📜 Verbum · 聖言
原文誦讀聖經與教父文獻
♥ 贊助

← 回書卷目次 · 希臘教父 › 教會階序

教會階序 第 1 章 第 1/5 段

希臘文原文.95 節.部分字詞可點開查義.本章太長已分段,此段為 1:1–1:95(全章共 415 節)

下一段 →
ℹ️ 本語料沒有逐節的詞法標註。原形主要取自同語言其他書卷的逐詞標註(不是這一節的標註),少數查不到的才回頭依字形比對詞典。同形的罕見字仍可能判錯,需要精確判斷時請覆核原文與專門詞典。
ℹ️ 中英對照為本站自譯,直接譯自本頁的原文(非和合本/WEB —— 那兩者譯自馬所拉文本,與本頁底本不同)。
1:1
> <> Ὅτι μὲν ἡ καθ' ἡμᾶς ἱεραρχία, παίδων ἱερῶν ἱερώτατε, τῆς ἐνθέου καὶ θείας ἐστὶ καὶ θεουργικῆς ἐπιστήμης καὶ ἐνεργείας καὶ τελειώσεως, ἐκ τῶν ὑπερκοσμίων καὶ ἱερωτάτων ἡμᾶς ἀποδεῖξαι λογίων χρὴ τοῖς τῆς ἱερᾶς μυσταγωγίας τὴν τελετὴν ἐξ ἱεραρχικῶν μυστηρίων καὶ παραδόσεων τετελεσμένοις
至聖的聖童啊,我們的階序乃出於那由神而來、屬神且使人成神的知識、運作與成全;這一點,我們必須從那超越塵世、至為神聖的聖言中,向那些藉著階序的奧秘與傳承、已在神聖密儀之禮中受過啟蒙的人加以證明。
That our hierarchy, O most holy of holy children, is of the inspired, divine, and deifying knowledge, activity, and perfection, we must demonstrate from the supramundane and most holy Scriptures to those who, through hierarchic mysteries and traditions, have been initiated into the rite of the sacred mystagogy.
1:2
Ἀλλ' ὅρα, ὅπως οὐκ ἐξορχήσῃ τὰ ἅγια τῶν ἁγίων, εὐλαβηθήσῃ δὲ καὶ τὰ τοῦ κρυφίου θεοῦ ταῖς νοεραῖς καὶ ἀοράτοις γνώσεσι τιμήσεις ἀμέθεκτα μὲν αὐτὰ καὶ ἄχραντα τοῖς ἀτελέστοις διατηρῶν, ἱεροῖς δὲ μόνοις τῶν ἱερῶν μεθ' ἱερᾶς ἐλλάμψεως ἱεροπρεπῶς κοινωνῶν
但要謹慎,切勿褻瀆至聖之物;倒要敬畏那隱秘之神的事,以心智的、不可見的知識來尊崇它們,使它們在未受啟蒙者面前保持不可分受、不受玷污,惟獨以神聖的光照、合乎聖禮地將其傳通給聖者中的聖者。
But take heed that you do not profane the holy of holies; rather revere the things of the hidden God, honouring them with intellectual and invisible knowings, keeping them unshared and undefiled from the uninitiated, and communicating them in a manner befitting the sacred, with sacred illumination, to the holy alone among the holy.
1:3
οὕτω γάρ, ὡς ἡ θεολογία τοῖς θιασώταις ἡμῖν παραδέδωκε, καὶ αὐτὸς Ἰησοῦς, ὁ θεαρχικώτατος νοῦς καὶ ὑπερούσιος, ἡ πάσης ἱεραρχίας ἁγιαστείας τε καὶ θεουργίας ἀρχὴ καὶ οὐσία καὶ θεαρχικωτάτη δύναμις, ταῖς τε μακαρίαις καὶ ἡμῶν κρείττοσιν οὐσίαις ἐμφανέστερον ἅμα καὶ νοερώτερον ἐλλάμπει καὶ πρὸς τὸ οἰκεῖον αὐτὰς ἀφομοιοῖ κατὰ δύναμιν φῶς ἡμῶν τε τῷ πρὸς αὐτὸν ἀνατεινομένῳ καὶ ἡμᾶς ἀνατείνοντι τῶν καλῶν ἔρωτι συμπτύσσει τὰς πολλὰς ἑτερότητας καὶ εἰς ἑνοειδῆ καὶ θείαν ἀποτελειώσας ζωὴν ἕξιν τε καὶ ἐνέργειαν ἱεροπρεπῆ δωρεῖται τῆς θείας ἱερωσύνης τὴν δύναμιν, ἐξ ἧς ἐπὶ τὴν ἁγίαν ἐρχόμενοι τῆς ἱερατείας ἐνέργειαν ἐγγύτεροι μὲν αὐτοὶ γινόμεθα τῶν ὑπὲρ ἡμᾶς οὐσιῶν τῇ κατὰ δύναμιν ἀφομοιώσει τοῦ μονίμου τε καὶ ἀνεξαλλάκτου τῆς αὐτῶν ἱερᾶς ἱδρύσεως καὶ ταύτῃ πρὸς τὴν μακαρίαν Ἰησοῦ καὶ θεαρχικὴν αὐγὴν ἀναβλέψαντες ὅσα τε ἰδεῖν ἐφικτὸν ἐποπτεύσαντες ἱερῶς καὶ τῆς τῶν θεαμάτων γνώσεως ἐλλαμφθέντες τὴν μυστικὴν ἐπιστήμην ἀφιερώμενοι καὶ ἀφιερωταὶ φωτοειδεῖς καὶ θεουργικοὶ τετελεσμένοι καὶ τελεσιουργοὶ γενέσθαι δυνησόμεθα
因為正如神學向我們這些信徒所傳授的:耶穌自己——那至為屬神、超越本質的心智,一切階序、聖化與神工的本源、本質與至高神聖的能力——更清晰、更具心智地光照那些勝於我們的有福之靈,並按其能力使他們相似於他自己的光;至於我們,他藉著那向他高舉、又把我們高舉的對美善之愛,把我們眾多的差異收攏為一,使之成全為一種合一而屬神的生命、習性與運作,並合乎聖禮地賜下屬神祭司職的能力。由此,我們來到祭司職的神聖運作,藉著按己力相似於那些在我們之上者神聖立定的穩固不變,我們自己便更親近於他們;如此仰望耶穌那有福而至為神聖的光輝,按所能虔敬地觀照一切可見之物,並被這些異象的知識所光照,我們便能在受了奧秘知識的祝聖之後,成為光明形態、神工形態、既受成全又施行成全的祝聖者。
For thus, as theology has handed down to us its devotees, even Jesus himself, the most divine Mind beyond being, the source, essence, and most divine power of all hierarchy, sanctification, and divine working, more manifestly and more intellectually illumines the blessed beings superior to us and assimilates them, according to their power, to his own light; and to us he draws together our many diversities by the love of the beautiful that stretches up toward him and lifts us up, and having perfected us into a uniform and divine life, habit, and activity, he graciously bestows the power of the divine priesthood. From this, coming to the holy activity of the priesthood, we ourselves become nearer to the beings above us by assimilation, according to our power, to the steadfast and unchanging firmness of their sacred establishment; and thus, looking up to the blessed and most divine radiance of Jesus, and reverently beholding whatever it is possible to see, and being illumined by the knowledge of these visions, we shall be able, consecrated to the mystic knowledge, to become light-formed and deiform consecrators, perfected and perfecting.
1:4
<> Τίς μὲν οὖν ἡ τῶν ἀγγέλων ἐστὶ καὶ ἀρχαγγέλων ἱεραρχία καὶ τῶν ὑπερκοσμίων ἀρχῶν τε καὶ ἐξουσιῶν καὶ δυνάμεων κυριοτήτων τε καὶ θείων θρόνων ἢ τῶν ὁμοταγῶν τοῖς θρόνοις οὐσιῶν, ἃς ἡ θεολογία προσεχῶς καὶ ἀεὶ περὶ θεόν τε εἶναι καὶ μετὰ θεοῦ παραδίδωσι Χερουβὶμ αὐτὰς Ἑβραίων φωνῇ καὶ Σεραφὶμ ὀνομάζουσα, ταῖς τῶν διακόσμων αὐτῶν καὶ ἱεραρχιῶν ἁγίαις τάξεσι καὶ διαιρέσεσι περιτυγχάνων εὑρήσεις, ἐν τούτοις ἡμῶν οὐκ ἐπαξίως μὲν ὡς ἐφικτὸν δὲ καὶ ὡς ἡ θεολογία τῶν ἱερωτάτων γραφῶν ὑφηγήσατο, τὴν κατ' αὐτοὺς ἱεραρχίαν ἀνυμνηκότων
至於眾天使與總領天使的階序,以及那些超越塵世的執政者、掌權者、能者、主治者與屬神的座者,或與座者同列的眾靈——神學傳授說它們直接且永遠在神之旁、與神同在,並以希伯來文稱之為基路伯與撒拉弗——這些你都能在考察它們各序列與階序的神聖品級與劃分時尋見;在那裡,我們雖不配,卻已盡其可能、並照至聖經卷之神學所闡明的,歌頌了關乎它們的階序。
Now what the hierarchy of the angels and archangels is, and of the supramundane principalities, authorities, powers, dominions, and divine thrones—or of the beings ranked with the thrones, which theology hands down as being directly and ever about God and with God, naming them in the Hebrew tongue Cherubim and Seraphim—you will find by examining the holy orders and divisions of their arrangements and hierarchies, in which we, not worthily but as far as was possible, and as the theology of the most holy Scriptures expounded, have hymned the hierarchy that pertains to them.
1:5
Τοσοῦτον δὲ ὅμως εἰπεῖν ἀναγκαῖον, ὡς ἐκείνη τε καὶ πᾶσα καὶ ἡ νῦν ὑμνουμένη παρ' ἡμῶν ἱεραρχία μίαν ἔχει καὶ τὴν αὐτὴν διὰ πάσης τῆς ἱεραρχικῆς πραγματείας τὴν δύναμιν, αὐτόν τε τὸν ἱεράρχην, ὡς ἡ κατ' αὐτὸν οὐσία καὶ ἀναλογία καὶ τάξις ἔχει, τελεσθῆναι κατὰ τὰ θεῖα καὶ θεωθῆναι καὶ τοῖς ὑποβεβηκόσι μεταδοῦναι κατ' ἀξίαν ἑκάστῳ τῆς ἐγγενομένης αὐτῷ θεόθεν ἱερᾶς θεώσεως τούς τε ὑποβεβηκότας ἕπεσθαι μὲν τοῖς κρείττοσιν, ἀνατείνειν δὲ τοὺς ἥττους ἐπὶ τὰ πρόσω, τοὺς δὲ καὶ προϊέναι καὶ ὡς δυνατὸν ἑτέροις ἡγεῖσθαι, καὶ διὰ ταύτης τῆς ἐνθέου καὶ ἱεραρχικῆς ἁρμονίας τοῦ ὄντως ὄντος καλοῦ καὶ σοφοῦ καὶ ἀγαθοῦ μετέχειν ἕκαστον ὅση δύναμις
然而必須說明這一點:那階序,連同每一階序,包括此刻我們所歌頌的這一個,在整個階序的工作中都具有同一個能力——即:階序者本人,按其本質、相稱與品級所容許的,當照屬神之事被成全、被神化,並按各人所配、把那由神在他裡面所生的神聖神化分給在下者;而在下者當跟隨上位者,把較低者高舉向前;其中有些人既前進、又盡其可能引領他人;如此,藉著這由神而來的階序和諧,各人便照其所能分受那真正存在者、至美者、至智者與至善者。
Yet this much it is necessary to say: that both that hierarchy and every hierarchy, including the one now being hymned by us, has one and the same power throughout the whole hierarchic enterprise—namely, that the hierarch himself, as his being, proportion, and order allow, should be perfected according to divine things and deified, and should impart to those below, to each according to worth, of the sacred deification engendered in him from God; and that those below should follow their superiors, lifting up the lesser toward what lies ahead, while some both advance and, so far as possible, lead others; and that through this inspired and hierarchic harmony each one should partake, as far as he is able, of the truly Existent, Beautiful, Wise, and Good.
1:6
Ἀλλ' αἱ μὲν ὑπὲρ ἡμᾶς οὐσίαι καὶ τάξεις, ὧν ἤδη μνήμην ἱερὰν ἐποιησάμην, ἀσώματοί τέ εἰσι καὶ νοητὴ καὶ ὑπερκόσμιός ἐστιν ἡ κατ' αὐτὰς ἱεραρχία, τὴν καθ' ἡμᾶς δὲ ὁρῶμεν ἀναλόγως ἡμῖν αὐτοῖς τῇ τῶν αἰσθητῶν συμβόλων ποικιλίᾳ πληθυνομένην, ὑφ' ὧν ἱεραρχικῶς ἐπὶ τὴν ἑνοειδῆ θέωσιν ἐν συμμετρίᾳ τῇ καθ' ἡμᾶς ἀναγόμεθα [θεόν τε καὶ θείαν ἀρετήν]
但那些在我們之上的眾靈與品級,就是我已神聖地提及的,乃是無形體的,關乎它們的階序是屬於心智的、超越塵世的;而我們所見的、屬於我們自己的階序,則以與我們相稱的方式,藉可感知之象徵的繁多而增益;藉這些象徵,我們便照適合我們的分量,被合乎階序地高舉,歸於那合一的神化——歸於神與屬神的德能。
But the beings and orders above us, of which I have already made sacred mention, are incorporeal, and the hierarchy that pertains to them is intelligible and supramundane; whereas we behold our own hierarchy, in a manner proportionate to ourselves, multiplied by the variety of sensible symbols, by which we are hierarchically led up, in a measure suited to us, to the uniform deification—to God and divine virtue.
