📜 Verbum · 聖言
原文誦讀聖經與教父文獻
♥ 贊助

← 回書卷目次 · 希臘教父 › 論聖三一對話錄

論聖三一對話錄 第 1 章 第 11/23 段

希臘文原文.151 節.部分字詞可點開查義.本章太長已分段,此段為 1:1496–1:1646(全章共 3259 節)

← 上一段下一段 →
ℹ️ 本語料沒有逐節的詞法標註。原形主要取自同語言其他書卷的逐詞標註(不是這一節的標註),少數查不到的才回頭依字形比對詞典。同形的罕見字仍可能判錯,需要精確判斷時請覆核原文與專門詞典。
ℹ️ 中英對照為本站自譯,直接譯自本頁的原文(非和合本/WEB —— 那兩者譯自馬所拉文本,與本頁底本不同)。
1:1496
Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον, καὶ μὴ ἐπιλαν θάνου πάσας τὰς ἀνταποδόσεις αὐτοῦ, τὸν εὐιλατεύοντα πάσαις ταῖς ἀνομίαις σου, τὸν ἰώμενον πάσας τὰς νόσους σου, τὸν λυτρούμενον ἐκ φθορᾶς τὴν ζωήν σου. Ἀλλ' ἐκεῖνο μὲν δρῶντες, καὶ φρενὸς ἀναμφιλόγως τῆς ἀρίστης ἐξεώσμεθα καὶ Θεῷ προσκρούσομεν·
『我的心哪,你要稱頌耶和華!不可忘記他的一切恩惠:他赦免你的一切罪孽,醫治你的一切疾病,救贖你的性命脫離死亡。』但我們若那樣行〔把此歸功於受造之物〕,無疑就是喪失了至善的心智,也必得罪上帝;
'Bless the Lord, O my soul, and forget not all his benefits — him who forgives all your iniquities, who heals all your diseases, who redeems your life from corruption.' But if we should act in that way [attributing salvation to a mere creature], we would without question be cast out of the soundest mind, and we would offend God;
1:1497
ἀνάπτοντες δὲ μᾶλλον αὐτῷ τὰς ἐπὶ τῷδε δοξολογίας, σοφοί τε καὶ ἀληθεῖς ἐσόμεθα προσκυνηταί
反倒是,我們若為此向他點燃頌讚之火,便必成為智慧而真實的敬拜者。
whereas by kindling, instead, our doxologies to him for this, we shall be wise and true worshippers.
1:1498
Πῶς οὖν ἔτι ποίημα μεθ' ἡμῶν ὁ εἷς καὶ πάντων ἀντάξιος, ὡς Θεὸς ἐκ Θεοῦ καὶ Υἱὸς ἀληθῶς; Ἦ οὐχ ὧδε ἔχει; {Β.} Πῶς γὰρ οὔ; { Α.} Φέρε δή, εἴ τοι δοκεῖ, καὶ τόδε δὴ τούτοις προστι θέντες, λέγωμεν ὅτι τὰ πρός τι πῶς ἔχοντα τῶν ὀνομάτων αὐτὰ δι' ἀμφοῖν σημαίνεται, τὴν ἀλλήλων ἑκάτερα συνωδί νοντα γνῶσιν
那麼,這位獨一、與萬有等值的,既是出於上帝的上帝,又真是聖子,怎能仍與我們同列為受造之物呢?豈不是如此嗎?〔乙〕怎會不是呢?〔甲〕好,若你同意,讓我們在前面所說的基礎上再加一點:凡屬『相關詞』的名稱,都是由兩者一同表明的,彼此互相顯明對方的知識。
How then is the One who alone is of equal worth to all things still a made thing along with us — he who is God from God and truly Son? Is it not so? {B.} How could it not be? {A.} Come then, if you agree, let us add this further point to what has been said, and say that relative terms are signified through both members together, each contributing knowledge of the other.
1:1499
Ὥστε δὴ ῥᾷον, εἴ γέ τις μάθοι τὸ δεξίον, εἰδείη που πάντως ἂν δι' αὐτοῦ τὸ εὐώνυμον, καὶ μὴν ὅτι καὶ τὸ ἔμπαλιν ἀληθές, συνερεῖ πᾶς ὁστισοῦν
因此,若有人明白了『右』,他也必然藉此知道『左』,反過來說也是一樣,這一點無論何人都會贊同。
So that, more easily, if one should learn what 'right' is, he would certainly also, through it, know what 'left' is; and indeed that the converse is likewise true, everyone whatsoever would agree.
1:1500
Ὄνομα τοίνυν τῶν πρός τί ἐστι τὸ Πατήρ, ἰσοτρόπως δὲ τούτῳ καὶ τὸ Υἱός
『父』這名稱,正屬於相關詞之一;『子』這名稱,也同樣如此。
'Father,' then, is a name among relative terms, and in the same manner so is 'Son.'
1:1501
Ποῖ δὴ οὖν ἄρα καὶ πρὸς ὅ τι βλέπουσαν ταυτὶ ποιή σεται τὴν ἀναφοράν, καὶ τὴν πρὸς ἄλληλα σχέσιν, καὶ τὸν αὐτοῖς πρέποντα λόγον διεξοίχοιτο ἂν οὐδαμῶς; {Β.} Καὶ τίνι τοῦτο ἀσυμφανές; Πατὴρ γὰρ ὡς πρὸς υἱόν, καὶ μὴν καὶ υἱὸς ὡς πρὸς πατέρα νοοῖτ' ἂν καὶ λέγοιτο
那麼,這些名稱究竟朝向何處、著眼何物,而作出彼此的關聯與對照呢?難道那與它們相稱的道理,還能有別的解法嗎?〔乙〕這對誰而言不是顯而易見的呢?因為『父』是相對於『子』而被理解、被稱說的,同樣地,『子』也是相對於『父』而言的。
Toward what, then, and with an eye to what, shall these names make their reference, and their mutual relation, and could the reasoning appropriate to them possibly go any other way? {B.} And to whom is this not obvious? For 'father' is understood and spoken of in relation to 'son,' and likewise 'son' in relation to 'father.'
1:1502
{ Α.} Εἶτα τί μαθόντες οἱ διεστραμμένοι καὶ παράκοποι τὸν νοῦν, Πατέρα μὲν ἡμῖν ὀνομάζουσι τὸν Θεόν, ποίημα δὲ εἶναι διατείνονται τὸν Υἱόν; Ἢ οὐκ ἀμαθὲς καὶ ἀνάρ μοστον κομιδῇ, Πατρὶ μὲν τὸ ποιηθέν, Πατέρα δὲ αὖ τῷ πεποιημένῳ συντετάχθαι λέγειν κατά γε τὸν τοῦ πρός τι λόγον; {Β.} Κομιδῇ μὲν οὖν, ἵνα μὴ καὶ αὐτὸν ποίημα λέγωμεν τὸν Πατέρα, σχέσιν ἤδη λαχόντα φυσικὴν τὴν πρός τι τῶν ποιημάτων, ὅσον ἧκεν εἰς λογισμούς
〔甲〕那麼,那些心思悖謬、頭腦錯亂的人,一面稱上帝為我們的『父』,一面又硬說聖子是受造之物,他們到底在想什麼呢?照『相關詞』的道理,說『受造物』與『父』相配,又說『父』反過來與『受造物』相配,豈不是極其無知、極不相稱嗎?〔乙〕完全正確——否則我們豈不是也要把父自己稱為受造之物了嗎?因為就邏輯而言,他已然與受造之物有了本性上的相關關係。
{A.} Then what could those perverted and deranged in mind possibly be thinking, when they call God 'Father' to us, yet insist that the Son is a made thing? Or is it not utterly ignorant and thoroughly unfitting to say that the thing made is coupled with 'Father,' and 'Father,' in turn, is joined to the thing that is made, according to the very logic of relative terms? {B.} Utterly so — lest we also end up calling the Father himself a made thing, since he would then have already acquired, as far as reasoning goes, a natural relation toward the things that are made.
1:1503
{ Α.} Οὐκοῦν ἀκουόντων καὶ αὐτοῦ βοῶντος Χριστοῦ·
〔甲〕那麼,且聽基督自己喊叫說:
{A.} Well then, listen also to Christ himself crying out:
1:1504
Οὔτε ἐμὲ οἴδατε, οὔτε τὸν Πατέρα μου·
『你們不認識我,也不認識我的父;』
'You know neither me, nor my Father;'
1:1505
εἰ ἐμὲ ᾔδειτε, καὶ τὸν Πατέρα μου ἂν ᾔδειτε. Ἐρομένοις δὲ τῆς ἐπιπλή ξεως τὴν αἰτίαν, ἀποκρινεῖται λέγων·
『若你們認識我,也就認識我的父了。』有人問他這責備的緣由,他便回答說:
'if you knew me, you would know my Father also.' And when asked the reason for this rebuke, he will answer, saying:
1:1506
Ὁ ἀρνούμενος τὸν Πατέρα, καὶ τὸν Υἱόν·
『不認父的,也不認子;』
'He who denies the Father, denies the Son also;'
1:1507
καὶ ὁ τὸν Υἱὸν ἀρνούμενος, οὐδὲ τὸν Πατέρα ἔχει. Καὶ εἰκότως γε σφόδρα καὶ ἀληθῶς
『不認子的,也就沒有父。』這話說得極其合理、也極其真實。
'and he who denies the Son does not have the Father either.' And this quite reasonably and truly so.
1:1508
Εἰ γὰρ μὴ ἔστι Πατήρ, ὅτι φύσει γεγέννηκεν, οὐδὲ τὸν Υἱὸν ὑφεστάναι δοίη τις ἄν
因為若他不是父——即按本性生育者——那麼誰也不能承認聖子的存在了。
For if he is not Father — in that he has begotten by nature — no one could grant that the Son subsists either.
1:1509
Υἱὸς γάρ, ὅτι γεγέννηται·
因為正因他是被生的,他才是子;
For he is Son, because he has been begotten;
1:1510
καὶ εἰ μή ἐστιν Υἱὸς ὡς γεγεννημένος, οὐδὲ Πατὴρ εἴη ἂν κατά γε τὸν τοῖς νοήμασιν ἐμπρεπῆ τε καὶ ἑπόμενον λογισμόν
若他並非因被生而為子,那麼按著合乎理路、前後一貫的推論,他也就不會是父了。
and if he is not Son inasmuch as he has been begotten, then neither would he be Father, according to the reasoning that is fitting and consistent with such conceptions.
1:1511
Οὐκοῦν καὶ συνυφε στάναι καὶ συναναιρεῖσθαι δι' ἀμφοῖν ἑκάτερον ἀληθές, καὶ ἑνὸς ὑφεστηκότος, ὑφεστήξει που πάντως καὶ τὸ δι' ὃ λέγεται καὶ ἔστιν ὅ ἐστι
所以,二者實在是一同存在、一同被廢除;只要其中一個存在,那使前者得以被稱為、且真是其所是的另一個,也必然一同存在。
Therefore it is true that each subsists together with the other, and is abolished together with the other; and once one of the two subsists, then certainly the other, too, on account of which the first is called and is what it is, will altogether subsist as well.
1:1512
Τί δὲ δὴ ἄρα καὶ φρονεῖν ἕλοιντ' ἂν εἰ διαπύθοιντο λέγοντος τοῦ Χριστοῦ πρὸς τὸν ἀπειθῆ καὶ δυσήνιον τῶν Ἰουδαίων δῆμον·
那麼,若他們得知基督對那悖逆難馴的猶太民眾所說的話,他們又會作何感想呢?基督說:
What then would they choose to think, if they should learn what Christ said to the disobedient and unruly people of the Jews:
1:1513
Ἐγὼ ἐλήλυθα ἐν τῷ ὀνόματι τοῦ Πατρός μου καὶ οὐ λαμβάνετέ με; Καίτοι Πατέρα μὲν οὐδαμῶς ἑαυτὸν ὠνόμαζεν ὁ Χριστός, Υἱὸν δὲ καὶ ἐκ Πατρός
『我奉我父的名而來,你們卻不接待我。』然而基督從未稱自己為父,卻常自稱為子,且是出於父的。
'I have come in the name of my Father, and you do not receive me'? And yet Christ never once named himself Father, but rather Son, and from the Father.
1:1514
Πῶς δὴ οὖν ἄρα φησὶν ὡς ἡμᾶς ἀφῖχθαι λοιπὸν ἐν ὀνόματι τοῦ Πατρός; Ἢ δηλονότι τὸ ἐν ὀνόματι νοητέον ἐν δόξῃ τε καὶ ἐν εὐφημίᾳ τοῦ Πατρός; Ὄνομα γὰρ ἔσθ' ὅτε τὴν διαπρύσιον εὐφημίαν καὶ τὸ περίοπτον ἐν εὐκλείαις ἡ θεία λέγει Γραφή, καθάπερ ἀμέλει τὸ ἐν βίβλῳ Παροιμιῶν ὑμνούμενον·
那麼,他所說『我奉父的名而來』,究竟是什麼意思呢?豈不是應當理解為『在父的榮耀中』、『在父的美名中』嗎?因為聖經有時稱『名』為那遠傳的美譽、那在榮耀中顯赫的名聲,正如箴言書中所頌揚的那句:
How then does he say that he has come to us in the name of the Father? Or is it evident that 'in the name' must be understood as 'in the glory' and 'in the good repute' of the Father? For divine Scripture sometimes calls 'name' that far-resounding praise and that conspicuous honor amid glories, just as, indeed, what is celebrated in the Book of Proverbs:
1:1515
Αἱρετὸν ὄνομα καλὸν ἢ πλοῦτος πολύς. Ἆρ' οὖν διαπέπτωκε τοῦ εἶναι σοφός τε καὶ ἀληθὴς τοῦ Σωτῆρος ὁ λόγος, ὡς ἀφίκοιτο πρὸς ἡμᾶς ἐν ὀνόματι τοῦ Πατρὸς ἀναφανδὸν εἰρηκότος; { Β.} Καὶ μὴν ὑγιὲς εἰπεῖν ὡς οὐκ ἂν ἁμάρτοι τἀληθοῦς ἡ ἀλήθεια
『美名勝過大財。』那麼,救主既公開宣稱自己是奉父的名而來,難道他這話還算不上智慧與真實嗎?〔乙〕誠然,我們可以穩妥地說:真理絕不會偏離真實。
'A good name is to be chosen rather than great riches.' Has, then, the Savior's word fallen short of being wise and true, in saying that he has come to us in the name of the Father, as he openly declared? {B.} And indeed it is sound to say that truth could not err from what is true.
