱοῦ·
因為聖靈乃是如同從泉源一般,從父神而出,然而祂絕非與子相異的;
For the Holy Spirit proceeds as from a fountain from God the Father, yet is in no way alien to the Son;
1:355
πᾶσα γὰρ ἡ τοῦ πατρὸς ἰδιότης ἐνυπάρχει τῷ κατὰ φύσιν καὶ ἀληθῶς ἐξ αὐτοῦ γεννηθέντι λόγῳ
因為父一切的獨有屬性,都存在於那按本性、真實地從祂而生的道之內。
for all the distinctive property of the Father inheres in the Word who is by nature and truly begotten of Him.
1:356
τεθέαται τοίνυν διὰ τῆς τοῦ πνεύματος ἐνεργείας, ὃ δέδωκε τοῖς ἀξίοις, οἷς καὶ τὸ θεῖον ἱερουργεῖν ἐκέλευσε κήρυγμα, πολλοὺς σεσαγηνευμένους, εἶδεν ἀξιοθαύμαστα δι' αὐτῶν τετελεσμένα σημεῖα καὶ λοιπὸν ἐν ἀρχαῖς οὖσαν τὴν ὑπ' οὐρανὸν τῆς δι' αὐτοῦ σωτηρίας, φημὶ δὴ τῆς διὰ πίστεως
因此,藉著聖靈的運行——這聖靈是祂賜給那些配得的人的,也正是祂吩咐他們去執行神聖宣講之聖工的人——祂看見許多人如同被網羅圈住;祂看見藉著他們成就了令人驚嘆的神蹟,並看見那藉著祂而來的救恩,就是那藉信心而來的救恩,如今在普天之下正處於開端。
He beheld, therefore, through the working of the Spirit which He had given to those who were worthy—those whom He also commanded to perform the sacred office of the divine proclamation—that many had been caught as in a net; He saw wondrous signs accomplished through them, and He saw that the salvation which comes through Him, that is, the salvation through faith, was now in its beginnings throughout all that is under heaven.
1:357
καὶ ταύτης ἕνεκα τῆς αἰτίας ἠγαλλιάσατο ἐν τῷ ἁγίῳ πνεύματι, τουτέστι ἐπὶ ταῖς ἐνεργείαις καὶ δυνάμεσι ταῖς διὰ τοῦ ἁγίου πνεύματος
正是為著這緣故,祂在聖靈裡歡騰,就是說,為著那藉聖靈所成就的工作與大能而歡騰。
And for this reason He rejoiced in the Holy Spirit, that is to say, over the works and powers wrought through the Holy Spirit.
1:358
εὖ εἰδὼς ὅτι πολλοὺς ὠφέλησαν οἱ ἀπεσταλμένοι παρ' αὐτοῦ καὶ ὅτι πρὸ τῶν ἄλλων αὐτοὶ διὰ πείρας αὐτῆς ἔγνωσαν τὴν δόξαν αὐτοῦ, πεπλήρωται θυμηδείας ἤγουν ἀγαλλιάσεως
祂深知那些奉祂差遣出去的人使許多人得益,也知道他們比眾人更先藉著這親身的經歷認識了祂的榮耀,因此祂滿心喜樂,就是說滿心歡騰。
Knowing well that those sent forth by Him had profited many, and that they before all others had, through this very experience, come to know His glory, He was filled with gladness, that is to say, with exultation.
1:359
ὡς γὰρ ἀγαθὸς καὶ φιλάνθρωπος καὶ πάντας ἀνθρώπους θέλων σωθῆναι θυμηδείας ἐποιεῖτο πρόφασιν τῶν πεπλανημένων τὴν ἐπιστροφήν
因為祂既是良善又慈愛人的,並願意萬人得救,就以那些迷失之人的回轉作為喜樂的因由。
For as one who is good and loving toward mankind, and who wills that all men should be saved, He made the conversion of those who had gone astray an occasion of gladness.
1:360
ἔθος γὰρ τῇ θεοπνεύστῳ γραφῇ τὸ τῆς ἐξομολογήσεως ὄνομα κατὰ τοιόνδε τινὰ δέχεσθαι τρόπον
因為神所默示的聖經慣常以這樣一種方式來理解「稱謝」(認信)這個字。
For it is customary for the God-inspired Scripture to take the word 'confession' in some such sense as this.
1:361
γέγραπται γοῦν ὅτι Ἐξομολογησάσθωσαν, κύριε, τῷ ὀνόματί σου τῷ μεγάλῳ
所以經上記著說:「主啊,願他們稱謝你至大的名。」
It is written, then: 'Let them give thanks, O Lord, to your great name.'
1:362
Ἐξομολογήσομαί σοι, κύριε, ἐν ὅλῃ καρδίᾳ μου
「主啊,我要一心稱謝你。」
'I will confess to you, O Lord, with my whole heart.'