1:7
ἱ μὲν ὡς νόες νοοῦσι κατὰ τὸ αὐταῖς θεμιτόν, ἡμεῖς δὲ αἰσθηταῖς εἰκόσιν ἐπὶ τὰς θείας ὡς δυνατὸν ἀναγόμεθα θεωρίας, ἀληθῶς τε εἰπεῖν ἓν μέν ἐστιν οὗ πάντες οἱ ἑνοειδεῖς ἐφίενται, μετέχουσι δὲ οὐχ ἑνιαίως ταὐτοῦ τε καὶ ἑνὸς ὄντος, ἀλλ' ὡς ἑκάστῳ τὰ θεῖα ζυγὰ διανέμει κατ' ἀξίαν τὴν ἀποκλήρωσιν
它們作為純智,按其所許的而領悟;我們則盡其可能地藉可感的形像被高舉至屬神的觀照。說實話,眾合一者所渴慕的乃是一;然而它們並非以同一方式分受那同一且唯一的存在者,而是照屬神的天平按各人所配所分派的份額而領受。
They, as intellects, understand according to what is permitted them, while we are led up, so far as possible, by sensible images to divine contemplations. And to speak truly, there is one thing which all the uniform desire; yet they partake not unitarily of that same and one Existent, but as the divine balances distribute the allotment to each according to worth.
1:8
ὡς οἷόν τε εἰπεῖν πειράσομαι, τὴν πασῶν ἱεραρχιῶν ἀρχήν τε καὶ τελείωσιν Ἰησοῦν ἐπικαλεσάμενος
我要盡可能地嘗試述說此事,並呼求耶穌——一切階序的本源與成全。
As far as it is possible to speak, I shall attempt this, having invoked Jesus, the source and perfection of all hierarchies.
1:9
<> Ἔστι μὲν ἱεραρχία πᾶσα κατὰ τὸ σεπτὸν τῆς ἡμῶν ἱερᾶς παραδόσεως ὁ πᾶς τῶν ὑποκειμένων ἱερῶν λόγος, ἡ καθολικωτάτη τῶν τῆσδε τυχὸν ἱεραρχίας ἢ τῆσδε ἱερῶν συγκεφαλαίωσις
按我們神聖傳統的可敬性質,每一階序乃是隸屬於它的一切聖事的全部論述——可說是這一或那一特定階序之諸聖事的、最普遍的總括。
Every hierarchy, according to the venerable character of our sacred tradition, is the whole account of the sacred things subordinate to it—the most universal summation, as it were, of the sacred things of this or that particular hierarchy.
1:10
Ἡ καθ' ἡμᾶς οὖν ἱεραρχία λέγεται καὶ ἔστιν ἡ περιεκτικὴ τῶν κατ' αὐτὴν ἁπάντων ἱερῶν πραγματεία, καθ' ἣν ὁ θεῖος ἱεράρχης τελούμενος ἁπάντων ἕξει τῶν κατ' αὐτὸν ἱερωτάτων τὴν μέθεξιν ὡς ἱεραρχίας ἐπώνυμος
那麼,我們的階序被稱為、也確是涵括一切屬它之聖事的工作;照此,那屬神的階序者既被成全,便擁有對一切屬他之至聖之事的分受,正如他乃是以「階序」為名的人。
Our hierarchy, then, is said to be, and is, the comprehensive enterprise of all the sacred things that pertain to it, in accordance with which the divine hierarch, being perfected, will possess participation in all the most sacred things that pertain to him, as one named after the hierarchy.
1:11
Ὡς γὰρ ἱεραρχίαν ὁ φήσας ἁπάντων ὁμοῦ συλλήβδην ἔφη τῶν ἱερῶν τὴν διακόσμησιν, οὕτως ἱεράρχην ὁ λέγων δηλοῖ τὸν ἔνθεόν τε καὶ θεῖον ἄνδρα τὸν πάσης ἱερᾶς ἐπιστήμονα γνώσεως, ἐν ᾧ καὶ καθαρῶς ἡ κατ' αὐτὸν ἱεραρχία πᾶσα τελεῖται καὶ γινώσκεται
因為正如說「階序」的人,乃是把一切聖事的有序安排一併、集合地命名了;說「階序者」的人,便是在指那由神感召、屬神的人——那精通一切神聖知識的人;在他裡面,凡關乎他的全部階序都被純全地成就並被認識。
For just as one who says 'hierarchy' has named collectively, all together, the ordered arrangement of all the sacred things, so one who says 'hierarch' designates the inspired and divine man, the one knowledgeable in all sacred knowledge, in whom the whole hierarchy that pertains to him is purely accomplished and known.
1:12
Ταύτης ἀρχὴ τῆς ἱεραρχίας ἡ πηγὴ τῆς ζωῆς ἡ οὐσία τῆς ἀγαθότητος ἡ μία τῶν ὄντων αἰτία, τριάς, ἐξ ἧς καὶ τὸ εἶναι καὶ τὸ εὖ εἶναι τοῖς οὖσι δι' ἀγαθότητα
這階序的本源乃是生命的泉源、良善的本質、萬有的唯一原因——三一神;由祂,並因祂的良善,諸存在之物便得著存有與美好之存有。
The source of this hierarchy is the fount of life, the essence of goodness, the one cause of beings—the Trinity, from which, through goodness, comes both being and well-being to the things that are.
1:13
Ταύτῃ δὲ τῇ πάντων ἐπέκεινα θεαρχικωτάτῃ μακαριότητι τῇ τρισσῇ τῇ μονάδι τῇ ὄντως οὔσῃ κατὰ τὸ ἡμῖν μὲν ἀνέφικτον αὐτῇ δὲ ἐπιστητὸν θέλημα μέν ἐστιν ἡ λογικὴ σωτηρία τῶν καθ' ἡμᾶς τε καὶ ὑπὲρ ἡμᾶς οὐσιῶν
對這超越萬有、至為神聖的福樂——那三重的、那單一者、那真正的存在者——而言,其旨意(這旨意我們不能企及,卻是祂自身所能知的)乃是要拯救那與我們同等以及在我們之上的有理性之靈。
To this most divine blessedness beyond all things—the triadic, the Monad, the truly Existent—the will (which is unattainable to us but knowable to itself) is the rational salvation of the beings both at our level and above us.
1:14
ἡ δὲ οὐχ ἑτέρως γενέσθαι δύναται μὴ θεουμένων τῶν σωζομένων
而這拯救除非藉著受拯救者之被神化,否則無從成就。
And this salvation cannot come about otherwise than by the deification of those who are saved.
1:15
ἡ δὲ θέωσίς ἐστιν ἡ πρὸς θεὸν ὡς ἐφικτὸν ἀφομοίωσίς τε καὶ ἕνωσις
神化即是盡其所能與神相似並與神聯合。
And deification is the assimilation to and union with God, so far as is attainable.
1:16
Ἁπάσῃ δὲ τοῦτο κοινὸν ἱεραρχίᾳ τὸ πέρας
這目的乃為每一階序所共有:
And this end is common to every hierarchy:
1:17
ἡ πρὸς θεόν τε καὶ τὰ θεῖα προσεχὴς ἀγάπησις ἐνθέως τε καὶ ἑνιαίως ἱερουργουμένη, καὶ πρό γε τούτου τῶν ἐναντίων ἡ παντελὴς καὶ ἀνεπίστροφος ἀποφοίτησις, ἡ γνῶσις τῶν ὄντων ᾗ ὄντα ἐστίν, ἡ τῆς ἱερᾶς ἀληθείας ὅρασίς τε καὶ ἐπιστήμη, ἡ τῆς ἑνοειδοῦς τελειώσεως ἔνθεος μέθεξις, αὐτοῦ τοῦ ἑνὸς ὡς ἐφικτὸν ἡ τῆς ἐποψίας ἑστίασις τρέφουσα νοητῶς καὶ θεοῦσα πάντα τὸν εἰς αὐτὴν ἀνατεινόμενον
即不止息地、以受神感召且合一的方式,神聖地施行對神及神之事的愛慕;而在此之先,乃是完全且不可逆轉地離棄一切相反之事;認識諸存在之物之所是;對神聖真理的觀看與認識;對那合一之成全的、受神感召的分受;以及盡其所能對那「一」自身之觀照的盛筵——這盛筵以心智的方式滋養並神化一切向它高舉的人。
the unceasing love toward God and the things of God, sacredly performed in an inspired and unitary manner; and before this, the complete and irreversible departure from things contrary; the knowledge of beings as they are; the vision and knowledge of sacred truth; the inspired participation in the uniform perfection; the feasting of contemplation upon the One itself, so far as attainable, which intelligibly nourishes and deifies everyone who is stretched up toward it.
1:18
<> Λέγωμεν τοίνυν ὡς ἡ θεαρχικὴ μακαριότης ἡ φύσει θεότης ἡ ἀρχὴ τῆς θεώσεως, ἐξ ἧς τὸ θεοῦσθαι τοῖς θεουμένοις, ἀγαθότητι θείᾳ τὴν ἱεραρχίαν ἐπὶ σωτηρίᾳ καὶ θεώσει πάντων τῶν λογικῶν τε καὶ νοερῶν οὐσιῶν ἐδωρήσατο, καὶ ταῖς μὲν ὑπερκοσμίοις καὶ μακαρίαις λήξεσιν ἀϋλότερόν τε καὶ νοερώτερον (οὐ γὰρ ἔξωθεν αὐτὰς ὁ θεὸς ἐπὶ τὰ θεῖα κινεῖ, νοητῶς δὲ καὶ ἔνδοθεν ἐλλαμπομένων αὐτῶν ἐν αὐγῇ καθαρᾷ καὶ ἀΰλῳ τὴν θειοτάτην βούλησιν), ἡμῖν δὲ τὸ ἐκείναις ἑνιαίως τε καὶ συνεπτυγμένως δωρηθὲν ἐκ τῶν θεοπαραδότων λογίων ὡς ἡμῖν ἐφικτὸν ἐν ποικιλίᾳ καὶ πλήθει διαιρετῶν συμβόλων δεδώρηται
那麼讓我們說:那至為神聖的福樂、那本性即神性者、那神化的本源(受神化者之被神化即出於祂),憑神聖的良善賜下階序,為使一切有理性、有純智之靈得拯救與神化。對那些超越塵世、有福的品級,祂以更非物質、更具純智的方式賜予(因為神並非從外面推動它們歸向屬神之事,而是當它們在純淨而非物質的光輝中、從內裡受心智之光照時,祂便賜下那至為神聖的旨意);至於我們,祂則以繁多而可分的象徵之多樣性,將那原本合一而濃縮地賜給那些品級之物,盡我們所能地、從神所賜的聖言中賜給我們。
Let us say, then, that the most divine blessedness, the deity by nature, the source of deification from which comes the being-deified to those deified, in divine goodness bestowed the hierarchy for the salvation and deification of all rational and intellectual beings. To the supramundane and blessed ranks it gave it in a more immaterial and intellectual way (for God does not move them toward divine things from without, but, with their being intellectually illumined from within in a pure and immaterial radiance, He gives them the most divine willing); but to us it has bestowed, in a variety and multiplicity of divisible symbols, that which was given to those ranks unitarily and in a condensed way, drawn from the God-given Scriptures so far as is attainable to us.
1:19
ὐσία γὰρ τῆς καθ' ἡμᾶς ἱεραρχίας ἐστὶ τὰ θεοπαράδοτα λόγια
因為我們階序的本質乃是神所賜的聖言。
For the substance of our hierarchy is the God-given Scriptures.