1:1516
{ Α.} Εἴπερ οὖν ἐστιν ἀληθὴς ὁ λόγος, ἢ τὸν Θεὸν καὶ Πατέρα κατακομιστέον ἐν κτίσμασιν, ἵνα μὴ φαίνοιτο πλεονεκτῶν ἐν δόξῃ τὸν Υἱόν, ἤγουν τὸν Υἱὸν ἀνακομιστέον ἤδη πως εἰς ἀξίωμα τὸ θεοπρεπὲς καὶ εἰς υἱότητος φύσιν, τὴν οὐσιωδῶς νοουμένην
〔甲〕既然這話是真的,那麼,要嘛把上帝、天父貶降到受造之物之列,免得他在榮耀上似乎勝過聖子;要嘛,就必須把聖子提升到那與上帝相稱的尊貴,以及那按本質而言的兒子性之中。
{A.} If, then, this saying is true, either God the Father must be brought down among created things, lest he appear to surpass the Son in glory, or else the Son must now, in some sense, be raised up to the dignity befitting God and to that nature of sonship which is understood in respect of essence.
1:1517
Μειονεκτοῖτο γὰρ ἂν ἥκιστά γε κατὰ τρόπον οὐδένα τοῦ Θεοῦ καὶ Πατρὸς εἰ τῇδε ἔχων ὁρῷτο·
因為若他真是這樣,他絕不會因此在任何方面遜於上帝、天父;
For he would in no way at all, on that account, fall short of God the Father, were he seen to be so;
1:1518
καὶ συναθλήσει λέγων ὁ σοφὸς ἡμῖν Ἰωάννης·
我們智慧的約翰也會與此相合,說:
and our wise John will confirm this, joining in, saying:
1:1519
Ὁ ἄνωθεν ἐρχόμενος ἐπάνω πάντων ἐστίν. Ὅτι δὲ τὸ ἄνωθεν τὴν ὑψοῦ τε καὶ ἀνωτάτω παρίστησι φύσιν διαδείξει λέγων τοῦ Σωτῆρος ὁ μαθητής·
『從天上來的是在萬有之上。』救主的門徒還會進一步指明,『從上頭』正表明那至高、至崇的本性,他說:
'He who comes from above is above all.' And that 'from above' signifies the nature which is on high and most exalted, the Savior's disciple will show, saying:
1:1520
Πᾶσα δόσις ἀγαθὴ καὶ πᾶν δώρημα τέλειον ἄνωθέν ἐστι, καταβαῖνον ἀπὸ τοῦ Πατρὸς τῶν φώτων. Ἥκει δὴ οὖν ἐκ Πατρὸς ἡμῖν ὡς ἀπὸ πηγῆς ὁ Υἱὸς καὶ ῥίζης ἐκπεφυκὼς τῆς ἀνωτάτω, τὴν ὅθεν ἐξέφυ λαμπρότητα διαδείκνυσιν ἐν ἑαυτῷ, τὸ ἐπάνω πάντων εἶναι λαχών, καθάπερ ἀμέλει καὶ ὁ Πατήρ
『各樣美善的恩賜,各樣全備的賞賜,都是從上頭來的,從眾光之父降下來的。』聖子正是從父而來,如同從泉源而來,從那至高的根源而發,並在自身彰顯出他所發源之處的光輝,因而獲得『在萬有之上』的地位,正如父一樣。
'Every good gift and every perfect gift is from above, coming down from the Father of lights.' The Son, then, comes to us from the Father as from a fountain, having sprung forth from the root that is most high, and he shows forth in himself the brightness of that from which he sprang, having obtained the [prerogative] of being above all — just as, indeed, the Father also [is].
1:1521
Ἐπάνω δὲ πάντων ἔν γε δὴ τούτῳ μάλιστά φαμεν οὔ τί που κατὰ μόνην τὴν δόξαν οὔτε μὴν ταῖς κατ' εὔκλειαν ὑπεροχαῖς πλεονεκτοῦντα τὴν κτίσιν, ἀλλὰ τῷ τῆς οὐσίας ὑπερτάτῳ ὑπερανεστηκότα καὶ ὑπερανέχοντα τῶν ὅλων ὁμοῦ τῷ τεκόντι Πατρί
這裡所謂『在萬有之上』,我們特別指的並非僅僅在榮耀上勝過受造界,也非僅以名望上的優越,而是憑其本質那至高的卓越,與生他的父一同凌駕、超越萬有。
By 'above all,' in this instance especially, we mean not merely that he surpasses creation in glory alone, nor by preeminence in reputation, but that, by the supreme excellence of his essence, he rises above and transcends all things together with the Father who begot him.
1:1522
Εἰ δὲ ἐπάνω πάντων ἐστί, πῶς ἂν ἐν πᾶσι νοοῖτο; Κτίσμα γὰρ εἴπερ ἐστὶν ἀληθῶς, κτίσμασιν ἑτέροις συντετάξεται
但他若在萬有之上,又怎能被視為在萬有之內呢?因為他若真是受造之物,就必與其餘受造之物同列。
But if he is above all, how could he be conceived as among all? For if he is truly a creature, he will be classed together with the other creatures.
1:1523
Πῶς οὖν ἕτερος παρὰ πάντα καὶ ἐπάνω πάντων ἐστίν, εἰ μὴ διάλλοιτο φυσικῶς τὸ ἐναριθμεῖσθαι τοῖς πᾶσιν; Ἢ τοπικοῖς ὑψώμασι τὴν ἀσώματον τοῦ Υἱοῦ φύσιν ἐκτετιμηκότες, οὐκ εἰκῆ ῥαψῳδήσομεν; {Β.} Πῶς φῄς; {Α.} Βούλει τὸ ἄνωθεν ὡς ἐκ τόπου λέγωμεν, ἀντινοουμένου πρὸς τὸ κάτω καὶ μετρητοῦ διαστήμασιν; {Β.} Εἶτα τί δράσομεν τὸν Υἱόν, εἴπερ ἐστὶν ἐν τόπῳ τοιούτῳ; Σωμάτων γὰρ ἴδιον τοῦτό γε
那麼,他若不是本性上有別於萬有,怎能既異於萬有、又在萬有之上呢?倘若我們只是用空間上的高度來尊崇聖子那非物質的本性,豈不成了信口胡謅嗎?〔乙〕此話怎講?〔甲〕你是否要我們把『從上頭』理解為『從某處』——那與『下面』相對、可用距離量度的一個地方呢?〔乙〕那麼,若聖子真在這樣一個地方,我們該如何看待他呢?因為那乃是物體所特有的性質啊。
How then is he other than all things, and above all things, unless he differs in nature from being reckoned among all things? Or, in honoring the incorporeal nature of the Son with mere spatial heights, shall we not simply be babbling at random? {B.} What do you mean? {A.} Do you wish us to say that 'from above' is meant as 'from a place,' conceived in contrast to 'below,' and measurable by intervals of distance? {B.} Then what shall we make of the Son, if he is in such a place? For that is proper to bodies.
1:1524
{ Α.} Οὐκοῦν ἄριστά φαμεν, ὡς ἐκ Πατρὸς νοεῖσθαι τὸ ἄνωθεν
〔甲〕那麼,我們最好這樣說:『從上頭』當理解為『從父而來』。
{A.} Then we say best that 'from above' is to be understood as 'from the Father.'
1:1525
Τοιγάρτοι, καὶ ὑπὸ μόνου γνωρίζεται τοῦ Πατρὸς καὶ γνωρίζει μόνος τὸν ἑαυτοῦ Πατέρα καὶ Θεόν
因此,唯獨父認識他,也唯獨他認識自己的父、自己的上帝。
Accordingly, he is known by the Father alone, and he alone knows his own Father and God.
1:1526
Ἄποπτον γάρ τι χρῆμα καὶ οὐδενὶ τῶν ὄντων διεγνωσμένον ὅ τί ποτέ ἐστιν ἀληθῶς αὐτὴ καθ' ἑαυτὴν ἡ ἁνωτάτω φύσις
因為那至高的本性本身,究竟是什麼,實在是隱而不見、無一受造之物能夠知曉的事。
For it is a thing hidden from view, and known by none among beings, whatever it truly is in itself — that nature which is highest of all.
1:1527
Ὅτι μὲν γὰρ ὑφέστηκέ τε καὶ ἔστι Θεός, πιστεύομεν·
因為他確實存在、且是上帝,這一點我們是相信的;
For that he subsists, and is God, we believe;
1:1528
τί δὲ κατὰ φύσιν ἐστὶν ἀπηχὲς ἐρευνᾶν, ἐπεὶ μηδέ ἐστιν ἁλώσιμον
但要探究他按本性究竟是什麼,卻是不相稱的,因為那根本無從掌握。
but to inquire what he is according to nature is unbecoming, since it is not even attainable.
1:1529
Νοῦ γὰρ ἐπέκεινα παντὸς ἡ Θεοῦ φύσις
因為上帝的本性超乎一切心智之上。
For the nature of God is beyond every mind.
1:1530
Εἶτα πῶς, εἴπερ ἐστὶν ἐκτισμένος καὶ γενητός, εἰδείη μὲν ἂν αὐτός τε καὶ μόνος τὸν Πατέρα, μόνος δὲ αὖ ὑπὸ μόνου γνωρίζοιτο τοῦ Πατρός; Καίτοι τὸ μὲν φύσιν εἰδέναι Θεοῦ παντὶ δήπου πάντως ἀνέφικτον γενητῷ, τὸ δὲ ἐξεπίστασθαί τι τῶν κεκλημένων εἰς γένεσιν ὅ τί ποτ' ἔστιν οὐκ ἂν ὑπερθρῴσκοι πάντα νοῦν, εἰ καὶ ἀνῴκισταί πως τοῦ καθ' ἡμᾶς
那麼,若他是受造、被生的,他又怎能獨自認識父,又反過來唯獨被父所認識呢?誠然,要認識上帝的本性,對任何受造者而言都是完全不可企及的;但要完全知曉任何一個被造之物究竟是什麼,卻不至於超越一切心智——即便那在某種程度上超出了我們自己的〔認知範圍〕。
How then, if he is created and generated, could he alone know the Father, and, in turn, be known only by the Father alone? And yet, while to know the nature of God is altogether unattainable for any created being, to fully comprehend what any of the things called into existence actually is would not exceed every mind — even if it were, in some measure, removed from our own [range of understanding].
1:1531
Οὐκοῦν εἰ μόνος αὐτὸς ἔγνωκε τὸν Πατέρα, καὶ αὖ ὑπὸ μόνου γινώσκεται τοῦ Πατρός, διαπέφευγεν εἰκότως τὴν ἐπὶ τῷ πεποιῆσθαι γραφήν τε καὶ δόξαν
因此,既然唯獨他認識父,又唯獨被父所認識,他理所當然地擺脫了被列入受造之物的名冊與定論。
Therefore, if he alone has known the Father, and, in turn, is known only by the Father, he has reasonably escaped being reckoned and classed among the things that have been made.
1:1532
Μόνη γὰρ οἶδεν ἑαυτὴν ἡ ἀνωτάτω καὶ ἀπόρρητος φύσις, καὶ τοῖς εἰς τὸ εἶναι παρενηνεγμένοις ἀστιβὲς τὸ χρῆμα παντελῶς
因為唯有那至高、不可言喻的本性認識自己,這事對一切被帶進存在的受造之物而言,完全是無法涉足之地。
For only the highest and ineffable nature knows itself, and this matter is altogether untrodden ground for those brought forth into being.
1:1533
{Β.} Ἀστιβὲς μὲν οὖν καὶ ἀνέμβατον, ἐπείτοι νοῦ παντὸς προσωτέρω Θεός
〔乙〕的確是無法涉足、無法企及之地,因為上帝遠在一切心智之外。
{B.} Untrodden indeed, and inaccessible, since God is set far beyond every mind.
