📜 Verbum · 聖言
原文誦讀聖經與教父文獻
♥ 贊助

← 回書卷目次 · 希臘教父 › 論聖像

論聖像 第 1 章 第 4/8 段

希臘文原文.145 節.部分字詞可點開查義.本章太長已分段,此段為 1:473–1:617(全章共 1295 節)

← 上一段下一段 →
ℹ️ 本語料沒有逐節的詞法標註。原形主要取自同語言其他書卷的逐詞標註(不是這一節的標註),少數查不到的才回頭依字形比對詞典。同形的罕見字仍可能判錯,需要精確判斷時請覆核原文與專門詞典。
ℹ️ 中英對照為本站自譯,直接譯自本頁的原文(非和合本/WEB —— 那兩者譯自馬所拉文本,與本頁底本不同)。
1:473
Ὄμοσόν μοι, ὅτι οὐδενὶ λέγεις, ὃ μέλλω λέγειν σοι, καὶ οὐκέτι σοι πολεμῶ. Καὶ ὤμοσεν αὐτῷ ὁ γέρων, ὅτι μὰ τὸν κατοικοῦντα ἐν τοῖς ὑψίστοις, οὐκ εἴπω τινί, ἅπερ εἴπῃς μοι. Τότε λέγει αὐτῷ ὁ δαίμων·
「你向我起誓,你絕不把我要告訴你的話對任何人說,我就不再攻擊你。」老人便向他起誓說:「我指著那住在至高之處的起誓,凡你對我說的,我必不告訴任何人。」那鬼魔就對他說:
“Swear to me that you will tell no one what I am about to tell you, and I will war against you no longer.” And the old man swore to him: “By him who dwells in the highest, I will not tell anyone what you say to me.” Then the demon said to him:
1:474
Μὴ προσκυνήσῃς ταύτῃ τῇ εἰκόνι, καὶ οὐκέτι σοι πολεμήσω. Εἶχε δὲ ἡ εἰκὼν ἐκτύπωμα τὴν δέσποιναν ἡμῶν τὴν ἁγίαν Μαρίαν τὴν θεοτόκον βαστάζουσαν τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστόν
「不要敬拜這聖像,我就不再攻擊你。」原來那聖像所繪的,是我們的元后、聖瑪利亞誕神女(聖母),懷抱著我們的主耶穌基督。
“Do not venerate this image, and I will war against you no more.” Now the image bore the imprint of our Lady, the holy Mary the Theotokos, carrying our Lord Jesus Christ.
1:475
Ἴδε, τίνα μιμοῦνται οἱ προσκυνεῖσθαι τὰς εἰκόνας κωλύοντες καὶ τίνος εἰσὶν ὄργανα·
你看,那些禁止敬禮聖像的人,是在效法誰,又是誰的工具;
See whom those who forbid the veneration of images imitate, and whose instruments they are;
1:476
δαίμων τῆς πορνείας ᾑρετίσατο μὴ προσκυνεῖσθαι τὴν εἰκόνα τῆς δεσποίνης ἤπερ εἰς τὴν τῆς πορνείας ἀκαθαρσίαν ἐμπεσεῖν τὸν γέροντα ὡς μείζονα τῆς πορνείας ἁμαρτίαν ταύτην ἐπιστάμενος. Ἀλλ' ἐπειδὴ περὶ εἰκόνος ὁ λόγος ἐστὶ καὶ προσκυνήσεως, φέρε πλατύτερον περὶ τούτων τὸν λόγον διευκρινήσωμεν καὶ εἴπωμεν·
淫亂的鬼魔寧可使我們元后的聖像不被敬禮,也不願老人陷入淫亂的污穢,因牠知道這(不敬聖像)比淫亂更是大罪。既然談到聖像與敬禮,就讓我們更詳盡地論述這些事,並說:
the demon of fornication chose rather that the image of our Lady should not be venerated than that the old man should fall into the impurity of fornication, knowing this to be a greater sin than fornication. But since the subject is the image and veneration, let us treat of these things more fully and say:
1:477
πρῶτον, τί ἐστιν εἰκών; δεύτερον, τίνος χάριν γέγονεν εἰκών; τρίτον, πόσαι διαφοραὶ εἰκόνων; τέταρτον, τί τὸ εἰκονιζόμενον καὶ τί τὸ μὴ εἰκονιζόμενον; πέμπτον, τίς πρῶτος ἐποίησεν εἰκόνας; Εἶτα καὶ περὶ προσκυνήσεως·
第一,什麼是像?第二,像是為何而有的?第三,像有多少種類?第四,什麼是可描繪的,什麼是不可描繪的?第五,誰最先製作了像?然後也論到敬禮:
first, what is an image? second, for what purpose did the image come to be? third, how many kinds of images are there? fourth, what is depicted and what is not depicted? fifth, who first made images? Then concerning veneration also:
1:478
πρῶτον, τί ἐστι προσκύνησις; δεύτερον, πόσοι τρόποι προσκυνήσεως; τρίτον, πόσα τὰ προσκυνούμενα εὑρίσκομεν ἐν τῇ γραφῇ; τέταρτον, ὅτι πᾶσα προσκύνησις διὰ τὸν φύσει προσκυνητὸν θεόν ἐστι·
第一,什麼是敬禮?第二,敬禮有多少方式?第三,我們在聖經中找到多少可敬禮的對象?第四,一切敬禮都是為著那本性上當受敬禮的神;
first, what is veneration? second, how many modes of veneration are there? third, how many objects of veneration do we find in Scripture? fourth, that all veneration is for the sake of God, who alone is by nature to be venerated;
1:479
πέμπτον, ὅτι ἡ τῆς εἰκόνος τιμὴ ἐπὶ τὸ πρωτότυπον διαβαίνει
第五,聖像所受的尊敬是歸於原型(原本)的。
fifth, that the honour of the image passes over to the prototype.
1:480
Πρῶτον, τί ἐστιν εἰκών; Εἰκὼν μὲν οὖν ἐστιν ὁμοίωμα καὶ παράδειγμα καὶ ἐκτύπωμά τινος ἐν ἑαυτῷ δεικνύον τὸ εἰκονιζόμενον, πάντως δὲ οὐ κατὰ πάντα ἔοικεν ἡ εἰκὼν τῷ πρωτοτύπῳ τουτέστι τῷ εἰκονιζομένῳ– ἄλλο γάρ ἐστιν ἡ εἰκὼν καὶ ἄλλο τὸ εἰκονιζόμενον–καὶ πάντως ὁρᾶται ἐν αὐτοῖς διαφορά, ἐπεὶ οὐκ ἄλλο τοῦτο καὶ ἄλλο ἐκεῖνο
第一,什麼是像?像乃是某物的相似、樣式與印記,在它自身中顯出所描繪之物;然而像絕不在一切方面都與原型(即所描繪之物)相同,因為像是一回事,所描繪之物是另一回事,二者之間必然顯出差異,因為這個不是那個。
First, what is an image? An image, then, is a likeness and pattern and imprint of something, showing in itself the thing depicted; yet the image is by no means like the prototype—that is, the thing depicted—in every respect, for the image is one thing and the thing depicted another, and a difference is necessarily seen between them, since this is not that.
1:481
Ἡ εἰκὼν τοῦ ἀνθρώπου, εἰ καὶ τὸν χαρακτῆρα ἐκτυποῖ τοῦ σώματος, ἀλλὰ τὰς ψυχικὰς δυνάμεις οὐκ ἔχει·
人的像,雖能刻畫出身體的形貌,卻沒有靈魂的諸般能力;
The image of a man, even if it represents the form of the body, does not possess the powers of the soul;
1:482
οὔτε γὰρ ζῇ οὔτε λογίζεται οὔτε φθέγγεται οὔτε αἰσθάνεται οὔτε μέλος κινεῖ
因為它不活,不思想,不說話,不感覺,也不動一個肢體。
for it neither lives nor reasons nor speaks nor feels nor moves a limb.
1:483
Καὶ ὁ υἱὸς εἰκὼν φυσικὴ ὢν τοῦ πατρὸς ἔχει τι παρηλλαγμένον πρὸς αὐτόν·
至於那子,雖是父之本性的像,卻有一點與父相異之處;
And the Son, though he is the natural image of the Father, has something that differs from him;
1:484
υἱὸς γάρ ἐστι καὶ οὐ πατήρ
因為他是子,而不是父。
for he is Son and not Father.
1:485
Δεύτερον, τίνος χάριν ἐστὶν ἡ εἰκών; Πᾶσα εἰκὼν ἐκφαντορικὴ τοῦ κρυφίου ἐστὶ καὶ δεικτική
第二,像是為何而有的?每一幅像都是把隱藏之事彰顯並指明出來。
Second, for what purpose is the image? Every image is a disclosure and a pointing-out of what is hidden.
1:486
Ἐπειδὴ ὁ ἄνθρωπος οὔτε τοῦ ἀοράτου γυμνὴν ἔχει τὴν γνῶσιν σώματι καλυπτομένης τῆς ψυχῆς οὔτε τῶν μετ' αὐτὸν ἐσομένων οὔτε τῶν τόπῳ διεστηκότων καὶ ἀπεχόντων ὡς τόπῳ καὶ χρόνῳ περιγραφόμενος, πρὸς ὁδηγίαν γνώσεως καὶ φανέρωσιν καὶ δημοσίευσιν τῶν κεκρυμμένων ἐπενοήθη ἡ εἰκών, πάντως δὲ πρὸς ὠφέλειαν καὶ εὐεργεσίαν καὶ σωτηρίαν, ὅπως στηλιτευομένων καὶ θριαμβευομένων τῶν πραγμάτων διαγνῶμεν τὰ κεκρυμμένα καὶ τὰ μὲν καλὰ ποθήσωμεν καὶ ζηλώσωμεν, τὰ δὲ ἐναντία τουτέστι τὰ κακὰ ἀποστραφῶμεν καὶ μισήσωμεν
人既不能赤露地認識那不可見者(因他的靈魂被身體遮蓋),也不能認識在他之後將有的事,或那在地點上相隔遙遠之事(因他自己受地點與時間的限制),所以發明了像,以引導人的知識,並把隱藏之事彰顯、公開——這完全是為著益處、恩惠與拯救,好叫我們在這些事如立碑誇勝般展示出來時,能辨明那隱藏之事,並渴慕、效法善事,又轉離、憎惡那相反的事,就是惡事。
Since man has not bare knowledge of the invisible (his soul being covered by the body), nor of things to come after him, nor of things separated and distant in place (being himself circumscribed by place and time), the image was devised to guide knowledge, and to make manifest and publish what is hidden—wholly for benefit and beneficence and salvation, that, the deeds being set up as on a pillar and held up in triumph, we may discern what is hidden, and may desire and emulate the good things, while turning away from and hating the contrary, that is, the evil.
1:487
Τρίτον, πόσαι διαφοραὶ εἰκόνων; Διαφοραὶ δὲ εἰκόνων εἰσί
第三,像有多少種類?像有好幾種。
Third, how many kinds of images are there? There are several kinds of images.
1:488
Πρώτη μὲν οὖν εἰκών ἐστιν ἡ φυσική
第一種乃是本性的像。
The first, then, is the natural image.
1:489
Ἐν ἑκάστῳ δὲ πράγματι δεῖ πρῶτον εἶναι τὸ κατὰ φύσιν καὶ τότε τὸ κατὰ θέσιν καὶ μίμησιν, οἷον δεῖ πρῶτον εἶναι φύσει ἄνθρωπον καὶ τότε θέσει κατὰ μίμησιν
在每一件事上,必先有那按本性的,然後才有那按設定與摹仿的;例如,必先有一個按本性的人,然後才有一個按設定、照摹仿的(人像)。
In every matter the natural must come first, and then that which is by position and imitation; for instance, there must first be a man by nature, and then one by position, according to imitation.
1:490
Πρώτη οὖν φυσικὴ καὶ ἀπαράλλακτος εἰκὼν τοῦ ἀοράτου θεοῦ ὁ υἱὸς τοῦ πατρὸς ἐν ἑαυτῷ δεικνὺς τὸν πατέρα
如此,第一種乃是那不可見之神的本性而不變的像,就是父的子,在他自身中顯出父來。
The first, then, is the natural and unchangeable image of the invisible God: the Son of the Father, showing the Father in himself.