1:20
Σεπτότατα δὲ λόγια ταῦτά φαμεν, ὅσα πρὸς τῶν ἐνθέων ἡμῶν ἱεροτελεστῶν ἐν ἁγιογράφοις ἡμῖν καὶ θεολογικαῖς δεδώρηται δέλτοις καὶ μὴν ὅσα πρὸς τῶν αὐτῶν ἱερῶν ἀνδρῶν ἀϋλοτέρᾳ μυήσει καὶ γείτονί πως ἤδη τῆς οὐρανίας ἱεραρχίας ἐκ νοὸς εἰς νοῦν διὰ μέσου λόγου σωματικοῦ μὲν ἀϋλοτέρου δὲ ὅμως, γραφῆς ἐκτὸς οἱ καθηγεμόνες ἡμῶν ἐμυήθησαν, οὐδὲ ταῦτα τῶν ἐνθέων ἱεραρχῶν εἰς τὸ τῆς ἱερουργίας κοινὸν ἀπαρακαλύπτοις νοήσεσιν ἀλλ' ἐν συμβόλοις ἱεροῖς παραδεδωκότων
我們稱為至可敬的,乃是那些由我們受神感召的聖禮施行者,在聖寫的、屬神學的典冊中所賜予我們的聖言;同樣,也包括我們的導師們所領受的——這是那些同樣的聖者藉一種更非物質的啟蒙、已可說鄰近於屬天階序的啟蒙,由心智向心智、藉著一種有形卻更非物質之言語、在文字之外所傳授的。然而那些受神感召的階序者,連這些事也沒有以未經遮蔽的觀念傳入聖職的公共領域,而是以神聖的象徵傳授。
And we call most venerable those Scriptures which were bestowed upon us by our inspired sacred initiators in holy-written and theological tablets; and likewise all that our leaders were initiated into by those same sacred men through a more immaterial initiation—already, in a way, neighbouring upon the heavenly hierarchy—from mind to mind by means of a bodily yet more immaterial word, apart from writing. Nor did the inspired hierarchs hand down even these things into the common domain of sacred ministry through uncovered conceptions, but in sacred symbols.
1:21
Ἔστι γὰρ οὐ πᾶς ἱερὸς οὐδὲ πάντων, ὡς τὰ λόγιά φησιν, ἡ γνῶσις
因為並非人人都是聖者,正如聖言所說,知識也並非屬於眾人。
For not everyone is sacred, nor, as the Scriptures say, does knowledge belong to all.
1:22
<> Ἀναγκαίως οὖν οἱ πρῶτοι τῆς καθ' ἡμᾶς ἱεραρχίας καθηγεμόνες ἐκ τῆς ὑπερουσίου θεαρχίας αὐτοί τε ἀναπλησθέντες τοῦ ἱεροῦ δώρου καὶ εἰς τὸ ἑξῆς αὐτὸ προαγαγεῖν ὑπὸ τῆς θεαρχικῆς ἀγαθότητος ἀπεσταλμένοι καὶ αὐτοὶ [ δὲ] ἀφθόνως ἐρῶντες ὡς θεῖοι τῆς τῶν μετ' αὐτοὺς ἀναγωγῆς καὶ θεώσεως αἰσθηταῖς εἰκόσι τὰ ὑπερουράνια καὶ ποικιλίᾳ καὶ πλήθει τὸ συνεπτυγμένον καὶ ἐν ἀνθρωπίνοις τε τὰ θεῖα καὶ ἐν ἐνύλοις τὰ ἄϋλα καὶ τοῖς καθ' ἡμᾶς τὰ ὑπερούσια ταῖς ἐγγράφοις τε αὐτῶν καὶ ἀγράφοις μυήσεσι κατὰ τοὺς ἱεροὺς ἡμῖν παρέδοσαν θεσμούς, οὐ τῶν ἀνιέρων ἕνεκα μόνον, οἷς οὐδὲ τῶν συμβόλων ἅπτεσθαι θεμιτόν, ἀλλ' ὅτι καὶ συμβολική τίς ἐστιν ὅπερ ἔφην ἀναλόγως ἡμῖν αὐτοῖς ἡ καθ' ἡμᾶς ἱεραρχία δεομένη τῶν αἰσθητῶν εἰς τὴν ἐξ αὐτῶν ἐπὶ τὰ νοητὰ θειοτέραν ἡμῶν ἀναγωγήν
那麼必然地,我們階序最初的導師們——他們自己從那超越本質的神性中被聖賜充滿,又被神聖的良善差遣,要把這恩賜推向那些後來者;他們自己作為屬神之人,也無嫉妒地愛慕後人之被高舉與神化——便照所賜給我們的神聖規條,藉其成文與不成文的啟蒙,把那超天之事以可感的形像、把濃縮之事以繁多多樣、把屬神之事以人間的措辭、把非物質之事以物質之物、把超越本質之事以與我們同級之物,傳給了我們:這不僅是為了那未受聖化者(連觸碰象徵對他們也是不合法的),更因為我們的階序本身,如我所說,乃是象徵性的、與我們相稱的,需要可感之物,好叫我們藉由它們更具神性地被高舉至可理解之事。
Necessarily, then, the first leaders of our hierarchy, themselves filled from the superessential Deity with the sacred gift, and sent forth by the divine goodness to bring it onward to those who came after, and themselves loving ungrudgingly, as divine men, the uplifting and deification of those after them—they handed down to us, by their written and unwritten initiations, the supercelestial things in sensible images, the condensed in variety and multiplicity, the divine in human terms, the immaterial in material things, the superessential in things at our level, according to the sacred ordinances given to us: not only for the sake of the unhallowed (for whom it is not even lawful to touch the symbols), but also because our hierarchy is itself, as I said, in a way symbolic and proportionate to ourselves, needing sensible things for our more divine uplifting from them to the intelligible.
1:23
Ἀνακεκαλυμμένοι δὲ ὅμως εἰσὶν οἱ τῶν συμβόλων λόγοι τοῖς θείοις ἱεροτελεσταῖς, οὓς οὐ θεμιτὸν ἐξάγειν εἰς τοὺς ἔτι τελειουμένους εἰδότας, ὡς οἱ τῶν ἱερῶν θεοπαραδότως νομοθέται ταῖς τῶν διακόσμων εὐσταθέσι καὶ ἀσυμφύρτοις τάξεσι καὶ ταῖς τοῦ ἑκάστῳ κατ' ἀξίαν προσκοντος ἀναλόγοις καὶ ἱεραῖς ἀπονεμήσεσι τὴν ἱεραρχίαν διετάξαντο
然而,象徵的意義對那些聖禮的神聖施行者乃是不被遮蔽的,這些施行者不可被引介到那些仍在被成全為知者的人當中;因為那些憑神所賜傳統而為聖事立法的人,乃是藉各序列穩固而不混淆的品級,並藉按各人所配、合乎相稱而神聖的分配,安排了階序。
Yet the meanings of the symbols stand unveiled to the divine initiators of the sacred rites, whom it is not lawful to bring forth among those still being perfected as knowers; for those who, by God-given tradition, are the lawgivers of sacred things arranged the hierarchy by the steadfast and unconfused orders of the arrangements, and by the proportionate and sacred apportionments of what befits each according to worth.
1:24
γὰρ αὐτῶν εὐαγές), ὡς ἁπάσης μὲν ὑπερκειμένης ἱεραρχικῆς ἱερολογίας οὐ μεταδώσεις ἑτέρῳ παρὰ τοὺς ὁμοταγεῖς σοι θεοειδεῖς ἱεροτελεστὰς αὐτούς τε πείσεις ὁμολογῆσαι κατὰ θεσμὸν ἱεραρχικὸν καθαρῶν μὲν καθαρῶς ἐφάπτεσθαι, κοινωνεῖν δὲ μόνοις τῶν θεουργικῶν τοῖς θείοις καὶ τῶν τελείων τοῖς τελειωτικοῖς ἁγίοις τε τῶν παναγεστάτων, ἄλλων τε ἱεραρχικῶν σοι καὶ τούτου μεταδέδωκα τοῦ ἐνθέου δώρου
(因這對它們是合乎虔敬的):凡屬更高階序的神聖言說,你都不可傳給別人,惟可傳給與你同列、那些神形態的聖禮施行者;你也當勸服他們同意,照階序的規條,純淨地觸碰純淨之物,惟獨把神工之事傳通給屬神者、把使人成全之事傳給已成全者、把至聖之事傳給聖者。在其他階序的恩賜之中,我也把這受神感召的恩賜傳給了你。
(for this is reverent of them): that of all the higher hierarchic sacred discourse you shall impart nothing to another save to those deiform sacred initiators of your own rank, and that you shall persuade them to agree, according to hierarchic ordinance, to touch pure things purely, and to communicate the things of the divine workings only to the divine, the perfective things to the perfect, and the all-holy things to the holy. To you, among other hierarchic gifts, I have imparted this inspired gift also.
1:25
<.> ἴρηται τοίνυν ἡμῖν ἱερῶς, ὡς οὗτός ἐστι τῆς καθ' ἡμᾶς ἱεραρχίας σκοπός
那麼,我們已神聖地說明,這就是我們階序的目標:
It has, then, been said by us sacredly that this is the goal of our hierarchy:
1:26
ἡ πρὸς θεὸν ἡμῶν ὡς ἐφικτὸν ἀφομοίωσίς τε καὶ ἕνωσις
即我們盡其所能與神相似並與神聯合。
our assimilation to and union with God, so far as is attainable.
1:27
Ταύτης δέ, ὡς τὰ θεῖα διδάσκει λόγια, ταῖς τῶν σεβασμιωτάτων ἐντολῶν ἀγαπήσεσι καὶ ἱερουργίαις μόνως τευξόμεθα
而這目標,正如屬神的聖言所教導的,我們惟獨藉著對那至可敬之誡命的愛慕與神聖施行才能達到。
And this, as the divine Scriptures teach, we shall attain solely by the loves and sacred performances of the most venerable commandments.
1:28
Τηρήσει γάρ φησιν ὁ ἀγαπῶν με τὸν λόγον μου, καὶ ὁ πατήρ μου ἀγαπήσει αὐτόν, καὶ πρὸς αὐτὸν ἐλευσόμεθα καὶ μονὴν παρ' αὐτῷ ποιήσομεν. Τίς οὖν ἐστιν ἀρχὴ τῆς τῶν σεπτοτάτων ἐντολῶν ἱερουργίας, ἡ πρὸς τὴν τῶν ἄλλων ἱερολογιῶν καὶ ἱερουργιῶν ὑποδοχὴν ἐπιτηδειότατα μορφοῦσα τὰς ψυχικὰς ἡμῶν ἕξεις, ἡ πρὸς τὴν τῆς ὑπερουρανίας λήξεως ἀναγωγὴν ἡμῶν ὁδοποίησις
因為經上說:「愛我的必遵守我的道,我父也必愛他,並且我們要到他那裡去,與他同住。」那麼,至可敬之誡命之神聖施行的本源是什麼呢?就是那最能塑造我們靈魂之習性、使之適於領受其他神聖言說與施行的,那為我們鋪設通往那超天之份之路的。
For 'he who loves me,' it says, 'will keep my word, and my Father will love him, and we will come to him and make our abode with him.' What, then, is the source of the sacred performance of the most venerable commandments—that which most fittingly shapes the dispositions of our souls for the reception of the other sacred discourses and performances, the paving of our way to the uplifting toward the supercelestial allotment?
1:29
Ἡ τῆς ἱερᾶς καὶ θειοτάτης ἡμῶν ἀναγεννήσεως παράδοσις
那就是我們神聖而至為屬神之重生的傳承。
It is the tradition of our sacred and most divine regeneration.
1:30
Ὡς γὰρ ὁ κλεινὸς ἡμῶν ἔφη καθηγεμών, ἡ κατὰ νοῦν μὲν ἐπὶ τὰ θεῖα πρωτίστη κίνησις ἡ ἀγάπησίς ἐστι τοῦ θεοῦ, τῆς δὲ ἱερᾶς ἀγαπήσεως ἡ πρὸς τὴν ἱερουργίαν τῶν θείων ἐντολῶν ἀρχικωτάτη πρόοδος ἡ τοῦ εἶναι θείως ἡμᾶς ἀρρητοτάτη δημιουργία
因為正如我們著名的導師所說,心智向屬神之事的最初運動乃是對神的愛慕;而神聖之愛向施行屬神誡命之最原初的進發,乃是那以屬神方式使我們的存有得以受造、那至不可言喻的創生。
For as our renowned leader said, the very first motion of the mind toward divine things is the love of God, and the most primal procession of sacred love toward the performance of the divine commandments is the most ineffable bringing-into-being of our being in a divine manner.
1:31
ἰ γὰρ τὸ εἶναι θείως ἐστὶν ἡ θεία γέννησις, οὐ μή ποτέ τι γνοίη τῶν θεοπαραδότων οὔτε μὴν ἐνεργήσειεν ὁ μηδὲ τὸ ὑπάρχειν ἐνθέως ἐσχηκώς
因為若以屬神方式存在即是屬神的出生,那麼一個連自己的存有都未曾受神感召的人,便絕不能認識任何神所賜之事,也絕不能施行它們。
For if to be in a divine manner is the divine birth, then one who has not even his very existence inspired could never know any of the God-given things, nor could he ever perform them.
1:32
Ἢ οὐχὶ καὶ ἡμῖν ( ἀνθρωπίνως φαμὲν) ὑπάρξαι δεῖ πρῶτον, εἶτα ἐνεργῆσαι τὰ καθ' ἡμᾶς ὡς τοῦ μηδαμῶς ὄντος οὐδὲ κίνησιν [ ἀλλ' οὐδὲ ὕπαρξιν] ἔχοντος, τοῦ δέ που ὄντος ἐκεῖνα μόνον ἐνεργοῦντος ἢ πάσχοντος ἐν οἷς εἶναι πέφυκεν
再者,我們(按人的說法)豈不也是必須先存在,然後才能施行屬我們之事麼?——因為那全然不存在之物既無運動也無存有,而那以某種方式存在之物,只在它本性所在之事上有所施行或有所承受。
Or is it not the case that we too (we speak in human terms) must first exist, and then perform what is ours—since that which is in no way existent has neither motion nor existence, whereas that which somehow is performs or undergoes only those things in which it is by nature?
