📜 Verbum · 聖言
原文誦讀聖經與教父文獻
♥ 贊助

← 回書卷目次 · 希臘教父 › 論聖像

論聖像 第 1 章 第 2/8 段

希臘文原文.135 節.部分字詞可點開查義.本章太長已分段,此段為 1:160–1:294(全章共 1295 節)

← 上一段下一段 →
ℹ️ 本語料沒有逐節的詞法標註。原形主要取自同語言其他書卷的逐詞標註(不是這一節的標註),少數查不到的才回頭依字形比對詞典。同形的罕見字仍可能判錯,需要精確判斷時請覆核原文與專門詞典。
ℹ️ 中英對照為本站自譯,直接譯自本頁的原文(非和合本/WEB —— 那兩者譯自馬所拉文本,與本頁底本不同)。
1:160
οὐ γὰρ κατὰ πάντα ἡ εἰκὼν ὁμοιοῦται πρὸς τὸ ἀρχέτυπον
因為聖像並非在每一方面都與原型相似。
for the icon is not made like the archetype in every respect.
1:161
Εἰκὼν τοίνυν ζῶσα, φυσικὴ καὶ ἀπαράλλακτος τοῦ ἀοράτου θεοῦ ὁ υἱὸς ὅλον ἐν ἑαυτῷ φέρων τὸν πατέρα, κατὰ πάντα ἔχων τὴν πρὸς αὐτὸν ταυτότητα, μόνῳ δὲ διαφέρων τῷ αἰτιατῷ
因此,那不可見之神的活的、本性的、絲毫不差的聖像就是子,祂在自己裡面承載著全部的父,在一切事上與父同一,惟獨在「被生」這一點上有別。
The living, natural, and exact icon of the invisible God is therefore the Son, who bears the whole Father in Himself, having in all things identity with Him, and differing only in being caused.
1:162
Αἴτιον μὲν γὰρ φυσικὸν ὁ πατήρ, αἰτιατὸν δὲ ὁ υἱός·
因為父是本性上的因,子是所生之果;
For the Father is the natural cause, and the Son is the caused;
1:163
οὐ γὰρ πατὴρ ἐξ υἱοῦ, ἀλλὰ υἱὸς ἐκ πατρός
因為不是父出於子,乃是子出於父。
for the Father is not from the Son, but the Son from the Father.
1:164
Ἐξ αὐτοῦ γάρ, εἰ καὶ μὴ μετ' αὐτὸν ἔχει τὸ εἶναι, ὅπερ ἐστὶν ὁ γεννήσας πατήρ
因為子是出於父——雖然不是在父之後——而擁有其存在,這存在正是那生祂之父所是的。
For it is from Him—though not after Him—that the Son has His being, which is exactly that of the Father who begot Him.
1:165
Εἰσὶ δὲ καὶ ἐν τῷ θεῷ εἰκόνες καὶ παραδείγματα τῶν ὑπ' αὐτοῦ ἐσομένων, τουτέστιν ἡ βουλὴ αὐτοῦ ἡ προαιώνιος καὶ ἀεὶ ὡσαύτως ἔχουσα
在神裡面也有那些將要從祂而出之物的聖像和原型——就是祂那先於萬世、永遠如一的旨意。
There are also in God icons and patterns of things to come into being from Him—that is, His pre-eternal counsel, which is ever the same.
1:166
Ἄτρεπτον γὰρ τὸ θεῖον κατὰ πάντα, καὶ οὐκ ἔστιν ἐν αὐτῷ μεταβολὴ ἢ τροπῆς ἀποσκίασμα
因為神性在一切事上都是不改變的,在祂並沒有改變,也沒有轉動的影兒。
For the Divine is unchangeable in all respects, and in Him there is no variableness or shadow of turning.
1:167
Ταύτας τὰς εἰκόνας καὶ τὰ παραδείγματα προορισμούς φησιν ὁ ἅγιος Διονύσιος ὁ πολὺς τὰ θεῖα καὶ μετὰ θεοῦ τὰ περὶ θεοῦ διασκεψάμενος
聖狄奧尼修斯——他在屬神之事上是偉大的,並蒙神幫助而省思了關乎神的事——稱這些聖像和原型為「預定」。
These icons and patterns the holy Dionysius—he who was great in divine things and who, with God's help, contemplated the things concerning God—calls predeterminations.
1:168
Ἐν γὰρ τῇ βουλῇ αὐτοῦ ἐχαρακτηρίζετο καὶ εἰκονίζετο πάντα τὰ ὑπ' αὐτοῦ προωρισμένα καὶ ἀπαραβάτως ἐσόμενα πρὶν γενέσεως αὐτῶν, ὥσπερ, εἴ τις βούλοιτο οἰκοδομῆσαι οἶκον, ἀνατυποῖ καὶ εἰκονίζει πρῶτον τὸ σχῆμα κατὰ διάνοιαν
因為在祂的旨意中,凡祂所預定、且必定要成就的一切,在它們出現以先就已被刻畫、被描繪出來——正如有人想建一座房子,他先在心思中構想並描繪出它的樣式。
For in His counsel were characterized and depicted all things predetermined by Him and certain to come to pass, before their coming into being—just as, if someone wishes to build a house, he first sketches and pictures its design in his mind.
1:169
Εἶτα πάλιν εἰκόνες εἰσὶ τῶν ἀοράτων καὶ ἀτυπώτων, σωματικῶς τυπουμένων πρὸς ἀμυδρὰν κατανόησιν
其次還有那些不可見、無形之物的聖像,乃是以有形的方式被形象化,為要使人得以模糊地領會。
Then again there are icons of invisible and shapeless things, bodily figured for a dim understanding.
1:170
Καὶ γὰρ ἡ θεία γραφὴ τύπους θεῷ καὶ ἀγγέλοις περιτίθησι καὶ τὴν αἰτίαν διδάσκων ὁ αὐτὸς θεῖος ἀνήρ φησιν, ὅτι μὲν γὰρ εἰκότως προ βέβληνται τῶν ἀτυπώτων οἱ τύποι καὶ τὰ σχήματα τῶν ἀσχηματίστων, οὐ μόνην αἰτίαν φαίη τις εἶναι τὴν καθ' ἡμᾶς ἀναλογίαν ἀδυνατοῦσαν ἀμέσως ἐπὶ τὰς νοητὰς ἀνατείνεσθαι θεωρίας καὶ δεομένην οἰκείων καὶ συμφυῶν ἀναγωγῶν
因為神聖的經文也把形象加給神和眾天使;同一位神聖之人在教導其緣由時說,為那無形者陳列形象、為那無形狀者陳列形狀,乃是合理的——人會說,其緣由不僅在於我們自身的類比能力,它無法被直接提升到屬靈的觀照,而是需要與之同類、相合的上升之道。
For the divine Scripture also attaches figures to God and to the angels; and the same divine man, teaching the reason, says that figures are reasonably set forth for the figureless, and shapes for the shapeless—and one would say that the cause is not only our own analogy, which is unable to be lifted up directly to intelligible contemplations and which requires kindred and connatural means of ascent.
1:171
Εἰ τοίνυν τῆς ἡμῶν προνοῶν ἀναλογίας ὁ θεῖος λόγος πάντοθεν τὸ ἀνατατικὸν ἡμῖν ποριζόμενος καὶ τοῖς ἁπλοῖς καὶ ἀτυπώτοις τύπους τινὰς περιτίθησι, πῶς μὴ εἰκονίσει τὰ σχήμασι μεμορφωμένα κατὰ τὴν οἰκείαν φύσιν καὶ ποθούμενα μέν, διὰ δὲ τὸ μὴ παρεῖναι ὁρᾶσθαι μὴ δυνάμενα; Διὰ γὰρ τῆς αἰσθήσεως φαντασία τις συνίσταται ἐν τῇ ἐμπροσθίῳ κοιλίᾳ τοῦ ἐγκεφάλου καὶ οὕτω τῷ κριτικῷ παραπέμπεται καὶ τῇ μνήμῃ ἐνθησαυρίζεται
那麼,那神聖的話語若顧念我們的類比能力,從各方面供給我們上升的途徑,又把某些形象加給那些單純而無形者,它又怎會不描繪那些按其本性具有形狀、為人所渴慕、卻因不在眼前而無法被看見的事物呢?因為藉著感官知覺,某種影像在腦的前室中形成,這樣便傳遞給判斷的官能,並貯藏在記憶之中。
If, then, the divine word, providing for our analogy, supplies us from every quarter with the means of ascent, and attaches certain figures to the simple and figureless, how shall it not depict those things which by their own nature are formed with shapes, and are longed for, but which cannot be seen because they are not present? For through sense-perception a certain image is formed in the front chamber of the brain, and is thus transmitted to the faculty of judgment and treasured up in the memory.
1:172
Φησὶ γοῦν καὶ ὁ θεορρήμων Γρηγόριος, ὅτι πολλὰ κάμνων ὁ νοῦς ἐκβῆναι τὰ σωματικὰ πάντη ἀδυνατεῖ·
因此,那論述屬神之事的貴格利說,人的心思無論如何勞苦,也全然無法超越屬體的事物;
Gregory, the speaker of divine things, says, then, that the mind, however much it labors, is utterly unable to go beyond bodily things;
1:173
ἀλλὰ καὶ τὰ ἀόρατα τοῦ θεοῦ ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασι νοούμενα καθορᾶται. Ὁρῶμεν γὰρ εἰκόνας ἐν τοῖς κτίσμασι μηνυούσας ἡμῖν ἀμυδρῶς τὰς θείας ἐμφάσεις·
但也有這話:「自從造天地以來,神那不可見之事,藉著所造之物就可以曉得,眼不能見的事是明明可知的。」因為我們在受造之物中看見聖像,模糊地向我們指明那屬神的映照;
but also, "the invisible things of God since the creation of the world are clearly seen, being understood by the things that are made." For we see icons in created things, dimly indicating to us the divine reflections;
1:174
ὡς ὅτε λέγομεν τὴν ἁγίαν τριάδα, τὴν ὑπεράρχιον, εἰκονίζεσθαι δι' ἡλίου καὶ φωτὸς καὶ ἀκτῖνος·
好比我們說那超乎本源的聖三一,被日頭、光和光線所表徵;
as when we say that the Holy Trinity, the super-original, is imaged by the sun and light and ray;
1:175
ἢ πηγῆς ἀναβλυζούσης καὶ πηγαζομένου νάματος καὶ προχοῆς·
或被湧流的泉源、所流出的水和那湧出之流所表徵;
or by a gushing spring and the welling water and the outflow;
1:176
ἢ νοῦ καὶ λόγου καὶ πνεύματος τοῦ καθ' ἡμᾶς·
或被我們裡面的心思、言語和氣息所表徵;
or by the mind and word and spirit within us;
1:177
ἢ ῥόδου φυτοῦ καὶ ἄνθους καὶ εὐωδίας
或被一棵玫瑰樹、它的花和香氣所表徵。
or by a rose-plant and its blossom and fragrance.
1:178
Πάλιν εἰκὼν λέγεται τῶν ἐσομένων αἰνιγματωδῶς σκιαγραφοῦσα τὰ μέλλοντα, ὡς ἡ κιβωτὸς τὴν ἁγίαν παρθένον καὶ θεοτόκον καὶ ἡ ῥάβδος καὶ ἡ στάμνος, καὶ ὡς ὁ ὄφις τὸν τὸ δῆγμα διὰ σταυροῦ καταργήσαντα τοῦ ἀρχεκάκου ὄφεως, ἥ τε θάλασσα, τὸ ὕδωρ καὶ ἡ νεφέλη τὸ τοῦ βαπτίσματος πνεῦμα
再者,那以隱晦方式預表並如影子般勾勒出將來之事的,也被稱為聖像——好比約櫃預表那聖潔的童女、神之母(Theotokos),杖和罐也是如此;又如那銅蛇預表那位藉著十字架廢除了那罪惡之源原初之蛇咬傷的主;而海、水和雲彩則預表洗禮之靈。
Again, an icon is said to be that which enigmatically prefigures and sketches in shadow the things to come—as the ark prefigures the holy Virgin and Theotokos, and the rod and the jar; and as the serpent prefigures Him who by the Cross nullified the bite of the original serpent, the author of evil; and the sea, the water, and the cloud prefigure the Spirit of baptism.
1:179
Πάλιν εἰκὼν λέγεται τῶν γεγονότων ἢ κατά τινος θαύματος μνήμην ἢ τιμῆς ἢ αἰσχύνης ἢ ἀρετῆς ἢ κακίας πρὸς τὴν εἰς ὕστερον τῶν θεωμένων ὠφέλειαν, ὡς ἂν τὰ μὲν κακὰ φεύγωμεν, τὰς δὲ ἀρετὰς ζηλώσωμεν
再者,那作為已往之事的紀念的,也被稱為聖像——無論是某個神蹟、尊榮、羞恥、美德或惡行——為要使後來瞻仰之人得益,叫我們逃避惡事、效法美德。
Again, an icon is said to be that which serves as a memorial of things past—whether of some wonder, or honor, or shame, or virtue, or vice—for the later benefit of those who behold, so that we may flee the evils and emulate the virtues.
