內容伺服器目前離線,這是 2026-08-11 產生的離線快照;全文搜尋暫時無法使用。 The content server is offline; this is a 2026-08-11 snapshot. Full-text search is unavailable.
📜 Verbum · 聖言
原文誦讀聖經與教父文獻

← 回書卷目次 · 希臘教父 › 撒迦利亞書註釋

盲人狄迪穆斯

撒迦利亞書註釋 第 1 章 第 3/24 段

希臘文原文.181 節.部分字詞可點開查義.本章太長已分段,此段為 1:389–1:569(全章共 4042 節)

← 上一段下一段 →
1:389
οὐ γὰρ παντοκράτωρ ἀπεστάλη, ἀλλ' κενώσας ἑαυτὸν τρόπῳ συγκαταβάσεως μορφὴν ἔλαβε δούλου
因為祂被差遣,並非就祂為全能者而言,乃是就祂以俯就的方式虛己、取了奴僕的形像而言。
for it was not insofar as He is Almighty that He was sent, but insofar as, having emptied Himself in the manner of condescension, He took the form of a servant.
1:390
Τί δὲ προαναφωνεῖ τοῖς ἀκμὴν ἔτι τυγχάνουσιν ὑπὸ τὰ σκυλεύοντα αὐτοὺς ἔθνη; ἁπτόμενος, φησίν, ὑμῶν, ἅπτεται τῆς κόρης τοῦ ὀφθαλμοῦ αὐτοῦ, βλάπτοντος ἑαυτὸν μᾶλλον τοῦ πλήττοντος τοὺς δικαίους οὓς κακῶσαι βούλεται, παραπλησίως τῷ πλήττοντι τὴν τοῦ ὀφθαλμοῦ αὐτοῦ κόρην
但祂向那些暫時仍在擄掠他們的列國轄制之下的人,預先宣告了什麼呢?祂說:「凡摸你們的,就是摸祂眼中的瞳人」——那擊打義人、或擊打他想加害之人的,反倒害了自己,正如那擊打自己眼中瞳人的人一樣。
But what does He proclaim beforehand to those who are still, for the moment, under the nations that plunder them? 'Whoever touches you,' He says, 'touches the apple of His eye'—the one who strikes the righteous, or those whom he wishes to harm, harming himself rather, just like one who strikes the apple of his own eye.
1:391
Ἔστι συναγορεύειν τῇ θεωρίᾳ ταύτῃ ἐκ πολλῶν τόπων τῆς γραφῆς·
人可以從聖經許多地方為這一解釋作證;
One may support this interpretation from many places in Scripture;
1:392
βλάψαι θέλων τὸν Ἀβὲλ Κάϊν, προ̣απέκτεινεν ἑαυτὸν οὗ προτίθεται δολοφονῆσαι
該隱想要加害亞伯,卻先殺了自己,反倒不是那他蓄意用詭計謀害的人。
Cain, wishing to harm Abel, first slew himself rather than the one he purposed to murder by treachery.
1:393
Τοῦτ' αὐτὸ συνέβη καὶ τῷ Σαοὺλ διώκοντι τὸν Δαυὶδ ἕνεκα τοῦ ἀποκτεῖναι, καὶ τῷ Ἀβεσσαλὼμ ἐπιθεμένῳ κατὰ τοῦ πατρὸς τυραννικῶς
這同樣的事也臨到掃羅,他追趕大衛要殺他;也臨到押沙龍,他專橫地起來敵對他的父親。
This very thing also happened to Saul, who pursued David in order to kill him, and to Absalom, who tyrannically set himself against his father.
1:394
Σημαίνει ἐν τῷ προκειμένῳ προφητικῷ τὸ βλάψαι διὰ τοῦ ἅψασθαι, καὶ μάλιστα δι' ὧν Θεὸς αὐτὸς λέγει τοῖς φονικῶς ἐπιτιθεμένοις κατὰ τῶν αὐτοῦ ἀνθρώπων·
在我們面前這段預言的話中,「摸」意指加害,尤其是藉著神親自向那些懷殺意起來敵對祂子民之人所說的話:
In the prophetic passage before us, 'to touch' signifies to harm, and especially through those words in which God Himself speaks to those who murderously set themselves against His people:
1:395
Μὴ ἅπτεσθε τῶν χριστῶν μου, καὶ ἐν τοῖς προφήταις μου μὴ πονηρεύεσθε. . Ψεκτῶς θιγεῖν τὸ ἅψασθαι κεῖται ἐν τῷ·
「不可摸我受膏的人,也不可惡待我的先知。」「摸」用於可責備的意思,即抓握,正如經上所說:
'Touch not my anointed ones, and do no harm to my prophets.' 'To touch' is used in a blameworthy sense of laying hold, as in:
1:396
Καλὸν ἀνθρώπῳ γυναικὸς μὴ ἅπτεσθαι, σημαῖνον τὸ πλησίασαι αἰσχρῶς καὶ ἀκολάστως
「男不近女倒好」——這意指以羞恥而放縱的方式親近。
'It is good for a man not to touch a woman'—signifying to approach shamefully and licentiously.
1:397
Δηλοῦται ἐκ τούτου τοῦ ῥήματος καὶ τὸ θιγεῖν καλῶς προσψαῦσαι δι' ἁφῆς, ὡς ἐν τῷ ὑπὸ τοῦ Ἰησοῦ λεγομένῳ·
從這話也顯明,「摸」也可意指藉著觸摸而作美好的接觸,正如耶穌所說的:
From this saying it is also shown that 'to touch' can mean to make good contact by handling, as in what is said by Jesus:
1:398
Ἥψατό μού τις, ὅτε αἱμορροοῦσα γυνὴ πόθῳ ἰαθ̣ήσεσθαι ἥψατο δραξαμένη τοῦ κρασπέδου τοῦ ἱματίου Ἰησοῦ
「有人摸我了」——那時患血漏的女人,因渴望得醫治,摸了祂,抓住了耶穌衣裳的繸子。
'Someone touched me'—when the woman with a flow of blood, out of longing to be healed, touched Him, taking hold of the hem of Jesus' garment.
1:399
Τοσούτων ὑποπεσόντων ἐπὶ τοῦ παρόντος ἐκ τῆς ἅπτεσθαι φωνῆς, νῦν προκειμένη προφητικὴ λέξις τὸ βλάψαι διὰ κακώσεως δηλοῖ
既然目前有這麼多的意思歸於「摸」這個詞之下,現在擺在我們面前的這句預言乃是意指藉著虐待而加害。
Since so many meanings fall under the word 'to touch' at present, the prophetic expression now before us signifies to harm through maltreatment.
1:400
Ἅπτεται δὲ τῆς κόρης τοῦ ὄμματος τοῦ ἔσω ἀνθρώπου προτιθέμενος κακοῦν τοὺς ὑπὸ Θεοῦ φρουρουμένους
那蓄意加害那些蒙神看守之人的,就是摸了內裡之人眼中的瞳人。
He who purposes to harm those guarded by God touches the apple of the eye of the inner man.
1:401
Φανεροῖ δὲ πῶς ἅπτεται τῆς κόρης τοῦ ὀφθαλμοῦ αὐτοῦ ἁπτόμενος τῶν Θεοῦ δούλων διὰ τὸ εἰπεῖν·
祂藉著這話說明那摸神僕人的人怎樣摸了祂眼中的瞳人,說:
He makes clear how the one who touches God's servants touches the apple of His eye, by saying:
1:402
Ἐπιφέρω τὴν χεῖρά μου ἐπ' αὐτούς, τὴν παιδευτικὴν δύναμιν δηλονότι, ὥστε σκῦλα γενέσθαι οἷς πρότερον αὐτοὶ ἐσκύλευον, εἰς αἰχμαλωσίαν αὐτοὺς ἄγοντες, ὥστε δουλεύειν τοῖς καθ' ὧν αὐτοὶ τυραννικῶς ἐκράτουν
「我要向他們伸手」——顯然是指那管教的能力——使他們成為那先前被他們擄掠之人的掠物,就是他們曾把那些人擄去為奴,如今卻要服事那些他們曾專橫轄制的人。
'I will bring my hand upon them'—clearly the chastening power—so that they become plunder to those whom they formerly plundered, leading them into captivity, so that they serve those over whom they themselves tyrannically held sway.
1:403
Οὗπερ συμβάντος γνώσεσθε ὅτι ἐγὼ Κύριος παντοκράτωρ εἰμί, ἀποσταλεὶς ὑπὸ Κυρίου παντοκράτορος ἐπὶ τελειώσει τῶν προαναφωνηθέντων
「這事成就的時候,你們就知道我是萬軍之主,是奉萬軍之主的差遣,為要成全那些預先宣告的事。」
'When this comes about, you shall know that I am the Lord Almighty, sent by the Lord Almighty for the fulfillment of the things foretold.'
1:404
Παντοκράτωρ παρὰ παντοκράτορος ἀποστελλόμενος Θεὸς Λόγος ἐστίν, ἐρχόμενος εἰς ἀνθρώπους εὐδοκίᾳ Πατρός·
那被全能者所差遣的全能者,就是神之道,是按父的美意來到世人中間的;
The Almighty sent by the Almighty is God the Word, coming to men by the good pleasure of the Father;
1:405
γὰρ λόγῳ πάντων κρατεῖ βασιλικῶς Πατὴρ ὧν ἐποίησεν διὰ τοῦ Λόγου αὐτοῦ, τούτῳ καὶ Υἱὸς πάντων κρατεῖ καὶ βασιλεύει τῶν ἐν αὐτῷ συστάντων προϋπάρχων αὐτῶν
因為父藉以王者之尊治理祂藉自己的道所造之萬物的,正是那同一個道;子也藉這道治理並統管一切在祂裡面被建立的萬物,祂乃是先於萬物而存在的。
for by that Word by which the Father royally rules all the things He made through His Word, by that same Word the Son also rules and reigns over all things that were constituted in Him, He pre-existing them.
1:406
φησιν Ἀπόστολος ἐν Χριστῷ ἐκτίσθαι τὰ ὁρατὰ καὶ ἀόρατα, πρὸ αὐτῶν ὄντι καὶ συνεστηκότων πάντων ἐν αὐτῷ·
使徒說,那看得見與看不見的,都是在基督裡造的,祂在萬有之先,萬有也都靠祂而立:
The Apostle says that in Christ the visible and invisible things were created, He being before them and all things holding together in Him:
1:407
Αὐτὸς γάρ ἐστι πρὸ πάντων καὶ τὰ πάντα ἐν αὐτῷ συνέστηκεν. . Καὶ παράδοξον οὐδὲν εἰ παντοκράτωρ ἐκ παντοκράτορός ἐστιν·
「祂在萬有之先,萬有也靠祂而立。」全能者出於全能者,這並無任何弔詭之處;
'For He is before all things, and in Him all things hold together.' And it is nothing paradoxical if the Almighty is from the Almighty;
1:408
καὶ γὰρ Θεὸς ἐκ Θεοῦ καὶ φῶς ἐκ φωτός ἐστιν
因為祂也是出於神的神、出於光的光。
for He is also God from God and light from light.
1:409
Ὁμοούσιος γὰρ ὢν τῷ γεννήσαντι καὶ ἓν ὢν πρὸς τὸν γεννήσαντα κατὰ τό·
因為祂既與生祂者同質,又與生祂者為一,正如經上所說:
For being of the same substance as the One who begot Him, and being one with the One who begot Him, according to the saying:
1:410
Ἐγὼ καὶ Πατὴρ ἕν ἐσμεν, πάντα ὅσ̣α ἔχει Πατὴρ τοῦ Υἱοῦ ἐστιν
「我與父原為一」——凡父所有的,都是子的。
'I and the Father are one'—all things whatsoever the Father has belong to the Son.
1:411
Ἔχει δ' Πατὴρ τὸ Θεός, τὸ φῶς, τὸ ἅγιος, τὸ παντοκράτωρ εἶναι
父有這些:作神、作光、作聖者、作全能者。
Now the Father has this: to be God, to be light, to be holy, to be Almighty.
1:412
Παντοκράτωρ ἄρα ἐκ παντοκράτορος Υἱός, παμβασιλεὺς ἐκ τοῦ πάντων βασιλεύοντος ὑπάρχων
所以子是出於全能者的全能者,是出於那統管萬有者的萬王之王。
The Son, therefore, is Almighty from the Almighty, all-King existing from the One who reigns over all.
1:413
Ἀναντιρρήτως ἐν Ἰωάννου Ἀποκαλύψει παντοκράτωρ Σωτὴρ ὁμολογεῖται, αὐτοῦ περὶ ἑαυτοῦ οὕτω λέγοντος·
無可辯駁地,在約翰的啟示錄中,救主被承認為全能者,祂親自論到自己這樣說:
Incontrovertibly, in John's Revelation the Savior is confessed to be Almighty, He Himself speaking thus concerning Himself:
1:414
Τάδε λέγει μάρτυς πιστός, ἀρχὴ τῆς κτίσεως τοῦ Θεοῦ, ὢν καὶ ἦν καὶ ἐρχόμενος, Κύριος Θεὸς παντοκράτωρ. . Παντοκράτωρ ὢν ταῦτα λέγων οὐ κτίσμα τυγχάνει, ἵνα μὴ καὶ ἑαυτοῦ κρατῇ
「那為阿們的、為誠信真實見證的、在神創造萬物之上為元首的,那昔在、今在、以後永在的,主神全能者,如此說。」說這話的既是全能者,就不是受造之物,免得祂還要統管祂自己。
'These things says the faithful witness, the beginning of the creation of God, He who is and who was and who is coming, the Lord God the Almighty.' Being Almighty, He who speaks these things is not a creature, lest He should also rule over Himself.
