📜 Verbum · 聖言
原文誦讀聖經與教父文獻
♥ 贊助

← 回書卷目次 · 希臘教父 › 論三位一體

論三位一體 第 2-1 章 第 2/9 段

希臘文原文.216 節.部分字詞可點開查義.本章太長已分段,此段為 2-1:219–2-1:434(全章共 1764 節)

← 第 1-1 章
← 上一段下一段 →
ℹ️ 本語料沒有逐節的詞法標註。原形主要取自同語言其他書卷的逐詞標註(不是這一節的標註),少數查不到的才回頭依字形比對詞典。同形的罕見字仍可能判錯,需要精確判斷時請覆核原文與專門詞典。
ℹ️ 中英對照為本站自譯,直接譯自本頁的原文(非和合本/WEB —— 那兩者譯自馬所拉文本,與本頁底本不同)。
2-1:219
Εἰ τοὺς προφήτας καὶ ἀποστόλους ἐξουσιαστικῶς ἀπεσταλκέναι, καθ' ὁμοιότητα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ, μεμαρτύρηται·
若有見證說,祂照著父與子的樣式,以權柄差遣先知與使徒;
If it has been testified that he sent forth the prophets and apostles with authority, after the likeness of the Father and the Son;
2-1:220
ὡς Θεὸς σύμφωνος κατὰ πάντα τῷ Πατρὶ, καὶ ὡς προγνώστης καὶ τῆς κτίσεως Δεσπότης ταῦτα πεποίηκεν
那麼祂便是作為在萬事上與父完全一致的神,並作為預知者與受造界的主宰,而行了這些事。
then he has done these things as God in complete accord with the Father, and as foreknower and Master of creation.
2-1:221
Εἰ, ἅπερ νῦν εἴρηται περὶ τοῦ Πατρὸς ἢ τοῦ Υἱοῦ, ἄλλοτε περὶ τοῦ ἁγίου Πνεύματος ἀναγέγραπται, ἀμήχανον, ἀδύνατον, μὴ εἶναι ἀπαραλλάκτως τῆς μιᾶς αὐτοτελοῦς θεότητος, καὶ θελήσεως, καὶ δόξης τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ
若現今論及父或子所說的話,在別處也被記載為論及聖靈所說的,那麼就不可能、也絕無可能,祂不是毫無差異地屬於父與子那唯一自足的神性、旨意與榮耀。
If the things now said concerning the Father or the Son are elsewhere written concerning the Holy Spirit, it is impossible, it cannot be, that he should not belong, without variation, to the one self-complete Godhead, and will, and glory of the Father and the Son.
2-1:222
Τὰ γὰρ τῷ αὐτῷ ἴσα, φασὶ, καὶ ἀλλήλοις ἐστὶν ἴσα
因為,正如人所說,凡與同一物相等者,彼此之間也必相等。
For things equal to the same thing, they say, are also equal to one another.
2-1:223
δυνάμεων οὐράνια χαρίσματα δύναται παρέχειν, τὸ δὲ τοῦ Θεοῦ Πνεῦμα κατ' ἐξουσίαν δωρεῖται, ἃ δοῦναι μόνης τῆς θείας φύσεώς ἐστιν·
……能供給諸天使能力的恩賜,而神的靈卻是憑自己的權柄,賜下那唯獨神聖本性才能賜予之物;
...is able to furnish the heavenly gifts of the powers, whereas the Spirit of God bestows by his own authority those things which only the divine nature is able to give;
2-1:224
ἄρα παναρκὴς Θεὸς, καὶ ἐξουσιαστής ἐστι, καὶ τῶν ἐν οὐρανοῖς, καὶ ὁμοούσιος τῷ Πατρὶ καὶ τῷ Υἱῷ τυγχάνει
那麼祂就是全然自足的神,也是諸天之事的掌權者,並且與父及子同質。
then he is God all-sufficient, and ruler even of the things in the heavens, and is consubstantial with the Father and the Son.
2-1:225
Εἰ μηδὲν τῶν ἀοράτων ἢ ὁρατῶν ἱερῷ γράμματι προσηγόρευται θεῖον καὶ ἀλήθεια, εἰ μὴ ὁ Πατὴρ, καὶ τὸ ἅγιον Πνεῦμα αὐτοῦ, καὶ ὁ Μονογενής·
若在聖經中,無論隱形或有形之物,都沒有一樣被稱為『神聖』與『真理』,唯獨父、祂的聖靈,以及獨生子例外;
If none of the invisible or visible things is called, in the sacred writing, divine and truth, except the Father, and his Holy Spirit, and the Only-begotten;
2-1:226
ἀναμφήριστον, ὡς τῆς ἑνάδος θείας καὶ ὑπερουσίου ἐστὶν οὐσίας
那麼無可爭議地,祂乃屬於那神聖、超乎本質的合一本質。
it is beyond dispute that he belongs to the divine and super-essential unity of essence.
2-1:227
Εἰ τῶν παμμεγεθεστάτων καὶ φωτοειδεστέρων πάντων ἐν ποιήμασιν οὐρανῶν αἱ δυνάμεις ἐν τῷ Πνεύματι τοῦ Θεοῦ εἰσιν, οὐκ ἐγχωρεῖ αὐτὸ ποίημα καθεστάναι, ἀλλὰ συνεργὸν καὶ ἰσουργὸν τῷ Δημιουργῷ
若在受造之物中,諸天——那最為浩大、最富光輝的一切——其能力都在神的靈裡面,那麼祂就不可能被立為受造物,而是與創造主同工、同等工力的一位。
If the powers of the heavens, the greatest and most luminous of all created things, exist in the Spirit of God, it is not possible for him to be constituted a creature, but rather a fellow-worker and equal worker with the Creator.
2-1:228
Εἰ τὴν οἰκουμένην πληροῖ, καὶ πάντα ἐμπεριέχει, κατὰ τὴν λέγουσαν τοῦτο Σοφίαν·
若祂充滿普天下,並將萬有都涵括在自己裡面,正如那說出此言的智慧書所言;
If he fills the whole world, and contains all things within himself, according to Wisdom, which says this;
2-1:229
τῆς ἀνωτάτω σεπτῆς, καὶ ἀπερινοήτου, ἀπροσίτου τε καὶ ἀνεπάφου, καὶ ἀμόρφου μιᾶς οὐσίας ἐστὶν Δημιουργόν·
……祂是創造主,屬於那至高無上、可敬、不可思議、不可接近、不可觸摸、無形的唯一本質;
...he is Creator, belonging to the one supreme, venerable, incomprehensible, inaccessible, untouchable, and formless essence;
2-1:230
καὶ τόπῳ οὐ περιγράφεται, αὐτὸ δὲ περιείληφεν τόδε τὸ πᾶν
祂不受空間所限,反倒是祂自己涵括了這整個宇宙。
and he is not circumscribed by place, but he himself has encompassed this universe.
2-1:231
Εἰ Γραφὴ οὐ διορίζει τῇ φύσει τὴν Τριάδα, οὐδ' ὁρίζεται ἐπ' αὐτῆς πρώτην, καὶ δευτέραν, καὶ τρίτην φύσιν·
若聖經並未在本性上將三一劃分開來,也未在其上界定出第一、第二、第三種本性;
If Scripture does not divide the Trinity in nature, nor is a first, a second, and a third nature defined with respect to it;
2-1:232
ποῖος αὐτοῖς ὕπεστι λόγος πρὸς τοὺς πιστεύοντας, ἡνῶσθαι μὲν αὐτὴν οὐσιωδῶς, διακεκρίσθαι δὲ ἐν ἰδιότησιν ὑποστάσεων; ΝΑʹ
他們還有什麼道理,可以用來反對那些相信三一在本質上合一、卻在位格的特性上有所區分之人呢?
what argument remains to them against those who believe that it is united in essence, yet distinguished in the properties of the hypostases?
2-1:233
Εἰ τὸ πρῶτον κτίσμα ὁ διάβολος ἐδείχθη ἐν τῷ Ἰὼβ, οὐ κτίσμα, ἀλλὰ τῆς Μονάδος οὐσίας τὸ Πνεῦμα
若在約伯記中,魔鬼被指明為首先的受造物,那麼聖靈就不是受造物,而是屬於那獨一本質的靈。
If the devil was shown in Job to be the first creature, the Spirit is not a creature, but belongs to the essence of the Monad.
2-1:234
Οὐ γὰρ φαῖεν ἂν τὸν διάβολον προδεδημιουργῆσθαι, καὶ αὐτὸν μέν ποτε τὴν ὑπερέχουσαν τάξιν εἰληχέναι, τὸ δὲ θεῖον Πνεῦμα τὴν ὑφειμένην
因為他們不會說,魔鬼是預先被造的,並且牠一度居於較高的等次,而神聖的靈卻居於較低的等次。
For they would not say that the devil was created beforehand, and that he at one time held the higher rank, while the divine Spirit held the lower.
2-1:235
Εἰ, καθάπερ εἰς δόξαν καὶ προσκύνησιν τοῦ Θεοῦ τὸ Πάσχα ἐξ ἀρχῆς καὶ παρ' Ἰουδαίων ἐπετε . λέσθη, οὕτω καὶ τοῦ ἁγίου Πνεύματος ἡ Πεντηκοστή·
若正如逾越節從起初也在猶太人中被守為歸榮耀與敬拜於神,聖靈的五旬節也是如此;
If, just as the Passover was from the beginning celebrated also by the Jews unto the glory and worship of God, so also the Pentecost of the Holy Spirit;
2-1:236
πῶς οὐ συνάναρχος αὐτῷ ὑπάρχει ἀείμνητος Θεός; ΝΓʹ
祂怎能不是與祂同無始、永受記念的神呢?
how is he not co-eternal without beginning together with him, God ever to be remembered?
2-1:237
Εἰ, ὡς τοῦ σημάντρου τοῦ ἀπὸ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ, οὕτω καὶ τοῦ ἀπὸ τοῦ ἁγίου Πνεύματος σημαινομένου ἡμῖν μνημονεύει τὰ λόγια·
若正如經上論及那出於父與子的印記那樣,經上也提到那藉聖靈向我們所蓋的印;
If, just as of the seal that is from the Father and the Son, so also the oracles make mention of that which is signified to us by the Holy Spirit;
2-1:238
οὐκ ἔστιν ἐν τοῖς ποιήμασιν, ἀλλὰ καὶ ἐν ἴση τιμῇ καὶ εὐχαριστίᾳ
那麼祂就不在受造之物之列,反而也當受同等的尊榮與感謝。
then he is not among the created things, but is also held in equal honor and thanksgiving.
2-1:239
Οὐ γὰρ ποιήματος ἅμα καὶ τοῦ Θεοῦ σφραγῖδα ἀναλαμβάνομεν, οὐδὲ συμπαραλαμβάνει ὁ Θεὸς κτίσματος σφραγῖδα, τῇ ἑαυτοῦ ὡς μόνος σώζειν οὐχ ἱκανός
因為我們並非同時領受一件受造物的印記與神的印記,神也不會把受造物的印記與自己的印記並列在一起,彷彿祂單獨並不足以拯救人似的。
For we do not receive the seal of a creature together with that of God, nor does God join the seal of a creature to his own, as though he alone were not sufficient to save.
2-1:240
Εἰ πᾶσα βλασφημία ἀφίεται τοῖς ἀνθρώποις, ἡ δὲ εἰς τὸ Πνεῦμα τοῦ Θεοῦ ἀσυγχώρητος·
若一切褻瀆的話都能得赦免,唯獨褻瀆神的靈是不得赦免的;
If every blasphemy is forgiven men, but that against the Spirit of God is unforgivable;
2-1:241
ἄρα οὐκ ἐλάττων τυγχάνει Θεός
那麼祂就不是次等的神。
then he is not a lesser God.
2-1:242
Βλασφημία δέ ἐστιν τὸ μὴ λέγειν αὐτὸ Θεόν
而不稱祂為神,正是褻瀆。
And it is blasphemy not to call him God.
2-1:243
Ἀνάγεται γὰρ ἡ βλασφημία καὶ εἰς τὸν Παντοκράτορα, οὗ πνοὴ τυγχάνει
因為這褻瀆也直接歸咎於全能者,因為祂正是全能者的氣息。
For the blasphemy is referred back also to the Almighty, whose breath he is.
2-1:244
Εἰ ἀπαράβατον αἱρετικοὶ φυλάττουσιν τό τε πρόσταγμα τοῦ Πατρὸς λέγοντος, Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητός·
若異端者謹守不渝父的命令,就是那說『這是我的愛子』的話;
If the heretics keep inviolable both the command of the Father, saying, 'This is my beloved Son;'
2-1:245
αὐτοῦ ἀκούετε, τήν τε περὶ τὸ βάπτισμα τοῦ Υἱοῦ παράδοσιν·
『你們要聽祂』,以及那關於子受洗的傳統;
'hear him,' and also the tradition concerning the baptism of the Son;
2-1:246
διὰ τί μὴ ἀχώριστον τῇ φύσει, καὶ ἰσότιμον, καὶ ἰσοδύναμον ὁμολογοῦσι τὴν Τριάδα, καὶ ἰσοτίμως δοξάζουσιν; Ἓν γὰρ ὄνομα, τοῦτ' ἔστιν τὸ τῆς μιᾶς θεότητος, τρεῖς δὲ ὑποστάσεις ἐδίδαξεν, ἑκάστῃ τὴν ἰσοτιμίαν τηρήσας
他們為何不承認三一在本性上是不可分離、同尊同能的,並以同等的尊榮頌讚祂呢?因為祂所教導的乃是一個名字,就是那唯一神性之名,卻是三個位格,每一位格都保有相同的尊榮。
why do they not confess the Trinity to be inseparable in nature, and equal in honor, and equal in power, and glorify it with equal honor? For he taught one name, that is, the name of the one Godhead, but three hypostases, preserving to each the equality of honor.
2-1:247
Καὶ ταῦτα μὲν ἀποδεδειγμένα κείσθω
以上這些,就當作已經證明的事實而確立。
Let these things, then, stand as having been demonstrated.