1:180
Διπλῆ δὲ αὕτη διά τε λόγου ταῖς βίβλοις ἐγγραφομένου, ὡς ὁ θεὸς τὸν νόμον ταῖς πλαξὶν ἐνεκόλαψε καὶ τοὺς τῶν θεοφιλῶν ἀνδρῶν βίους ἀναγράπτους γενέσθαι προσέταξε, καὶ διὰ θεωρίας αἰσθητῆς, ὡς τὴν στάμνον καὶ τὴν ῥάβδον ἐν τῇ κιβωτῷ τεθῆναι προσέταξεν εἰς
這有兩種方式:一是藉著記在書卷裡的言語——正如神將律法刻在版上,並吩咐把愛神之人的生平記錄下來——二是藉著可見的瞻仰,正如祂吩咐把那罐和那杖放在約櫃裡作為紀念。
And this is twofold: both through the word inscribed in books—as God engraved the law on the tablets and commanded the lives of God-loving men to be recorded—and through visible contemplation, as He commanded the jar and the rod to be placed in the ark as a memorial.
1:181
Οὕτω καὶ νῦν τὰς εἰκόνας τῶν γεγονότων καὶ τὰς ἀρετὰς διαγράφομεν
照樣,如今我們也描繪已往之事和諸美德的聖像。
So now also we depict the icons of things past and of the virtues.
1:182
Ἢ τοίνυν πᾶσαν εἰκόνα ἄνελε καὶ ἀντινομοθέτει τῷ ταύτας προστάξαντι γενέσθαι ἢ ἑκάστην δέχου κατὰ τὸν ἑκάστῃ πρέποντα λόγον καὶ τρόπον
因此,你或是廢除一切聖像,立法抗拒那吩咐造這些聖像的神,或是按各聖像所合宜的道理和方式逐一接納它。
Either, then, do away with every icon and legislate against Him who commanded these to be made, or receive each one according to the reason and manner befitting it.
1:183
Εἰπόντες τοίνυν τοὺς τῆς εἰκόνος τρόπους εἴπωμεν καὶ περὶ προσκυνήσεως
我們既已論述了聖像的種種方式,現在讓我們也來論述敬禮。
Having spoken, then, of the modes of the icon, let us speak also concerning worship.
1:184
Ἡ προσκύνησις ὑποπτώσεως καὶ τιμῆς ἐστι σύμβολον
敬禮是順服和尊敬的記號。
Worship is a symbol of submission and honor.
1:185
Καὶ ταύτης δὲ διαφόρους ἔγνωμεν τρόπους·
對於這敬禮,我們也曉得有不同的方式。
And of this too we have learned various modes.
1:186
Πρώτην τὴν κατὰ λατρείαν, ἣν προσάγομεν μόνῳ τῷ φύσει προσκυνητῷ θεῷ
第一是按敬拜(latreia)而行的,這是我們惟獨獻給神的,因祂本性配得敬拜。
First, that which is according to adoration (latreia), which we offer to God alone, who is worthy of worship by nature.
1:187
Ἔπειτα τὴν διὰ τὸν φύσει προσκυνητὸν θεὸν προσαγομένην τοῖς αὐτοῦ φίλοις τε καὶ θεράπουσιν, ὡς τῷ ἀγγέλῳ Ἰησοῦς ὁ τοῦ Ναυῆ καὶ Δανιὴλ προσεκύνησαν, ἢ τοῖς θεοῦ τόποις, ὥς φησιν ὁ Δαυίδ·
其次是因那本性配得敬拜之神的緣故,而獻給祂朋友和僕人的——好比嫩的兒子約書亞和但以理向天使下拜;或是獻給神之處所的,正如大衛所說:
Next, that which is offered, on account of God who is worshiped by nature, to His friends and servants—as Joshua the son of Nun and Daniel bowed down to the angel; or to the places of God, as David says:
1:188
Προσκυνήσωμεν εἰς τὸν τόπον, οὗ ἔστησαν οἱ πόδες αὐτοῦ, ἢ τοῖς αὐτοῦ ἀναθήμασιν, ὡς ἅπας Ἰσραὴλ τῇ σκηνῇ προσεκύνει καὶ τῷ ἐν Ἱερουσαλὴμ ναῷ κύκλῳ ἑστῶτες καὶ πρὸς αὐτὸν ἁπανταχόθεν προσκυνοῦντες εἰσέτι καὶ νῦν, ἢ τοῖς ὑπ' αὐτοῦ χειροτονηθεῖσιν ἄρχουσιν, ὡς Ἰακὼβ τῷ τε Ἠσαῦ ὡς προγενεστέρῳ ἀδελφῷ ὑπὸ θεοῦ γενομένῳ καὶ Φαραὼ ὑπὸ θεοῦ χειροτονηθέντι ἄρχοντι καὶ τῷ Ἰωσὴφ οἱ αὐτοῦ ἀδελφοί
「我們要在祂腳所立之處下拜」;或是獻給祂分別為聖之物的,正如全以色列向會幕下拜,又如那些站在耶路撒冷聖殿四圍、直到今日仍從各方向著它下拜的人;或是獻給祂所設立之掌權者的,正如雅各向以掃下拜,因他是神所立的長兄,又向法老下拜,因他是神所立的掌權者,又如約瑟的弟兄們向他下拜。
"Let us worship at the place where His feet stood"; or to His dedicated things, as all Israel worshiped toward the tabernacle, and as those who, standing in a circle around the temple in Jerusalem, worship toward it from all sides even to this day; or to the rulers appointed by Him, as Jacob bowed down to Esau as the elder brother made so by God, and to Pharaoh the ruler appointed by God, and as Joseph's brothers bowed down to him.
1:189
Οἶδα καὶ κατὰ τιμὴν τὴν πρὸς ἀλλήλους προσαγομένην προσκύνησιν ὡς Ἀβραὰμ τοῖς υἱοῖς Ἐμμώρ
我也曉得人彼此之間出於尊敬而獻的敬禮,正如亞伯拉罕向哈抹的子孫下拜。
I know also the worship offered to one another out of honor, as Abraham bowed down to the sons of Hamor.
1:190
Ἢ τοίνυν πᾶσαν προσκύνησιν ἄνελε ἢ πάσας δέχου μετὰ τοῦ ὀφείλοντος λόγου καὶ τρόπου
因此,你或是廢除一切敬禮,或是按當有的道理和方式接納它們全部。
Either, then, do away with all worship, or receive them all with the due reason and manner.
1:191
Εἷς θεὸς ὁ θεός; Ναί, φήσεις, ὡς ἔμοιγε δοκεῖ, εἷς νομοθέτης
神是獨一的神嗎?你會說:是的,照我看來如此——是獨一的立法者。
Is God one God? Yes, you will say, as it seems to me—one lawgiver.
1:192
Τί οὖν νομοθετεῖ τὰ ἐναντία; Οὐ γὰρ ἔξω τῆς κτίσεως τὰ χερουβίμ
那麼,祂為甚麼立下相反的律法呢?因為基路伯並不在受造界之外。
Why, then, does He legislate contrary things? For the cherubim are not outside creation.
1:193
Τί οὖν προστάττει χερουβὶμ γλυπτὰ ἀνθρώπων χερσὶν τεκταινόμενα σκιάζειν τὸ ἱλαστήριον;Ἢ δῆλον, ὡς θεοῦ μὲν ὡς ἀπεριγράπτου καὶ ἀνεικάστου ποιεῖν εἰκόνα ἀμήχανονἤ τινος ὡς θεοῦ, ἵνα μὴ ὡς θεὸς λατρευομένη προσκυνῆται ἡ κτίσις
那麼,祂為甚麼吩咐用人手雕刻的基路伯來遮掩施恩座呢?這豈不顯明:既然不可能為那不可被局限、不可比擬的神造像,也不可為任何受造之物造像如同它是神,免得受造之物被當作神來敬拜(latreia)——
Why, then, does He command carved cherubim, fashioned by human hands, to overshadow the mercy-seat? Is it not clear that, since it is impossible to make an icon of God as uncircumscribable and inimitable, or of anything as if it were God, lest the creation be worshiped as God with adoration—
1:194
Τῶν δὲ χερουβὶμ ὡς περιγραπτῶν καὶ τῷ θείῳ θρόνῳ δουλοπρεπῶς παρεστώτων τὴν εἰκόνα προστάττει ποιεῖν δουλοπρεπῶς σκιάζουσαν τὸ ἱλαστήριον·
至於基路伯,因它們是可被局限的,且如僕人般侍立在神聖寶座前,祂便吩咐製作它們的像,使之如僕人般遮掩施恩座;
but the cherubim, as circumscribed and standing in servile attendance before the divine throne, He commands the icon of them to be made, overshadowing the mercy-seat in servile fashion;
1:195
ἔπρεπε γὰρ τῇ εἰκόνι τῶν οὐρανίων λειτουργῶν τὴν εἰκόνα τῶν θείων μυστηρίων σκιάζεσθαι
因為由那些天上侍奉者的像來遮掩這些屬神奧祕的像,乃是合宜的。
for it was fitting that the icon of the divine mysteries should be overshadowed by the icon of the heavenly ministers.
1:196
Τί δὲ φὴς τὴν κιβωτόν, τὴν στάμνον, τὸ ἱλαστήριον; Οὐ χειρότευκτα; Οὐκ ἔργα χειρῶν ἀνθρώπων; Οὐκ ἐξ ἀτίμου, ὡς σὺ φής, ὕλης κατεσκευασμένα; Τί δὲ ἡ σκηνὴ ἅπασα; Οὐχὶ εἰκὼν ἦν; Οὐ σκιὰ καὶ ὑπόδειγμα; Φησὶ τοιγαροῦν ὁ θεῖος ἀπόστολος περὶ τῶν κατὰ τὸν νόμον ἱερέων διεξιών·
但你對約櫃、罐、施恩座有何說法呢?它們豈不是人手所造的嗎?它們豈不是人手的工作嗎?它們豈不是用你所謂卑賤的材料製成的嗎?至於整個會幕又如何呢?它豈不是一個像嗎?豈不是影子和預表嗎?因此,神聖的使徒論到照律法供職的祭司時說:
But what do you say of the ark, the jar, the mercy-seat? Were they not handmade? Were they not the works of men's hands? Were they not constructed from material that you call worthless? And what of the whole tabernacle? Was it not an icon? Was it not a shadow and a type? The divine apostle accordingly says, treating of the priests according to the law:
1:197
Οἵτινες ὑποδείγματι καὶ σκιᾷ λατρεύουσι τῶν ἐπουρανίων, καθὼς κεχρημάτισται Μωσῆς μέλλων ἐπιτελεῖν τὴν σκηνήν
「他們供奉的事本是天上事的形狀和影像,正如摩西將要造帳幕的時候,蒙神警戒。
"Who serve a copy and shadow of the heavenly things, as Moses was warned when he was about to complete the tabernacle.
1:198
Ὅρα γάρ φησι, ποιήσεις πάντα κατὰ τὸν τύπον τὸν δειχθέντα σοι ἐν τῷ ὄρει. Ἀλλ' οὐδὲ εἰκὼν ἦν ὁ νόμος, ἀλλ' εἰκόνος προσκίασμα·
因為祂說:『要謹慎,照著在山上指示你的樣式做各樣的物件。』」但律法甚至不是像,乃是像的影子;
For, He says, 'See that you make all things according to the pattern shown you on the mountain.'" But the law was not even an icon, but the shadow of an icon;
1:199
φησὶ γοῦν ὁ αὐτὸς ἀπόστολος·
因此,同一位使徒說:
the same apostle accordingly says:
1:200
Σκιὰν γὰρ ἔχων ὁ νόμος τῶν μελλόντων ἀγαθῶν, οὐκ αὐτὴν τὴν εἰκόνα τῶν πραγμάτων. Εἰ οὖν ὁ νόμος εἰκόνας ἀπαγορεύει, αὐτὸς δὲ εἰκόνος ἐστὶ προχάραγμα, τί φήσομεν; Εἰ ἡ σκηνὴ σκιὰ καὶ τύπου τύπος, πῶς μὴ εἰκονογραφεῖν ὁ νόμος διακελεύεται; Ἀλλ' οὐκ ἔστιν οὕτω ταῦτα, οὐκ ἔστι·
「律法既是將來美事的影兒,不是本物的真像。」那麼,律法若禁止聖像,自己卻是聖像的預影,我們要怎麼說呢?若會幕是影子、是預表之預表,律法又怎會吩咐人不可造聖像呢?但事情並非如此,並非如此;
"For the law, having a shadow of the good things to come, not the very image of the things." If, then, the law forbids icons, yet is itself a foreshadowing of an icon, what shall we say? If the tabernacle is a shadow and a type of a type, how is it that the law commands not to make icons? But it is not so, it is not so;
1:201
καιρὸς δὲ μᾶλλον τῷ παντὶ πράγματι. Πάλαι μὲν ὁ θεὸς ὁ ἀσώματός τε καὶ ἀσχημάτιστος οὐδαμῶς εἰκονίζετο, νῦν δὲ σαρκὶ ὀφθέντος θεοῦ καὶ τοῖς ἀνθρώποις συναναστραφέντος εἰκονίζω θεοῦ τὸ ὁρώμενον
反倒是凡事都有定時。古時那無形體、無形狀的神,絕不被描繪;但如今神既在肉身中顯現,並與人同住,我便描繪那可見的神。
rather, there is a season for every matter. Of old, God who is bodiless and formless was in no way depicted; but now, since God has appeared in the flesh and lived among men, I depict what is visible of God.