1:33
Ἀλλὰ τοῦτο μὲν ὡς οἶμαι σαφές
但這一點,我想是清楚的。
But this, I think, is clear.
1:34
Ἑξῆς δὲ τὰ θεῖα τῆς θεογενεσίας ἐποπτεύσωμεν σύμβολα
接下來,讓我們觀照那屬神出生的神聖象徵。
Next, let us contemplate the divine symbols of the divine birth.
1:35
Καί μοι μηδεὶς ἀτέλεστος ἐπὶ τὴν θέαν ἰέτω
也不要讓任何未受啟蒙的人前來觀看。
And let no one uninitiated come to the sight.
1:36
Καὶ γὰρ οὐδὲ ταῖς ἡλιοτεύκτοις αὐγαῖς ἐν ἀσθενέσι κόραις ἀντωπεῖν ἀκίνδυνον οὐδὲ τοῖς ὑπὲρ ἡμᾶς ἐγχειρεῖν ἀβλαβές, εἴπερ ἀληθὴς ἡ κατὰ νόμον ἱεραρχία τὸν μὲν Ὀζίαν, ὅτι τοῖς ἱεροῖς ἐνεχείρησεν, ἀποστρεφομένη, τὸν Κορὲ δέ, ὅτι τοῖς ὑπὲρ αὐτὸν ἱεροῖς, τὸν δὲ Ναδάβ, ὅτι τοῖς οἰκείοις ἀνιέρως ἀπεχρήσατο
因為以軟弱的瞳孔直視那日所造之光線並非沒有危險,貿然取用在我們之上之物也並非沒有傷害——倘若那照律法而立的階序是真實的話,它曾棄絕烏西雅,因他擅取聖物;棄絕可拉,因他擅取在他之上的聖物;又棄絕拿答,因他不潔地濫用本屬自己之物。
For it is not without danger to look directly, with weak pupils, at the sun-wrought rays, nor is it without harm to lay hold of things above us—if indeed the hierarchy according to the Law is true, which turned away Uzziah because he laid hands on sacred things, and Korah because he laid hands on things above him, and Nadab because he made unhallowed use of things proper to himself.
1:37
<>Ὁ μὲν ἱεράρχης ἑκάστοτε τῇ πρὸς θεὸν ἀφομοιώσει πάντας ἀνθρώπους ἐθέλων σωθῆναι καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν ἀνακηρύττει πᾶσι τὰ ὄντως εὐαγγέλια
那階序者,常因與神相似而願人人得救、明白真道,向眾人宣告那真正的福音:
The hierarch, ever wishing by assimilation to God that all men should be saved and come to the knowledge of truth, proclaims to all the truly good tidings:
1:38
θεὸν ἵλεω τοῖς ἐπὶ γῆς ἐξ οἰκείας ὄντα καὶ φυσικῆς ἀγαθότητος αὐτὸν ὡς ἡμᾶς ἀφικέσθαι διὰ φιλανθρωπίαν ἀξιώσαντα καὶ τῇ πρὸς αὐτὸν ἑνώσει δίκην πυρὸς ἀφομοιῶσαι τὰ ἑνωθέντα κατὰ τὴν αὐτῶν πρὸς θέωσιν ἐπιτηδειότητα
即:神對地上之人滿有恩慈,祂出於自己本性的良善而為善;祂因愛人之故,俯允親自來到我們這裡;並藉與祂自身的聯合,如火一般,照那些被聯合之物各自對神化的適合程度,使它們相似於祂。
that God is gracious to those on earth, being good out of his own and natural goodness; that he deigned, through love of mankind, to come to us himself; and by union with himself, like fire, to assimilate to himself the things that have been united, according to their own fitness for deification.
1:39
Ὅσοι γὰρ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων οὐδὲ ἐκ θελήματος σαρκός, ἀλλ' ἐκ θεοῦ ἐγεννήθησαν. <>Ὁ δὲ τούτων ἀγαπήσας τῶν ὄντως ὑπερκοσμίων τὴν ἱερὰν μετουσίαν ἐλθὼν ἐπί τινα τῶν μεμυημένων πείθει μὲν αὐτὸν ἡγήσασθαι τῆς ἐπὶ τὸν ἱεράρχην ὁδοῦ, αὐτὸς δὲ ὁλικῶς ἐπακολουθήσειν ἐπαγγέλλεται τοῖς παραδοθησομένοις καὶ ἀξιοῖ τῆς τε προσαγωγῆς αὐτοῦ καὶ συμπάσης τῆς ἐπὶ τὸ ἑξῆς ζωῆς τὴν ἐπιστασίαν ἀναδέξασθαι
「凡接待他的,就是信他名的人,他就賜他們權柄作神的兒女;這等人不是從血氣生的,也不是從情慾生的,乃是從神生的。」如今那愛慕對這些真正超越塵世之事之神聖分受的人,來到某位受啟蒙者那裡,勸他作自己通往階序者之路的引導,又自己應許要全然跟隨將要傳授給他的一切,並懇求他承擔對自己之引介、以及其後全部生活的監督。
'For as many as received him, to them he gave authority to become children of God, to those who believe in his name, who were born not of blood nor of the will of the flesh, but of God.' Now he who has loved the sacred participation in these truly supramundane things, coming to one of the initiated, persuades him to be his guide on the way to the hierarch, and himself promises to follow wholly the things that will be handed down to him, and asks that he undertake the oversight both of his introduction and of his whole subsequent life.
1:40
Τὸν δὲ τῆς μὲν ἐκείνου σωτηρίας ἱερῶς ἐρῶντα, πρὸς δὲ τὸ τοῦ πράγματος ὕψος ἀντιμετροῦντα τὸ ἀνθρώπινον φρίκη μὲν ἄφνω καὶ ἀμηχανία περιίσταται
但那一位,雖神聖地渴望那人的得救,卻將人的渺小與此事的崇高相權衡,遂忽然被敬畏與惶惑所環繞。
But the other, sacredly longing for that man's salvation, yet measuring the human against the loftiness of the matter, is suddenly beset by awe and perplexity.
1:41
τελευτῶν δὲ ὅμως ποιήσειν τὸ αἰτηθὲν ἀγαθοειδῶς ὡμολόγησε καὶ πα ραλαβὼν αὐτὸν ἄγει πρὸς τὸν τῆς ἱεραρχίας ἐπώνυμον
然而最終,他仍以良善的態度應許去行所求之事;遂帶領那人,引他到那位以「階序」為名的人面前。
Nevertheless, in the end, he agrees in a good-formed manner to do what is asked; and taking the man, he leads him to the one named after the hierarchy.
1:42
<>Ὁ δὲ μετ' εὐφροσύνης ὡς τὸ ἐπ' ὤμων πρόβατον εἰσδεξάμενος τοῖν ἀνδροῖν ἐσέφθη μὲν πρῶτα διὰ νοερᾶς εὐχαριστίας καὶ σωματοειδοῦς προσκυνήσεως τὴν μίαν ἀγαθοεργέτιν ἀρχήν, ὑφ' ἧς τὰ καλούμενα καλεῖται καὶ τὰ σωζόμενα σώζεται
那階序者歡喜地接納他,如同肩上的羊;他先代那兩人,藉心智的感恩與身體的俯伏,敬拜那唯一施恩的本源——蒙召者由祂而蒙召、得救者由祂而得救。
And the hierarch, receiving him with gladness, as the sheep upon the shoulders, first reverences, on behalf of the two men, the one beneficent Source by intellectual thanksgiving and bodily prostration—the Source by which the called are called and the saved are saved.
1:43
σωτηρίας, εὐχαριστίᾳ δὲ τῆς θείας ἀγαθότητος εἰς τὸν ἱερὸν χῶρον συναγαγὼν ἐν ἀρχῇ μὲν ὕμνον τινὰ τοῖς λογίοις ἐγκείμενον ἅμα πᾶσι τοῖς τῆς ἐκκλησίας πληρώμασιν ἱερολογεῖ καὶ μετὰ τοῦτο τὴν ἱερὰν ἀσπασάμενος τράπεζαν πρὸς τὸν ἄνδρα παρόντα πρόεισι καὶ πυνθάνεται παρ' αὐτοῦ τί βουλόμενος ἥκοι
他為著神聖的良善而懷感恩,把他們聚集到聖所之中,先與全會眾一同詠唱一首載於聖言中的讚美詩;此後,他敬禮了聖桌,便上前到那在場之人面前,問他前來所求的是什麼。
Having gathered them, in thanksgiving for the divine goodness, into the sacred space, he first chants—together with all the fullness of the church—a certain hymn set down in the Scriptures; and after this, having reverenced the sacred table, he comes forward to the man who is present and inquires of him what he comes seeking.
1:44
<> Τοῦ δὲ θεοφιλῶς αἰτιασαμένου κατὰ τὴν τοῦ ἀναδόχου παράδοσιν τὴν ἀθεότητα τὴν ἀγνωσίαν τοῦ ὄντως καλοῦ τὴν τῆς ἐνθέου ζωῆς ἀνενεργησίαν, ἀξιοῦντός τε διὰ τῆς ἱερᾶς αὐτοῦ μεσιτείας θεοῦ καὶ τῶν θείων τυχεῖν, μαρτύρεται μὲν αὐτῷ τὴν ὀφειλομένην ὁλικὴν γενέσθαι προσέλευσιν ὡς παντελείῳ καὶ ἀμώμῳ ὄντι θεῷ, καὶ τὴν ἔνθεον αὐτῷ πολιτείαν ὑφηγησάμενος καὶ προσερωτήσας, εἰ οὕτω πολιτεύσαιτο, μετὰ τὴν ὁμολογίαν ἐπιτίθησιν αὐτοῦ τῇ κεφαλῇ τὴν χεῖρα καὶ σφραγισάμενος ἀπογράψασθαι κελεύει τοῖς ἱερεῦσι τὸν ἄνδρα καὶ τὸν ἀνάδοχον
當那人以愛神的態度——照其保證人的傳授——控訴了不敬虔、對真正美善之無知、以及在受神感召之生活上的怠惰,並懇求藉階序者的神聖中介得著神與屬神之事時,階序者便向他見證:他的歸向必須是全然的,如同歸向那全然完備、無瑕的神;隨後階序者向他闡明那受神感召的生活方式,問他是否願如此而活,在他認信之後,便按手在那人頭上,蓋了印記,吩咐祭司們把那人和他的保證人登記入冊。
And when the man, in a God-loving manner, has accused—according to the tradition of his sponsor—godlessness, ignorance of the truly beautiful, and inactivity in the inspired life, and asks through the hierarch's sacred mediation to attain God and the things of God, the hierarch testifies to him that his approach must become whole, as to a wholly perfect and blameless God; and having expounded to him the inspired manner of life and asked whether he will so live, after his confession he places his hand upon the man's head, and having sealed him, commands the priests to enroll the man and his sponsor.
1:45
<> Τῶν δὲ ἀπογραψαμένων εὐχὴν ἱερὰν ποιεῖται, καὶ ταύτην ἁπάσης αὐτῷ τῆς ἐκκλησίας συμπληρωσάσης ὑπολύει μὲν αὐτὸν καὶ ἀπαμφιέννυσι διὰ τῶν λειτουργῶν
當他們已被登記,階序者便作一神聖的禱告;當全會眾與他一同把禱告完成後,他便藉執事們為那人解去衣帶、脫去衣服。
When they have been enrolled, he makes a sacred prayer; and when the whole church has joined in completing it with him, he unbinds and disrobes the man through the ministers.
1:46
εἶτα στήσας ἐπὶ δυσμαῖς προσέχοντα καὶ τὰς χεῖρας ἀπωθοῦντα πρὸς τὴν αὐτὴν ἀπεστραμμένας χώραν ἐμφυσῆσαι μὲν αὐτῷ τρὶς διακελεύεται τῷ Σατανᾷ καὶ προσέτι τὰ τῆς ἀποταγῆς ὁμολογῆσαι, καὶ τρὶς αὐτῷ τὴν ἀποταγὴν αρτυρόμενος ὁμολογήσαντα τρὶς τοῦτο μετάγει πρὸς ἕω καὶ πρὸς οὐρανὸν ἀναβλέψαντα καὶ τὰς χεῖρας ἀνατείναντα κελεύει συντάξασθαι τῷ Χριστῷ καὶ πάσαις ταῖς θεοπαραδότοις ἱερολογίαις
然後,他叫那人面向西方站立,雙手向那同一個背棄的方位伸出,吩咐他三次向撒但吹氣唾棄,並進而宣認棄絕之辭;他三次向那人見證棄絕之事,待他三次宣認後,便把他轉向東方,吩咐他仰望天、伸出雙手,命他歸入基督、歸入一切神所賜的神聖言說。
Then, having set him facing west, with his hands thrust out toward that same averted region, he bids him three times to breathe out against Satan, and furthermore to confess the words of renunciation; and three times having testified the renunciation to him, when he has confessed it three times, he turns him toward the east, and bidding him look up to heaven and stretch out his hands, commands him to enlist with Christ and with all the God-given sacred discourses.
