📜 Verbum · 聖言
原文誦讀聖經與教父文獻
♥ 贊助

← 回書卷目次 · 希臘教父 › 錨定之書

錨定之書 第 1 章 第 1/12 段

希臘文原文.144 節.部分字詞可點開查義.本章太長已分段,此段為 1:1–1:144(全章共 2119 節)

下一段 →
ℹ️ 本語料沒有逐節的詞法標註。原形主要取自同語言其他書卷的逐詞標註(不是這一節的標註),少數查不到的才回頭依字形比對詞典。同形的罕見字仍可能判錯,需要精確判斷時請覆核原文與專門詞典。
ℹ️ 中英對照為本站自譯,直接譯自本頁的原文(非和合本/WEB —— 那兩者譯自馬所拉文本,與本頁底本不同)。
1:1
Ἐπιστολὴ γραφεῖσα ἀπὸ Παμφυλίας ἐκ πόλεως Σουέδρων ὑπὸ τῶν περὶ Ταρσῖνον καὶ Ματίδιον καὶ ἄλλους πρεσβυτέρους πρὸς Ἐπιφάνιον ἐπίσκοπον Κύπρου πόλεως Κωνσταντίας περὶ πίστεως αἰτησάντων πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος καὶ ἄλλων μερῶν τῆς αὐτῆς πίστεως
一封書信,寫自旁非利亞的蘇埃德拉城,由塔爾西努斯、瑪提丟斯及其他長老所寫,致居普勒斯君士坦提亞城主教埃皮法紐,論及信仰——即應請求者之所求,論父、子、聖靈及同一信仰其餘部分之事。
A letter written from Pamphylia, from the city of Syedra, by Tarsinus and Matidius and the other presbyters with them, to Epiphanius, bishop of the city of Constantia in Cyprus, concerning the faith, at the request of those who asked concerning the Father and the Son and the Holy Spirit, and the other parts of the same faith.
1:2
Τῷ κυρίῳ θεοτιμήτῳ ἐπισκόπῳ Ἐπιφανίῳ Ματίδιος καὶ Ταρσῖνος καὶ Νέων καὶ Νουμεριανός, πρεσβύτεροι τῆς ἐν Σουέδροις καθολικῆς ἐκκλησίας, ἐν κυρίῳ θεῷ χαίρειν
致主,蒙神尊榮之主教埃皮法紐:瑪提丟斯、塔爾西努斯、涅翁及努梅里亞努斯,蘇埃德拉大公教會之眾長老,於主神內致候。
To the lord, God-honored bishop Epiphanius, Matidius and Tarsinus and Neon and Numerianus, presbyters of the catholic church in Syedra, greeting in the Lord God.
1:3
Ποικίλως ὁ ἐχθρὸς τῶν ἀνθρώπων διάβολος εἴωθε ταράττειν καὶ τὰ ἴδια ἐπισπείρειν σπέρματα κατὰ τῶν ἁπλουστέρων καὶ μηδέπω εἰς τὴν πίστιν τῆς ἁγίας τριάδος τελειωθέντων καὶ βεβαιωθέντων
人類的仇敵魔鬼,素來慣於用種種方式擾亂,將自己的種子撒在那些較為單純、尚未在對聖三一之信仰上得以成全、堅固之人當中。
In various ways the enemy of mankind, the devil, is accustomed to trouble and to sow his own seeds among the more simple, who have not yet been made perfect and confirmed in the faith of the holy Trinity.
1:4
ὁ μέντοι στερεὸς θεμέλιος κατὰ τὸ γεγραμμένον ἕστηκεν ἔχων τὴν σφραγῖδα. ταύτην·
然而堅固的根基,照經上所記屹立不動,帶著這印記:
Yet the firm foundation stands, according to what is written, having this seal:
1:5
ἔγνω γὰρ κύριος τοὺς ὄντας αὐτοῦ. οἱ δὲ πάντα εὐχερεῖς αἱρετικοὶ παρέντες τὴν κατὰ τοῦ Ἰησοῦ βλασφημίαν ἑτέρως εἰς τὸν θεὸν ἀσεβοῦσι, κατὰ τοῦ ἁγίου πνεύματος τὴν ἰδίαν γλῶσσαν μεγαλύνοντες καὶ. ἀδικίαν εἰς τὸ ὕψος λαλοῦντες
『因為主認識那些屬他的人。』但那些百無禁忌的異端者,撇開了對耶穌的褻瀆,卻以另一種方式對神不虔——他們張大自己的舌頭抵擋聖靈,說悖逆的話直到高處。
'For the Lord knew those who are his.' But the heretics, who are ready for anything, having set aside blasphemy against Jesus, are impious toward God in another way, magnifying their own tongue against the Holy Spirit and speaking iniquity on high.
1:6
ἀλλ' ὅμως καίπερ μυρίων κινηθέντων αὐτοὶ χάριτι κυρίου εἰς τὴν ὑγιῆ ἑστήκαμεν πίστιν, ἐν μηδενὶ ὅλως παρακινηθέντες τῆς ὀρθῆς καὶ ὑγιοῦς διδασκαλίας
然而,儘管無數人已被動搖,我們自己卻靠主的恩典,在健全的信仰上站立得穩,絲毫沒有從正確而健全的教導中被搖動。
But nevertheless, though countless have been moved, we ourselves, by the grace of the Lord, have stood firm in the sound faith, in no way at all having been shaken from the right and sound teaching.
1:7
καὶ πολλοὶ τῶν δοκούντων ἀπατᾶσθαι ἐπανερρώσθησαν χάριτι κυρίου, διά τε γραμμάτων τοῦ μνήμης ἀξίου καὶ μακαρίου ἐπισκόπου Ἀθανασίου καὶ τοῦ θεοσεβεστάτου συλ. λειτουργοῦ σου Προκλιανοῦ
許多原本看似被迷惑的人,藉主的恩典,又因值得紀念、蒙福的主教亞他那修的書信,以及你那極度敬虔的同工普羅克里亞努斯的書信,重新得著堅固。
And many of those who seemed to be deceived have been strengthened again by the grace of the Lord, through the letters of the memorable and blessed bishop Athanasius and of your most God-fearing fellow-minister Proclianus.