1:415
Παράλογον γὰρ τοῦτο, τὸν αὐτὸν εἶναι κτίζοντα καὶ κτιζόμενον ὑφ' ἑαυτοῦ, καὶ βασιλεύοντα καὶ κρατούμενον·
因為這是悖於理性的:同一位竟同時是創造者又是被自己所造的、既作王掌權又被轄制;
For this is contrary to reason: that the same one should be at once the one who creates and the one created by himself, both reigning and ruled over;
1:416
εἰ καὶ λέγεται δὲ ἐν τῇ παραλημφθείσῃ φωνῇ ἀρχὴ τῆς κτίσεως τοῦ Θεοῦ θεολογούμενος, ὡς βασιλικῶς ἄρχων καὶ αὐτὸ τοῦτο παντοκράτωρ ὤν, ἀρχὴ τῆς κτίσεώς ἐστιν, βασιλεία δηλονότι ἡγεμονοῦσα καὶ ἡγουμένη πάντων κτισμάτων
即或那在神學上被稱述的一位,在所引的話中被稱為「神創造萬物的元首」,那也是就祂以王者之尊統治、並正是「全能者」這身分而言,祂才是創造的元首,就是說,是一個主宰並率領一切受造之物的王權。
and even if the One theologically declared is called in the passage cited 'the beginning of the creation of God,' it is as royally ruling and being this very thing—Almighty—that He is the beginning of creation, that is, a kingdom presiding over and leading all creatures.
1:417
®: Τέρπου καὶ εὐφραίνου, θύγατερ Σιών, διότι ἰδοὺ ἐγὼ ἔρχομαι καὶ κατασκηνώσω ἐν μέσῳ σου, λέγει Κύριος
錫安的女子啊,應當歡呼喜樂,因為看哪,我要來,要住在你中間,這是耶和華說的。
Rejoice and be glad, O daughter Zion, for behold, I am coming and will dwell in your midst, says the Lord.
1:418
Καὶ καταφεύξονται ἔθνη πολλὰ ἐπὶ τὸν Κύριον ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ ἔσονται αὐτῷ εἰς λαόν, καὶ κατασκηνώσουσιν ἐν μέσῳ σου, καὶ ἐπιγνώσῃ ὅτι Κύριος παντοκράτωρ ἐξαπέσταλκέν με πρὸς σέ
在那日,必有許多國歸附耶和華,作祂的子民,並要住在你中間;你便知道那差遣我到你這裡來的乃是萬軍之主。
And many nations shall flee for refuge to the Lord in that day, and shall be to Him for a people, and they shall dwell in your midst; and you shall know that the Lord Almighty has sent me to you.
1:419
Καὶ κατακληρονομήσει Κύριος τὸν Ἰούδαν τὴν μερίδα αὐτοῦ ἐπὶ τὴν γῆν τὴν ἁγίαν καὶ αἱρετιεῖ ἔτι τὴν Ἰερουσαλήμ
耶和華必收取猶大,作祂在聖地的分為業,並要再揀選耶路撒冷。
And the Lord shall take Judah as His portion for an inheritance upon the holy land, and shall yet choose Jerusalem.
1:420
Ὥσπερ αἰχμαλώτου γεγενημένου τοῦ Ἑβραίων λαοῦ, θρῆνος καὶ ὀλοφυρμὸς ἐγίνετο διὰ τὸ τὸν Κύριον μεμακρύνθαι τῶν ἑαλωκότων, οὕτως, ἀνακαμψάντων αὐτῶν εἰς τὴν πνευματικὴν μητέρα Σιὼν προσαγορευομένην, πρόσταξις δίδοται τέρπεσθαι καὶ εὐφραίνεσθαι, διὰ τὸ τὸν Κύριον ἐληλυθέναι καὶ ἐν μέσῳ αὐτῆς κατεσκηνωκέναι, τοῦ ναοῦ πάλιν ἐγερθέντος καὶ Θεοῦ κατασκηνοῦντος ἐν αὐτῷ
正如當希伯來百姓被擄的時候,因主遠離了那被擄之人,便有哀哭與悲號;照樣,當他們歸回那被稱為錫安之屬靈母親那裡時,就有命令賜下,要他們歡呼喜樂,因為主已經來到,並在她中間安置了自己的居所——聖殿重新被建立,神也住在其中。
Just as, when the people of the Hebrews had become captive, there was lamentation and wailing because the Lord had withdrawn far from those who had been captured, so, when they had returned to the spiritual mother called Zion, a command is given to rejoice and be glad, because the Lord has come and has taken up His dwelling in her midst—the temple having again been raised up and God dwelling in it.
1:421
Χαῖρε γὰρ καὶ εὐφραίνου, φησὶν προφήτης, θύγατερ Σιών
先知說:「錫安的女子啊,你要歡欣快樂。」
'Rejoice and be glad,' says the prophet, 'O daughter of Zion.'
1:422
Καλεῖ δὲ ἐν πολλοῖς τόποις τῆς γραφῆς θυγατέρα ἑκάστης πόλεως τ̣οὺς συμπληροῦντας αὐτὴν πολίτας
聖經在許多地方,把構成每座城的公民稱為那城的「女子」。
Now in many places of Scripture he calls the citizens who make up each city the 'daughter' of that city.
1:423
τέρψις δὲ καὶ εὐφροσύνη ἣν προστάσσει ἔχειν θεῖος λόγος, αὐτή ἐστιν τῇ χαρᾷ τῇ τυγχανούσῃ καρπὸς τοῦ ἁγίου Πνεύματος, σὺν ἀγάπῃ θείᾳ καὶ εἰρήνῃ μακαρίᾳ συντεταγμένη, ἣν φανεροῖ ἱερὸς Ἀπόστολος οὕτω γράφων·
神聖的話語吩咐我們要擁有的喜悅與歡樂,就等同於那作聖靈果子的喜樂,與神聖的愛和有福的平安並列在一起;聖使徒如此寫道,將這事顯明出來:
The delight and gladness which the divine word commands us to possess is the same as the joy that is the fruit of the Holy Spirit, ranged together with divine love and blessed peace, which the sacred Apostle makes plain when he writes thus:
1:424
Καρπὸς τοῦ Πνεύματός ἐστιν ἀγάπη, χαρά, εἰρήνη. . Ταύτην τὴν εὐστάθειαν σχόντες οἱ λυτρωθέντες ἀπὸ τῆς αἰχμαλωσίας φασίν·
「聖靈所結的果子,就是仁愛、喜樂、和平。」那些從擄掠中被贖回的人,得著了這樣的安穩,便說:
'The fruit of the Spirit is love, joy, peace.' Having attained this stability, those who were ransomed from captivity say:
1:425
Ἐν τῷ ἐπιστρέψαι Κύριον τὴν α̣ι̣χμαλωσίαν Σιὼν ἐγενήθημεν ὡς παρακεκλημένοι·
「當耶和華將錫安被擄的人領回時,我們就像得安慰的人一樣。」
'When the Lord turned again the captivity of Zion, we became like those who are comforted.'
1:426
τότε ἐπλήσθη χαρᾶς τὸ στόμα ἡμῶν, καὶ γλῶσσα ἡμῶν ἀγαλλιάσεως. Καὶ ἐν ἑτέρῳ Ψαλμῷ συνῳδὰ φέρεται·
「那時,我們滿口喜笑,滿舌歡呼。」在另一篇詩篇中,也有與此相諧的話:
'Then was our mouth filled with joy, and our tongue with exultation.' And in another Psalm words in harmony with these are brought forward:
1:427
Ἐν τῷ ἐπιστρέψαι Κύριον τὴν αἰχμαλωσίαν τοῦ λαοῦ αὐτοῦ ἀγαλλιάσεται Ἰακὼβ καὶ εὐφρανθήσεται Ἰσραήλ. . Τοὺς γὰρ θρηνήσαντας ἀποσπωμένους τῆς οἰκείας πατρίδος νόμῳ αἰχμαλωσίας ἀκόλουθον ὑπάρχει, ἀνακάμψαντας εἰς αὐτήν, τέρπεσθαι καὶ εὐφραίνεσθαι διὰ τὸ τὸν Κύριον κατεσκηνωκέναι ἐν μέσῳ αὐτῆς, τὸν αἴτιον τοῦ τέρπεσθαι καὶ εὐφραίνεσθαι
「當耶和華將他百姓被擄的人領回時,雅各要歡騰,以色列要喜樂。」那些因被擄之律而被拉離本土、哀哭之人,既已歸回其地,理當歡欣快樂,因為那使他們得以歡欣快樂之因由——耶和華——已在他們中間安居。
'When the Lord turns again the captivity of his people, Jacob shall exult and Israel shall be glad.' For those who had lamented, being dragged away from their own homeland by the law of captivity, it follows fittingly that, having returned to it, they should delight and be glad, because the Lord has taken up his dwelling in the midst of it, he who is the cause of their delighting and being glad.
1:428
Τί δὲ τῆς εὐφροσύνης καὶ τέρψεως αἴτιον τυγχάνει, τὸ ἀπολαύειν τῶν ὁρμημάτων τοῦ ποταμοῦ τοῦ πεπληρωμένου ὑδάτων περὶ οὗ γέγραπται·
這歡樂與喜悅的因由是甚麼呢?豈不是暢享那充滿眾水之江河的水流嗎?論到這江河,經上記著說:
And what is the cause of this gladness and delight, but the enjoyment of the streams of the river that is full of waters, concerning which it is written:
1:429
ποταμὸς τοῦ Θεοῦ ἐπληρώθη ὑδάτων, καὶ ἔτι·
「神的江河滿了水」;又說:
'The river of God is full of waters'; and again:
1:430
Τοῦ ποταμοῦ τὰ ὁρμήματα εὐφραίνει τὴν πόλιν τοῦ Θεοῦ·
「有一道河的水流使神的城歡喜。」
'The streams of the river make glad the city of God';
1:431
Θεὸς ἐν μέσῳ αὐτῆς, οὐ σαλευθήσεται, οὐκέτι μακρυνόμενος οὐδ' ἐγκαταλείπων διὰ τὸ ἀγαθότητι τῇ ἑαυτοῦ παραμένειν αὐτῇ
「神在其中,城必不動搖」,因為他不再遠離,也不撇棄她,乃因他以自己的良善與她同在。
'God is in the midst of her, she shall not be moved,' since he no longer removes himself far off nor forsakes her, because by his own goodness he abides with her.
1:432
πολλὰ μετανοοῦντα ἐπὶ τὸν Κύριον ἐν τῇ ἡμέρᾳ τῇ ὑπὸ ἡλίου τῆς δικαιοσύνης καταλαμπομένῃ, ἧς πατριάρχης Ἀβραὰμ ἔρωτα λαβών, ἰδὼν αὐτὴν ἐχάρη καὶ σὺν αὐτῷ οἱ κατὰ πίστιν καὶ τὰ ἔργα αὐτοῦ υἱοὶ καὶ τέκνα αὐτοῦ γεγενημένοι, ὡς εὐχαριστοῦντας φάναι·
在那被公義的日頭所照亮的日子裡,深深地向主悔改。族長亞伯拉罕對這日子懷有渴慕,他看見了就歡喜;與他一同的,還有那些憑信心並效法他行為而成為他兒女的人,以致他們感恩地說:
greatly repenting toward the Lord in the day that is illumined by the sun of righteousness; of which day the patriarch Abraham, having conceived a longing, saw it and rejoiced, and together with him those who by faith and by his works have become his sons and children, so as to give thanks and say:
1:433
Αὕτη ἡμέρα ἣν ἐποίησεν Κύριος, ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ. . Διαδέξεται δὲ τὸ καταφυγόντα ἔθνη πολλὰ ἐπὶ τὸν Κύριον τὸ λαὸν χρηματίσαι τοῦ πρὸς ὃν καταπεφεύγασιν, οὐκέτι ἄθεα καὶ ἐλπίδα μὴ ἔχοντα μένοντα·
「這是耶和華所定的日子,我們在其中要歡騰喜樂。」隨後必有這事:那許多投奔於主的邦國,要被稱為他們所投靠之主的子民,不再存留於無神無望之中。
'This is the day which the Lord has made; let us exult and be glad in it.' And there shall follow this, that the many nations who have taken refuge in the Lord shall be named the people of him to whom they have fled for refuge, no longer remaining godless and without hope;
1:434
περὶ τούτων ἐν τῷ προφήτῃ Θεός φησιν·
論到這些事,神藉先知說:
concerning these things God speaks in the prophet:
1:435
Καλέσω τὸν οὐ λαόν μου λαόν μου, καὶ αὐτὸς ἐρεῖ·
「我要稱那不是我子民的為我的子民,他也要說:
'I will call that which was not my people my people, and he shall say:
1:436
Κύριος Θεός μου εἶ σύ, ὥστ' αὐτοὺς ἔθνος ἅγιον, ἱεράτευμα ἅγιον, γένος Θεοῦ προσαγορεύεσθαι
『你是耶和華我的神』」;如此,他們便被稱為聖潔的國度、聖潔的祭司體系、神的族類。
"You are the Lord my God," so that they are addressed as a holy nation, a holy priesthood, a race of God.