2-1:248
Αἱρετικῶν δὲ πρῶτόν ἐστιν ἀσεβέστατον καὶ ἀποτομώτατον πρόβλημα, τὸ ἐν Παροιμίᾳ Σολομῶνος γεγραμμένον·
異端者所提出的第一個、也是最為不敬虔、最為嚴苛的難題,就是那寫在所羅門箴言中的話:
The first and most impious and most harsh problem raised by the heretics is that which is written in the Proverbs of Solomon:
2-1:249
Κύριος ἔκτισέν με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ·
『主在祂工作之先,造了我作為祂道路的開端;』
'The Lord created me as the beginning of his ways for his works;'
2-1:250
πρὸ τοῦ αἰῶνος ἐθεμελίωσέν με·
『在萬世之前,祂立定了我;』
'before the age he established me;'
2-1:251
ἐν ἀρχῇ πρὸ τοῦ τὴν γῆν ποιῆσαι, καὶ πρὸ τοῦ τὰς ἀβύσσους ποιῆσαι, πρὸ τοῦ ἐλθεῖν τὰς πηγὰς τῶν ὑδάτων, πρὸ τοῦ ὄρη ἑδρασθῆναι, πρὸ δὲ πάντων βουνῶν γεννᾷ με. Διὰ τούτου γὰρ τοῦ προβλήματος βιάζονται κτίσμα τὸν κτίστην καὶ εὐεργέτην ἀποφαίνειν
『在起初,在祂造地之先,在祂造深淵之先,在眾水的泉源湧出之先,在群山奠定之先,並且在一切丘陵之先,祂就生了我。』因為異端者正是藉這個難題,強行主張要把那位創造主與施恩者說成是受造之物。
'in the beginning, before he made the earth, and before he made the depths, before the springs of the waters came forth, before the mountains were settled, and before all the hills, he begets me.' For by means of this problem they force the argument to declare the Creator and Benefactor to be a creature.
2-1:252
Κρείττων δὲ καὶ πειθανωτέρα τῆς αὐτῶν βουλήσεως καὶ ἡ τῆς Γραφῆς ταύτης ὑπάρχει νόησις
然而,這段經文的真正含義,遠比他們的意圖更為正確、也更具說服力。
But the true understanding of this Scripture is both better and more persuasive than their intention.
2-1:253
Εἰ γὰρ ἀληθῆ καὶ κατακρατοῦντα τὰ προκείμενα πάντα κεφάλαια καὶ τὰ ἐν τῷ πρώτῳ λόγῳ καταταγέντα ἐστὶν, ὥσπερ οὖν ἐστιν, ἀρηδηλοτάτην ἀπὸ τῶν θείων λογίων δεξαμένη μαρτυρίαν·
因為,若前面所陳述的一切要點,以及安排在第一卷論述中的內容,確實真實且具有效力——實情正是如此,因為它們已從神聖的言語中領受了極為明晰的見證——
For if all the chapters set forth above, and those arranged in the first discourse, are true and prevail — as indeed they are and do, having received the clearest testimony from the divine oracles —
2-1:254
Θεοῦ Λόγου, ὃν οὐκ ἂν δύναιτο δεῖξαι λόγος παροιμιάζεται Σολομὼν τὸ, Κύριος ἔκτισέν με Οὐ γὰρ θρασυκάρδιος οὕτως καὶ αὐθάδης κατὰ τοῦ Θεοῦ ἐγένετο, τοῦ καὶ μετὰ τηλικαῦτα ἁμαρτήματα συγγνόντος καὶ συμπαθήσαντος, ὡς πᾶσιν ἀεὶ καὶ αὐτῷ
……論到神的道,這是任何論證都無法證明其為受造之物的;所羅門乃是以箴言的方式說出『主造了我』這句話。因為他斷不會如此厚顏無恥、任意妄為地冒犯神——這位神即便在他犯下如此重大的罪之後,仍然赦免他、憐憫他,正如祂一貫以來待萬人、也待他一樣。
...of the Word of God, whom no argument could ever prove to be a creature, Solomon speaks proverbially in the words, 'The Lord created me.' For he did not become so brazen-hearted and presumptuous against God — who, even after such great sins, forgave and showed compassion, as he always does toward all, and toward him as well.
2-1:255
Ἀλλὰ καὶ εἴ τίς ἐστιν, ὥσπερ οὖν ἐστιν, αὐτῷ τῶν ἐνταῦθα γινομένων, ἢ παρὰ τῶν ἑτεροφρόνων λεγομένων αἴσθησις·
但若他確實──正如他確實如此──對此地所發生的事,或對那些持異見者所說的話,有所知覺;
But if he has, as indeed he does have, some perception of what happens here, or of what is said by those of a different mind;
2-1:256
οἶμαι αὐτὸν καὶ πρὸ τῆς κυρίας καὶ ἀνεσπέρου ἡμέρας ἀντιλέγειν αὐτοῖς, καὶ αἰτιᾶσθαι, καὶ ἀντικαθίστασθαι, διδάσκοντα μήτε ὑπόνοιάν ποτε τοιαύτην περὶ αὐτοῦ εἰληφέναι
我想,即使在那主權的、永無黑夜的日子來臨之前,他也會反駁他們、指責他們、與他們對立,並教導人說他自己從未有過這樣的疑慮。
I think that even before the sovereign and eveningless day, he would contradict them, and accuse them, and oppose them, teaching that he had never entertained any such suspicion concerning himself.
2-1:257
Αὐτόν τε γάρ φησιν ἐπίστασθαι, ἅτε σοφίαν ὑπὲρ βασιλείαν ζητήσαντα, καὶ ἐπιτυχόντα, καὶ ἐν προσθήκης μέρει τὴν βασιλείαν κομισάμενον·
因為他說自己深知這一點,既然他所尋求的乃是勝過王權的智慧,並且得著了它,而王權則是作為附加之物臨到他的;
For he says that he himself knows this, since he sought wisdom above kingship, and obtained it, and received the kingship as an addition;
2-1:258
καὶ μέντοι καὶ παρὰ τοῦ πατρὸς αὐτοῦ Δαυῒδ ἀκηκοέναι, ὅτι ὡς ζωοποιὸς καὶ ζωὴ ὁ Κύριος τοῦ εἶναι κατὰ τὴν ἄνω γέννησιν οὐκ ἤρξατο, καὶ ὡς ζωόδοτον καὶ ἀΐδιον φῶς συνυφεστώτως καὶ ὁμοουσίως ἐκ τοῦ πατρικοῦ φωτὸς ἐκλάμψαν, ὑπ' ἄλλου οὐ πεφώτισται·
並且,他也曾從他父親大衛那裡聽聞:主作為賜生命者與生命本身,並非依照那從上而來的生成才開始存在;祂作為賜生命且永恆的光,是與父之光共存、同質而發出光輝的,並非被另一位所照亮的;
and moreover, that he had heard from his father David that the Lord, as life-giver and life, did not begin to exist according to the birth from above, and that, as a life-giving and eternal light shining forth co-existently and consubstantially from the paternal light, he has not been illumined by another;
2-1:259
ἀλλὰ γὰρ περὶ τῆς ἐγκοσμίου σοφίας τὸν λόγον ἐνηνοχέναι, τῆς ἐν λόγοις, τῆς ἐν στρατηγίᾳ, τῆς ἐν ἰατρικῇ, τῆς ἐν ἀρχιτεκτονικῇ, καὶ ἁπλῶς τῆς ἐν πάσῃ θαυμαστῇ ἐπιστήμῃ πᾶσι τοῖς σοφοῖς ἀνδράσιν ἐνυπαρχούσης
而是他所論述的,其實是關於世俗的智慧——即存在於雄辯、兵法、醫術、建築之中的智慧,總而言之,就是存在於一切智者身上、各種奇妙學問中的智慧。
but rather that he had directed his discourse concerning worldly wisdom — that found in eloquence, in strategy, in medicine, in architecture, and, simply, that found in every marvelous branch of knowledge present in all wise men.
2-1:260
Καὶ γὰρ ὡς ἀληθῶς, εἴ τις σωφρόνως καὶ θεοσεβῶς τὰ προηγούμενα καὶ τὰ ἑπόμενα τοῦ, Κύριος ἐκτισέν με, θελήσῃ σκοπῆσαι·
因為誠然,若有人願意懷著謹慎與敬虔的心,去查考『主造了我』這句話前後的文脈;
For indeed, in truth, if anyone should wish, with sobriety and piety, to examine what precedes and what follows the words, 'The Lord created me,'
2-1:261
ταχέως, καὶ ἀμέσως, καὶ αὐτόθεν εὑρήσει πολὺν τὸν ἔλεγχον
他便會迅速地、直接地、並且從文本本身,找到充分的駁斥根據。
he will quickly, and immediately, and from the very text itself, find abundant refutation.
2-1:262
Ἀρχὴ σοφίας, φόβος Κυρίου·
『敬畏耶和華是智慧的開端;』
'The fear of the Lord is the beginning of wisdom;'
2-1:263
σύνεσις δὲ ἀγαθὴ πᾶσι τοῖς ποιοῦσιν αὐτήν· καὶ πάλιν·
『凡遵行的人都有美好的悟性。』又說:
'and good understanding have all who practice it.' And again:
2-1:264
Δι' ἐμοῦ βασιλεῖς βασιλεύουσιν, καὶ δυνάσται γράφουσιν δικαιοσύνην·
『藉著我,君王得以掌權,掌權者得以制定公義;』
'Through me kings reign, and rulers decree justice;'
2-1:265
δι' ἐμοῦ μεγιστᾶνες μεγαλύνονται, καὶ τύραννοι δι' ἐμοῦ κρατοῦσιν γῆς. . Ἄνευ δὲ σοφίας, φησὶν, ἥτις ἐστὶν ἡ μεταδοθεῖσα ἡμῖν ἄνωθεν φρόνησις, καὶ νουνεχία, καὶ λόγων ἀρετὴ, οὐδὲν τῶν δεόντων κατορθοῦται·
『藉著我,顯貴得以尊大,藉著我,掌權者得以統治大地。』他說,若沒有智慧——就是那從上頭賜給我們的明辨、悟性與言語的美德——就沒有一件當行的事能夠成就得宜;
'through me nobles are made great, and through me sovereigns hold sway over the earth.' Without wisdom, he says — which is the prudence, and good sense, and excellence of speech imparted to us from above — nothing that is needful is accomplished rightly;
2-1:266
διαφεύγει γὰρ τὰ πολλὰ καὶ καλὰ τῶν νοημάτων τὸν ταύτης ἐστερημένον
因為許多美好的思想,都會從缺乏這智慧的人身邊溜走。
for many good thoughts escape the one who is deprived of it.
2-1:267
Ὁ δὲ ταύτης μεταλαχὼν ἄνθρωπος τόν τε Θεὸν, ὡς χρὴ, φοβεῖται, καὶ φίλα αὐτῷ πράττει, καὶ ἀνθρώπῳ νομοθετεῖ, καὶ οὗτος κρατεῖ ἐκείνου, καὶ πολλαπλάσια ἐκτήσατο, καὶ οὐ μόνον λέγων αὐτὸς καὶ ποιῶν ἥδεται, ἀλλὰ καὶ τοὺς ἀκροωμένους αὐτοῦ, ἢ ἔργον μανθάνοντας τὰ αὐτοῦ, σωφρονίζει
而分享了這智慧的人,便照著當有的樣式敬畏神,行祂所喜悅的事,並為人制定律法;這樣的人勝過旁人,且獲得了多倍的益處;他不僅自己樂於言說與行事,也使那些聽從他、或藉實行而效法他所行之事的人,變得謹慎自守。
But the man who has partaken of it fears God as he ought, and does what is pleasing to him, and gives law to man, and this man prevails over the other, and has acquired manifold gain, and not only takes pleasure in speaking and doing himself, but also brings to soberness those who hear him or learn his works by practice.
2-1:268
Ἐν δὲ τοῖς ἐφεξῆς ἐξέθετο σποράδην ταῦτα·
而在其後的經文中,他又散見地陳明了以下這些話:
And in what follows, he set forth the following things scattered here and there:
2-1:269
Κύριος ἐποίησεν χώρας ἀοικήτους, καὶ ἄκρα οἰκούμενα τῆς ὑπ' οὐρανόν
『主造了無人居住之地,也造了普天之下人所居住的邊際之境。』
'The Lord made the uninhabited lands, and the inhabited heights of the world under heaven.'