1:47
<> Τοῦ δὲ καὶ τοῦτο πεποιηκότος μαρτύρεται πάλιν αὐτῷ τρὶς τὴν ολογίαν, καὶ πάλιν αὐτοῦ τρὶς ὁμολογήσαντος ἐπευξάμενος εὐλογεῖ καὶ χειροθετεῖ
待他也行了此事,階序者便再三次向他見證那認信;那人再三次認信後,階序者為他祈禱、祝福他,並按手在他身上。
And when he has done this also, the hierarch testifies to him again three times the confession; and when the man has again confessed three times, the hierarch, having prayed over him, blesses him and lays his hand upon him.
1:48
Καὶ τελείως ἀπαμφιεσάντων αὐτὸν τῶν λειτουργῶν κομίζουσι μὲν οἱ ἱερεῖς τὸ τῆς χρίσεως ἅγιον ἔλαιον, ὁ δὲ τῆς χρίσεως διὰ τοῦ σφραγίσαι τρὶς ἀπαρξάμενος τὸ λοιπὸν τοῖς ἱερεῦσι τὸν ἄνδρα χρῖσαι πανσώμως παραδοὺς αὐτὸς ἐπὶ τὴν μητέρα τῆς υἱοθεσίας ἔρχεται καὶ τὸ ταύτης ὕδωρ ἱεραῖς ἐπικλήσεσι καθαγιάσας καὶ τρισὶ τοῦ παναγεστάτου μύρου σταυροειδέσι χύσεσι τελειώσας αὐτὸ καὶ ταῖς τοῦ μύρου πανιέροις ἐπιβολαῖς ἰσαρίθμως τὸ ἱερὸν τῆς τῶν θεολήπτων προφητῶν ἐπιπνοίας μελῴδημα συνεπιφθεγξάμενος κελεύει τὸν ἄνδρα προσκομισθῆναι
待執事們把他全然脫去衣服,祭司們便取來那聖膏抹的油;階序者以十字形蓋印三次而起首施行膏抹,隨後把那人交給祭司們,使其全身受膏,而他自己則前往那收養之母(即洗禮池)。他以神聖的呼求祝聖池水,又以三次十字形傾注那至聖之聖膏(myron)使水得成全,並以同等次數的聖膏施用,同時誦發那受神附之眾先知所受感之神聖頌歌,便吩咐把那人帶到跟前。
And when the ministers have completely disrobed him, the priests bring the holy oil of anointing; and the hierarch, having begun the anointing by sealing him three times with the cross, hands the man over for the rest to the priests to be anointed over his whole body, while he himself goes to the mother of adoption (the font). Hallowing its water with sacred invocations, and perfecting it with three cruciform pourings of the all-holy myron, and with equal-numbered applications of the myron uttering forth the sacred melody of the inspiration of the God-possessed prophets, he commands that the man be brought forward.
1:49
Καί τινος ἱερέως ἐκ τῆς ἀπογραφῆς αὐτόν τε καὶ τὸν ἀνάδοχον ἀνακηρύξαντος ὁ μὲν ὑπὸ τῶν ἱερέων ἐπὶ τοῦ ὕδατος ἄγεται πρὸς τὴν τοῦ ἱεράρχου χεῖρα χειραγωγούμενος, ὁ δὲ ἱεράρχης ἄνωθεν ἑστηκὼς ἀναβοησάντων πάλιν ἐπὶ τοῦ ἱεράρχου κατὰ τὸ ὕδωρ τὸ ὄνομα τοῦ τελουμένου τῶν ἱερέων, τρὶς μὲν αὐτὸν [ ὁ ἱεράρχης] βαπτίζει ταῖς τρισὶ τοῦ τελουμένου καταδύσεσι καὶ ἀναδύσεσι τὴν τρισσὴν τῆς θείας μακαριότητος ἐπιβοήσας ὑπόστασιν
當其中一位祭司從名冊中宣呼了他和他的保證人,那人便由祭司們牽著手引到水邊、到階序者的手前;階序者立於高處,待祭司們再次在階序者身旁、在水邊高呼那受成全者之名,他便為那人施洗三次,伴隨受成全者的三次浸入與升出,呼求那屬神福樂的三重位格。
And when one of the priests has proclaimed from the register both him and his sponsor, the man is led by the priests to the hand of the hierarch upon the water, led by the hand; and the hierarch, standing above, when the priests have again called out aloud over the hierarch, by the water, the name of the one being perfected, baptizes him three times, with the three immersions and emersions of the one being perfected, invoking the threefold subsistence of the divine blessedness.
1:50
καὶ παραλαβόντες αὐτὸν οἱ ἱερεῖς ἐγχειρίζουσι τῷ τῆς προσαγωγῆς ἀναδόχῳ τε καὶ ἡγεμόνι καὶ σὺν αὐτῷ περιβαλόντες ἐσθῆτα τῷ τελουμένῳ κατάλληλον ἐπὶ τὸν ἱεράρχην αὖθις ἄγουσιν
祭司們便接過他,把他交給他引介之保證人與引導;又與他一同給那受成全者穿上相稱的衣服,再帶他到階序者面前。
And the priests, taking him, deliver him to his sponsor and guide of his introduction; and together with him, having clothed the one being perfected in a fitting garment, they lead him again to the hierarch.
1:51
Ὁ δὲ τῷ θεουργικωτάτῳ μύρῳ τὸν ἄνδρα σφραγισάμενος μέτοχον ἀποφαίνει λοιπὸν τῆς ἱεροτελεστικωτάτης εὐχαριστίας
階序者以那至具神工之聖膏為那人蓋印,便宣告他從此成為那至為神聖、使人成全之聖體聖事(感恩禮)的分受者。
And the hierarch, having sealed the man with the most God-working myron, declares him thenceforth a partaker of the most sacredly-perfective Eucharist.
1:52
<> Ταῦτα δὲ τελέσας ἀπὸ τῆς ἐπὶ τὰ δεύτερα προόδου πάλιν ἐπὶ τὴν τῶν πρώτων ἀνατείνεται θεωρίαν ὡς κατὰ μηδένα καιρὸν ἢ τρόπον ἐπ' ἀλλοτρίῳ τινὶ παρὰ τὰ οἰκεῖα τρεπόμενος, ἀλλ' ἀπὸ θείων εἰς θεῖα προσεχῶς καὶ ἀεὶ τῷ θεαρχικῷ πνεύματι μεταταττόμενος
成就了這些事,階序者便從那向次要之事的進發,再度向上伸展,歸於對首要之事的觀照,如同在任何時刻、以任何方式都不偏離本分而轉向任何外在之物的人,反倒藉那至為神聖的靈,持續不斷地由屬神之事被轉移至屬神之事。
Having accomplished these things, from the procession toward secondary things he stretches up again to the contemplation of the first, as one who at no time or in any way is turned aside to any alien thing apart from what is his own, but is continually and ever transposed from divine things to divine things by the most divine Spirit.
1:53
<> αὕτη μὴν ὡς ἐν συμβόλοις ἡ τῆς ἱερᾶς τελετὴ θεογενεσίας οὐδὲν ἀπρεπὲς ἢ ἀνίερον οὐδὲ τῶν αἰσθητῶν ἔχουσα εἰκόνων, ἀλλ' ἀξιοθέου θεωρίας αἰνίγματα φυσικοῖς καὶ ἀνθρωποπρεπέσιν ἐσόπτροις ἐνεικονιζόμενα
那麼,那神聖屬神出生之禮,便是如此以象徵的方式而成的,其中沒有任何不合宜或不聖潔之事,也沒有屬可感形像本身之物,而是配得屬神觀照的奧謎,在合乎本性、合乎人情的鏡中被映現出來。
Such, then, is, as in symbols, the rite of the sacred divine birth, having nothing unseemly or unhallowed, nor anything of the sensible images, but enigmas worthy of divine contemplation, imaged forth in natural and human-befitting mirrors.
1:54
Τί γὰρ ἂν φανείη διαμαρτάνουσα καὶ τοῦ θειοτέρου λόγου τῶν τελουμένων σεσιγημένου πειθοῖ καὶ θεορρημοσύνῃ τὴν τοῦ προσιόντος εὐζωΐαν ἱερῶς διαπραγματευομένη καὶ τὴν ἁπάσης ὁμοῦ κακίας δι' ἐναρέτου καὶ θείας ζωῆς ἀποκάθαρσιν τῇ δι' ὕδατος φυσικῇ καθάρσει σωματικώτερον αὐτῷ διαγγέλλουσα
因為當那關乎所行之事的更具神性之言被保持緘默時,它藉勸勉與屬神的言說,神聖地經辦那前來者的善好生活,並以更具身體性的方式,藉著水的自然潔淨,向他宣告那藉德行的、屬神的生活而來、對一切惡的同時滌除——在這事上,它又怎會顯出有何差錯呢?
For in what would it appear to err, when—the more divine word concerning the things performed being kept silent—it sacredly transacts the good life of the one approaching by persuasion and God-spoken discourse, and in a more bodily manner announces to him the cleansing-away of all evil at once, through a virtuous and divine life, by means of the natural cleansing through water?
1:55
ἀποκάθαρσιν ὁλικῶς τῷ σώματι καθαιρομένῳ φυσικῶς δι' ὕδατος αἰνισσομένη
它以全身藉水自然受潔淨之事,奧謎式地表徵那滌除。
signifying the cleansing-away enigmatically by the whole body's being cleansed naturally through water.
1:56
<> Ἀλλ' ἔστω μὲν αὕτη τοῖς ἀτελέσιν εἰσαγωγικὴ ψυχαγωγία τά τε ἱεραρχικὰ καὶ ἑνοειδῆ τῆς πληθύος ὡς θέμις ἀποδιαστέλλουσα καὶ συμμετροῦσα ταῖς κατὰ μέρος τάξεσι τὴν ἐναρμόνιον ἀναγωγήν, ἡμεῖς δὲ ἀναβάσεσιν ἱεραῖς ἐπὶ τὰς τῶν τελουμένων ἀρχὰς ἀναβλέψαντες καὶ ταύτας ἱερῶς μυηθέντες ἐπιγνωσόμεθα, τίνων εἰσὶ χαρακτήρων τὰ ἐκτυπώματα καὶ τίνων ἀφανῶν αἱ εἰκόνες
但對不完全者而言,讓這禮作為引導靈魂的入門,按正當之理把屬階序的、合一的與眾多者區分開來,並按各序之等次分量出和諧的高舉;而我們則藉神聖的升進,仰望那些所行之事的本源,並神聖地受其啟蒙,便要認識那些印記出於何等的原型,那些形像又出於何等不可見之物。
But let this be, for the imperfect, an introductory soul-guiding—distinguishing, as is right, the hierarchic and uniform from the multitude, and measuring out the harmonious uplifting to the orders in their several degrees; while we, looking up by sacred ascents to the sources of the things performed, and being sacredly initiated into them, shall come to know of what characters the impressions are, and of what unseen things the images.
1:57
Ἔστι γάρ, ὡς ἐν τῇ Περὶ νοητῶν τε καὶ αἰσθητῶν πραγματείᾳ σαφῶς διηγόρευται, τὰ μὲν αἰσθητῶς ἱερὰ τῶν νοητῶν ἀπεικονίσματα καὶ ἐπ' αὐτὰ χειραγωγία καὶ ὁδός, τὰ δὲ νοητὰ τῶν κατ' αἴσθησιν ἱεραρχικῶν ἀρχὴ καὶ ἐπιστήμη
因為正如在《論可理解者與可感者》一文中所清楚闡明的,那可感的聖物乃是可理解之物的肖像,是通往它們的牽引與道路;而可理解之物則是那些屬感官之階序事物的本源與知識。
For, as has been clearly set forth in the treatise 'Concerning the Intelligible and the Sensible,' the sensibly sacred things are likenesses of the intelligible, and a hand-leading and way to them, while the intelligible are the source and knowledge of the hierarchic things that are according to sense.
1:58
<> Λέγωμεν τοίνυν, ὡς ἔστιν ἡ τῆς θείας μακαριότητος ἀγαθότης ἀεὶ κατὰ ταὐτὰ καὶ ὡσαύτως ἔχουσα τὰς τοῦ οἰκείου φωτὸς ἀγαθοεργέτιδας ἀκτῖνας ἐπὶ πάσας ἀφθόνως ἁπλοῦσα τὰς νοερὰς ὄψεις
那麼讓我們說:那屬神福樂的良善,常以同一方式、同樣地擁有其自身之光那施恩的光線,並毫無嫉妒地把它們鋪展在一切心智的眼目之上。
Let us say, then, that the goodness of the divine blessedness, ever in the same way and likewise possessing the beneficent rays of its own light, spreads them ungrudgingly upon all the intellectual eyes.