1:437
Φησὶν γὰρ πρὸς τοὺς καταφυγόντας πρὸς Θεὸν τῷ εἰρημένῳ τρόπῳ ὑπ' αὐτοῦ τοῦ πρὸς ὃν καταπεφεύγασιν·
因為他向那些以上述方式投奔於神的人,藉著他們所投靠的那一位如此說:
For he says to those who have fled to God in the aforesaid manner, by the very One to whom they have fled for refuge:
1:438
Ὑμεῖς δὲ ἔσεσθέ μοι γένος ἐκλεκτόν, ἔθνος ἅγιον, βασίλειον ἱεράτευμα, λαός μου ὃν περιεποιησάμην τὰς ἀρετάς μου διηγεῖσθαι
「但你們要作我揀選的族類、聖潔的國度、有君尊的祭司體系,是我所得之民,要傳揚我的美德。」
'But you shall be to me a chosen race, a holy nation, a royal priesthood, my people whom I have acquired to declare my virtues.'
1:439
Τί δὲ ἀκολουθεῖ τοῖς γενομένοις λαὸς Θεοῦ, τὸ κατασκηνῶσαι ἐν μέσῳ τῆς ἐπουρανίου καὶ μακαρίας Σιών; Τότε γὰρ τότε γνώσεται, θείᾳ καὶ ἠκριβωμένῃ θεωρίᾳ, ὅτι Κύριος παντοκράτωρ ἀπέστειλεν τὸν λυτρωσάμενον αὐτήν, λέγοντα περὶ τοῦ Πατρὸς ἑαυτοῦ·
那些已成為神子民的人,接下來又是甚麼呢?豈不是要安居於那屬天而有福的錫安之中嗎?因為到那時,那時,她必藉著神聖而精確的默觀認識到:全能的主差遣了那救贖她的一位,這一位論到自己的父說:
And what follows for those who have become the people of God, but to make their dwelling in the midst of the heavenly and blessed Zion? For then, then shall she know, by a divine and exact contemplation, that the Lord Almighty sent the one who ransomed her, saying concerning his own Father:
1:440
Πνεῦμα Κυρίου ἐπ' ἐμέ, οὗ εἵνεκεν ἔχρισέν με, εὐαγγελίσασθαι πτωχοῖς, κηρύξαι αἰχμαλώτοις ἄφεσιν. . Ἕνεκα γὰρ τοῦ εὐαγγελίσασθαι τοὺς πτωχοὺς τῷ πνεύματι ἐχρίσθη Πνεύματι ἁγίῳ καὶ δυνάμει Θεοῦ Ἰησοῦς κατασκηνῶν ἐν μέσῳ τῆς Σιών, κηρύσσων ἄφεσιν τοῖς αἰχμαλωτισθεῖσιν ὑπὸ ἐχθρῶν ἀοράτων τέκνοις αὐτῆς
「主的靈在我身上,因他膏了我,叫我傳福音給貧窮的人,向被擄的宣告釋放。」正是為要向那心靈貧窮的人傳福音,耶穌才被聖靈與神的能力所膏;他住在錫安之中,向她那被無形仇敵擄去的兒女宣告釋放。
'The Spirit of the Lord is upon me, because of which he anointed me to preach good tidings to the poor, to proclaim release to the captives.' For it was for the sake of preaching good tidings to the poor in spirit that Jesus was anointed with the Holy Spirit and the power of God — he who dwells in the midst of Zion, proclaiming release to her children who had been taken captive by unseen enemies.
1:441
Οὕτω γὰρ κατακληρονομήσει παμβασιλεὺς εὐεργέτης αὐτῆς τὸν Ἰούδα, τοὺς ἐξομολογουμένους
因為她那作萬有之王的施恩者,必如此承受猶大為業,就是那些認信的人。
For thus shall the all-ruling benefactor of her take Judah as his inheritance, namely those who make confession.
1:442
Ἰούδας γὰρ ἐξομολόγησις ἑρμηνεύεται
因為「猶大」翻譯出來就是「認信(讚美)」的意思。
For 'Judah' is interpreted as 'confession.'
1:443
Κληρονομήσει δὲ οὖν πρότερον τοὺς ἐπὶ τὴν σωτηρίαν καλουμένους·
所以他必首先承受那些蒙召得救的人為業;
He will therefore first inherit those who are called to salvation;
1:444
ἐκ πάλαι γὰρ ἦσαν μερὶς αὐτοῦ καὶ προτοῦ τὸν σκορπισμὸν καὶ τὴν αἰχμαλωσίαν πάθωσιν
因為他們自古就是他的分,早在他們遭受分散與被擄之前便是如此。
for from of old they were his portion, even before they suffered the dispersion and the captivity.
1:445
Ποῦ δὲ καὶ κατακληρονομήσει τὸν Ἰούδαν ὄντα μερίδα αὐτοῦ, ἐπὶ τὴν γῆν τὴν ἁγίαν ἐν μακροχρόνιος ἔσται εὐπαθὼν τιμήσας τὸν πατέρα αὐτοῦ Θεὸν καὶ τὴν μητέρα αὐτοῦ τὴν Ἐκκλησίαν οὖσαν Ἰερουσαλήμ, ἣν ἔτι αἱρετιεῖ πάλιν προσλαμβανόμενος καὶ βασιλεύων ἐν μέσῳ αὐτῆς, γινωσκούσης ὅτι ἐλήλυθεν κατασκηνῶσαι ἐν μέσῳ αὐτῆς, παρὰ Κυρίου παντοκράτορος ἀποσταλείς, ὅτε κλίνας οὐρανὸν κατέβη πρὸς ἡμᾶς τοὺς ἀνθρώπους φάσκων·
他要在何處承受那作他分的猶大為業呢?豈不是在聖地嗎?在那地上,凡尊敬他父——神——並尊敬他母——即那作耶路撒冷的教會——的人,必長壽亨通。這地他必再度揀選,將她重新接納歸己,並在她中間作王;她既知道他已來到她中間安居,是奉全能的主差遣而來,那時他屈身低天,降臨到我們世人這裡,說:
And where shall he take Judah, who is his portion, as his inheritance, but upon the holy land, in which he who has honoured his father God and his mother the Church — who is Jerusalem — shall be long-lived and prosperous; which land he shall yet again choose, taking her back to himself and reigning in the midst of her, as she knows that he has come to dwell in her midst, sent from the Lord Almighty, when, bowing the heaven, he came down to us who are men, saying:
1:446
Καταβέβηκα ἀπὸ τοῦ οὐρανοῦ ἵνα ποιῶ τὸ θέλημα τοῦ πέμψαντός με, ζητῆσαι καὶ σῶσαι τὸ ἀπολωλός
「我從天上降下來,是要遵行那差我來者的旨意,尋找拯救失喪的人。」
'I have come down from heaven that I may do the will of him who sent me, to seek and to save that which was lost.'
1:447
Οὕτω γὰρ οὐκέτι ἐν ἀπωλείᾳ μενοῦσιν οἱ ὑπὲρ ὧν ἐλήλυθεν ἵν' αἴτιος αὐτοῖς σωτηρίας αἰωνίου γένηται
因為他為之而來的那些人——他來是要成為他們永遠救恩的因由——如此便不再存留於沉淪之中。
For thus those on whose behalf he has come, that he might become to them the cause of eternal salvation, shall no longer remain in perdition.
1:448
Ὑπάρξεται δὲ καὶ τῇ συμπληρουμένῃ ὑφ' ἡμῶν Ἰερουσαλὴμ οὔσῃ Ἐκκλησίᾳ Θεοῦ ζῶντος τοιαύτην πίστιν ἔχειν καὶ μακαριότητος ποιητικὰ ἔργα, ἵν' αἱρετίσῃ αὐτὴν ἔτι τῷ ἰδίῳ αἵματι ἀποπλύνας καὶ λαμπρύνας αὐτήν
這也必歸於那由我們所構成的耶路撒冷——即永生神的教會——使她擁有這樣的信心,並產生福樂的善行,好叫那用自己的血洗淨她、使她煥發光彩的一位,仍要揀選她。
And it shall belong also to Jerusalem — which is being made complete by us, being the Church of the living God — to have such faith and works productive of blessedness, that he who has washed her clean and made her radiant by his own blood may yet choose her.
1:449
: Εὐλαβείσθω πᾶσα σὰρξ ἀπὸ προσώπου Κυρίου, διότι ἐξεγήγερται ἐκ νεφῶν ἁγίων αὐτοῦ
「凡有血氣的都當在主面前肅敬,因為他已從自己聖潔的雲中被興起。」
'Let all flesh be reverent before the face of the Lord, for he has been raised up out of his holy clouds.'
1:450
σὰρξ προσηγορία ὁμώνυμος οὖσα πολλὰ σημαίνει, ὡς ἐξ αὐτῆς τῆς θεοπνεύστης παρίσταται γραφῆς
「肉體(血氣)」這一稱謂乃是一個多義的詞,含有多種意思,這一點由神所默示的聖經本身便可確立。
The appellation 'flesh,' being an equivocal term, signifies many things, as is established from the God-inspired Scripture itself.
1:451
Ὅταν γὰρ ἐν Ψαλμοῖς λέγηται Τροφὴν διδόναι τὸν Θεὸν πάσῃ σαρκί, πάντα τὰ θνητὰ ζῷα τὰ ἐκ τροφῆς διακρατούμενα ἐν τῷ ζῆν παρίσταται, ὡς καὶ ἐν τῷ·
因為當詩篇說神賜「糧食給凡有血氣的」時,所指的乃是一切靠食物維持生命的必死活物,正如另一處所說:
For when it is said in the Psalms that God gives 'food to all flesh,' all the mortal living creatures that are sustained in life by food are meant, as also in the passage:
1:452
Πᾶσα σὰρξ κατὰ γένος συνάγεται. Ὅταν δὲ γράφῃ Ἀπόστολος·
「凡有血氣的都各從其類聚集。」但當使徒寫道:
'All flesh is gathered according to its kind.' But when the Apostle writes:
1:453
Τίς γάρ ποτε τὴν ἑαυτοῦ σάρκα ἐμίσησεν; ἀλλ' ἐκτρέφει καὶ θάλπει αὐτήν, τὸ σῶμα τὸ συνεζευγμένον τῇ λογικῇ ψυχῇ δηλοῦται, ὡς ἀπ' αὐτῆς τῆς ἀποστολικῆς λέξεως ἔστι μαθεῖν οὕτως ἐχούσης·
「從來沒有人恨惡自己的肉體,總是保養顧惜」——在此所指的乃是那與理性靈魂相聯合的身體,這一點可從使徒的用語本身得知,其文如下:
'For who ever hated his own flesh? but nourishes and cherishes it' — there the body that is joined to the rational soul is signified, as one may learn from the apostolic wording itself, which runs thus:
1:454
Οὕτως ὀφείλουσιν οἱ ἄνδρες ἀγαπᾶν τὰς ἑαυτῶν γυναῖκας ὡς τὰ ἑαυτῶν σώματα
「丈夫也當照樣愛自己的妻子,如同愛自己的身子。」
'So ought men to love their own wives as their own bodies.'
1:455
Τίς γάρ ποτε τὴν ἑαυτοῦ σάρκα ἐμίσησεν, καὶ τὰ ἑξῆς
「從來沒有人恨惡自己的肉體」,以及下文。
'For who ever hated his own flesh?' and what follows.