1:8
ἐπειδὴ δὲ λείψανα τῆς κακῆς διδασκαλίας παρά τισιν ἔτι περιλείπεται καὶ χρὴ ταῦτα δι' ὑμῶν τῶν ἐμπείρων γεωργῶν εἰς καλλιέλαιον ἐγκεντρισθῆναι ἢ τέλεον ἐκκοπῆναι, τούτου χάριν γράφοντες τῇ θεοσεβείᾳ σου παρακαλοῦμεν καταξιῶσαι τὴν εὐλάβειάν σου γράμματα πρὸς τὴν ἡμετέραν ἐκκλησίαν διαχαράξαι καὶ διὰ πλατυτέρου διηγήματος τὴν ὀρθὴν καὶ ὑγιῆ πίστιν ἐκθέσθαι, πρὸς τὸ δυνηθῆναι καὶ τοὺς ἁπλουστέρους καὶ ἔτι περὶ τὴν πίστιν ἐνδοιάζοντας βεβαιωθῆναι διὰ τῶν ἱερῶν σου γραμμάτων καὶ τὸν ἐχθρὸν τῆς ἐκκλησίας διάβολον διὰ τῶν ἁγίων προσευχῶν σου καταισχυνθῆναι
然而,既然邪惡教導的殘餘在某些人中間仍然留存,而這些人必須藉著你們這些老練的園丁,或被接枝於好橄欖樹上,或徹底被砍除,為此我們寫信給你的敬虔,懇求你屈尊垂憐,惠賜書信予我們的教會,並以更詳盡的論述闡明正確而健全的信仰,使那些較為單純、對信仰仍存疑惑的人得以藉你神聖的書信而堅固,也使教會的仇敵魔鬼藉你聖潔的禱告而蒙羞。
But since remnants of the evil teaching still remain among some, and it is necessary that these, through you the experienced husbandmen, be either grafted into the good olive tree or utterly cut off, for this reason, writing to your godliness, we beseech you to deign, in your reverence, to compose a letter to our church, and through a fuller account to set forth the right and sound faith, so that both the more simple and those still wavering concerning the faith may be able to be confirmed through your sacred letters, and the devil, the enemy of the church, may be put to shame through your holy prayers.
1:9
ἐρρῶσθαί σε πολλοῖς χρόνοις καὶ μεμνῆσθαι ἡμῶν ἐν εὐχαῖς θεῷ εὐχόμεθα
我們向神祈求,願你長年康健,並在禱告中記念我們。
We pray to God that you may be well for many years, and that you may remember us in your prayers.
1:10
αργ Ἐπιστολὴ γραφεῖσα παρὰ Παλλαδίου τῆς αὐτῆς πόλεως Σουέδρων πολιτευομένου καὶ ἀποσταλεῖσα πρὸς τὸν αὐτὸν Ἐπιφάνιον ἐπίσκοπον Κωνσταντίας τῆς Κυπρίων νήσου, αἰτήσαντος καὶ αὐτοῦ περὶ τῶν αὐτῶν
〔1103〕由帕拉狄烏斯——同一蘇埃德拉城之市民——所寫、寄送予同一位居普勒斯島君士坦提亞主教埃皮法紐之書信,他也曾就同樣之事提出請求。
[1103] A letter written by Palladius, a citizen of the same city of Syedra, and sent to the same Epiphanius, bishop of Constantia in the island of the Cyprians, he too having asked concerning the same matters.
1:11
Τῷ δεσπότῃ μου τῆς ψυχῆς θεοτιμήτῳ ἐπισκόπῳ Ἐπιφανίῳ Παλλάδιος πολιτευόμενος ἐν Σουέδροις ἐν κυρίῳ θεῷ χαίρειν
致我靈魂之主、蒙神尊榮之主教埃皮法紐:蘇埃德拉市民帕拉狄烏斯,於主神內致候。
To my lord of my soul, the God-honored bishop Epiphanius, Palladius, a citizen of Syedra, greeting in the Lord God.
1:12
Οἱ τὴν μεγάλην καὶ εὐρύχωρον διαπλέοντες θάλασσαν, ἕως μὲν γαληνὸν πνεῦμα τὴν ναῦν εὐθύνῃ, μικρὰ τῶν παρακειμένων ταῖς ὄχθαις. λιμένων φροντίζουσιν, οἰόμενοι ἀκμητὶ περαιῶσαι τὸ σκάφος·
凡航行過浩瀚遼闊之海的人,只要平靜的風正引導船隻前行,便鮮少留意沿岸的港口,以為自己能不費力地使船隻渡過;
Those who sail across the great and spacious sea, as long as a calm wind guides the ship straight, give little thought to the harbors lying along the shores, supposing that they will bring the vessel across without weariness;
1:13
τότε δὴ τὸν εὔδιον ἐπιποθοῦντες λιμένα καὶ πᾶσαν τὴν ὑποκειμένην ἤπειρον περισκοποῦντες, μηδαμοῦ δὲ ἐνορμίσασθαι δυνηθέντες, λοιπὸν ἐπὶ τὴν πλησίον κειμένην ἂν οὕτω τύχῃ νῆσον ἀπαίρουσι, παντὶ τρόπῳ τὴν σωτηρίαν ἑαυτοῖς ποριζόμενοι·
然而當他們渴望寧靜的港灣、環顧整片鄰近陸地,卻無處可以拋錨停泊時,最終便駛向恰巧鄰近的任何島嶼,用盡一切方法為自己謀求安全;
but then, longing for the fair-weather harbor and scanning the whole adjacent mainland, and being unable to find anchorage anywhere, they at last put out for whatever island happens to lie nearby, procuring their safety for themselves by every means;
1:14
ταύτῃ τε πλησιάσαντες καὶ ὑπὸ τὴν σκέπην τῶν προβεβλημένων ὑπεισελθόντες ἀκρωτηρίων μόλις ποτὲ τῶν περιαντλούντων κακῶν ἀπαλλαγῆναι δεδύνην. ται
他們靠近那島嶼,潛入突出岬角的遮蔽之下,終於好不容易得以脫離那四面沖擊他們的災禍。
and drawing near to it, and slipping under the shelter of the projecting headlands, they have at last, with difficulty, been able to be delivered from the evils that were washing over them.