1:1534
{ Α.} Ἐκτίσθαι δὲ ὅλως πῶς ἂν καὶ λέγοιτο πρὸς ἡμῶν ὁ Υἱός, καίτοι διακεκραγότος ὡδὶ τοῦ σοφωτάτου Παύλου·
〔甲〕那麼,我們怎能說聖子是受造的呢?至智的保羅明明這樣呼喊說:
{A.} How, then, could the Son at all be said by us to have been created, when the most wise Paul cries out thus:
1:1535
ἐπιτρό πους ἐστὶ καὶ οἰκονόμους ἄχρι τῆς προθεσμίας τοῦ πατρός·
『……乃在師傅和管家的手下,直等他父親所定的時候來到。』
'...they are under guardians and stewards until the time appointed by the father;'
1:1536
οὕτω καὶ ἡμεῖς, ὅτε ἦμεν νήπιοι, ὑπὸ τὰ στοιχεῖα τοῦ κόσμου ἦμεν δεδουλωμένοι·
『我們為孩童的時候,也是這樣受管於世上的小學之下。』
'so also we, when we were children, were enslaved under the elemental things of the world;'
1:1537
ὅτε δὲ ἦλθε τὸ πλήρωμα τοῦ χρόνου, ἐξαπέστειλεν ὁ Θεὸς τὸν Υἱὸν αὐτοῦ, γενόμενον ἐκ γυναικός, γενόμενον ὑπὸ νόμον, ἵνα τοὺς ὑπὸ νόμον ἐξαγοράσῃ, ἵνα τὴν υἱοθεσίαν ἀπολάβωμεν. Οὐκοῦν, ἀρρωστοῦντες μὲν ἔτι τὸ ἀμαθὲς καὶ τοῖς τῆς ἀρχαίας νηπιότητος αἰτιάμασι καθεστηκότες ἔνοχοι, τοῖς τοῦ κόσμου στοιχείοις ὑπενηνέγμεθα, τῇ κτίσει λελατρευκότες, καίτοι δέον ἀνάπτειν τὸ σέβας τῷ γε ἀληθῶς καὶ μόνῳ κατὰ φύσιν Θεῷ
『及至時候滿足,上帝就差遣他的兒子,為女子所生,且生在律法以下,要把律法以下的人贖出來,叫我們得著兒子的名分。』所以,我們過去既仍病於愚昧,又背負著舊日孩童時代的罪責,就受制於世上的小學之下,成了受造界的奴僕——其實,我們理當只向那唯一按本性真是上帝的那位燃起敬拜之火。
'but when the fullness of time came, God sent forth his Son, born of a woman, born under the law, that he might redeem those under the law, that we might receive the adoption as sons.' Therefore, while we were still afflicted with ignorance, and held liable under the charges of our former childhood, we were carried along under the elemental things of the world, having served creation as slaves — although it was fitting to kindle reverence for him alone who truly is God by nature.
1:1538
Ἐπειδὴ δὲ ἡμῖν ἐπέλαμψεν ὁ Υἱός, τότε δή, τότε κρείττους τε καὶ προφερέστεροι τῆς ἐν νηπιότητι φρενὸς ἀναδεδειγμένοι καὶ εἰς τὸ τῆς ἀληθείας διελάσαντες φῶς, ἀπηλλάγμεθά που, καθάπερ ἐγῷμαι, συναινέσεις δὲ καὶ αὐτὸς οἶδ' ὅτι, τοῦ κατεζεῦχθαι στοιχείοις κοσμικοῖς
然而,自從聖子照耀我們以來,那時,是的,正是那時,我們顯明自己已勝過、超越了孩童的心智,邁入了真理的光中,也因此得以脫離——如我所想,我知道你也會同意——世上小學的轄制與束縛。
But since the Son shone upon us, then indeed — then, having been shown to be better and more advanced than the mind of childhood, and having passed on into the light of truth — we have, as I think, been set free, and I know you too would agree, from being yoked to the elements of the world.
1:1539
Τοῦτο γὰρ ἡμῖν ὁ ἱερὸς ἀρτίως διεσήμηνε λόγος, ὃν καὶ ὡς εἴη σοφός τε καὶ ἀληθὴς φαῖεν ἂν ἴσως οἷς ἂν ὀρθότη τος μέλοι·
因為這正是那聖言方才向我們所指明的——這話,我想,凡關心正道的人都會承認它既智慧又真實;
For this is what the sacred word has just now signified to us — a word which those who care for uprightness would, I suppose, call both wise and true;
1:1540
λαλεῖ γὰρ ἐν Χριστῷ μυστήρια
『因為它在基督裡述說著奧祕。』
'for it speaks mysteries in Christ.'
1:1541
{Α.} Ἆρ' οὖν, ὦ Ἑρμεία, πᾶν εἴ τί φαμεν διακεκλῆσθαι πρὸς ὕπαρξιν τοῖς τοῦ πεποιηκότος νεύμασιν, οὐχὶ τοῖς τοῦ κόσμου στοιχείοις ἐναριθμητέον, ἢ καὶ ὡς μέρος τοῦ κόσμου τῷ παντὶ συντετάξεται; {Β.} Καὶ μάλα
甲:「赫米亞啊,那麼,凡我們說是藉造物者的意旨而被召喚入存在的一切,豈不應被列入世界的元素之中,或作為世界的一部分而被歸入這全體嗎?」乙:「正是如此。」
A: Well then, Hermias, if we say that everything has been called into existence by the nods of its Maker, must it not be numbered among the elements of the world, or will it also be classed as a part of the world along with the whole? B: Very much so.
1:1542
{Α.} Λελυτρώμεθα δὲ πρὸς τελειότητα νοῦ καὶ φρενὸς ἱγμένοι, κιβδηλεύοντές τε τὸ ὑποκεῖσθαι θέλειν τοῖς τοῦ κόσμου στοιχείοις; { Β.} Οὕτω φημί
甲:「我們既已蒙救贖,達到心智與悟性的成全,豈料我們卻在偽稱願意再次受制於世界的元素嗎?」乙:「我如此說。」
A: But have we been redeemed unto perfection of mind and reached the fullness of understanding, only to falsely feign a willingness to be subject again to the elements of the world? B: So I say.
1:1543
{Α.} Ἆρα τὴν εἰς Υἱὸν ὡς εἰς Υἱὸν ἀληθῶς παραδεδεγμένοι πίστιν, ἢ πῶς; {Β.} Οὕτως
甲:「那麼,我們所領受、指向子的信仰,乃是真正信入子作為子,還是如何呢?」乙:「正是如此。」
A: Have we then received the faith in the Son as truly [faith] in the Son, or how is it? B: Thus it is.
1:1544
{ Α.} Οὐκοῦν ἀγένητος εἴη ἂν ὁ Μονογενής, ἵνα μὴ φαίνοιτο μὲν αὐτὸς μετὰ τῶν ἄλλων στοιχείων καὶ τελῶν ἐν κτίσμασι, νήπιοι δὲ ἡμεῖς καὶ αὐχημάτων ἔτι τῶν εἰς τελειότητα νοῦ τητώμενοι, εἰκαίοις τε λογισμοῖς πεφενακισμένοι μᾶλλον ἥπερ οὖν ἀληθῶς ἐλπίδα βεβαίαν καὶ γνῶσιν πεπλουτηκότες, δῆλον δὲ ὅτι τὴν εἰς Υἱόν
甲:「那麼,獨生子豈不應是非受造的,免得祂與其他元素一同顯得被列入、被算作受造之物之中,而我們仍是嬰孩,依然缺乏那屬於心智成全的誇耀,反倒被虛妄的推理所欺哄,而非真正富有堅定的盼望與知識——顯然,就是對子的那知識。」
A: Then the Only-Begotten would have to be unbegotten, so that he should not appear, along with the other elements, to be numbered and reckoned among created things, while we remain infants still bereft of the boasts belonging to perfection of mind, and rather deceived by vain reasonings than truly enriched with a firm hope and knowledge — clearly, the knowledge concerning the Son.
1:1545
Τί γὰρ ὅλως ὀνήσειεν ἂν ἡμᾶς ὁ Μονογενής, καίτοι δι' ἡμᾶς γενόμενος ἄνθρωπος, εἰ μὴ τοῦ λατρεύειν τῇ κτίσει λελυτρώμεθα; Τὴν δὲ εἰς αὐτόν, εἰπέ μοι, προσηκάμενοι πίστιν ὡς εἰς Υἱόν, ἆρ' οὐ πεπλανή μεθα; { Β.} Ἔοικεν, εἴπερ ἐστὶ γενητός
因為,獨生子縱然為我們的緣故成了人,倘若我們並未從事奉受造之物中得蒙救贖,祂對我們究竟有何益處呢?告訴我,我們既領受了信入祂為子的信仰,豈不是被欺哄了嗎?乙:「看來是如此,如果祂果真是受造的。」
For what benefit at all would the Only-Begotten be to us, though he became man for our sake, if we have not been redeemed from serving the creation? And having received faith in him as in the Son, tell me, have we not been deceived? B: It seems so, if indeed he is created.
1:1546
{ Α.} Τί δὲ, οὐκ ἀμείνων παραπολὺ τῆς διὰ Χριστοῦ παιδεύσεως ἡ διὰ Μωσέως, εἴπερ ἐστὶν ἀληθῶς εἰς ἕν τι τῶν γενητῶν ἡ πίστις; Φαίην δ' ἂν ὅτι κενολογοῦσιν οἱ ἅγιοι, κατόπιν τῶν εὐαγγελικῶν θεσπισμάτων ῥιπτοῦντες ἀεὶ τὴν ἀρχαιοτέραν ἐντολήν
甲:「那又如何呢?倘若這信仰果真是指向某一受造之物,豈不是藉摩西所施的教導遠勝於藉基督所施的教導嗎?我要說,聖徒們豈不是空談,總是把那更古老的誡命拋在福音訓示之後嗎?」
A: And what then — is not the instruction through Moses far better than that through Christ, if faith is truly directed to one of the created things? I should say that the saints speak in vain, always casting aside the more ancient commandment behind the evangelical decrees.
1:1547
Τετελείωκε δὲ πῶς ὁ νόμος οὐδέν, ἀλλ' ὁ δίκαιος ἡμῖν ἐκ πίστεως ζήσεται; Καίτοι διόλλυσι μὲν ἡ πίστις ἡ εἰς Υἱὸν τοὺς εἰσδεδεγμένους αὐτήν, ὠφέλησε δὲ τοὺς ἀρχαιοτέρους ὁ νόμος, εἰ τοὺς τῶν διεστραμ μένων παραδεξαίμεθα λόγους
律法怎能說是毫無成全,而『義人必因信得生』呢?然而,倘若我們接納那些悖謬之人的言論,則信入子的信仰竟毀滅了那些領受它的人,反倒是律法使那更古老的人得益。
How then has the law perfected nothing, yet 'the righteous shall live by faith'? And yet the faith in the Son destroys those who have received it, while the law benefited the more ancient people — if we should accept the words of those who are perverted.
1:1548
{ Α.} Ἀοκνότατά γε καὶ μάλα προθύμως
甲:「最為不辭勞苦,且十分樂意。」
A: Most unhesitatingly indeed, and very readily.
1:1549
Φάθι δέ με ταυτὶ βεβουλῆσθαι λέγειν
且承認,我所要說的正是這些話。
But grant that this is what I wished to say.
1:1550
{Β.} Τὰ ποῖα ἄττα φῄς; {Α.} Τοῖς μὲν γὰρ ἀρχαιοτέροις ὁ διὰ τοῦ πανσόφου Μωσέως κατεχρησμῴδησε νόμος·
乙:「你所指的是哪些話呢?」甲:「因為對那更古老的人,那藉全智的摩西所頒佈、如神諭般宣告的律法說:」
B: What sort of things do you mean? A: For to the more ancient people the law, through the all-wise Moses, gave oracular decree:
1:1551
Κύριος ὁ Θεός σου Κύριος εἷς ἐστι. Καὶ πρός γε δὴ τούτοις·
『耶和華——你的神是獨一的主。』此外還有:
'The Lord your God is one Lord.' And besides these things:
1:1552
Οὐ ποιήσεις σεαυτῷ εἴδωλον, οὐδὲ παντὸς ὁμοίωμα, ὅσα ἐν τῷ οὐρανῷ ἄνω καὶ ὅσα ἐν τῇ γῇ κάτω. Ἀποκομίζων δὲ ἔτι πρὸς τὸ ἀμεινόνως ἔχον καὶ μὴν καὶ αὐτῶν ἀφιστὰς τῶν τοῦ κόσμου στοιχείων·
『不可為自己雕刻偶像,也不可仿造任何形像,無論是天上的、地下的。』並且更進一步,引人邁向更美善之境,使人遠離世界的元素本身:
'You shall not make for yourself an idol, nor a likeness of anything, of whatever is in heaven above or whatever is on earth below.' And leading [us] further still toward what is better, and indeed separating [us] from the very elements of the world:
1:1553
Πρόσεχε σεαυτῷ, φησί, μὴ ἀναβλέψας εἰς τὸν οὐρανὸν καὶ ἰδὼν τὸν ἥλιον καὶ τὴν σελήνην καὶ τοὺς ἀστέρας καὶ πάντα τὸν κόσμον τοῦ οὐρανοῦ, πλανηθεὶς προσκυνήσῃ αὐτοῖς. Εἰς ἕνα τοιγαροῦν τὸν ἀληθῶς καὶ φύσει Θεὸν ὁ νόμος ἐκάλει, μεθιστὰς εἰσάπαν τοῦ σφαλεροῦ καὶ χείρονος·
經上說:「你要謹慎自己,免得你舉目望天,看見日、月、星,以及天上的萬象,就被誘惑去敬拜它們。」如此,律法呼召人歸向那獨一、真實且本性為神者,將人完全帶離那危險與較差的境地:
'Take heed to yourself,' it says, 'lest, looking up to heaven and seeing the sun and the moon and the stars and all the host of heaven, you be led astray and worship them.' Therefore the law called [people] to the one who is truly and by nature God, removing them entirely from what is treacherous and worse:
1:1554
ἐπεψηφίζετο γὰρ οὐδαμῶς τὸ χρῆναι τῇ κτίσει παρὰ τὸν κτίσαντα προσκυνεῖν, καὶ μὴν καὶ ἀσφαλεστέρους εἰς τὸ ἐρηρεῖσθαι καλῶς ἔν γε τουτῳῒ τοὺς κεκλημένους ἐτίθει, ποινὴν ἐπαρτήσας τοῖς ἐθέλουσι ῥᾳθυμεῖν τὴν εἰς αἷμα ζημίαν
因為律法絕不容許人竟去敬拜受造之物、而非那創造者,並且使蒙召之人在此事上得以穩固堅立,對那些願意疏忽怠惰者,更懸以血的刑罰為懲;
for it in no way sanctioned the necessity of worshiping the creation instead of the Creator, and indeed it made those who were called more secure in being firmly established in this very matter, attaching, as a penalty for those who would be negligent, the penalty reaching even unto blood;
1:1555
παρῆκται δὲ ὅποι τὰ καθ' ἡμᾶς, φέρε δὴ λέγωμεν
至於我們現今的境況已進展至何處,讓我們來說一說。
but to what point our own affairs have advanced, come, let us now say.