1:456
Ἔστιν δὲ ὅτε καὶ μόνοι οἱ ἄνθρωποι φανεροῦνται τῇ τῆς σαρκὸς προσηγορίᾳ, ὥσπερ ἐν τῷ·
有時「肉體」這稱謂單單指人而言,正如那段話所說——
And there are times when human beings alone are indicated by the appellation of 'flesh,' as in the passage:
1:457
Πνεύματος ὑπὸ τοῦ λέγοντος·
——即論到那位說話者所賜之靈:
of the Spirit, by him who says:
1:458
Ἐκχεῶ ἀπὸ τοῦ Πνεύματός μου ἐπὶ πᾶσαν σάρκα, καὶ προφητεύσουσιν οἱ υἱοὶ καὶ αἱ θυγατέρες ὑμῶν. . οὕτω λεγομένη σὰρξ λογικὴ οὖσα εὐλαβείας θείας ἐστὶ δεκτική·
「我要將我的靈澆灌凡有血氣的,你們的兒女要說預言。」這樣被稱作「肉體」者,既是理性的,就能領受神聖的敬畏之情;
'I will pour out of my Spirit upon all flesh, and your sons and your daughters shall prophesy.' This flesh, so called, being rational, is receptive of divine reverence;
1:459
προστάττεται γοῦν αὐτῇ εὐλαβεῖσθαι ἀπὸ προσώπου τοῦ ἐπιφαινομένου αὐτῇ, περὶ οὗ εὐχὴν ἀναπέμπουσιν οἱ καθαροὶ τῇ καρδίᾳ φάσκοντες·
因此它奉命要在那向它顯現者的面前存敬畏,論到這一位,清心的人獻上禱告說:
it is commanded, therefore, to be reverent before the face of the one who appears to it, concerning whom the pure in heart send up their prayer, saying:
1:460
Ἐπίφανον τὸ πρόσωπόν σου καὶ σωθησόμεθα. Ἀποδίδωσιν δ' ἑξῆς τὴν αἰτίαν τοῦ δεῖν πᾶσαν σάρκα εὐλαβεῖσθαι ἀπὸ προσώπου Κυρίου τοῦ Θεοῦ, ἐπιφέρων·
「求你使你的臉發光照耀,我們便要得救。」接著他陳明凡有血氣的當在主神面前肅敬的緣由,補充說:
'Cause your face to shine, and we shall be saved.' And next he renders the reason why all flesh ought to be reverent before the face of the Lord God, adding:
1:461
Διότι ἐξεγήγερται ἐκ τῶν ἁγίων αὐτοῦ νεφῶν. . Ἅγια δὲ νέφη οὐ τὰ ὕοντα τὸν αἰσθητὸν ὄμβρον εἰσίν, ἀλλὰ τὰ φέροντα τὸν πνευματικὸν ὑετόν, κατὰ τὸ ἐν Ἠσαΐᾳ λεχθὲν περὶ τοῦ Ἰσραήλ, ἀλληγορίας τρόπῳ ἀμπελῶνος καλουμένου, ἐκ προσώπου τοῦ Κυρίου·
「因為他已從自己聖潔的雲中被興起。」那聖潔的雲並非降下可感之雨的雲,乃是承載屬靈之雨的雲;正如以賽亞書中以主的口吻論到以色列——以寓意稱之為葡萄園——所說:
'Because he has been raised up out of his holy clouds.' Now the holy clouds are not those that rain down the sensible shower, but those that bear the spiritual rain, according to what is said in Isaiah concerning Israel — which by way of allegory is called a vineyard — from the person of the Lord:
1:462
Ταῖς νεφέλαις ἐντελοῦμαι τοῦ μὴ βρέξαι εἰς αὐτὸν ὑετόν, διὰ τὸ ἀκάνθας καὶ μὴ σταφυλὴν καρπὸν ἠγιοχέναι
「我必吩咐雲不降雨在其上」,因為它結的是荊棘,而非葡萄的果子。
'I will command the clouds that they rain no rain upon it,' because it has borne thorns and not the grape as its fruit.
1:463
Τοῦ γὰρ ἀμπελῶνος ἀλληγορουμένου, ἁρμονίως καὶ αἱ νεφέλαι ἐκλημφθεῖεν, ὁτὲ μὲν ὕουσαι ἐπὶ τῷ ποτίσαι, ὁτὲ δὲ κωλυόμεναι τοῦτ' ἐνεργεῖν
既然葡萄園是被寓意解釋的,那麼雲也可以相諧地被領會——有時降雨以澆灌它,有時則被禁止如此行。
For since the vineyard is being allegorized, fittingly the clouds also may be understood — at one time raining so as to water it, at another time being hindered from doing this.
1:464
Περὶ τοιούτων ὀμβροτόκων πάλιν ἐν αὐτῷ τῷ προφήτῃ προστάττεται ὑπὸ Θεοῦ·
論到這樣降雨的雲,神又在同一位先知書中吩咐說:
Concerning such rain-bearing clouds, again in the same prophet it is commanded by God:
1:465
Αἱ νεφέλαι ῥαινέτωσαν δικαιοσύνην. Τὴν γὰρ δικαιοσύνην ἀρετὴν οὖσαν ψυχῆς λογικῆς, οὐ τὰ αἰσθητὰ νέφη ὕει, ἀλλ' οἱ θεῖοι προφῆται, νέφη κατὰ ἀναγωγὴν προσαγορευόμενοι
「諸雲要降下公義。」因為公義乃是理性靈魂的美德,並非由可感的雲降下,而是由神聖的眾先知降下;這些先知按其上達之意被稱為「雲」。
'Let the clouds rain down righteousness.' For righteousness, being a virtue of the rational soul, is not rained down by the sensible clouds, but by the divine prophets, who are by anagogy called 'clouds.'
1:466
Ἐπεὶ τοίνυν ἐκ τούτων τῶν νεφῶν ἐξεγήγερται ἐληλυθὼς Σωτὴρ πληρῶσαι τὸν νόμον καὶ τοὺς προφήτας, τούτου χάριν εὐλαβείσθω πᾶσα σὰρξ ἀπὸ προσώπου Κυρίου τοῦ Θεοῦ, ἐπέφηνεν καὶ ἔδειξεν ὅτε ἐπληρώθη προφητεία οὕτως ἔχουσα·
既然那前來成全律法和先知的救主是從這些雲中被興起的,因此凡有血氣的都當在主神面前肅敬;當那如此記載的預言應驗時,他便顯明並顯示了這事:
Since, therefore, it is out of these clouds that the Saviour who has come to fulfil the law and the prophets has been raised up, for this reason let all flesh be reverent before the face of the Lord God, which he made manifest and displayed when the prophecy was fulfilled that runs thus:
1:467
Ὀφθήσεται Θεὸς τῶν θεῶν ἐν Σιών, καὶ ἐπέλαμψεν ὡς θεάσασθαι ἡμᾶς τὴν δόξαν αὐτοῦ, ὡς μονογενοῦς παρὰ Πατρός
「萬神之神必在錫安顯現」;他發出光輝,以致我們看見了他的榮光,正是父獨生子的榮光。
'The God of gods shall appear in Zion,' and he shone forth so that we beheld his glory, as of the only-begotten from the Father.
1:468
Ἐξεγηγερμένος ἐκ τῶν ἁγίων νεφῶν ἡρμηνεύθησαν εἶναι Μωϋσῆς μέγας ἱεροφάντης καὶ οἱ κάτοχοι τοῦ ἁγίου Πνεύματος προφῆται, ἐπεδήμησεν ἐπὶ κούφης νεφέλης ἐπιβὰς τῷ καθ' ἡμᾶς κόσμῳ, Αἰγύπτῳ κατ' ἀναγωγὴν καλουμένῳ
他既從那聖潔的雲中被興起——這些雲被解釋為那偉大的奧祕傳授者摩西,以及那些被聖靈充滿的眾先知——他便乘駕輕雲,寄居於我們所在的這世界,這世界按上達之意被稱為埃及。
Having been raised up out of the holy clouds — which have been interpreted to be Moses the great hierophant and the prophets who were possessed by the Holy Spirit — he sojourned, mounting upon a light cloud, in the world according to us, which by anagogy is called Egypt.
1:469
Ἔχει δὲ οὕτω περὶ τούτων προφητεία ἔνθεν ἀρχομένη·
論到這些事的預言如此記述,從這裡起始:
And the prophecy concerning these things runs thus, beginning from here:
1:470
Ἰδοὺ Κύριος κάθηται ἐπὶ κούφης νεφέλης καὶ ἥξει εἰς Αἴγυπτον καὶ συσσεισθήσεται τὰ χειροποιητὰ αὐτῆς. . Μεταλημφθείσης δὲ τῆς Αἰγύπτου εἰς τὸν περὶ γῆν τόπον, ἁρμονίως καὶ κούφη νεφέλη ἀναχθήσεται εἰς τὴν ἐνανθρώπησιν τοῦ Σωτῆρος, καθίσαντος τοῦ Θεοῦ Λόγου ἐπὶ τὸν ἐκ τῆς Μαρίας προεληλυθότα
「看哪,主乘駕輕雲來到埃及,埃及一切手所造的必在他面前震動。」既然埃及被理解為指這地上的區域,那麼輕雲也可相諧地應用於救主的成為肉身,即神——道——安坐於那從馬利亞所生之人身上。
'Behold, the Lord sits upon a light cloud, and shall come into Egypt, and the things made by her hands shall be shaken together.' Now, since Egypt is taken to signify the region about the earth, fittingly the light cloud also shall be applied to the incarnation of the Saviour, the God-Word having taken his seat upon him who came forth from Mary.
1:471
Τίς γὰρ οὕτω κούφη νεφέλη μὴ ἔχουσα βάρος ἁμαρτίας σὰρξ τοῦ Ἰησοῦ μὴ συνιστᾶσα ἐκ τῆς ἀνδρὸς πρὸς γυναῖκα συνόδου βαρυτάτης οὔσης, ἀλλ' ἐκ Πνεύματος ἁγίου ἐπελθόντος τῇ παρθένῳ τῇ πεῖραν ἀνδρὸς οὐκ ἐχούσῃ καὶ τοῦ ὑψίστου δύναμις ἐπεσκίασεν, ὡς ἅγιον χρηματίσαι τὸ γεννηθὲν ἄνευ γάμου
因為除了耶穌的肉體以外,還有甚麼是這樣毫無罪之重擔的輕雲呢?這肉體並非由男女結合而成——那是極沉重之事——乃是由臨到那未曾與男人有染之童貞女身上的聖靈而成;至高者的能力蔭庇了她,以致那無婚而生的被稱為聖者。
For what light cloud, having no weight of sin, could there be, but the flesh of Jesus, which was constituted not from the union of man with woman — which is a most heavy thing — but from the Holy Spirit who came upon the Virgin who had no experience of a man, and upon whom the power of the Most High overshadowed, so that what was born without marriage was called holy?
1:472
Ἔτι δὲ μᾶλλον φανεροῦται τῆς κυριακῆς νεφέλης τὸ κοῦφον καὶ ἐλαφρὸν ἐκ τοῦ ἁμαρτίαν μὴ πεποιηκέναι μηδὲ ἐγνωκέναι αὐτὴν τὴν Ἰησοῦ ψυχήν
耶穌的靈魂既未曾犯罪,也未曾識罪;由此事實,那屬主之雲的輕盈與飄逸就更加彰顯出來。
And still more is the lightness and buoyancy of the Lord's cloud made manifest by the fact that the soul of Jesus neither committed sin nor knew it.
1:473
Οὐδὲν γὰρ ἕτερον καθέλκει καὶ βαρεῖ τὴν τῶν ἀνθρώπων ψυχὴν ὡς ἀνομία, ταλάντῳ μολίβου παραβαλλομένη, διὰ τὸ κάτω βρίθειν καὶ καθέλκειν τοὺς ἐνεργοῦντας αὐτήν·
因為再沒有別的東西像不法那樣拖累並壓迫人的靈魂——不法被比作一他連得的鉛,因為它把那些行不法之人向下壓、向下拖;
For nothing else drags down and weighs upon the soul of men as does lawlessness, which is compared to a talent of lead, because it presses down and drags down those who work it toward what is below;
1:474
ἀλλ' τοῦ Ἰησοῦ οὐκ ἐπειράθη τοῦ βάρους τούτου, δικαιοσύνην ἀγαπήσασα καὶ μισήσασα ἀνομίαν·
但耶穌的靈魂未曾經歷這重擔,因它喜愛公義,恨惡不法;
but the soul of Jesus did not experience this weight, having loved righteousness and hated lawlessness;
1:475
οὐκ ἔσχεν δὲ οὐδὲ δόλον ἐν τῷ στόματι αὐτοῦ τὸν πάντων ἁμαρτημάτων κατασπῶντα τὴν ψυχὴν τοῦ αὐτὸν ἔχοντος
他口中也沒有詭詐——詭詐在一切罪中,是最能拖累擁有它之人靈魂的。
nor did it have any guile in its mouth — guile, which of all sins drags down the soul of him who possesses it.