1:15
καὶ ἡμεῖς αὐτοὶ τανῦν, ὦ δέσποτα, τὸν σωτήριον τοῦ θεοῦ λόγον κατηχούμενοι τοῦ τε κοσμικοῦ σάλου ἑαυτοὺς ἀπαλλάξαι σπουδάζοντες καὶ εἰς τὸν ἀσάλευτον τοῦ Χριστοῦ λιμένα τὸ σκάφος ἡμῶν εἰσελάσαι βουλόμενοι, ἐπειδὴ κενάς τινας καὶ ἀλόγους ὥς γέ μοι δοκεῖ περὶ τοῦ ἁγίου πνεύματος κινουμένας ζητήσεις παρά τινων ἔγνωμεν, φασκόντων μὴ δεῖν τοῦτο τῇ θεότητι καὶ τῇ κυριότητι συνδοξάζεσθαι, ἀλλ' ἐν ὑπηρέτου καὶ ἀποστόλου τετάχθαι σχήματι καὶ ἔτι φαυλοτέρας καὶ ταπεινοτέρας. τὰς περὶ αὐτοῦ δόξας διαλαμβανόντων, διὰ τοῦτο ὥσπερ ἐν ἀστάτῳ σάλῳ καὶ χαλεπῷ κλύδωνι συσχεθέντες μηδένα τε τῶν παρ' ἡμῖν ἱκανὸν εὑρεῖν δυνηθέντες τὸν διαλύσοντα τὰ ζητούμενα καὶ τὴν ὑγιῆ πίστιν ἡμῖν ἐκθέσθαι δυνάμενον, ἐπὶ τὴν σὴν θεσσέβειαν ἀνενέγκαι τὸ πρᾶγμα ἠπείχθημεν, τὴν φωνὴν ταύτην εἰκότως καὶ αὐτοὶ ἀφιέντες·
而我們自己如今,主啊,正領受神救贖之道的教導,且急切地要使自己脫離世俗的動盪,並願意使我們的船隻駛入基督那不動搖的港灣;然而,因為我們得知有些人正提出關於聖靈的、在我看來是虛妄無理的探究——他們聲稱聖靈不應當與神性及主權一同被尊榮,反倒被安置在僕人與使徒的地位上,甚至就聖靈持有更為卑劣低下的看法——為此,我們彷彿被困在不穩的動盪與艱難的波濤之中,又無法在我們當中找到任何一位有能力解決這些疑難、並能為我們闡明健全信仰之人,於是急忙將此事呈報予你的敬虔,我們自己也恰如其分地發出這樣的呼喊:
And we ourselves now, O lord, being catechized in the saving word of God, and being eager to deliver ourselves from the tossing of the world, and wishing to bring our vessel into the unshaken harbor of Christ, since we learned that certain vain and, as it seems to me, irrational inquiries concerning the Holy Spirit were being stirred up by some, who assert that it ought not to be glorified together with the Godhead and the Lordship, but that it has been assigned the rank of a servant and an apostle, and who hold opinions concerning it that are even more base and lowly — for this reason, as though caught in an unsteady tossing and a grievous surge, and being unable to find anyone among us capable of resolving the questions and of setting forth for us the sound faith, we have hastened to refer the matter to your godliness, ourselves also fittingly uttering this cry:
1:16
δεόμεθα οὖν τῆς ἀνυποκρίτου σου καὶ ὀρθῆς πίστεως, ἣν προλαβοῦσα ἀγαθὴ φήμη καὶ μάρτυρες ἀξιόπιστοι μαρτυροῦσι καὶ ἀνακηρύττουσι·
因此,我們懇求你那不虛偽、正直的信仰——那早已傳揚在前的美好聲譽,以及可信的見證人,都為此作證並宣揚;
We beseech, then, your unfeigned and right faith, which good report going before it, and trustworthy witnesses, testify to and proclaim;
1:17
καταξίωσον, εἰς τοῦτο παρὰ τοῦ σωτῆρος τεταγμένος, ἀνεξικάκως τὴν παράκλησιν ἡμῶν δέξασθαι καὶ θελῆσαι ἱεροῖς συγγράμμασι διὰ πλατυτέρου καὶ σαφεστέρου διηγήματος τὴν τῆς ἁγίας τριάδος ἐκθέσθαι πίστιν καὶ ταῦτα ἡμῖν ἀποστεῖλαι, πρὸς τὸ καὶ ἡμᾶς ἐν ταύτῃ βεβαιωθέντας τυχεῖν τῶν σπουδαζομένων καὶ τοὺς ἤδη ἐν αὐτῇ εὖ βεβηκότας ἀγαλλιαθῆναι καὶ τοὺς σφαλλομένους εἰ δυνατὸν ἰαθῆναι καὶ τὸν θεὸν ἐν πᾶσι δοξασθῆναι
既然你被救主為此目的所指派,求你屈尊不厭其煩地接受我們的懇求,並願意藉聖潔的著作、以更詳盡而清晰的論述闡明聖三一之信仰,並將此寄予我們,使我們也得以在其中堅固,達成我們所熱切追求的;使那些已在其中站立得穩的人得以歡欣;使那些跌倒失足的人若有可能得蒙醫治;並使神在萬事上得著榮耀。
deign, appointed as you are by the Savior for this very purpose, to receive our exhortation without impatience, and to be willing, by sacred writings and through a fuller and clearer account, to set forth the faith of the holy Trinity, and to send these to us, so that we too, being confirmed in it, may attain what we are earnestly seeking, and those who already stand well in it may exult, and those who are stumbling, if possible, may be healed, and God may be glorified in all things.
1:18
Τοῖς κυρίοις μου καὶ τιμιωτάτοις ἀδελφοῖς καὶ συμπρεσβυτέροις, Ματιδίῳ καὶ Ταρσίνῳ καὶ Νέωνι καὶ Νουμεριανῷ καὶ λοιποῖς πᾶσι τοῖς σὺν ὑμῖν καὶ τοῖς ποθεινοτάτοις τέκνοις ἡμῶν, Παλλαδίῳ καὶ Σευηριανῷ, τοῖς τὸν ἀγαθὸν ζῆλον ἐζηλωκόσι καὶ τὸν μακάριον καὶ περιπόθητον βίον ἑαυτοῖς ἑλομένοις ὀρθοδόξου τε πίστεως καὶ τελείας συγκαταθέσεως, τοῖς τὸ παρὰ τοῦ σωτῆρος εἰρημένον πληροῦσι, τό εἰ θέλεις τέλειος εἶναι, πώλησόν σου τὰ ὑπάρχοντα καὶ δὸς πτωχοῖς καὶ τό ἐπώλουν τὰ ὑπάρχοντα αὐτῶν καὶ ἐτίθουν παρὰ τοὺς πόδας τῶν ἀποστόλων, καὶ ὅσα εἰσὶ καίρια καὶ ἀγαθώτατα ἐν ἡμῖν προσπορίσασθαι ταῖς ἑαυτῶν ψυχαῖς προστιθεμένοις, Ἐπιφάνιος ὁ ἐλάχιστος τῶν ἐπισκόπων καὶ οἱ σὺν ἐμοὶ ἀδελφοὶ ἐν κυρίῳ θεῷ χαίρειν
致我的主、至為尊敬的弟兄與同工長老們——瑪提丟斯、塔爾西努斯、涅翁、努梅里亞努斯,以及與你們同在的其餘眾人;並致我們最為親愛的孩子們——帕拉狄烏斯與塞維里亞努斯,他們熱心追求那美好的熱忱,並為自己選擇了正統信仰與完全順服的蒙福、令人渴慕的生活,實踐救主所說的話:『你若願意作完全人,可去變賣你所有的,分給窮人』,以及『他們變賣了自己所有的,放在使徒腳前』;他們專心致志,要為自己的靈魂求取我們當中一切合宜且至美善之事——埃皮法紐,眾主教中最微小的一位,與同我在一起的眾弟兄,於主神內致候。
To my lords and most honored brothers and fellow-presbyters, Matidius and Tarsinus and Neon and Numerianus, and all the rest with you, and to our most beloved children, Palladius and Severianus, who have zealously pursued the good zeal and have chosen for themselves the blessed and greatly-desired life of orthodox faith and perfect assent, who fulfill what was spoken by the Savior — 'If you wish to be perfect, sell your possessions and give to the poor,' and 'They were selling their possessions and laying them at the feet of the apostles' — and who devote themselves to acquiring for their own souls whatever things among us are timely and most excellent — Epiphanius, the least of the bishops, and the brothers with me, greeting in the Lord God.