1:1556
Παρῴχετο μὲν ὁ νόμος, ὡς ἐπὶ σκιαῖς καὶ τύποις κατηγορούμενος, ἀνέλαμψε δὲ τῆς ἀληθείας τὸ φῶς, ἐπείτοι τὴν εἰς Υἱὸν παραδεδέγμεθα πίστιν, καίτοι, κατ' ἐκείνους, γενητὸν ὄντα καὶ πεποιημέ νον
律法既已過去,因它被指為僅止於影像與預表,而真理之光已然照耀,因我們已領受了信入子的信仰——雖然照他們看來,子是受造且被造的。
The law has passed away, being charged as pertaining to shadows and types, while the light of truth has shone forth, since we have received faith in the Son — although, according to them, he is created and made.
1:1557
παραλογώτερον, οἱ μὲν γὰρ οὔπω πεπλουτηκότες τῆς ἀληθείας τὸ φῶς τὸν ἀληθῶς καὶ φύσει Θεὸν ἐγνώκασιν·
這更為荒謬:那些尚未富有真理之光的人,竟認識了那真實且本性為神者;
More absurd still: for those who had not yet been enriched with the light of truth knew the one who is truly and by nature God;
1:1558
ἡμεῖς δὲ οἱ περιττοί, καίτοι λαχεῖν αὐχήσαντες τὴν τοῖς πρὸ ἡμῶν οὐ δεδωρημένην ἀλήθειαν, δι' αὐτῆς πεπλανήμεθα καὶ φωτὶ τῷ θείῳ κατεσκοτισμένοι μᾶλλον ἤγουν ἐκλελαμ πρυσμένοι διατελοῦμεν, οἱ δείλαιοι
而我們這些自詡優越之人,雖誇口說已獲得那未曾賜給我們以前之人的真理,卻反因這真理而被迷惑,以致我們始終被那神聖之光弄得昏暗,而非蒙其照亮——我們這些可悲的人啊!
but we, the exceptional ones — though we boasted of having obtained the truth not granted to those before us — have through it been led astray, and remain darkened rather than illumined by the divine light, wretches that we are!
1:1559
{Α.} Εἰ δὲ δὴ κἀκεῖνο μάθοις, καταθαυμάσαις ἄν, οἶμαι, μειζόνως
甲:「倘若你也得知那一點,我想,你必將更加驚嘆不已。」
A: And if you should also learn that other thing, you would, I think, marvel even more greatly.
1:1560
{Β.} Τὸ ποῖον; {Α.} Παιδαγωγὸς ἡμῖν ὁ νόμος γέγονεν εἰς Χριστόν. Γεγραφότος γὰρ ὡδὶ διεπύθου που πάντως τοῦ μακαρίου Παύλου
乙:「哪一點呢?」甲:「律法對我們而言已成為引至基督的啟蒙師傅。因為你必定曾探問過蒙福的保羅所寫的話,他曾如此寫道。」
B: What thing? A: The law has become for us a tutor unto Christ. For you have surely inquired at some point concerning the blessed Paul, who wrote thus.
1:1561
{ Α.} Βασανιστέον δὴ οὖν ἐφ' ὅ τι τε καὶ ὅπως παιδοκόμος ἦν εἰς ἡμᾶς ὁ νόμος εἰς Χριστὸν ἀναφέρων, τουτέστιν εἰς λόγον καὶ γνῶσιν τὴν ἐπὶ Χριστῷ
甲:「所以我們必須仔細探究:律法作為我們的訓蒙師傅,究竟是為了什麼目的、又是以何種方式,將我們引向基督,也就是引向關於基督的道與知識。」
A: We must therefore examine to what end, and in what way, the law was a child-attendant for us, referring us to Christ — that is, to the word and knowledge concerning Christ.
1:1562
Ἆρ' ὡς εἰς ἀμείνω καὶ ὑπερτρέχουσαν τῆς ἐνούσης αὐτῷ καὶ ἐγκεχωσμένης ἔτι τοῖς τύποις, ἤγουν εἰς αἰσχίονα καὶ χθαμαλωτέραν; { Β.} Εἰς ἀμείνω καὶ φανοτέραν
這是引向一種比它自身所擁有、卻仍被埋沒在預表之中的知識更美好、更超越的知識呢?抑或是引向一種更卑劣、更低下的知識呢?乙:「是引向更美好、更顯明的知識。」
Was it toward something better and surpassing the knowledge inherent in it, yet still buried in the types — or rather toward something more shameful and lower? B: Toward something better and more radiant.
1:1563
ἅπας γάρ, οἶμαι, σοφὸς καὶ ἀρτίφρων ἀνὴρ συννεύσειεν ἂν ὧδέ τε ἔχειν τὸ χρῆμα ἐρεῖ
因為我想,每一位智慧而心思健全的人都會贊同,並會說事情正是如此。
For every wise and sound-minded man, I think, would agree and would say that the matter stands thus.
1:1564
Οὐκοῦν εἰ νόμος ἡμᾶς ὁ παιδαγωγός, καίτοι τὸν ἕνα καὶ φύσει διακηρύττων Θεόν, οὐχ ὡς εἰς αἰσχίονα γνῶσιν εἰς τὸ ἐπὶ Χριστῷ διακομίζει μυστήριον, Υἱὸς ἂν εἴη μᾶλλον οὐ γενητός, ἵνα μὴ νόμος ἡμᾶς ἀδικήσας ὁρῷτο, μήτε μὴν ὡς προφερεστέραν τῆς εἰς Θεὸν γνώσεως τὴν εἰς ποίημα τιθείς, πάγη καὶ θήρατρον διαβολικὸν εὑρίσκοιτο, καίτοι λαληθεὶς δι' ἀγγέλων καὶ δοθεὶς ἡμῖν εἰς ἐπικουρίαν
所以,如果律法這位教師——雖然它所宣揚的乃是那獨一、本性為神者——並非把我們引向一種比它自身更卑劣的知識,亦即那關乎基督的奧祕,那麼子就應當是非受造的,免得律法被視為虧待了我們,也免得律法把對受造物的認識置於對神的認識之上,以致被視為一個陷阱與魔鬼的羅網——儘管律法是藉眾天使所傳、賜給我們作為扶助的。
Therefore, if the law, our tutor — though it proclaimed the one God who is by nature God — does not convey us to the mystery concerning Christ as to a more shameful knowledge, then the Son must rather be not created, lest the law be seen to have wronged us, nor moreover, by setting the knowledge of a creature as more excellent than the knowledge of God, be found a snare and diabolical trap — although it was spoken through angels and given to us for help.
1:1565
Νόμον γὰρ εἰς βοήθειαν δέδωκε, τῶν ἁγίων τις ἔφη
聖徒中有一位曾說:「祂賜下律法作為幫助。」
'For he gave the law for help,' one of the saints said.
1:1566
Καὶ εἰ πλήρωμα νόμου καὶ προφητῶν ὁ Χριστός, πῶς ἂν ἔχοι τὸ εἶναι σεπτὸς τῆς θεοπνεύστου Γραφῆς ὁ λόγος; Ἐκτελευτᾷ γὰρ εἰς πλάνησιν τῆς ὅλης γνώσεως οἱονεὶ τὸ συμπέρασμα κατακλεῖον ἡμᾶς εἰς γενητὴν καὶ οὐκ ἄκτιστον φύσιν
再者,倘若基督是律法與眾先知的成全,那麼這出於神默示的經文之言,又怎能稱為可敬呢?因為它豈不是使整個知識的體系終歸迷途,彷彿其結論將我們封閉於一種受造、而非非受造的本性之中嗎?
And if Christ is the fullness of the law and the prophets, how could the word of the God-inspired Scripture remain venerable? For it ends up leading the whole body of knowledge astray, its conclusion, as it were, enclosing us within a created and not uncreated nature.
1:1567
Πλὴν οἶμαί τι τοιοῦτον ἐρεῖν τὸν δι' ἐναντίας, τὸ πρωτότοκος ὄνομα, τί ἂν βούλοιτο δηλοῦν; {Α.} Τὸ προὔχειν ἐν ἀδελφοῖς τὸν δεῖνα τυχὸν καὶ πρεσβυ τέραν λαχεῖν ἑτέρων τὴν διὰ γεννήσεως ὕπαρξιν
不過,我想那持異議者會這樣說:「長子」這個名稱究竟想表明什麼呢?甲:「表明某人在眾弟兄中居於首位,並且或許是藉由出生而獲得比其他人更年長的存在。」
But I think the opponent would say something like this: what would the name 'firstborn' wish to signify? A: That such-and-such a one holds precedence among brothers, and has obtained, perhaps, an existence through birth more senior than others.
1:1568
{Β.} Εἶτα πῶς ὠνόμασται, φασί, πρωτότοκος πάσης τῆς κτίσεως ὁ Υἱὸς εἰ μὴ ἀδελφὴν ὥσπερ ἔχει τὴν κτίσιν ὡς ὁμογενῆ καὶ ὁμοφυᾶ; {Α.} Φροῦδον οὖν, ὡς ἔοικε, καὶ ἀχρεῖον παντελῶς ἐπ' αὐτοῦ διαφανεῖται λοιπὸν τὸ Υἱὸς ὄνομα, καὶ φενακισμὸς ἡ γέννησις, καὶ θρύλλος εἰκαῖος ὁ περὶ Πατρὸς ἡμῖν ἥκει λόγος
乙:「那麼,若非受造之物如同祂的姊妹一般、與祂同類同性,子又怎會被稱為『一切受造之物的長子』呢?」甲:「如此看來,『子』這名稱最終將顯得完全空洞無用地被用在祂身上,誕生一詞也成了欺哄,而我們所領受關於『父』的道理,也不過是空泛的謠傳罷了。」
B: Then how, they say, has the Son been named 'firstborn of all creation' unless he has creation as a sister, as it were, being of the same kind and the same nature? A: Then, it seems, the name 'Son' will henceforth appear utterly vain and useless as applied to him, the begetting a deception, and the word concerning the Father that has come to us an idle rumor.
1:1569
Πατὴρ γὰρ κέκληται τοῦ Υἱοῦ καταχρηστικῶς, τοιγάρτοι καὶ περὶ τῶν Υἱῶν Ἰσραὴλ Υἱοὺς ἐγέννησα καὶ ὕψωσα φησίν
因為神被稱為子之父,不過是一種借用的說法而已;正如論及以色列眾子時,經上也說:「我生了眾子,又高舉了他們。」
For God has been called Father of the Son only in a figurative sense; thus also concerning the sons of Israel it says, 'I have begotten and raised up sons.'
1:1570
{ Α.} Ἆρ' οὖν εἰσποιητὸς εἰς υἱοθεσίαν μεθ' ἡμῶν ὁ Μονο γενὴς καὶ νεῦμα μόνον ἡ γέννησις, τὸ δὲ ἀληθὲς ἐπ' αὐτῷ τὸ πεποιῆσθαί ἐστιν; { Β.} Οὕτω φασί
甲:「那麼,獨生子豈是與我們一同被收納為義子,而『誕生』僅僅是一種比喻的說法,關於祂真實的情況乃是祂被造成的嗎?」乙:「他們如此說。」
A: Is then the Only-Begotten adopted into sonship together with us, and is the begetting merely a figure of speech, while the truth concerning him is that he was made? B: So they say.
1:1571
{ Α.} Καίτοι τί δή ποτε παρέντες ὡς ἀκερδὲς τὸ αὐτὴν ἐπείγεσθαι καταθρεῖν τὴν ἀλήθειαν, μονονουχὶ τὸ προφητικὸν ἐκεῖνό φασίν·
甲:「然而,他們何以竟捨棄了竭力洞察真理本身這件事,視之為無益,以致幾乎在說出那先知的話呢:」
A: And yet why, having abandoned as unprofitable the eagerness to discern the truth itself, do they all but utter that prophetic saying:
1:1572
Ἐθέμεθα ψεῦδος τὴν ἐλπίδα ἡμῶν, καὶ τῷ ψεύδει σκεπασθησόμεθα; Εἴρηται γὰρ πρωτότοκος πότε καὶ ἐν τίσι γεγονὼς ὁ Λόγος, χρῆν, οἶμαί που, καὶ πρό γε τῶν ἄλλων ἁπάντων ἀναμαθεῖν, οὕτω τε λοιπὸν εἰς ἐννοιῶν εὐθύτητα τὴν τῶν μυστηρίων πρεπωδεστάτην ἀπορθοῦν ἐπείγεσθαι τὴν καρδίαν
「我們以謊言為避所,以虛假藏身」這話嗎?因為我認為,在探究一切之前,首先必須徹底查明:『道』究竟是何時、在何種情形下被稱為『長子』的,如此才能進而竭力使心思在思念的正直上得以端正,以達到對這些奧祕最為恰當的理解。
'We have made falsehood our hope, and we shall be sheltered by the lie'? For it was necessary, I think, before all else, to learn thoroughly when and under what circumstances the Word came to be called 'firstborn,' and thus at last to press on to set the heart upright, in uprightness of thought, toward the most fitting understanding of the mysteries.