1:476
Ἔδει οὖν τὸν ἐξεγηγερμένον Σωτῆρα ἐκ τῶν ἁγίων αὐτοῦ νεφῶν, πληρώσαντα τὰς περὶ αὐτοῦ προαναφωνήσεις, ἱδρυθῆναι βασιλικῶς ἐπὶ τῆς ἀποδοθείσης κούφης νεφέλης, ὑούσης τὸν εὐαγγελικὸν ὑετὸν ἐπὶ τῷ καρποὺς σωτηρίους ἀγαγεῖν τὴν οἰκουμένην καὶ σκεπάζειν ἀπὸ τοῦ καύματος ἐκείνου ἀφ' οὗ διασῴζεται νοήμων, κατὰ τὸ παροιμιῶδες θέσπισμα ὧδε ἔχον·
所以救主既從自己聖潔的雲中被興起,又已成全論到自己的一切預言,就必尊貴如君王般安立於前述那輕雲之上;這雲降下福音之雨,好使普世結出救恩的果子,並遮蔽人免受那炎熱——聰明人得以脫離此炎熱,正如箴言的神諭所說:
It was necessary, therefore, that the Saviour, raised up out of his holy clouds, having fulfilled the foretellings concerning himself, should be established royally upon the light cloud that has been rendered, which rains the evangelical rain so as to bring saving fruits upon the inhabited world and to shelter it from that scorching heat from which the man of understanding is preserved, according to the proverbial oracle that runs thus:
1:477
Διεσώθη ἀπὸ καύματος υἱὸς νοήμων. Σκεπάζει δὲ καὶ ἀπὸ τοῦ κρύους τῆς ἁμαρτίας περὶ οὗ γέγραπται·
「聰明的兒子必得脫離炎熱。」他也遮蔽人免受罪之寒冷,論到此寒冷,經上記著說:
'A son of understanding is preserved from scorching heat.' And he also shelters from the cold of sin, concerning which it is written:
1:478
Ὡς ψύχει λάκκος ὕδωρ, οὕτω ψύχει κακία αὐτῆς. . Εἰς τοῦτο ἀλληγορικῶς λήμψει·
「井怎樣使水冰涼,她的惡也照樣使之冰涼。」在此你當以寓意領受之:
'As a cistern keeps water cool, so her wickedness keeps it cool.' In this respect you shall take it allegorically:
1:479
κατὰ θεωρίαν ἐν νῷ λαβόντες καρδίαν σαρκίνην ἐσχηκότες εἴκουσαν τοῖς Θεοῦ δικαιώμασιν καὶ προστάγμασιν, εὐλάβειαν τὴν πρὸς Θεὸν κατορθώσωμεν, ἵν' ἔτι μᾶλλον εὐεργετῶν Θεὸς τὰς σαρκίνας καὶ οὐ λιθίνας χαράξῃ ἐν αὐταῖς τῷ ζῶντι αὐτοῦ Πνεύματι γραφὴν θείαν, δι' ἧς ὠφελούμενοι τελειωθείημεν ὥστε τῇ ἀληθείᾳ πρόσωπον πρὸς πρόσωπον προσβαλεῖν, ὑπερβάντας τὸ εἰκονικῶς καὶ ἐκ μέρους αὐτὴν θεωρεῖν
當我們藉默觀在心中領悟這事,並得著一顆順服神律例誡命的肉心,就讓我們端正那向著神的敬畏,好叫神更加施恩,藉他活的靈在這些肉的、而非石的心版上刻下神聖的字,使我們藉此得益、得以完全,以致能面對面地與真理相遇,超越那如同在鏡中、僅是局部地觀看它的階段。
having grasped it in the mind according to contemplation, and having obtained a heart of flesh that yields to God's ordinances and commandments, let us set aright the reverence that is toward God, so that God, still further conferring benefits, may inscribe upon these fleshly and not stony hearts, by his living Spirit, a divine writing, through which, being profited, we may be perfected so as to encounter the truth face to face, having passed beyond beholding it as in an image and in part.
1:480
: Καὶ ἔδειξέν μοι Κύριος Ἰησοῦν τὸν ἱερέα τὸν μέγαν ἑστῶτα πρὸ προσώπου ἀγγέλου Κυρίου
「主又指給我看:大祭司約書亞站在耶和華使者的面前。」
'And the Lord showed me Jesus the great priest standing before the face of the angel of the Lord.'
1:481
Καὶ διάβολος εἱστήκει ἐκ δεξιῶν αὐτοῦ ἀντικεῖσθαι αὐτῷ
「撒但站在他右邊,與他作對。」
'And the devil stood at his right hand to oppose him.'
1:482
δείκνυσιν Θεὸς μεγάλα καὶ ὑπερφυῆ τυγχάνοντα, οὐκ αἰσθητὰ οὐδ' ἀνθρώπινά ἐστιν
神所指示的事,既是偉大而超乎自然的,就既非可感之物,也非屬人之物。
The things that God shows, being great and surpassing nature, are neither sensible nor human.
1:483
Τούτου οὕτως ἔχοντος, δείκνυσιν Θεὸς τῷ προφήτῃ τὸν ἱερέα τὸν μέγαν Ἰησοῦν οὐκ ἀνθρωπίνως, ἀλλὰ θείως ἑστηκότα πρὸ προσώπου ἀγγέλου Κυρίου, οὐ τοσοῦτον τὸν τοῦ Ἰωσεδὲκ υἱὸν ὅσον τὸν δι' αὐτοῦ δηλούμενον, τὸν ἀληθῶς μέγαν ἱερέα, τὸν τοὺς οὐρανοὺς διεληλυθότα, τὸν κατὰ τὴν τάξιν Μελχισεδὲκ ἱερώμενον, οὐ κατὰ δύναμιν ἐντολῆς σαρκίνης μέχρι καιροῦ τινος κειμένην, ἀλλὰ κατὰ ἀπαράβατον ἱερωσύνην·
既是如此,神便向先知指示那大祭司約書亞——不是以屬人的方式,而是以神聖的方式——站在耶和華使者的面前;這與其說是約撒答的兒子,不如說是藉他所表明的那一位,即那真正偉大的大祭司,已經升入諸天,是照麥基洗德的等次作祭司的,不是照那為某一時期而設立、屬肉體之誡命的能力,乃是照那不可廢的祭司職分:
This being so, God shows to the prophet Jesus the great priest — not in a human manner, but in a divine one — standing before the face of the angel of the Lord; not so much the son of Josedek as the one signified through him, the truly great high priest, who has passed through the heavens, who is a priest after the order of Melchizedek, not according to the power of a fleshly commandment laid down for a certain season, but according to an inviolable priesthood:
1:484
Σὺ εἶ ἱερεὺς εἰς τὸν αἰῶνα. . Οὐχ ὡς ἔτυχεν δὲ ἐδείχθη ὑπὸ Κυρίου Ἰησοῦς μέγας ἱερεύς, ἀλλ' ἑστὼς ἀκλόνητος καὶ βεβαίως ἱδρύμενος, παραπλησίως τῷ λεχθέντι ἐν Εὐαγγελίῳ·
「你是永遠為祭司的。」大祭司耶穌並非以隨便的方式被主指示出來,乃是站立得穩、堅定不移,正如福音書所說:
'You are a priest for ever.' And Jesus the great priest was not shown by the Lord in any casual way, but standing unshaken and firmly established, similarly to what is said in the Gospel:
1:485
Ἑστὼς Ἰησοῦς ἐκέκραγεν λέγων·
「耶穌站著高聲說:
'Jesus stood and cried out, saying:
1:486
Εἴ τις διψᾷ, ἐρχέσθω πρός με καὶ πινέτω. Διὰ τοῦτο γὰρ πᾶς ἐρχόμενος πρὸς αὐτὸν πίνει, ὅτι ἕστηκεν παραμόνως
『人若渴了,可以到我這裡來喝。』」正因如此,凡到他這裡來的都得以暢飲,因為他恆常站立不移。
"If anyone thirsts, let him come to me and drink."' For on this account everyone who comes to him drinks: because he stands abidingly.
1:487
Πρὸς τῷ δὲ ἑστῶτα αὐτὸν ἰδεῖν, δεικνύντος τοῦ Θεοῦ πρὸ προσώπου ἀγγέλου Κυρίου, καὶ διάβολος ὤφθη ἑστὼς ἐκ δεξιῶν αὐτοῦ ἀντικεῖσθαι αὐτῷ
除了看見他站立以外——因神使他站在耶和華使者的面前——撒但也被看見站在他右邊,與他作對。
But besides seeing him standing — since God showed him before the face of the angel of the Lord — the devil also was seen standing at his right hand to oppose him.
1:488
Τίσιν δὲ ἔδει ἐναντιοῦσθαι καὶ ἀντικεῖσθαι τὸν διάβολον, τοῖς δεξιοῖς τοῦ δειχθέντος ὑπὸ Κυρίου, ἑστηκότος ἐπίπροσθεν τοῦ ἀγγέλου τοῦ τῆς μεγάλης βουλῆς; . Ἔστη δὲ καὶ ἐκ δεξιῶν τοῦ Ἰούδα, ὡς ἐν ἑκατοστῷ ὀγδόῳ Ψαλμῷ λέγεται·
但撒但當抵擋、當敵對誰呢?豈不是那由主所指示、站在大謀之使者面前那位右邊之事嗎?他也站在猶大的右邊,正如第一百零八篇詩篇所說:
But whom must the devil oppose and set himself against, but the right-hand things of the one shown by the Lord, who stood before the angel of great counsel? And he stood also at the right hand of Judah, as is said in the one hundred and eighth Psalm:
1:489
Κατάστησον ἐπ' αὐτὸν ἁμαρτωλόν, καὶ διάβολος στήτω ἐκ δεξιῶν αὐτοῦ. . Ἀλλ' ὅρα γε διαφορὰν πολλὴν ἐν ταῖς λέξεσιν·
「求你派一個惡人轄制他,叫撒但站在他右邊。」但要留意這兩處措辭之間的極大差異:
'Set a sinner over him, and let the devil stand at his right hand.' But observe indeed a great difference in the wordings:
1:490
τοῦ μὲν γὰρ προδόντος τὸν Σωτῆρα ἐν τοῖς δεξιοῖς ἵσταται προκατειληφότος αὐτά, τόπον δεδωκότος τῷ διαβόλῳ
因為就那出賣救主之人而言,撒但站在他右邊之事中,預先佔據了它們——因那人給了魔鬼地步。
for in the case of the one who betrayed the Saviour, he stands among the right-hand things, having taken possession of them beforehand — that one having given place to the devil.
1:491
Εἴρηται γὰρ ὅτι ἔβαλεν εἰς τὴν καρδίαν αὐτοῦ προδοῦναι τὸν ἐκλεξάμενον αὐτὸν ἄριστον διδάσκαλον ἅμα καὶ Σωτῆρα
因為經上說,他將出賣那揀選他的心意放進他心裡,就是出賣那位既是至善之師、又是救主的主。
For it is said that he put it into his heart to betray the one who had chosen him, the best of teachers and Saviour alike.
1:492
Καὶ μετὰ τὸ βαλεῖν εἰς τὴν καρδίαν, εἰσελήλυθεν εἰς αὐτὸν ἵν' ἐνεργῇ τὰ τῆς προδοσίας ἐν αὐτῷ ὡς ἐνεργεῖ ἐν τοῖς υἱοῖς τῆς ἀπειθείας
他將此放進其心之後,便進入他裡面,好在他裡面施行背叛之事,正如他在悖逆之子裡面所運行的一樣。
And after putting it into his heart, he entered into him, so as to work the deeds of betrayal in him, just as he works in the sons of disobedience.
1:493
Γέγραπται γὰρ ὅτι μετὰ τὸ ψωμίον εἰσῆλθεν εἰς αὐτὸν Σατανᾶς
因為經上記著說,那一點餅之後,撒但就入了他的心。
For it is written that after the morsel Satan entered into him.
1:494
Τοῦ δὲ μεγάλου ἱερέως οὐκ ἄλλως ἕστηκεν ἐκ δεξιῶν τῷ ἀντικεῖσθαι αὐτῷ, μάλιστα ὅτε πορθεῖν ἐπιχειρεῖ τοὺς ὠφελουμένους καὶ παιδευομένους ὑπ' αὐτοῦ·
然而那大祭司站在他右邊,無非是要與他敵對,尤其當他企圖擄掠那些蒙他幫助、受他教導之人的時候。
But the great high priest stands at his right hand in no other way than by opposing him, especially when he attempts to ravage those who are being helped and instructed by him.
1:495
οὐκ ἀντικειμένως ἐκ δεξιῶν ἵσταται, ὅτε ἐξαιτεῖται τοὺς εἰς τὴν πίστιν καὶ λοιπὴν ἀρετὴν κεκλημένους, κατὰ τὸ λεχθέν·
他豈不是作為敵對者站在右邊嗎?就在他索求那些蒙召歸入信與其餘美德之人的時候,正如所說的:
Indeed, does he not stand as an adversary at the right hand when he demands those who have been called to faith and the rest of virtue, according to what was said:
1:496
Ἰδοὺ ἐξῃτήσατο ὑμᾶς Σατανᾶς τοῦ σινιάσαι ὡς τὸν σῖτον, κἀγὼ ἐδεήθην ὑπὲρ ὑμῶν, Πέτρε μαθητὰ ἡμέτερε, ἵνα μὴ ἐκλίπῃ πίστις σου; . Πρὸς τῷ μὴ βλαβῆναι δὲ οἷς ἀντίκειται, καὶ ἐξουσίαν κατ' αὐτοῦ λαμβάνουσιν, ἵνα πατῶσιν ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθρικῶς ἀντικειμένου, βλάβην οὐδ' ὅλως ὑφιστάμενοι διὰ τὸ ἐλπίζειν ἐπὶ τὸν συντρίβοντα ὑπὸ τοὺς πόδας τῶν ἁγίων τὸν στασιώδη καὶ λυμεῶνα διάβολον·
「看哪,撒但想要得著你們,好篩你們像篩麥子一樣,但我已為你們祈求,彼得啊,我們的門徒,叫你的信心不至失掉。」他們不僅不被自己所敵對的仇敵所害,反倒領受了勝過他的權柄,得以踐踏那仇敵敵對之勢力的一切能力,絲毫不受損傷,因為他們仰望那位將那叛逆殘害的魔鬼踐踏在眾聖徒腳下的主。
'Behold, Satan has demanded to have you, that he might sift you like wheat, but I have prayed for you, O Peter, our disciple, that your faith may not fail.' Besides not being harmed by those whom he opposes, they also receive authority against him, so as to tread upon all the power of the enemy who opposes them, suffering no harm whatsoever, because they hope in him who crushes beneath the feet of the saints the rebellious and destructive devil.