1:202
Οὐ προσκυνῶ τῇ ὕλῃ, προσκυνῶ δὲ τὸν τῆς ὕλης δημιουργόν, τὸν ὕλην δι' ἐμὲ γενόμενον καὶ ἐν ὕλῃ κατοικῆσαι καταδεξάμενον καὶ δι' ὕλης τὴν σωτηρίαν μου ἐργασάμενον, καὶ σέβων οὐ παύσομαι τὴν ὕλην, δι' ἧς ἡ σωτηρία μου εἴργασται
我不敬拜物質;乃是敬拜那物質的創造者,祂為我成為物質,俯允住在物質中,並藉著物質成就我的救恩,我也必不停止尊崇那藉以成就我救恩的物質。
I do not worship matter; but I worship the Creator of matter, who became matter for my sake and consented to dwell in matter and through matter worked out my salvation, and I will not cease to reverence the matter through which my salvation was wrought.
1:203
Σέβω δὲ οὐχ ὡς θεόν–ἄπαγε·
然而我尊崇它,並不是當作神——斷乎不是;
I reverence it, however, not as God—far from it;
1:204
πῶς γὰρ τὸ ἐξ οὐκ ὄντων τὴν γένεσιν ἐσχηκὸς θεός; – εἰ καὶ τὸ τοῦ θεοῦ σῶμα θεὸς διὰ τὴν καθ' ὑπόστασιν ἕνωσιν γεγονὸς ἀμεταβλήτως, ὅπερ τὸ χρῖσαν, καὶ μεῖναν, ὅπερ ἦν τῇ φύσει, σὰρξ ἐψυχωμένη ψυχῇ λογικῇ τε καὶ νοερᾷ, ἠργμένη, οὐκ ἄκτιστος
因為那從無有而來的,怎能是神呢?——縱然神的身體藉著位格的聯合而成為神,毫無改變,與那膏立者同一,並仍是它本性所是的:就是有理性、有理智之魂的肉身,是有起源的,並非非受造的。
for how could that which has come into being out of nothing be God?—even if the body of God became God by the hypostatic union, unchangeably, being identical with that which anointed it, and remaining what it was by nature: flesh ensouled with a rational and intellectual soul, originated, not uncreated.
1:205
Τὴν δέ γε λοιπὴν ὕλην σέβω καὶ δι' αἰδοῦς ἄγω, δι' ἧς ἡ σωτηρία μου γέγονεν, ὡς θείας ἐνεργείας καὶ χάριτος ἔμπλεων
至於那藉以成就我救恩的其餘物質,我也尊崇它、以敬意對待它,因它充滿了屬神的運作和恩典。
But the rest of the matter through which my salvation came to pass I reverence and treat with respect, as filled with divine energy and grace.
1:206
Ἢ οὐχ ὕλη τὸ τοῦ σταυροῦ ξύλον τὸ τρισόλβιον καὶ τρισμακάριστον;Ἢ οὐχ ὕλη τὸ ὄρος τὸ σεπτὸν καὶ ἅγιον, ὁ τοῦ κρανίου τόπος;Ἢ οὐχ ὕλη ἡ φερέσβιος
那三蒙福、三有福的十字架木頭,豈不是物質嗎?那可敬聖潔的山,就是髑髏地,豈不是物質嗎?那賜生命的、
Is not the thrice-blessed and thrice-happy wood of the Cross matter? Is not the venerable and holy mountain, the place of the skull, matter? Is not the life-bearing
1:207
πέτρα καὶ ζωηφόρος, ὁ τάφος ὁ ἅγιος, ἡ πηγὴ τῆς ἡμῶν ἀναστάσεως;Ἢ οὐχ ὕλη τὸ μέλαν καὶ ἡ τῶν εὐαγγελίων παναγία βίβλος;Ἢ οὐχ ὕλη ἡ ζωηφόρος τράπεζα ἡ τὸν ἄρτον ἡμῖν τῆς ζωῆς χορηγοῦσα;Ἢ οὐχ ὕλη ὁ χρυσός τε καὶ ὁ ἄργυρος, ἐξ ὧν σταυροὶ καὶ πίνακες καὶ κρατῆρες κατασκευάζονται;Ἢ οὐχ ὕλη πρὸ τούτων ἁπάντων τὸ τοῦ κυρίου μου σῶμα καὶ αἷμα;Ἢ πάντων τούτων ἄνελε τὸ σέβας καὶ τὴν προσκύνησιν ἢ παραχώρει τῇ ἐκκλησιαστικῇ παραδόσει καὶ τὴν τῶν εἰκόνων προσκύνησιν θεοῦ καὶ φίλων θεοῦ ὀνόματι ἁγιαζομένων καὶ διὰ τοῦτο θείου πνεύματος ἐπισκιαζομένων χάριτι
供應生命的磐石,豈不是物質嗎——那聖潔的墳墓,就是我們復活的源頭?那墨水和那至聖的福音書,豈不是物質嗎?那賜給我們生命之糧、供應生命的桌子,豈不是物質嗎?那做成十字架、盤子和聖杯的金銀,豈不是物質嗎?在這一切之先,我主的身體和血,豈不是物質嗎?你或是廢除對這一切的尊崇和敬禮,或是順服教會的傳統,也接納對神以及神的朋友之聖像的敬禮——這些朋友因神的名而被分別為聖,並因此被神聖之靈的恩典所蔭庇。
rock matter—the life-giving rock, the holy tomb, the source of our resurrection? Is not the ink and the all-holy book of the Gospels matter? Is not the life-bearing table that bestows on us the bread of life matter? Are not the gold and the silver, from which crosses and plates and chalices are made, matter? And before all these, is not the body and blood of my Lord matter? Either do away with the reverence and worship of all these, or yield to the tradition of the Church and accept also the worship of the icons of God and of God's friends, who are sanctified by the name of God and on this account overshadowed by the grace of the Divine Spirit.
1:208
Οὐδὲν γὰρ ἄτιμον, ὃ παρὰ θεοῦ γεγένηται·
因為凡從神而來的,沒有一樣是卑賤的;
For nothing is worthless that has come into being from God;
1:209
τῶν Μανιχαίων τοῦτο τὸ φρόνημα
那是摩尼教徒的想法。
this is the opinion of the Manichaeans.
1:210
Μόνον δὲ ἄτιμον, ὃ μὴ τὴν αἰτίαν ἔσχεν ἐκ θεοῦ, ἀλλ' ἡμέτερόν ἐστιν εὕρεμα τῇ ἐκ τοῦ κατὰ φύσιν εἰς τὸ παρὰ φύσιν αὐτεξουσίῳ ἐκκλίσει τε καὶ ῥοπῇ τοῦ θελήματος, τουτέστιν ἡ ἁμαρτία
惟有那不以神為其根源、而是出於我們自己發明的,才是卑賤的——就是藉著意志自主地從合乎本性偏向違反本性的傾斜與偏移——那就是罪。
Only that is worthless which has not its cause from God, but is our own invention—through the free inclination and bent of the will from what is according to nature to what is contrary to nature—that is, sin.
1:211
Εἰ διὰ τὸν νόμον τὰς εἰκόνας ἀτιμάζεις καὶ ἀπαγορεύεις ὡς ἐξ ὕλης κατ εσκευασμένας, ὅρα, τί φησιν ἡ γραφή·
你若因律法的緣故而藐視並禁止聖像,視之為用物質製成的,那就看看聖經怎麼說:
If you dishonor and forbid the icons on account of the law, as being made from matter, see what Scripture says:
1:212
Καὶ ἐλάλησε κύριος πρὸς Μωσῆν λέγων·
「耶和華曉諭摩西說:
"And the Lord spoke to Moses, saying:
1:213
Ἰδοὺ ἀνακέκληκα τὸ ὄνομα Βεσελεὴλ τὸν τοῦ Ὀρεὶ τὸν τοῦ Ὣρ ἐκ φυλῆς Ἰούδα
看哪,我已經提名召了猶大支派中戶珥的孫子、烏利的兒子比撒列;
Behold, I have called by name Bezalel the son of Uri, the son of Hur, of the tribe of Judah;
1:214
Καὶ ἐνέπλησα αὐτὸν πνεῦμα θεῖον σοφίας καὶ συνέσεως καὶ ἐπιστήμης ἐν παντὶ ἔργῳ διανοεῖσθαι καὶ ἀρχιτεκτονεῖν καὶ ἐργάζεσθαι χρυσίον καὶ ἀργύριον καὶ τὸν χαλκὸν καὶ τὴν ὑάκινθον καὶ τὴν πορφύραν καὶ τὸ κόκκινον νηστὸν καὶ τὴν βύσσον τὴν κεκλωσμένην καὶ τὰ λιθουργικὰ εἰς τὰ ἔργα καὶ τεκτονικῆς εἰς τὰ ξύλα, ἐργάζεσθαι κατὰ πάντα τὰ ἔργα·
我也以智慧、聰明、知識的屬神之靈充滿了他,使他能設計各樣的工,作建造的師傅,能用金、銀、銅,並藍色、紫色、撚的朱紅色線和撚的細麻,又能琢石作工,並雕木作工,照各樣的工作;
and I have filled him with a divine spirit of wisdom and understanding and knowledge, to devise in every work, and to be an architect and to work gold and silver and bronze and the blue and the purple and the spun scarlet and the fine twined linen, and stone-cutting for the works and carpentry of wood, to work according to all the works;
1:215
καὶ ἐγὼ δέδωκα αὐτὸν καὶ τὸν Ἐλιὰβ τὸν τοῦ Ἀχισαμὰχ ἐκ φυλῆς Δάν·
看哪,我又派了但支派中亞希撒抹的兒子亞何利亞伯與他同工;
and behold, I have given him, and Oholiab the son of Ahisamach, of the tribe of Dan;
1:216
καὶ παντὶ συνετῷ καρδίᾳ ἐγὼ δέδωκα σύνεσιν, καὶ ποιήσουσι πάντα, ὅσα σοι συνέταξα. καὶ πάλιν εἶπε Μωσῆς πρὸς πᾶσαν συναγωγὴν υἱῶν Ἰσραήλ·
凡心裡有智慧的,我更使他們有聰明,他們就要做我一切所吩咐你的。」摩西又對以色列子民全會眾說:
and to everyone wise of heart I have given understanding, and they shall make all that I have commanded you." And again Moses said to the whole congregation of the sons of Israel:
1:217
Ἠκούσατε τοῦτο τὸ ῥῆμα, ὃ συνέταξε κύριος λέγων·
「你們聽見耶和華所吩咐的這話,就是說:
"You have heard this word which the Lord commanded, saying:
1:218
Λάβετε παρ' ὑμῶν αὐτῶν ἀφαίρεμα τῷ κυρίῳ
你們中間要拿禮物獻給耶和華。
Take from among yourselves an offering to the Lord.
1:219
Πᾶς καταδεχόμενος τὴν καρδίαν, καὶ οἴσουσι τὰς ἀπαρχὰς τῷ κυρίῳ, χρυσίον, ἀργύριον, χαλκόν, ὑάκινθον, πορφύραν, κόκκινον διπλοῦν διανενησμένον καὶ βύσσον κεκλωσμένην καὶ τρίχας αἰγείας καὶ δέρματα κριῶν ἠρυθροδανωμένα καὶ δέρματα ὑακίνθινα καὶ ξύλα ἄσηπτα καὶ ἔλαιον τῆς χρίσεως καὶ τὸ θυμίαμα τῆς συνθέσεως καὶ λίθους σαρδίους καὶ λίθους εἰς τὴν γλυφὴν καὶ εἰς τὴν ἐπωμίδα καὶ τὸν ποδήρη
凡心裡樂意的,都要把初熟之物獻給耶和華:金、銀、銅、藍色、紫色、撚的朱紅色線、撚的細麻、山羊毛、染紅的公羊皮、藍色的皮、不朽壞的木頭、膏油、配製的香料、紅瑪瑙,以及用來鑲嵌在以弗得和外袍上、可供雕刻的寶石。
Everyone whose heart is willing, let them bring the first-fruits to the Lord: gold, silver, bronze, blue, purple, double-spun scarlet, and fine twined linen, and goats' hair, and rams' skins dyed red, and blue skins, and incorruptible wood, and the oil of anointing, and the compounded incense, and sardius stones, and stones for engraving for the ephod and the robe.