1:1573
Καιροὶ γὰρ ἡμῖν καὶ μὴν καὶ προσώπων διαφοραὶ καταδείξειαν ἂν καὶ μάλα εὐκόλως τὸν ἀπλανῆ τε καὶ ἀπαράφθορον καὶ ἐξ εὐθείας ἥκοντα λόγον τῶν ἱερῶν Γραμμάτων·
因為時期,以及位格之間的區別,將會極其容易地向我們顯明聖經那不謬誤、不受敗壞、且直截了當而來的真義:
For the times, and indeed the distinctions of persons, would show us, very easily, the unerring, incorrupt, and straightforwardly-arrived-at sense of the sacred Scriptures:
1:1574
ἢ εἴπερ ἐστὶν οὐκ ἀληθὲς ὅ φημι, καιροὺς δὲ καὶ χρόνους οὐ βασανιστέον καθ' οὓς ἄσαρκός τε ἦν ἔτι καὶ μετὰ σαρκὸς ὁ τοῦ Θεοῦ Λόγος καταπτοείτω μηδένα κἂν ἀδιακρίτως τὰ ἐπ' αὐτῷ λαλῆται τυχὸν καὶ δυσφημιῶν ἀπέστω γραφή·
否則,倘若我所言不實,亦即無須考察神的道尚未成肉身、以及已成肉身的各個時期與時刻,那麼即便關於祂的種種話語或許被不加區分地說出,也無需使任何人驚駭,經文也就無可指摘為褻瀆之言了;
or if what I say is not true, and one need not examine the times and seasons in which the Word of God was still without flesh, and then with flesh, let this terrify no one, even if the things concerning him should perhaps be spoken indiscriminately, and let Scripture be free from any charge of blasphemy;
1:1575
κἂν οἴοιτό τις ἐκτεθνάναι κατ' ἀλήθειαν, καίτοι ζωὴν ὄντα κατὰ φύσιν τὸν ἐκ Πατρὸς Λόγον, αἰτείτω κρότους τοὺς πρὸς ἡμῶν, καὶ τοὺς τῆς ἀψευδείας ἐπαίνους·
即便有人認為那出於父的道——祂本性原是生命——竟真實地死去,也讓他向我們索取喝采,以及那不謬之言的稱讚吧;
and even if someone should think that the Word from the Father — though he is Life by nature — truly died, let him seek applause from us, and praise for his truthfulness;
1:1576
εἰκαιομυθήσει δὲ ἄρα καὶ ὁ σαρκὶ τεθνάναι λέγων αὐτόν
那麼,說祂在肉身中死去的人,豈不也是在空談無稽之言嗎?
then indeed the one who says that he died in the flesh will also be speaking idle nonsense.
1:1577
Πᾶν γὰρ ἤδη πως τὸ ἐπ' αὐτῷ πέφηνεν ἀδιάκριτον
因為關於祂的一切事,如今豈不都顯得毫無區分了嗎?
For everything concerning him has already, in a way, appeared undifferentiated.
1:1578
{Β.} Ἔχοι ἂν ὀρθῶς, εἰ τῇδε νοοῖτο, ψόγου γε μὴν καὶ γραφῆς οὐκ ἔξω τὸ χρῆμα
乙:「若如此理解,倒也不無道理;然而此事仍不能免於責難,甚至控訴。」
B: This would be correct, if it were understood in this way; yet the matter is not free of blame, nor even of indictment.
1:1579
πότερα καὶ αὐτὸς τοῖς εἰσφέρουσι συντετάξεται καὶ δασ μολογοῖτο Χριστός, ἤγουν ἀποφάσκει τὴν εἴσπραξιν–, εἰσέθορε μὲν εὐθὺς ὁ θεσπέσιος μαθητὴς τὸ τί ἂν βούλοιτο δρᾶν αὐτοὺς ἔν γε τουτῳῒ διαμαθεῖν ἀξιῶν·
——究竟基督自己是否也要被列入納稅者之列、被徵收丁稅,抑或祂拒絕繳納此稅——那位蒙神啟示的門徒隨即急忙上前,認為理當在此事上探明他們究竟想要做什麼;
— whether Christ himself also would be numbered among those bringing in [the tax] and be assessed the tribute, or whether he refuses the payment — the divinely-inspired disciple straightway rushed in, deeming it right to learn fully in this matter what they wished to do;
1:1580
ἤρετο δὲ φθάσας ὁ Ἰησοῦς·
然而耶穌卻先發制人,問道:
but Jesus, anticipating him, asked:
1:1581
Οἱ βασιλεῖς τῆς γῆς, ἀπὸ τίνων λαμβάνουσι τέλη ἢ κῆνσον; ἀπὸ τῶν υἱῶν αὐτῶν ἢ ἀπὸ τῶν ἀλλοτρίων; Πέτρου δὲ εἰπόντος·
「世上的君王向誰徵收關稅或丁稅呢?是向自己的兒子,還是向外人呢?」彼得回答說:
'The kings of the earth, from whom do they receive tolls or tribute? From their own sons, or from strangers?' And when Peter said:
1:1582
Ἐκ τῶν ἀλλο τρίων, ἔφη προστιθείς·
「向外人。」祂又接著說:
'From strangers,' he said, adding:
1:1583
Ἄρα γε ἐλεύθεροί εἰσιν οἱ υἱοί·
「那麼,兒子就是自由的了。」
'Then the sons are free.'
1:1584
ἵνα δὲ μὴ σκανδαλίσωμεν αὐτοὺς, πορευθεὶς εἰς τὴν θάλασσαν, βαλὲ ἄγκιστρον καὶ τὸν ἀναβάντα πρῶτον ἰχθὺν ἆρον καί, ἀνοίξας τὸ στόμα αὐτοῦ, εὑρήσεις στατῆρα·
「但為了不使他們絆倒,你且往海邊去,拋下釣鉤,把先上鉤的魚拿起來,打開牠的口,就必找到一塊司塔特銀幣;」
'But so that we do not cause them to stumble, go to the sea, cast a hook, and take the first fish that comes up; and when you have opened its mouth, you will find a stater;'
1:1585
ἐκεῖνον λαβών, δὸς αὐτοῖς ἀντὶ ἐμοῦ καὶ σοῦ. Αἰσθάνῃ δὴ οὖν ὅτι τῇ οἰκείᾳ φύσει προσμεμαρτύρηκε τὸ ἐλεύθερον; Τοῦτο δ' ἂν εἴη τὸ ὑπὲρ κτίσιν·
「拿去,替我和你繳納。」你可看出,祂已為自己的本性作證,證明那自由乃屬於祂自己的本性嗎?而這正是超乎受造之物之上的自由:
'take that and give it to them for me and for you.' Do you perceive, then, that he has attested freedom as belonging to his own nature? And this would be freedom above creation:
1:1586
δοῦλον γὰρ τοῦ πεποιηκότος τὸ παροισθὲν εἰς γένεσιν
因為凡被帶入存在、受造之物,都是那造物者的僕役。
for that which has been brought into being is a servant of its Maker.
1:1587
Ὅτι τὰ σύμπαντα δοῦλα σά. Οὐκοῦν ἐν μέτροις ἡμῖν οὐχὶ τοῖς δουλοπρεπέσιν, οὐδὲ ἐν τοῖς ὑπὸ ζυγὸν ὁ Υἱός, ἀλλ' ἐν φύσει τῇ θείᾳ καὶ ὑπερτάτῃ καὶ ὑπερθρωσκούσῃ τὰ γενητά
「因萬有都是你的僕役。」所以,子並不處於奴僕般的限度之內,也不在那受軛之列,而是處於那神聖、至高、超越一切受造之物的本性之中。
'For all things are your servants.' Therefore the Son does not exist for us within measures befitting a servant, nor among those under the yoke, but within the divine and supreme nature, one that transcends created things.
1:1588
{ Α.} Ἆρ' οὖν, ὦ Ἑρμεία, τὸν οὕτω σεπτῷ κατηγλαϊσμένον ἀξιώματι τοῖς τῆς δουλείας ζυγοῖς ὑποθήσομεν, εἰ καὶ ἐν τῇ τοῦ δούλου μορφῇ καθικέσθαι λέγοιτο; Καίτοι πῶς τοῦτο οὐκ ἀμαθές; Εἰ γὰρ γέγονεν ἐν δούλου μορφῇ, φαίην ἂν ὅτι πρὸ τῆς τοῦ δούλου μορφῆς διετέλει που πάντως ἐν ἐλευθέρᾳ τε καὶ ἀνειμένῃ φύσει
甲:「赫米亞啊,那麼,對於這位以如此可敬尊嚴為裝飾者,我們豈能將祂置於奴僕的軛下,即便說祂已降至僕人的形像之中?然而,這豈不是無知之見嗎?因為倘若祂成了僕人的形像,我要說,在成為僕人形像之前,祂必定始終處於自由而不受拘束的本性之中。」
A: Shall we then, Hermias, subject to the yokes of servitude the one thus adorned with so venerable a dignity, even though he is said to have descended into the form of a servant? And yet how is this not foolish? For if he came to be in the form of a servant, I would say that before the form of a servant he surely continued altogether in a free and unrestrained nature.
1:1589
Οὐδὲ γὰρ ἂν γένοιτό τι τῶν ὄντων ὃ ἦν, τὸ δὲ ἐν οἷς ἦν εἰ πρόοιτο, τὴν ἐφ' ἕτερόν τι μεταδρομὴν ποιοῖτ' ἂν εἰκότως
因為凡存在之物,皆不能變成它本已所是者;然而,若它捨棄了原本所處的狀態,則理當可視為轉變成另一種狀態了。
For nothing among existing things could become what it already was; but if it should abandon that in which it was, it would reasonably make a transition to something else.
1:1590
Ἥκει τοίνυν ἡμῖν, οὐκ ἐξ οἰκετῶν εἰς οἰκέτην, ἀλλ' ἐξ ἐλευθέρας φύσεως ὁ Υἱὸς εἰς τὴν τοῦ δούλου μορφήν
因此,子降臨我們,並非從僕役之中轉為僕役,而是從自由的本性進入僕人的形像。
The Son, then, comes to us — not from servants into a servant, but from a free nature into the form of a servant.
1:1591
Ἀλλ' εἴπερ οὐδὲν τὸ μεσολαβοῦν, εἰ μηδὲν ὁ χρόνος, εἰ προσώπων ἔρευνα τὸ τελοῦν εἰς ὄνησιν ἐν τούτοις οὐκ ἔχει, καὶ εἰ γυμνὸς ἔτι νοοῖτο λοιπὸν καὶ δίχα σαρκὸς ὁ Λόγος, ἐλεύθερος μὲν οὐχί, διακεκλήσθω δὲ δοῦλος καὶ ἐπαριθμείσθω τοῖς ὑπὸ ζυγόν
然而,倘若其間果真毫無區別可言,倘若時間毫無意義,倘若對位格的探究在此事上無濟於事,而且倘若如今仍被視為赤裸、未著肉身的『道』並非自由的——那麼,就讓祂被稱為僕役,被列入受軛者之數吧。
But if indeed nothing intervenes, if time counts for nothing, if the examination of persons contributes no benefit in these matters, and if the Word, still conceived as bare and without flesh, is not free — then let him be called a servant, and let him be numbered among those under the yoke.
1:1592
{Β.} Εἶτα πῶς οὐχ ἁπάσης ἡμῖν ἀτοπίας ἀνάμεστα ταυτί; { Α.} Οὐκοῦν, ἀκουόντων οἱ δι' ἐναντίας·
乙:「那麼,這些說法對我們而言,豈不是充滿了種種荒謬嗎?」甲:「那麼,就讓持異議之人聽好:」
B: Then how are these things not full of every absurdity for us? A: Well then, let those in opposition hear:
1:1593
Καιροὺς καὶ πρόσωπα βασανίζειν οὐκ ἀνεχόμενοι, ποῖ φέρεσθε, τί δρᾶτε, ὦ παντὶ πνεύματι πονηρῷ παράφοροι καὶ ἁλώσιμοι; Τί συγχεῖτε τὰ ἄμικτα, καιροῦ καὶ προσώπων καὶ λογισμῶν ἀφειδήσαντες, δι' ὧν ἂν γένοιτο σαφὴς καὶ λίαν εὐκρινεστέρα τῶν ἐφ' Υἱῷ λαλουμένων ἡ θεωρία; Ὅπου μὲν γὰρ οὐκ ἐν σαρκὶ γεγονὼς Θεὸς ἦν ὁ Λόγος, γεγεννημένος ἐκ Πατρός, ἐκεῖ κατασκέπτου τὸ ἀμίκτως ἔτι θεοπρεπὲς ἀξίωμα, τὴν εἰλικρινῆ καὶ ἀσύγχυτον δόξαν, τὸ ἐξῃρημένως ἐλεύθερον, τὸ ἰσοσθενὲς τῷ Πατρί
你們不容忍細察時期與位格,究竟要被帶往何處?你們在做什麼呢,你們這些被各樣邪靈所惑、輕易被擄獲的人啊?你們為何要混淆那不該混雜之事,不顧時期、位格與理路,而這些正是使論及子的言論之默想得以清晰、極其分明的關鍵所在呢?因為,凡是那尚未成肉身、卻由父所生的『道』之為神的地方,你當在那裡察看那仍未混雜、合乎神之尊嚴的地位、那純粹而不相混淆的榮耀、那超然而自由之身分,以及那與父同等的能力。
You who cannot bear to examine carefully the times and the persons, where are you being carried, what are you doing, O you who are distracted and easily captured by every evil spirit? Why do you confound things that should not be mixed, disregarding the time, the persons, and the reasoning by which the contemplation of what is said concerning the Son might become clear and altogether more distinct? For where the Word was God, not yet come to be in flesh, but begotten of the Father — there observe the still unmixed, divinely-befitting dignity, the sincere and unconfused glory, the pre-eminently free status, the power equal to the Father's.