1:497
Πᾶς ἔχων τὴν ἐλπίδα ἐπὶ τὸν Θεὸν ἄβλητος καὶ ἀκλόνητος μενεῖ, οὐ ψαύοντος, οὐχ ἁπτομένου τοῦ πονηροῦ τοῦ βοηθουμένου ὑπὸ τῆς δεξιᾶς τοῦ Θεοῦ σκεπομένου
凡以神為指望的人,必存留不受攻擊、不被動搖,那惡者既不能觸及、也不能沾染那蒙神右手幫助、遮蔽之人。
Everyone who has his hope in God shall remain unassailable and unshaken, for the evil one neither touches nor lays hold of him who is helped and sheltered by the right hand of God.
1:498
Ὅρα γοῦν τί κελαδῶν ὑμνῳδὸς πρὸς τὸν οὕτω ὑπὸ τὴν χεῖρα τοῦ Θεοῦ τυγχάνοντα·
你且看那頌讚的詩人,向這樣蒙神之手護庇的人怎樣歌唱說:
See, then, what the psalmist sings out to the one who is thus under the hand of God:
1:499
Τὸν ὕψιστον ἔθου καταφυγήν σου, οὐ προσελεύσεται πρὸς σὲ κακά, καὶ μάστιξ οὐκ ἐγγιεῖ τῷ σκηνώματί σου, ὅτι τοῖς ἀγγέλοις αὐτοῦ ἐντελεῖται περὶ σοῦ·
「你已將至高者當作你的避難所,禍患必不臨到你,災害也不挨近你的帳棚,因他要為你吩咐他的使者。」
'You have made the Most High your refuge; no evils shall come near you, and no scourge shall approach your dwelling, for he shall command his angels concerning you.'
1:500
δράκοντα. . Περὶ τοῦ οὕτω λεγομένου λέοντος καὶ δράκοντος, ἐν τῇ Ἰωάννου Ἀποκαλύψει λέγεται ὡς εἴη ἀρχαῖος Σατανᾶς
……龍。關於這樣稱呼的獅子與龍,在約翰的啟示錄中說到,這就是那古蛇撒但。
...the serpent. Concerning the lion and serpent so named, it is said in the Apocalypse of John that this is the ancient Satan.
1:501
Ἐκ παραλλήλου δόξει εἰρῆσθαι ἐν τῇ τοιαύτῃ θεωρίᾳ διάβολος καὶ Σατανᾶς αὐτός, ἑβραϊκὴ δ' οὖσα Σατανᾶς φωνὴ ἀντικείμενος σημαίνει τῇ Ἑλλήνων φωνῇ
在這樣的默想中,藉著對偶的說法,「魔鬼」與「撒但」似乎是指同一位;而「撒但」是希伯來話,在希臘話中意即「敵對者」。
By way of parallelism, in such a contemplation it will seem that 'devil' and 'Satan' are said to be one and the same; and 'Satan' being a Hebrew word signifies 'adversary' in the Greek tongue.
1:502
Τούτων οὕτω θεωρουμένων, μακάριόν ἐστιν ἔχειν ἐχθρὸν καὶ ἀντικείμενον τὸν διάβολον καὶ μὴ φίλον·
既如此默想這些事,那麼以魔鬼為仇敵和敵對者,而非為朋友,乃是有福的;
These things being thus contemplated, it is a blessed thing to have the devil as an enemy and adversary, and not as a friend;
1:503
ἐπιβλαβὴς γὰρ τούτου ἑταιρία καὶ εἰς ὄλεθρον κατασπῶσα
因為與他為伴乃是有害的,並且將人拖入滅亡。
for his companionship is harmful and drags one down to destruction.
1:504
Αὐτίκα γοῦν πλησιάσας τῷ Ἰούδᾳ, υἱὸν ἀπωλείας αὐτὸν ἐποίησεν καὶ ἴδιον τέκνον ὡς μετασχεῖν καὶ τῆς προσηγορίας αὐτοῦ
譬如,他一挨近猶大,就使他成了滅亡之子,成了他自己的兒女,甚至與他同得那稱號。
Thus, for instance, having drawn near to Judas, he made him a son of perdition and his own child, so that he even shared in his appellation.
1:505
Φησὶν γὰρ Σωτὴρ περὶ αὐτοῦ πρὸς τοὺς δώδεκα μαθητάς·
因為救主論到他,對那十二個門徒說:
For the Saviour says concerning him to the twelve disciples:
1:506
Οὐχὶ τοὺς δώδεκα ὑμᾶς ἐξελεξάμην; Καὶ εἷς ἐξ ὑμῶν διάβολός ἐστιν. Καὶ αὐτῷ δὲ τῷ Ἰησοῦ, καθὸ ἄνθρωπος γέγονεν ἀναλαβὼν ψυχὴν καὶ σῶμα ἀνθρώπου, ἐν τῷ ἐρήμῳ ἔστη ἀντικείμενος ἐκ δεξιῶν νηστεύοντι τεσσεράκοντα ἡμέρας καὶ νύκτας ἴσας
「我不是揀選了你們十二個人嗎?你們中間有一個是魔鬼。」至於耶穌自己,因他既成了人,取了人的魂與身體,那敵對者就在曠野裡站在他右邊,正當他禁食四十晝夜之時。
'Did I not choose you, the twelve? And one of you is a devil.' And to Jesus himself, in that he had become man, having taken up a human soul and body, in the wilderness the adversary stood at his right hand while he fasted forty days and as many nights.
1:507
οὐκ ἀντικείμενος ἀναγαγὼν αὐτὸν εἰς τὸ πτερύγιον τοῦ ἱεροῦ δολερῶς ἔφασκεν·
那敵對者豈不是領他上到殿頂,詭詐地說:
Indeed, did not the adversary, having led him up to the pinnacle of the temple, deceitfully say:
1:508
Βάλε σεαυτὸν ἐντεῦθεν κάτω, καὶ δείξας πάσας τὰς βασιλείας τῆς οἰκουμένης καὶ τὰς δόξας αὐτῶν·
「你從這裡跳下去吧」;並且將天下的萬國與其榮華都指給他看,說:
'Cast yourself down from here'; and, having shown him all the kingdoms of the world and their glory:
1:509
Ταῦτα πάντα δώσω σοι, εἶπεν, ἐὰν πεσὼν προσκυνήσῃς μοι
他說:「你若俯伏拜我,我就把這一切都賜給你。」
'All these will I give you,' he said, 'if you will fall down and worship me.'
1:510
Πλὴν εἰ καὶ σὺν δόλῳ ταῦτ' ἔλεγεν, ἀνετράπη καὶ κατεβλήθη ἔξαθλος γενάμενος ὑπὸ τοῦ πειραθέντος κατὰ πάντα τοῖς ἄλλοις ἀνθρώποις
然而他雖用詭詐說這些話,卻被那位在各樣事上與別人一樣受過試探的主推翻擊倒,徹底敗落。
Yet even though he said these things with guile, he was overturned and cast down, becoming utterly defeated by the one who was tempted in all things like other men.
1:511
Δῴη δὲ καὶ ἡμῖν Θεὸς τῶν ἀβοηθήτων βοηθός, τὴν πάλην ἔχουσιν ἡμῖν πρὸς τὰς ἐξουσίας, πρὸς τοὺς κοσμοκράτορας τοῦ σκότους τούτου καὶ τὰ πνευματικὰ τῆς πονηρίας, ἀπλήκτους καὶ ἀπτώτους διαμεῖναι, μηδ' ὅλως ἁψαμένου ἡμῶν τοῦ πονηροῦ
願那位幫助無助之人的神,也賜恩給我們這與執政掌權者、與這幽暗世界的掌權者、與那屬靈的惡魔爭戰的人,使我們得以存留不受擊打、不至跌倒,叫那惡者絲毫不能沾染我們。
And may God, the helper of the helpless, also grant to us, who wrestle against the powers, against the world-rulers of this darkness and the spiritual forces of wickedness, to remain unstricken and unfallen, the evil one not touching us at all.
1:512
: Καὶ εἶπεν Κύριος πρὸς τὸν διάβολον·
:耶和華對魔鬼說:
: And the Lord said to the devil:
1:513
Ἐπιτιμήσαι Κύριος ἐν σοί, διάβολε, καὶ ἐπιτιμήσαι Κύριος ἐν σοὶ ἐκλεξάμενος Ἰερουσαλήμ
「魔鬼啊,願耶和華責備你;願那揀選耶路撒冷的耶和華責備你。」
'May the Lord rebuke you, O devil, and may the Lord who has chosen Jerusalem rebuke you.'
1:514
Οὐκ ἰδοὺ τοῦτο ὡς δαλὸς ἐξεσπασμένος ἐκ πυρός; . Κύριος, φησίν, εἶπεν τῷ διαβόλῳ·
「這不是從火中抽出來的一根柴嗎?」經上說,主對魔鬼說:
'Is not this a brand plucked out of the fire?' The Lord, it says, said to the devil:
1:515
Ἐπιτιμήσαι ἐν σοί, διάβολε
「魔鬼啊,願主責備你。」
'May [the Lord] rebuke you, O devil.'
1:516
Καὶ ἐν τῇ παρούσῃ λέξει, Κύριος περὶ Κυρίου λέγει, Πατὴρ περὶ τοῦ Υἱοῦ, ὡς ἔμπροσθεν εἴρηται
在本段經文中,主論到主,父論到子,正如前面所說的。
And in the present passage, the Lord speaks concerning the Lord, the Father concerning the Son, as has been said before.
1:517
Πῶς δὲ λέγει καὶ τί τῷ διαβόλῳ Κύριος ἐπιστατέον
然而主向魔鬼如何說、說了甚麼,這是須當思量的。
But how and what the Lord says to the devil must be considered.
1:518
Οὐ προφορικῷ λόγῳ χρώμενος κατά τινα μίαν τῶν ἀνθρωπίνων διαλέκτων ὁμιλεῖ τῷ διαβόλῳ πάντων δεσπότης·
萬有的主宰並非藉著人類某一種方言所發出的言語與魔鬼交談;
The Master of all does not converse with the devil by employing uttered speech according to some one of the human dialects;
1:519
οὐδὲ γὰρ αὐτὸς φωνητικοῖς ὀργάνοις χρᾶται ἀσώματος καὶ νοερὰ οὐσία ὑπάρχων, οὐδὲ πρὸς ὃν λόγος διάβολος πληττομένην ἔχει ἀκοὴν ὑπὸ φωνῶν συγκειμένων ἐκ συλλαβῶν, μάλιστα ὅταν Θεὸς λέγων
因為他自己既是無形體、屬理性的本質,並不使用發聲的器官,而那被吩咐之對象魔鬼,也沒有一個能被由音節組成之聲音所擊動的聽覺——尤其當說話的乃是神的時候。
for neither does he himself use vocal organs, being an incorporeal and intellectual nature, nor does the devil, to whom the word is addressed, have a hearing that is struck by sounds composed of syllables—especially when it is God who speaks.
1:520
Ἐντυγχάνοντες γοῦν τῇ βίβλῳ τοῦ Ἰώβ,εὑρίσκοντες ἐκεῖ Θεὸν λέγοντα τῷ διαβόλῳ καὶ τῷ Θεῷ τὸν διάβολον, οὐχ οὕτω μικροφυεῖς ἐσμεν ὡς νομίσαι κατὰ προφορὰν ἀνθρωπίνης διαλέκτου γίνεσθαι τὰς ἐρωτήσεις καὶ ἀποκρίσεις·
所以當我們讀到約伯記,在那裡見神對魔鬼說話、魔鬼對神說話時,我們並非那樣淺陋,以為那些問答是照著人類方言的發聲而進行的;
When we come upon the book of Job, and find there God speaking to the devil and the devil to God, we are not so small-minded as to suppose that the questions and answers take place according to the utterance of a human dialect;
1:521
ἄλλως ἁρμόζει καὶ πρέπει τοῖς ἐκκειμένοις προσώποις
反倒是以另一種方式,與所陳明的位格相稱、相配。
rather, it befits and suits the persons set forth in another manner.
1:522
Λέγει μὲν γὰρ Θεὸς ὅταν βούλεται φανερώσῃ οἷς ἔκρινεν ἀκούειν αὐτοῦ, ὡς αὖ ἀκούει τῶν διαλεγομένων αὐτῷ γινώσκων ἔχουσιν ἐν ἡγεμονικῷ τῷ σφῶν
因為神說話,乃是當他向那些他判定配聽他的人顯明他所願意的事;同樣,他垂聽那些與他交談之人,也知道他們在自己心思主宰中所存的意念。
For God speaks whenever he makes manifest what he wills to those whom he has judged worthy to hear him, just as, in turn, he hears those who converse with him, knowing what they have in their own ruling faculty.
1:523
Καὶ ἐν τοῖς προκειμένοις γοῦν εἶπεν Κύριος τῷ διαβόλῳ, φανερώσας αὐτῷ τὸ ἀπαγγελλόμενον ἔχον οὕτως·
所以在我們面前的這段經文中,主對魔鬼說話,將所宣告的事向他顯明,其內容如下:
And so in the passage before us the Lord said to the devil, having made manifest to him the thing declared, which runs thus:
1:524
Ἐπιτιμήσαι Κύριος ἐν σοί, διάβολε, μόνον οὐχὶ λέγων·
「魔鬼啊,願耶和華責備你」,這幾乎等於說:
'May the Lord rebuke you, O devil,' all but saying:
1:525
Σκεῦος ὀργῆς ἔσῃ ἐν καὶ δι' οὗ ἐπιτιμῶνται οἱ κολαστέοι ἐπαξίως οἷς ἠργάσαντο φαύλως
「你要作忿怒的器皿,在你裡面並藉著你,那些當受刑罰之人按其所行的惡,被相稱地責罰。」
'You shall be a vessel of wrath, in whom and through whom those deserving of punishment are rebuked, worthily according to the evils they have wrought.'