1:19
πολιτείαν καταξιούμεθα ὑπὸ τῶν αὐτῶν ὑπονύττεσθαι εἰς τὸ τὸν νοῦν διεγείρειν τε καὶ παριστᾶν εἰς. τὸ χρήσιμον
我們的生活行止,也蒙這些同一榜樣所激勵,得以喚醒心智,並使之朝向有益之事。
we too are counted worthy to be spurred on in our conduct by these same [examples], so as to awaken the mind and direct it toward what is profitable.
1:20
τὸ γὰρ ἐν ἡμῖν ἀεὶ ταπεινὸν φρόνημα ἡσυχῇ καρτερεῖν σπουδάζον καὶ μὴ περαιτέρω ἐπεκτείνεσθαι τῶν ἄγαν σκοπούντων ἐκεῖνο τὸ παρὰ τῷ ἀποστόλῳ εἰρημένον ἵνα μὴ ἐπεκτείνωμαι ὑπὲρ τὸ μέτρον τοῦ κανόνος οὗ δέδωκεν ἡμῖν ὁ θεὸς μέτρου, ἀφικέσθαι. πρὸς τοῦτο νῦν ἀναγκάζεται
因為我們心中素來謙卑的意念,一向致力於安靜持守,不願逾越——超過那些過度矚目崇高之事之人——謹記使徒所說的那句話:『免得我逾越神所賜給我們作為量度之準則的限度』——如今卻被迫達到這個地步。
For our disposition, ever humble within us, eager to persevere quietly and not to extend itself further than is fitting — beyond those who look too intently at what is above them — keeping in mind that saying spoken by the Apostle, 'that I might not extend myself beyond the measure of the rule which God has given us as our measure' — is now compelled to arrive at this point.
1:21
ἐκ πανταχόθεν γὰρ αἱ ψῆφοι πρυτανεύσασαι ὡς εἰπεῖν τοῦ ἐν ὑμῖν θεόθεν ζήλου τῶν τε ἄλλων ὁμοδόξων, φημὶ δὴ τῶν τὴν ὀρθοδοξίαν ζηλούντων, ἐν οἷς καὶ Ὑπατίου τοῦ τέκνου ἡμῶν ἀπὸ τῆς Αἰγυπτίων χώρας πρός με διὰ τοῦτο αὐτὸ ἥκοντος, πᾶσαν μὲν ῥᾳθυμίαν πάντα δὲ ὄκνον παρεσκεύασαν ἀποθέσθαι μηκέτι τε στέγειν μήτε ἐν δευτέρῳ τίθεσθαι τὰ περὶ πίστεως γράφειν ὑμῖν, ἐπιζητούντων ὑμῶν καὶ τῶν ἡμετέρων ἀδελφῶν τὰ περὶ τῆς ἐν ἡμῖν σωτηρίας ἐκ τῆς θείας καὶ ἁγίας γραφῆς, τὸν στερεὸν θεμέλιον τῆς πίστεως περὶ πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος καὶ τῆς ἄλλης ἁπάσης ἐν Χριστῷ σωτηρίας, ἀναστάσεώς τε νεκρῶν λέγω καὶ ἐνσάρκου παρουσίας τοῦ μονογενοῦς, καὶ περὶ τῆς ἁγίας διαθήκης παλαιᾶς τε καὶ καινῆς καὶ τῶν ἄλλων. ἁπαξαπλῶς συστάσεων τῆς τελείας σωτηρίας
因為從四面八方,可謂眾人的意見已居首位——即你們心中出於神的熱心,以及其他志同道合者,我是指那些熱心於正統信仰之人的意見,其中也包括我們的孩子希帕提烏斯,他正是為此緣故從埃及之地來到我這裡——這一切已使我摒除一切怠惰、一切遲疑,不再拖延,也不再將論及信仰之事的書寫置於次要,因為你們與我們的弟兄們正從神聖的聖經中尋求關乎我們救恩的事——即論父、子、聖靈的信仰堅固根基,以及在基督裡一切其餘的救恩,我是說死人的復活,以及獨生子成肉身的降臨,並論及新舊兩約的聖約,以及總而言之,完全救恩的其他一切構成要素。
For from every side the votes, so to speak, have taken the lead — the votes of the zeal that is in you from God, and of the other like-minded ones, I mean of those who are zealous for orthodoxy, among whom is also Hypatius our child, who has come to me from the land of the Egyptians for this very purpose — and have made me lay aside all sloth and all hesitation, and no longer endure delay nor put off writing to you concerning the faith, since you and our brothers are seeking, from the divine and holy Scripture, the things concerning our salvation — the firm foundation of the faith concerning the Father and the Son and the Holy Spirit, and all the rest of the salvation in Christ, I mean the resurrection of the dead and the incarnate presence of the Only-begotten, and concerning the holy covenant, both old and new, and, in short, all the other constitutive elements of complete salvation.