1:220
Καὶ πᾶς σοφὸς καρδίᾳ ἐν ὑμῖν ἐλθὼν ἐργαζέσθω πάντα, ὅσα συνέταξε κύριος, τὴν σκηνήν, καὶ τὰ ἑξῆς, καὶ μεθ' ἕτερα καὶ ἐποίησεν ἀμφοτέρους τοὺς λίθους τῆς σμαράγδου συμπεπορπημένους καὶ περισεσιαλωμένους χρυσίῳ καὶ γεγλυμμένους ἐκκόλαμμα σφραγῖδος, καὶ πάλιν οἱ λίθοι ἦσαν ἐξ ὀνομάτων τῶν υἱῶν Ἰσραὴλ δώδεκα ἐκ τῶν ὀνομάτων αὐτῶν ἐγγεγλυμμέναι σφραγῖδες, ἕκαστος ἐκ τοῦ αὐτοῦ ὀνόματος εἰς τὰς δώδεκα φυλάς, καὶ αὖθις καὶ ἐποίησαν τὸ καταπέτασμα τῆς σκηνῆς τοῦ μαρτυρίου ἐξ ὑακίνθου καὶ πορφύρας καὶ κοκκίνου νενησμένου καὶ βύσσου κεκλωσμένης, ἔργον ὑφαντὸν χερουβίμ, καὶ πάλιν καὶ ἐποίησαν τὸ ἱλαστήριον ἄνωθεν τῆς κιβωτοῦ ἐκ χρυσίου καθαροῦ καὶ τοὺς δύο χερουβίμ. Ἰδοὺ δὴ ὕλη τιμία καὶ καθ' ὑμᾶς ἄτιμος
你們中間凡心裡有智慧的,都要來做耶和華所吩咐的一切,就是會幕」等等。在其他話之後又說:「他做了那兩塊紅寶石,鑲在槽上,用金鑲嵌,按刻圖書的方式刻上。」那些寶石又是按以色列子民的名字——十二塊印,按他們的名字刻上,各按自己的名字,代表那十二支派。又說:「他們用藍色、紫色、撚的朱紅色線和撚的細麻,以巧匠的手工做了會幕的幔子,上面繡著基路伯。」又說:「他們用純金做了約櫃上面的施恩座和那兩個基路伯。」如今看哪,這是貴重的材料——按你所說卻是卑賤的!
And let every wise of heart among you come and make all that the Lord commanded—the tabernacle," and so forth. And after other things: "And he made both the emerald stones, set in clasps and overlaid with gold and engraved as the engraving of a seal." And again, the stones were according to the names of the sons of Israel—twelve seals engraved with their names, each from its own name, for the twelve tribes. And again: "And they made the veil of the tabernacle of testimony of blue and purple and spun scarlet and fine twined linen, the woven work of cherubim." And again: "And they made the mercy-seat above the ark of pure gold, and the two cherubim." Behold now, material precious—and, according to you, worthless!
1:221
Τί γὰρ τριχῶν αἰγείων εὐτελέστερον καὶ χρωμάτων; Καὶ οὐ χρώματα τὸ κόκκινον καὶ ἡ πορφύρα καὶ ἡ ὑάκινθος; Ἰδοὺ δὴ καὶ ὁμοίωμα χερουβίμ
因為還有甚麼比山羊毛和染料更廉價的呢?那朱紅色、紫色和藍色豈不是染料嗎?如今看哪,這裡也有基路伯的形像!
For what is cheaper than goats' hair and dyes? And are not scarlet and purple and blue dyes? Behold now also a likeness of cherubim!
1:222
Πῶς οὖν διὰ τὸν νόμον ἀπαγορεύειν φής, ὃ ποιεῖν ὁ νόμος προσέταξεν; Εἰ διὰ τὸν νόμον τὰς εἰκόνας ἀπαγορεύεις, ὥρα σοι καὶ σαββατίζειν καὶ περιτέμνεσθαι·
那麼,你怎能說律法禁止那律法吩咐要造的東西呢?你若因律法的緣故禁止聖像,那麼你也該守安息日、受割禮了;
How, then, do you say that the law forbids what the law commanded to be made? If you forbid icons on account of the law, it is time for you also to keep the Sabbath and to be circumcised;
1:223
ταῦτα γὰρ ἀπαραχωρήτως ὁ νόμος κελεύει
因為這些事律法是毫無例外地吩咐的。
for these things the law commands without exception.
1:224
Ἀλλ' ἴστε, ὡς, ἐὰν τὸν νόμον τηρῆτε, Χριστὸς ὑμᾶς οὐδὲν ὠφελήσει
但你要知道,你若守律法,基督就於你無益了。
But know that, if you keep the law, Christ will profit you nothing.
1:225
Οἵτινες ἐν νόμῳ δικαιοῦσθε, τῆς χάριτος ἐξεπέσετε. Οὐχ ἑώρα θεὸν ὁ Ἰσραὴλ ὁ πάλαι, ἡμεῖς δὲ ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν κυρίου κατοπτριζόμεθα. Καὶ αἰσθητῶς τὸν αὐτοῦ χαρακτῆρα τοῦ σαρκωθέντος φημὶ θεοῦ λόγου προτίθεμεν ἁπανταχῆ καὶ τὴν πρώτην ἁγιαζόμεθα τῶν αἰσθήσεων ( πρώτη γὰρ αἰσθήσεων ὅρασις) ὥσπερ καὶ τοῖς λόγοις τὴν ἀκοήν·
「你們這要靠律法稱義的,是與恩典隔絕了。」古時的以色列沒有見過神,但我們卻是敞著臉,得以彷彿從鏡子裡觀看主的榮光。我們把那道成肉身之神之道的真實形貌,以感官可見的形式處處陳列出來,並使眾感官中為首的得著聖化(因為視覺是眾感官之首),正如我們以言語使聽覺得著聖化;
"You who would be justified by the law have fallen away from grace." Israel of old did not see God, but we, with unveiled face, behold as in a mirror the glory of the Lord. And we set forth in sensible form the very character of the incarnate God the Word everywhere, and we sanctify the first of the senses (for sight is the first of the senses), just as we sanctify hearing by words;
1:226
ὑπόμνημα γάρ ἐστιν ἡ εἰκών
因為聖像是一種提醒。
for the icon is a reminder.
1:227
μεμυημένοις ἡ βίβλος, τοῦτο τοῖς ἀγραμμάτοις ἡ εἰκών·
凡書卷對識字之人是甚麼,聖像對不識字之人就是甚麼;
And what the book is to those initiated in letters, the icon is to the unlettered;
1:228
καὶ ὅπερ τῇ ἀκοῇ ὁ λόγος, τοῦτο τῇ ὁράσει ἡ εἰκών·
凡言語對聽覺是甚麼,聖像對視覺就是甚麼。
and what the word is to the hearing, the icon is to the sight.
1:229
Διὰ τοῦτο προσέταξεν ὁ θεὸς γενέσθαι κιβωτὸν ἐκ ξύλων ἀσήπτων καὶ καταχρυσῶσαι ταύτην ἔσωθέν τε καὶ ἔξωθεν καὶ ἐνθεῖναι τὰς πλάκας, τὴν ῥάβδον, τὴν στάμνον τὴν χρυσῆν ἔχουσαν τὸ μάννα πρὸς ὑπόμνησιν τῶν γεγονότων καὶ προτύπωσιν τῶν μελλόντων
為這緣故,神吩咐用不朽壞的木頭做一個約櫃,裡外都包上金子,把那兩塊版放在裡面,還有那杖,以及那盛著嗎哪的金罐,作為已往之事的提醒和將來之事的預表。
For this reason God commanded an ark to be made of incorruptible wood and to be overlaid with gold within and without, and the tablets to be placed in it, and the rod, and the golden jar containing the manna, as a reminder of things past and a foreshadowing of things to come.
1:230
Καὶ τίς οὐκ ἐρεῖ ταύτας εἰκόνας διαπρυσίους τε κήρυκας; Καὶ ταῦτα οὐκ ἐκ πλαγίων ἔκειτο τῆς σκηνῆς, ἀλλὰ κατενώπιον παντὸς τοῦ λαοῦ, πρὸςἃ βλέποντες τῷ δι' αὐτῶν ἐνεργήσαντι θεῷ προσέφερον τὴν προσκύνησιν καὶ τὴν λατρείαν
誰能不稱這些為聖像和高聲的傳令官呢?而且這些並非安置在會幕的兩旁,乃是在全會眾的面前,他們仰望這些,便將敬禮和敬拜(latreia)獻給那藉著它們行事的神。
And who will not call these icons and loud-voiced heralds? And these were not set off to the side of the tabernacle, but before the face of all the people, looking upon which they offered their worship and adoration to God who worked through them.
1:231
Δῆλον οὐχ ὡς αὐτοῖς λατρεύοντες, ἀλλὰ δι' αὐτῶν εἰς ὑπόμνησιν τῶν θαυμάτων ἀγόμενοι καὶ τῷ τερατουργῷ θεῷ τὴν προσκύνησιν νέμοντες
顯然他們不是事奉這些物件,而是藉著它們被引導去記念那些神蹟,並把敬禮歸給那行奇事的神。
Clearly not as serving these things, but being led through them to the remembrance of the wonders, and rendering worship to God the worker of marvels.
1:232
Εἰκόνες γὰρ ἦσαν πρὸς ὑπόμνησιν κείμεναι, τιμώμεναι οὐχ ὡς θεοί, ἀλλ' ὡς θείας ἐνεργείας ὑπόμνησιν ἄγουσαι
因為它們是作為提醒而設立的聖像,受尊崇並非當作神,而是因它們使人記念那屬神的運作。
For they were icons set up as a reminder, honored not as gods but as bringing to remembrance the divine energy.
1:233
Καὶ δώδεκα λίθους προσέταξεν ὁ θεὸς ληφθῆναι ἐκ τοῦ Ἰορδάνου καὶ τὴν αἰτίαν προστίθησι·
神又吩咐從約旦河取十二塊石頭,並加上緣由:
And God commanded twelve stones to be taken from the Jordan, and He adds the reason:
1:234
Ἵνα, ὅταν ἐρωτᾷ σε ὁ υἱός σου, τί εἰσιν οἱ λίθοι οὗτοι, διηγῇ, πῶς ἐξέλιπε τὸ ὕδωρ τοῦ Ἰορδάνου θείᾳ προστάξει καὶ διέβη ἡ κιβωτὸς κυρίου καὶ πᾶς ὁ λαός. Πῶς οὖν ἡμεῖς οὐκ εἰκονογραφήσομεν τὰ σωτήρια Χριστοῦ τοῦ θεοῦ ἡμῶν πάθη καὶ θαύματα, ἵν', ὅταν ἐρωτᾷ με ὁ υἱός μου, τί τοῦτό ἐστιν, ἐρῶ, ὅτι ὁ θεὸς λόγος ἄνθρωπος γέγονε καὶ δι' αὐτοῦ οὐχ ὁ Ἰσραὴλ μόνος τὸν Ἰορδάνην διῆλθεν, ἀλλ' ἡ φύσις ἅπασα πρὸς τὴν ἀρχαίαν ἐπανῆλθε μακαριότητα, δι' οὗ ἡ φύσις ἐκ τῶν κατωτάτων τῆς γῆς ἀνῆλθεν ὑπεράνω πάσης ἀρχῆς καὶ ἐν αὐτῷ τῷ πατρικῷ κεκάθικε θρόνῳ
「為要叫你們的兒子日後問你們說:『這些石頭是甚麼意思?』你們就可以告訴他們約旦河的水怎樣因神的吩咐而斷絕,耶和華的約櫃和眾百姓怎樣過去。」那麼,我們怎能不把基督我們之神那拯救的受難和神蹟描繪出來呢?好叫我兒子問我:『這是甚麼意思?』時,我可以說,神之道成了人,藉著祂,不單以色列過了約旦河,連整個受造之性都回到了起初的福分裡——藉著祂,我們的本性從地的最低處上升,高過一切執政掌權的,並坐在父自己的寶座上。
"That when your son asks you, 'What are these stones?' you may relate how the water of the Jordan failed by divine command and the ark of the Lord crossed over, and all the people." How, then, shall we not depict the saving sufferings and miracles of Christ our God, so that when my son asks me, 'What is this?' I may say that God the Word became man, and through Him not only did Israel cross the Jordan, but all nature returned to its ancient blessedness—through whom our nature ascended from the lowest parts of the earth above all rule, and sat upon the very throne of the Father.
1:235
Ποίει Χριστοῦ τὸ εἰκόνισμα καὶ ἀρκέσθητι ἢ καὶ τῆς τούτου μητρὸς τῆς θεοτόκου
「你只要做基督的像就夠了;或者再加上祂母親、神之母的像。」
"Make the image of Christ and be content; or also of His mother the Theotokos."
1:236
Ἐχθρὸν ἑαυτὸν διαρρήδην τῶν ἁγίων καθωμολόγησας·
你已公然承認自己是眾聖徒的仇敵;
You have openly confessed yourself an enemy of the saints;
1:237
εἰ γὰρ Χριστοῦ μὲν εἰκόνα ποιεῖς, τῶν ἁγίων δὲ οὐδαμῶς, δῆλον ὡς οὐχὶ τὴν εἰκόνα ἀπαγορεύεις, ἀλλὰ τὴν τῶν ἁγίων τιμήν, ὅπερ οὐδεὶς τῶν ἀπ' αἰῶνος ἐτόλμησε ποιῆσαι ἢ ἐγχειρῆσαι τοιούτῳ τολμήματι
因為你若做基督的像,卻絕不做眾聖徒的像,這就顯明你所禁止的不是聖像,而是對聖徒的尊崇——這是從世界之初以來無人敢做、或敢嘗試的狂妄之舉。
for if you make an icon of Christ, but in no way of the saints, it is clear that you do not forbid the icon, but the honor of the saints—which no one from the beginning of the world has dared to do, or to attempt such an outrage.