1:491
Θεὸν μὲν γὰρ οὐδεὶς ἑώρακε πώποτε, καὶ πάλιν οὐχ ὅτι τὸν πατέρα τις ἑώρακεν. Ὅτι δὲ εἰκών ἐστιν ὁ υἱὸς τοῦ πατρός, φησὶν ὁ ἀπόστολος·
「從來沒有人看見神。」又說:「這不是說有人看見過父。」至於子是父的像,使徒說:
“No one has ever seen God,” and again, “Not that anyone has seen the Father.” That the Son is the image of the Father, the Apostle says:
1:492
Ὅς ἐστιν εἰκὼν τοῦ ἀοράτου θεοῦ, καὶ πρὸς Ἑβραίους ὃς ὢν ἀπαύγασμα τῆς δόξης καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ, καὶ ὅτι ἐν ἑαυτῷ δεικνύει τὸν πατέρα ἐν τῷ κατὰ Ἰωάννην εὐαγγελίῳ τοῦ Φιλίππου εἰπόντος·
「他是那不能看見之神的像。」在希伯來書中又說:「他是神榮耀所發的光輝,是神本體的真像。」至於他在自身中顯出父來,約翰所記的福音中,當腓力說:
“He is the image of the invisible God,” and in Hebrews, “who is the radiance of his glory and the imprint of his hypostasis.” And that he shows the Father in himself, in the Gospel according to John, when Philip said:
1:493
Δεῖξον ἡμῖν τὸν πατέρα, καὶ ἀρκεῖ ἡμῖν, φησὶν ὁ κύριος·
「求主將父顯給我們看,我們就知足了。」主說:
“Show us the Father, and it is enough for us,” the Lord says:
1:494
Τοσοῦτον χρόνον ἔχω μεθ' ὑμῶν, καὶ οὐκ ἔγνωκάς με, Φίλιππε; ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν πατέρα. Ἔστι μὲν ὁ υἱὸς εἰκὼν τοῦ πατρὸς φυσική, ἀπαράλλακτος, κατὰ πάντα ὁμοία τῷ πατρὶ πλὴν τῆς ἀγεννησίας καὶ τῆς πατρότητος·
「腓力,我與你們同在這樣長久,你還不認識我嗎?人看見了我,就是看見了父。」這樣,子乃是父本性的像,是不變的,凡事都與父相同,惟獨在「非受生」與「為父」這兩點上不同;
“Have I been so long with you, and you have not known me, Philip? He who has seen me has seen the Father.” The Son, then, is the natural image of the Father, unchangeable, in all things like the Father except in unbegottenness and fatherhood;
1:495
ὁ μὲν γὰρ πατὴρ γεννήτωρ ἀγέννητος, ὁ δὲ υἱὸς γεννητὸς καὶ οὐ πατήρ
因為父是非受生的生者,而子是受生的,並不是父。
for the Father is the unbegotten begetter, while the Son is begotten and not Father.
1:496
Καὶ τὸ πνεῦμα δὲ τὸ ἅγιον εἰκὼν τοῦ υἱοῦ·
聖靈也是子的像;
And the Holy Spirit also is the image of the Son;
1:497
οὐδεὶς γὰρ δύναται εἰπεῖν κύριον Ἰησοῦν, εἰ μὴ ἐν πνεύματι ἁγίῳ. Διὰ πνεύματος οὖν ἁγίου γινώσκομεν τὸν Χριστὸν υἱὸν τοῦ θεοῦ καὶ θεὸν καὶ ἐν τῷ υἱῷ καθορῶμεν τὸν πατέρα·
因為「若不是被聖靈感動的,也沒有能說『耶穌是主』的。」所以我們是藉著聖靈認識基督是神的子、是神,又在子裡觀看父;
for “no one can say ‘Lord Jesus’ except in the Holy Spirit.” Through the Holy Spirit, then, we know Christ to be the Son of God and God, and in the Son we behold the Father;
1:498
φύσει γὰρ νοῦ μὲν λόγος ἄγγελος, λόγου δὲ μηνυτικὸν τὸ πνεῦμα
因為按本性,言語是心思的使者,而氣息(靈)是言語的彰顯者。
for by nature the word is the messenger of the mind, and the breath is the revealer of the word.
1:499
Ὁμοία δὲ καὶ ἀπαράλλακτός ἐστιν εἰκὼν τοῦ υἱοῦ τὸ πνεῦμα τὸ ἅγιον ἐν μόνῳ τῷ ἐκπορευτῷ τὸ διάφορον ἔχον·
聖靈是子的相似而不變的像,惟一的不同在於牠是「發出的」;
The Holy Spirit is the like and unchangeable image of the Son, differing only in being proceeding;
1:500
ὁ μὲν γὰρ υἱὸς γεννητός, ἀλλ' οὐκ ἐκπορευτός
因為子是受生的,卻不是發出的。
for the Son is begotten, but not proceeding.
1:501
Καὶ ἑκάστου δὲ πατρὸς ὁ υἱὸς φυσική ἐστιν εἰκών
每個父親的兒子,也都是他父親本性的像。
And the son of every father is the natural image of his father.
1:502
Καὶ οὗτος μὲν ὁ πρῶτος τρόπος τῆς εἰκόνος, ὁ φυσικός
這就是第一種像,就是本性的像。
And this is the first kind of image, the natural.
1:503
Δεύτερος τρόπος εἰκόνος ἡ ἐν τῷ θεῷ τῶν ὑπ' αὐτοῦ ἐσομένων ἔννοια, τουτέστιν ἡ προαιώνιος αὐτοῦ βούλησις ἡ ἀεὶ ὡσαύτως ἔχουσα·
第二種像,乃是神中對那些將由他而成之事物的構想,就是他那永遠如一、亙古不變的旨意;
The second kind of image is the conception in God of the things that are to come to be by him, that is, his pre-eternal will, which is ever the same;
1:504
ἄτρεπτον γὰρ τὸ θεῖον, καὶ ἡ βούλησις αὐτοῦ ἄναρχος, ᾗ, καθὼς προαιωνίως ἐβουλήθη, ἐν τῷ προορισθέντι ὑπ' αὐτοῦ καιρῷ γίνεται τὰ ὁρισθέντα·
因為神性是不改變的,他的旨意也是無始的;按這旨意,正如他在萬世之前所定意的,在他預定的時候,那被定下的事就成就了;
for the divine is unchangeable, and his will is without beginning, by which—just as he willed from before the ages—at the time foreordained by him the things determined come to be;
1:505
εἰκόνες γὰρ καὶ παραδείγματα τῶν ὑπ' αὐτοῦ ἐσομένων ἡ περὶ ἑκάστου αὐτῶν ἔννοια, οἳ καὶ προορισμοὶ παρὰ τῷ ἁγίῳ Διονυσίῳ ὀνομάζονται
因為對它們各自的構想,就是那些將由他而成之事物的像與樣式,這些在聖狄奧尼修那裡又被稱為「預定」。
for the conception concerning each of them is the images and patterns of the things to come to be by him, which by the holy Dionysius are also called predeterminations.
1:506
Ἐν γὰρ τῇ βουλῇ αὐτοῦ ἐχαρακτηρίζετο καὶ εἰκονίζετο πρὶν γενέσεως αὐτῶν τὰ ὑπ' αὐτοῦ προωρισμένα καὶ ἀπαραβάτως ἐσόμενα
因為在他的籌算中,那些被他預定、必然要成就的事,在它們存在之先,就已被刻畫、被成像了。
For in his counsel were characterized and imaged, before their coming into being, the things foreordained by him and surely to come to pass.
1:507
Τρίτος τρόπος εἰκόνος ὁ κατὰ μίμησιν ὑπὸ θεοῦ γενόμενος, τουτέστιν ὁ ἄνθρωπος
第三種像,乃是那照摹仿由神所造的,就是人。
The third kind of image is that which came to be by God according to imitation, that is, man.
1:508
Πῶς γὰρ ὁ κτιστὸς τῆς αὐτῆς φύσεως ἔσται τῷ ἀκτίστῳ ἀλλὰ κατὰ μίμησιν; Ὥσπερ γὰρ νοῦς (ὁ πατὴρ) καὶ λόγος (ὁ υἱὸς) καὶ πνεῦμα τὸ ἅγιον εἷς θεός, οὕτω καὶ νοῦς καὶ λόγος καὶ πνεῦμα εἷς ἄνθρωπος, καὶ κατὰ τὸ αὐτεξούσιον καὶ τὸ ἀρχικόν·
因為受造者怎能與非受造者同有一個本性呢?豈不是惟藉摹仿嗎?正如心思(父)、言語(子)和聖靈是一位神,照樣,心思、言語和氣息(靈)也是一個人,並在自主與作主這方面也是如此;
For how shall the created be of the same nature as the uncreated, except by imitation? For just as mind (the Father) and word (the Son) and the Holy Spirit are one God, so mind and word and spirit are one man, also in respect of self-determination and rule;
1:509
Ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν καὶ καθ' ὁμοίωσιν, καὶ εὐθέως ἐπήγαγε·
「我們要照著我們的形像、按著我們的樣式造人」,神隨即又說:
“Let us make man according to our image and likeness,” and at once he added:
1:510
Καὶ ἀρχέτωσαν τῶν ἰχθύων τῆς θαλάσσης καὶ τῶν πετεινῶν τοῦ οὐρανοῦ, καὶ πάλιν καὶ ἄρχετε τῶν ἰχθύων τῆς θαλάσσης καὶ τῶν πετεινῶν τοῦ οὐρανοῦ καὶ πάσης τῆς γῆς καὶ κατακυριεύσατε αὐτῆς. Τέταρτος τρόπος εἰκόνος τῆς γραφῆς σχήματα καὶ μορφὰς καὶ τύπους ἀναπλαττούσης τῶν ἀοράτων καὶ ἀσωμάτων σωματικῶς τυπουμένων πρὸς ἀμυδρὰν κατανόησιν θεοῦ τε καὶ ἀγγέλων διὰ τὸ μὴ δύνασθαι ἡμᾶς τὰ ἀσώματα ἄνευ σχημάτων ἀναλογούντων ἡμῖν θεωρεῖν, καθώς φησιν ὁ πολὺς τὰ θεῖα Διονύσιος ὁ Ἀρεοπαγίτης
「使他們管理海裡的魚和天空的鳥」,又說:「也要管理海裡的魚、天空的鳥、全地,並要治理這地。」第四種像,乃是聖經為那不可見、無形體之事物所塑造的形狀、形像與預表,用有形的方式描繪出來,使我們對神和天使有一個朦朧的領悟,因為我們若沒有與我們相稱的形狀,就不能觀想無形之物,正如那精通屬神之事的偉大的狄奧尼修‧亞略巴古所說。
“And let them rule over the fish of the sea and the birds of heaven,” and again, “and rule over the fish of the sea and the birds of heaven and all the earth, and subdue it.” The fourth kind of image is that of Scripture fashioning shapes and forms and types of invisible and incorporeal things, bodily represented for a dim apprehension of God and of the angels, since we cannot contemplate incorporeal things without shapes corresponding to us, as the great divine Dionysius the Areopagite says.
1:511
Ὅτι μὲν γὰρ εἰκότως προβέβληνται τῶν ἀτυπώτων οἱ τύποι καὶ τὰ σχήματα τῶν ἀσχηματίστων, οὐ μόνην αἰτίαν φαίη τις εἶναι τὴν καθ' ἡμᾶς ἀναλογίαν ἀδυνατοῦσαν ἀμέσως ἐπὶ τὰς νοητὰς ἀνατείνεσθαι θεωρίας καὶ δεομένην οἰκείων καὶ συμφυῶν ἀναγωγῶν
「那為無預表者所設的預表、為無形狀者所設的形狀之所以合宜地呈現出來,可以說其緣由不僅在於我們這按比例領受的能力——它無法直接上升到屬靈的觀想,而需要合宜且相稱的提升媒介。」
“That the types are fittingly set forth for the typeless and the shapes for the shapeless, one might say is caused not only by our analogical capacity, which is unable to rise immediately to intelligible contemplations and needs appropriate and kindred uplifting aids.”
1:512
Εἰ τοίνυν τῆς ἡμῶν προνοῶν ἀναλογίας ὁ θεῖος λόγος, πάντοθεν τὸ ἀνατατικὸν ἡμῖν ποριζόμενος, καὶ τοῖς ἁπλοῖς καὶ ἀμορφώτοις τύπους τινὰς περιτίθησι, πῶς μὴ εἰκονίσει τὰ σχήμασι μεμορφωμένα κατὰ τὴν οἰκείαν φύσιν καὶ ποθούμενα μέν, διὰ δὲ τὸ μὴ παρεῖναι ὁρᾶσθαι μὴ δυνάμενα; Φησὶ γοῦν ὁ θεορήμων Γρηγόριος, ὅτι πολλὰ κάμνων ὁ νοῦς ἐκβῆναι τὰ σωματικὰ πάντη ἀδυνατεῖ·
「那麼,神的道既顧念我們這按比例領受的能力,從各方面供應我們提升之物,連那些單純、無形者也以某些預表來披覆,那麼,那些按其本性帶有形狀、又為人所渴慕、卻因不在眼前而不得見之物,他豈不更要成像呢?」那滿口屬神之言的貴格利說,心思無論如何竭力,也全然無法完全超脫有形之物;
“If, then, the divine Word, providing for our analogical capacity and furnishing us on every side with what uplifts, clothes even the simple and formless things with certain types, how shall it not image things that are by their own nature formed with shapes and longed for, yet, because they are not present, cannot be seen?” The God-uttering Gregory says that the mind, however much it labours, is wholly unable to go beyond bodily things;
1:513
Ἀλλὰ καὶ τὰ ἀόρατα τοῦ θεοῦ ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασι νοούμενα καθορᾶται. Ὁρῶμεν δὲ καὶ ἐν τοῖς κτίσμασιν εἰκόνας μηνυούσας ἡμῖν ἀμυδρῶς τὰς θείας ἐμφάσεις, ὡς ὅτε λέγομεν τὴν ἁγίαν τριάδα τὴν ὑπεράρχιον εἰκονίζεσθαι δι' ἡλίου καὶ φωτὸς καὶ ἀκτῖνος ἢ πηγῆς ἀναβλυζούσης καὶ πηγαζομένου νάματος καὶ προχοῆς ἢ νοῦ καὶ λόγου καὶ πνεύματος τοῦ καθ' ἡμᾶς ἢ ῥόδου φυτοῦ καὶ ἄνθους καὶ εὐωδίας
「自從造天地以來,神那不可見之事,藉著所造之物就可以曉得、看得清楚。」我們在受造之物中也看見一些像,朦朧地向我們暗示屬神的映照,正如我們說那超越本源的聖三一被太陽、光與光線所表象,或被湧流的泉源、所湧出的水與流溢所表象,或被我們自己的心思、言語與氣息(靈)所表象,或被玫瑰樹、花朵與芬芳所表象。
“But the invisible things of God, since the creation of the world, are clearly seen, being understood through the things that are made.” And in created things too we see images that dimly intimate to us the divine reflections, as when we say that the supra-original Holy Trinity is imaged by the sun and light and ray, or by a welling fountain and the water it pours forth and the outflow, or by our own mind and word and spirit, or by a rose-plant and flower and fragrance.