1:59
ἰτ' οὖν ἀποσταίη τοῦ νοητοῦ φωτὸς ἡ τῶν νοερῶν αὐθαίρετος αὐτεξουσιότης κακίας ἔρωτι συμμύσασα τὰς φυσικῶς ἐνεσπαρμένας αὐτῇ πρὸς τὸ φωτίζεσθαι δυνάμεις, ἀπήρτηται τοῦ παρόντος αὐτῇ φωτὸς οὐκ ἀποστάντος ἀλλ' ἐπιλάμποντος αὐτῇ μυωπαζούσῃ καὶ ἀποστρεφομένῃ προστρέχοντος ἀγαθοειδῶς
倘若那些有純智之物自決的自由意志,因愛惡而閉上那本性中所植、為使其受光照之能力,自行從可理解之光退離,它便被剝奪了那臨於它的光——這光並未退離,反倒在它昏眊、轉離之時仍照耀它,並以良善的姿態奔向它。
And if the self-determining free will of the intellectual beings should withdraw itself from the intelligible light, closing its eyes by love of evil to the powers naturally implanted in it for being illumined, it is deprived of the light present to it—a light which has not withdrawn, but which shines upon it even as it grows dim-sighted and turns away, running toward it in a good-formed manner.
1:60
εἴτε τοῦ μετρίως αὐτῇ δοθέντος ὁρατοῦ τοὺς ὅρους ὑπερπηδῆσαι καὶ πρὸς τὰς ὑπὲρ τὴν κατ' αὐτὴν ὄψιν αὐγὰς ἀντωπῆσαι τολμηρῶς ἐπιχειρήσοι, τὸ μὲν φῶς ἐνεργήσει παρὰ τὰ φωτὸς οὐδέν, αὐτὴ δὲ τοῖς τελείοις ἀτελῶς ἐπιβάλλουσα τῶν μὲν ἀνοικείων οὐκ ἂν ἐφίκοιτο, τοῦ μετρίου δὲ ἀκόσμως ὑπερφρονοῦσα δι' ἑαυτὴν ἀποτεύξεται
倘若它膽敢妄圖躍越那賜給它之可見分量的界限,去直視那超乎其本身視力的光線,光本身絕不會行任何與光之事相違之事;但那存在既不完全地撲向完全之事,便既不能企及那不適於它之物,又因無序地藐視所賜的分量,便因自己的過失而落空。
And if it should presume rashly to leap beyond the bounds of the visible measure given to it, and to look directly at the rays beyond its own sight, the light will do nothing contrary to the things of light; but the being, casting itself imperfectly upon perfect things, would neither attain the things unsuited to it, and, disorderly disdaining the measure given, would fail through its own fault.
1:61
Πλήν, ὅπερ ἔφην, ἀγαθουργικῶς ἀεὶ ταῖς νοεραῖς ὄψεσι τὸ θεῖον ἥπλωται φῶς ἔνεστί τε αὐταῖς ἀντιλαβέσθαι παρόντος αὐτοῦ καὶ ἀεὶ πρὸς θεοπρεπῆ τῶν οἰκείων μετάδοσιν ὄντος ἑτοιμοτάτου
然而,如我所說,那屬神之光常以施恩的方式鋪展在心智眼目之前;它們既可把它當作臨在者來把握,因為它總是極樂於以合乎神的方式分施屬它自己之物。
Yet, as I said, the divine light is ever, in a beneficent way, spread out before the intellectual eyes; and it is possible for them to lay hold of it as present, since it is ever most ready for the God-befitting imparting of what is its own.
1:62
Πρὸς ταύτην ὁ θεῖος ἱεράρχης ἀποτυποῦται τὴν μίμησιν τὰς φωτοειδεῖς αὐτοῦ τῆς ἐνθέου διδασκαλίας αὐγὰς ἀφθόνως ἐπὶ πάντας ἁπλῶν καὶ τὸν προσιόντα φωτίσαι θεομιμήτως ἑτοιμότατος ὢν οὐ φθόνῳ οὐδὲ ἀνιέρῳ τῆς προτέρας ἀποστασίας ἢ ἀμετρίας μήνιδι χρώμενος, ἀλλ' ἐνθέως ἀεὶ τοῖς προσιοῦσι ταῖς αὐτοῦ φωταγωγίαις ἱεραρχικῶς ἐλλάμπων ἐν εὐκοσμίᾳ καὶ τάξει καὶ ἀναλογίᾳ τῆς ἑκάστου πρὸς τὰ ἱερὰ συμμετρίας
那屬神的階序者效法此榜樣而與之相符,毫無嫉妒地把其受神感召之教導那光明形態的光線鋪展於眾人,並以效法神的方式極樂於光照前來者——既不用嫉妒,也不用任何因從前之背道或過犯而起的不聖之忿怒,而是常以受神感召的方式,藉自身的引光,按各人對聖事之適合的良好次序、品級與相稱,合乎階序地光照那些前來者。
To this imitation the divine hierarch is conformed, spreading ungrudgingly upon all the light-formed rays of his inspired teaching, and being most ready, in a God-imitating manner, to illumine the one who approaches—using neither envy nor any unhallowed wrath over the former apostasy or excess, but ever in an inspired manner illumining hierarchically those who approach by his own light-leadings, in good order and rank and proportion to each one's fitness for sacred things.
1:63
<> Ἀλλ' εἴπερ εὐταξίας ἐστὶν ἀρχὴ τὸ θεῖον ἱερᾶς, καθ' ἣν ἑαυτῶν ἐπιγνώμονες οἱ ἱεροὶ νόες, ὁ πρὸς τὸ οἰκεῖον τῆς φύσεως ὁρατὸν ἀνατρέχων ἐν ἀρχῇ μέν, ὅστις ποτέ ἐστιν, αὐτὸς ὄψεται καὶ τοῦτο λήψεται πρῶτον ἐκ τῆς πρὸς τὸ φῶς ἀνανεύσεως ἱερὸν δῶρον
但若那屬神者是神聖良序的本源——眾聖智正是照此而成為認識自己者——那麼,那退回到本屬自己之可見本性的人,起初便要看見自己之所是,並要把這當作仰望那光所得的第一件神聖禮物而領受。
But if the divine is the source of sacred good order, according to which the sacred intellects are knowers of themselves, then he who runs back to the visible nature proper to himself will at first see what he himself is, and will receive this as a first sacred gift from looking up toward the light.
1:64
Ὁ δὲ τὰ οἰκεῖα καλῶς ἀπροσπαθέσιν ὀφθαλμοῖς ἐπισκοπήσας τῶν ἀλαμπῶν μὲν ἀποφοιτήσει τῆς ἀγνωσίας μυχῶν, τῆς θεοῦ δὲ τελεωτάτης ἑνώσεως καὶ μεθέξεως ἀτελὴς ὢν αὐτὸς οὐκ αὐτόθεν ἐπιθυμήσει, κατὰ βραχὺ δὲ διὰ τῶν αὐτοῦ πρώτων ἐπὶ τὰ ἔτι πρότερα καὶ δι' ἐκείνων ἐπὶ τὰ πρώτιστα καὶ τελειωθεὶς ἐπὶ τὴν ἀκρότητα τὴν θεαρχικὴν ἐν τάξει καὶ ἱερῶς ἀναχθήσεται
那以不動情慾之眼妥善審察自己之事的人,便要離開那無光的無知幽穴;他自己既仍不完全、不足以與神成就那至完全的聯合與分受,便不會立刻渴求它,而是逐漸地——藉自己的首要之事而至更在先之事,又藉這些而至最原初之事——既被成全,便有序而神聖地被高舉至那至為神聖的至高之境。
And he who has well examined his own things with dispassionate eyes will depart from the lightless recesses of ignorance; and being himself still imperfect for the most perfect union with and participation in God, he will not at once desire it, but little by little—through his own first things to things yet prior, and through these to the most primal—and being perfected, he will be led up in order and sacredly to the most divine summit.
1:65
Ταύτης ἐστὶ τῆς εὐκόσμου καὶ ἱερᾶς τάξεως εἰκὼν ἡ τοῦ προσιόντος αἰδὼς καὶ τῶν καθ' ἑαυτὸν ἐπιγνωμοσύνη τῆς ἐπὶ τὸν ἱεράρχην ὁδοῦ τὸν ἀνάδοχον ἔχουσα καθηγεμόνα
這良序而神聖之秩序的形像,乃是那前來者敬虔的謙遜、以及對自己境況的認識,並以保證人為通往階序者之路的引導。
An image of this well-ordered and sacred order is the reverent modesty of the one approaching, and the knowledge of his own condition, having the sponsor as guide on the way to the hierarch.
1:66
Τὸν δ' οὕτως ἀναγόμενον ἡ θεία μακαριότης εἰς τὴν ἑαυτῆς μετουσίαν εἰσδέχεται καὶ τοῦ οἰκείου φωτὸς ὥσπερ τινὸς αὐτῷ σημείου μεταδίδωσιν ἔνθεον ἀποτελοῦσα καὶ κοινωνὸν τῆς τῶν ἐνθέων ἀποκληρώσεως καὶ ἱερᾶς κατατάξεως, ὧν ἐστι σύμβολον ἱερὸν ἡ τοῦ ἱεράρχου τῷ προσιόντι δωρουμένη σφραγὶς καὶ τῶν ἱερέων ἡ σωτηριώδης ἀπογραφὴ τοῖς σωζομένοις αὐτὸν ἐγκαταλέγουσα καὶ μνημοσύνοις ἱεροῖς ἀνατιθεῖσα πρὸς αὐτῷ καὶ τὸν ἀνάδοχον, ὡς τῆς ζωοποιοῦ πρὸς ἀλήθειαν πορείας τὸν μὲν ἐραστὴν ἀληθῆ καὶ συνοπαδὸν ἡγεμόνος ἐνθέου, τὸν δὲ ἀπλανῆ ταῖς θεοπαραδότοις ἡγήσεσι τοῦ ἑπομένου χειραγωγόν
那如此被高舉的人,屬神的福樂便把他接納入對其自身的分受,並把自身之光像某種標記一般分給他,使他受神感召,成為那屬神之份與神聖編列的分享者。這些事的神聖象徵,乃是階序者賜給前來者的印記,以及祭司們那拯救之登記——這登記把他列入受救者之中,並把他連同其保證人一同奉於神聖的記念;因為在那通往真理、賜生命之旅程中,這一位乃是受神感召之引導者的真誠愛慕者與同行者,那一位則是藉神所賜引導、毫無差錯地牽引跟隨者之手的引導者。
And the one thus led up, the divine blessedness receives into participation in itself, and imparts to him of its own light, as it were a certain sign, making him inspired and a sharer in the allotment of the inspired and in sacred ranking. Of these things a sacred symbol is the seal granted by the hierarch to the one approaching, and the salvific enrollment by the priests, which enrolls him among the saved and dedicates him, together with his sponsor, to sacred remembrances—since, of the life-giving journey toward truth, the one is a true lover and fellow-follower of an inspired guide, while the other is the unerring hand-leader, by God-given guidances, of the one who follows.
1:67
<> Ἀλλ' οὐκ ἔνεστι τῶν ἄκρως ἐναντίων ἅμα μετέχειν οὐδὲ τὸν κοινωνίαν τινὰ πρὸς τὸ ἓν ἐσχηκότα μεριστὰς ἔχειν ζωάς, εἰ τῆς τοῦ ἑνὸς ἀντέχεται βεβαίας μεθέξεως, ἀλλ' ἄσχετον εἶναι καὶ ἀκατάτακτον ἐν πάσαις ταῖς τοῦ ἑνοειδοῦς διαιρέσεσιν
但人不可能同時分受那全然相反之物,已與「一」有某種交通的人,若持守對「一」之穩固分受,也不能擁有分裂的生命;他倒必須在一切離棄合一者之劃分中,保持超脫而不受其編列。
But it is not possible to partake at once of things utterly contrary, nor for one who has had some communion with the One to possess divided lives, if he holds fast to the firm participation in the One; rather, he must be free and unranked in all the divisions of what departs from the uniform.
1:68
παράδοσις ἱερῶς αἰνισσομένη τὸν προσιόντα τὴν οἷον προτέραν ζωὴν ἀπεκδύσασα καὶ μέχρι τῶν κατ' ἐκείνην ἐσχάτων σχέσεων ἀπολύσασα γυμνὸν καὶ ἀνυπόδετον ἵστησι πρὸς δυσμὰς ἀφορῶντα καὶ τῇ τῶν χειρῶν ἀπώσει τὰς τῆς ἀλαμποῦς κακίας ἀναινόμενον κοινωνίας καὶ τὴν ἐγγενομένην αὐτῷ τῆς ἀνομοιότητος ἕξιν ὥσπερ ἐκπνέοντα καὶ τὰς ὁλικὰς ὁμολογή σαντα πρὸς τὸ τοῦ θεοειδοῦς ἐναντίον ἀποταγάς
那傳統神聖地暗示此事,它把那前來者像脫去從前的生命般脫盡,並把他連同那生命中最末的諸般依戀一併解開,使他赤身、赤足、面向西方而立,藉雙手的伸推而棄絕與那無光之惡的交通,並如同把那在他裡面所生不相似的習性吐出,又宣認那一切與神形態相反之事的棄絕。
The tradition, sacredly hinting at this, having stripped off from the one approaching his former life, as it were, and having loosed him as far as the last attachments belonging to it, sets him naked and unshod, looking toward the west, and by the thrusting-out of his hands renouncing communion with lightless evil, and as it were breathing out the disposition of unlikeness engendered in him, and confessing the total renunciations of what is contrary to the deiform.