2-1:270
Ἡνίκα ἡτοίμαζε τὸν οὐρανὸν, συμπαρήμην αὐτῷ·
『當祂預備諸天的時候,我就與祂同在;』
'When he was preparing the heaven, I was present with him;'
2-1:271
ἡνίκα ἀφώριζε τὸν ἑαυτοῦ θρόνον ἐπ' ἀνέμων, ἡνίκα ἰσχυρὰ ἐποίει τὰ ἄνω νέφη, καὶ ὡς ἀσφαλεῖς ἐτίθει πηγὰς τῆς ὑπ' οὐρανὸν, ἐν τῷ τιθέναι αὐτὸν τῇ θαλάσσῃ ἀκριβασμὸν αὐτοῦ. Ὁ δὲ ποιήσας τὴν γῆν ἐκ μὴ γῆς, καὶ καλῶς τεχνιτεύσας οὐρανῶν περιφερεῖς κύκλους ἐκ μὴ οὐρανῶν, καὶ τοὺς δρόμους ταχεῖς τελοῦντα ἥλιον πανταχοῦ οὐρανοῦ καὶ τῆς γῆς φαίνοντα, καὶ ἁπλῶς λόγῳ ἅπαντα φήνας, μονογενής ἐστιν Υἱὸς Λόγος τοῦ Θεοῦ, ὁ ἀνευφημηθεὶς Θεοῦ δύναμις, καὶ Θεοῦ σοφία, καὶ ὡς ταῦτα ὑπάρχων τοῦ ἀνάρχου καὶ ἀληθῶς αὐτοῦ Πατρὸς, μὴ ἔχων ἀρχὴν, καθὰ διδάσκουσιν, Ἰωάννης μὲν λέγων·
『當祂在風上劃定自己的寶座,當祂使高天的雲彩堅固,並穩妥地為普天之下設立眾水的泉源,為海洋定下確切的界限之時。』而那位使地從無有中被造出來、巧妙地將諸天環繞的天體從無有中造出、又使太陽完成其迅疾的運行、普照天地各處、並且僅憑一句話就使萬有顯明出來的那一位,正是那獨生子——神的道,那被頌揚為神的能力、神的智慧者;而祂既是如此,就是出於祂那無始且真實的父,自己也同樣沒有起始,正如經上所教導的;約翰便如此說道:
'when he was marking out his own throne upon the winds, when he was making strong the clouds above, and setting securely the springs of the world under heaven, in fixing for the sea its exact bound.' But he who made the earth out of what was not earth, and skillfully fashioned the circling spheres of the heavens out of what was not heavens, and who causes the sun, completing its swift courses, to shine everywhere over heaven and earth, and who, simply by his word, brought all things to light — he is the Only-begotten Son, the Word of God, the one hymned as the Power of God and the Wisdom of God, and, being these things, is of his Father who is without beginning and truly so, himself also having no beginning, as they teach — John indeed saying:
2-1:272
Πάντα δι' αὐτοῦ ἐγένετο· Παῦλος δὲ Ἑβραίοις γράφων·
萬有都是藉著他而造的。保羅寫給希伯來人時說:
All things came into being through him. But Paul, writing to the Hebrews, says:
2-1:273
Ὁ θρόνος σου, ὁ Θεὸς, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Καὶ μεταξύ φησιν·
「神啊,你的寶座是永永遠遠的。」接著他又說:
'Your throne, O God, is forever and ever.' And in between he says:
2-1:274
Καὶ σὺ κατ' ἀρχὰς, Κύριε, τὴν γῆν ἐθεμελίωσας, καὶ ἔργα τῶν χειρῶν σού εἰσιν οἱ οὐρανοί. Ὥστε μὴ αὐτὸν, ἀλλὰ γὰρ ἕτερον εἶναι πρόσωπον τὸ πάντα ταῦτα, καὶ τὸ, Κύριος ἔκτισέ με, εἰρηκός
「主啊,你起初立了地的根基,天也是你手所造的。」如此一來,說出這一切話——包括「主造了我」——的,就不會是他自己,而成了另一個位格;
'And you, Lord, in the beginning laid the foundations of the earth, and the heavens are the works of your hands.' So that it would not be he himself, but rather another person, who has spoken all these things, including 'The Lord created me' —
2-1:275
Καὶ ὕδατα οὐ παρελεύσεται στόμα αὐτοῦ. Ἄρα οὖν ὡς ἐκτίσθη σοφία, περὶ τοῦ νοητοῦ στόματος τοῦ δημιουργοῦ Θεοῦ Λόγου ἐξηγεῖται
「海水也不越過他的口。」由此可知,經上論及「智慧受造」之處,正是在闡述那創造萬有者——神的道——那不可見的口。
'And the waters shall not pass beyond his mouth.' Therefore, in the passage where it says wisdom was created, [Scripture] is expounding concerning the intelligible mouth of God the Word, the Creator.
2-1:276
Ἡνίκα ἰσχυρὰ ἐποίει τὰ θεμέλια τῆς γῆς, ἤμην παρ' αὐτῷ ἁρμόζουσα·
「他堅固大地的根基之時,我在祂身旁,使萬物調和相合;」
'When he made firm the foundations of the earth, I was beside him, fitting all things in harmony;'
2-1:277
ἐγὼ ἤμην ᾗ προσέχαιρεν καθ' ἡμέραν·
「我就是祂天天所喜悅的;」
'I was the one in whom he took delight daily;'
2-1:278
εὐφραινόμην δὲ ἐν προσώπῳ αὐτοῦ ἐν παντὶ καιρῷ·
「我也時時在祂面前歡喜;」
'and I rejoiced before his face at every season;'
2-1:279
εὐφραίνετο δὲ καὶ αὐτὴ ἐν προσώπῳ αὐτοῦ
「她也在祂面前歡喜。」
'and she too rejoiced before his face.'
2-1:280
Αἱ δὲ ἔξοδοί μου ἐν ὁδοῖς ζωῆς, καὶ ἑτοιμάζεται θέλησις παρὰ Κυρίου
「我的出入乃在生命的道路上,意願也是由主所預備的。」
'My goings-forth are in the ways of life, and will/desire is prepared by the Lord.'
2-1:281
Οἱ δὲ ἁμαρτάνοντες εἰς ἐμὲ ἀσεβήσουσιν εἰς τὰς ἑαυτῶν ψυχάς·
「凡得罪我的,是苦待自己的性命;」
'But those who sin against me act impiously against their own souls;'
2-1:282
καὶ οἱ μισοῦντές με ἀγαπήσουσι θάνατον. Καὶ μάλα εἰκότως
「凡恨惡我的,都喜愛死亡。」這是理所當然的。
'and those who hate me love death.' And quite reasonably so.
2-1:283
Οἱ γὰρ τὸν ἑαυτῶν βίον μὴ σοφίᾳ κυβερνῶντες, ἑαυτοῖς ἐπιβουλεύουσιν, καὶ τῆς ἑαυτῶν ἀφροσύνης καὶ ἀπαιδευσίας ἄξιον εὑρίσκουσι θάνατον
因為那些不憑智慧治理自己生命的人,是在算計害自己,他們所招致的死亡,正與自己的愚昧無知相稱。
For those who do not govern their own life by wisdom plot against themselves, and find a death worthy of their own folly and lack of instruction.
2-1:284
Ὥστε δὲ καὶ τυφλοὺς, τοῦτο δὴ τὸ τοῦ λόγου, μὴ ἀμφιβάλλειν ὑγιῶς τὴν ἡμετέραν ἑρμηνείαν, ἡ κτιστὴ σοφία φάσκει περὶ ἐκείνου, περὶ οὗ εἶπεν Ἰωάννης, Καὶ ὁ Λόγος σὰρξ ἐγένετο, περὶ ἐσκήνωσεν ἐν ἡμῖν· Ἡ σοφία ᾠκοδόμησεν ἑαυτῇ οἶκον, καὶ ὑπήρεισε στύλους ἑπτά. Περὶ οὗ οἴκου ὁ αὐτὸς Δεσπότης ἔφη·
因此,正如俗語所說,即使是瞎子也不該理直氣壯地懷疑我們的解釋:受造的智慧所論及的,正是約翰所說「道成了肉身」、「住在我們中間」的那一位。〔經上說〕:「智慧為自己建造房屋,立起七根柱子。」論到這房屋,同一位主曾說:
So that even the blind — as the saying goes — might not have reasonable cause to doubt our interpretation, the created wisdom speaks concerning that one of whom John said, 'And the Word became flesh,' 'and dwelt among us': 'Wisdom built a house for herself, and set up seven pillars.' Concerning this house the same Master said:
2-1:285
Λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐγὼ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν. Μᾶλλον δὲ καὶ μᾶλλον δεικνὺς Σολομὼν, ὡς οὐ περὶ τῆς δημιουργοῦ διαλέγεται σοφίας, ἐν τοῖς ἑπομένοις διεξέρχεται οὕτως·
「你們拆毀這殿,我三日內要將它建立起來。」所羅門為要更加顯明他所論的並非那創造萬有的智慧,接著又如此說道:
'Destroy this temple, and in three days I will raise it up.' And Solomon, showing all the more that he is not speaking of the Creator Wisdom, proceeds in what follows thus:
2-1:286
Υἱὲ, ἐὰν σοφὸς γένῃ, σεαυτῷ σοφὸς ἔσῃ καὶ τοῖς πλησίον·
「我兒,你若有智慧,就是為自己有智慧,也是為鄰舍有智慧;」
'Son, if you become wise, you will be wise for yourself and for your neighbors;'
2-1:287
ἐὰν δὲ κακὸς ἀποβῇς, μόνος ἀντλήσεις κακά· καὶ πάλιν·
「你若變為邪惡,就要獨自承受禍患。」又說:
'but if you turn out evil, you alone will draw up evils.' And again:
2-1:288
Υἱὸς πεπαιδευμένος σοφὸς ἔσται, τῷ δὲ ἄφρονι διακόνῳ χρήσεται· καὶ αὖθις·
「受教的兒子必得智慧,卻要使愚昧人作僕役。」又說:
'A son who is instructed will be wise, but he will make use of a foolish man as a servant.' And again:
2-1:289
Σοφὸς καρδίᾳ δέχεται ἐντολάς· καὶ, Οὗτος ἐκ χειλέων προφέρει σοφίαν
「心中有智慧的,必接受誡命」;又說:「這人從嘴唇發出智慧。」
'He who is wise in heart receives commandments'; and, 'This one brings forth wisdom from his lips.'
2-1:290
Ῥάβδῳ τύπτε ἄνδρα ἀκάρδιον·
「要用杖擊打無知(無心)之人;」
'Strike with a rod the man who lacks heart (understanding);'
2-1:291
σοφοὶ κρύψουσιν αἴσθησιν· καὶ πάλιν·
「智慧人隱藏知識。」又說:
'the wise will conceal knowledge.' And again:
2-1:292
Ἡ σοφία ἀνδρὶ τίκτει φρόνησιν· αὖθίς τε·
「智慧為人生出明達;」又說:
'Wisdom brings forth prudence for a man;' and again:
2-1:293
Στόμα δικαίου ἀποστάζει σοφίαν· καὶ, Γλῶσσαι σοφῶν ἰῶνται· καὶ, Ὁ συμπορευόμενος σοφοῖς σοφὸς ἔσται· εἶτα ἑξῆς·
「義人的口滴出智慧;」又說:「智慧人的舌頭能醫治人;」又說:「與智慧人同行的,必得智慧。」接著又說:
'The mouth of the righteous distills wisdom;' and, 'The tongues of the wise heal;' and, 'He who walks with the wise will be wise.' Then next:
2-1:294
Ζητήσεις σοφίαν παρὰ κακοῖς, καὶ οὐχ εὑρήσεις· καὶ μεθ' ἕτερα·
「你在惡人中尋求智慧,卻尋不見。」再往下又說:
'You will seek wisdom among the evil, and you will not find it.' And after other things:
2-1:295
Σοφία πανούργων ἐπιγνώσεται τὰς ὁδούς·
「狡猾人的智慧,能認清自己的道路;」
'The wisdom of the crafty will discern its own ways;'
2-1:296
φόβος Κυρίου, παιδεία καὶ σοφία· αὖθίς τε·
「敬畏主,就是訓誨與智慧。」又說:
'the fear of the Lord is instruction and wisdom;' and again:
2-1:297
Νεοσσοῖς αἱρετώτεραι χρυσίου·
「對年少者而言,比黃金更為可取——」
'More desirable to the young than gold —'
2-1:298
νεοσσιαὶ δὲ φρονήσεως, ὑπὲρ . ἀργύριον. Εἰ, κατὰ αἱρετικοὺς, τοὺς ἀποθραύοντας τῆς Χριστιανῆς πίστεως τὸ κεφάλαιον, μᾶλλον δὲ πᾶσαν προαιρουμένους, ὅσον τὸ ἐπ' αὐτοῖς, ἡ δημιουργὸς Σοφία ἔφη·
「而明達的雛兒,也勝過銀子。」若照異端的說法——那些斬斷基督信仰要義的人,或者更確切地說,就他們而言是意圖將整個信仰盡數摧毀的人——若說這位「創造的智慧」是在說這話,
'— and the broods of prudence, more than silver.' If, according to the heretics — those who sever the head (chief article) of the Christian faith, or rather, so far as it lies with them, choose to destroy it in its entirety — the creator Wisdom said this,
2-1:299
τίνας αὐτῆς νεοσσοὺς νοήσομεν; Καὶ πάλιν·
那麼我們該把哪些人理解為她的「雛兒」呢?又說:
then which are we to understand as her fledglings? And again:
2-1:300
Οὐ χρείαν ἔχει σοφίας ἐνδεὴς φρενῶν· αὖθίς τε·
「心竅不足的人,無需智慧;」又說:
'He who lacks understanding has no need of wisdom;' and again:
2-1:301
Κόσμος νεανίσκοις σοφία· καὶ πάλιν·
「智慧是少年人的妝飾;」又說:
'Wisdom is an ornament to young men;' and again:
2-1:302
Γενεᾶς σοφίας, φόβος Κυρίου. Ποίαν κἀνταῦθα γενεὰν δώσουσι τῷ Δημιουργῷ, εἰ αὐτὸς περὶ ἑαυτοῦ ἐφθέγξατο, Κύριος ἔκτισέ με; Καὶ ἐν τοῖς ἑξῆς φησι·
「敬畏主,是智慧之族類。」那麼在這裡,他們又要如何為「創造者」安上一個族類呢?倘若祂自己論到自己竟說:「主造了我」?接著經上又說:
'The fear of the Lord belongs to the generation of wisdom.' What sort of generation, then, will they here assign to the Creator, if he himself spoke concerning himself, 'The Lord created me'? And in what follows he says:
2-1:303
Μετὰ σοφίας οἰκοδομεῖται οἶκος, καὶ μετὰ συνέσεως ἀνορθοῦται πόλις· εἶτα·
「房屋因智慧建造,城因聰明立穩;」接著說:
'With wisdom a house is built, and with understanding a city is set upright;' then:
2-1:304
Κρεῖσσον σοφὸς ἰσχυροῦ. Ταῦτα οὖν πάντα περὶ τῆς ἐν κόσμῳ σοφίας
「智慧人勝過勇士。」這一切所說的,都是世間的智慧。
'A wise man is better than a strong man.' All these things, then, are said concerning the wisdom that is in the world.