1:1594
Παρήχθη γὰρ δι' αὐτοῦ πρὸς γένεσιν τὰ οὐκ ὄντα ποτέ
因為那些原先不存在之物,乃是藉著祂而被帶入存在的。
For through him the things that once did not exist were brought into being.
1:1595
Κοινοβουλία τε καὶ ἰσουργία καὶ ἡ πρὸς πᾶν ὁτιοῦν ὁμοιότης γέγραπται διὰ Μωσέως
共同的計議、同等的作為,以及在萬事上完全的相似性,皆已藉摩西記載下來。
Common counsel, equal working, and likeness in every respect whatsoever have been written of through Moses.
1:1596
Εἰσκεκόμικε γὰρ ἡμῖν λέγοντα Θεόν, δῆλον δὲ ὅτι, πρὸς τὸν ἐξ ἑαυτοῦ καὶ ἐν ἑαυτῷ συνυφεστῶτα Λόγον·
因為他已向我們引介神在說話——顯然,是對那從祂自己而出、又與祂共同並存於祂自身之內的『道』說話:
For he has brought before us God speaking — clearly, to the Word who co-subsists from him and in him:
1:1597
Ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν καὶ καθ' ὁμοίωσιν. Τὸ γάρτοι ποιή σωμεν οὐχ ἑνί, πρέποι δ' ἂν μᾶλλον τοῖς ὑπὲρ ἕνα καὶ δύο τισίν
「我們要照著我們的形像、按著我們的樣式造人。」因為「我們要造」這說法,並不適合單獨一位,而更適合那不止一位、乃至二位以上者。
'Let us make man according to our image and likeness.' For indeed 'let us make' would not befit one person, but would rather befit those numbering more than one or two.
1:1598
Ἐπειδὴ δέ, φειδοῖ καὶ ἀγάπῃ τῇ εἰς ἡμᾶς, ἐξ ἐμφύτου καὶ θεοπρεποῦς ἡμερότητος οἱονεὶ κεκινημένος, ἐν μορφῇ τοῦ Θεοῦ καὶ Πατρὸς ὑπάρχων, οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ, ἀλλ' ἑαυτὸν ἐκένωσε μορφὴν δούλου λαβὼν καὶ, σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος, τετα πείνωκεν ἑαυτόν, ποῖος ἡμᾶς ἀναπείσει λόγος, τοὺς οἵ γε φρονεῖν ὀρθὰ περὶ αὐτοῦ διεσκέμμεθα, τοῖς τῆς κενώσεως μέτροις ἐπιτιμᾶν καὶ κατασμικρύνειν ἐπείγεσθαι τὸν δι' ἡμᾶς καὶ ὑπὲρ ἡμῶν καθέντα πρὸς κένωσιν τὴν ἰδίαν ὑπεροχήν; Τότε γὰρ δὴ καὶ πρωτότοκος ὁ Μονογενής, λελόγισται δὲ καὶ ἐν πολλοῖς ἀδελφοῖς ὁ εἷς τε καὶ μόνος, ὡς Υἱὸς ἐκ Πατρός
然而,既然祂出於憐恤與對我們的愛,彷彿被那與生俱來、合乎神之尊嚴的溫和之性所感動,雖然本有神、父的形像,卻不以與神同等為當強奪之事,反倒虛己,取了僕人的形像,既有人的樣式,就自甘卑微——那麼,對於我們這些已決意就祂持守正確思想的人來說,又有什麼理由能說服我們,竟要根據那自我倒空的尺度,去責難、貶抑那位為我們、為我們的緣故而甘願放下自己尊榮、以致自我倒空的祂呢?正是在這時,獨生子也成了『長子』,那獨一無二者被算作眾弟兄中的一位,作為出於父的子。
But since, out of sparing mercy and love for us, moved as it were by an innate and divinely-befitting gentleness — though existing in the form of God the Father, he did not consider being equal to God a thing to be grasped, but emptied himself, taking the form of a servant, and being found in appearance as a man, humbled himself — what argument will persuade us, who have determined to think rightly concerning him, to be eager, by the measures of his self-emptying, to reproach and belittle the one who, for us and on our behalf, brought down his own pre-eminence unto self-emptying? For it is then that the Only-Begotten is also 'firstborn,' and the one and only Son has been reckoned among many brothers, as Son from the Father.
1:1599
Καθίκετο γὰρ εἰς ταπείνωσιν καὶ πέφηνε καθ' ἡμᾶς, οὐχ ἵνα τι πάθοι τῶν ἀδικεῖν εἰωθότων, τὸ εἶναι Θεὸς ἀποβαλὼν καὶ Υἱὸς ἀληθῶς, ἀλλ' ἵνα τὸ φύσει δοῦλον καὶ γενητόν, τουτέστιν ἡμᾶς, εἰς τὴν ἑαυτῷ τε καὶ μόνῳ κυρίως ἐνοῦσαν ἀνακομίσειε δόξαν, υἱοὺς ἀποφήνας Θεοῦ
因為祂降至卑微,顯現如同我們一樣,並非要祂遭受某種損害,以致喪失祂是神、真是子的身分,而是要使那本性為僕役、為受造之物者——也就是我們——被帶回那本來惟獨真正屬於祂自己的榮耀之中,使我們成為神的眾子。
For he descended into humiliation and appeared as we are, not that he might suffer any of the things wont to do injury, casting off being God and truly Son, but that he might restore that which is by nature a servant and created — that is, us — to the glory properly inherent in him alone, having made us sons of God.
1:1600
Ὅταν οὖν ἡμῖν συντάττηται διὰ τοῦ καλεῖσθαι πρωτότοκος, οὐχ ἡμεῖς αὐτὸν εἰς τὸ παρὰ φύσιν ἐκβιασόμεθα, πολλοῦ γε καὶ δεῖ·
所以,當祂藉著被稱為『長子』而與我們並列時,我們絕不能因此強迫祂進入違反本性之境地——這絕非如此;
Therefore, when he is ranked together with us through being called 'firstborn,' we shall not force him into what is contrary to nature — far from it;
1:1601
ἀνακομίσει δὲ μᾶλλον αὐτὸς ἡμᾶς πρὸς τὸ ὑπὲρ φύσιν ἀξίωμα
反倒是祂自己要將我們帶回那超乎本性之上的尊貴之中。
rather, he himself will restore us to a dignity above nature.
1:1602
τὴν θεῖαν καὶ ἀπόρρητον φύσιν ἐκβεβιάσθαι λέγειν ἤγουν ἡττῆσθαι τῇ κτίσει, πῶς οὐκ ἀπόπληκτον παντελῶς; Οὐκοῦν γενό μενος καθ' ἡμᾶς, οὐ καθ' ἡμᾶς ἔσται ποθέν, τὸ ἴδιον ἀποβεβληκώς, ἀλλ' ἡμεῖς δι' αὐτὸν ὑπὲρ ἑαυτούς, τῇ τοῦ τιμῶντος χάριτι τὸ τῆς ἰδίας φύσεως ὑπερθρῴσκοντες μέτρον, καὶ πρὸς τὸ ἄνω καὶ ὑπερκείμενον ἀναθέοντες
若說那神聖、不可言喻的本性竟被迫如此、亦即竟屈服於受造之物,這豈不完全是荒謬瘋狂之言嗎?所以,祂雖成了如同我們一般,卻絕不會因此喪失自己的本質、而變得不再是祂自己;反倒是我們因著祂,得以超越自己,藉那尊榮我們者的恩典,超越自己本性的限度,向著那更高、更超越之境奔騰而去。
To say that the divine and ineffable nature has been coerced, that is, has been overcome by creation — how is this not utterly senseless? Therefore, having become as we are, he will in no way cease to be as he is, having cast off what is his own; rather, we, on account of him, rise above ourselves, by the grace of the one who honors us, transcending the measure of our own nature and running up toward what is above and superior.
1:1603
{ Β.} Πῶς ἔφης; { Α.} Ἢ γὰρ οὐχὶ Πνεύματος γεννητοὶ καὶ τέκνα Θεοῦ διακεκλήμεθα; { Β.} Ναί
乙:「你這話是什麼意思?」甲:「難道我們不是已被稱為由聖靈所生、且是神的兒女嗎?」乙:「是的。」
B: What do you mean? A: For have we not been called begotten of the Spirit and children of God? B: Yes.
1:1604
{ Α.} Τοιγάρτοι καὶ προστετάγμεθα πατέρα μὲν ἐπὶ γῆς ἀποκαλεῖν μηδένα, Θεῷ γε μὴν ὡς Πατρὶ τὰ καθ' ἑαυτοὺς προσνέμειν, διὰ τὸν ἐν ἡμῖν γεγονότα πρωτότοκον, καὶ οὐχ ἑτέρου του χάριν ἢ ἵνα καὶ ἡμεῖς δι' αὐτὸν υἱοί
甲:「所以,我們也被吩咐,在世上不可稱任何人為父,而應將自己所屬之事歸於神,視神為父,這都是因那位在我們中間成為長子者的緣故,並無其他原因,只為使我們也能藉著祂成為兒子。」
A: Therefore we have also been commanded to call no one on earth 'father,' but to attribute what pertains to ourselves to God as Father, on account of the firstborn who has come to be among us — for no other reason than that we too, through him, might be sons.
1:1605
Πρέποι γὰρ ἂν οὑτοσὶ τῇ μετὰ σαρκὸς οἰκονομίᾳ ὁ σκοπός
因為這目的,正合乎那伴隨肉身而有的救贖經綸。
For this purpose would befit the economy that took place with the flesh.
1:1606
Ποῦ γὰρ ἔτι σοφὸν τὸ Χριστοῦ μυστήριον εἰ πρό γε τῶν ἄλλων τὴν ἰδίαν αὐτὸς ἠδίκησε φύσιν, οὐδὲν ὀνήσας τὰ καθ' ἡμᾶς; Κατέθορε γὰρ εἰς τὸ εἶναι πρωτότοκος, ἵνα πολλοῖς συντάτ τηται, καίτοι τὸ ἕτερος εἶναι καὶ ἀμείνων κατὰ φύσιν, παρὰ τὰ οἷς ἂν συντάττοιτο, κατά γε τὸ ἐκείνοις δοκοῦν, οὐδαμόθεν ἔχων
因為,若基督首先便虧損了祂自己的本性,卻對我們的處境毫無益處,那麼基督的奧祕還有何智慧可言呢?祂之所以降卑而成為『長子』,乃是為要與眾人同列,雖然按他們所以為的,祂本性上與那些和祂同列者相比,並無任何不同或更優越之處。
For where, then, would the mystery of Christ still be wise, if before all else he himself had wronged his own nature, benefiting nothing in our affairs? For he descended into being 'firstborn' so that he might be ranked with the many, though, as they suppose, he in no way possesses being different and better by nature than those with whom he is ranked.
1:1607
{Β.} Ἀλλ' ὡς ἐν δόξῃ φησὶν οὐ μετρίως διενεγκὼν καὶ ἀσυγκρίτοις ὑπεροχαῖς τὰ συντεταγμένα νικῶν τῆς ὅλης κτίσεως καλεῖται πρωτότοκος
乙:「然而,他們說,祂乃是在榮耀上超群卓絕、且以無可比擬的優越勝過那些與祂同列者,因此才被稱為『一切受造之物的長子』。」
B: But, they say, as one who differs not moderately in glory, and surpasses by incomparable excellences those with whom he is ranked, he is called 'firstborn of all creation.'
1:1608
{ Α.} Καὶ ποῦ τὸ ἀσύγκριτος ἐν δόξῃ, ἢ ποῖον ἂν εἴη τῆς ὑπεροχῆς τὸ μέγεθος, ἔστ' ἂν ἐν ἴσοις ἡμῖν τοῖς λόγοις κατά τε αὐτοῦ καὶ τῶν ἄλλων ἁπάντων τὸ δεῖν ἐκτίσθαι κατηγοροῖτο; Πολυπραγμονεῖ δὲ ἡμῖν ὁ λόγος εἰς τὸ παρὸν οὐχὶ τί τὸ ὑπερκύπτον ἢ μειονεκτούμενον κατά γε τὸ ἐν τιμῇ καὶ δόξῃ, ἀλλὰ τί μὲν ἂν εἴη τὸ φύσει κτιστὸν καὶ παροισθὲν εἰς γένεσιν, τί δὲ τὸ ὑπὲρ τοῦτο καὶ ἐπέκεινα, καὶ εἰ φύσιν ἀπετέμετο τῶν ἄλλων ἐξῃρημένην ὁ Μονογενής, ἧς ἂν ἴοι κατόπιν πᾶν τὸ ἐκτίσθαι πεπιστευμένον
甲:「祂那『在榮耀上無可比擬』究竟體現在何處?祂優越的程度究竟有多大,只要『當受造』這一論斷,以同樣的措辭同時加諸於祂與其他一切事物之上呢?我們目前的論述所要仔細探究的,並非什麼在尊榮與榮耀上超越或不及的問題,而是:何者本性上是受造、是被帶入生成的?何者又超乎此、在此之上?以及,獨生子是否具有一種與其他萬有截然劃分、獨立於外的本性,而一切被相信為受造之物皆須居其後、隨其後而行?」
A: And where is his being 'incomparable in glory,' or what would be the magnitude of his excellence, so long as being created is predicated in equal terms both of him and of all other things? Our argument at present inquires diligently not into what surpasses or falls short in honor and glory, but into what would be that which is by nature created and brought into being, and what is above and beyond this, and whether the Only-Begotten has been allotted a nature set apart and separate from all others, one which everything believed to be created must fall behind and follow after.