1:238
Τοῦ γὰρ Χριστοῦ ὡς δεδοξασμένου ποιῶν εἰκόνα τῶν ἁγίων ὡς ἀδοξάστων δηλαδὴ ἀποπτύεις τὸ ἐξεικόνισμα καὶ ψευδῆ τὴν ἀλήθειαν δεικνύειν ἐπιχειρεῖς
因為你做基督的像,當作祂是得了榮耀的,卻把聖徒當作未得榮耀的,這就顯然唾棄了這描繪,企圖把真理顯為虛謊。
For in making an icon of Christ as glorified, but of the saints as if unglorified, you plainly spurn the depiction and try to show the truth to be false.
1:239
Ζῶ γὰρ ἐγώ, λέγει κύριος, καὶ τοὺς δοξάζοντάς με δοξάσω, καὶ ὁ θεῖος ἀπόστολος·
「主說:我指著我的永生起誓,那尊崇我的,我必尊崇他」;神聖的使徒也說:
"For as I live, says the Lord, those who glorify Me I will glorify"; and the divine apostle:
1:240
Ὥστε οὐκέτι εἶ δοῦλος, ἀλλ' υἱός·
「這樣,你不再是奴僕,乃是兒子了;
"So that you are no longer a slave, but a son;
1:241
εἰ δὲ υἱός, καὶ κληρονόμος θεοῦ διὰ Χριστοῦ. καὶ εἴπερ συμπάσχομεν, ἵνα καὶ συνδοξασθῶμεν. Οὐ κατὰ τῶν εἰκόνων ἤρω τὸν πόλεμον, ἀλλ' ἦ κατὰ τῶν ἁγίων
既是兒子,就靠著基督作神的後嗣。」又說:「我們若一同受苦,也必一同得榮耀。」你所興起的爭戰不是針對聖像,而是針對眾聖徒。
and if a son, then also an heir of God through Christ." And, "If indeed we suffer with Him, that we may also be glorified together." You have not raised war against the icons, but rather against the saints.
1:242
Φησὶ γοῦν Ἰωάννης ὁ θεόλογος καὶ ἐπιστήθιος, ὅτι ὅμοιοι αὐτῷ ἐσόμεθα. Ὥσπερ γὰρ τῷ πυρὶ ἑνούμενος ὁ σίδηρος οὐ τῇ φύσει, ἀλλὰ τῇ ἑνώσει καὶ πυρώσει καὶ μεθέξει πῦρ γίνεται, οὕτω καὶ τὸ θεούμενον οὐ τῇ φύσει ἀλλὰ τῇ μεθέξει θεὸς γίνεται
因此,那神學家、靠近主懷的約翰說:「我們必要像祂。」因為正如鐵與火聯合,便成為火,不是按本性,乃是藉著聯合、被點燃和有分,照樣,那被成神化的,也成為神,不是按本性,乃是藉著有分。
John the theologian and bosom-disciple accordingly says that "we shall be like Him." For just as iron, united with fire, becomes fire not by nature but by union and being kindled and participation, so too that which is deified becomes God not by nature but by participation.
1:243
Οὐ τὴν σάρκα φημὶ τοῦ σαρκωθέντος υἱοῦ τοῦ θεοῦ·
我所指的不是那道成肉身之神兒子的肉身;
I do not mean the flesh of the incarnate Son of God;
1:244
ἐκείνη γὰρ τῇ καθ' ὑπόστασιν ἑνώσει καὶ μεθέξει τῆς θείας φύσεως ἀτρέπτως θεὸς ἐχρημάτισεν, οὐκ ἐνεργείᾳ χρισθεῖσα θεοῦ ὥσπερ τῶν προφητῶν ἕκαστος, παρουσίᾳ δὲ ὅλου τοῦ χρίοντος
因為那肉身藉著位格的聯合和對神性的有分,毫無改變地被稱為神——不是像眾先知各人那樣被神的運作所膏,乃是被那膏立者全然的同在所膏。
for that, by the hypostatic union and participation in the divine nature, was called God unchangeably—not anointed by the energy of God like each of the prophets, but by the presence of the whole Anointer.
1:245
Ὅτι δὲ τῇ θεώσει θεοὶ καὶ οἱ ἅγιοι, ὁ θεός, φησίν, ἔστη ἐν συναγωγῇ θεῶν, ἐν μέσῳ δὲ θεοὺς διακρινεῖ, ὅταν ἵσταται θεὸς ἐν μέσῳ θεῶν τὰς ἀξίας διαιρῶν, ὡς ἑρμηνεύων φησὶν ὁ θεολόγος Γρηγόριος
至於眾聖徒也藉著成神化而成為神——經上說:「神站在神的會中,在諸神中行審判」,就是當神站在諸神中間、分派他們各自的尊位之時,正如神學家貴格利在解釋中所說的。
And that the saints too are gods by deification—"God," it says, "stood in the congregation of gods; in the midst He judges among gods," when God stands in the midst of gods, distributing their dignities, as Gregory the theologian says in interpretation.
1:246
Τῷ Δαυὶδ ἐπηγγείλατο ὁ θεὸς οἰκοδομῆσαι αὐτῷ ναὸν διὰ τοῦ ἰδίου υἱοῦ Σολομῶντος καὶ κατασκευάσαι οἶκον ἀναπαύσεως
神應許大衛,要藉著他自己的兒子所羅門為祂建造一座殿,並建造一個安息之所。
God promised David to build Him a temple through his own son Solomon, and to construct a house of rest.
1:247
Τοῦτον Σολομὼν ᾠκοδόμησε καὶ ἐποίησε χερουβίμ, ὥς φησιν ἡ βίβλος τῶν Βασιλειῶν, καὶ περιέσχε τὰ χερουβὶμ χρυσίῳ καὶ πάντας τοὺς τοίχους κύκλῳ κολαπτοὺς ἐνέγλυψεν ἐν γραφίδι χερουβὶμ καὶ φοίνικας τῷ ἐσωτέρῳ καὶ τῷ ἐξωτέρῳ–οὐκ εἶπεν ἐκ πλαγίων, ἀλλὰ κύκλῳ–ἀλλὰ καὶ βόας καὶ λέοντας καὶ ῥοΐσκους
所羅門就建造了這殿,又做了基路伯,正如列王紀所說:「他用金子包裹基路伯,又在裡外的牆上四圍刻著基路伯和棕樹的雕刻」——經上沒有說「在兩旁」,乃說「四圍」——還有牛、獅子和石榴。
This Solomon built, and he made cherubim, as the book of Kings says: "And he overlaid the cherubim with gold, and all the walls round about he carved with engraved work of cherubim and palm trees, on the inner and the outer wall"—he did not say "on the sides," but "round about"—and also oxen and lions and pomegranates.
1:248
Οὐ πολλῷ τιμιώτερον πάντας τοὺς τοίχους τοῦ οἴκου κυρίου κοσμῆσαι ἁγίων μορφαῖς καὶ ἐξεικονίσμασιν ἤπερ ἀλόγων καὶ δένδρων; Ποῦ ὁ διαγορεύων νόμος·
用聖徒的形貌和描繪來裝飾主殿的一切牆壁,豈不比用無理性的走獸和樹木更為尊貴嗎?那定下這命令的律法在哪裡呢:
Is it not far more honorable to adorn all the walls of the house of the Lord with the forms and depictions of saints than of irrational beasts and trees? Where is the law that decrees:
1:249
Οὐ ποιήσεις πᾶν ὁμοίωμα; Ἀλλ' ὁ σοφίας χύσιν δεξάμενος Σολομὼν οὐ θεὸν εἰκονίζων ἐποίει χερουβὶμ καὶ λεόντων καὶ βοῶν ὁμοιώματα– τοῦτο γὰρ ἀπαγορεύει ὁ νόμος–οὐδ'
「你不可雕刻任何形像」?但所羅門領受了智慧的澆灌,他做基路伯和獅子、牛的形像時,並不是在描繪神——因為那才是律法所禁止的——
"You shall not make any likeness"? But Solomon, who received an outpouring of wisdom, was not depicting God when he made cherubim and likenesses of lions and oxen—for that is what the law forbids—nor
1:250
ἡμεῖς θεὸν εἰκονίζοντες ποιοῦμεν τὸ τῶν ἁγίων εἰκόνισμα
照樣,我們做聖徒的像時,也不是在描繪神。
do we, in making the icon of the saints, depict God.
1:251
Ὥσπερ γὰρ τότε μὲν ἀλόγων αἵματι ἡγνίζετο ὅ τε ναὸς καὶ ὁ λαὸς καὶ σποδῷ δαμάλεως, νῦν δὲ Χριστοῦ αἵματι τοῦ μαρτυρήσαντος ἐπὶ Ποντίου Πιλάτου καὶ ἑαυτὸν ἀπαρχὴν τῶν μαρτύρων δείξαντος, ἔτι δὲ καὶ τῷ τῶν ἁγίων αἵματι ἱερῷ ἡ ἐκκλησία ᾠκοδόμηται, οὕτω τότε μὲν μορφαῖς τε καὶ ἐκτυπώμασιν ἀλόγων ὁ τοῦ θεοῦ οἶκος κατεκοσμεῖτο, νῦν δὲ ἁγίων τῶν ναοὺς ἐμψύχους καὶ λογικοὺς ἑαυτοὺς εἰς κατοικητήριον θεοῦ ζῶντος ἐν πνεύματι κατεσκευακότων
因為正如那時聖殿和百姓是藉著無理性之獸的血和母牛犢的灰得潔淨,如今卻是藉著基督的血——祂在本丟彼拉多手下作了見證,並顯為眾殉道者的初熟果子——並且教會更是建立在眾聖徒神聖的血上——照樣,那時神的殿是以無理性之獸的形貌和形象裝飾,如今卻是以眾聖徒的形貌裝飾,這些聖徒使自己成為活的、有理性的殿,在靈裡作活神的居所。
For just as then both the temple and the people were purified by the blood of irrational beasts and the ashes of a heifer, but now by the blood of Christ, who witnessed under Pontius Pilate and showed Himself the first-fruits of the martyrs—and further, the Church is built upon the sacred blood of the saints—so then the house of God was adorned with the forms and figures of irrational beasts, but now with those of the saints, who have made themselves living and rational temples, dwelling-places of the living God in spirit.
1:252
͂, Καὶ ὅτι ταῦτα οὕτως ἔχει, ἄκουε·
至於這些事的確是如此,且聽:
And that these things are so, listen:
1:253
Οὐ ποιήσεις σεαυτῷ, φησί, γλυπτὸν οὐδὲ πᾶν ὁμοίωμα. Ταῦτα τοῦ θεοῦ προστάξαντος ἐποίησαν, φησί, τὸ καταπέτασμα τῆς σκηνῆς τοῦ μαρτυρίου ἐξ ὑακίνθου καὶ πορφύρας καὶ κοκκίνου νενησμένου καὶ βύσσου κεκλωσμένης, ἔργον ὑφαντὸν χερουβίμ, καὶ ἐποίησαν τὸ ἱλαστήριον ἄνωθεν τῆς κιβωτοῦ ἐκ χρυσίου καθαροῦ καὶ τοὺς δύο χερουβίμ. Τί ποιεῖς, ὦ Μωσῆ; Σὺ λέγεις·
祂說:「你不可為自己雕刻偶像,也不可做任何形像。」然而神既吩咐了這些事,他們就做了——經上說:「他們用藍色、紫色、撚的朱紅色線和撚的細麻,以巧匠的手工做了會幕的幔子,上面繡著基路伯,又用純金做了約櫃上面的施恩座和那兩個基路伯。」摩西啊,你在做甚麼呢?你說:
"You shall not make for yourself a carved thing nor any likeness," He says. When God commanded these things, they made, it says, "the veil of the tabernacle of testimony of blue and purple and spun scarlet and fine twined linen, the woven work of cherubim, and they made the mercy-seat above the ark of pure gold, and the two cherubim." What are you doing, O Moses? You say:
1:254
Οὐ ποιήσεις σεαυτῷ γλυπτὸν οὐδὲ πᾶν ὁμοίωμα, καὶ σὺ καταπέτασμα κατασκευάζεις, ἔργον ὑφαντὸν χερουβὶμ καὶ δύο χερουβὶμ ἐκ χρυσίου καθαροῦ; Ἀλλ' ἄκουε, τί πρός σε ὁ θεράπων τοῦ θεοῦ Μωσῆς τοῖς πράγμασιν ἀντιφθέγγεται
「你不可為自己雕刻偶像,也不可做任何形像」,你卻又做一幔子,是繡著基路伯的巧匠手工,又用純金做兩個基路伯?且聽神的僕人摩西用他的行為向你怎樣回應:
"You shall not make for yourself a carved thing nor any likeness," and yet you construct a veil, the woven work of cherubim, and two cherubim of pure gold? But hear what Moses, the servant of God, replies to you by his deeds:
1:255
Ὦ τυφλοὶ καὶ μωροί, σύνετε τῶν λεγομένων τὴν δύναμιν καὶ φυλάξασθε σφόδρα τὰς ψυχὰς ὑμῶν. Εἶπον, ὅτι ὁμοίωμα οὐκ εἴδετε ἐν τῇ ἡμέρᾳ, ᾗ ἐλάλησε κύριος πρὸς ὑμᾶς ἐν Χωρὴβ ἐν τῷ ὄρει ἐκ μέσου τοῦ πυρός, μήποτε ἀνομήσητε καὶ ποιήσητε ὑμῖν ἑαυτοῖς γλυπτὸν ὁμοίωμα, πᾶσαν εἰκόνα, καὶ θεοὺς χωνευτοὺς οὐ ποιήσεις σεαυτῷ
「瞎眼愚妄的人哪,要明白所說之話的力量,並分外謹守你們的性命。我說過,耶和華在何烈山,從火焰中對你們說話的那日,你們沒有看見甚麼形像,免得你們行事敗壞,為自己雕刻偶像,做任何形像,你們也不可為自己鑄造神像。」
"O blind and foolish ones, understand the force of what is said, and guard your souls diligently. I said that you saw no likeness on the day the Lord spoke to you at Horeb in the mountain out of the midst of the fire, lest you act lawlessly and make for yourselves a carved likeness, any image, and you shall not make for yourself molten gods."