1:22
ἐγὼ γοῦν λαβὼν τὴν. τοιαύτην πρότασιν τῶν αἰτήσεων οὐκ ὀλίγων οὐσῶν παρὰ τῶν περὶ τὸν ἀδελφὸν Κώνωπα τὸν συμπρεσβύτερον καὶ τῶν αὐτῷ ἑπομένων, ἄλλων τε καὶ ὑμῶν τῆς τιμιότητος, τέκνα ποθεινότατα, οὐ μὴν ἀλλὰ καὶ τοῦ τέκνου ἡμῶν Ὑπατίου ἀπὸ τῆς Αἰγύπτου πρός με διὰ τοῦτο ἥκοντος, τὰς ὁμοφώνους ψήφους πολλὰς ὁρῶν ὁμοῦ, δηχθεὶς τὴν φρένα καὶ τὸν λογισμὸν ἐσκεψάμην καὶ ἔδοξέ μοι προθύμως ὁρμῆσαι κατὰ τὴν ὑμῶν διὰ γραμμάτων ἀξίωσιν ἀνενδοιάστως τε, ὅτι οὐ μόνον ἑκὼν ἀλλὰ καὶ ἄκων διὰ τὴν ὑπερβολὴν τῆς ὑμῶν τε καὶ τῶν καθ' ὑμᾶς αἰτήσεως, ἐπὶ τὸ γράφειν ταύτην μου τὴν ἐπιστολὴν ἐμὲ τὸν βραχὺν τῷ ὑμετέρῳ πόθῳ
於是我,接獲來自弟兄科諾帕斯——我們的同工長老——及其追隨者,以及其他人,並你們這些至為尊貴、最可親愛的孩子們如此眾多的請求,此外,我們的孩子希帕提烏斯也正是為此從埃及來到我這裡——我見到如此眾多一致的意見匯聚在一起,心思意念為之所觸動,便加以斟酌,覺得應當按照你們藉書信所提之請求欣然啟程,且毫不遲疑;因為不僅是甘心,甚至是不得已,由於你們以及你們身邊之人請求之殷切,我這卑微之人便因你們的渴慕而致力於寫作我這封書信。
I, then, having received such a proposal of requests — not few in number — from those around brother Conops, our fellow-presbyter, and those following him, and others, and from your own honored selves, most beloved children, and moreover also since our child Hypatius has come to me from Egypt for this very purpose, seeing so many concordant votes gathered together, being stung in mind and reasoning, deliberated, and it seemed good to me to set out eagerly in accordance with your request made through letters, and without hesitation — since not only willingly but even unwillingly, on account of the excess of your request and that of those with you, I the small one am impelled by your longing toward the writing of this my letter.
1:23
Καὶ σφόδρα μὲν ἐκπέπληγμαι θαυμάσας τὴν τοῦ κυρίου καὶ θεοῦ ἡμῶν οἰκονομίαν, ὃς εὐδόκησε τῇ ὑπερβολῇ τῆς αὐτοῦ ἀγαθότητος ἐν ἅπασι δοῦναι τὸ ἅγιον αὐτοῦ πνεῦμα τοῖς αὐτὸν ἐν ἀληθείᾳ ζητοῦσιν
我極為震驚,讚嘆我們主神的護理經綸,他因其美善之豐盛,樂意在萬事上將他的聖靈賜給那些以誠實尋求他的人。
And I have been greatly astonished, marveling at the dispensation of our Lord and God, who was pleased, in the abundance of his goodness, to give his Holy Spirit in all things to those who seek him in truth.
1:24
οὐκ ἀθεεὶ γὰρ γενομένας τὰς ὑμῶν καὶ τῶν καθ' ὑμᾶς αἰτήσεις τὰς διὰ τῶν γραμμάτων ἡγησάμην, ποθεινότατοι, ἀλλὰ τὴν κίνησιν. ἐδοκίμασα ἐκ τῆς τοῦ θεοῦ χάριτος ἐν ὑμῖν ἀπάρξασαν
至為親愛的人啊,我並不認為你們與你們身邊之人藉書信所提之請求是無神參與而生的,而是判定這股推動乃是出自神的恩典,源自你們裡面的動工。
For I did not consider that your requests and those of those with you, made through your letters, came about without God, most beloved, but I judged the impulse to have sprung from the grace of God at work in you.
1:25
ἐπ' ἀληθείας γὰρ οἱ περὶ τοῦ υἱοῦ τοῦ θεοῦ ὀρθοδόξως ἔχοντες καὶ τοῦ ἁγίου πνεύματος καὶ εἰδότες συνῳδά τε καὶ σύμφωνα λέγειν τῷ μακαριωτάτῳ Πέτρῳ τῷ ἀποστόλῳ ὅτι σὺ εἶ ὁ Χριστὸς ὁ υἱὸς τοῦ θεοῦ ζῶντος, σαφῶς ὑπ' αὐτοῦ τοῦ κυρίου μακαρισθήσονται, καθὼς καὶ ὁ ἅγιος ἐκεῖνος ἐμακαρίσθη ἀκούσας τό μακάριος εἶ Σίμων βὰρ Ἰωνᾶ τουτέστι υἱὲ Ἰωνᾶ·
誠然,凡在論及神的兒子與聖靈上持守正確信仰、並知道要與至有福的使徒彼得同聲同氣地宣認『你是基督,是永生神的兒子』的人,都必蒙主親自稱為有福,正如那位聖徒聽見『西門巴約拿,你是有福的』(意即『約拿的兒子』)時所蒙的祝福一樣;
For in truth, those who hold right belief concerning the Son of God and the Holy Spirit, and who know how to speak in accord and in harmony with the most blessed Peter the apostle, that 'You are the Christ, the Son of the living God,' will clearly be pronounced blessed by the Lord himself, just as that holy one also was pronounced blessed when he heard, 'Blessed are you, Simon bar Jonah,' that is, 'son of Jonah';
1:26
ὁ γὰρ πατὴρ αὐτοῦ Ἰωνᾶς ἐκαλεῖτο,. τὸ δὲ βὰρ ἑρμηνεύεται ἐκ τῆς Ἑβραϊκῆς διαλέκτου υἱός
因為他的父親名叫約拿,而『巴』照希伯來方言解釋,即是『兒子』之意。
for his father was called Jonah, and 'bar' is interpreted from the Hebrew dialect as 'son.'
1:27
αὕτη γὰρ ἦν ἡ ζωή, ἣν ἔδωκεν ὁ μονογενὴς υἱὸς τοῦ θεοῦ τοῖς ἑαυτοῦ μαθηταῖς λέγων ἵνα ἔχωσι τὴν ζωὴν ἐν ἑαυτοῖς, αὕτη δὲ ἔστιν ἡ ζωὴ ἣν ἔφη·
因為這正是那生命,是神的獨生子賜給自己門徒的,他說,要叫他們自己裡面有生命;而這生命就是他所說的:
For this was the life which the Only-begotten Son of God gave to his own disciples, saying, that they might have life in themselves; and this is the life which he declared:
1:28
ἵνα γινώσκωσί σε τὸν μόνον ἀληθινὸν θεὸν καὶ ὃν ἀπέ. στειλας Ἰησοῦν Χριστόν
『叫他們認識你——獨一的真神,並且認識你所差來的耶穌基督。』
'that they may know you, the only true God, and him whom you sent, Jesus Christ.'