1:1609
Ἄρα γάρ, εἴ τις ἀναμαθεῖν ἀξιῶν τί μὲν ἥλιος κατὰ φύσιν, ὦ τᾶν, τί δὲ καὶ ἵππος, λέγοι, πότερα γενητὰ καὶ ἐξ οὐκ ὄντων τὴν φύσιν, ἤγουν ἕτερόν τι παρὰ τοῦτο; Τί ἂν ἔφης αὐτός; {Β.} Ἔφην ἂν ὅτι γενητά
「請問,我的朋友,倘若有人想要徹底弄清楚太陽本性為何、馬本性為何,便問道:牠們究竟是受造的、其本性出於本不存在之物,還是別有其他情況?你自己會怎麼回答呢?」乙:「我會說,牠們是受造的。」
For tell me, my friend, if someone, wishing to learn thoroughly what the sun is by nature, and what a horse is, should ask whether they are created, having their nature from what did not exist, or whether it is something else besides this — what would you yourself say? B: I would say that they are created.
1:1610
{Α.} Εἰ δὲ δὴ προσπεριεργάζοιτο καὶ προσερωτῴη λέγων·
甲:「那麼,倘若他再進一步仔細追問,說道:」
A: And if he should further inquire meticulously and additionally ask, saying:
1:1611
Τί δὴ οὖν ἄρα τὸ ἐν ἀμφοῖν θατέρου προτετάξεται, κατά γε τὴν δόξαν; ἆρ' οὐκ ἂν ἡμῖν καὶ προσόφλοι γέλωτα, πεῦσιν οὕτω προθεὶς τὴν ἐναργεστάτην καὶ τοῖς ἐθέλουσιν ἑτοίμην εἰπεῖν; { Β.} Καὶ μάλα
那麼在這兩者之中,究竟哪一個在榮耀上該居先呢?難道我們不會因此招人譏笑嗎?因為這問題本身已是再明顯不過,任何肯回答的人都能立刻答出。〔乙〕正是如此。
What then, of the two, will take precedence over the other in glory? Would this not indeed bring ridicule upon us, to raise so obvious a question, one ready to hand for anyone willing to answer it? {B.} Very much so.
1:1612
{Α.} Λῆρος δέ, οἶμαι, τὸ χρῆμά ἐστιν
〔甲〕我想,這整件事根本是無稽之談。
{A.} But I think the whole matter is nonsense.
1:1613
Ἵππος γὰρ δὴ πρὸς ἡλίου δόξαν, πῶς ἂν ἢ πόθεν ἀμιλλήσηται; Μέτρου γὰρ ἄμεινον τὸ μεσολαβοῦν, ἀλλ' εἰ ταλαντεύοιτο τυχὸν τῆς ἀμφοῖν οὐσίας ὁ λόγος καὶ τί δὴ τούτων ἑκάτερον εἴη ἂν κατασκέπτοιτό τις, οὐχ ἑτεροίως ἕξει πρὸς ἄλληλα, κατά γε τὸν τοῦ πεποιῆσθαι λόγον, καίτοι τοσοῦτον ἐν δόξῃ διενεγκόντος ἡλίου
馬如何能、又從何處能與太陽較量榮耀呢?取其中道總比一味比較來得妥當;但若把兩者的本質放在天平上衡量,考察這二者各自究竟是什麼,就會發現:論到「被造」這一點,它們彼此之間並無不同,儘管太陽在榮耀上遠遠超過馬。
For how or whence could a horse contend with the sun for glory? A middle course is better than a direct comparison; yet if the reckoning of the being of both were weighed in the balance, and one examined what each of them actually is, they would not stand differently in relation to one another as regards the fact of having been made, even though the sun so greatly surpasses in glory.
1:1614
Ὅταν οὖν ἡμῖν ἐκβασανίζοιτο λόγος, ὁ ἐφ' Υἱῷ, καὶ τί κατὰ φύσιν ἐστὶ προκέοιτο βλέπειν, ψυχρὸν ἀληθῶς καὶ κατάπλαστον αὔχημα τὸ προὔχειν ἐν δόξῃ καὶ προτετάχθαι τῶν ἄλλων οἴεσθαι δεῖν αὐτόν, εἰ κτίσει συντάττοιτο καὶ νοοῖτο μεθ' ἡμῶν ὡς πεποιημένος
因此,當我們仔細推究關於聖子的道理,要看祂按本性究竟是什麼時,若還以為祂必須在榮耀上勝過、必須位居眾人之先——倘若祂被列入受造之列,被算作與我們一樣是被造的——那實在是一種冷漠虛假、矯揉造作的誇口。
Therefore, when the argument concerning the Son is examined by us, and it is set before us to see what he is by nature, it is truly a cold and counterfeit boast to think that he must excel in glory and be ranked before the others, if he is classed with creation and reckoned along with us as having been made.
1:1615
Ὑπεροχαῖς γὰρ αὐτὸν ταῖς ἔξωθεν καταχρυσοῦσί τινες, πλήττοντες μὲν ὥσπερ εἰς τὰ καιριώτατα, δοξαρίων δὲ καὶ εὐφημιῶν λαμπρότησι κατακαλλύνειν ὑποκρινόμενοι τῆς εἰς αὐτὸν δυσφημίας τὸ ἀτερπές
因為有些人用外加的尊榮把祂鍍上金色,其實正打在最要害之處;他們裝作要用些微小的榮譽和美言的光彩來裝點祂,實則是想藉此掩飾他們對祂那不堪入耳的褻瀆之言。
For some gild him over with external superiorities, striking as it were at his most vital points, while pretending to adorn him with the brilliance of petty glories and fine words, so as to disguise the unpleasantness of their blasphemy against him.
1:1616
Τὸ γὰρ ὅλως τῇ κτίσει συντεταγμένον οὐσιωδῶς καὶ τελοῦν ἐν γενητοῖς οὔτ' ἂν κατὰ φύσιν εἴη Θεός, οὔτε μὴν Υἱὸς καὶ Κύριος ἀληθῶς, ἀλλ' ὡς ἐν οἰκέταις ἐξαίρετον καὶ ἐν τοῖς ὑπὸ ζυγόν, ψιλῇ τε καὶ μόνῃ τῇ δόξῃ διενεγκόν
凡在本質上完全被列入受造之列、屬於受造者範疇的,既不可能按本性是神,也不可能真正是子和主,而只不過像僕人中特出的一位,在受軛者之中,僅僅以榮耀有所超越而已。
For that which is altogether classed with creation in essence and belongs among the things made would not be God by nature, nor truly Son and Lord, but would be like one exceptional among servants, and among those under the yoke, differing only and solely in glory.
1:1617
{Α.} Ἔπεισι δὲ δή μοι κἀκεῖνο καταθαυμάσαι
〔甲〕我心裡還有一件事,實在感到十分驚訝。
{A.} But it occurs to me also to marvel greatly at the following.
1:1618
{Β.} Τὸ τί δή; {Α.} Παρέντες γὰρ ὥσπερ τὸ διειδέναι καὶ φρονεῖν ὅτι καὶ Μονογενής ἐστιν ἀεί, λέγουσι φληνάφως τὸ πρωτότοκος ὄνομα, τοῖς ἁπλουστέροις ἐπιτειχίζοντες
〔乙〕是什麼呢?〔甲〕他們竟撇開了本該清楚明白、深知祂永遠也是「獨生子」這一點,反倒胡言亂語地大談「長子」這名號,藉此為那些較單純的人設下攔阻。
{B.} What then? {A.} For as though passing over the knowledge and understanding that he is also always Only-begotten, they babble foolishly of the name 'firstborn,' erecting it as a rampart against the more simple-minded.
1:1619
Καίτοι πῶς οὐκ ἀψευδὴς εἴη ἂν εἴ γέ τις ἕλοιτο πρὸς τοῦτο εἰπεῖν·
然而,若有人願意就此提出以下的話,這話豈不正是真實無偽的嗎:
And yet how would the following not be a truthful statement, if someone should choose to say it in reply to this:
1:1620
Εἰ τὸ πρωτότοκος ὄνομα συγκαταγράφει τῇ κτίσει τὸν Υἱόν, ὡς ἐν πολλοῖς ἀδελφοῖς καὶ διὰ τοῦτο πρωτότοκον, ἀσύντακτον ἄρα καὶ ἀσυμφυᾶ παντελῶς τὸ μονογενὴς ἀποφανεῖ
假若「長子」這名號把聖子列入受造之列,就如同祂是「在許多弟兄中」而被稱為長子,那麼這也就會證明「獨生」這名號完全與此不相容、毫不相干。
If the name 'firstborn' enrolls the Son together with creation, as being firstborn among many brothers and therefore firstborn, it will thereby show 'only-begotten' to be wholly unassociated and unrelated to that classification.
1:1621
Ὡς γὰρ οὐκ ὄντος ἑτέρου παρ' αὐτὸν κατὰ φύσιν εἴη ἂν μονο γενής
因為「獨生」正意味著:除祂以外,按本性再沒有別的與祂同類者。
For 'only-begotten' means precisely this: that by nature there is no other besides him.
1:1622
Εἰ δὲ δὴ μέλλοι πρωτότοκος μὲν οὐκ εἶναι διὰ τὸ μονογενής, ἀλλ' οὐδ' αὖ μονογενὴς διὰ τὸ εἶναι πρωτό τοκος, ὥρα που τάχα μηδὲ ὑπάρχειν ὅλως οἴεσθαι τὸν Υἱόν
但若說祂既因是「獨生」就不能是「長子」,又因是「長子」就不能是「獨生」,那麼恐怕就該認為聖子根本不存在了。
But if he is to be neither 'firstborn' because he is 'only-begotten,' nor again 'only-begotten' because he is 'firstborn,' then it would perhaps be time to suppose that the Son does not exist at all.
1:1623
δύναμιν, τὸ πρωτότοκος καὶ μονογενής
……〔這二詞的〕含義──「長子」與「獨生」。
...the force of the terms 'firstborn' and 'only-begotten'.
1:1624
Πῶς γὰρ ἂν ἐφ' ἑνὸς καὶ ταὐτοῦ τάττοιτό τε ἑκάτερον καὶ ἀληθὲς ὂν νοοῖτο; { Β.} Οὐκ ἂν ἑτέρως δύναιτο, καθάπερ ἐγῷμαι, μὴ παρεισ τρεχούσης τῆς μετὰ σαρκὸς οἰκονομίας
因為這兩個名稱怎麼可能同時應用在同一個對象上,又都被理解為真實呢?〔乙〕我想,除非有肉身的救恩經綸介入其中,否則是不可能的。
For how could each of the two be applied to one and the same subject and be understood as true? {B.} It could not be otherwise, I think, unless the economy according to the flesh should intervene.
1:1625
{Α.} Καὶ μὴν ἴσθι τοι πεφρονηκὼς οὐχ ἕτερόν τι παρά γε τὸ τοῖς ἁγίοις καὶ θεηγόροις δοκοῦν, οἳ τὸν περὶ τούτων ἡμῖν παρέδοσάν τε καὶ διεσάφησαν λόγον
〔甲〕你要知道,你所思想的,其實與聖徒、與蒙神默示者所持的見解毫無二致;正是他們把有關這些事的道理傳授並闡明給我們的。
{A.} And indeed know that you have thought nothing other than what seems right to the holy and God-inspired men, who have handed down and clarified for us the teaching concerning these matters.
1:1626
Ὁ μὲν γὰρ θεσπέσιος Ἰωάννης καὶ μονογενῆ καὶ Θεὸν κατωνόμασε τὸν ἐκ Θεοῦ Λόγον, καὶ μὴν καὶ τὸ ἄναρχον ἐν χρόνῳ προσμεμαρτύρηκεν ὡς Θεῷ
因為那神聖的約翰,既稱那出於神的道為「獨生子」,也稱祂為「神」,並且見證祂如神一般,在時間上是無始的。
For the divinely-inspired John named the Word who is from God both 'only-begotten' and 'God,' and moreover bore witness to his being without beginning in time, as befits God.
1:1627
Παῦλος δὲ ἡμῖν ὁ καὶ Χριστοῦ γέμων, ἔμπλεώς τε Πνεύματος ἁγίου καὶ ἄριστος ἐν μυστα γωγοῖς·
而那滿有基督、充滿聖靈、又是奧祕的教導者中最卓越的保羅,對我們說:
And Paul, who for us is full of Christ, replete with the Holy Spirit, and the finest among initiators into the mysteries, says:
1:1628
Ὅταν δὲ, φησίν, εἰσαγάγῃ τὸν πρωτότοκον εἰς τὴν οἰκουμένην λέγει·
「當祂」,他說,「引長子進入世界的時候」,就說:
'And when,' he says, 'he brings the firstborn into the world,' he says:
1:1629
Καὶ προσκυνησάτωσαν αὐτῷ πάντες ἄγγελοι Θεοῦ, καιρόν, οἶμαί που, τὸν πρέποντα τῷ πρωτότοκος ἀπονέμων τὸν μετὰ σαρκός
「神的眾天使都要拜他」——我想,這正是把「長子」這稱號所適用的時機,分派給那道成肉身以後的時期。
'And let all the angels of God worship him' — assigning, I think, the occasion befitting 'firstborn' to that which pertains to the time after the flesh.
1:1630
Παρήχθη γὰρ οὕτως εἰς κόσμον, καίτοι πάλαι τε καὶ διαπαντὸς ἐν αὐτῷ τε ὤν, καὶ ὑπ' αὐτοῦ μὴ γινωσκόμενος
因為祂就這樣被引入世界,儘管祂早已、且一直都在世界之中,世界卻不認識祂。
For he was thus brought into the world, although he was already and always in it, and yet was not known by it.