1:256
Οὐ ποιήσεις εἰκόνα χερουβὶμ ὡς δούλων παρεστηκότων τῷ ἱλαστηρίῳ, ἀλλ' οὐ ποιήσεις σεαυτῷ θεοὺς χωνευτούς, καὶ οὐ ποιήσεις πᾶν ὁμοίωμα ὡς θεοῦ οὐδ' οὐ μὴ λατρεύσῃς τῇ κτίσει παρὰ τὸν κτίσαντα
他並沒有說:「你不可做基路伯的像,如僕人侍立在施恩座旁」,乃是說:「你不可為自己鑄造神像」,以及「你不可做任何形像當作神」,也「不可敬奉受造之物過於那造物主」。
He did not say, "You shall not make an icon of cherubim as servants standing by the mercy-seat," but "You shall not make for yourself molten gods," and "You shall not make any likeness as of God," nor "shall you serve the creation rather than the Creator."
1:257
Ὁμοίωμα μὲν οὖν θεοῦ οὐκ ἐποίησα οὐδὲ μὴν ἑτέρου τινὸς ὡς θεοῦ οὐδὲ ἐλάτρευσα τῇ κτίσει παρὰ τὸν κτίσαντα
「神的形像我並沒有做,也沒有把別的甚麼當作神,也沒有敬奉受造之物過於那造物主。
"A likeness of God, then, I did not make, nor of any other thing as God, nor did I serve the creation rather than the Creator.
1:258
ἀνθρώπου ( δεδούλωτο γὰρ τῇ ἁμαρτίᾳ ἡ φύσις τῆς ἀνθρωπότητος) οὐδὲ ἐλάτρευσα τῇ κτίσει παρὰ τὸν κτίσαντα
也沒有做人的形像(因為人性曾被罪所奴役),也沒有敬奉受造之物過於那造物主。
of man (for the nature of humanity was enslaved to sin), nor did I serve the creation rather than the Creator.
1:259
Πάσης δὲ τῆς κτίσεως ὁμοίωμα τὴν σκηνὴν κατεσκεύασα κατὰ τὸν τύπον τὸν δειχθέντα μοι ἐν τῷ ὄρει καὶ χερουβὶμ σκιάζοντα τὸ ἱλαστήριον ὡς θεῷ παρεστηκότα
但我照著在山上指示我的樣式,做了會幕作為整個受造界的形像,又做了基路伯遮掩施恩座,如同侍立在神面前。」
But I constructed the tabernacle as a likeness of all creation, according to the pattern shown me on the mountain, and the cherubim overshadowing the mercy-seat as standing before God."
1:260
Εἶδες, πῶς ἀνεφάνη ὁ σκοπὸς τῆς γραφῆς τοῖς συνετῶς ἐρευνῶσι·
你看見聖經的旨意怎樣向那些用悟性查考的人顯明了嗎?
Do you see how the aim of Scripture was made manifest to those who search with understanding?
1:261
δεῖ γὰρ γινώσκειν, ἀγαπητοί, ὅτι ἐν παντὶ πράγματι ἡ ἀλήθεια ζητεῖται καὶ τὸ ψεῦδος καὶ ὁ σκοπὸς τοῦ ποιοῦντος, εἰ καλός ἐστιν ἢ κακός
因為親愛的,人必須知道,在每一件事上,都當尋求真實與虛謊,以及行事者的目的,看它是善是惡。
For one must know, beloved, that in every matter the truth and the falsehood are sought, and the aim of the doer, whether it is good or evil.
1:262
Ἐν μὲν γὰρ τῷ εὐαγγελίῳ καὶ θεὸς καὶ ἄγγελος καὶ ἄνθρωπος καὶ οὐρανὸς καὶ γῆ καὶ ὕδωρ καὶ πῦρ καὶ ἀὴρ καὶ ἥλιος καὶ σελήνη καὶ ἄστρα καὶ φῶς καὶ σκότος καὶ σατανᾶς καὶ δαίμονες καὶ ὄφεις καὶ σκορπίοι καὶ θάνατος καὶ ᾅδης καὶ ἀρεταὶ καὶ κακίαι καὶ πάντα καλά τε καὶ κακά εἰσιν ἐγγεγραμμένα
因為福音書裡記載了神、天使、人、天、地、水、火、空氣、日、月、星辰、光、暗、撒但、鬼魔、蛇、蠍子、死亡、陰間、美德與惡行,以及一切善的和惡的事物。
For in the Gospel there are written God and angel and man and heaven and earth and water and fire and air and sun and moon and stars and light and darkness and Satan and demons and serpents and scorpions and death and Hades and virtues and vices, and all things good and evil.
1:263
Ἀλλ' ὅμως ἐπειδὴ πάντα τὰ περὶ αὐτῶν λεγόμενα ἀληθῆ εἰσι καὶ ὁ σκοπὸς πρὸς δόξαν θεοῦ ἐστι καὶ τῶν ὑπ' αὐτοῦ δοξαζομένων ἁγίων καὶ σωτηρίαν ἡμῶν καὶ καθαίρεσιν καὶ αἰσχύνην τοῦ διαβόλου καὶ τῶν δαιμόνων αὐτοῦ, προσκυνοῦμεν καὶ περιπτυσσόμεθα καὶ καταφιλοῦμεν καὶ ὀφθαλμοῖς καὶ χείλεσι καὶ καρδίᾳ ἀσπαζόμεθα, ὁμοίως καὶ πᾶσαν τὴν παλαιὰν καὶ καινὴν διαθήκην τούς τε λόγους τῶν ἁγίων καὶ ἐκκρίτων πατέρων, τὴν δὲ αἰσχρὰν καὶ μυσαρὰν καὶ ἀκάθαρτον γραφὴν τῶν καταράτων Μανιχαίων τε καὶ Ἑλλήνων καὶ τῶν λοιπῶν αἱρέσεων ὡς ψευδῆ καὶ μάταια περιέχουσαν καὶ πρὸς δόξαν τοῦ διαβόλου καὶ τῶν δαιμόνων αὐτοῦ καὶ χαρὰν αὐτῶν ἐφευρεθεῖσαν ἀποπτύομεν καὶ ἀποβαλλόμεθα καίτοι γε καὶ ὄνομα θεοῦ περιέχουσαν
然而,既然關乎這些事所說的一切都是真實的,其旨意又是為了神和蒙祂榮耀之眾聖徒的榮耀,並為了我們的救恩,以及魔鬼和牠鬼魔的傾覆與羞辱,我們便敬禮、擁抱、親吻它們,用眼、唇和心向它們致敬——同樣也向全部新舊兩約,以及聖潔蒙揀選之教父們的著述如此行;但那受咒詛的摩尼教徒、希臘人和其餘異端那可恥、可憎、不潔的著作,因它所含的是虛謊與虛空,又是為了魔鬼和牠鬼魔的榮耀及其喜樂而編造的,我們便唾棄並丟棄它,縱然它含有神的名。
But nevertheless, since all that is said concerning them is true, and the aim is to the glory of God and of the saints glorified by Him, and to our salvation and the overthrow and shame of the devil and his demons, we worship and embrace and kiss them, and greet them with eyes and lips and heart—likewise also the whole Old and New Testament, and the words of the holy and chosen fathers; but the shameful and abominable and unclean writing of the accursed Manichaeans and Greeks and the rest of the heresies, as containing things false and vain, and as devised for the glory of the devil and his demons and for their joy, we spurn and reject, even though it contains the name of God.
1:264
Οὕτως καὶ ἐν τῷ πράγματι τῶν εἰκόνων χρὴ ἐρευνᾶν τήν τε ἀλήθειαν καὶ τὸν σκοπὸν τῶν ποιούντων καί, εἰ μὲν ἀληθὴς καὶ ὀρθὸς καὶ πρὸς δόξαν θεοῦ καὶ τῶν ἁγίων αὐτοῦ καὶ πρὸς ζῆλον ἀρετῆς καὶ ἀποφυγὴν κακίας καὶ σωτηρίαν ψυχῶν γίνονται, ἀποδέχεσθαι καὶ τιμᾶν ὡς εἰκόνας καὶ μιμήματα καὶ ὁμοιώματα καὶ βίβλους τῶν ἀγραμμάτων καὶ προσκυνεῖν καὶ καταφιλεῖν
照樣,在聖像的事上,人也必須探究製作者的真實與目的;它們若是真實、正確,且是為了神和祂眾聖徒的榮耀,並為了熱切追求美德、躲避惡行和拯救靈魂而製作的,我們就當接納並尊崇它們,視之為聖像、摹本、相似之物,以及不識字之人的書卷,並要敬禮、親吻它們,
So also in the matter of icons one must search out both the truth and the aim of those who make them; and if they are true and right and made for the glory of God and of His saints, and for the zealous pursuit of virtue and the avoidance of vice and the salvation of souls, we are to accept and honor them as icons and copies and likenesses and books for the unlettered, and to worship and kiss them,
1:265
καὶ ὀφθαλμοῖς καὶ χείλεσι καὶ καρδίᾳ ἀσπάζεσθαι ὡς σεσαρκωμένου θεοῦ ὁμοίωμα ἢ τῆς τούτου μητρὸς ἢ τῶν ἁγίων τῶν κοινωνῶν τῶν παθημάτων καὶ τῆς δόξης τοῦ Χριστοῦ καὶ νικητῶν καὶ καθαιρετῶν τοῦ διαβόλου καὶ τῶν δαιμόνων καὶ τῆς πλάνης αὐτῶν, εἰ δὲ θεότητος τῆς ἀύλου καὶ ἀσωμάτου καὶ ἀοράτου καὶ ἀσχηματίστου καὶ ἀχρωματίστου εἰκόνα τις τολμήσει ποιῆσαι, ὡς ψευδῆ ἀποβαλλόμεθα·
用眼、唇和心向它們致敬,當作那成了肉身之神的形像,或祂母親的形像,或眾聖徒的形像——就是那些與基督的受苦和榮耀有分的、戰勝並傾覆了魔鬼、牠鬼魔及其迷惑的人。但若有人膽敢為那非物質、無形體、不可見、無形狀、無顏色的神性做像,我們便棄絕它為虛謊;
and greet them with eyes and lips and heart, as the likeness of God made flesh, or of His mother, or of the saints—the partakers of the sufferings and the glory of Christ, the victors and overthrowers of the devil and his demons and their error. But if anyone should dare to make an icon of the immaterial and bodiless and invisible and formless and colorless Godhead, we reject it as false;
1:266
καὶ ἐάν τις ἐπὶ δόξῃ καὶ προσκυνήσει καὶ τιμῇ τοῦ διαβόλου ἢ τῶν δαιμόνων, καταπτύομεν καὶ πυρὶ ἀναλίσκομεν
若有人為了魔鬼或鬼魔的榮耀、敬禮和尊崇而做像,我們便向它吐唾沫,用火將它燒盡。
and if anyone makes one for the glory and worship and honor of the devil or of the demons, we spit upon it and consume it with fire.
1:267
Καὶ ἐάν τις ἀνθρώπων ἢ πετεινῶν ἢ ἑρπετῶν ἢ ἄλλης κτίσεως θεοποιήσῃ εἰκόνα, ἀναθεματίζομεν τοῦτον
若有人把人、飛鳥、爬蟲或任何其他受造物的像當作神,我們便咒詛他。
And if anyone should deify an image of men or birds or creeping things or any other creature, we anathematize him.
1:268
Ὥσπερ γὰρ τὰ ἱερὰ καὶ τοὺς ναοὺς τῶν δαιμόνων καθεῖλον οἱ ἅγιοι πατέρες καὶ ἐν τοῖς αὐτῶν τόποις ναοὺς ἐπ' ὀνόματι ἁγίων ἤγειραν, καὶ τούτους σέβομεν, οὕτως καὶ τὰς εἰκόνας τῶν δαιμόνων καθεῖλον καὶ ἀντ' ἐκείνων ἤγειραν εἰκόνας Χριστοῦ καὶ τῆς θεοτόκου καὶ τῶν ἁγίων
因為正如眾聖教父拆毀了鬼魔的廟宇和殿堂,並在其原處奉聖徒之名建立殿堂——我們也尊崇這些殿堂——照樣,他們也拆毀了鬼魔的像,並代之以基督、神之母和眾聖徒的像。
For just as the holy fathers tore down the shrines and temples of the demons and raised up in their places temples in the name of saints—and these we reverence—so too they tore down the icons of the demons and in their stead raised up icons of Christ and of the Theotokos and of the saints.