1:363
ἀλλ' Ἰδού, φασὶν οἱ διεστραμμένοι τὸν νοῦν, χάριν ὁ υἱὸς ὁμολογεῖ τῷ πατρί·
但那些心思乖謬的人說:「看哪,子向父稱謝;」
'But look,' say those perverted in mind, 'the Son gives thanks to the Father;'
1:364
εἶτα πῶς οὐκ ἐλάττων ἐστὶν αὐτοῦ; πρὸς τοῦτο φαίῃ τις ἂν τῶν εὖ εἰδότων τοῖς τῆς ἀληθείας συνασπίζειν δόγμασι·
「那麼祂豈不是比父小嗎?」對此,一位精於捍衛真理教義的人可以回答說:
'then how is He not less than He?' To this one of those well versed in shielding the doctrines of truth might reply:
1:365
Καὶ τί τὸ κωλύον, ὦ βέλτιστοι, τὸν ὁμοούσιον υἱὸν ἀποδέχεσθαι καὶ ἐπαινεῖν τὸν ἑαυτοῦ πατέρα σώζοντα δι' αὐτοῦ τὴν ὑπ' οὐρανόν; εἰ δὲ νομίζεις διὰ τὴν ἐξομολόγησιν ἐν ἐλάττοσιν εἶναι αὐτὸν τοῦ πατρός, ὅρα καὶ τὸ ἐφεξῆς·
「至善的諸位啊,那與父同質的子,稱許並讚美那藉著祂拯救普天下之人的自己的父,有何不可呢?但你若因這稱謝就以為祂居於比父低下的地位,那就再看接下來的話:
'And what hinders, O most excellent ones, the consubstantial Son from acknowledging and praising His own Father, who through Him saves all that is under heaven? But if you suppose that because of the confession He is among those inferior to the Father, consider also what follows:'
1:366
κύριον γὰρ οὐρανοῦ καὶ γῆς ἀποκαλεῖ τὸν πατέρα
因為祂稱父為「天地的主」。
for He calls the Father 'Lord of heaven and earth.'
1:367
ὅλων κρατοῦντος θεοῦ πάντως που σὺν αὐτῷ δεσπόζει τῶν ὅλων καὶ ἐπάνω πάντων ἐστὶν οὐχ ὡς ἐλάττων ἢ ἑτερούσιος, ἀλλ' ὡς θεὸς ἐκ θεοῦ, ταῖς ἴσαις εὐκλείαις στεφανούμενος καὶ τὴν κατὰ πᾶν ὁτιοῦν ἰσότητα πρὸς αὐτὸν ἔχων οὐσιωδῶς
既然神統管萬有,那麼子必定也與祂一同管轄萬有,並在萬有之上——不是作為較低的或本質相異的,而是作為出於神的神,戴著同等的榮耀為冠冕,並在本質上於凡事上與祂完全平等。
Since God rules over all things, assuredly together with Him the Son also holds dominion over all and is above all—not as one lesser or of a different essence, but as God from God, crowned with equal glories, and possessing in essence equality with Him in every single respect.
1:368
Εὐλόγησε γάρ τοι τοὺς μαθητὰς καὶ βραχὺ προελθὼν ἀνεφέρετο εἰς τὸν οὐρανὸν ὁ δεσπότης, ἵνα σύνεδρος ᾖ τῷ πατρὶ καὶ μετὰ τῆς ἑνωθείσης αὐτῷ σαρκός
因為主確實為門徒祝福,稍往前行後,便被接升入天,好使祂與父同坐寶座,甚至連同那與祂聯合的肉體一起。
For indeed the Master blessed the disciples, and after going forward a little was taken up into heaven, that He might sit enthroned with the Father even together with the flesh that had been united to Him.
1:369
καὶ τοῦτο ἡμῖν αὐτὸς προμεμήνυκεν, οὕτω λέγων πρὸς τὸν πατέρα·
這事祂親自預先向我們宣告,這樣對父說:
And this He Himself foretold to us, speaking thus to the Father:
1:370
οὐκοῦν ἀναφοίτησις καὶ ὑποστροφὴ γέγονε τῷ υἱῷ τοῦ ἐν δόξῃ γενέσθαι τῇ πρώτῃ καὶ ἐν ἀρχαῖς καὶ ὑπαρχούσῃ πρὸ παντὸς ἡ ἐκ γῆς ἀνάληψις
因此,子的升天與歸回,就是祂從地上被接升,乃是為要使祂進入那起初的、太初的、先於萬物而存在的榮耀之中。
Therefore the ascension and return of the Son—His being taken up from earth—came about so that He might be in that glory which was first, in the beginning, and existing before all things.
1:371
καὶ ταύτην ἡμῖν ἐνεκαίνισε τὴν ὁδὸν ἐν ἀνθρωπείᾳ μορφῇ γεγονὼς ὁ λόγος
並且道既取了人的形狀,就為我們開闢了這條新路。
And this way He inaugurated for us, the Word having come to be in human form.
1:372
ἥξει δὲ κατὰ καιροὺς ἐν τῇ δόξῃ τοῦ πατρὸς μετὰ τῶν ἁγίων ἀγγέλων καὶ παραλήψεται ἡμᾶς μεθ' ἑαυτοῦ
祂必在所定的時候,在父的榮耀裡,同著聖天使降臨,並要接我們與祂同在。
And in due seasons He will come in the glory of the Father with the holy angels, and will take us up together with Himself.
← 上一段
1

新的原文誦讀上線時通知我

每次有新章節誦讀影片就寄一封信。採雙重確認,隨時可一鍵取消。