1:514
Πέμπτος τρόπος εἰκόνος λέγεται ὁ προεικονίζων καὶ προδιαγράφων τὰ μέλλοντα ὡς ἡ βάτος καὶ ὁ ἐπὶ πόκον ὑετὸς τὴν παρθένον καὶ θεοτόκον καὶ ἡ ῥάβδος καὶ ἡ στάμνος καὶ ὡς ὁ ὄφις τοὺς τὸ δῆγμα διὰ σταυροῦ καταργήσαντας τοῦ ἀρχεκάκου ὄφεως ἥ τε θάλασσα, τὸ ὕδωρ καὶ ἡ νεφέλη τὸ τοῦ βαπτίσματος πνεῦμα
第五種像,乃是那預先描繪、預表將來之事的,如荊棘、羊毛上的甘露預表那童貞女與誕神女(聖母),又如亞倫的杖和那金罐;又如那銅蛇預表那些藉十字架廢除了那肇惡的起初之蛇所咬之傷的人;那海、那水和那雲,則預表洗禮的聖靈。
The fifth kind of image is that which prefigures and foreshadows things to come, as the bush and the dew upon the fleece prefigure the Virgin and Theotokos, and the rod and the jar; and as the serpent prefigures those who through the Cross abolished the bite of the original serpent, author of evil; and the sea, the water, and the cloud prefigure the Spirit of baptism.
1:515
Ἕκτος τρόπος εἰκόνος ὁ πρὸς μνήμην τῶν γεγονότων ἢ θαύματος ἢ ἀρετῆς πρὸς δόξαν καὶ τιμὴν καὶ στηλογραφίαν τῶν ἀριστευσάντων καὶ ἐν ἀρετῇ διαπρεψάντων ἢ κακίας πρὸς θρίαμβον καὶ αἰσχύνην τῶν κακίστων ἀνδρῶν, πρὸς τὴν εἰς ὕστε ρον τῶν θεωμένων ὠφέλειαν, ὡς ἂν τὰ μὲν κακὰ φύγωμεν, τὰς δὲ ἀρετὰς ζηλώσωμεν
第六種像,乃是為記念已發生之事的——無論是神蹟還是美德——為要榮耀、尊崇並紀念那些英勇爭戰、在美德上卓越的人,或記念惡行,使最邪惡之人蒙羞受辱,為叫後來觀看的人得益處,好叫我們逃避諸惡,效法諸德。
The sixth kind of image is that for the remembrance of things that have happened—whether a miracle or a virtue—for the glory and honour and commemoration of those who fought valiantly and excelled in virtue, or of vice for the shaming and disgrace of the most wicked men, for the benefit of those who behold them afterward, that we may flee evils and emulate virtues.
1:516
διά τε λόγου ταῖς βίβλοις ἐγγραφομένου–εἰκονίζει γὰρ τὸ γράμμα τὸν λόγον, ὡς ὁ θεὸς τὸν νόμον ταῖς πλαξὶν ἐνεκόλαψε καὶ τοὺς τῶν θεοφιλῶν ἀνδρῶν βίους ἀναγράπτους γενέσθαι προσέταξε– καὶ διὰ θεωρίας αἰσθητῆς, ὡς τὴν στάμνον καὶ τὴν ῥάβδον ἐν τῇ κιβωτῷ τεθῆναι προσέταξεν εἰς μνημόσυνον αἰώνιον καὶ ὡς τὰ ὀνόματα τῶν φυλῶν ἐγκολαφθῆναι τοῖς λίθοις τῆς ἐπωμίδος ἐκέλευσεν, οὐ μὴν ἀλλὰ καὶ τοὺς δώδεκα λίθους ἀρθῆναι ἐκ τοῦ Ἰορδάνου εἰς τύπον τῶν ἱερέων–βαβαὶ τοῦ μυστηρίου, ὡς μέγιστον τοῖς πιστοῖς ἐν ἀληθείᾳ– τῶν αἰρόντων τὴν κιβωτὸν καὶ
這既藉著寫在書卷中的話來成就——因為文字使話語成像,正如神把律法刻在版上,又吩咐人把愛神之人的生平記錄下來——也藉著可感的觀看來成就,正如他吩咐人把那金罐和那杖放在約櫃裡作永遠的記念,又吩咐人把各支派的名字刻在以弗得的寶石上,並且還吩咐人從約但河中取出十二塊石頭,作那些抬約櫃之祭司的預表(哦,這奧祕!對真誠的信徒而言是何等重大);
This is done both by the word written in books—for the letter images the word, as God engraved the Law on the tablets and commanded that the lives of God-loving men be recorded—and by sensible contemplation, as he commanded the jar and the rod to be placed in the ark for an everlasting memorial, and the names of the tribes to be engraved on the stones of the ephod, and indeed the twelve stones to be taken up from the Jordan as a type of the priests (O the mystery! how great it is to the faithful in truth) who bore the ark, and
1:517
Οὕτω καὶ νῦν τὰς εἰκόνας τῶν γεγονότων ἐναρέτων ἀνδρῶν πρὸς ζῆλον καὶ μνήμην καὶ ζῆλον ἡμῶν πόθῳ ἀναγράφομεν
照樣,如今我們也描繪那些曾活過的有德之人的聖像,為叫我們效法、記念並懷慕。
So now too we inscribe the images of virtuous men who have lived, for our emulation and remembrance and longing.
1:518
Ἢ τοίνυν πᾶσαν εἰκόνα ἄνελε καὶ ἀντινομοθέτει τῷ ταῦτα προστάξαντι γίνεσθαι ἢ ἑκάστην δέχου κατὰ τὸν ἑκάστῃ πρέποντα λόγον καὶ τρόπον
那麼,你要麼取消每一種像,並以相反的律去抗拒那吩咐這些事成就的主,要麼就按各種像所合宜的道理與方式各自接納它們。
Either, then, do away with every image and oppose with a counter-law him who commanded these things to be done, or receive each according to the reason and manner befitting it.
1:519
Τέταρτον κεφάλαιον, τί τὸ εἰκονιζόμενον καὶ τί τὸ μὴ εἰκονιζόμενον καὶ πῶς ἕκαστον εἰκονίζεται
第四章:什麼是可描繪的,什麼是不可描繪的,以及各自如何描繪。
Fourth chapter: what is depicted and what is not depicted, and how each is depicted.
1:520
Τὰ μὲν σώματα ὡς καὶ σχήματα καὶ περιγραφὴν σωματικὴν ἔχοντα καὶ χρῶμα εἰκότως εἰκονίζονται
物體既有形狀、有形體的界限和顏色,便可合宜地被描繪。
Bodies, as having shape and bodily circumscription and colour, are fittingly depicted.
1:521
Ἄγγελος δὲ καὶ ψυχὴ καὶ δαίμων, εἰ καὶ μὴ σωματικῶς καὶ παχέως, ἀλλὰ κατὰ τὴν ἑαυτῶν φύσιν καὶ σχηματίζονται καὶ περιγράφονται–νοητοὶ γὰρ ὄντες ἐν νοητοῖς τόποις νοητῶς παρεῖναι καὶ ἐνεργεῖν πιστεύονται–, εἰκονίζονται μὲν οὖν σωματικῶς, ὡς εἰκόνισε Μωσῆς τὰ χερουβὶμ καὶ ὡς ὡράθησαν τοῖς ἀξίοις, ἀλλ' ἀσώματον καὶ νοητήν τινα θεωρίαν δηλούσης τῆς σωματικῆς εἰκόνος
天使、靈魂與鬼魔,雖不是有形、粗重的,但按其本性也是有形狀、有界限的——因為它們既是屬靈的,便被信為在屬靈的處所中以屬靈的方式臨在並運作——所以它們也以有形的方式被描繪,正如摩西描繪基路伯、又如它們向那些配得的人所顯現的一樣,這有形的像乃是要彰顯某種無形而屬靈的觀想。
An angel, a soul, and a demon, though not bodily and gross, yet according to their own nature are shaped and circumscribed—for, being intelligible, they are believed to be present and to act intelligibly in intelligible places—and so they are depicted bodily, as Moses depicted the cherubim and as they were seen by the worthy, the bodily image disclosing a certain incorporeal and intelligible contemplation.
1:522
Ἡ δὲ θεία φύσις ἀπερίγραπτός ἐστι μόνη καὶ παντελῶς ἀνείδεος καὶ ἀσχημάτιστος καὶ ἀκατάληπτος, εἰ καὶ ἡ θεία γραφὴ τύπους θεῷ περιτίθησι τὸ μὲν δοκεῖν σωματικούς, ὥστε σχήματα ὁρᾶσθαι, καὶ αὐτοὺς δὲ ἀσωμάτους·
惟有神性是不可界限的,並且完全是無形、無狀、不可測度的,雖然神聖的經把似乎有形的預表加在神身上,使人看見形狀,但那些形狀其實也是無形的;
But the divine nature alone is uncircumscribable, and altogether formless and shapeless and incomprehensible, even though the divine Scripture clothes God with types that seem bodily, so that shapes are seen, yet they too are incorporeal;
1:523
οὐ γὰρ σωματικοῖς ὀφθαλμοῖς, ἀλλὰ νοεροῖς ἑωρῶντο τοῖς προφήταις καὶ οἷς ἀπεκαλύπτοντο, οὐ γὰρ πᾶσιν ἑωρῶντο
因為它們不是用肉身的眼睛、而是用心靈的眼睛,被眾先知和那些蒙啟示的人所看見——並非人人都能看見。
for they were seen not with bodily eyes but with the eyes of the mind by the prophets and by those to whom they were revealed—for they were not seen by all.
1:524
Ἁπλῷ δὲ λόγῳ εἰπεῖν, δυνάμεθα ποιεῖν εἰκόνας πάντων τῶν σχημάτων, ὧν εἴδομεν·
簡單地說,凡我們所看見過的一切形狀,我們都能為它們造像;
To put it simply, we can make images of all the shapes we have seen;
1:525
νοοῦμεν δὲ ταῦτα, καθὼς ὡράθη
我們也照它們被看見的樣子來領會它們。
and we understand these things as they were seen.
1:526
Εἰ γὰρ καὶ ἀπὸ τῶν λόγων ἔσθ' ὅτε κατανοοῦμεν σχήματα, ἀλλ' ἐξ ὧν εἴδομεν, καὶ ἐπὶ τὴν τούτων ἐρχόμεθα κατανόησιν
因為我們有時雖能從言語領會形狀,但仍是從我們所看見過的事物,才得以領會這些。
For even if at times we apprehend shapes from words, yet it is from the things we have seen that we come to the apprehension of these.
1:527
Οὕτω καὶ ἐφ' ἑκάστης αἰσθήσεως, ἐξ ὧν ὠσφράνθημεν ἢ ἐγευσάμεθα ἢ ἡψάμεθα, διὰ λόγων ἐπὶ τὴν τούτων ἐρχόμεθα κατανόησιν
對於每一種感官也是如此:從我們所嗅、所嘗或所摸過的,我們才能藉著言語達到對這些的領會。
So too with each of the senses: from what we have smelled or tasted or touched, we come through words to the apprehension of these.