1:526
Εἰ δὲ πρὸς αὐτὸν λέγοιτο τὸ ἐν σοί, διάνοιαν ἔχει τὸ ῥητὸν τοιαύτην·
但若「在你裡面」這話是指他自己而說,則這話有如下的意思:
But if the words 'in you' are said with reference to him himself, the saying has this meaning:
1:527
ἐπεὶ ἐν σεαυτῷ κεκρυμμένως ἁμαρτάνεις, οὐ λανθάνεις δὲ τοῦτ' ἐνεργῶν, τὸ κρυπτόν σου καὶ πάντων προκαταλαμβάνων Θεὸς ἐπιτιμᾷ ἐν σοί, ἐπιστάμενος τὴν ἐν σοὶ κρυπτομένην κακουργίαν
既然你在自己裡面隱密地犯罪,行這事卻並不能瞞得過,那位早已洞悉你和眾人隱密之事的神,就「在你裡面」責備你,因他知道那藏在你裡面的惡毒。
since you sin in a hidden manner within yourself, yet do not escape notice in doing this, God, who anticipates that which is hidden in you and in all, rebukes 'in you,' knowing the wickedness concealed within you.
1:528
Ὅτι δὲ οὕτως κακουργεῖ διάβολος καὶ πολλοὶ τῶν κατὰ πονηρίαν γεννηθέντων ὑπ' αὐτοῦ, πρὸς αὐτὸν ἐν Ἠσαΐᾳ Θεός φησιν·
至於魔鬼如此行惡,以及許多照著邪惡由他所生之人也如此,神在以賽亞書中對他說:
That the devil thus works wickedness, and many of those begotten by him in wickedness, God says to him in Isaiah:
1:529
Σὺ δὲ εἶπας ἐν τῇ διανοίᾳ σου·
「你心裡曾說:」
'But you said in your mind:'
1:530
Εἰς τὸν οὐρανὸν ἀναβήσομαι, καὶ τὰ ἑξῆς μέχρι τοῦ·
「我要升到天上」,以下的話直到那句……
'I will ascend into heaven,' and so forth up to the words...
1:531
Τούτῳ συνᾴδει καὶ τὸ ἐν Ψαλμοῖς εἰρημένον·
與此相和的,還有詩篇中所說的:
In harmony with this is also what is said in the Psalms:
1:532
Φησὶν παράνομος τοῦ ἁμαρτάνειν ἐν ἑαυτῷ. Ἁμαρτάνων γὰρ ἐν ἑαυτῷ καὶ λέγων ἐν τῇ διανοίᾳ·
「那不法的人在自己心裡說,以致犯罪。」因為他在自己裡面犯罪,並在心思中說:
'The lawless one says, so as to sin, within himself.' For sinning within himself and saying in his mind:
1:533
Εἰς τὸν οὐρανὸν ἀναβήσομαι, οὐ λαθὼν ἐν ἑαυτῷ δέχεται τὴν ἐπιτιμίαν
「我要升到天上」——他在自己裡面並不能隱瞞——就受了那責備。
'I will ascend into heaven'—not escaping notice within himself—he receives the rebuke.
1:534
Ἰσοδυναμεῖ τοῖς εἰρημένοις τό·
與上述所言力量相等的,還有這句:
Equivalent in force to what has been said is this:
1:535
Εἶπεν ἄφρων ἐν καρδίᾳ αὐτοῦ·
「愚頑人心裡說:」
'The fool said in his heart:'
1:536
ἔστιν Θεός. . Δείξας ὡς καὶ ἐν κρυπτῷ ἁμαρτάνων οὐ διαδιδράσκει τιμωρίαν, δείκνυσιν ἑξῆς τίς ἐστιν ἐπιτιμῶν, ὅτι ἐκλεξάμενος τὴν Ἰερουσαλὴμ ὑπάρχει
「……有神。」既已顯明連那暗中犯罪的人也逃不過刑罰,他接著便指明那責備者是誰——就是那揀選耶路撒冷的主。
'...there is a God.' Having shown that even he who sins in secret does not escape punishment, he next shows who it is that rebukes—namely, that it is he who has chosen Jerusalem.
1:537
Πολυτρόπως δὲ ἀποδέδοται τίς ἐστιν ἐκλεκτὴ τοῦ Θεοῦ πόλις·
神所揀選的城究竟是誰,已用多種方式加以解說;
In many ways it has been rendered who the elect city of God is;
1:538
καὶ γὰρ καθαρὰ ψυχὴ ὁρῶσα τὴν πάντα νοῦν ὑπερέχουσαν εἰρήνην Ἰερουσαλὴμ προσηγορεύετο, καὶ ἔνδοξος τοῦ Χριστοῦ Ἐκκλησία, ἁγία καὶ ἄμωμος, σπίλον ῥυτίδα οὐκ ἔχουσα, καὶ κατὰ τὴν ὑπεραναβεβηκυῖαν ἀλληγορίαν ἐπουράνιος τοῦ ζῶντος Θεοῦ πόλις, κατὰ τὸ οὕτω γεγραμμένον·
因為那看見超乎一切理性之平安的潔淨魂被稱為耶路撒冷;那榮耀的基督教會,聖潔沒有瑕疵、毫無玷污皺紋的,也如此稱呼;並且照著更高的寓意,就是永生神的天上之城,正如所記著的:
for the pure soul, which beholds the peace that surpasses all understanding, was called Jerusalem; and also the glorious Church of Christ, holy and blameless, having no spot or wrinkle; and according to the higher allegory, the heavenly city of the living God, according to what is thus written:
1:539
Προσεληλύθατε Σιὼν ὄρει καὶ πόλει τοῦ Θεοῦ ζῶντος, Ἰερουσαλὴμ ἐπουρανίῳ καὶ μυριάσιν ἀγγέλων, πανηγύρει. . Τί δ' ἔσται ἐκ τοῦ ἐπιτιμῆσαι τὸν Κύριον ἐν τῷ διαβόλῳ φανεροῖ·
「你們乃是來到錫安山,永生神的城邑,就是天上的耶路撒冷,那裡有千萬的天使,聚集歡樂。」主責備魔鬼所要成就的,他也顯明說:
'You have come to Mount Zion and to the city of the living God, the heavenly Jerusalem, and to myriads of angels in festal assembly.' What will come from the Lord's rebuking of the devil, he makes plain:
1:540
Οὐκ ἰδοὺ τοῦτο ὡς δαλὸς ἐξεσπασμένος ἐκ πυρός; . Ἡμίκαυτον δὲ ξύλον δαλός, ἐγγὺς τοῦ εἰς ἄνθρακα μεταβαλεῖν φθάσας, μηκέτι ἔχων τὴν ἰσχὺν καὶ στερρότητα τοῦ ξύλου
「這不是從火中抽出來的一根柴嗎?」一根柴乃是半焦的木頭,將近變成炭,不再有木頭的力量與堅實。
'Is not this a brand plucked out of the fire?' A brand is a half-burnt piece of wood, come near to being turned into charcoal, no longer having the strength and firmness of the wood.
1:541
Τοιοῦτοι δ' ἦσαν καὶ οἱ ἐχθροὶ τοῦ βασιλέως τῶν Ἑβραίων περὶ ὧν Θεὸς εἶπεν πρὸς αὐτόν·
希伯來人之王的仇敵也是這樣,關於他們,神對他說:
Such also were the enemies of the king of the Hebrews, concerning whom God said to him:
1:542
Μὴ φόβου, μηδὲ ψυχή σου ἀσθενείτω ἀπὸ τῶν δύο δαλῶν τῶν καπνιζομένων τούτων. . Ὥσπερ οὖν οὗτοι ἀσθενεῖς ὤφθησαν ὑποπεσόντες τῇ διὰ πυρὸς κολάσει, οὕτω καὶ τῆς ἐπιτιμίας τυχὼν ὑπὸ Κυρίου τοῦ ἐκλεξαμένου τὴν Ἰερουσαλὴμ ἀσθενὴς γέγονεν ὡς μηκέτι καρπὸν φέρειν, ἀφῃρημένος τὴν ζωτικὴν δύναμιν, κατὰ τὸν ἐκσπασθέντα ἀπὸ πυρὸς δαλόν·
「不要害怕,也不要因這兩個冒煙的火把之柴,就心裡膽怯。」正如這些既落在火的刑罰之下便顯為軟弱,照樣,那受了揀選耶路撒冷之主責備的,也就成了軟弱,以致不再結果子,被奪去了那生命的力量,正如那從火中抽出的柴一樣;
'Do not fear, neither let your soul be faint because of these two smoking firebrands.' Just as, then, these were shown to be weak, having fallen under the punishment by fire, so also the one who has received the rebuke from the Lord who has chosen Jerusalem has become weak, so as no longer to bear fruit, having been deprived of the vital power, like the brand plucked from the fire;
1:543
οὐ γὰρ ἔτι τὸ οὕτω καταφλεχθὲν φυτὸν καρπὸν φέρειν δύναται, εἰ καὶ ἐξεσπάσθη τοῦ πυρὸς ἵνα μὴ τέλειο̣ν ἀναλωθῇ καὶ εἰς τέφραν μεταβάλῃ, χρησιμεῦον εἰς ἑτέρας χρείας εἰς ἃς Θεὸς αὐτὸ παραλαμβάνει, πρὸς κάλου τοῖς κτιζομένοις, χωνευομένοις τε καὶ ἐλαυνομένοις ἀργυρέοις καὶ χρυσέοις σκεύεσι
因為這樣被燒焦的樹木不能再結果子,縱使它從火中被抽出,免得全然燒盡、化為灰燼,也是為要用於別的用途,就是神取用它之處——為造之物的益處,為那些被熔煉、被錘打的金銀器皿。
for a plant thus scorched can no longer bear fruit, even though it was plucked from the fire so that it might not be wholly consumed and turned to ash, being made useful for other needs to which God takes it up—for the good of things being created, of silver and gold vessels that are melted and beaten out.
1:544
Πῶς γὰρ οὐκ ἐκσπᾶται ἀπὸ τοῦ πυρὸς τῆς αἰχμαλωσίας λυτρωθεὶς ἀπ' αὐτῆς ὑπὸ τοῦ κηρύξαντος αἰχμαλώτοις ἄφεσιν καὶ κάθοδον δόντος εἰς τὴν πατρίδα ἣν πρότερον ᾤκουν πρὶν ἐπελθεῖν τοὺς πολεμίους τοὺς συλλαβομένους καὶ κατασπάσαντας αὐτούς
那從被擄之火中蒙救贖的人,怎能不算是從其中被抽出來呢?他既蒙那位向被擄者宣告釋放、並使他們得歸回故土的主所贖回——就是他們從前所住之地,在那擄掠拖曳他們的仇敵臨到之先所住的。
For how is he who has been redeemed from the fire of captivity not plucked from it—he who was ransomed by the one who proclaimed release to the captives and granted them return to the homeland which they formerly inhabited, before the enemies came who seized and dragged them away?
1:545
: Καὶ Ἰησοῦς ἦν ἐνδεδυμένος ἱμάτια ῥυπαρά, καὶ εἱστήκει πρὸ προσώπου τοῦ ἀγγέλου
:那時約書亞穿著污穢的衣服,站在使者面前。
: And Jesus was clothed in filthy garments, and stood before the face of the angel.
1:546
Καὶ ἀπεκρίθη καὶ εἶπεν πρὸς τοὺς ἑστηκότας πρὸ προσώπου αὐτοῦ λέγων·
使者吩咐站在面前的說:
And he answered and said to those who stood before his face, saying:
1:547
Ἀφέλετε τὰ ἱμάτια τὰ ῥυπαρὰ ἀπ' αὐτοῦ
「你們要脫去他污穢的衣服。」
'Take away the filthy garments from him.'
1:548
Ἰδοὺ ἀφῄρηκα τὰς ἀνομίας σου, καὶ ἐνδύσατε αὐτὸν ποδήρη, καὶ ἐπίθετε κίδαριν καθαρὰν ἐπὶ τὴν κεφαλὴν αὐτοῦ
「看哪,我已使你的罪孽離開你;要給他穿上華美的衣服,並把潔淨的冠冕戴在他頭上。」
'Behold, I have taken away your iniquities; and clothe him with a full-length robe, and set a clean turban upon his head.'
1:549
Καὶ περιέβαλον αὐτὸν ἱμάτια
他們就給他穿上衣服。
And they clothed him with garments.
1:550
Δυνατὸν ἐκλαβεῖν πρὸς ῥητὸν τὰς προκειμένας φωνὰς περὶ Ἰησοῦ τοῦ ἱερέως τοῦ μεγάλου, τοῦ δεικνύντος εἰκονικῶς τὸν ἀληθῶς πιστὸν ἀρχιερέα, ἀπαράβατον ἱερωσύνην ἔχοντα
上述這些話可以按字面理解為論到那大祭司約書亞,他以預表的方式顯出那真正信實的大祭司,就是持守那不能更換之祭司職分的。
It is possible to take the foregoing words in a literal sense concerning Jesus the great priest, who figuratively displays the truly faithful high priest, who holds a priesthood that does not pass away.