1:269
Καὶ ἐπὶ μὲν τῆς παλαιᾶς οὔτε ναοὺς ἐπ' ὀνόματι ἀνθρώπων ἤγειρεν ὁ Ἰσραὴλ οὔτε μνημόσυνον ἀνθρώπου ἑωρτάζετο–ἔτι γὰρ ὑπὸ κατάραν ἦν ἡ τῶν ἀνθρώπων φύσις καὶ ὁ θάνατος κατάκρισις ἦν, διὸ καὶ ἐπενθεῖτο, καὶ τὸ σῶμα τοῦ τεθνηκότος ἀκάθαρτον ἐλογίζετο καὶ ὁ ἁπτόμενος αὐτοῦ –, νῦν δέ, ἀφ' οὗ ἡ θεότης τῇ ἡμετέρᾳ φύσει συνεκράθη οἷόν τι ζωοποιὸν καὶ σωτήριον φάρμακον, ἐδοξάσθη ἡ φύσις ἡμῶν καὶ πρὸς ἀφθαρσίαν μετεστοιχειώθη
在舊約之下,以色列既不奉人的名建立殿堂,也不慶祝人的紀念——因為那時人性仍在咒詛之下,死亡乃是定罪,所以為它哀哭,死人的身體也被算為不潔,凡摸它的也是如此。但如今,神性既已與我們的本性聯合,如同某種賜生命、救人的良藥,我們的本性便得了榮耀,並被變化進入不朽壞。
And under the old covenant Israel neither raised up temples in the name of men nor celebrated the memorial of a man—for the nature of men was still under a curse, and death was a condemnation, wherefore it was mourned, and the body of one who died was reckoned unclean, as was anyone who touched it. But now, since the Godhead has been mingled with our nature like some life-giving and saving medicine, our nature has been glorified and transformed into incorruption.
1:270
Διὸ καὶ ὁ τῶν ἁγίων θάνατος ἑορτάζεται καὶ ναοὶ αὐτοῖς ἐγείρονται καὶ εἰκόνες ἀναγράφονται
因此,眾聖徒的死亡得以被慶祝,殿堂為他們建立,聖像也被描繪出來。
Therefore the death of the saints is celebrated, and temples are raised up to them, and icons are depicted.
1:271
Γινωσκέτω οὖν πᾶς ἄνθρωπος, ὡς ὁ τὴν εἰκόνα τὴν πρὸς δόξαν καὶ ὑπόμνησιν τοῦ Χριστοῦ ἢ τῆς τούτου μητρὸς τῆς ἁγίας θεοτόκουἤ τινος τῶν ἁγίων καὶ πρὸς αἰσχύνην τοῦ διαβόλου καὶ τῆς ἥττης αὐτοῦ καὶ τῶν δαιμόνων αὐτοῦ ἐκ θείου πόθου καὶ ζήλου γενομένην καταλύειν ἐπιχειρῶν καὶ μὴ προσκυνῶν καὶ τιμῶν καὶ ἀσπαζόμενος ὡς εἰκόνα τιμίαν καὶ οὐχ ὡς θεὸν ἐχθρός ἐστι τοῦ Χριστοῦ καὶ τῆς ἁγίας θεοτόκου καὶ τῶν ἁγίων καὶ ἐκδικητὴς τοῦ διαβόλου καὶ τῶν δαιμόνων αὐτοῦ, ἔργῳ ἐπιδεικνύμενος τὴν λύπην, ὅτι ὁ θεὸς καὶ οἱ ἅγιοι αὐτοῦ τιμῶνται καὶ δοξάζονται, ὁ δὲ διάβολος καταισχύνεται·
因此,人人都當知道:凡有人企圖毀壞那出於對神的渴慕和熱忱、為了基督或祂母親聖潔的神之母或某位聖徒的榮耀與記念、並為了魔鬼及其失敗和牠鬼魔的羞辱而製作的聖像,又不把它當作寶貴的聖像(而非當作神)來敬禮、尊崇、致敬,這人就是基督、聖潔之神之母和眾聖徒的仇敵,是魔鬼及其鬼魔的伸冤者,他以行為顯出他的憂愁,就是因神和祂的聖徒受尊崇、得榮耀,而魔鬼蒙羞;
Let every man know, then, that whoever attempts to destroy the icon—made out of divine longing and zeal, for the glory and remembrance of Christ or of His mother the holy Theotokos or of one of the saints, and for the shame of the devil and his defeat and of his demons—and does not worship and honor and greet it as a precious icon, and not as God, is an enemy of Christ and of the holy Theotokos and of the saints, and an avenger of the devil and his demons, showing by his deed his grief that God and His saints are honored and glorified, while the devil is put to shame;
1:272
ἡ γὰρ εἰκὼν θρίαμβός ἐστι καὶ φανέρωσις καὶ στηλογραφία εἰς μνήμην τῆς νίκης τῶν ἀριστευσάντων καὶ διαπρεψάντων καὶ τῆς αἰσχύνης τῶν ἡττηθέντων καὶ καταβληθέντων
因為聖像乃是凱旋、彰顯,和刻碑記念,紀念那些英勇爭戰、卓越超群者的得勝,以及那些被擊敗、被打倒者的羞辱。
for the icon is a triumph and a manifestation and an inscribed monument in memory of the victory of those who have fought nobly and excelled, and of the shame of those who have been vanquished and cast down.
1:273
α Εἶδες, πῶς ἀνεφάνη ὁ σκοπὸς τῆς γραφῆς τοῖς συνετῶς ἐρευνῶσι·
你看見聖經的旨意怎樣向那些用悟性查考的人顯明了嗎?
Do you see how the aim of Scripture was made manifest to those who search with understanding?
1:274
δεῖ γὰρ γινώσκειν, ἀγαπητοί, ὅτι ἐν παντὶ πράγματι ἡ ἀλήθεια ζητεῖται καὶ τὸ ψεῦδος καὶ ὁ σκοπὸς τοῦ ποιοῦντος, εἰ καλός ἐστιν ἢ κακός
因為親愛的,人必須知道,在每一件事上,都當尋求真實與虛謊,以及行事者的目的,看它是善是惡。
For one must know, beloved, that in every matter the truth and the falsehood are sought, and the aim of the doer, whether it is good or evil.
1:275
Ἐν μὲν γὰρ τῷ εὐαγγελίῳ καὶ θεὸς καὶ ἄγγελος καὶ ἄνθρωπος καὶ γῆ καὶ ὕδωρ καὶ πῦρ καὶ ἀὴρ καὶ ἥλιος καὶ σελήνη καὶ ἄστρα καὶ φῶς καὶ σκότος καὶ σατανᾶς καὶ δαίμονες καὶ ὄφεις καὶ σκορπίοι καὶ ζωὴ καὶ θάνατος καὶ ᾅδης καὶ ἀρεταὶ καὶ κακίαι καὶ πάντα καλά τε καὶ κακά εἰσιν γεγραμμένα
因為福音書裡記載了神、天使、人、地、水、火、空氣、日、月、星辰、光、暗、撒但、鬼魔、蛇、蠍子、生命、死亡、陰間、美德與惡行,以及一切善的和惡的事物。
For in the Gospel there are written God and angel and man and earth and water and fire and air and sun and moon and stars and light and darkness and Satan and demons and serpents and scorpions and life and death and Hades and virtues and vices, and all things good and evil.
1:276
Ἀλλ' ὅμως ἐπειδὴ τὰ περὶ αὐτῶν λεγόμενα ἀληθῆ εἰσι καὶ ὁ σκοπὸς πρὸς δόξαν θεοῦ ἐστι καὶ σωτηρίαν ἡμῶν καὶ δόξα μὲν τῶν ὑπ' αὐτοῦ δοξαζομένων ἁγίων, αἰσχύνη δὲ τοῦ διαβόλου καὶ τῶν δαιμόνων αὐτοῦ, προσκυνοῦμεν καὶ περιπτυσσόμεθα καὶ καταφιλοῦμεν καὶ ὀφθαλμοῖς καὶ χείλεσι καὶ καρδίᾳ ἀσπαζόμεθα, ὁμοίως καὶ πᾶσαν τὴν παλαιὰν καὶ καινὴν διαθήκην τούς τε λόγους τῶν ἁγίων καὶ ἐκκρίτων πατέρων, τὴν δὲ αἰσχρὰν καὶ μυσαρὰν καὶ ἀκάθαρτον γραφὴν τῶν καταράτων Μανιχαίων τὰ αὐτὰ ὀνόματα περιέχουσαν καὶ πρὸς δόξαν τοῦ διαβόλου καὶ τῶν δαιμόνων αὐτοῦ καὶ ἀπώλειαν ψυχῶν ἐφευρεθεῖσαν ἀποπτύομεν καὶ ἀποβαλλόμεθα
然而,既然關乎這些事所說的都是真實的,其旨意又是為了神的榮耀和我們的救恩,並蒙祂榮耀之眾聖徒的榮耀,以及魔鬼和牠鬼魔的羞辱,我們便敬禮、擁抱、親吻它們,用眼、唇和心向它們致敬——同樣也向全部新舊兩約,以及聖潔蒙揀選之教父們的著述如此行;但那受咒詛之摩尼教徒可恥、可憎、不潔的著作,雖含有同樣的名字,卻是為了魔鬼和牠鬼魔的榮耀及靈魂的滅亡而編造的,我們便唾棄並丟棄它。
But nevertheless, since the things said concerning them are true, and the aim is to the glory of God and to our salvation and the glory of the saints glorified by Him, and to the shame of the devil and his demons, we worship and embrace and kiss them, and greet them with eyes and lips and heart—likewise also the whole Old and New Testament, and the words of the holy and chosen fathers; but the shameful and abominable and unclean writing of the accursed Manichaeans, which contains the same names but is devised for the glory of the devil and his demons and for the destruction of souls, we spurn and reject.
1:277
Οὕτως καὶ ἐν τῷ πράγματι τῶν εἰκόνων χρὴ ἐρευνᾶν τήν τε ἀλήθειαν καὶ τὸν σκοπὸν τῶν ποιούντων καί, εἰ μὲν ἀληθὴς καὶ ὀρθὸς καὶ πρὸς δόξαν θεοῦ καὶ τῶν ἁγίων αὐτοῦ καὶ πρὸς ζῆλον ἀρετῆς καὶ ἀποφυγὴν κακίας καὶ σωτηρίαν ψυχῶν γίνονται, ἀποδέχεσθαι καὶ τιμᾶν ὡς εἰκόνας καὶ μιμήματα καὶ ὁμοιώματα καὶ βίβλους τῶν ἀγραμμάτων καὶ ὑπόμνησιν καὶ
照樣,在聖像的事上,人也必須探究製作者的真實與目的;它們若是真實、正確,且是為了神和祂眾聖徒的榮耀,並為了熱切追求美德、躲避惡行和拯救靈魂而製作的,我們就當接納並尊崇它們,視之為聖像、摹本、相似之物、不識字之人的書卷,以及一種提醒,並要
So also in the matter of icons one must search out both the truth and the aim of those who make them; and if they are true and right and made for the glory of God and of His saints, and for the zealous pursuit of virtue and the avoidance of vice and the salvation of souls, we are to accept and honor them as icons and copies and likenesses and books for the unlettered, and as a reminder, and
1:278
προσκυνεῖν καὶ καταφιλεῖν καὶ ὀφθαλμοῖς καὶ χείλεσι καὶ καρδίᾳ ἀσπάζεσθαι ὡς σεσαρκωμένου θεοῦ ὁμοίωμα ἢ τῆς τούτου μητρὸς ἢ τῶν ἁγίων τῶν κοινωνῶν τῶν παθημάτων αὐτοῦ καὶ τῆς δόξης τοῦ Χριστοῦ καὶ νικητῶν καὶ καθαιρετῶν τοῦ διαβόλου καὶ τῶν δαιμόνων καὶ τῆς πλάνης αὐτῶν, εἰ δὲ θεότητος τῆς ἀύλου καὶ ἀσωμάτου εἰκόνα τις τολμήσει ποιῆσαι, ὡς ψευδῆ ἀποβαλλόμεθα·
敬禮、親吻它們,用眼、唇和心向它們致敬,當作那成了肉身之神的形像,或祂母親的形像,或眾聖徒的形像——就是那些與祂的受苦和基督的榮耀有分的、戰勝並傾覆了魔鬼、牠鬼魔及其迷惑的人。但若有人膽敢為那非物質、無形體的神性做像,我們便棄絕它為虛謊;
to worship and kiss them, and greet them with eyes and lips and heart, as the likeness of God made flesh, or of His mother, or of the saints—the partakers of His sufferings and of the glory of Christ, the victors and overthrowers of the devil and his demons and their error. But if anyone should dare to make an icon of the immaterial and bodiless Godhead, we reject it as false;
1:279
καὶ ἐάν τις ἐπὶ δόξῃ καὶ τιμῇ καὶ προσκυνήσει τοῦ διαβόλου ἢ τῶν δαιμόνων, καταπτύομεν καὶ πυρὶ ἀναλίσκομεν
若有人為了魔鬼或鬼魔的榮耀、尊崇和敬禮而做像,我們便向它吐唾沫,用火將它燒盡。
and if anyone makes one for the glory and honor and worship of the devil or of the demons, we spit upon it and consume it with fire.