1:69
οὕτω παντελῶς ἄσχετον αὐτὸν καὶ ἀκοινώνητον γεγονότα πρὸς ἕω μετάγει τὴν ἐν τῷ θείῳ φωτὶ στάσιν τε καὶ ἀνάνευσιν ἔσεσθαι καθαρῶς ἐν τῇ παντελεῖ τῆς κακίας ἀποφοιτήσει διαγγέλλουσα καὶ τὰς ἱερὰς αὐτοῦ τῆς πρὸς τὸ ἓν ὁλικῆς συννεύσεως ὁμολογίας ἑνοειδοῦς γενομένου φιλαλήθως ἀποδεχομένη
如此,待他已成為對這些事全然超脫、全無交通的人,那傳統便把他轉向東方,宣告他在那屬神之光中的站立與仰望,必在徹底離惡中得以純淨;又因他如今已成合一者,便以愛真理的方式恩慈地接納他那向「一」全然傾注的神聖認信。
Thus, having become utterly free and uncommunicating with these, the tradition transfers him toward the east, announcing that his standing and looking-up in the divine light will be pure in the complete departure from evil, and graciously, in a truth-loving manner, accepting his sacred confessions of total inclination toward the One, now that he has become uniform.
1:70
Ἀλλ' ἔστι που δῆλον ὡς οἶμαι τοῖς τῶν ἱεραρχικῶν ἐπιστήμοσιν, ὅτι ταῖς διηνεκέσιν ἐν συντονίᾳ πρὸς τὸ ἓν ἀνατάσεσι καὶ ταῖς τῶν ἐναντίων ὁλικαῖς νεκρώσεσι καὶ ἀνυπαρξίαις τὸ ἀναλλοίωτον ἴσχει τὰ νοερὰ τῆς θεοειδοῦς ἕξεως
但我想,對那些通曉階序之事的人來說,這多少是清楚的:即藉著持續而專注地向「一」伸展,並藉著對相反之事的全然致死與化為烏有,那些心智的官能便持守住神形態習性之不變。
But it is somehow clear, I think, to those knowledgeable in hierarchic things, that by the continual, intense stretchings toward the One, and by the total mortifications and non-existences of things contrary, the intellectual faculties hold fast the unchangeableness of the deiform habit.
1:71
ὐ γὰρ ἀναχωρῆσαι χρὴ μόνον ἀπὸ κακίας ἁπάσης, ἀλλὰ καὶ ἀρρενωπῶς ἀμάλθακτον εἶναι καὶ ἀφόβητον ἀεὶ πρὸς τὴν ἐπ' αὐτὴν ὀλέθριον ὕφεσιν οὐδὲ τοῦ ἱεροῦ τῆς ἀληθείας ἔρωτος ἐν καταλήξει ποτὲ γενέσθαι, προσεχῶς δὲ καὶ αἰωνίως ἐπ' αὐτὴν ὅση δύναμις ἀνατείνεσθαι τὴν ἐπὶ τὰ τελεώτερα τῆς θεαρχίας ἀναγωγὴν ἱερῶς ἀεὶ δια πραγματευόμενον
因為人不僅當離棄一切惡,更當剛強不軟弱、無所懼怕,常抵擋那向惡的毀滅性回墮,並絕不止息那對真理的神聖愛慕,而是持續、永遠地盡其所能向它伸展,常神聖地經辦那向神性更完全之事的高舉。
For one must not only withdraw from all evil, but also be manfully unsoftened and undismayed, ever against the ruinous relapse toward it, and never come to a cessation of the sacred love of truth, but continually and eternally stretch up toward it as far as possible, ever sacredly transacting the uplifting toward the more perfect things of the Deity.
1:72
<> Ὁρᾷς δὲ τὰς τούτων ἀκριβεῖς εἰκόνας ἐν τοῖς ἱεραρχικῶς τελουμένοις
你在那些合乎階序而施行之事中,看見這些事確切的形像。
And you see the exact images of these things in the things performed hierarchically.
1:73
Ὁ μὲν γὰρ θεοειδὴς ἱεράρχης ἀπάρχεται τῆς ἱερᾶς ἀλοιφῆς, οἱ δὲ ἱερεῖς ὑπ' αὐτῷ ελοῦσι τὴν τῆς χρίσεως ἱερουργίαν ἐπὶ τοὺς ἱεροὺς ἐν τύπῳ τὸν τελούμενον ἀγῶνας ἐκκαλούμενοι, καθ' οὓς ὑπ' ἀθλοθέτῃ Χριστῷ γινόμενος, ἐπειδὴ ὡς θεός ἐστι τῆς ἀθλοθεσίας δημιουργός, ὡς σοφὸς δὲ τοὺς νόμους αὐτῆς τέθεικεν, εἰργάσατο δὲ ὡς καλὸς εὐπρεπῆ τοῖς νικῶσι τὰ ἔπαθλα, καὶ τὸ ἔτι θειότερον
因為那神形態的階序者起首施行神聖的膏抹,在他之下的祭司們完成膏抹的神聖施行,象徵性地召喚那受成全者進入神聖的競技;在這競技中,他被置於基督——競技之主——之下,因基督作為神乃是競技的創立者,作為智者已立定其規例,作為善者已為得勝者預備了相稱的獎賞;更具神性的是,
For the deiform hierarch begins the sacred anointing, and the priests under him accomplish the sacred performance of the anointing, calling forth the one being perfected, in figure, to the sacred contests; in which, being placed under Christ as the steward of the contest—since as God he is the maker of the contest, and as wise he has laid down its laws, and as good he has wrought fitting prizes for the victors—and, what is yet more divine,
1:74
ἐπείπερ ὡς ἀγαθὸς ἐν τοῖς ἀθληταῖς ἐγεγόνει μετ' αὐτῶν ἱερῶς ὑπὲρ τῆς αὐτῶν ἐλευθερίας καὶ νίκης πρὸς τὸ τοῦ θανάτου καὶ τῆς φθορᾶς ἀγωνιζόμενος κράτος, τοῖς μὲν ἀγῶσιν ὡς θείοις ὁ τελούμενος ἐπιβήσεται χαίρων, ἐμμενεῖ δὲ ταῖς τοῦ σοφοῦ νομοθεσίαις καὶ κατ' αὐτὰς ἀπαραβάτως ἀγωνιεῖται πρὸς τὴν τῶν καλῶν ἐπάθλων ἐλπίδα βεβαίως ἔχων ὑπ' ἀγαθῷ τῆς ἀθλοθεσίας κυρίῳ καὶ ἡγεμόνι ταττόμενος, ἐπιβὰς δὲ τοῖς θείοις ἴχνεσι τοῦ ἀθλητῶν πρώτου δι' ἀγαθότητα ταῖς θεομιμήτοις ἀθλήσεσι τὰς πρὸς θέωσιν ἐναντίας αὐτῷ καταπαλαίσας ἐνεργείας τε καὶ ὑπάρξεις συναποθνήσκει Χριστῷ μυστικῶς εἰπεῖν τῇ ἁμαρτίᾳ κατὰ τὸ βάπτισμα
因為基督作為善者已來到眾競技者中間,神聖地與他們一同為他們的自由與得勝、抵擋死亡與朽壞的權勢而爭戰——那受成全者便要歡然進入這如同屬神之事的競技,並要持守那智者的立法,照之毫無踰越地朝向美善獎賞的盼望而爭戰,堅定地持守、編列於那競技之善主與引領者之下;他既踏上了那眾競技者之首——就是那因良善、藉效法神之競技而摔倒了一切與神化相反之運作與存在者——的屬神足跡,便(用奧秘的話說)照著洗禮,與基督一同向罪死了。
since as good he had come to be among the athletes, sacredly contending together with them for their freedom and victory against the dominion of death and corruption—the one being perfected will joyfully enter upon the contests as divine, and will abide by the legislations of the Wise One, and according to them will contend without transgression toward the hope of the good prizes, holding firmly, ranked under the good Lord and leader of the contest; and having set foot upon the divine traces of the First of athletes, who through goodness, by his God-imitating contests, wrestled down the activities and existences contrary to deification, he dies together with Christ—to speak mystically—to sin, according to baptism.
1:75
<> Καί μοι συνετῶς ἐννόει τὰ ἱερὰ μεθ' ὅσης οἰκειότητος ἔχει τὰ σύμβολα
與我一同明智地思想:那些聖事與其象徵之間有何等大的契合。
And consider with me intelligently with how great fitness the sacred things hold their symbols.
1:76
Καὶ γὰρ ἐπειδὴ θάνατός ἐστιν ἐφ' ἡμῶν οὐ τῆς οὐσίας ἀνυπαρξία κατὰ τὸ δόξαν ἑτέροις ἀλλ' ἡ τῶν ἡνωμένων διάκρισις εἰς τὸ ἡμῖν ἀφανὲς ἄγουσα τὴν ψυχὴν μὲν ὡς ἐν στερήσει σώματος ἀειδῆ γινομένην, τὸ σῶμα δὲ ὡς ἐν γῇ καλυπτόμενον ἢ καθ' ἑτέραν τινὰ τῶν σωματοειδῶν ἀλλοιώσεων ἐκ τῆς κατ' ἄνθρωπον ἰδέας ἀφανιζόμενον, οἰκείως ἡ δι' ὕδατος ὁλικὴ κάλυψις εἰς τὴν τοῦ θανάτου καὶ τοῦ τῆς ταφῆς ἀειδοῦς εἰκόνα παρείληπται
因為就我們而言,死亡並非如某些人所以為的、本質之化為烏有,而是那些曾被聯合之物的分離,把靈魂引入對我們不可見之境——靈魂如同失去身體般成為無形,身體則如被土所覆、或藉身體之其他變化而從人的形貌中消逝,成為不可見——因此,那以水全然遮覆之事,便被恰當地用作死亡與那無形埋葬的形像。
For since death, in our case, is not the non-existence of the substance, as it has seemed to others, but the separation of things that were united, leading the soul into what is invisible to us—the soul becoming formless as in deprivation of body, and the body, as covered in earth or vanishing from the human form by some other of the bodily alterations, being made invisible—fittingly the total covering by water has been taken up as an image of death and of the formless entombment.
1:77
Τὸν οὖν ἱερῶς βαπτιζόμενον ἡ συμβολικὴ διδασκαλία μυσταγωγεῖ ταῖς ἐν τῷ ὕδατι τρισὶ καταδύσεσι τὸν θεαρχικὸν τῆς τριημερονύκτου ταφῆς Ἰησοῦ τοῦ ζωοδότου μιμεῖσθαι θάνατον ὡς ἐφικτὸν ἀνδράσι τὸ θεομίμητον, ἐν ᾧ κατὰ τὴν τοῦ λογίου μυστηριώδη καὶ κρυφίαν παράδοσιν οὐδὲν εὕρηκεν ὁ τοῦ κόσμου ἄρχων
那麼,那象徵性的教導藉著在水中的三次浸入,使那受神聖洗禮者得著啟蒙,要他盡人在效法神之事上所能,去效法那賜生命者耶穌三日三夜埋葬之至為神聖的死——照經上奧秘隱藏的傳承,在這死中,這世界的王毫無所得。
The symbolic teaching, then, initiates the one being sacredly baptized, by the three immersions in the water, to imitate, so far as is attainable to men in the God-imitating, the most divine death of the three-day-and-night entombment of Jesus the Life-giver—in which, according to the mysterious and hidden tradition of the Scripture, the ruler of this world found nothing.
1:78
<> Ἑξῆς δὲ φωτοειδεῖς ἐσθῆτας ἐπιβάλλουσι τῷ τελουμένῳ
接著,他們給那受成全者披上光明形態的衣裳。
Next they cast light-formed garments upon the one being perfected.
1:79
Τῇ γὰρ ἀνδρικῇ καὶ θεοειδεῖ τῶν ἐναντίων ἀπαθείᾳ καὶ τῇ πρὸς τὸ ἓν ἐν συντονίᾳ συννεύσει τὸ ἄκοσμον κοσμεῖται καὶ τὸ ἀνείδεον εἰδοποιεῖται τῇ φωτοειδεῖ καθόλου ζωῇ λαμπρυνόμενον
因為藉著那剛強、神形態地對相反之事不為所動,並藉著向「一」的專注傾注,那無序之物便被立定秩序,那無形之物便被賦予形態,因那全然光明形態的生命而發出光輝。
For by the manful and deiform impassibility toward things contrary, and by the intense inclination toward the One, the unordered is set in order and the formless is given form, made radiant by the wholly light-formed life.