1:551
Ἐπεὶ γὰρ ἀγαπητικοὶ τυγχάνουσιν οἱ ἅγιοι, συμπαθοῦσιν τοῖς ἐν κακοπραγίᾳ, ἀπὸ συμπαθείας κλαίοντες μετὰ κλαιόντων
因為聖徒既是滿有愛心的,就與遭患難的人一同受苦,出於同情,與哀哭的人同哭。
For since the saints are loving, they suffer together with those in misfortune, out of compassion weeping with those who weep.
1:552
Τούτου ἕνεκα ἀκμὴν ἔτι ἐν αἰχμαλωσίᾳ τυγχάνοντος τοῦ πέσαντος Ἰσραήλ, τὴν κηδεμονίαν ἐγκεχειρισμένος ἱερεύς, πενθῶν καὶ συγκακούμενος, ῥυπαρὰ ἱμάτια ἐνδέδυται, ἅπερ ἀφαιρεθῆναι ἀπ' αὐτοῦ προστάττει παρὼν αὐτῷ ἄγγελος
為此緣故,正當那跌倒的以色列尚在被擄之中時,那受託看顧之責的祭司,因與他們一同哀傷、一同受苦,便穿著污穢的衣服,就是那與他同在的使者所吩咐要從他身上脫去的。
For this reason, while fallen Israel still remained in captivity, the priest to whom the guardianship had been entrusted, mourning and suffering along with them, is clothed in filthy garments, which the angel present with him commands to be taken away from him.
1:553
Ἔστιν δὲ τὰ ἱμάτια τὰ ῥυπαρὰ αἱ ἄνευ νόμου ἐπιτελούμεναι πράξεις·
那污穢的衣服,就是那些不按律法所行的行為;
Now the filthy garments are the deeds accomplished apart from the law;
1:554
Ἀφέλετε αὐτοῦ τὰ ῥυπαρὰ ἱμάτια, ἁρμονίως ἐπιφέρεται·
「脫去他污穢的衣服」——隨後的話便和諧地接續說:
'Take away his filthy garments'—the words that follow fit harmoniously:
1:555
Ἰδοὺ ἀφῄρηκα τὰς ἀνομίας σου. . Ἀφαιρεθεισῶν τῶν ἀνομιῶν αἵτινές εἰσιν ῥυπαρὰ ἱμάτια, ἐνδιδύσκεται τὸν ποδήρη, ἱερατικὸν ὄντα χιτῶνα, κοσμοῦντα μέχρι τῶν ποδῶν τὸν ἀμφιεννύμενον, καὶ ἐπιτίθεται κίδαρις καθαρὰ ἐπὶ τὴν κεφαλὴν τοῦ ἱερατικῶς θεραπεύοντος τὸν ἐληλυθότα Κύριον καὶ κατασκηνώσαντα ἐν μέσῳ τῆς Σιὼν καὶ Ἰερουσαλήμ
「看哪,我已使你的罪孽離開你。」那些罪孽,就是污穢的衣服,既被除去,他便穿上那華美的衣服,就是那祭司的長袍,將穿它的人一直裝飾到腳;並有潔淨的冠冕戴在那位以祭司職事奉那已臨到、且住在錫安與耶路撒冷之中的主之人頭上。
'Behold, I have taken away your iniquities.' When the iniquities, which are the filthy garments, have been taken away, he is clothed with the full-length robe, which is the priestly tunic that adorns the one who wears it down to the feet, and a clean turban is set upon the head of him who priestly serves the Lord who has come and taken up his dwelling in the midst of Zion and Jerusalem.
1:556
Ἐπὶ τῇ ἀποκαταστάσει καὶ ἀνοικοδομῇ τῆς πόλεως καὶ τοῦ ναοῦ, ἐνδιδύσκεται προϊστάμενος τῶν ἐλευθερωθέντων ἀπὸ τῆς αἰχμαλωσίας ἱμάτιον σωτηρίου καὶ χιτῶνα εὐφροσύνης, ἀποβαλὼν τὰ ῥυπαρὰ ἱμάτια διὰ τὸ μηκέτι πενθεῖν, ἀλλὰ ἀγαλλιᾶν καὶ εὐφραίνεσθαι, σωθέντων ἀπὸ τῆς αἰχμαλωσίας τῶν πειραθέντων αὐτῆς
在城與殿得以復興重建之時,那些從被擄中得釋放之人的領袖,便脫去污穢的衣服,穿上救恩的衣服和喜樂的內袍,因他不再哀傷,反倒歡欣快樂,因那些曾經歷被擄的人已從被擄中得救。
At the restoration and rebuilding of the city and the temple, the leader of those set free from captivity is clothed with a garment of salvation and a tunic of gladness, having cast off the filthy garments, because he no longer mourns but exults and rejoices, since those who experienced captivity have been saved from it.
1:557
τοῖς αἰτίοις γεγενημένοις ἐν τῷ ἁμαρτάνειν τοῦ τοιαῦτα ἄμφια ἐνδεδῦσθαι; Δυνατὸν ἐκλαβεῖν ἀγγέλους θείους εἶναι τοὺς τὴν πρόσταξιν λαμβάνοντας, παρεμβάλλοντας κύκλῳ τῶν φοβουμένων τὸν Θεὸν ἐπὶ τῷ ῥύσασθαι αὐτούς, ὥστε μηκέτι κατηφεῖν καὶ σκυθρωπάζειν ἐπὶ παρούσῃ δυσπραγίᾳ
……歸給那些因犯罪而成了穿著這種衣服之罪責者的人。也可以把那些領受吩咐的理解為神聖的天使,他們安營在敬畏神之人的四圍,為要搭救他們,使他們不再因當前的患難而垂頭喪氣、愁苦不樂。
...to those who had become responsible, in their sinning, for being clothed in such garments. It is possible to understand as divine angels those who receive the command, who encamp round about those who fear God so as to deliver them, so that they no longer be downcast and gloomy over the present adversity.
1:558
Πρὸς τοῖς εἰρημένοις πρὸς τὴν ῥητὴν διήγησιν, καὶ τὰ πρὸς διάνοιαν θεωρητέον
除了就字面敘事所說的之外,那些關乎屬靈涵義的事也當加以思量。
In addition to what has been said with regard to the literal narrative, the things pertaining to the deeper meaning must also be considered.
1:559
Ἰησοῦς μέγας ἀρχιερεύς, οὗ τύπον φέρει εἰκονικὸς Ἰησοῦς ἐν τῇ Βαβυλῶνι μετὰ τῶν αἰχμαλώτων διάγων, ἐνεδέδυτο ῥυπαρὰ ἱμάτια τὰς πάντων ἀνθρώπων ἁμαρτίας, οὐχ ἁμαρτὼν αὐτὸς μηδὲ πειραθεὶς ἁμαρτίας
那大祭司耶穌,就是那在巴比倫與被擄之人一同度日的預表性約書亞所表徵的,穿著污穢的衣服,就是眾人的罪,然而他自己並沒有犯罪,也未曾經歷罪。
Jesus the great high priest, whose type the figurative Jesus—who was passing his life in Babylon among the captives—bears, was clothed in filthy garments, that is, the sins of all men, though he himself did not sin nor experience sin.
1:560
Ἵν' ἐκδύσηται καὶ ἀποβάλῃ τὸ ὑπὲρ ἡμῶν ἐνεδύσατο ὕφασμα τῆς ἁμαρτίας, ἐπὶ τὸν σταυρὸν ἀναβαίνει, ὡς τὸν θεολόγον Πέτρον, τὸν ἀπόστολον Χριστοῦ, γράφειν·
為要脫下並拋棄那為我們的緣故所穿上之罪的衣袍,他便上了十字架,正如神學家彼得、基督的使徒所寫的:
That he might strip off and cast away the garment of sin which he had put on for our sake, he ascends the cross, as Peter the theologian, the apostle of Christ, writes:
1:561
Ὃς τὰς ἁμαρτίας ἡμω῀̣ν ἀνήνεγκεν τῷ σώματι αὐτοῦ ἐπὶ τὸ ξύλον, ἵν' ἀπογενόμενοι ταῖς ἁμαρτίαις τῇ δικαιοσύνῃ αὐτοῦ ζήσωμεν. . Συνῳδὰ καὶ τὸ τῆς ἐκλογῆς σκεῦος Παῦλος ἐπιστέλλει οὕτω γράφων·
祂在木頭上親身擔當了我們的罪,使我們既然向罪死了,就得以在祂的義中而活。與此相和,那揀選的器皿保羅也如此寫道:
He who bore our sins in His own body upon the tree, that we, having died to our sins, might live unto His righteousness. In harmony with this, Paul, the chosen vessel, writes as follows:
1:562
Ἀπεκδυσάμενος τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας ἐθριάμβευσεν παρρησίαν ἐν τῷ ξύλῳ, ἐξαλείψας τὸ καθ' ἡμῶν χειρόγραφον, ῥήξας αὐτὸ καὶ ἄρας ἐκ τοῦ μέσου, ἵν' ἐν παρρησίᾳ θριαμβεύσας ἀποδύσηται τ̣ὰς περιέκειτο πρότερον ἀρχὰς καὶ ἐξουσίας
祂既卸下了那些執政的和掌權的,就在木頭上公然明明地誇勝,塗抹了那寫著攻擊我們的字據,把它撕碎,從中間除去,好叫祂明明地誇勝,卸下先前所披戴的執政者與掌權者。
Having stripped off the principalities and the powers, He triumphed over them openly in the tree, having blotted out the handwriting that was against us, tearing it and taking it out of the way, so that, having triumphed openly, He might strip off the principalities and powers with which He had formerly been clothed.
1:563
Πῶς γὰρ οὐκ ἐνδιδύσκεται ταύτας ἐνεργῶν ὑποβάλλουσι χείρονα καὶ κακὰ φρονήματα; . Κατασκευαστέον δὲ ἐκ τοῦ ἐναντίου τὴν θεωρίαν
因為那按照他們所暗示的卑劣與邪惡思念而行的人,怎能不披戴上這些執政掌權者呢?然而,我們也必須從相反的一面來建立這番默想。
For how does he who acts upon the baser and evil thoughts which they suggest not clothe himself with these very powers? But the contemplation must be constructed also from the opposite side.
1:564
πράττων καὶ φρονῶν διδάσκει Σωτὴρ αὐτὸν ὄντα Χριστὸν ἐνδύεται κατὰ τὸ·
那實行並思念救主所教導之事的人,就披戴了那位基督自己,正如所說:
He who does and thinks the things which the Saviour teaches puts on Christ Himself, according to the word:
1:565
Ἐνδύσασθε τὸν Κύριον Ἰησοῦν,καὶ τό·
「你們要披戴主耶穌」;又說:
Put on the Lord Jesus; and the word:
1:566
Ὅσοι Χριστὸν ἐνεδύσασθε. πράττων καὶ διανοούμενος τὰ τῶν πονηρῶν ἀρχῶν καὶ ἐξουσιῶν, πρὸς ἃς ἔχουσι τὴν πάλην οἱ σωτηρίως ἀθλοῦντες, ἐνδιδύσκεται αὐτάς, τὰς κατ' αὐτὰς ποιότητας δεχόμενος
「你們凡受洗歸入基督的,都已披戴了基督。」但那實行並謀劃那些屬於邪惡執政掌權者之事的人——就是那些為救恩而奮鬥之人所與之角力的對象——便披戴了它們,領受了與它們相應的性質。
As many of you as have put on Christ. But he who does and devises the things belonging to the wicked principalities and powers, against whom those who contend for salvation wage their struggle, clothes himself with them, receiving the qualities that correspond to them.
1:567
Ταύτας Κύριος καὶ Σωτὴρ ἡμῶν ἀπεξεδύσατο, ἀναλαβὼν τὰς ἡμετέρας ἁμαρτίας·
這些,我們的主與救主都已卸下,因祂擔起了我們的罪;因為經上說:
These the Lord and our Saviour stripped off, having taken up our sins; for:
1:568
Οὗτος τὰς ἁμαρτίας ἡμῶν φέρει καὶ περὶ ἡμῶν ὀδυνᾶται, καὶ μεθ' ἕτερα ἐν τῇ Ἠσαΐου προφητείᾳ λέγεται·
「祂擔當我們的罪,為我們憂傷」;在以賽亞的預言中,於別處又說:
He bears our sins and suffers pain for us; and after other things it is said in the prophecy of Isaiah:
1:569
Καὶ ἁμαρτίας πολλῶν ἀνοίσει. . Κἂν τοίνυν Ἰησοῦς ἐνδεδυκὼς θεωρῆται ἱμάτια ῥυπαρά, οὐκ αὐτοῦ ταῦτα τυγχάνει, οὐχ ὑφάνας, οὐ κατασκευούσας αὐτά
「祂要擔當眾人的罪。」所以,即便耶穌被看見身穿污穢的衣裳,這些衣裳也不屬於祂,因為祂既沒有織造它們,也沒有製作它們。
And He shall bear the sins of many. If, then, Jesus is seen clothed in filthy garments, these do not belong to Him, for He neither wove them nor fashioned them.
← 上一段下一段 →
1