1:528
Οἴδαμεν οὖν, ὅτι οὔτε θεοῦ οὔτε ἀγγέλου οὔτε ψυχῆς οὔτε δαίμονος δυνατὸν θεαθῆναι φύσιν, ἀλλ' ἐν μετασχηματισμῷ τινι θεωροῦνται ταῦτα τῆς θείας προνοίας τύπους καὶ σχήματα περιτιθείσης τοῖς ἀσωμάτοις καὶ ἀτυπώτοις καὶ μὴ ἔχουσι σχηματισμὸν σωματικῶς πρὸς τὸ χειραγωγηθῆναι ἡμᾶς καὶ πρὸς παχυμερῆ καὶ μερικὴν αὐτῶν γνῶσιν, ἵνα μὴ ἐν παντελεῖ ἀγνοίᾳ ὦμεν θεοῦ καὶ τῶν ἀσωμάτων κτισμάτων
這樣,我們知道,神的本性、天使、靈魂或鬼魔的本性,都是不可能被看見的;但這些乃是在某種變化的形態中被觀想,是神的眷顧把預表與形狀加在那些無形、無預表、本無形體之物上,為要扶持引領我們,使我們對它們有一種粗略而局部的認識,免得我們對神和那些無形的受造之物全然無知。
We know, then, that it is impossible to behold the nature of God, or of an angel, or of a soul, or of a demon; but these are contemplated in a certain transfiguration, divine providence clothing with types and shapes the incorporeal and typeless things that have no bodily shape, in order to lead us by the hand to a partial and gross knowledge of them, lest we be in total ignorance of God and of the incorporeal creatures.
1:529
Ὁ μὲν γὰρ θεὸς φύσει καὶ παντελῶς ἀσώματος·
因為神按本性是完全無形體的;
For God is by nature wholly incorporeal;
1:530
ἄγγελος δὲ καὶ ψυχὴ καὶ δαίμων πρὸς μὲν θεὸν συγκρινόμενοι τὸν μόνον ἀσύγκριτον σώματά εἰσι, πρὸς δὲ τὰ ὑλικὰ σώματα ἀσώματοι
但天使、靈魂與鬼魔,與那獨一無可比擬的神相比,乃是有形體的,然而與物質的形體相比,又是無形體的。
but an angel and a soul and a demon, compared with God who alone is incomparable, are bodies, yet compared with material bodies are incorporeal.
1:531
Μὴ θέλων οὖν ὁ θεὸς παντελῶς ἀγνοεῖν ἡμᾶς τὰ ἀσώματα περιέθηκεν αὐτοῖς τύπους καὶ σχήματα καὶ εἰκόνας κατὰ τὴν ἀναλογίαν τῆς φύσεως ἡμῶν σχήματα σωματικὰ ἐν ἀύλῳ ὁράσει νοὸς ὁρώμενα, καὶ ταῦτα σχηματίζομεν καὶ εἰκονίζομεν, ἐπεί πως ἐσχηματίσθη καὶ εἰκονίσθη τὰ χερουβίμ
這樣,神既不願我們對無形之物全然無知,便照著我們本性的比例,把預表、形狀與像加在它們身上——就是那些在心靈無形質的異象中被看見的有形形狀;這些我們便加以塑形、成像,正如基路伯曾被塑形、成像一樣。
Since, then, God did not wish us to be wholly ignorant of incorporeal things, he clothed them with types and shapes and images according to the analogy of our nature—bodily shapes seen in the immaterial vision of the mind; and these we shape and image, even as the cherubim were shaped and imaged.
1:532
Ἀλλὰ καὶ θεοῦ σχήματα καὶ εἰκόνας ἡ γραφὴ ἔχει
然而聖經連神也有其形狀與像。
But Scripture has shapes and images even of God.
1:533
Τίς πρῶτος ἐποίησεν εἰκόνα; Αὐτὸς ὁ θεὸς πρῶτος ἐγέννησε τὸν μονογενῆ υἱὸν καὶ λόγον αὐτοῦ, εἰκόνα αὐτοῦ ζῶσαν, φυσικήν, ἀπαράλλακτον χαρακτῆρα τῆς αὐτοῦ ἀιδιότητος, ἐποίησέ τε τὸν ἄνθρωπον κατ' εἰκόνα αὑτοῦ καὶ καθ' ὁμοίωσιν
誰最先造了像?神自己首先生出那獨生的子,就是他的道,作他活的、本性的、不變的像,是他永恆性的真像;他又照著自己的形像、按著自己的樣式造了人。
Who first made an image? God himself first begot the only-begotten Son and his Word, his living, natural, unchangeable image, the imprint of his eternity; and he made man according to his own image and likeness.
1:534
Καὶ Ἀδὰμ εἶδε θεὸν καὶ ἤκουσε τῆς φωνῆς τῶν ποδῶν αὐτοῦ περιπατοῦντος τὸ δειλινὸν καὶ ἐκρύβη ἐν τῷ παραδείσῳ, καὶ Ἰακὼβ εἶδε καὶ ἐπάλαισε μετὰ τοῦ θεοῦ–δῆλον δέ, ὅτι ὡς ἄνθρωπος ἐφάνη αὐτῷ ὁ θεός–, καὶ Μωσῆς ὡς ὀπίσθια ἀνθρώπου εἶδε, καὶ Ἡσαΐας ὡς ἄνθρωπον εἶδε καθήμενον ἐπὶ θρόνου, καὶ Δανιὴλ ὁμοίωμα ἀνθρώπου εἶδε καὶ ὡς υἱὸν ἀνθρώπου ἐλθόντα ἐπὶ τὸν παλαιὸν τῶν ἡμερῶν
亞當看見了神,又聽見他天涼時在園中行走的腳步聲,就藏在園裡;雅各也看見了,並與神摔跤——顯然神是以人的樣子向他顯現的;摩西彷彿看見了一個人的背;以賽亞看見彷彿有一人坐在寶座上;但以理看見一個人的樣式,又見彷彿人子的,來到亙古常在者面前。
And Adam saw God and heard the sound of his feet as he walked in the evening, and hid himself in the garden; and Jacob saw and wrestled with God—plainly God appeared to him as a man; and Moses saw as it were the back parts of a man; and Isaiah saw as a man seated on a throne; and Daniel saw a likeness of a man, and one like a son of man coming to the Ancient of Days.
1:535
Καὶ οὐ φύσιν θεοῦ εἶδέ τις, ἀλλὰ τὸν τύπον καὶ τὴν εἰκόνα τοῦ μέλλοντος ἔσεσθαι·
並沒有人看見神的本性,所看見的乃是那將要來者的預表與像;
And no one saw the nature of God, but the type and image of him who was to be;
1:536
ἔμελλε γὰρ ὁ υἱὸς καὶ λόγος τοῦ θεοῦ ὁ ἀόρατος ἄνθρωπος γίνεσθαι ἐν ἀληθείᾳ, ἵν' ἑνωθῇ τῇ φύσει ἡμῶν καὶ ὁραθῇ ἐπὶ γῆς
因為神的子,就是那不可見的道,將要真實地成為人,好使他與我們的本性聯合,並在地上被人看見。
for the Son and Word of God, who is invisible, was to become man in truth, that he might be united to our nature and be seen upon earth.
1:537
Προσεκύνησαν οὖν πάντες οἱ ἰδόντες τὸν τύπον καὶ τὴν εἰκόνα τοῦ μέλλοντος, καθὼς Παῦλός φησιν ὁ ἀπόστολος ἐν τῇ πρὸς Ἑβραίους ἐπιστολῇ·
這樣,凡看見那將要來者之預表與像的人,都行了敬禮,正如使徒保羅在希伯來書中所說:
All those, then, who saw the type and image of him who was to be, venerated, as Paul the Apostle says in the Epistle to the Hebrews:
1:538
Κατὰ πίστιν ἀπέθανον οὗτοι πάντες μὴ κομισάμενοι τὰς εὐαγγελίας, ἀλλὰ πόρρωθεν αὐτὰς ἰδόντες καὶ ἀσπασάμενοι. Ἐγὼ οὖν οὐ μὴ ποιήσω εἰκόνα τοῦ δι' ἐμὲ ὀφθέντος σαρκὸς φύσει καὶ
「這些人都是存著信心死的,並沒有得著所應許的,卻從遠處望見,且歡喜迎接。」那麼,難道我倒不為那位為我緣故、以肉身本性被人看見的主造像,並
“In faith all these died, not having received the promises, but having seen them from afar and greeted them.” Shall I, then, not make an image of him who for my sake was seen in the nature of flesh, and
1:539
προσκυνήσω καὶ τιμήσω αὐτὸν διὰ τῆς εἰς τὴν εἰκόνα αὐτοῦ τιμῆς καὶ προσκυνήσεως; Εἶδεν Ἀβραὰμ οὐ φύσιν θεοῦ (θεὸν γὰρ οὐδεὶς ἑώρακε πώποτε), ἀλλ' εἰκόνα θεοῦ καὶ πεσὼν προσεκύνησεν
藉著對他聖像的尊崇與敬禮來敬拜尊崇他嗎?亞伯拉罕所看見的並不是神的本性(因為從來沒有人看見神),而是神的像,他就俯伏敬拜。
venerate and honour him through the honour and veneration of his image? Abraham saw not the nature of God (for no one has ever seen God), but an image of God, and falling down he venerated.
1:540
Εἶδεν Ἰησοῦς ὁ τοῦ Ναυῆ οὐ φύσιν ἀγγέλου, ἀλλ' εἰκόνα (φύσις γὰρ ἀγγέλου σωματικοῖς οὐχ ὁρᾶται ὀφθαλμοῖς) καὶ πεσὼν προσεκύνησεν, ὁμοίως καὶ Δανιήλ ( ἄγγελος δὲ οὐ θεός, ἀλλὰ κτίσμα καὶ δοῦλος θεοῦ καὶ παραστάτης), προσεκύνησε δὲ οὐχ ὡς θεῷ, ἀλλ' ὡς θεοῦ παραστάτῃ καὶ λειτουργῷ
嫩的兒子約書亞所看見的並不是天使的本性,而是一個像(因為天使的本性不能用肉眼看見),他就俯伏敬拜;但以理也是如此——然而天使並不是神,乃是神的受造物、僕人與侍立者——他敬拜,並非當作神,而是當作神的侍立者與執事。
Joshua the son of Nun saw not the nature of an angel, but an image (for the nature of an angel is not seen with bodily eyes), and falling down he venerated; likewise Daniel also—yet an angel is not God but a creature and servant and attendant of God—and he venerated, not as God, but as God’s attendant and minister.
1:541
Κἀγὼ μὴ ποιήσω εἰκόνα τῶν φίλων τοῦ Χριστοῦ καὶ μὴ προσκυνήσω οὐχ ὡς θεοῖς, ἀλλ' ὡς εἰκόσι φίλων θεοῦ; Οὔτε γὰρ Ἰησοῦς οὔτε Δανιὴλ ὡς θεοῖς προσεκύνησαν τοῖς ὀφθεῖσιν ἀγγέλοις, οὐδὲ ἐγὼ ὡς θεῷ προσκυνῶ τῇ εἰκόνι, ἀλλὰ διὰ τῆς εἰκόνος καὶ τῶν ἁγίων τῷ θεῷ προσάγω τὴν προσκύνησιν καὶ τὴν τιμήν, δι' ὃν καὶ τοὺς αὐτοῦ φίλους σέβω καὶ δι' αἰδοῦς ἄγω
那麼,難道我倒不為基督的朋友造像,並敬拜他們嗎——並非當作神,而是當作神之友的像?因為約書亞和但以理都不曾把所看見的天使當神來敬拜,我也不把聖像當神來敬拜;乃是藉著聖像和眾聖徒,把敬禮與尊崇獻給神,並為他的緣故,我也敬重他的朋友、懷著敬意對待他們。
And shall I not make an image of the friends of Christ, and venerate them—not as gods, but as images of the friends of God? For neither Joshua nor Daniel venerated the angels they saw as gods, nor do I venerate the image as God; but through the image and the saints I offer veneration and honour to God, for whose sake I also reverence his friends and treat them with respect.
1:542
Οὐχ ἡνώθη φύσει ἀγγέ λων ὁ θεός, ἡνώθη δὲ φύσει ἀνθρώπων
神並未在本性上與天使聯合,卻在本性上與人聯合了。
God was not united by nature with angels, but he was united by nature with men.
1:543
Οὐκ ἐγένετο ὁ θεὸς ἄγγελος, ἐγένετο δὲ ὁ θεὸς φύσει καὶ ἀληθείᾳ ἄνθρωπος
神並沒有成為天使,神乃是按本性、真實地成為了人。
God did not become an angel, but God became man by nature and in truth.
1:544
Οὐ γὰρ δή που ἀγγέλων ἐπιλαμβάνεται, ἀλλὰ σπέρματος Ἀβραὰμ ἐπιλαμβάνεται. Οὐκ ἐγένετο φύσις ἀγγέλων υἱὸς θεοῦ καθ' ὑπόστασιν, ἐγένετο δὲ φύσις ἀνθρώπου υἱὸς θεοῦ καθ' ὑπόστασιν
「他並不救拔天使,乃是救拔亞伯拉罕的後裔。」神的子並沒有在位格上成為天使的本性,乃是在位格上成為了人的本性。
“For surely it is not angels that he takes hold of, but he takes hold of the seed of Abraham.” The Son of God did not become the nature of angels in hypostasis, but he became the nature of man in hypostasis.