2-1:305
Ὅταν γὰρ περὶ τῆς σοφίας τοῦ Θεοῦ Πατρὸς, καὶ τοῦ μονογενοῦς καὶ ἀληθινοῦ Υἱοῦ Λόγου μνημονεύῃ ἐν αὐταῖς ταύταις ταῖς Παροιμίαις, ὑπερφυῶς καὶ ὥσπερ ὑπ' ἐκπλήξεως θαυμάζων ἀναφθέγγεται ταυτί·
因為每當這同一卷《箴言》提到天父神的智慧,以及那獨生而真實的聖子——道——之時,經上便以超乎尋常、彷彿驚歎不已的口吻高聲說道:
For whenever, in these very Proverbs, [Scripture] makes mention of the wisdom of God the Father and of the only-begotten and true Son the Word, it cries out these things in an extraordinary manner, as though marveling in astonishment:
2-1:306
Ὁ Θεὸς ἐδίδαξέ με σοφίαν, καὶ γνῶσιν ἁγίων ἔγνωκα·
「神教導我智慧,我也認識了聖者的知識;」
'God taught me wisdom, and I have known the knowledge of holy things;'
2-1:307
Τίς ἀνέβη εἰς οὐρανὸν καὶ κατέβη; τίς συνήγαγεν ἀνέμους ἐν κόλπῳ; τίς συνέστρεψε τὸ πᾶν ὕδωρ ἐν ἱματίῳ; τίς ἐκράτησε πάντων τῶν ἄκρων τῆς γῆς; τί ὄνομα αὐτῷ; ἢ τί ὄνομα τῷ τέκνῳ αὐτοῦ, ἵνα γνῷς; ὁ Καὶ τὸ ἔχειν δὲ, Πρὸ πάντων βουνῶν γεννᾷ με, ὡς περὶ τῆς ἐν ἡμῖν κτιστῆς λέγει σοφίας, ὅτι δημιουργικῶς γεγέννηται, καὶ, ὡς εἰπεῖν, ἐφ' ἑκάστης μετὰ ἑκάστου σοφοῦ συντίκτεται
「誰曾升天又降下來?誰曾將風聚在懷中?誰曾將眾水裹在衣裡?誰曾立定地的四極?他的名是什麼?他兒子的名又是什麼?你知道嗎?」至於「祂在諸山之先就生了我」這句話,說的乃是我們裡面那受造的智慧:意即它是以創造的方式而生,可以說,每逢有一位智慧人誕生,它便隨之一同「誕生」。
'Who has ascended into heaven and come down? Who has gathered the winds in his bosom? Who has bound up all the water in a garment? Who has grasped all the ends of the earth? What is his name, or what is the name of his child, that you may know?' As for the phrase 'He begets me before all the hills,' this speaks concerning the wisdom created in us, [meaning] that it is generated in a creative manner, and, so to speak, is co-engendered on every occasion together with each wise person.
2-1:308
Ὁ γὰρ Υἱὸς τοῦ Θεοῦ ἐγεννήθη συνυφεστὼς τῷ τεκόντι, ἅτε Λόγος, καὶ ἀπαύγασμα, καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ·
因為神的兒子是與生祂者共同存在(同具位格)而受生的,正如祂是「道」、是「光輝」、是「祂位格的真像」;
For the Son of God was begotten as co-subsisting with the one who begot him, inasmuch as he is the Word, the radiance, and the exact representation of his hypostasis;
2-1:309
Καὶ οὐ ταῦτα μόνον, ἀλλὰ καὶ Παροιμία ὄνομα τῇ βίβλῳ, ὡς οὐ πάντως ἀεὶ τὸ φαινόμενον, ἀλλ' ὅτι μάλιστα δι' ἑτέρου πράγματος, ἢ προσώπου ἕτερον σημαινούσῃ, καὶ ὅτι Σολομὼν παροιμιαστὴς, ἀλλ' οὐ προφήτης . ἐστίν
不僅如此,就連這卷書被稱為「箴言」這個名稱本身,也表明它所指的,往往並非總是表面所顯示的意思,而是最常藉著另一件事或另一位人物來指涉別的事;並且所羅門是箴言的作者,而非先知。
And not only this, but also the very name 'Proverbs' given to the book [indicates] that it does not always signify simply what appears on the surface, but rather, above all, signifies something else by means of another thing or person — and that Solomon is a proverb-maker, but not a prophet.
2-1:310
Περὶ ταύτης δὲ τῆς σοφίας, φημὶ τῆς ἐν τῇ κτίσει, ὅ τε σοφώτατος υἱὸς Σειρὰχ λέγει·
關於這智慧——我是指存在於受造界中的智慧——那位極有智慧的息拉之子(便西拉)也說:
Concerning this wisdom — I mean the wisdom that is within creation — the most wise son of Sirach also says:
2-1:311
Προτέρα πάντων ἔκτισται σοφία καὶ σύνεσις φρονήσεως ἐξ αἰῶνος· καὶ ἐπιφέρει τούτῳ·
「智慧受造,先於萬有,聰明的悟性也從太初而有;」接著他又補充說:
'Before all things wisdom was created, and the understanding of prudence from eternity;' and he adds to this:
2-1:312
Μετὰ πιστῶν ἐν μήτρᾳ συνεκτίσθη αὐτοῖς, καὶ μετὰ ἀνθρώπων θεμέλιον αἰῶνος ἐνόσσευσεν· ὅ τε Ἀπόστολος Κορινθίοις τὸ πρῶτον ἐπέστειλε τόνδε τὸν τρόπον·
「她與信實人一同在母腹中受造,也與世人一同築巢,作為世代的根基;」使徒寫給哥林多人的第一封書信中,也如此說道:
'With the faithful it was created together, in the womb, and with men it has nested as a foundation of the age;' and the Apostle, writing his first letter to the Corinthians, wrote in this manner:
2-1:313
Ἡ δὲ σοφία πόθεν εὑρέθη; ποῖος δὲ τόπος ἐστὶ τῆς φρονήσεως; καὶ ἑτέρωθι·
「但智慧從何處尋得?聰明之地又在哪裡?」別處又說:
'But wisdom — from where was it found? And what is the place of prudence?' And elsewhere:
2-1:314
Σοφία τοῦ πένητος ἐξουθενουμένη· καὶ, Οὗτος τῆς σοφίας ἐστὶ διορθωτής. Τινὲς δὲ τὸν γενεσιουργὸν ἐνόησαν ἐκ προσώπου τῆς κτιστῆς εἰρηκέναι σοφίας τὸ, Κύριος ἔκτισέ με. Πολλάκις γὰρ κτισμάτων πρόσωπον ὁ πάντων ὑποστάτης καὶ Σωτὴρ ἀναλαμβάνων διαλέγεται·
「窮人的智慧被人輕視;」又說:「這人是智慧的匡正者。」然而,有些人認為,是那「生成者」(創造主)藉著受造智慧的位格,說出了「主造了我」這句話。因為那使萬有得以立存的主、救主,常常是藉著承擔受造之物的位格來發言——
'The wisdom of the poor man is despised;' and, 'This one is the corrector of wisdom.' But some have understood that the Author of generation [the Creator] spoke, in the persona of created wisdom, the words 'The Lord created me.' For often the one who gives subsistence to all things, the Savior, converses by assuming the persona of created beings —
2-1:315
ὡς ὅταν ἐκ προσώπου τῆς ποτε διωχθείσης Ἐκκλησίας παρὰ Παύλου φάσκει·
就如祂曾以那一度被保羅逼迫的教會的位格發言說:
as when, in the persona of the Church once persecuted by Paul, he says:
2-1:316
Σαοὺλ, Σαοὺλ, τί με διώκεις; καὶ τοῖς εὖ ποιήσασιν·
「掃羅,掃羅,你為什麼逼迫我?」又對那些行善的人說:
'Saul, Saul, why do you persecute me?' And to those who did well:
2-1:317
Ἐπείνασα, καὶ ἐδώκατέ μοι φαγεῖν·
「我餓了,你們給我吃;」
'I was hungry, and you gave me something to eat;'
2-1:318
ἐδίψησα, καὶ ἐποτίσατέ με· καὶ ὅσα τοιαῦτα
「我渴了,你們給我喝;」諸如此類的話。
'I was thirsty, and you gave me drink;' and as many such sayings.
2-1:319
Ἰδίᾳ γὰρ ἐκλάμπων φιλανθρωπίᾳ, καὶ ὅλος ὢν ἀγαθότης, καὶ ὡς ὁ ἀπόστολος Ἰούδας ἔφη, μόνος Δεσπότης, φείδεται πάντων, καὶ ἰδιοποιεῖται τὰ εἰς τὰ ἔργα τῶν χειρῶν αὐτοῦ ἁμαρτήματα
因為祂本著自己的仁愛大放光輝,全然是良善本身,又如使徒猶大所說,是那唯一的主宰;祂憐恤萬有,並將那些加諸於自己手所造之工上的罪過,視為己身所受。
For, shining forth with his own love for mankind, being wholly goodness, and — as the apostle Jude said — the only Master, he spares all, and makes his own the sins committed against the works of his hands.
2-1:320
Καὶ μέντοι καὶ ἕτερα ἀνθρωπολογηθέντα περὶ τοῦ ἀνεφίκτου θείου εὑρήσομεν·
而且我們還會發現,另有一些以人的方式來描述那不可企及之神性的說法;
And indeed we shall find also other things spoken in human terms concerning the unapproachable Divine [nature];
2-1:321
ὡς ὅταν παραβολικῶς γράφει·
就如祂以比喻的方式所寫的:
as when he writes in parables:
2-1:322
Ἄνθρωπός τις ἦν οἰκοδεσπότης· καὶ πάλιν·
「有一個人是家主;」又說:
'A certain man was a householder;' and again:
2-1:323
Ἄνθρωπός τις ἦν ἔχων ἀμπελῶνα· καὶ ὡς ὅταν τὴν οὐράνιον βασιλείαν κόκκῳ σινάπεως καὶ σπόρῳ παρεικάζει
「有一個人有一個葡萄園;」又如祂將天國比作芥菜種和撒下的種子。
'A certain man had a vineyard;' and as when he compares the kingdom of heaven to a grain of mustard seed and to sown seed.
2-1:324
Εἰ δὲ καὶ συγχωρητέον τὸ μὴ ἐκ προσώπου τῆς ἐν ἡμῖν σοφίας Σολομῶνα γεγραφέναι, ἀλλ' οὖν νοητέον ἐκ προσώπου τῆς σοφῆς καὶ ἀπερινοήτου ἐνανθρωπήσεως, οὐχ ἅπαξ δὲ περὶ τῆς ἀνάρχου καὶ ἀθεωρήτου φύσεως τοῦ μονογενοῦς Θεοῦ εἰρηκέναι
但即便必須承認所羅門並非以我們裡面那種智慧的位格而寫,那也應當理解為:他乃是以那智慧且不可思議的「成為人」(道成肉身)之位格而寫,並非哪怕一次是論到那獨生神那無始且不可觀見的本性而說的。
But even if it must be granted that Solomon did not write in the persona of the wisdom that is within us, it must nevertheless be understood as [written] in the persona of the wise and inconceivable incarnation, and that he has not spoken even once concerning the unoriginate and uncontemplated nature of the only-begotten God.
2-1:325
Οὐκ αὐτοτελῶς γὰρ ἔφη, Ἔκτισέ με, ἀλλ', εἰς ἔργα αὐτοῦ· ὡσεὶ ἔλεγεν·
因為經文並非單純地說「祂造了我」,而是說「為要成就祂的諸般工作」;彷彿是在說:
For he did not say absolutely, 'He created me,' but 'for his works' — as if he were saying:
2-1:326
Ἔκτισέ με, ὅτε εἰς ἀνθρώπους τὰ ἔργα αὐτοῦ ἐγενόμην, ἢ κατεσκήνωσα σαρκωθεὶς ἐξ αὐτῶν
「祂造了我,是在我為了祂的工作、來到世人中間的時候,或說,是在我從他們(世人)取了肉身、支搭帳幕(住在其中)的時候。」
'He created me when, for the sake of his works, I came to be among men, or [when] I tabernacled, having been made flesh out of them.'
2-1:327
Ὁ γὰρ ὢν, καὶ προὼν, καὶ μὴ δι' ἑαυτὸν, δι' ἄλλους δὲ γενόμενος, ἐκεῖνο . πῶς ἔστι νοῆσαι, δι' οὓς καὶ καθ' οὓς ἐγένετο; Ὡς τὸ ἀνάπαλιν ἐκεῖνοι εὑρίσκονται τρόπον τινὰ, ὅ ἐστιν ὁ δι' αὐτοὺς γενόμενος κατ' αὐτούς
因為對於那位「自有永有者」、那位「先存者」,並非為自己、乃是為了別人而「成為」的那一位而言——就其所為、所依之人而言,那「成為」之狀態該如何理解呢?反倒彷彿是那些人,在某種意義上,竟成了那位為他們、且照著他們的樣式而「成為」者本身。
For as to him who is, who pre-exists, and who came to be not for his own sake but for the sake of others — how can that be conceived, with reference to those for whose sake, and according to whose condition, he came to be? It is as though, conversely, those others are found, in a certain manner, to be that very thing which he — having come to be for their sake — became according to them.
2-1:328
Τοιγαροῦν ἐν μορφῇ Θεοῦ ὑπάρχων, μορφὴν ἔλαβε δούλου·
所以,祂本有神的形像,卻取了奴僕的形像;
Therefore, existing in the form of God, he took the form of a servant;
2-1:329
ἡμεῖς τε ἐγενόμεθα κατ' εἰκόνα τοῦ κτίσαντος ἡμᾶς, ὡς ἐδίδαξε Παῦλος
而我們則是照著造我們者的形像而被造,正如保羅所教導的。
and we came to be according to the image of him who created us, as Paul taught.