1:80
Ἡ δὲ τοῦ μύρου τελειωτικὴ χρῖσις εὐώδη ποιεῖ τὸν τετελεσμένον
那聖膏使人成全的膏抹,使那受成全者發出芬芳。
And the perfective anointing of the myron makes the one perfected fragrant.
1:81
Ἡ γὰρ ἱερὰ τῆς θεογενεσίας τελείωσις ἑνοῖ τὰ τελεσθέντα τῷ θεαρχικῷ πνεύματι
因為那屬神出生之神聖的成全,使那些受成全之物與那至為神聖的靈聯合。
For the sacred perfection of the divine birth unites the things perfected to the most divine Spirit.
1:82
Τὴν δὲ νοητῶς εὐωδοποιὸν καὶ τελεσιουργὸν ἐπιφοίτησιν ἀρρητοτάτην οὖσαν ἐπιγνῶναι νοερῶς παρίημι τοῖς ἠξιωμένοις τῆς κατὰ νοῦν τοῦ θείου πνεύματος ἱερᾶς καὶ θεουργοῦ κοινωνίας
但那以心智的方式使人芬芳、施行成全的眷臨,既是至不可言喻的,我便留給那些被認為配得照心智而有屬神之靈那神聖、施行神工之交通的人,去以心智領會。
But the intelligibly fragrance-making and perfection-working visitation, being most ineffable, I leave to be intellectually known by those deemed worthy of the sacred and God-working communion of the divine Spirit according to the mind.
1:83
Ἐν τέλει δὲ πάντων ὁ ἱεράρχης ἐπὶ τὴν ἱερωτάτην εὐχαριστίαν καλεῖ τὸν τετελεσμένον καὶ τῆς τῶν τελεστικῶν μυστηρίων αὐτῷ μεταδίδωσι κοινωνίας
在一切之末,階序者召喚那受成全者前赴至為神聖的聖體聖事(感恩禮),並把那使人成全之奧秘的交通分給他。
And at the end of all, the hierarch calls the one perfected to the most sacred Eucharist, and imparts to him the communion of the perfective mysteries.
1:84
<.> Ἀλλ' εὖγε ὅτι ταύτης ἐμνήσθημεν, ἣν οὐ θεμιτὸν ἐμοὶ παραδραμόντι τῶν ἱεραρχικῶν τι πρὸ ταύτης ἕτερον ὑμνῆσαι
我們提及這禮乃是好的;於我而言,越過它而先歌頌其他任何階序之事,乃是不合法的。
But it is well that we have made mention of this rite, which it is not lawful for me, in passing it by, to hymn any other of the hierarchic things before it.
1:85
καὶ γὰρ ἔστι κατὰ τὸν κλεινὸν ἡμῶν καθηγεμόνα τελετῶν τελετὴ καὶ χρὴ πρὸ τῶν ἄλλων αὐτὴν ἱερογραφικῶς ἐκθέμενον ἐκ τῆς ἐνθέου κατὰ τὰ λόγια καὶ ἱεραρχικῆς ἐπιστήμης ἐπὶ τὴν ἱερὰν αὐτῆς ἀναχθῆναι τῷ θεαρχικῷ πνεύματι θεωρίαν
因為照我們著名的導師所言,它乃是「諸禮之禮」;人必須在一切之先,從那受神感召的、(照聖言而言)屬階序的知識中,把它以聖寫記述下來,然後藉那至為神聖的靈被高舉至對它的神聖觀照。
For it is, according to our renowned leader, a rite of rites; and one must, before all others, having set it forth in sacred writing from the inspired and (according to the Scriptures) hierarchic knowledge, be led up to the sacred contemplation of it by the most divine Spirit.
1:86
Καὶ πρῶτόν γε τοῦτο ἱερῶς ἐποπτεύσωμεν, ὅτου δὴ ἕνεκα τὸ κοινὸν καὶ ταῖς ἄλλαις ἱεραρχικαῖς τελεταῖς ἐκκρίτως αὐτῇ παρὰ τὰς λοιπὰς ἀνατέθειται καὶ ἑνιαίως ἀνηγόρευται κοινωνία τε καὶ σύναξις ἑκάστης ἱεροτελεστικῆς πραγματείας καὶ τὰς μεριστὰς ἡμῶν ζωὰς εἰς ἑνοειδῆ θέωσιν συναγούσης καὶ τῇ τῶν διαιρετῶν θεοειδεῖ συμπτύξει τὴν πρὸς τὸ ἓν κοινωνίαν καὶ ἕνωσιν δωρουμένης
首先讓我們神聖地觀照這事:為什麼那原本也與其他階序之禮共通的,竟被超乎其餘而卓越地歸於它,又被統一地稱為「交通」與「聚集(synaxis)」;因為它把每一項神聖使人成全的工作、以及我們分裂的生命,聚集為一種合一的神化,並藉那神形態地把分裂者連合,賜下與「一」的交通與聯合。
And first let us sacredly contemplate this: why, namely, that which is common also to the other hierarchic rites has been ascribed pre-eminently to it above the rest, and has been named uniformly 'communion' and 'synaxis,' since it gathers each sacred-perfective enterprise and our divided lives into a uniform deification, and, by the deiform conjoining of the divided, bestows the communion and union with the One.
1:87
Φαμὲν δέ, ὅτι ταῖς τῶν ἄλλων ἱεραρχικῶν συμβόλων μεθέξεσιν ἡ τελείωσις ἐκ τῶν ταύτης θεαρχικῶν καὶ τελειωτικῶν ἔνεστι δωρεῶν
我們也說,在其他階序象徵的分受之中,那成全乃是出於此禮至為神聖、使人成全的恩賜。
And we say that, in the participations of the other hierarchic symbols, the perfecting comes from this rite's most divine and perfective gifts.
1:88
ὐ γὰρ ἔνεστιν σχεδόν τινα τελεσθῆναι τελετὴν ἱεραρχικὴν μὴ τῆς θειοτάτης εὐχαριστίας ἐν κεφαλαίῳ τῶν καθ' ἕκαστα τελουμένων τὴν ἐπὶ τὸ ἓν τοῦ τελεσθέντος ἱερουργούσης συν αγωγὴν καὶ τῇ θεοπαραδότῳ δωρεᾷ τῶν τελειωτικῶν μυστηρίων τελεσιουργούσης αὐτοῦ τὴν πρὸς θεὸν κοινωνίαν
因為一項階序之禮幾乎不可能不藉那至為神聖的聖體聖事而成就;它在每一件所行之事上總括地、神聖地成就那受成全者向「一」的聚集,並藉那使人成全之奧秘的神賜恩典,使他與神的交通得以完全。
For it is scarcely possible for any hierarchic rite to be accomplished without the most divine Eucharist, in summation, sacredly working the gathering toward the One of the one perfected in each particular thing performed, and, by the God-given gift of the perfective mysteries, perfecting his communion with God.
1:89
ἰ τοίνυν ἑκάστη τῶν ἱεραρχικῶν τελετῶν ἀτελὴς μὲν οὖσα τὴν πρὸς τὸ ἓν ἡμῶν κοινωνίαν καὶ σύναξιν οὐ τελεσιουργήσει καὶ τὸ εἶναι τελετὴ διὰ τὸ ἀτέλεστον ἀφῃρημένη, τὸ δὲ τέλος ἁπάσῃ καὶ τὸ κεφάλαιον ἡ τῶν θεαρχικῶν μυστηρίων τῷ τελουμένῳ μετάδοσις, εἰκότως ἡ ἱεραρχικὴ σύνεσις ἐπωνυμίαν αὐτῇ κυρίαν ἐκ τῆς τῶν πραγμάτων ἀληθείας ἐφεῦρεν
那麼,倘若每一階序之禮,因不完全,便不能成全我們與「一」之交通與聚集,甚至因其不完全而被剝奪了作為「禮」的資格;而每一禮的目的與總括,乃是把那至為神聖之奧秘傳給那受成全者——那麼,階序的悟性便恰當地從事物本身的真相中為它尋得了一個合宜的名稱。
If, then, each of the hierarchic rites, being incomplete, will not perfect our communion and synaxis with the One, and is deprived even of being a rite through its incompleteness, while the end and summation for every one is the imparting of the most divine mysteries to the one being perfected—fittingly the hierarchic understanding has found for it a proper name from the truth of the things themselves.
1:90
οὕτω δὴ καὶ τὴν ἱερὰν τῆς θεογενεσίας τελετήν, ἐπειδὴ πρώτου φωτὸς μεταδίδωσι καὶ πασῶν ἐστιν ἀρχὴ τῶν θείων φωταγωγιῶν, ἐκ τοῦ τελουμένου τὴν ἀληθῆ τοῦ φωτίσματος ἐπωνυμίαν ὑμνοῦμεν
如此,那屬神出生的神聖之禮,既賜下首要之光、又是一切屬神光照的本源,我們便從那受成全者出發,以「光照(photisma)」這真實的稱呼來歌頌它。
And thus too the sacred rite of the divine birth, since it imparts the first light and is the source of all the divine illuminations, we hymn from the one perfected by the true appellation of 'illumination' (photisma).
1:91
ἰ γὰρ καὶ πᾶσι κοινὸν τοῖς ἱεραρχικοῖς τὸ φωτὸς ἱεροῦ μεταδιδόναι τοῖς τελουμένοις, ἀλλ' αὕτη τὸ πρώτως ἰδεῖν ἐδωρήσατό μοι καὶ διὰ τοῦ ταύτης ἀρχικωτάτου φωτὸς πρὸς τὴν τῶν ἄλλων ἱερῶν ἐποψίαν φωταγωγοῦμαι
因為儘管把神聖之光分給受成全者乃為一切階序之禮所共有,這禮卻賜給我那最初的看見,並藉其最原初之光,我被引向對其他聖事的觀照。
For even though it is common to all the hierarchic rites to impart sacred light to those being perfected, yet this rite granted me the first seeing, and through its most primal light I am led by the light toward the contemplation of the other sacred things.
1:92
Ταῦτα δὲ εἰπόντες ἀνασκεψώμεθα καὶ κατίδωμεν ἱεραρχικῶς τὴν καθ' ἕκαστον ἀκριβῆ τῆς ἁγιωτάτης τελετῆς ἱερουργίαν καὶ θεωρίαν
說了這些,讓我們合乎階序地、在每一細節上,考察並觀看那至聖之禮確切的神聖施行與觀照。
Having said these things, let us examine and behold hierarchically, in each particular, the exact sacred performance and contemplation of the most holy rite.
1:93
Ὁ μὲν ἱεράρχης εὐχὴν ἱερὰν ἐπὶ τοῦ θείου θυσιαστηρίου τελέσας, ἐξ αὐτοῦ τοῦ θυμιᾶν ἀρξάμενος ἐπὶ πᾶσαν ἔρχεται τὴν τοῦ ἱεροῦ χώρου περιοχήν
那階序者在屬神的祭壇前作了一神聖的禱告,便從焚香之舉起首,巡行那聖所的整個範圍。
The hierarch, having performed a sacred prayer at the divine altar, beginning from the very act of censing, goes over the whole compass of the sacred space.
1:94
ἀναλύσας δὲ πάλιν ἐπὶ τὸ θεῖον θυσιαστήριον ἀπάρχεται τῆς ἱερᾶς τῶν ψαλμῶν μελῳδίας συνᾳδούσης αὐτῷ τὴν ψαλμικὴν ἱερολογίαν ἁπάσης τῆς ἐκκλησιαστικῆς διακοσμήσεως
他再回到屬神的祭壇,便起首神聖的詩篇詠唱,全教會的安排都與他一同詠唱那詩篇的神聖言說。
And returning again to the divine altar, he begins the sacred melody of the psalms, the whole ecclesiastical arrangement chanting along with him the psalmic sacred discourse.
1:95
Ἑξῆς δὲ διὰ τῶν λειτουργῶν ἡ τῶν ἁγιογράφων δέλτων ἀνάγνωσις ἀκολούθως γίνεται, καὶ μετὰ ταύτας ἔξω γίνονται τῆς ἱερᾶς περιοχῆς οἱ κατηχούμενοι καὶ πρὸς αὐτοῖς οἱ ἐνεργούμενοι καὶ οἱ ἐν μετανοίᾳ ὄντες, μένουσι δὲ οἱ τῆς τῶν θείων ἐποψίας καὶ κοινωνίας ἄξιοι
接著,藉執事們,依序而來的是對那聖寫典冊的誦讀;在這些之後,慕道者便走到聖所範圍之外,與他們一同的還有那些受邪靈作祟者、以及那些在悔罪中的人;而那些配得觀看與分受屬神之事的人則留下。
Next, through the ministers, follows the reading of the holy-written tablets; and after these the catechumens go outside the sacred compass, and with them those under demonic energy and those in penitence; while there remain those worthy of the sight and communion of the divine things.
下一段 →
1

新的原文誦讀上線時通知我

每次有新章節誦讀影片就寄一封信。採雙重確認,隨時可一鍵取消。