1:545
Οὐ μετέσχον ἄγγελοι οὐδὲ ἐγένοντο θείας κοινωνοὶ φύσεως, ἀλλ' ἐνεργείας καὶ χάριτος, ἄνθρωποι δὲ μετέχουσι καὶ κοινωνοὶ θείας φύσεως γίνονται, ὅσοι μεταλαμβάνουσι τὸ σῶμα τοῦ Χριστοῦ τὸ ἅγιον καὶ πίνουσι τὸ αἷμα αὐτοῦ τὸ τίμιον·
天使並未有分於、也未成為神性的同有者,只有分於神的能力與恩典;但人卻有分於、並成為神性的同有者——就是凡領受基督聖體、喝他寶血的人;
Angels did not partake of, nor become partakers of, the divine nature, but of its energy and grace; whereas men do partake and become partakers of the divine nature—all those who receive the holy body of Christ and drink his precious blood;
1:546
θεότητι γὰρ καθ' ὑπόστασιν ἥνωται καὶ δύο φύσεις ἐν τῷ μεταλαμβανομένῳ ὑφ' ἡμῶν σώματι τοῦ Χριστοῦ ἡνωμέναι καθ' ὑπόστασίν εἰσιν ἀδιασπάστως καὶ τῶν δύο φύσεων μετέχομεν, τοῦ σώματος σωματικῶς, τῆς θεότητος πνευματικῶς, μᾶλλον δὲ ἀμφοῖν κατ' ἄμφω, οὐ καθ' ὑπόστασιν ταυτιζόμενοι ( ὑφιστάμεθα γὰρ πρῶτον καὶ τότε ἑνούμεθα), ἀλλὰ κατὰ συνανάκρασιν τοῦ σώματος καὶ αἵματος
因為它(基督的身體)在位格上與神性聯合,我們所領受的基督身體中的兩個本性,是在位格上不可分割地聯合的;我們有分於這兩個本性——有分於身體是按肉身的方式,有分於神性是按屬靈的方式——其實是按二者的方式有分於二者,但我們並不在位格上與他合而為一(因為我們先有其位格存在,然後才聯合),乃是按著他身體與寶血的調和。
for it is united in hypostasis to the Godhead, and the two natures in the body of Christ partaken of by us are united in hypostasis inseparably; and we partake of both natures—of the body bodily, of the Godhead spiritually—or rather of both in both, not being identified in hypostasis (for we first subsist and then are united), but according to the commingling of his body and blood.
1:547
Καὶ πῶς οὐ μείζονες ἀγγέλων οἱ φυλάττοντες διὰ τῆς τηρήσεως τῶν ἐντολῶν εἰλικρινῆ τὴν ἕνωσιν;Ἡ μὲν φύσις ἡμῶν βραχύ τι παρ' ἀγγέλους ἠλαττωμένη διὰ τὸν θάνατον καὶ τὴν τοῦ σώματος παχύτητα, ἀλλ' εὐδοκίᾳ καὶ συναφείᾳ θεοῦ γέγονεν ἀγγέλων μείζων·
那些藉遵守誡命而保守那純全聯合的人,怎能不比天使更大呢?我們的本性,雖因死亡和身體的粗重,比天使微小一點,卻因神的喜悅與結合,成了比天使更大的;
And how are not those greater than the angels who, by keeping the commandments, preserve the union unalloyed? Our nature, though made a little lower than the angels because of death and the grossness of the body, has yet, by the good pleasure and conjunction of God, become greater than the angels;
1:548
παρίστανται γὰρ αὐτῇ μετὰ φόβου καὶ τρόμου ἄγγελοι καθημένῃ ἐπὶ τοῦ θρόνου τῆς δόξης ἐν τῷ Χριστῷ καὶ παραστήσονται ἔντρομοι ἐν τῇ κρίσει·
因為當我們的本性在基督裡坐在榮耀的寶座上時,天使乃是帶著敬畏戰兢侍立在旁,在審判時也將戰兢侍立;
for the angels stand by it with fear and trembling as it is seated on the throne of glory in Christ, and they will stand trembling at the judgment;
1:549
οὐ συγκαθεύδοντες οὐδὲ κοινωνοὶ τῆς θείας δόξης ὑπὸ τῆς γραφῆς ἐρρήθησαν ( εἰσὶ γὰρ πάντες λειτουργικὰ πνεύματα, εἰς διακονίαν ἀποστελλόμενα διὰ τοὺς μέλλοντας κληρονομεῖν σωτηρίαν) οὐδ' ὅτι συμβασιλεύσουσιν οὐδ' ὅτι συνδοξασθήσονται οὐδ' ὅτι ἐπὶ τῆς τραπέζης τοῦ πατρὸς καθίσουσιν, οἱ δὲ ἅγιοι υἱοὶ θεοῦ, υἱοὶ τῆς βασιλείας καὶ κληρονόμοι θεοῦ καὶ συγκληρονόμοι Χριστοῦ
聖經並沒有說它們(天使)與神同坐,或同享神的榮耀(因為它們都是服役的靈,奉差遣為那將要承受救恩的人效力),也沒有說它們將一同作王、一同得榮,或坐在父的席上;惟有眾聖徒乃是神的兒子、是國度的後嗣、是神的後嗣,並與基督同作後嗣。
they are not said by Scripture to sit together with, nor to be sharers of, the divine glory (for they are all ministering spirits, sent forth to serve for the sake of those who shall inherit salvation), nor that they shall reign together, nor be glorified together, nor sit at the Father’s table; but the saints are sons of God, sons of the kingdom, heirs of God and joint-heirs with Christ.
1:550
Τιμῶ οὖν τοὺς ἁγίους καὶ συνδοξάζω τοὺς δούλους καὶ φίλους καὶ συγκληρονόμους Χριστοῦ, τοὺς δούλους ἐκ φύσεως καὶ φίλους ἐκ προαιρέσεως καὶ υἱοὺς καὶ κληρονόμους ἐκ θείας χάριτος, ὥς φησιν ὁ κύριος πρὸς τὸν πατέρα
所以我尊崇眾聖徒,並一同榮耀那些作基督僕人、朋友、同作後嗣的人——他們按本性是僕人,按己意是朋友,按神的恩典是兒子與後嗣——正如主對父所說的。
I therefore honour the saints and glorify together the servants and friends and joint-heirs of Christ—servants by nature, friends by choice, and sons and heirs by divine grace—as the Lord says to the Father.
1:551
Εἰπόντες τοίνυν περὶ εἰκόνος εἴπωμεν καὶ περὶ προσκυνήσεως, καὶ πρῶτον, τί ἐστι προσκύνησις
這樣,我們既論過了像,就讓我們也論到敬禮;首先,什麼是敬禮?
Having spoken, then, of the image, let us speak also of veneration; and first, what is veneration?
1:552
Περὶ προσκυνήσεως, τί ἐστι προσκύνησις; Προσκύνησις τοίνυν ἐστὶ σημεῖον ὑποπτώσεως, τουτέστιν ὑποβάσεως καὶ ταπεινώσεως
論到敬禮——什麼是敬禮?敬禮乃是俯伏的記號,就是順服與自卑的表示。
Concerning veneration—what is veneration? Veneration, then, is a sign of submission, that is, of subjection and humbling.
1:553
Τρόποι δὲ προσκυνήσεώς εἰσι πλεῖστοι
敬禮的方式有許多種。
And there are very many modes of veneration.
1:554
Πόσοι τρόποι προσκυνήσεως; Πρῶτος τρόπος προσκυνήσεως ὁ κατὰ λατρείαν, ἣν προσάγομεν μόνῳ τῷ φύσει προσκυνητῷ θεῷ, καὶ οὗτος κατὰ διαφόρους τρόπους
敬禮有多少方式?第一種敬禮的方式乃是「拉特里亞」(即崇拜),是我們單單獻給那本性上當受敬禮之神的;這也分為不同的方式。
How many modes of veneration are there? The first mode of veneration is that of latria (worship), which we offer to God alone, who is by nature to be venerated; and this too is according to different modes.
1:555
Πρῶτον μὲν κατὰ τὸν τῆς δουλείας·
第一,按著奴僕的方式;
First, according to that of servitude;
1:556
προσκυνοῦσι γὰρ αὐτῷ πάντα τὰ κτίσματα ὡς δοῦλοι δεσπότῃ, ὅτι τὰ σύμπαντα γάρ, φησί, δοῦλα σά, καὶ οἱ μὲν ἑκουσίως, οἱ δὲ ἀκουσίως
因為一切受造之物都像僕人敬拜主人一樣敬拜他,因為經上說「萬有都是你的僕役」;其中有甘心的,也有不甘心的。
for all creatures venerate him as servants their master, since “all things,” he says, “are your servants”; and some willingly, others unwillingly.
1:557
Οἱ μὲν γνώσει ἑκουσίως προσκυνοῦσιν ὡς οἱ εὐσεβεῖς, οἱ δὲ ἐπιγινώσκοντες καὶ μὴ θέλοντες ἀκουσίως προσκυνοῦσιν ὡς οἱ δαίμονες·
有些人是出於認識、甘心敬拜的,如敬虔之人;有些則是雖認得他卻不情願,乃是不甘心地敬拜,如鬼魔;
Some venerate willingly, with knowledge, as do the pious; others, recognizing him yet unwilling, venerate unwillingly, as do the demons;
1:558
ἄλλοι μὴ εἰδότες τὸν φύσει θεὸν προσκυνοῦσιν ἀκουσίως, ὃν ἀγνοοῦσιν
還有些人,不認識那本性上的神,卻不甘心地敬拜那他們所不認識的。
others, not knowing the God who is by nature, venerate unwillingly him whom they do not know.
1:559
Δεύτερος τρόπος ὁ κατὰ θαῦμα καὶ πόθον, καθ' ὃν προσκυνοῦμεν τῷ θεῷ διὰ τὴν φυσικὴν δόξαν αὐτοῦ·
第二種方式乃是出於驚嘆與渴慕,藉此我們因神本性的榮耀而敬拜他;
The second mode is that of wonder and longing, by which we venerate God on account of his natural glory;
1:560
δεδοξασμένος οὐκ ἔκ τινος ἔχων τὴν δόξαν, ἀλλ' αὐτὸς ὢν πάσης δόξης αἴτιος καὶ παντὸς ἀγαθοῦ φῶς ἀκατάληπτον, γλυκασμὸς ἀνείκαστος, κάλλος ἀμήχανον, ἀγαθότητος ἄβυσσος, σοφία ἀνεξιχνίαστος, ἀπειροδύναμος δύναμις, μόνος ἄξιος δι' ἑαυτὸν θαυμάζεσθαι προσκυνεῖσθαί τε καὶ δοξάζεσθαι καὶ ποθεῖσθαι
因為他是被榮耀的,他的榮耀不是從任何別物而來,乃是他自己作一切榮耀並一切善的源頭——他是不可測度的光、無可比擬的甘甜、不可思議的美、良善的深淵、不可測透的智慧、無限大能的能力,惟獨他配得為自己的緣故而受人驚嘆、敬拜、榮耀並渴慕。
for he is glorified, having his glory not from anything else, but being himself the cause of all glory and of every good—light incomprehensible, sweetness beyond compare, beauty inconceivable, an abyss of goodness, wisdom unsearchable, power infinite in might, alone worthy for his own sake to be wondered at and venerated and glorified and longed for.
1:561
Τρίτος τρόπος ὁ τῆς εὐχαριστίας ὑπὲρ τῶν γεγονότων εἰς ἡμᾶς ἀγαθῶν·
第三種方式乃是為那些臨到我們之美事的感恩;
The third mode is that of thanksgiving for the good things that have come to us;
1:562
πάντα γὰρ τὰ ὄντα χρεωστεῖ εὐχαριστεῖν τῷ θεῷ καὶ προσφέρειν ἀένναον προσκύνησιν, ὅτι τε ἐξ αὐτοῦ ἔχει τὸ εἶναι τὰ πάντα καὶ ἐν αὐτῷ συνίσταται καὶ πᾶσι μεταδίδωσιν ἀφθόνως τῶν ἑαυτοῦ δωρεῶν καὶ δίχα αἰτήσεως καὶ θέλει πάντας σωθῆναι καὶ μετέχειν τῆς ἑαυτοῦ ἀγαθότητος καὶ μακροθυμεῖ ἐφ' ἡμῖν ἁμαρτάνουσι καὶ ἀνατέλλει τὸν ἥλιον ἐπὶ δικαίους καὶ ἀδίκους καὶ βρέχει ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς καὶ ὅτι ὁ υἱὸς τοῦ θεοῦ δι' ἡμᾶς καθ' ἡμᾶς γέγονε καὶ θείας κοινωνοὺς φύσεως ἐποίησεν ἡμᾶς, ὅτι ὅμοιοι αὐτῷ ἐσόμεθα, ὥς φησιν Ἰωάννης ὁ θεολόγος ἐν τῇ καθολικῇ ἐπιστολῇ
因為一切存在之物都當向神感恩,並獻上不止息的敬禮,既因它們的存在出於他、又在他裡面得以維繫,也因他毫不吝惜、不待人求就把他的恩賜分給眾人,又願萬人得救、有分於他的良善,並在我們犯罪時向我們寬容忍耐,叫日頭照好人也照歹人,降雨給義人也給不義的人,又因神的子為我們的緣故成了與我們一樣,使我們得以有分於神的性情,叫我們將要像他,正如神學家約翰在他的公函中所說。
for all beings owe thanksgiving to God and the offering of ceaseless veneration, both because they have their being from him and subsist in him, and because he imparts to all his gifts without grudging and without their asking, and wills all to be saved and to partake of his goodness, and is long-suffering toward us when we sin, and makes his sun to rise upon the just and the unjust and sends rain upon the wicked and the good, and because the Son of God for our sake became as we are and made us partakers of the divine nature, that we shall be like him, as John the Theologian says in his catholic epistle.