2-1:330
Ἢ ἄρα καὶ τῇ ἔκτισε λέξει ἐνταῦθα ἀντὶ τοῦ, κατέστησεν, ἢ, κατέταξεν, ἐχρήσατο, ὅτε ὁμοῦ ἐπί τε τῶν χερουβὶμ καὶ ἐν φάτνῃ ἦν, ὡς τὰ περὶ τῆς ἐνανθρωπήσεως αὐτοῦ αἰνιγματωδῶς δηλῶν προεῖπεν·
或者,祂在此處使用「造」這個字,也可能是用來代替「立」或「安置」之意——當祂同時既在基路伯之上、又在馬槽之中之時,祂便已用隱晦的方式,預先說明了有關祂成為人的事,說道:
Or perhaps here too he used the word 'created' in place of 'appointed' or 'ordained,' since he was at once both upon the cherubim and in the manger — as he foretold beforehand, in riddling fashion, the things concerning his incarnation, saying:
2-1:331
Ἐγὼ δὲ κατεστάθην βασιλεὺς ὑπ' αὐτοῦ ἐπὶ Σιὼν ὅρος τὸ ἅγιον αὐτοῦ· καὶ ὡς ὁ Ὑμνολόγος ψάλλει·
「我已被祂立為王,在錫安祂的聖山上;」又如那位詩人所唱:
'But I have been established as king by him upon Zion, his holy mountain;' and as the Psalmist sings:
2-1:332
Ὁ Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο· καίτοι ἀϊδίως προϋπῆρχε βασιλεὺς βασιλευόντων, εὐπρέπειαν ἀκατάληπτον ἔχων
「主作王了,祂以尊榮為衣穿上」——雖然祂其實是永恆地先存為萬王之王,本就擁有那不可思議、不可理解的尊榮。
'The Lord has reigned, he has clothed himself with majesty' — although he pre-existed eternally as King of kings, possessing an incomprehensible majesty.
2-1:333
Ὁμοίως οὐκ εἶπεν, ἐν ἀρχῇ, ἢ, πρὸ ἀρχῆς ὁδῶν αὐτοῦ, ἀλλ' ἀρχὴν ὁδῶν αὐτοῦ. Ὥστε πάλιν τῆς ἐνανθρωπήσεως αὐτοῦ ἀρχὴν προλέγεσθαι, καὶ οὐ τὴν φύσιν τῆς ἀνάρχου αὐτοῦ θεότητος
同樣地,經上並未說「在起初」,或「在祂道路的起頭之前」,而是說「祂道路的起頭」。由此可見,這裡所預先說的,乃是祂成為人的開端,而非祂那無始神性的本性。
Likewise, he did not say 'in the beginning,' or 'before the beginning of his ways,' but 'the beginning of his ways.' So that, once again, it is the beginning of his incarnation that is foretold here, and not the nature of his unoriginate divinity.
2-1:334
Ἀπολεσάντων γὰρ τῶν ἀνθρώπων τὴν ὁδὸν τὴν ἄγουσαν πρὸς Θεὸν, αὐτὸς ἡμῖν ἐν τῇ οἰκονομίᾳ ὁδὸς ἐγένετο πρόσφατος καὶ ζῶσα·
因為當世人失去那通往神的道路時,祂自己就在這經綸(救恩計畫)之中,為我們成為一條嶄新而活潑的道路;
For when men had lost the way that leads to God, he himself, in the dispensation, became for us a way both new and living;
2-1:335
καὶ ὃν τρόπον διὰ τὴν ἐν σαρκὶ οἰκονομίαν εἶπεν·
並且照著因肉身經綸之故,祂曾說:
and in the manner that, because of the dispensation in the flesh, he said:
2-1:336
Ἐγώ εἰμι ἡ ὁδός· καὶ πάλιν·
「我就是道路;」又說:
'I am the way;' and again:
2-1:337
Οὐδεὶς ἔρχεται πρὸς τὸν Πατέρα, εἰ μὴ δι' ἐμοῦ, τοῦτ' ἔστι διὰ τῆς εἰς τὴν ἐμὴν ἐνανθρώπησιν πίστεως βαδίσῃ·
「若不藉著我,沒有人能到父那裡去;」意即:唯有藉著相信我成為人這件事而行走前進,方能到父那裡去;
'No one comes to the Father except through me' — that is, unless he walks by faith in my incarnation;
2-1:338
δι' αὐτὴν ἔφη καὶ τὸ, Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ. Ἐτέχθη γὰρ, ἐκ μὲν τῆς ὑποστάσεως τοῦ Πατρὸς, ἀνάρχως, ἀφράστως·
正是因著這緣故,祂才說:「主造我,作祂道路的開端。」因為祂的誕生有二端:就從父的位格而生而言,是無始且不可言喻地誕生;
it was because of this that he also said, 'The Lord created me [as] the beginning of his ways.' For he was born: from the hypostasis of the Father, without beginning, ineffably;
2-1:339
ἐκ δὲ τῆς ἀμιάντου Παρθένου, τῷ μὲν προειδέναι πάντα ὡς Θεὸς, καὶ τῷ προορίσαι τὴν οἰκονομίαν, πρὸ τοῦ αἰῶνος καθὰ ἐπιστέλλουσιν, Παῦλος μὲν Κολοσσαεῦσιν·
而就從無玷童女而生而言:由於祂身為神,是預先知曉萬事,並在萬世以先,已預先定下這救恩經綸——正如眾使徒在書信中所寫;保羅寫給歌羅西人便說:
but from the undefiled Virgin — since as God he foreknew all things, and had foreordained the dispensation before the age, as [the apostles] write in their epistles: Paul, on the one hand, to the Colossians:
2-1:340
Τὸ μυστήριον τοῦτο, τὸ ἀποκεκρυμμένον πρὸ τῶν αἰώνων καὶ ἀπὸ τῶν γενεῶν, νῦν ἐφανερώθη τοῖς ἁγίοις αὐτοῦ· Πέτρος δὲ ἐν τῇ πρώτῃ Ἐπιστολῇ περὶ τοῦ Χριστοῦ·
「這奧祕,從萬世萬代以來一直隱藏,如今卻向祂的聖徒顯明了。」彼得則在第一封書信中論到基督說:
'This mystery, which was hidden before the ages and from the generations, has now been made manifest to his saints;' and Peter, in his first Epistle, concerning Christ:
2-1:341
Προεγνωσμένου μὲν πρὸ καταβολῆς κόσμου, φανερωθέντος δὲ ἐπ' ἐσχάτων τῶν χρόνων, τῷ δὲ πράγματι, ὅτε ἐπέφανεν ἐξ ὕψους τοῖς ἐν σκότει καὶ σκιᾷ θανάτου ποτὲ καθεσθεῖσιν·
「祂固然是在創世以前就被預知,卻在這末後的世代才顯現出來」——事實上,正是當祂從高天顯現,光照那曾坐在黑暗中、死蔭之地的人們之時。
'Foreknown indeed before the foundation of the world, but manifested in the last times' — and in fact, when he appeared from on high to those who had once sat in darkness and in the shadow of death.
2-1:342
ὅτε λίθος παραβολικῶς ὠνομάσθη·
當他被比喻性地稱為『磐石』的時候;
When he was figuratively called a stone;
2-1:343
ὅτε ἐγένετο ἀρχὴ ὁδῶν καὶ θεμέλιος ἡμῶν·
當他成為『諸道之始』與我們的『根基』的時候;
When he became the beginning of ways and our foundation;
2-1:344
ᾧτινι θεμελίῳ καὶ λίθῳ ἐπιμαρτυροῦσιν οὕτως, Παῦλος μὲν γράφων Κορινθίοις τὸ πρῶτον·
對於這根基與磐石,經上如此見證:保羅在寫給哥林多人的第一封書信中說:
To this foundation and stone they bear witness thus: Paul, writing to the Corinthians in his first epistle:
2-1:345
Θεμέλιον γὰρ οὐδεὶς δύναται θεῖναι παρὰ τὸν κείμενον, ὅς ἐστιν Ἰησοῦς Χριστός. Ἀρχὴν δὲ τοῦ καλεῖσθαι Χριστὸς Ἰησοῦς ἐν τῇ ἐνανθρωπήσει ἔλαβεν
「因為根基,除了那已經立好的以外,沒有人能立別的,那根基就是耶穌基督。」而『基督耶穌』這稱呼的開始,是他在成為人的時候才有的,
'For no one can lay a foundation other than the one that is laid, which is Jesus Christ.' And he took the beginning of being called Christ Jesus at the incarnation,
2-1:346
Ἕξεις υἱὸν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν Οὗτος ἔσται μέγας, καὶ Υἱὸς Ὑψίστου κληθήσεται· καὶ μεθ' ἕτερα·
「你將懷孕生子,要給他起名叫耶穌;這人將要為大,稱為至高者的兒子。」此後又說:
'You shall conceive and bear a son, and you shall call his name Jesus. He will be great, and will be called Son of the Most High'; and after other things:
2-1:347
Διὸ καὶ τὸ γεννώ . μενον ἅγιον, κληθήσεται Υἱὸς Θεοῦ. Πέτρος δὲ Ῥωμαίους·
「因此,那所生的聖者,也要稱為神的兒子。」彼得則對羅馬人說:
'Therefore also the holy thing that is begotten shall be called Son of God.' And Peter, to the Romans:
2-1:348
Ἰδοὺ τίθημι ἐν Σιὼν λίθον προσκόμματος, καὶ πέτραν σκανδάλου·
「看哪,我在錫安放一塊絆腳的石頭,並跌人的磐石;」
'Behold, I lay in Zion a stone of stumbling and a rock of offense;'
2-1:349
καὶ πᾶς ὁ πιστεύων ἐπ' αὐτῷ οὐ καταισχυνθήσεται. Αἱ δὲ Πράξεις τῶν ἀποστόλων·
「凡信靠他的,必不至於羞愧。」而《使徒行傳》說:
'and everyone who believes on him shall not be put to shame.' And the Acts of the Apostles:
2-1:350
Οὗτος, φησὶν, ἐστὶν ὁ λίθος ὁ ἐξουθενηθεὶς ὑφ' ὑμῶν τῶν οἰκοδόμων, ὁ γενόμενος εἰς κεφαλὴν γωνίας, καὶ οὐκ ἔστιν ἐν ἄλλῳ οὐδενὶ ἡ σωτηρία. Ἐπιτήρησον, ὡς εἰ μὴ μία θεότης καὶ δύναμίς ἐστι τῆς ἁγίας Τριάδος, οὐδὲ παρὰ τῷ Πατρὶ ἡ σωτηρία
經上說:「這位,就是被你們匠人所棄的石頭,已成了房角的頭塊石頭,除他以外,別無拯救。」由此當留意:倘若聖三一並非同一神性、同一大能,那麼救恩也就不在於父那裡了。
'This,' it says, 'is the stone which was rejected by you the builders, which has become the head of the corner, and there is salvation in no one else.' Observe that, unless the Godhead and power of the Holy Trinity are one, salvation would not belong to the Father either.
2-1:351
Ἵλεως δὲ ἡμῖν ἔστω ἡ ἁγία Τριάς
願聖三一憐憫我們。
May the Holy Trinity be gracious to us.
2-1:352
Καὶ μέντοι καὶ Δανιὴλ λίθον ἑώρακεν ἐξ ὄρους τμηθέντα ἄνευ χειρῶν ὅς ἐστιν ὁ ἐκ Μαρίας γεννηθεὶς ἄνευ ῥεύσεως καὶ ἐργασίας ἀνδρὸς, καὶ λεπτύνοντα τὴν εἰκόνα, τοῦτ' ἔστι τὸν κόσμον ἀπὸ τῆς παχύτητος τοῦ νοῦ, καὶ τῆς χυδαιότητος, ᾗ συνέζη
此外,但以理也曾看見一塊石頭,非人手所鑿,從山而出;這石頭就是那從馬利亞所生、未經血肉之欲與男子之工而誕生的那一位;他把那像磨得粉碎——那像即是這世界——使之脫離心思的粗鈍,以及它所久居的粗俗。
And indeed Daniel also saw a stone cut from a mountain without hands, which is he who was born of Mary without flux and the agency of a man, and which ground the image to powder — that is, the world — freeing it from the coarseness of mind and the vulgarity with which it had lived.
2-1:353
Καὶ τί θαυμάζομεν, εἰ ὑπὲρ λόγον καὶ νοῦν σωτήριον πρᾶγμα πρὸ αἰώνων τῇ θείᾳ προγνώσει ἐγένετο; Ὅπου γε καὶ ἡμᾶς τῇ ἀφράστῳ ταύτῃ προγνώσει καὶ δυνάμει πρὸ τῶν αἰώνων ἐκτίσθαι καὶ σεσῶσθαι λέγει ὁ Ἀπόστολος, γράφων τοιῶσδε Ἐφεσίοις μέν·
我們何必驚訝,一件超乎言語與理智的救恩之事,竟在萬世以先就藉著神聖的預知而成就呢?既然使徒也說,我們同樣是藉著這不可言喻的預知與大能,在萬世以先受造並得救的;他寫給以弗所人如此說:
And why do we marvel that a saving matter beyond reason and understanding came to be before the ages by divine foreknowledge, seeing that the Apostle says that we too were created and saved before the ages by this ineffable foreknowledge and power, writing thus to the Ephesians:
2-1:354
Ἐξελέξατο ἡμᾶς ἑαυτῷ πρὸ καταβολῆς κόσμου εἶναι ἁγίους καὶ ἀμώμους κατ' ἐνώπιον αὐτοῦ ἐν ἀγάπῃ, προορίσας ἡμᾶς εἰς υἱοθεσίαν· Τιμοθέῳ δέ·
「他在創世以前,就在愛中揀選了我們,使我們在他面前成為聖潔、無有瑕疵,又預定我們藉耶穌基督得兒子的名分。」而對提摩太則說:
'He chose us for himself before the foundation of the world, that we should be holy and blameless before him in love, having predestined us to adoption as sons.' And to Timothy:
2-1:355
Κατὰ δύναμιν Θεοῦ τοῦ σώσαντος ἡμᾶς, καὶ καλέσαντος κλήσει ἁγίᾳ, οὐ κατὰ τὰ ἔργα ἡμῶν, ἀλλὰ κατὰ ἰδίαν πρόθεσιν καὶ χάριν, τὴν δοθεῖσαν ἡμῖν ἐν Χριστῷ Ἰησοῦ πρὸ χρόνων αἰωνίων, φανερωθεῖσαν δὲ νῦν διὰ τῆς ἐπιφανείας τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ
「是照著神的大能;他救了我們,以聖召召我們,不是按我們的行為,乃是按他自己的旨意和恩典;這恩典是萬古之先,在基督耶穌裡賜給我們的,如今卻藉著我們救主耶穌基督的顯現,才彰顯出來。」
'According to the power of God, who saved us and called us with a holy calling, not according to our works, but according to his own purpose and grace, which was given to us in Christ Jesus before eternal ages, but has now been made manifest through the appearing of our Savior Jesus Christ.'