1:29
ἐν τῷ οὖν εἰπεῖν τὸν μόνον ἀληθινὸν θεόν εἰς μοναρχίαν ἡμᾶς ἤγαγεν, ἵνα μηκέτι ὑπὸ τὰ στοιχεῖα τοῦ κόσμου ὦμεν δεδουλωμένοι, ἵνα μὴ πολυθεΐα ἐν ἡμῖν ἔτι ᾖ καὶ ἐπὶ τὴν πορνείαν τοιαύτην διασκορπίζηται τὰ τῶν ἀνθρώπων νοήματα, ἀλλ' ἐπὶ ἑνότητα τοῦ μόνου ἀληθινοῦ θεοῦ·
他既說『獨一的真神』,就將我們引向獨一元首的道理,使我們不再被奴役於世界的粗淺原理之下,使多神論不再存在於我們中間,使人的心思不再被分散到那樣的淫亂中,反倒歸向那獨一真神的合一;
In saying, then, 'the only true God,' he has led us to monarchy, so that we might no longer be enslaved under the elements of the world, so that polytheism might no longer exist among us, and the thoughts of men might no longer be scattered into such fornication, but might be directed toward the unity of the only true God;
1:30
πρώτη γὰρ πορνεία. ἐπίνοια εἰδώλων, φησὶν ἡ γραφή
『因為淫行之始,即是設想偶像』,經上如此說。
'for the first fornication is the invention of idols,' says Scripture.
1:31
καί φησι καὶ ὃν ἀπέστειλας Ἰησοῦν Χριστόν
經上又說:『並且你所差來的耶穌基督。』
And it says, 'and him whom you sent, Jesus Christ.'
1:32
Ἰησοῦν Χριστὸν τίνα ἀλλ' ἢ θεόν; εἰ δὲ θεὸν Χριστὸν Ἰησοῦν, ὡς λέγει περὶ αὐτοῦ ὁ Ἰωάννης ὁ μονογενὴς θεὸςὁ ὢν εἰς τὸν κόλπον τοῦ πατρός, ἐκεῖνος ἐξηγήσατο, εἷς θεὸς τοίνυν. ὁ πατὴρ καὶ μόνος ἀληθινὸς θεὸς καὶ θεὸς ὁ μονογενής
耶穌基督除了是神,還能是誰呢?若基督耶穌是神——正如約翰論到他所說:『那在父懷裡的獨生神,將他表明出來』——那麼,一位神,就是父,既是獨一的真神,而那獨生者也是神。
Jesus Christ — who else but God? But if Christ Jesus is God, as John says concerning him, 'the Only-begotten God who is in the bosom of the Father, he has declared him' — then one God, therefore, is the Father, both the only true God, and the Only-begotten who is God.
1:33
οὐκ ἄρα ἀλλότριος θεοῦ καὶ τῆς μονάδος·
因此,他並非與神及那獨一者相異、相隔絕的;
He is not, therefore, foreign to God and to the Monad;
1:34
ἀλλ' ἐπειδὴ υἱὸς ἐκ πατρός, διὰ τοῦτο μόνος ἀληθινὸς θεός
然而正因他是出於父的子,正因此,他也是獨一的真神。
but because he is Son from the Father, for this reason he is the only true God.
1:35
ἐνόμισάν τινες τῶν Ἑλλήνων θεούς, οὐκ ὄντας θεούς, ἀλλὰ μόνος ἀληθινὸς θεός, ἐπειδὴ μόνος ἐκ μόνου ὁ μονογενὴς καὶ μόνον τὸ ἅγιον πνεῦμα
希臘人中有些人以為有眾神,其實那些並非真神;然而只有那獨一的真神,因為獨生者是獨自出於那獨一者,聖靈也是獨自〔出於那獨一者〕。
Some of the Greeks supposed there to be gods, though they were not gods; but there is only the true God, since the Only-begotten alone is from the Alone, and the Holy Spirit alone.
1:36
τριὰς γὰρ ἐν μονάδι καὶ εἷς θεὸς πατήρ, υἱὸς καὶ ἅγιον πνεῦμα
因為三一存於合一之中,一位神:父、子、聖靈。
For the Trinity is in Unity, and one God: Father, Son, and Holy Spirit.
1:37
Πτύρει δὲ ὁ λόγος τοὺς μὴ καταξιωθέντας πνεύματος ἁγίου
然而,這道理使那些尚未蒙聖靈眷顧之人感到驚駭。
But this word terrifies those who have not been deemed worthy of the Holy Spirit.
1:38
οὐδεὶς γὰρ δύναται εἰπεῖν κύριος Ἰησοῦς, εἰ μὴ ἐν πνεύματι ἁγίῳ
因為若不是在聖靈裡,沒有人能說:『耶穌是主。』
For no one can say, 'Jesus is Lord,' except in the Holy Spirit.
1:39
τὸ μὲν γὰρ Ἰησοῦς ὄνομα καὶ Ἰουδαῖοι λέγουσιν, ἀλλ' οὐ κύριον ἡγοῦνται
因為就連猶太人也說耶穌這名字,卻不承認他為主。
For even the Jews say the name Jesus, but they do not consider it Lord.
1:40
καὶ Ἀρειανοὶ λέγουσι τὸ ὄνομα καὶ θεὸν, θετὸν δὲ λέγουσι καὶ οὐκ ἀληθινόν, ἐπειδὴ οὐ μετέσχον πνεύματος. ἁγίου
亞流派的人也說這名字,也稱之為『神』,然而他們所說的乃是〔因〕被立而成的神,並非真實的神,因為他們並未領受聖靈。
And the Arians also say the name and 'god,' but they say it is a god by adoption, and not true, since they have not partaken of the Holy Spirit.
1:41
ἐὰν γὰρ μή τις δέξηται πνεῦμα ἅγιον, οὐ λέγει τὸν Ἰησοῦν κύριον ὄντως καὶ θεὸν ὄντως καὶ υἱὸν θεοῦ ὄντως καὶ βασιλέα. ὄντως αἰώνιον
因為若有人不領受聖靈,他就不能真正地稱耶穌為主、真正稱他為神、真正稱他為神的兒子、真正稱他為永遠的君王。
For if anyone does not receive the Holy Spirit, he does not truly call Jesus Lord, and truly God, and truly the Son of God, and truly the eternal King.
1:42
μάθωσι γὰρ οἱ τὴν κακὴν ὑπόληψιν ἐσχηκότες ὅτι πάντα ὁ μονογενὴς υἱὸς τοῦ θεοῦ οὐ θέλει περὶ ἑαυτοῦ μαρτυρεῖν
願那些持有這種惡意猜疑的人明白,神的獨生子並不願意在凡事上為自己作見證。
Let those who have held this evil suspicion learn that the Only-begotten Son of God does not wish to testify concerning himself in all things.
1:43
οὕτω γὰρ εἶπεν ἐν τῷ εὐαγγελίῳ ἐὰν ἐγὼ μαρτυρῶ περὶ ἐμαυτοῦ, ἡ μαρτυρία μου οὐδέν ἐστιν·
因為他在福音書中如此說:『我若為自己作見證,我的見證就不是真的;』
For thus he said in the Gospel: 'If I testify concerning myself, my testimony is not true;'
1:44
ἄλλος ἐστὶν ὁ μαρτυρῶν περὶ ἐμοῦ
『另有一位為我作見證。』
'It is another who testifies concerning me.'