1:563
Τέταρτος τρόπος ὁ κατ' ἔνδειαν καὶ ἐλπίδα εὐεργεσιῶν, καθ' ἃς ἐπιγινώσκοντες, ὡς οὐ δυνάμεθα ἐκτὸς αὐτοῦ ποιεῖν οὐδὲν ἢ ἔχειν ἀγαθόν, προσκυνοῦμεν αἰτοῦντες παρ' αὐτοῦ ἕκαστος, οὗ αἰσθάνεται ἐνδεῶς ἔχειν καὶ ὃ ποθεῖ, ῥυσθῆναί τε κακῶν καὶ τυχεῖν ἀγαθῶν
第四種方式乃是出於需要與盼望恩惠,藉此我們認識到,離了他我們什麼都不能作、也沒有任何善,便行敬禮,各人向他祈求自己所覺缺乏的、所渴慕的——得脫離諸惡,並得著諸般美善。
The fourth mode is that of need and hope of benefits, by which, recognizing that we can do nothing nor have any good apart from him, we venerate, each asking of him what he feels himself to lack and what he longs for—to be delivered from evils and to obtain good things.
1:564
Πέμπτος τρόπος ὁ τῆς μετανοίας καὶ τῆς ἐξομολογήσεως·
第五種方式乃是出於悔改與認罪;
The fifth mode is that of repentance and confession;
1:565
ἁμαρτάνοντες γὰρ προσκυνοῦμεν καὶ προσπίπτομεν τῷ θεῷ δεόμενοι συγχωρηθῆναι τὰ πταίσματα ὡς δοῦλοι εὐγνώμονες
因為我們犯了罪的時候,便敬拜俯伏在神面前,像感恩的僕人那樣懇求他赦免我們的過犯。
for when we have sinned we venerate and fall down before God, beseeching him to forgive our trespasses, as grateful servants.
1:566
Καὶ οὗτος ὁ τρόπος τρισσός ἐστιν·
這種方式又分為三層;
And this mode is threefold;
1:567
ἢ γὰρ κατ' ἀγάπην λυπεῖταί τις ἢ ὡς μὴ ἀποτύχῃ τῶν τοῦ θεοῦ εὐεργεσιῶν ἢ δεδιὼς τὰς κολάσεις
因為人之憂傷,或是出於愛,或是怕失去神的恩惠,或是懼怕刑罰。
for one is grieved either out of love, or lest he fail to obtain God’s benefits, or out of fear of punishments.
1:568
Καὶ ἔστιν ὁ μὲν πρῶτος ἐξ εὐγνωμοσύνης καὶ πόθου αὐτοῦ τοῦ θεοῦ καὶ υἱϊκῆς διαθέσεως, ὁ δεύτερος μισθωτικῆς, ὁ δὲ τρίτος δουλικῆς
第一種出於感恩、對神自己的渴慕和兒子般的心懷;第二種是出於僱工的心;第三種是出於奴僕的心。
And the first is from gratitude and longing for God himself and a filial disposition; the second is mercenary; and the third is servile.
1:569
Πόσα τὰ προσκυνούμενα εὑρίσκομεν ἐν τῇ γραφῇ καὶ κατὰ πόσους τρόπους προσάγομεν προσκύνησιν κτίσμασι; Πρῶτον μέν, ἐφ' οἷς ἀναπέπαυται ὁ θεὸς ὁ μόνος ἅγιος καὶ ἐν ἁγίοις ἀναπαυόμενος ὡς τῇ ἁγίᾳ θεοτόκῳ καὶ πᾶσι τοῖς ἁγίοις
我們在聖經中找到多少可敬禮的對象?又按多少方式向受造之物行敬禮呢?第一,乃是那些神所安息其中的——他是獨一的聖者、安息在聖徒中間的——如那聖潔的誕神女(聖母)和眾聖徒。
How many objects of veneration do we find in Scripture, and according to how many modes do we offer veneration to created things? First, those in whom God, who alone is holy and rests in the holy ones, has come to rest—as in the holy Theotokos and all the saints.
1:570
Οὗτοι δέ εἰσιν οἱ κατὰ τὸ δυνατὸν ὁμοιωθέντες θεῷ ἔκ τε τῆς ἑαυτῶν προαιρέσεως καὶ τῆς θεοῦ ἐνοικήσεως καὶ συνεργίας, οἵτινες καὶ θεοὶ λέγονται ἀληθῶς, οὐ φύσει, ἀλλὰ θέσει, ὡς πῦρ λέγεται ὁ πεπυρακτωμένος σίδηρος, οὐ φύσει, ἀλλὰ θέσει καὶ μεθέξει πυρός·
這些人乃是那些儘可能地,藉自己的選擇、並藉神的內住與同工,被造成與神相似的;他們也真被稱為神——不是按本性,而是按設定,正如燒紅的鐵被稱為火,不是按本性,而是按設定並有分於火;
These are they who, so far as possible, have been made like to God both by their own choice and by God’s indwelling and cooperation, who are also truly called gods—not by nature, but by position, as red-hot iron is called fire, not by nature, but by position and participation in fire;
1:571
Ἅγιοι ἔσεσθε, ὅτι ἐγὼ ἅγιός εἰμι. Τοῦτο πρῶτον, ἡ προαίρεσις
「你們要聖潔,因為我是聖潔的。」這是第一,就是選擇。
“You shall be holy, for I am holy.” This is first—the choice.
1:572
Εἶτα παντὶ τῷ προαιρουμένῳ τὸ ἀγαθὸν ὁ θεὸς συνεργεῖ εἰς τὸ ἀγαθόν, εἶτα ἐνοικήσω ἐν αὐτοῖς καὶ ἐμπεριπατήσω, καὶ ναοί ἐσμεν θεοῦ καὶ τὸ πνεῦμα τοῦ θεοῦ οἰκεῖ ἐν ἡμῖν, εἶτα ἔδωκεν αὐτοῖς ἐξουσίαν κατὰ πνευμάτων ἀκαθάρτων, ὥστε ἐκβάλλειν αὐτὰ καὶ θεραπεύειν πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν, καὶ ὅσα ποιῶ, καὶ ὑμεῖς ποιήσετε καὶ μείζονα τούτων ποιήσετε, εἶτα ζῶ ἐγώ, λέγει κύριος, ἀλλ' ἢ τοὺς δοξάζοντάς με δοξάσω, καὶ εἴπερ συμπάσχομεν, ἵνα καὶ συνδοξασθῶμεν, καὶ ὁ θεὸς ἔστη ἐν συναγωγῇ θεῶν·
然後,神向每一個選擇善的人施恩同工,叫他歸於善;然後說:「我要在他們中間居住、來往」,並「我們是神的殿,神的靈住在我們裡面」;然後說:「他給他們權柄,能制伏污鬼,把鬼趕出去,並醫治各樣的病症、各樣的軟弱」,又說:「我所作的事,你們也要作,並且要作比這更大的事」;然後說:「主說:我指著我的永生起誓,尊重我的,我必尊重他」,又說:「我們若一同受苦,也必一同得榮耀」,又說:「神站在有權能者的會中,
Then God cooperates unto good with everyone who chooses the good; then, “I will dwell in them and walk among them,” and “we are temples of God, and the Spirit of God dwells in us”; then, “he gave them authority over unclean spirits, to cast them out and to heal every disease and every sickness,” and “the works that I do, you also shall do, and greater than these shall you do”; then, “As I live, says the Lord, I will glorify those who glorify me,” and “if indeed we suffer together, that we may also be glorified together,” and “God stood in the assembly of gods,
1:573
ἐν μέσῳ δὲ θεοὺς διακρινεῖ. Ὥσπερ τοίνυν ἀληθῶς εἰσι θεοὶ οὐ φύσει, ἀλλ' ὡς τοῦ φύσει θεοῦ μέτοχοι, οὕτως εἰσὶ προσκυνητοί, οὐχὶ φύσει, ἀλλ' ὡς τὸν φύσει προσκυνητὸν ἐν ἑαυτοῖς ἔχοντες, ὥσπερ ὁ πεπυρακτωμένος σίδηρος οὐ φύσει ἐστὶν ἀπρόσιτος ἁφῇ καὶ καυστικός, ἀλλ' ὡς μετέχων τοῦ φύσει καυστικοῦ
在諸神中行審判。」既然他們真是神,不是按本性,而是作那本性之神的同有者,照樣,他們也是可敬禮的對象,不是按本性,而是因他們在自身中懷有那本性上當受敬禮的那一位——正如燒紅的鐵並非按本性就觸不得、能燒人,而是因有分於那本性上能燒人的火。
and in the midst he judges gods.” As, then, they are truly gods, not by nature, but as partakers of the God who is by nature, so they are objects of veneration, not by nature, but as having within themselves him who is by nature to be venerated—just as red-hot iron is not by nature untouchable and burning, but as partaking of that which is by nature burning.
1:574
Προσκυνοῦνται οὖν ὡς δεδοξασμένοι ὑπὸ θεοῦ, ὡς ὑπὸ θεοῦ γενόμενοι τοῖς ὑπεναντίοις φοβεροὶ καὶ εὐεργέται τοῖς πίστει προσιοῦσιν οὐχ ὡς φύσει θεοῖς καὶ εὐεργέταις, ἀλλ' ὡς θεράπουσι καὶ λειτουργοῖς θεοῦ καὶ τὴν ἐξ ἀγάπης πρὸς αὐτὸν εὐμοιρήσασι παρρησίαν
這樣,他們被敬禮,乃是因被神所榮耀,因被神造成使仇敵懼怕、又使憑信親近之人得益處的——並非當作本性上的神和施恩者,而是當作神的侍從與執事,他們因著對神的愛而得了向神坦然無懼的膽量。
They are venerated, then, as glorified by God, as having been made by God terrible to adversaries and benefactors to those who draw near in faith—not as gods and benefactors by nature, but as attendants and ministers of God, who have obtained boldness toward him out of love.
1:575
Προσκυνοῦμεν οὖν αὐτοῖς, ἐπειδὴ θεραπεύεται ὁ βασιλεὺς θεωρῶν προσκυνούμενον τὸν ἠγαπημένον αὐτῷ θεράποντα οὐχ ὡς βασιλέα, ἀλλ' ὡς λειτουργὸν ὑπήκοον καὶ εὐνοϊκὸν φίλον
所以我們敬禮他們,因為君王看見他所愛的僕人受到敬禮,心裡就喜悅——人敬禮這僕人並非當作君王,而是當作順服的執事和忠心的朋友。
We venerate them, then, since the king is gratified when he sees the servant beloved by him venerated—not as a king, but as an obedient minister and a well-disposed friend.
1:576
Καὶ λαμβάνουσι τὰς αἰτήσεις οἱ προσιόντες πίστει, εἴτε τοῦ θεράποντος αἰτοῦντος τοῦτο παρὰ τοῦ βασιλέως, εἴτε τοῦ βασιλέως ἀποδεχομένου τὴν τιμὴν καὶ τὴν πίστιν τοῦ ζητοῦντος παρὰ τοῦ θεράποντος
凡憑信親近的人,都得著他們所求的,或是那僕人代向君王祈求,或是君王悅納那向僕人祈求之人的尊敬與信心。
And those who draw near in faith receive their requests, whether the servant asks this of the king, or the king accepts the honour and faith of the one who seeks it from the servant.
1:577
Οὕτω διὰ τῶν ἀποστόλων οἱ προσιόντες ἐτύγχανον τῶν ἰάσεων
這樣,藉著眾使徒,凡親近的人都得了醫治。
Thus, through the apostles, those who drew near obtained healings.
1:578
Οὕτως ἡ σκιὰ καὶ τὰ σουδάρια καὶ τὰ σιμικίνθια τῶν ἀποστόλων ἐπήγαζον τὰ ἰάματα
這樣,使徒的影子,以及他們的手巾和圍裙,都湧出了醫治。
Thus the shadow and the handkerchiefs and aprons of the apostles welled forth healings.