2-1:356
Πολλὰ γὰρ, τοῦτο μὲν μέλλοντα γίνεσθαι, ὡς ἤδη γενόμενα·
因為有許多事,一方面是將要發生的,卻被說成好像已經發生了一般;
For there are many things which, though about to happen, are spoken of as already having happened;
2-1:357
τοῦτο δὲ καὶ γενόμενα, ὡς ἔτι γινόμενα, ἢ ἐσόμενα, προλέγειν εἴωθε τὸ πάντα εἰδὸς καὶ δυνάμενον Πνεῦμα ἅγιον·
另一方面,已經發生的事,卻仍被說成正在發生,或將要發生——那無所不知、無所不能的聖靈,向來慣常如此預先宣講;
and others, though already having happened, are spoken of as still happening or as yet to happen — such is the custom of the Holy Spirit, who knows and is able to do all things, in foretelling them;
2-1:358
οὐχ ἥκιστα δὲ καὶ τὰ περὶ τὴν ἄφθεγκτον οἰκονομίαν, ὡς παρῳχηκότα, πρινὴ γένηται διηγόρευσεν·
尤其是那論及不可言傳之救贖計畫的事,在尚未成就之先,就已被宣告為彷彿已經過去了一般;
and not least, it has declared the matters concerning the ineffable dispensation as things already past, before ever they came to be;
2-1:359
ὡς ὅταν ὁ Δεσπότης, οὔπω γενόμενος σὰρξ, λέγῃ ἐν καʹ ψαλμῷ·
正如主,在尚未成為肉身之時,於第二十一篇詩篇中說:
as when the Master, not yet having become flesh, says in the twenty-first Psalm:
2-1:360
Ὤρυξαν χεῖράς μου καὶ πόδας μου· καὶ πάλιν·
「他們扎了我的手、我的腳;」又說:
'They pierced my hands and my feet'; and again:
2-1:361
Διεμερίσαντο . τὰ ἱμάτιά μου ἑαυτοῖς, καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον· καὶ ἐν ριζʹ·
「他們分了我的外衣歸自己,又為我的裡衣拈鬮;」又在第一百一十七篇詩篇說:
'They divided my garments among themselves, and cast lots for my clothing'; and in the hundred and seventeenth Psalm:
2-1:362
Λίθον, ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας, καὶ ἔσται θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν· καὶ Ἡσαΐας·
「匠人所棄的石頭,已成了房角的頭塊石頭;這在我們眼中看為希奇。」以賽亞又說:
'The stone which the builders rejected has become the head of the corner, and it is marvelous in our eyes'; and Isaiah:
2-1:363
Παιδίον ἐγεννήθη ἡμῖν. Λέγει τὸ μηδέπω τεχθέν
「有一嬰孩為我們而生。」——他所指的,是那尚未誕生的那一位。
'A child was born to us' — he speaks of him who had not yet been born.
2-1:364
Ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη· καίτοι οὐδέπω ἦν ἐκ Μαρίας τεχθεὶς ὁ ἀμνός
「他像羊被牽到宰殺之地。」——然而那時羔羊尚未從馬利亞所生。
'He was led as a sheep to the slaughter' — and yet the Lamb had not yet been born of Mary.
2-1:365
Ἴδομεν αὐτὸν, καὶ οὐκ εἶχεν εἶδος, οὐδὲ κάλλος. Καὶ μὴν μετὰ πολλὰς γενεὰς ὤφθη τοιοῦτος ἐν τῷ σωτηρίῳ πάθει
「我們見過他,他沒有佳形,也沒有美容。」——然而這是過了許多世代之後,在他救贖性的受難中,他才如此顯現的。
'We saw him, and he had no form nor comeliness' — and yet it was only after many generations that he appeared thus, in his saving Passion.
2-1:366
Τὰς νεομηνίας ὑμῶν, καὶ τὰ Σάββατα ὑμῶν, καὶ τὰς ἑορτὰς μισεῖ ἡ ψυχή μου. Ἐμίσησε δὲ πολλῷ ὕστερον, ὅτε δὴ ἐνηνθρώπησεν, καὶ τὴν Καινὴν Διαθήκην ἡμῖν διέθετο
「你們的月朔、你們的安息日,並你們的節期,我心裡恨惡。」——然而他恨惡這些,是在許久之後,就是當他成為人、並與我們立下新約的時候。
'My soul hates your new moons, your Sabbaths, and your feasts' — yet he hated them much later, namely when he became man and established for us the New Covenant.
2-1:367
Καὶ τὰ παρελθόντα δὲ, ὡς ἐνεστῶτα, καθὰ εἴρηται, διηγεῖται, ὡς ὅταν φράζῃ·
而過去的事,也如前面所說,被敘述得彷彿正在發生一般,正如經上宣告:
And things past, too, as has been said, it narrates as present, as when it declares:
2-1:368
Ὁ ποιῶν Πλειάδα καὶ Ἕσπερον· καὶ, Ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα· ἀντὶ τοῦ, ὁ ποιήσας
「那造昴星與長庚星的;」又說:「他以他的使者為靈;」——即「造了」之意。
'He who makes the Pleiades and the Evening Star'; and, 'He who makes his angels spirits' — instead of, 'he who made.'
2-1:369
Καὶ, Ὁ θεμελιῶν τὴν γῆν ἐπὶ τὴν ἀσφάλειαν αὐτῆς· ὅ ἐστιν, ὁ θεμελιώσας
又說:「那將大地立在其穩固根基上的;」——即「立了根基」之意。
And, 'He who founds the earth upon its stability' — that is, 'he who founded it.'
2-1:370
Δι' ἃ δὴ ἐπάναγκες, εἰ μὴ εἰς τὴν ἐν τοῖς ἐπιτηδεύμασιν ἡμῶν σοφίαν, εἰς γοῦν τὴν δεσποτικὴν ἀναμάρτητον σάρκωσιν, τὴν ἐκκειμένην Παροιμίαν φέρειν, οὐδαμῶς δὲ εἰς τὸν τῆς ἀῤῥήτου θείας φύσεως Υἱὸν Λόγον, τὸν δι' οὗ, καὶ παρ' οὗ, καὶ ἐν ᾧ πάντα κατεκοσμήθη
因此之故,這段所提出的箴言,勢必須被歸於我們行事所顯的智慧;若非如此,也至少當歸於主無罪的道成肉身,而絕不可歸於那出於不可言喻之神聖本性的聖子、道——就是萬有藉著他、出於他、且在他裡面得以安排有序的那一位。
For these reasons it is therefore necessary to refer the Proverb here set forth, if not to the wisdom shown in our own pursuits, then at least to the sinless incarnation of the Master, and in no way to the Son, the Word, of the ineffable divine nature — he through whom, and from whom, and in whom all things were set in order.
2-1:371
Τὸ γὰρ εἰπεῖν, Κύριος ἔκτισέ με, καὶ τὸ ἐπαγαγεῖν, Πρὸ δὲ πάντων βουνῶν γεννᾷ με, ἴσον ἐστὶ τῷ λέξαι·
因為說「主造了我」,接著又說「在萬嶺之先,他生了我」,這等於是說:
For to say, 'The Lord created me,' and then to add, 'and before all the hills he begets me,' is equivalent to saying:
2-1:372
Ὄντα με ἐξ αὐτοῦ συνυφεστώτως ἔκτισεν ὕστερον, καθὸ θελήσει αὐτοῦ ἐκοινώνησα ἀτρέπτως, ἀναμαρτήτως, ἀνθρώποις τῆς φύσεως, ὡς πρὸ βραχέος εἴρηται
「我本與他同存、出於他,後來他卻造了我,就是照著他自己的旨意,使我毫無改變、毫無罪咎地與人的本性相通」,正如稍前所說的那樣。
'Though I subsisted together with him from him, he later created me, in that, by his own will, I came to share, without change and without sin, in the nature of men,' as has been said a little before.
2-1:373
Πρὸ δὲ πάντων βουνῶν ἐγέννησεν ἀπαθῶς, καὶ ἀνάρχως, καὶ ἀῤῥήτως, διότι ὑπὲρ τὸ ἀσώματον ἡ θεότης
「但在萬嶺之先,他生了」我——這是無苦無難地、無始地、不可言喻地而生,因為神性超乎一切無形之物之上。
'But before all the hills he begot' me — impassibly, without beginning, and ineffably, because the Godhead is beyond even the incorporeal.
2-1:374
Τὸ γὰρ πρὸ μάλιστα ἐπὶ αὐτῆς τυγχάνει ἀόριστον, ἔτι δὲ καὶ ὁ δὲ σύνδεσμος τοῦτο παρίστησιν
因為「先」這個詞,尤其用在論及此事之時,本身乃是無限定的;而且那個「而」的連接詞,也正表明了這一點。
For the word 'before,' when applied especially to it, proves to be without limit; and moreover the connecting particle 'but' also establishes this.
2-1:375
Εἰ γὰρ καὶ ἔκτισεν, πῶς ἐγέννησεν; Εἰ δὲ ἐγέννησεν, πῶς ἔκτισεν; Τὸ μὲν γὰρ κτίσμα εἴποι τις ἂν τοῦ κτίσαντος γέννημα, ὡς ἡμεῖς ἠκούσαμεν, υἱοὶ Ὑψίστου·
若他造了,怎能又生了?若他生了,又怎能造了呢?受造之物,人固然可以稱之為造者的產物,正如我們自己也被稱為「至高者的兒子」;
For if he also created, how did he beget? And if he begot, how did he create? For one might call a creature the offspring of its creator, as we ourselves have been called 'sons of the Most High';
2-1:376
τὸ δὲ ὄντως γέννημα οὐκ ἄν ποτε τοῦ γεννήσαντος κτίσμα κληθείη
但那真正的所生者,卻絕不能被稱為生者的受造物。
but that which is truly a begotten offspring could never be called a creature of the one who begot it.
2-1:377
Οὔπω γὰρ ἕως σήμερον ἴσμεν τοῦτο λεχθέν
因為直到今日,我們仍未曾聽聞有這樣的說法。
For to this day we have never yet known this to have been said [of a begotten offspring].
2-1:378
ἀρίστοις ἐπιτηδεύμασι σοφίαν πανταχόθεν εὑρίσκεσθαι, τὸ, Κύριος ἔκτισεν, εἰρηκυῖαν·
──〔眾所周知的乃是〕:智慧是藉著最美善的德行,隨處可尋得的;經上既說「主造了」,所指便是此意;
— [what is well known, rather, is that] wisdom is found everywhere through the best of pursuits, [when Scripture], having said 'the Lord created,' [means this];
2-1:379
ὥστε καὶ κατὰ βιαίαν ἐκδοχὴν τὸν γενόμενον σύμμορφον τῇ ἀνθρωπότητι
以致即使按著勉強的解釋,〔所指的〕也是那與人性相符合而生的那一位。
so that, even by a forced interpretation, it is he who became conformed to humanity [that is meant].
2-1:380
Τῷ γὰρ τῆς θείας προγνώσεως ὅρῳ πρὸ πάσης κτίσεως ἐγένετο οὗτος, κτίσιν δὲ καταχρηστικῶς τὴν ἀνθρωπότητα, καθὰ καὶ τὴν ἐν κόσμῳ σοφίαν ὀνομάζει, δι' ὧν λέγει ὁ Παῦλος·
因為按著神聖預知的定旨,這一位是在一切受造之先就已存在;而經上把「人性」稱為「受造」,不過是通俗的用法,正如它也如此稱呼世上的智慧一般——這見於保羅所說的這些話:
For by the decree of divine foreknowledge this one came to be before all creation; and Scripture calls humanity 'creation' only in a loose sense, just as it also names worldly wisdom thus, through the words in which Paul says:
2-1:381
Ὑποτάγητε πάσῃ κτίσει ἀνθρωπίνῃ διὰ τὸν Κύριον, εἴτε βασιλεῖ, ὡς ὑπερέχοντι, εἴτε ἡγεμόσιν, ὡς δι' αὐτοῦ πεμπομένοις. . Καὶ μέντοι τὸ εἰπεῖν·
「你們為主的緣故,要順服人的一切制度;或是在上的君王,因他為尊;或是官長,因他是君王所派遣的。」再者,若說:
'Submit yourselves to every human institution for the Lord's sake, whether to the king as supreme, or to governors as sent by him.' And indeed, to say:
2-1:382
Ὁ δεῖνα τυχὸν ἔκτισε τόδε, ἢ ἐποίησεν ἐπίσκοπον, ἢ κλῆρον, ἢ στρατόπεδον, οὐκ οὐσίαν ἐκ μὴ ὄντων παρῆχθαι σημαίνει, καίτοι ὁμώνυμον ἔχοντα λέξιν·
「某某人造了這個」,或「立了某人作主教」,或「設立了聖職」,或「編組了軍隊」,這並不表示有某個本質是從無有中被引出來,儘管所用的乃是同一個字;
'So-and-so created this,' or 'made this man a bishop,' or 'a clergy,' or 'an army,' this does not signify that a substance was brought forth out of things that are not, even though the same word is used;
2-1:383
ἀλλὰ τοὺς ἤδη ὄντας, ἢ τὴν ὑφεστῶσαν ὕλην εἰς τάξιν τινὰ, ἢ τοιάνδε θέσιν καλεῖ
而是指那已經存在的人,或那已然存在的物質,被安置於某種秩序,或某種位置罷了。
rather, it refers to those who already exist, or to matter already subsisting, being brought into a certain order or such-and-such a position.