1:1631
Θεὸς γὰρ ἦν ἐκ Θεοῦ, μόνος ἐκ μόνου, καὶ ἀπορρήτως γεγεννημένος·
因為祂原是出於神的神,是那獨一者從獨一者所出,是以不可言喻的方式被生的;
For he was God from God, alone from the alone, and begotten ineffably;
1:1632
ἐπειδὴ δὲ γέγονε καθ' ἡμᾶς, τότε δή, τότε καὶ ὡς ἀδελφοῖς ἤδη συντετάξεται διὰ τοῦ καλεῖσθαι πρωτότοκος
但當祂成為與我們一樣的人時,那時,正是那時,祂才藉著被稱為「長子」,被列在弟兄之中。
but when he came to be as we are, then indeed, then he was already ranked with brothers, through being called 'firstborn.'
1:1633
Ποῦ γὰρ ἡ κένωσις, εἰ μὴ ἐν τῷ γενέσθαι πρωτότοκον ἐκ μονογενοῦς, καὶ ἐν κτίσμασι μεθ' ἡμῶν ὡς ἄνθρωπον τὸν ὑπὲρ πᾶσαν τὴν κτίσιν; Ποῦ δὲ ὅλως ἐπτώχευσε πλούσιος ὤν, εἰ μὴ προσλαβὼν ὁρᾶται τὸ ἀλλότριον, δι' οὗ καὶ ἐπτώχευσεν; Εἰ δὲ ἐν τῷ κεκενῶσθαι μόνῳ καὶ ἐν τῷ τῆς ὑφέσεως χρόνῳ τὸ γενητόν ἐστι, καὶ τὸ συντετάχθαι κτίσμασιν ἆρ' οὐχὶ πρέποι ἂν ἥκιστά γε τῷ μὴ κενωθῆναι τὸ γενητόν, ἀλλὰ τὸ ὑπερκεῖσθαι κτίσιν καὶ δόξης ἐπέκεινα τῆς τοῦ πεποιῆσθαι δραμεῖν; {Β.} Πρέποι γὰρ ἄν
因為,若不是祂從「獨生」變成「長子」,且與我們一同被列入受造之物、以人的樣式存在——而祂原是超乎一切受造之物的——那麼虛己(自我倒空)又在哪裡呢?若不是祂本是富足的,卻取了那本不屬於祂的、藉此變為貧窮,那祂又在何處成為貧窮了呢?但若說「被造」僅僅屬於那虛己的狀態、屬於那降卑的時期,那麼被列入受造之列,豈不最不適合那「未曾虛己」的受造者,反倒最適合那超越受造界、其榮耀遠超「被造」之上、逕自奔向更高之處的那一位嗎?〔乙〕確實應當如此。
For where is the self-emptying, if not in his becoming 'firstborn' out of being 'only-begotten,' and being reckoned among creatures with us as man, he who is above all creation? And where at all did he who was rich become poor, unless he is seen to have taken on what was foreign to him, through which he indeed became poor? But if being created belongs only to the state of having been emptied and to the time of that lowering, then would being classed with creatures not be least fitting for that which was not emptied, but rather fitting for that which is set above creation and runs beyond the glory of having been made? {B.} It would indeed be fitting.
1:1634
{Α.} Καὶ εἰ τὸ πρωτότοκος ἐν τῷ δι' ἡμᾶς ἑλέσθαι παθεῖν τὴν θρυλλουμένην πτωχείαν εὖ μάλα παρεισκρίνεται, συνε πτώχευσε γὰρ ἡμῖν, πλούσιος ὤν, ἀραρὸς ἂν εἴη καὶ ἀληθές, οἶμαί που, τὸ χρῆναι νοεῖν ὡς ἦν ἐν τῷ μὴ πτωχεῦσαι μονογενής
〔甲〕而如果「長子」這名稱,是因祂甘願為我們的緣故受那眾所周知的貧窮而恰如其分地引入的——因為祂本是富足的,卻與我們一同成為貧窮——那麼,我想,以下這話便是穩妥而真實的:必須明白,祂在未成為貧窮之前,乃是「獨生子」。
{A.} And if 'firstborn' is very fittingly introduced in connection with his choosing, for our sake, to undergo the much-spoken-of poverty — for being rich, he became poor together with us — then it would be firm and true, I think, that one must understand that in his not being poor he was 'only-begotten.'
1:1635
Χρῆναι γὰρ οἶμαι πάντη τε καὶ πάντως οὐδὲ ἓν ἐπ' αὐτῷ διεψεῦσθαι τοῖν ὀνομάτοιν
因為我認為,這兩個名稱,無論從哪一方面、以任何方式,都絕不能有一個是虛假的。
For I think it necessary, wholly and altogether, that not even one of the two names be false concerning him.
1:1636
Ἔστι δὲ ἐν ταὐτῷ καὶ μονογενὴς καὶ πρωτότοκος, ὡς Υἱὸς ἀληθῶς καὶ οὐ ποίημα
祂同時既是「獨生」又是「長子」,因為祂真是子,而非受造之物。
He is, in one and the same subject, both 'only-begotten' and 'firstborn,' as truly Son and not a work of creation.
1:1637
{ Β.} Ἀλλὰ τέθειται, φασί, καὶ κατὰ τῶν ὁμολογουμένως ποιημάτων τὸ υἱὸς ὄνομα
〔乙〕但他們說,「子」這名稱也用在公認是受造之物的對象身上。
{B.} But, they say, the name 'son' has also been applied to things admittedly created.
1:1638
Θεοί ἐστε, καὶ υἱοὶ Ὑψίστου πάντες. {Α.} Εἶτα τί, φράσον, τὸν ἀληθῶς τε καὶ φύσει Θεὸν καὶ Υἱόν, ἐξ αὐτῆς τῆς οὐσίας πεφηνότα τοῦ Θεοῦ καὶ Πατρός, ἀδικήσειεν ἂν εἰς δόξαν ἤγουν εἰς αὐτὸν τὸν τοῦ πως εἶναι νοούμενον λόγον, εἰ καὶ ἡμεῖς αὐτοί, καίτοι τὴν φύσιν ὄντες ἐκ γῆς, διακεκλήμεθα κατὰ θέσιν υἱοὶ καὶ θεοί; Μᾶλλον δέ, πῶς οὐ μετρίως ὀνήσειεν ἂν τοὺς εὐμαθεστέρους ἔν γε τοῖς περὶ Υἱοῦ λόγοις τὸ καθ' ἡμᾶς; { Β.} Τίνα δὴ τρόπον; { Α.} Ὅτι, ὦ ' γαθέ, φαίην ἂν ὡς οὔτε τὰ ὑπερτάτην καὶ ἀνῳκισμένην τινὰ λαχόντα φύσιν κατακομίσειεν ἂν εἰς τὸ τοῦ χειρόνως ἔχοντος μέτρον ἡ τῶν λέξεων ὡς ἐν κατα χρήσει δύναμις, οὔτε μὴν τὸ μεῖον καὶ τῆς ἐκείνων εὐκλείας ἡττώμενον ἀναθρώσκοι ἂν εἰς τὸ ὑπὲρ φύσιν ψιλαῖς ῥηματίων ὑπερβολαῖς ἐκτετιμημένον
「你們是神,都是至高者的兒子。」〔甲〕那麼請說,若我們自己——雖然按本性原是出於塵土——也被稱為按立嗣而作兒子、作神,這對那真正、按本性作神、作子,從神與父的本質親自顯現的那一位,在榮耀上,或者說在關於祂究竟如何存在這一道理本身,會造成什麼損害呢?倒不如說,我們自身的這種情況,對那些在論及聖子的道理上更容易領悟的人,豈不是頗有助益嗎?〔乙〕怎麼說呢?〔甲〕善友啊,我要說:詞語在引申用法中的意涵,既不會把那擁有至高、超凡本性的降到較低者的等次,也不會使那較低、遜於彼等榮耀的,僅僅因空洞誇張的詞藻加以尊崇,就躍升到超乎本性之上。
'You are gods, and all of you sons of the Most High.' {A.} Then tell me, what harm would this do — either in glory, or in the very reasoning concerning his manner of being — to the true and by-nature God and Son, who has appeared from the very essence of God the Father, if we ourselves also, though being by nature from the earth, are called by adoption sons and gods? Rather, how would this fact concerning us not moderately benefit those more apt to learn in discourses about the Son? {B.} In what way? {A.} Because, good friend, I would say that the force of words, when used in an extended sense, would neither bring down to the measure of a lesser condition that nature which has obtained the most exalted and elevated rank, nor would the lesser nature, overcome by the glory of those higher ones, leap up into what is above nature merely because it has been honored by bare exaggerations of little words.
1:1639
Ἆρ' οἶσθα ὅ φημι καὶ συνίης εὖ μάλα; {Β.} Οὐ σφόδρα
你明白我所說的、也十分了解嗎?〔乙〕不太明白。
Do you know what I mean, and do you understand well? {B.} Not very much.
1:1640
Ἑνὸς ἐφ' ἡμᾶς ὄντος τε καὶ προσκυνουμένου τοῦ κατὰ φύσιν Θεοῦ, θεοὶ καὶ αὐτοὶ κατὰ χάριν ὠνομάσμεθα, καὶ μὴν καὶ τὴν τῆς υἱότητος πεπλου τήκαμεν δόξαν
對我們而言,那按本性為神、又受敬拜的只有一位;至於我們自己,則是按恩典被稱為「神」,同樣也是憑恩典而富有「兒子名分」的榮耀。
There being one for us who is and is worshiped, the God by nature, we ourselves have been named 'gods' by grace, and moreover we have been enriched with the glory of sonship.
1:1641
Οὐ γὰρ δὴ τοῦτο προὔφερες ἡμῖν ἀρτίως; { Β.} Ναί
這不正是你方才向我提出的話嗎?〔乙〕是的。
Is this not indeed what you just now put forward to us? {B.} Yes.
1:1642
{ Α.} Τί οὖν, ὦ φιλότης, ἐπειδὴ θεοὶ κεκλήμεθα καὶ υἱοί, ἆρ' ἔσθ' ὅπως ἂν καὶ ἡμεῖς αὐτοὶ θεοὶ κατὰ φύσιν καὶ ἀληθῶς υἱοὶ τοῦ πάντων ὑπερκειμένου καὶ ὑπερανίσχοντος ὑπάρξαιμεν ἄν, οὐκ εἰσκεκριμένον ἔχοντες τὸ ἐπὶ τῷδε λαμπρὸν ἀγλάϊσμα, φύσεως δὲ τῆς ἀνωτάτω καρπὸς εἶναι πεπιστευμένοι; {Β.} Οὐδαμῶς
〔甲〕那麼,朋友啊,既然我們被稱為「神」又稱為「兒子」,難道我們自己就真能按本性成為神、真實成為那超乎萬有、超越一切者的兒子嗎?難道我們身上這光輝的美飾不是外加的,而我們竟被相信是那至高本性所結的果子嗎?〔乙〕絕非如此。
{A.} What then, my friend, since we have been called gods and sons, is there any way that we ourselves could actually be gods by nature and truly sons of him who is set above all and transcends all, not having received this bright adornment as something merely introduced, but being believed to be the fruit of the most exalted nature? {B.} By no means.
1:1643
Τὸ γὰρ φύσει γενητόν, πῶς ἂν εἴη φύσει Θεός; {Α.} Εὖγε, ὦ ἑταῖρε·
因為按本性是受造的,怎能按本性是神呢?〔甲〕說得好,朋友。
For how could that which is by nature created be by nature God? {A.} Well said, my friend.
1:1644
μένει γὰρ ἕκαστον ἐν ἰδίᾳ φύσει, τῷ τῆς λέξεως ὄγκῳ μὴ συνεξαιρόμενον, μήτε μὴν συγκα θιέμενόν τε καὶ συνυφιζάνον, εἰ καὶ λαλοῖτό τι περὶ αὐτοῦ τῶν χθαμαλωτέρων
因為每一物都仍留在自己本有的性情之中,並不會因言詞的堂皇而被一併抬舉,也不會因言及某些較卑微之事而隨之貶降、沉淪。
For each thing remains in its own nature, neither being lifted up together with the grandeur of an expression, nor again being brought down and sinking together with it, even if something of a lowlier sort should be spoken concerning it.
1:1645
Οὐκοῦν φέρε λέγωμεν, ὡς εἴπερ ἴοι καθ' Υἱοῦ τὸ πρωτότοκος, ὡς γενητοῦ δι' ἡμᾶς ὅτε πέφηνε καθ' ἡμᾶς, οὐκ ἂν ἀποβάλοι τὸ εἶναι Θεὸς καὶ Υἱὸς κατὰ φύσιν καὶ ἀληθῶς
那麼,讓我們這樣說:即便「長子」這名號因祂為我們的緣故顯現為與我們一樣、如同受造者一般而應用在聖子身上,祂也絕不會因此喪失按本性、真實地作神與作子的身分。
Let us then say that if 'firstborn' is applied to the Son as to one created, for our sake, when he appeared as we are, he would not thereby cast off being God and Son by nature and in truth.
1:1646
ἀνεβίβασεν εἰς τὸ ὑπὲρ φύσιν τὸ διακεκλῆσθαι θεούς, οὕτως, οἶμαι, κατα κομίσειεν ἂν οὐδαμῶς εἰς τὸ παρὰ φύσιν αὐτὸν τὸ συντετάχθαι κτίσμασι διὰ τὸ ἀνθρώπινον
……正如這〔恩典之名〕並未把那些被稱為「神」的提升到超乎本性之上,同樣,我想,祂因人性的緣故被列入受造之列,也絕不會因此把祂拖降到違反本性的地步。
...just as it did not raise up those called 'gods' into what is above nature, so, I think, being classed with creatures because of the human economy would in no way bring him down to what is contrary to nature.
← 上一段下一段 →
1

新的原文誦讀上線時通知我

每次有新章節誦讀影片就寄一封信。採雙重確認,隨時可一鍵取消。