1:579
Ὅσοι δὲ ἀνταρτικῶς καὶ ἀποστατικῶς θέλουσι προσκυνεῖσθαι ὡς θεοί, οὗτοί εἰσιν ἀπροσκύνητοι καὶ τοῦ αἰωνίου πυρὸς ἄξιοι
但那些懷著叛逆背道的心、想要被人當神敬拜的——這些是不配受敬禮的,乃是配受永火的。
But those who, in rebellion and apostasy, wish to be venerated as gods—these are unworthy of veneration and deserving of eternal fire.
1:580
Καὶ ὅσοι καταφρονητικῶς ὑπερηφάνῳ φρονήματι μὴ προσκυνοῦσι τοῖς θεοῦ θεράπουσιν, ὡς ἀλαζόνες καὶ ὑπερήφανοι, ὡς εἰς θεὸν ἀσεβοῦντες καταδικάζονται
那些出於輕蔑與驕傲的心,不肯敬禮神之僕人的人,乃是狂傲自大之輩,要被定罪,算為對神不敬虔。
And those who, out of contempt and a proud spirit, do not venerate the servants of God, as arrogant and proud men, are condemned as impious toward God.
1:581
Καὶ μαρτυροῦσιν οἱ παῖδες οἱ Ἐλισσαίου καταφρονητικῶς καταβοήσαντες καὶ βορὰ τοῖς ἄρκτοις γενόμενοι
以利沙那裡的童子們可作見證,他們譏誚輕蔑他,就成了熊的食物。
And the children of Elisha bear witness, who scornfully jeered at him and became food for the bears.
1:582
Δεύτερος τρόπος, καθ' ὃν προσκυνοῦμεν κτίσματα, δι' ὧν καὶ ἐν οἷς ἐνήργησεν ὁ θεὸς τὴν σωτηρίαν ἡμῶν εἴτε πρὸ τῆς τοῦ κυρίου παρουσίας, εἴτε μετὰ τὴν ἔνσαρκον αὐτοῦ οἰκονομίαν, ὡς τὸ Σιναῖον ὄρος καὶ τὴν Ναζαρέτ, τὴν φάτνην τὴν ἐν Βηθλεὲμ καὶ τὸ σπήλαιον, τὸν Γολγοθὰ τὸν ἅγιον, τοῦ σταυροῦ τὸ ξύλον, τοὺς ἥλους, τὸν σπόγγον, τὸν κάλαμον, τὴν λόγχην τὴν ἱερὰν καὶ σωτήριον, τὴν ἐσθῆτα, τὸν χιτῶνα, τὰς σινδόνας, τὰ σπάργανα, τὸν τάφον τὸν ἅγιον, τὴν πηγὴν τῆς ἡμῶν ἀναστάσεως, τὸν λίθον τοῦ μνήματος, τὴν Σιὼν τὸ ὄρος τὸ ἅγιον, τὸ τῶν ἐλαιῶν αὖθις ὄρος, τὴν προβατικὴν καὶ Γεθσημανῆς τὸ ὄλβιον τέμενος
第二種我們向受造之物行敬禮的方式,乃是那神藉以、並在其中成就我們救恩的事物——無論是在主降臨之前,還是在他道成肉身的經綸之後——如西奈山與拿撒勒,伯利恆的馬槽與山洞,聖各各他,十字架的木頭,釘子,海綿,葦稈,那神聖而拯救的長矛,那外袍、內衣、細麻布、襁褓,聖墓,我們復活的泉源,墳墓的石頭,錫安聖山,再有橄欖山,羊池,並客西馬尼那蒙福的聖地。
The second mode, according to which we venerate created things, is that through which and in which God worked our salvation—whether before the Lord’s coming or after his incarnate economy—such as Mount Sinai and Nazareth, the manger in Bethlehem and the cave, holy Golgotha, the wood of the Cross, the nails, the sponge, the reed, the holy and saving spear, the robe, the tunic, the linen cloths, the swaddling clothes, the holy tomb, the fountain of our resurrection, the stone of the sepulchre, Mount Zion the holy mountain, again the Mount of Olives, the Sheep Pool, and the blessed precinct of Gethsemane.
1:583
Ταῦτα καὶ τὰ τοιαῦτα σέβω καὶ προσκυνῶ καὶ πάντα ναὸν θεοῦ ἅγιον καὶ πᾶν, ἐφ' ᾧ θεὸς ὀνομάζεται, οὐ διὰ τὴν αὐτῶν φύσιν, ἀλλὰ ὅτι θείας ἐνεργείας εἰσὶ δοχεῖα καὶ δι' αὐτῶν καὶ ἐν αὐτοῖς ηὐδόκησεν ὁ θεὸς τὴν σωτηρίαν ἡμῶν κατεργάσασθαι
這些以及諸如此類的事物,我都敬重並敬禮,還有神的一切聖殿,以及一切被稱以神之名的——並非因它們本身的本性,而是因它們是神聖能力的器皿,神藉著它們、又在它們之中喜悅成就了我們的救恩。
These and such things I reverence and venerate, and every holy temple of God, and everything over which the name of God is called—not on account of their own nature, but because they are receptacles of divine energy, and through them and in them God was pleased to accomplish our salvation.
1:584
Καὶ ἀγγέλους γὰρ καὶ ἀνθρώπους καὶ πᾶσαν ὕλην τῆς θείας ἐνεργείας μέτοχον καὶ διακονησαμένην τὴν σωτηρίαν μου σέβω καὶ προσκυνῶ διὰ τὴν θείαν ἐνέργειαν
因為連天使、人,並一切有分於神聖能力、又服事過我救恩的物質,我都因那神聖的能力而敬重並敬禮。
For angels too and men and all matter that partakes of the divine energy and ministered to my salvation, I reverence and venerate on account of the divine energy.
1:585
οὐ γὰρ θείας εἰσὶν ἐνεργείας μέτοχοι οὐδὲ σκοπῷ τῆς ἐμῆς σωτηρίας τὸν κύριον τῆς δόξης, τὸν θεόν μου, ἐσταύρωσαν, φθόνῳ δὲ μᾶλλον καὶ μίσει πρὸς τὸν θεὸν καὶ εὐεργέτην βαλλόμενοι
但我不敬禮猶太人;因為他們並不是神聖能力的同有者,他們把那榮耀的主、我的神釘十字架,也不是為著我救恩的目的,反倒是被嫉妒和對神、對施恩者的仇恨所驅使。
But I do not venerate the Jews; for they are not partakers of the divine energy, nor did they crucify the Lord of glory, my God, with the aim of my salvation, but rather, being smitten with envy and hatred toward God and the Benefactor.
1:586
Κύριε, ἠγάπησα εὐπρέπειαν οἴκου σου, φησὶν ὁ Δαυίδ, καὶ τόπον σκηνώματος δόξης σου, καὶ προσκυνήσατε εἰς τὸν τόπον, οὗ ἔστησαν οἱ πόδες αὐτοῦ, καὶ προσκυνεῖτε εἰς ὄρος ἅγιον αὐτοῦ. Ὄρος ἅγιον ἔμψυχον θεοῦ ἡ ἁγία θεοτόκος, ὄρη θεοῦ λογικὰ οἱ ἀπόστολοι·
大衛說:「主啊,我喜愛你殿宇的華美,和你榮耀居所之處」,又說:「當在他腳所站之地敬拜」,並「當在他的聖山敬拜」。那聖潔的誕神女(聖母)乃是神有生命的聖山;眾使徒乃是神屬靈的眾山;
“Lord, I have loved the beauty of your house,” says David, “and the place of the dwelling of your glory,” and “venerate at the place where his feet stood,” and “venerate at his holy mountain.” The holy Theotokos is God’s living holy mountain; the apostles are God’s rational mountains;
1:587
τὰ ὄρη ἐσκίρτησαν ὡσεὶ κριοί, καὶ οἱ βουνοὶ ὡς ἀρνία προβάτων. Τρίτος τρόπος, καθ' ὃν προσκυνοῦμεν τὰ τῷ θεῷ ἀνακείμενα, τὰ ἱερά φημι εὐαγγέλια καὶ τὰς λοιπὰς βίβλους·
「大山踴躍如公羊,小山跳舞如羊群中的羊羔。」第三種方式,乃是我們敬禮那些奉獻給神之物——我是指那神聖的福音書和其餘的書卷;
“the mountains skipped like rams, and the hills like lambs of the flock.” The third mode, according to which we venerate the things dedicated to God—I mean the holy Gospels and the rest of the books;
1:588
ἐγράφησαν γὰρ πρὸς νουθεσίαν ἡμῶν, εἰς οὓς τὰ τέλη τῶν αἰώνων κατήντησαν. Δίσκοι τε καὶ ποτήρια, θυμιατοί, λυχνίαι καὶ τράπεζαι, δῆλον γάρ, ὡς πάντα ταῦτα σεβάσμια·
因為這些都是為警戒我們這末世的人而寫的。還有那聖餐盤與聖爵、香爐、燈臺和桌子——因為顯然這一切都是當受尊崇的;
for they were written for our admonition, upon whom the ends of the ages have come. And the patens and chalices, censers, lampstands, and tables—for it is plain that all these are venerable;
1:589
ὅρα γάρ, ὅτε Βαλτάσαρ ἐποίησεν ὑπηρετηθῆναι τὸν λαὸν τοῖς σκεύεσιν τοῖς ἱερατικοῖς, πῶς καθεῖλεν ὁ θεὸς τὴν βασιλείαν αὐτοῦ
你看,當伯沙撒用那些聖殿的器皿來給眾人使用時,神是怎樣傾覆了他的國。
for see, when Belshazzar caused the people to be served with the sacred vessels, how God overthrew his kingdom.
1:590
Τέταρτος τρόπος, καθ' ὃν προσκυνοῦνται αἱ εἰκόνες αἱ ὀφθεῖσαι τοῖς προφήταις ( ἐν εἰκονικῇ γὰρ ὁράσει εἶδον θεόν) καὶ αἱ τῶν ἐσομένων εἰκόνες, ὡς ἡ ῥάβδος Ἀαρὼν εἰκονίζουσα τὸ τῆς παρθένου μυστήριον καὶ ἡ στάμνος καὶ ἡ τράπεζα·
第四種方式,乃是敬禮那些先知所看見的像(因為他們是在象徵性的異象中看見神的),以及那些將來之事的像,如亞倫的杖預表那童貞女的奧祕,又如那金罐和桌子;
The fourth mode, according to which the images seen by the prophets are venerated (for in an iconic vision they saw God), and the images of things to come, as Aaron’s rod imaging the mystery of the Virgin, and the jar and the table;
1:591
καὶ Ἰακὼβ δὲ προσεκύνησεν ἐπὶ τὸ ἄκρον τῆς ῥάβδου, τύπος δὲ ἦν τοῦ σωτῆρος
雅各也曾扶著杖頭敬拜,那杖乃是救主的預表。
and Jacob too venerated upon the top of the rod, which was a type of the Saviour.
1:592
Ἔτι δὲ τῶν γεγονότων εἰκόνες εἰς μνημόσυνον·
再者,還有那些已發生之事的像,是為記念的;
And further, the images of things that have happened, for remembrance;
1:593
αὐτὴ γὰρ ἡ σκηνὴ εἰκὼν ἦν παγκόσμιος (ὅρα γάρ, φησὶ τῷ Μωσῇ, τὸν τύπον τὸν δειχθέντα σοι ἐν τῷ ὄρει) καὶ τὰ χερουβὶμ τὰ χρυσᾶ, ἔργον χωνευτόν, καὶ τὰ χερουβὶμ ἐν τῷ καταπετάσματι ἔργον ὑφαντόν
因為那帳幕本身乃是一幅關乎全宇宙的像(因為神對摩西說,是照在山上指示你的樣式作的),那金的基路伯是鑄造的工,幔子上的基路伯則是織成的工。
for the tabernacle itself was a universal image (for, he says to Moses, the pattern shown to you on the mountain), and the cherubim of gold, a work of cast metal, and the cherubim on the veil, a woven work.
1:594
Οὕτω προσκυνοῦμεν τὸν τύπον τοῦ σταυροῦ τὸν τίμιον, τοῦ τε σωματικοῦ χαρακτῆρος τοῦ θεοῦ μου τὸ ὁμοίωμα καὶ τῆς αὐτὸν κατὰ σάρκα τεκούσης καὶ τῶν αὐτοῦ θεραπόντων
這樣,我們敬禮十字架那寶貴的預表,並我神肉身形貌的像,以及那照肉身生他之母的像,和他眾僕人的像。
Thus we venerate the precious type of the Cross, and the likeness of the bodily form of my God, and of her who according to the flesh bore him, and of his servants.
1:595
Πέμπτος τρόπος, καθ' ὃν προσκυνοῦμεν ἀλλήλοις ὡς μοῖραν θεοῦ ἔχουσι καὶ κατ' εἰκόνα θεοῦ γεγενημένοις ἀλλήλοις τε ταπεινούμενοι καὶ νόμον πληροῦντες ἀγάπης
第五種方式,乃是我們彼此敬禮,因為彼此都有神的一分、都是照神的形像所造的,因而彼此謙卑,成全那愛的律法。
The fifth mode, according to which we venerate one another, as having a portion of God and as having been made according to the image of God, humbling ourselves to one another and fulfilling the law of love.