2-1:384
Καὶ ὁ Ὑμνῳδὸς τὸ ἐνυπάρχον αὐτῷ μόριον, ὡς ἔτι παρασχεθησόμενον αὐτῷ, ηὔχετο βοῶν·
詩人論及那已內在於他自身、卻仍有待被賜予他的那一部分,如此禱告呼求說:
And the Psalmist, concerning that part inherent in him which was yet to be granted to him, prayed, crying out:
2-1:385
Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ, ὁ Θεός. Καὶ Παῦλος δὲ ὁ ὁσιώτατος συνῳδὰ τούτῳ καὶ προῦπτα γράφει·
「神啊,求你為我造清潔的心。」而那位最為聖潔的保羅,也寫下與此相合、顯而易見的話說:
'Create in me a clean heart, O God.' And Paul, that most holy man, writes in accord with this, and evidently:
2-1:386
Εἴ τις ἐν Χριστῷ καινὴ κτίσις·
「若有人在基督裡,他就是新造的人;」
'If anyone is in Christ, he is a new creation;'
2-1:387
ἰδοὺ τὰ ἀρχαῖα παρῆλθεν, καινὰ γέγονε τὰ πάντα· οὐ τῷ ἀρτίως κτισθῆναι, ἀλλὰ τῷ εἰς τὸ ἑξῆς ἐκλάμψαι
「看哪,舊事已過,一切都變成新的了。」——這並非因為剛剛才受造,而是因為此後才顯明出來。
'behold, the old things have passed away, all things have become new' — not by having just now been created, but by shining forth thereafter.
2-1:388
Ἵνα τοὺς δύο κτίσῃ εἰς ἕνα καινὸν ἄνθρωπον· ἀντὶ τοῦ, συναγάγῃ
「使他能把二者造成一個新人;」——即「使之合而為一」之意。
'That he might create the two into one new man' — instead of, 'that he might bring them together.'
2-1:389
Ὅρα δὲ, εἰ συναίρεσθαι ἡμῖν δύναται καὶ τὸ λεχθὲν τοῖς ἐν τῷ βαπτίσματι ἀνακαινιζομένοις·
再者,請看,這句對那些在洗禮中得以更新之人所說的話,是否也能與我們所論的相合:
Consider, too, whether what was said to those being renewed in baptism can also lend support to our argument:
2-1:390
Ἐνδύσασθε τὸν καινὸν ἄνθρωπον, τὸν κατὰ Θεὸν κτισθέντα· καὶ ὅσα εὕροι τις ἂν τοιουτοτρόπωτα λόγια διερευνώμενος
「你們要穿上新人,就是照著神所造的;」以及凡人細察經文所能尋得的一切類此話語。
'Put on the new man, which was created according to God' — and however many other such sayings one might find upon searching the Scriptures.
2-1:391
Γέγραπται δὲ μεταφορικῶς καὶ περὶ τῶν τεκόντων·
經上也曾以比喻的方式,論及那些生育兒女的人說:
It has also been written figuratively concerning those who beget children:
2-1:392
Ἐποίησεν υἱοὺς καὶ θυγατέρας· καὶ, Ἐκτησάμην, φησὶν, ἄνθρωπον διὰ τοῦ Θεοῦ. Καὶ ὅμως γεννητικῶς, οὐ δημιουργικῶς λέγει
「他生了兒女;」又說:「我藉耶和華得了一個男子。」——然而這乃是就生育而言,並非就造作而言。
'He made sons and daughters'; and, 'I have gotten,' she says, 'a man through the Lord.' And yet it is spoken in the sense of begetting, not of fashioning.
2-1:393
Εἰ δὲ κατὰ συγχώρησιν εἰς τὸν ἐκ Θεοῦ Θεὸν ἐκληπτέον τὸ, Κύριος ἔκτισέ με, ὑπομεμνήσθω πάλιν, καὶ πάλιν πρὸς ἡμῶν λεγέσθω καὶ πιστευέσθω, ὡς διὰ τοῦτο ἐπήγαγεν·
但若「主造了我」這句話,必須被理解為是就那位出於神的神、按著讓步而說的,那麼也要一再被記念,一再被我們所宣講並所信:正因如此,他才接著說:
But if 'The Lord created me' must, by way of concession, be understood as referring to God who is from God, then let it be remembered again and again, and let it be affirmed and believed by us, that for this very reason he added:
2-1:394
Πρὸ δὲ πάντων βουνῶν γεννᾷ με· ὥστε ἀνελεῖν τὸ, ἔκτισέ με. Τὰ γὰρ δεύτερα ἐν θεσπίσμασιν, ὡς καλλίονα καὶ βεβαιότερα, παύει πανταχοῦ τὰ πρόσθεν
「在萬嶺之先,他生了我」——為的正是要廢去「他造了我」那句話。因為在神的宣告之中,後說的話,既更美善、更確定,總是使先前所說的話歸於無有。
'And before all the hills he begets me' — so as to nullify the statement 'he created me.' For in the divine oracles, the later statements, being better and more certain, everywhere put an end to the former ones.
2-1:395
Ἀνταγωνιζόμενος δὴ οὖν τούτοις, οὐδὲν . ἀξιόπιστον, οὔτ' ἀληθὲς, οὔτε λέγουσιν, οὔτε ταμιευομένοις, ἐπεισάκτῳ δὲ, καὶ ἐπεισοδίῳ, καὶ ἐπαχθεῖ τινι διδασκαλίᾳ κεχρημένοις αἱρετικοῖς, ὁ παρ' αὐτοῦ τὸ δῶρον τῆς θεολογίας δεξάμενος τοῦ πολυποθήτου καὶ ἀνεξικάκου Σωτῆρος, οὗ τοῦ ἐλέους πλήρης ἡ γῆ, καὶ διδάσκων ὁποίαν τινὰ γνώμην δεῖ περὶ αὐτοῦ ἔχειν, κοινόν τε δόγμα εἰς ἅπαντας ἀνθρώπους ἐξήνεγκεν·
因此,那從眾人所渴慕、恆久忍耐的救主──其憐憫充滿大地──領受了神學這恩賜的人,一面與這些異端相抗爭(他們所說、所秉持的既不可靠也不真實,所用的乃是外加的、插入的、令人厭煩的教訓),一面教導人當存怎樣的見解來看待他,就向普天下眾人發出了共同的教義:
Contending, then, against these men — who neither say nor hold in store anything trustworthy or true, but heretics who employ an imported, extraneous, and burdensome teaching — he who received from him the gift of theology, from the greatly-longed-for and long-suffering Savior, whose mercy fills the earth, both teaching what manner of opinion one must hold concerning him, and setting forth a common doctrine for all mankind, declared:
2-1:396
Ἐν ἀρχῇ ἦν ὁ Λόγος· τοῦτ' ἔστιν ἄναρχος, ὅ ἐστιν ἀγένητος
「太初有道」——此即:無始,也就是不受生。
'In the beginning was the Word' — that is, without beginning, which is to say, unoriginate.
2-1:397
Ἀνυπέρβατόν ἐστι τὸ, ἦν, οὐδεμίαν ἐπέκεινα αὐτοῦ ἀνυπαρξίαν συγχωροῦν ἐπινοεῖσθαι, καθὰ καὶ ἐν τῷ πρώτῳ εἴρηται βιβλίῳ
「是」這個字是無可超越的,不容許人設想在它之先還有任何不存在的狀態,正如在第一卷書中也已說過的那樣。
The word 'was' admits of no going beyond, allowing no non-existence prior to it to be conceived, just as has also been said in the first book.
2-1:398
Καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν· ἀντὶ τοῦ, Κατὰ τὸν Πατέρα ἦν ἀσύγκριτος, ἀγένητος, καὶ εἴσω τῆς ἀνεφίκτου θεότητος αὐτοῦ ὁρῶν ὑπῆρχεν
「道與神同在」——即是說:他是無可比擬的、不受生的,是與父同等的,且常存於他自己那不可企及的神性之內觀看。
'And the Word was with God' — instead of, 'He was, incomparably and unoriginately, on a par with the Father, and continued looking within his own unattainable Godhead.'
2-1:399
Τὸ γὰρ, Πρὸς τόνδε ἦν, νοεῖται μόνον οὐχὶ, Μετὰ τοῦδε ἦν, ἀλλὰ καὶ συγκριτικῶς, Κατὰ τόνδε ἦν
因為「與某人同在」,不僅可理解為「與他一同存在」,也可用比較之意理解為「與他相等」。
For 'he was with such-and-such a one' is understood not merely as 'he was together with him,' but also, comparatively, as 'he was equal to him.'
2-1:400
Καὶ Θεὸς ἦν ὁ Λόγος· τοῦτ' ἔστιν, ἀναίτιος·
「道就是神」——此即:無因;
'And the Word was God' — that is, without cause;
2-1:401
Θεοῦ γὰρ αἰτία, ἀμήχανον, ἀδύνατον οὐκ ἔστιν
因為神絕無起因;那是不可企及的,是不可能的。
for there is no cause of God — it is unattainable, it is impossible.
2-1:402
Πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν· ἀντὶ τοῦ, ἀγένητός τέ ἐστιν αὐτός·
「萬物是藉著他造的;沒有一樣不是藉著他造的」——即是說:他自己乃是不受生的;
'All things came into being through him, and without him not one thing came into being' — instead of meaning, he himself is unoriginate;
2-1:403
ἅπαξ γὰρ πᾶν κτιστὸν δι' αὐτοῦ, ὡς ἀκτίστου ποιητοῦ, ἀπεφήνατο παρῆχθαι
因為他一次而永遠地宣告了:一切受造之物,都是藉著他──那不受造的創造者──而被造出來的。
for once and for all he has declared that every created thing was brought forth through him, as an uncreated maker.
2-1:404
Πρὸς τοῖς ἀναντιῤῥήτοις δὲ τούτοις, ἔστι καὶ ἄλλο ἀντίθετον, καὶ ᾧ οὐδεὶς οὐδὲν μέχρι ἐνθυμήσεως ἄλλο πρὸς ἐπιχείρησιν εἰπεῖν δυνήσεται
除了這些無可辯駁的論點之外,還有另一個反駁的論點,對此,任何人連在思想上也無法再說出別的話來加以反擊。
In addition to these irrefutable points, there is also another counter-argument, to which no one will be able to say anything else in rebuttal, even as far as mere reflection.
2-1:405
Ἀκύλας μὲν γὰρ, ὁ εἷς τῶν ἑρμηνευτῶν, τὴν γραφὴν ταύτην ἔχουσαν Ἑβραϊστὶ, Ἀδωναεὶ κανόνι, ἐξέδωκεν οὕτως·
譯經者之一阿桂拉,把這段經文——希伯來原文作「阿多乃卡納尼」——如此譯出:
For Aquila, one of the translators, rendered this text — which in Hebrew reads 'Adonai qanani' — as follows:
2-1:406
Κύριος ἐκτήσατό με, οὐδὲ αὐτὸς κυριολεκτήσας·
「主獲得了我」——但即便如此譯,他所用的措辭也並不精確;
'The Lord acquired me' — though even he did not speak with strict precision of meaning;
2-1:407
ἑρμηνεύεται γὰρ κατὰ τὸ ἀκριβές·
因為若按準確的意思來翻譯,應當是:
for, translated with exactness, it means:
2-1:408
Κύριος ἐνόσσευσέ με· τοῦτ' ἔστιν, ἔτεκεν
「主孵育了我」——此即:他生了我。
'The Lord hatched me forth' — that is, 'he brought me forth as offspring.'
2-1:409
Κυρίως γὰρ ἐκ τῶν ἐξ ὠοῦ ἐκθορουμένων, οὐχὶ δὲ κτιζομένων, λέγεται τὸ, ἐνόσσευσεν, ἢ ἐξέθορεν, καὶ νοσ . σεύει, καὶ ἐκθορεῖ· τὸ δ' ἐκθοροῦν τῷ ὑπ' αὐτοῦ ἐκθορουμένῳ οὐχ ἑτεροούσιον
因為嚴格說來,「孵化而出」,或「破殼而出」,以及「正在孵化」、「正在破殼而出」,這些詞語乃是用於那些從蛋中孵出的東西,而非用於受造之物;而那孵化而出者,與那由其孵化而出的來源,並非異質。
For strictly speaking, 'it hatched forth,' or 'it sprang forth,' and 'it is hatching,' and 'it is springing forth,' are said of things that spring forth from an egg, not of things that are created; and that which springs forth is not of a different substance from that which it springs forth from.
2-1:410
Ὥστε καὶ κατὰ τὴν λέξιν, καὶ κατὰ τὴν διάνοιαν ἀποχωρεῖ τὸ πρόβλημα αὐτῶν ἀπὸ τῆς ἀληθείας
所以,無論就用詞而言,或就意義而言,他們所提出的難題,都與真理背道而馳。
So that, both in wording and in meaning, their objection departs from the truth.
2-1:411
Τινὲς δὲ τὸ, Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ, περὶ τῆς Ἐκκλησίας εἰρῆσθαι καλῶς ἐνόησαν·
但也有些人正確地明白:「主造我,為他道路的開端」這句話,其實是論到教會而說的;
But some have rightly understood that 'The Lord created me, the beginning of his ways,' was spoken concerning the Church;
2-1:412
ἐν ᾗ τῆς ἀληθείας καὶ σοφίας ἡ ὁδὸς καταγγέλλεται·
在其中,真理與智慧之道被宣揚;
in which the way of truth and wisdom is proclaimed;
2-1:413
γράφων τοιάδε Κολοσσαεῦσι μέν·
他這樣寫給歌羅西人;
writing thus to the Colossians;
2-1:414
Καὶ ἀνταναπληρῶ τὰ ὑστερήματα τῶν θλίψεων τοῦ Χριστοῦ ἐν τῇ σαρκί μου ὑπὸ τοῦ σώματος αὐτοῦ, ὅ ἐστιν ἡ Ἐκκλησία, ἧς ἐγενόμην ἐγὼ διάκονος κατὰ τὴν οἰκονομίαν τοῦ Θεοῦ, τὴν δοθεῖσάν μοι· Κορινθίοις δὲ ἐν τῇ πρώτῃ Ἐπιστολῇ·
「我要在我肉身上補滿基督患難的缺欠,這是為了他的身體,就是教會;我照神所賜給我的管家職分,作了教會的執事。」而在《哥林多前書》中則說:
'And I fill up in my flesh what is lacking in the afflictions of Christ, on behalf of his body, which is the Church, of which I became a minister according to the stewardship of God given to me.' And to the Corinthians, in the first Epistle:
2-1:415
Τὰ μέλη ἡμῶν, μέλη Χριστοῦ
「你們的身子就是基督的肢體。」
'Our members are members of Christ.'