1:45
καὶ τίς ἐστιν ὁ ἄλλος ἀλλ' ὁ φωνήσας ἐξ οὐρανοῦ οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, ἐν ᾧ εὐδόκησα; ὁ δὲ αὐτὸς ὁ λέγων ἐὰν ἐγὼ μαρτυρῶ περὶ ἐμαυτοῦ, ἡ μαρτυρία μου οὐδέν ἐστιν πάλιν λέγει κἂν ἐγὼ μαρτυρῶ περὶ ἐμαυτοῦ, ἡ μαρτυρία μου ἀληθής ἐστι καὶ πάλιν αὐτὰ τὰ ἔργα μαρτυρεῖ περὶ ἐμοῦ ἃ δέδωκέ μοι ὁ πατήρ καὶ πάλιν Μωυσῆς ἔγραψε περὶ ἐμοῦ καί Μωυσῆς μαρτυρεῖ περὶ. ἐμοῦ
而這『另一位』除了那從天上發聲說『這是我的愛子,我所喜悅的』者,還能是誰呢?然而那位說『我若為自己作見證,我的見證就不是真的』的同一位,又說:『即使我為自己作見證,我的見證也是真的』;又說:『我父所交託我的工作,這些工作為我作見證』;又說:『摩西曾寫到我』,並且『摩西為我作見證』。
And who is this other but he who called out from heaven, 'This is my beloved Son, in whom I am well pleased'? But the same one who says, 'If I testify concerning myself, my testimony is not true,' again says, 'Even if I testify concerning myself, my testimony is true'; and again, 'The very works testify concerning me, which the Father has given me'; and again, 'Moses wrote concerning me,' and 'Moses testifies concerning me.'
1:46
τὸ πρῶτον μέν ἐὰν ἐγὼ μαρτυρῶ περὶ ἐμαυτοῦ, ἡ μαρτυρία μου οὐδέν ἐστιν, ἐπειδὴ πολλοὶ ἑαυτοὺς δοξάζουσιν καὶ μαρτυροῦσι περὶ ἑαυτῶν, ἵνα ἐκκόψῃ τῶν καυχωμένων τὴν καύχησιν καὶ τῶν. ἑαυτοὺς συνιστώντων
第一句『我若為自己作見證,我的見證就不是真的』,是因為許多人自我榮耀、自我作見證,為要斬斷那些自誇者與自我推薦者的誇口;
The first, 'If I testify concerning myself, my testimony is not true,' was said since many glorify themselves and testify concerning themselves, so that he might cut off the boasting of those who boast and of those who commend themselves;
1:47
ἐπὰν δὲ εἴπῃ κἂν ἐγὼ μαρτυρῶ περὶ ἐμαυτοῦ, ἡ μαρτυρία μου ἀληθής ἐστι, δείκνυσιν ὅτι οὐκ ἀνθρώπου αὐτοῦ ἡ μαρτυρία, ἀλλὰ θεός ἐστιν ἀληθεύων ἐν τῇ αὐτοῦ μαρτυρίᾳ
但當他說『即使我為自己作見證,我的見證也是真的』時,他表明他的見證並非出於人,而是神在他的見證中說真話。
but when he says, 'Even if I testify concerning myself, my testimony is true,' he shows that his testimony is not that of a man, but that God is speaking the truth in his testimony.
1:48
ἀληθινὸς τοίνυν θεὸς ὁ πατήρ, ἀληθινὸς θεὸς ὁ υἱός, ἀληθινὸν τὸ πνεῦμα τὸ ἅγιον, πνεῦμα θεοῦ ὂν καὶ πνεῦμα ἀληθείας, τριὰς ἐν. ἑνὶ ὀνόματι ἀριθμουμένη
因此,父是真神,子是真神,聖靈也是真的,是神的靈、真理的靈——三一以一名而被數算。
True, therefore, is God the Father; true God is the Son; true is the Holy Spirit, being the Spirit of God and the Spirit of truth — a Trinity numbered under one name.
1:49
περὶ γὰρ τοῦ πατρὸς αὐτὸς ὁ υἱὸς λέγει ἵνα γινώσκωσί σε τὸν μόνον ἀληθινὸν θεόν
因為論到父,子自己說:『叫他們認識你——獨一的真神。』
For concerning the Father, the Son himself says, 'that they may know you, the only true God.'
1:50
ἀξιόπιστος δὲ μάρτυς περὶ τοῦ υἱοῦ ὁ ἐπὶ τὸ στῆθος αὐτοῦ ἀναπεσὼν μονογενῆ θεὸν αὐτὸν φάσκων
至於論到子,那位靠在他胸前的可信見證人,稱他為獨生神。
A trustworthy witness concerning the Son is he who reclined upon his breast, calling him the Only-begotten God.
1:51
οὐ προσέθετο δὲ τῷ μονογενεῖ θεῷ τὸ θεὸς ἀληθινός, ἀλλὰ περὶ πατρὸς γέγραπται, ὅτι ἀληθινὸς θεός, περὶ υἱοῦ δέ, ὅτι μονογενὴς θεός
然而他並未在『獨生神』之後加上『真神』一詞;而是經上論到父時說他是『真神』,論到子時卻說他是『獨生神』。
But he did not add to 'Only-begotten God' the phrase 'true God'; rather, it is written concerning the Father that he is 'true God,' and concerning the Son that he is 'Only-begotten God.'
1:52
τὸ δὲ ἀνάπαλιν περὶ πατρός, ὅτι φῶς ὁ θεός·
但反過來,論到父,經上卻說『神就是光』;
But conversely, concerning the Father it is written that 'God is light;'
1:53
περὶ δὲ υἱοῦ, ὅτι ἦν τὸ φῶς τὸ ἀληθινόν
而論到子,經上則說『那是真光』。
and concerning the Son, that 'he was the true light.'
1:54
Καὶ ὅρα μοι τὴν τῶν γραφῶν ἀκρίβειαν
請你為我留意經文的精確之處。
And observe for me the precision of the Scriptures.
1:55
ἔστι μὲν γὰρ ὁ πατὴρ φῶς, καὶ οὐ πρόσκειται τῷ περὶ πατρὸς φῶς ἀληθινόν·
父就是光,然而論到父時,『光』一詞並未加上『真』字;
For the Father is light, and 'true' is not added to 'light' concerning the Father;
1:56
ἐπὶ δὲ τῷ περὶ υἱοῦ εἶπε φῶς ἀληθινὸν καὶ οὐδεὶς τολμᾷ ἄλλως λέγειν
但論到子時,經文卻說『真光』,也沒有人敢作別的說法。
but concerning the Son it says 'true light,' and no one dares to say otherwise.