1:596
Ἕκτος τρόπος τῶν ἐν ἀρχαῖς καὶ ἐξουσίαις ὄντων (ἀπόδοτε γάρ, φησί, πᾶσι τὰς ὀφειλάς, τῷ τὴν τιμὴν τὴν τιμήν), ὡς Ἰακὼβ τῷ τε Ἠσαῦ ὡς προγενεστέρῳ ἀδελφῷ καὶ Φαραὼ ὑπὸ θεοῦ χειροτονηθέντι ἄρχοντι προσεκύνησεν
第六種方式,乃是向那些在位掌權的人(經上說:「凡人所當得的,就給他;當得尊敬的,就給他尊敬」),正如雅各向以掃下拜,當他是先生的兄長,又向法老下拜,當他是神所立的官長。
The sixth mode is that toward those in authority and power (“Render to all their dues,” he says, “honour to whom honour is due”), as Jacob venerated Esau as his elder brother and Pharaoh as a ruler appointed by God.
1:597
καθ' ὃν τοῖς δεσπόταις οἱ δοῦλοι καὶ τοῖς εὐεργέταις καί, ὧν ἂν δέοιντο, οἱ δεόμενοι ὡς Ἀβραὰμ τοῖς υἱοῖς Ἑμμώρ, ὅτε τὸ διπλοῦν ὠνήσατο σπήλαιον
照這方式,僕人敬禮主人,受惠者敬禮施惠者,有需要的人敬禮那能供應其需要的人,正如亞伯拉罕買那雙層洞穴時,向哈抹的子孫下拜。
according to which servants venerate their masters, and the benefited their benefactors, and those in need those from whom they would obtain what they need, as Abraham venerated the sons of Hamor when he bought the double cave.
1:598
Καὶ ἁπλῶς εἰπεῖν, φόβου καὶ πόθου καὶ τιμῆς ἐστιν ἡ προσκύνησις σύμβολον ὑποπτώσεώς τε καὶ ταπεινώσεως, ἀλλ' οὐδενὶ δεῖ προσκυνεῖν ὡς θεῷ εἰ μὴ μόνῳ τῷ φύσει θεῷ, πᾶσι δὲ ὀφειλὴν ἀπονέμειν διὰ τὸν κύριον
簡言之,敬禮乃是敬畏、渴慕與尊崇的象徵,是俯伏與自卑的表示;但除了那獨一、本性上是神的那一位以外,不可把任何人當神來敬拜,然而要為主的緣故,把各人所當得的給各人。
And to put it simply, veneration is a symbol of fear and longing and honour, of submission and humbling; but one must venerate no one as God except him alone who is by nature God, and yet render to all what is due, for the Lord’s sake.
1:599
Ὁρᾶτε, πόση ἰσχὺς καὶ ποία θεία ἐνέργεια τοῖς πίστει καὶ καθαρῷ συνειδότι προσιοῦσι ταῖς τῶν ἁγίων εἰκόσι δίδοται
你看,那些憑信、又以清潔良心親近聖徒聖像的人,得著何等大的能力,何等的神聖大能。
See how great is the power and what divine energy is given to those who draw near to the images of the saints in faith and with a pure conscience.
1:600
Διό, ἀδελφοί, στῶμεν ἐν τῇ πέτρᾳ τῆς πίστεως καὶ τῇ παραδόσει τῆς ἐκκλησίας μὴ μεταίροντες ὅρια,ἃ ἔθεντο οἱ ἅγιοι πατέρες ἡμῶν, μὴ διδόντες τόπον τοῖς βουλομένοις καινοτομεῖν καὶ καταλύειν τὴν οἰκοδομὴν τῆς ἁγίας τοῦ θεοῦ καθολικῆς καὶ ἀποστολικῆς ἐκκλησίας·
所以弟兄們,讓我們站在信仰的磐石和教會的傳統上,不挪移我們聖教父所立的界限,不給那些想要擅自更新、毀壞神那聖潔、大公、使徒教會之建築的人留地步;
Therefore, brethren, let us stand on the rock of faith and the tradition of the Church, not removing the boundaries which our holy fathers set, not giving place to those who wish to innovate and to destroy the building of the holy, catholic, and apostolic Church of God;
1:601
εἰ γὰρ δοθῇ ἄδεια παντὶ βουλομένῳ, κατὰ μικρὸν ὅλον τὸ σῶμα τῆς ἐκκλησίας καταλυθήσεται
因為若是放任每個隨己意而行的人,教會的整個身體必漸漸被毀壞。
For if license be granted to everyone who wishes, little by little the whole body of the Church will be dissolved.
1:602
Μή, ἀδελφοί, μή, τέκνα φιλόχριστα τῆς ἐκκλησίας, μὴ καταισχύνητε τὴν μητέρα ὑμῶν, μὴ καθέλητε τὸν κόσμον αὐτῆς
不可,弟兄們,不可!愛基督的教會兒女啊,不要羞辱你們的母親,不要拆毀她的裝飾。
No, brethren, no! Children of the Church who love Christ, do not put your mother to shame, do not tear down her adornment.
1:603
Δέξασθε αὐτὴν δι' ἐμοῦ πρεσβεύουσαν
請接納藉著我為你們代求的她。
Receive her as she intercedes through me.
1:604
Μάθετε, τί φησι περὶ αὐτῆς ὁ θεός·
要明白神論到她所說的話:
Learn what God says concerning her:
1:605
Ὅλη εἶ καλή, ἡ πλησίον μου, καὶ οὐκ ἔστιν ἐν σοὶ μῶμος. Προσκυνήσωμεν καὶ λατρεύσωμεν μόνῳ τῷ κτίστῃ καὶ δημιουργῷ ὡς φύσει προσκυνητῷ θεῷ
「我的佳偶,你全然美麗,毫無瑕疵。」讓我們單單敬拜並事奉那位創造者與造物主,因祂本性是當受敬拜的神。
“You are wholly fair, my beloved, and there is no blemish in you.” Let us worship and serve the Creator and Maker alone, as God who is by nature to be worshiped.
1:606
Προσκυνήσωμεν καὶ τῇ ἁγίᾳ θεοτόκῳ οὐχ ὡς θεῷ, ἀλλ' ὡς μητρὶ θεοῦ κατὰ σάρκα
我們也要尊崇至聖的神之母,不是當作神,而是當作那按肉身為神之母的。
Let us also venerate the holy Mother of God, not as God, but as the Mother of God according to the flesh.
1:607
Ἔτι προσκυνήσωμεν καὶ τοῖς ἁγίοις ὡς ἐκλεκτοῖς φίλοις θεοῦ καὶ τὴν πρὸς αὐτὸν κεκτημένοις παρρησίαν
此外,我們也要尊崇眾聖徒,視他們為神所揀選的朋友,在祂面前得了坦然無懼的。
Further, let us venerate the saints also, as chosen friends of God who have gained boldness before Him.
1:608
Εἰ γὰρ βασιλεῦσι φθαρτοῖς πολλάκις καὶ ἀσεβέσι καὶ ἁμαρτωλοῖς καὶ τοῖς ὑπ' αὐτῶν χειροτονουμένοις ἄρχουσι καὶ τοῖς τούτων λαβράτοις προσκυνοῦσιν ἄνθρωποι κατὰ τὸ θεῖον τοῦ ἀποστόλου λόγιον·
因為人尚且向必朽壞的君王(往往甚至是不虔、有罪的君王),以及他們所委任的官長,並他們的軍旗致敬,正如使徒神聖的話所說:
For if men render veneration to corruptible kings—often even to impious and sinful ones—and to the rulers appointed by them, and to their standards, according to the divine saying of the Apostle:
1:609
Ἀρχαῖς καὶ ἐξουσίαις ὑποτάσσεσθε, καὶ ἀπόδοτε πᾶσι τὰς ὀφειλάς, τῷ τὴν τιμὴν τὴν τιμήν, τῷ τὸν φόβον τὸν φόβον, καὶ ἀπόδοτε τὰ καίσαρος καίσαρι, ὥς φησιν ὁ κύριος, καὶ τὰ τοῦ θεοῦ τῷ θεῷ, πόσῳ μᾶλλον ἐχρῆν προσκυνεῖν τῷ βασιλεῖ τῶν βασιλευόντων ὡς μόνῳ φύσει δεσπόζοντι καὶ τοῖς αὐτοῦ δούλοις καὶ φίλοις τοῖς βασιλεύσασι τῶν παθῶν καὶ κατασταθεῖσιν ἄρχουσι πάσης τῆς γῆς ( καταστήσεις γὰρ αὐτούς, φησὶν ὁ Δαυίδ, ἄρχοντας ἐπὶ πᾶσαν τὴν γῆν), κατὰ δαιμόνων καὶ νόσων ἐξουσίαν λαβοῦσι καὶ συμβασιλεύσουσι Χριστῷ βασιλείαν ἄφθαρτον καὶ ἀκατάλυτον, ὧν ἡ σκιὰ μόνη ἀπήλαυνε νόσους καὶ δαίμονας; Μὴ οὖν σκιᾶς ἀσθενεστέραν καὶ ἀτιμωτέραν λογισώμεθα τὴν εἰκόνα·
「你們要順服執政的、掌權的,凡人所當得的,就給他:當得尊敬的,給他尊敬;當得懼怕的,給他懼怕」,又如主所說:「該撒的物當歸給該撒,神的物當歸給神」——那麼我們豈不更當敬拜萬王之王,因祂是惟一本性掌權的主,並敬拜祂那些勝過情慾、被立為遍地之長的僕人和朋友嗎(大衛說:「你要立他們在全地作首領」),他們得了制伏鬼魔和疾病的權柄,並要與基督一同作王,得不朽壞、不能廢去的國度,連他們的影兒都能趕逐疾病和鬼魔?那麼,讓我們不要把聖像看為比影兒更軟弱、更卑賤;
“Be subject to principalities and powers, and render to all their dues: honor to whom honor, fear to whom fear,” and “Render to Caesar the things that are Caesar’s,” as the Lord says, “and to God the things that are God’s”—how much more ought we to worship the King of kings as the only Sovereign by nature, and His servants and friends who have reigned over the passions and been set up as rulers over all the earth (“you will appoint them,” says David, “rulers over all the earth”), who have received authority over demons and diseases, and shall reign together with Christ in an incorruptible and indissoluble kingdom—whose very shadow alone drove away diseases and demons? Let us not, then, reckon the image weaker and less honorable than a shadow;
1:610
σκιογραφεῖ γὰρ ἀληθῶς τὸ πρωτότυπον
因為它確實如影描繪出那原型。
for it truly sketches in shadow the prototype.
1:611
Ἀδελφοί, ὁ χριστιανὸς πίστις ἐστίν·
弟兄們,基督徒乃是信;
Brethren, the Christian is faith;
1:612
ὁ οὖν πίστει προσερχόμενος κερδανεῖ πολλά, ὁ δὲ διακρινόμενος ἔοικε κλύδωνι θαλάσσης ἀνεμιζομένῳ καὶ ῥιπιζομένῳ, ὃς οὐ μὴ λήψεται οὐδέν·
所以憑信前來的必得益處許多,而那疑惑的,就像海中的波浪,被風吹動翻騰,這人必一無所得;
therefore he who approaches in faith gains much, but he who doubts is like a wave of the sea, driven and tossed by the wind, who shall receive nothing;
1:613
πάντες γὰρ οἱ ἅγιοι διὰ πίστεως εὐηρέστησαν τῷ θεῷ
因為眾聖徒都是藉著信得了神的喜悅。
for all the saints were well-pleasing to God through faith.
1:614
Δεξώμεθα οὖν τὴν παράδοσιν τῆς ἐκκλησίας ἐν εὐθύτητι καρδίας καὶ μὴ ἐν πολλοῖς λογισμοῖς·
那麼,讓我們以正直的心領受教會的傳統,而不憑諸般的推理;
Let us then receive the tradition of the Church with uprightness of heart, and not with many reasonings;
1:615
ὁ θεὸς γὰρ ἐποίησε τὸν ἄνθρωπον εὐθῆ, αὐτοὶ δὲ ἐζήτησαν λογισμοὺς πολλούς
因為神造人原是正直的,但他們卻尋出許多巧計。
for God made man upright, but they sought out many devices.
1:616
Μὴ καταδεξώμεθα νέαν πίστιν μαθεῖν ὡς κατεγνωσμένης τῆς τῶν ἁγίων πατέρων παραδόσεως·
我們不要甘心去學一種新的信仰,彷彿眾聖教父的傳統已被定罪;
Let us not consent to learn a new faith, as though the tradition of the holy Fathers stood condemned;
1:617
φησὶ γὰρ ὁ θεῖος ἀπόστολος·
因為那位神聖的使徒說:
for the divine Apostle says:
← 上一段下一段 →
1

新的原文誦讀上線時通知我

每次有新章節誦讀影片就寄一封信。採雙重確認,隨時可一鍵取消。