2-1:416
Ἆρα οὖν τὰ μέλη τοῦ Χριστοῦ ποιήσομεν πόρνης μέλη; Μὴ γένοιτο! καὶ πάλιν·
「這樣,我可以將基督的肢體作為娼妓的肢體嗎?斷乎不可!」又說:
'Shall I then take the members of Christ and make them members of a prostitute? May it never be!' And again:
2-1:417
Πάντα δὲ τὰ μέλη τοῦ σώματος τοῦ ἑνὸς, πολλὰ ὄντα, ἕν ἐστι σῶμα·
「一個身子有好些肢體,肢體雖多,仍是一個身子;」
'For as the body is one, and has many members, but all the members of that one body, being many, are one body';
2-1:418
οὕτως καὶ ὁ Χριστός. Ὥστε, εἰ καὶ κατὰ τὴν δυσαντίβλεπτόν πως οἰκονομίαν, σῶμα μὲν αὐτοῦ τὴν Ἐκκλησίαν, ἀδελφοὺς δὲ ἡμᾶς τοὺς κτιστοὺς οἶδεν ἡ Γραφὴ, ἀλλ' οὖν, ὡς μονογενὴς καὶ ἀληθινὸς Υἱὸς τοῦ ὑψίστου Θεοῦ, τῇ συστάσει τοῦ πλήθους τῶν κτισμάτων κατ' οὐδὲν συνείληπται
「基督也是這樣。」因此,儘管按照某種難以直視的(救贖)安排,聖經稱教會為祂的身體,稱我們這些受造者為祂的弟兄,然而,祂作為至高神獨生而真實的聖子,卻絲毫不被列入受造萬物的組成之中。
'so also is Christ.' So that, even if, according to a certain economy hard to look upon directly, Scripture knows the Church as his body and us, who are created beings, as his brothers, nevertheless, as only-begotten and true Son of the Most High God, he is in no way included in the composition of the multitude of created things.
2-1:419
Οὔτε δὲ ἄλλη γραφὴ περιέχει λέξιν τοιαύτην
也沒有任何其他經文含有這樣的說法。
Nor does any other scripture contain such an expression.
2-1:420
Περὶ αὐτοῦ μενοῦνγε πέπλησται πᾶσα, ὅτι Θεὸς ἀληθινὸς, καὶ Υἱὸς μονογενὴς ἀληθῶς
相反,全部經文都充滿了關於他的見證,說他是真神,且真是獨生子。
Rather, all Scripture is entirely filled with witness concerning him, that he is true God and truly the only-begotten Son.
2-1:421
Ἀλλὰ γὰρ ὥσπερ ὑπό τινος ῥεύματος ὑπηνέχθη βία
然而,他們卻彷彿被某股洪流強行沖走一般,
But indeed, as if swept along by force by some current,
2-1:422
Ἐπὶ οὖν ἕτερον κεφάλαιον τρεπτέον τὸν λόγον
因此,這番論述應當轉向另一個論題。
the discourse must now be turned to another chapter.
2-1:423
Δεύτερον πρόβλημα τῶν δυσαγκαλίστων καὶ ἀνεξέταστον ἐχόντων τὸ φρόνημα αἱρετικῶν πειρᾶται τὴν ὀρθὴν πίστιν ἀπὸ Γραφῶν, τῶν παρὰ τὸν θεολογικὸν νοῦν ὑπ' αὐτῶν νοουμένων, ἀπείθανον δεικνύναι, τὴν δ' ἑαυτῶν διὰ τῶν αὐτῶν σεμνοτέραν ἀποφαίνειν
第二個難題,是那些心思頑固、剛愎難服而又不加省察的異端者所提出的:他們企圖藉著經文——按違背神學正意的方式加以曲解——證明正統信仰不足採信,並藉同樣的經文來宣稱自己的教義更為尊貴。
A second problem, raised by heretics of an intractable and unexamined disposition, attempts, on the basis of the Scriptures — understood by them contrary to the theological sense — to show the orthodox faith unpersuasive, and by means of the very same Scriptures to declare their own teaching more venerable.
2-1:424
Δείκνυται γὰρ, φησὶ, κτιστὸς καὶ οἷον ἐπίπλαστον καὶ νόθον ἔχων τὸ μονογενὴς Υἱὸς καὶ Θεὸς ὄνομα·
他們說:「這證明了(基督)是受造之物,而「獨生子」與「神」這名號,也不過是虛構捏造、名不副實的」;
'For it is shown,' they say, 'that he is a creature, and that the name only-begotten Son and God is, as it were, contrived and spurious';
2-1:425
ἐξ ὧν Παῦλος Κολοσσαεῦσιν ἔγραψεν περὶ αὐτοῦ·
這是根據保羅寫給歌羅西人論及他的話:
from what Paul wrote to the Colossians concerning him:
2-1:426
Εἰ γὰρ δῆθεν πρωτότοκος, οὐ μονογενὴς, ἀλλ' ὡς πρὸς τοὺς μετ' αὐτὸν κτισθέντας πρωτότοκος·
「因為,若他果真如所稱是「頭生者」,那他就不是「獨生者」,而只是相對於在他之後受造的萬物而言的「頭生者」;
'For if he is, as alleged, firstborn, he is not only-begotten, but firstborn only in relation to those created after him;
2-1:427
εἰ δὲ μονογενὴς Υἱὸς, πῶς πρωτότοκος; Προειπόντες οὖν, ὡς ὑπὲρ τὴν αὐτῶν ἐστι καὶ τὸ βάθος τοῦ λογίου τούτου συναίσθησιν, καὶ ὡς ἐλάλει Παῦλος, ἃ μὴ ᾔδει, καὶ ἐπίστευεν, οἷς ἐλάλει, ἐπειδὴ ὑποβολὴ ἦν τῆς ὄντως σοφίας, καὶ προφανῆ ταῦτα πάντα ἐποίει, . παραγράψομεν ὅλον τὸ χωρίον τοῦτο, καὶ οὕτως ἐπὶ τὴν ἑρμηνείαν αὐτοῦ βαδιούμεθα, οὐ δεόμενοι στοχασμῶν τινων, καὶ δι' εἰκότων τὰ φωτὸς φωτοειδέστερα διηγούμενοι, ἐροῦντες δὲ ὅσα ἑκόντες, ἢ ἄκοντες αὐτοὶ μὲν οὗτοι παρίδον, ἡμεῖς δὲ ὁρῶμεν δυνάμενα συμμαχεῖν τῷ λόγῳ
但若他是獨生子,又怎能是「頭生者」呢?」我們要預先聲明:這句話的深奧之處超乎他們所能領會,而保羅所說的,乃是他自己也不完全知曉、卻仍相信自己所說的,因為那是真智慧的默示,並使這一切顯明出來。我們接著要引錄這整段經文,如此進而作出解釋,無需任何臆測,只憑可信的憑據來闡明比光更明亮之事,並要指出這些人無論有意無意所忽略、而我們卻看出能夠助益此論證的地方。
but if he is the only-begotten Son, how is he firstborn?' Having said beforehand, then, that the depth of this saying lies beyond their comprehension, and that Paul spoke things he did not fully know yet believed the very things he spoke, since it was a prompting of true Wisdom, and made all this manifest, we shall set out this whole passage, and thus proceed to its interpretation, needing no conjectures, but relating through credible proofs things more luminous than light itself, and saying whatever these men, whether willingly or unwillingly, have overlooked, but which we see able to fight alongside our argument.
2-1:428
Ἔχει δὲ ἡ Ἐπιστολὴ οὕτως·
這封書信是這樣寫的:
And the Epistle reads thus:
2-1:429
Εὐχαριστοῦντες τῷ Θεῷ καὶ Πατρὶ, τῷ καλέσαντι ἡμᾶς εἰς τὴν μερίδα τοῦ κλήρου τῶν ἁγίων, ὃς ἐῤῥύσατο ἡμᾶς ἐκ τῆς ἐξουσίας τοῦ σκότους, καὶ μετέστησεν εἰς τὴν βασιλείαν τῆς ἀγάπης τοῦ Υἱοῦ αὐτοῦ, ἐν ᾧ ἔχομεν τὴν ἀπολύτρωσιν, τὴν ἄφεσιν τῶν ἁμαρτιῶν, ὅς ἐστιν εἰκὼν τοῦ Θεοῦ τοῦ ἀοράτου, πρωτότοκος πάσης κτίσεως·
「感謝父,叫我們能與眾聖徒在光明中同得基業。他救了我們脫離黑暗的權勢,把我們遷到他愛子的國裡;我們在愛子裡得蒙救贖,罪過得以赦免。愛子是那不能看見之神的像,是首生的,在一切被造的以先;
'Giving thanks to God the Father, who has called us into the portion of the inheritance of the saints, who delivered us from the authority of darkness and translated us into the kingdom of the Son of his love, in whom we have redemption, the forgiveness of sins, who is the image of the invisible God, the firstborn of all creation;
2-1:430
ὅτι ἐν αὐτῷ ἐκτίσθη τὰ πάντα, τὰ ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς, τὰ ὁρατὰ καὶ τὰ ἀόρατα, εἴτε θρόνοι, εἴτε κυριότητες, εἴτε ἀρχαὶ, εἴτε ἐξουσίαι·
因為萬有都是靠他造的,無論是天上的、地上的,能看見的、不能看見的,或是有位的、主治的、執政的、掌權的,一概都是藉著他造的;
for in him all things were created, things in the heavens and things on the earth, things visible and things invisible, whether thrones, or dominions, or principalities, or powers;
2-1:431
τὰ πάντα δι' αὐτοῦ καὶ εἰς αὐτὸν ἔκτισται, καὶ αὐτός ἐστι πρὸ πάντων, καὶ τὰ πάντα ἐν αὐτῷ συνέστηκεν·
一概都是藉著他造的,又是為他造的。他在萬有之先;萬有也靠他而立;
all things were created through him and unto him, and he is before all things, and in him all things hold together;
2-1:432
καὶ αὐτός ἐστιν ἡ κεφαλὴ τοῦ σώματος τῆς Ἐκκλησίας, ὅς ἐστιν ἀρχὴ πρωτότοκος ἐκ τῶν νεκρῶν, ἵνα γένηται αὐτὸς ἐν πᾶσιν πρωτεύων·
他也是教會全體之首。他是元始,是從死人中復活的首生者,好使他可以在凡事上居首位;
and he is the head of the body, the Church, who is the beginning, the firstborn from the dead, that in all things he might have the preeminence;
2-1:433
ὅτι ἐν αὐτῷ εὐδόκησε πᾶν τὸ πλήρωμα κατοικῆσαι, καὶ δι' αὐτοῦ ἀποκαταλλάξαι τὰ πάντα εἰς αὐτὸν, εἰρηνοποιήσας διὰ τοῦ αἵματος τοῦ σταυροῦ αὐτοῦ, εἴτε τὰ ἐπὶ γῆς, εἴτε τὰ ἐν τοῖς οὐρανοῖς. Θέα τοίνυν ἐμφρόνως, πῶς ἐναντία αἱρετικοῖς ἡ Γραφὴ ἐξηγεῖσθαι παρεσκεύασται, καὶ ἔχει ἑκάστην λέξιν ἀκτῖνας οἷον νοήσεων περὶ Θεοῦ ἐνανθρωπήσεως ἀποπέμπουσαν·
因為父喜歡叫一切的豐盛在他裡面居住,並且藉著他,用他十字架的血成就了和平,便叫萬有,無論是地上的、天上的,都藉著他與自己和好了。」如今請諸位明智地留意:聖經是如何預備好被解釋為與異端相反的,而且每一句話都彷彿發出關於神成為人這一奧祕的思想光芒;
for it was the good pleasure of the Father that in him all the fullness should dwell, and through him to reconcile all things unto himself, having made peace through the blood of his cross, whether things on earth or things in the heavens.' Now behold with understanding how Scripture has been prepared to be interpreted in a manner contrary to the heretics, and how every single phrase sends forth, as it were, rays of thoughts concerning the incarnation of God;
2-1:434
καὶ ὅτι προεῖπεν αὐτὸν Υἱὸν καὶ εἰκόνα τοῦ Θεοῦ, καὶ οὕτω πρωτότοκον καὶ κεφαλὴν τοῦ σώματος τῆς Ἐκκλησίας, καὶ πρωτότοκον ἐκ τῶν νεκρῶν, εἰρηνοποιήσαντα διὰ τοῦ αἵματος τοῦ σταυροῦ αὐτοῦ τὰ ὁρατὰ, καὶ τὰ ἀόρατα, καὶ πᾶν τὸ πλήρωμα τῆς ὑπὲρ τὸ ἀσώματον, καὶ ἀχρώματον, καὶ ἀχώρητον θεότητος κληρωσάμενον·
並且經文先稱他為子、稱他為神的像,如此又稱他為首生者、教會身體之首,以及從死人中復活的首生者;他藉十字架的血,為那可見與不可見的一切成就了和平,並承受了那超乎無形、無色、無界之神性的全部豐盛;
and that Scripture first calls him Son and image of God, and thus firstborn and head of the body of the Church, and firstborn from the dead, having made peace through the blood of his cross for things visible and invisible, and having inherited the whole fullness of the divinity that surpasses even what is bodiless, colorless, and uncontainable;
← 上一段下一段 →
← 第 1-1 章
1-12-1

新的原文誦讀上線時通知我

每次有新章節誦讀影片就寄一封信。採雙重確認,隨時可一鍵取消。