1:280
Καὶ ἐάν τις ἀνθρώπων ἢ κτηνῶν ἢ πετεινῶν ἢ ἑρπετῶν ἢ ἄλλης τινὸς κτίσεως θεοποιήσῃ εἰκόνα, ἀναθεματίζομεν τοῦτον
若有人把人、走獸、飛鳥、爬蟲或任何其他受造物的像當作神,我們便咒詛他。
And if anyone should deify an image of men or beasts or birds or creeping things or any other creature, we anathematize him.
1:281
Ὥσπερ γὰρ τὰ ἱερὰ καὶ τοὺς ναοὺς τῶν δαιμόνων καθεῖλον οἱ ἅγιοι πατέρες καὶ ἐν τοῖς αὐτῶν τόποις ναοὺς ἐπ' ὀνόματι θεοῦ καὶ ἁγίων ἤγειραν, καὶ τούτους σέβομεν, οὕτω καὶ τὰς εἰκόνας τῶν δαιμόνων καθεῖλον καὶ ἀντ' ἐκείνων ἤγειραν εἰκόνας Χριστοῦ καὶ τῆς τούτου μητρὸς καὶ τῶν ἁγίων, καὶ ταύτας σέβομεν
因為正如眾聖教父拆毀了鬼魔的廟宇和殿堂,並在其原處奉神和聖徒之名建立殿堂——我們也尊崇這些殿堂——照樣,他們也拆毀了鬼魔的像,並代之以基督、祂母親和眾聖徒的像,我們也尊崇這些像。
For just as the holy fathers tore down the shrines and temples of the demons and raised up in their places temples in the name of God and of the saints—and these we reverence—so too they tore down the icons of the demons and in their stead raised up icons of Christ and of His mother and of the saints, and these we reverence.
1:282
Καὶ ἐπὶ μὲν τῆς παλαιᾶς οὔτε ναοὺς ἐπ' ὀνόματι ἀνθρώπων ἤγειρεν ὁ Ἰσραὴλ οὔτε μνημόσυνον ἑωρτάζετο–ἔτι γὰρ ὑπὸ κατάραν ἦν ἡ τῶν ἀνθρώπων φύσις καὶ ὁ θάνατος κατάκρισις ἦν, διὸ καὶ ἐπενθεῖτο, καὶ ὁ ἁπτόμενος τοῦ σώματος τοῦ τεθνηκότος ἀκάθαρτος ἐλογίζετο–, νῦν δέ, ἀφ' οὗ ἡ θεότης τῇ ἡμετέρᾳ φύσει ἀσυγχύτως συνεκράθη οἷόν τι ζωοποιὸν καὶ σωτήριον φάρμακον, ὄντως ἐδοξάσθη ἡ φύσις ἡμῶν καὶ πρὸς ἀφθαρσίαν μετεστοιχειώθη
在舊約之下,以色列既不奉人的名建立殿堂,也沒有慶祝甚麼紀念——因為那時人性仍在咒詛之下,死亡乃是定罪,所以為它哀哭,凡摸死人身體的也被算為不潔。但如今,神性既已不相混雜地與我們的本性聯合,如同某種賜生命、救人的良藥,我們的本性便真正得了榮耀,並被變化進入不朽壞。
And under the old covenant Israel neither raised up temples in the name of men nor was a memorial celebrated—for the nature of men was still under a curse, and death was a condemnation, wherefore it was mourned, and whoever touched the body of one who died was reckoned unclean. But now, since the Godhead has been mingled without confusion with our nature like some life-giving and saving medicine, our nature has truly been glorified and transformed into incorruption.
1:283
Διὸ καὶ ναοὶ αὐτοῖς ἐγείρονται καὶ εἰκόνες ἀναγράφονται
因此,殿堂為他們建立,聖像也被描繪出來。
Therefore temples are raised up to them and icons are depicted.
1:284
Γινωσκέτω οὖν πᾶς ἄνθρωπος, ὡς ὁ τὴν εἰκόνα τὴν πρὸς δόξαν καὶ ὑπόμνησιν τοῦ Χριστοῦ ἢ τῆς τούτου μητρὸς τῆς ἁγίας θεοτόκουἤ τινος τῶν ἁγίων, ἔτι δὲ πρὸς αἰσχύνην τοῦ διαβόλου καὶ τῆς ἥττης αὐτοῦ καὶ τῶν δαιμόνων αὐτοῦ ἐκ θείου πόθου καὶ ζήλου γενομένην καταλύειν ἐπιχειρῶν καὶ μὴ προσκυνῶν καὶ τιμῶν καὶ ἀσπαζόμενος πόθῳ τοῦ εἰκονιζομένου ὡς εἰκόνα τιμίαν καὶ οὐχ ὡς θεὸν ἐχθρός ἐστι Χριστοῦ καὶ τῆς ἁγίας θεοτόκου καὶ τῶν ἁγίων, ἐκδικητὴς δὲ τοῦ διαβόλου καὶ τῶν δαιμόνων αὐτοῦ, ἔργῳ ἐπιδεικνύμενος τὴν λύπην, ὅτι ὁ θεὸς καὶ οἱ ἅγιοι αὐτοῦ τιμῶνται καὶ δοξάζονται, ὁ δὲ διάβολος καταισχύνεται·
因此,人人都當知道:凡有人企圖毀壞那出於對神的渴慕和熱忱、為了基督或祂母親聖潔的神之母或某位聖徒的榮耀與記念、並更為了魔鬼及其失敗和牠鬼魔的羞辱而製作的聖像,又不出於對所描繪者的渴慕、把它當作寶貴的聖像(而非當作神)來敬禮、尊崇、致敬,這人就是基督、聖潔之神之母和眾聖徒的仇敵,是魔鬼及其鬼魔的伸冤者,他以行為顯出他的憂愁,就是因神和祂的聖徒受尊崇、得榮耀,而魔鬼蒙羞;
Let every man know, then, that whoever attempts to destroy the icon—made out of divine longing and zeal, for the glory and remembrance of Christ or of His mother the holy Theotokos or of one of the saints, and further for the shame of the devil and his defeat and of his demons—and does not worship and honor and greet it, out of longing for the one depicted, as a precious icon, and not as God, is an enemy of Christ and of the holy Theotokos and of the saints, and an avenger of the devil and his demons, showing by his deed his grief that God and His saints are honored and glorified, while the devil is put to shame;
1:285
ἡ γὰρ εἰκὼν θρίαμβός ἐστι καὶ φανέρωσις καὶ στηλογραφία εἰς μνήμην τῆς νίκης τῶν ἀριστευσάντων καὶ διαπρεψάντων καὶ τῆς αἰσχύνης τῶν ἡττηθέντων καὶ καταβληθέντων
因為聖像乃是凱旋、彰顯,和刻碑記念,紀念那些英勇爭戰、卓越超群者的得勝,以及那些被擊敗、被打倒者的羞辱。
for the icon is a triumph and a manifestation and an inscribed monument in memory of the victory of those who have fought nobly and excelled, and of the shame of those who have been vanquished and cast down.
1:286
Εἶδον πολλάκις ποθοῦντας, ἱμάτιον τοῦ ποθουμένου θεασαμένους, ὡς αὐτὸν τὸν ποθούμενον ἀσπασαμένους τὸ ἱμάτιον ὀφθαλμοῖς τε καὶ χείλεσι
我常看見那些渴慕某人的人,當他們看見所渴慕之人的衣服時,便用眼和唇親吻那衣服,彷彿那衣服就是他們所渴慕的人本身。
I have often seen those who long for someone, when they behold the garment of the one they long for, kiss the garment with eyes and lips as though it were the longed-for one himself.
1:287
Χρὴ ἀποδιδόναι πᾶσι τὰς ὀφειλὰς κατὰ τὸν ἅγιον Παῦλον τὸν ἀπόστολον τῷ τὴν τιμὴν τὴν τιμὴν καὶ βασιλεῖ μὲν ὡς ὑπερέχοντι, τοῖς δὲ ἄρχουσιν ὡς δι' αὐτῶν ἀποστελλομένοις, ἑκάστῳ κατὰ τὸ μέτρον τοῦ ἀξιώματος
我們必須照聖使徒保羅所說,把各人所當得的歸給他——當得尊敬的,就把尊敬歸給他;既歸給君王,當他是至上的,也歸給作官的,當他們是受君王差派的,各按其尊位的份量。
We must render to all their dues, according to the holy apostle Paul—to whom honor is due, honor; both to the king as supreme, and to the rulers as sent through him, to each according to the measure of his dignity.
1:288
Οὐ βασιλέων ἐστὶ νομοθετεῖν τῇ ἐκκλησίᾳ
為教會立法並不是君王的職分。
It is not for kings to legislate for the Church.
1:289
Ὅρα γάρ, τί φησιν ὁ θεῖος ἀπόστολος·
因為且看那神聖的使徒怎麼說:
For see what the divine apostle says:
1:290
Καὶ οὓς μὲν ἔθετο ὁ θεὸς ἐν τῇ ἐκκλησίᾳ πρῶτον ἀποστόλους, δεύτερον προφήτας, τρίτον ποιμένας καὶ διδασκάλους, πρὸς τὸν καταρτισμὸν τῆς ἐκκλησίας, – οὐκ εἶπε βασιλεῖς–καὶ πάλιν πείθεσθε τοῖς ἡγουμένοις ὑμῶν καὶ ὑπείκετε·
「神在教會所設立的,第一是使徒,第二是先知,第三是牧師和教師,為要成全教會」——他並沒有說君王——又說:「你們要依從那些引導你們的,且要順服;
"And those whom God appointed in the Church, first apostles, second prophets, third pastors and teachers, for the equipping of the Church"—he did not say kings—and again: "Obey your leaders and submit to them;
1:291
αὐτοὶ γὰρ ἀγρυπνοῦσιν ὑπὲρ τῶν ψυχῶν ὑμῶν ὡς λόγον ἀποδώσαντες. καὶ αὖθις μνη μονεύετε τῶν ἡγουμένων ὑμῶν, οἵτινες ἐλάλησαν ὑμῖν τὸν λόγον, ὧν ἀναθεωροῦντες τὴν ἀναστροφὴν ζηλοῦτε τὴν πίστιν. Οὐκ ἐλάλησαν ἡμῖν τὸν λόγον βασιλεῖς, ἀλλὰ ἀπόστολοι καὶ προφῆται ποιμένες τε καὶ διδάσκαλοι
因他們為你們的靈魂時刻警醒,好像那將來交帳的人。」又說:「從前引導你們、傳神之道給你們的人,你們要記念他們,效法他們的信心,留心察看他們為人的結局。」向我們傳道的不是君王,乃是使徒、先知、牧師和教師。
for they keep watch over your souls as those who will give an account." And again: "Remember your leaders, who spoke to you the word; consider the outcome of their conduct, and imitate their faith." It was not kings who spoke to us the word, but apostles and prophets, pastors and teachers.
1:292
Τῷ Δαυὶδ ἐντειλάμενος ὁ θεὸς οἰκοδομῆσαι αὑτῷ οἶκον ἔφη πρὸς αὐτόν, ὅτι οὐκ οἰκοδομήσεις μοι σὺ οἶκον, ἐπειδὴ ἀνὴρ αἱμάτων εἶ σύ
當神吩咐大衛為祂建造一座殿時,祂對他說:「你不可為我建造殿宇,因你是流人血的人。」
When God commanded David to build Him a house, He said to him: "You shall not build Me a house, for you are a man of blood."
1:293
Ἀπόδοτε πᾶσι τὰς ὀφειλάς, ὁ ἀπόστολος ἀνακέκραγε Παῦλος, τῷ τὴν τιμὴν τὴν τιμήν, τῷ τὸν φόβον τὸν φόβον, τῷ τὸν φόρον τὸν φόρον, τῷ τὸ τέλος τὸ τέλος. Βασιλέων ἐστὶν ἡ πολιτικὴ εὐταξία, ἡ δὲ ἐκκλησιαστικὴ κατάστασις ποιμένων καὶ διδασκάλων
使徒保羅高聲呼喊說:「凡人所當得的,就給他——當得尊敬的,把尊敬歸給他;當懼怕的,懼怕他;當納糧的,納糧給他;當上稅的,上稅給他。」治理國政的良好秩序屬於君王;但教會的治理卻屬於牧師和教師。
"Render to all their dues," the apostle Paul cried out: "to whom honor is due, honor; to whom fear, fear; to whom tribute, tribute; to whom custom, custom." To kings belongs the good order of civil affairs; but the ordering of the Church belongs to pastors and teachers.
1:294
Λῃστρικὴ ἔφοδός ἐστιν αὕτη, ἀδελφοί
弟兄們,這乃是強盜的襲擊。
This is a robber's assault, brethren.
← 上一段下一段 →
1

新的原文誦讀上線時通知我

每次有新章節誦讀影片就寄一封信。採雙重確認,隨時可一鍵取消。