1:57
τίς γὰρ μεμηνὼς ἢ μᾶλλον φρενοβλάβειαν ἑαυτῷ συνάγων τολμήσει βλασφημίας ὑπόνοιαν ἑαυτῷ κτήσασθαι, μὴ εὑρὼν ἐπὶ τῷ ῥητῷ προσκείμενον τὸ ἀληθινὸν καὶ εἰπὼν περὶ τοῦ πατρὸς ὅτι οὐκ ἔστιν. φῶς ἀληθινόν; εἰ γὰρ ὁ ἐξ αὐτοῦ γεγεννημένος γνήσιος υἱὸς φῶς ἐστιν ἀληθινόν, ὁ τοῦ υἱοῦ γεννήτωρ ἀναμφιβόλως φῶς ἐστιν ἀληθινόν, αὐτὸς ὁ γεννήσας αὐτὸν ἀνάρχως καὶ ἀχρόνως φῶς. ἀληθινόν
因為誰若瘋狂,或者更確切地說,是為自己招來心智的錯亂,竟敢因在措辭中找不到『真』字被加上,就對自己萌生褻瀆的猜疑,說論到父時他不是真光呢?因為若那由他所生的、真實的子是真光,那麼那生子者無疑也是真光——他自己,就是那無始無時地生了他的那一位,是真光。
For who, being mad — or rather gathering to himself derangement of mind — will dare to acquire for himself a suspicion of blasphemy, by not finding 'true' added to the phrase, and saying concerning the Father that he is not true light? For if he who was begotten from him, the genuine Son, is true light, then he who begat the Son is, beyond doubt, true light — he himself who begat him without beginning and without time, true light.
1:58
καὶ ὥσπερ οὐ τολμητέον ἐπὶ τῷ πατρὶ λέγειν ὅτι οὐκ ἔστι φῶς ἀληθινόν, καίτοι γε μὴ προσκειμένου τοῦ ἀληθινόν, ἀλλ' ἀφ' ἑαυτῶν διὰ τὸ εὐσεβῶς νοεῖν οἴδαμεν, κἄν τε μὴ ᾖ γεγραμμένον, ὅτι ἔστι φῶς ἀληθινόν, καὶ οὐκ ἀμφιβάλλομεν, ἵνα μὴ ἀπολώμεθα, οὕτω καὶ ἐπὶ τοῦ υἱοῦ γέγραπται ὅτι θεὸς ὁ υἱός, καὶ κἂν οὐ πρόσκειται τὸ θεὸς ἀληθινός, μανίαν ἑαυτοῖς ἐπισωρεύομεν, εἰ τολμήσομεν βλασφημῆσαι καὶ μὴ εἰπεῖν τὸν υἱὸν θεὸν ἀληθινὸν κἄν τε. μὴ ᾖ ἡ λέξις προσκειμένη
正如論到父,人不可膽敢說他不是真光——縱使『真』字未被加上,我們也憑著自己敬虔的理解而自知此理,縱使經上沒有寫明他是真光,我們也不加以懷疑,免得我們滅亡——照樣,論到子,經上寫明子是神;縱使『真神』一詞未被加上,我們若膽敢褻瀆、不承認子是真神,縱使這詞未被附加,我們就是在自己身上堆積瘋狂。
And just as one must not dare to say concerning the Father that he is not true light, even though 'true' is not added — but we know it of ourselves, because of our pious understanding, even though it is not written that he is true light, and we do not doubt, lest we perish — so also concerning the Son it is written that the Son is God, and even though 'true God' is not added, we heap up madness upon ourselves if we dare to blaspheme and not say that the Son is true God, even though the word is not added.
1:59
ἰσορρόπων τῆς ἀληθείας, τῷ μὲν πατρὶ τὸ θεὸς. ἀληθινός, τῷ δὲ υἱῷ τὸ θεός, ἀνάπαλιν δὲ τῷ υἱῷ τὸ φῶς τὸ ἀληθινόν, τῷ δὲ πατρὶ τὸ φῶς, ἵνα τὰς δύο δόξας τὰς περὶ θεότητος συζεύξαντες περὶ πατρὸς μὲν τὸ θεὸς ἀληθινός, περὶ δὲ υἱοῦ τὸ φῶς ἀληθινὸν καὶ περὶ πατρὸς τὸ φῶς καὶ περὶ υἱοῦ τὸ θεός, ἀπὸ τοῦ φῶς καὶ θεὸς τὴν μίαν θεότητα καὶ ἀπὸ τοῦ θεὸς ἀληθινὸς καὶ φῶς ἀληθινὸν τὴν μίαν ἑνότητα τῆς δυνάμεως ὁμολογήσωμεν
在真理上二者輕重相等:於父,是『真神』;於子,是『神』;反過來,於子,是『真光』;於父,是『光』——如此,將論及神性的兩種榮耀結合起來:論父是『真神』,論子是『真光』;論父是『光』,論子是『神』;從『光』與『神』二詞,我們承認那唯一的神性;從『真神』與『真光』二詞,我們承認那能力的唯一合一。
Of equal weight in truth: to the Father, 'true God'; to the Son, 'God'; and conversely, to the Son, 'the true light'; to the Father, 'light' — so that, joining together the two glories concerning the Godhead — concerning the Father 'true God' and concerning the Son 'true light,' and concerning the Father 'light' and concerning the Son 'God' — from 'light' and 'God' we may confess the one Godhead, and from 'true God' and 'true light' the one unity of power.
1:60
Ὡσαύτως καὶ ἐπὶ τοῦ ἁγίου πνεύματος ἐὰν ἐγὼ ἀπέλθω, ἐκεῖνος ἔρχεται φησί τὸ πνεῦμα τῆς ἀληθείας καὶ ἔτι περὶ ἑαυτοῦ ἐγώ εἰμι ἡ ἀλήθεια·
照樣,論到聖靈也是如此:經上說『我若去,他就來』,即『真理的靈』;又論到自己說『我就是真理』;
Likewise also concerning the Holy Spirit: 'If I go away, he comes,' it says, 'the Spirit of truth'; and again concerning himself, 'I am the truth';
1:61
καὶ περὶ πατρός τὸ πνεῦμα τοῦ πατρός μου τὸ λαλοῦν ἐν ὑμῖν καὶ περὶ τοῦ πνεύματος τὸ πνεῦμά μου. ἐφέστηκεν ἐν μέσῳ ὑμῶν
又論到父說『我父的靈,在你們裡面說話的』;又論到聖靈說『我的靈住在你們中間』。
and concerning the Father, 'the Spirit of my Father who speaks in you'; and concerning the Spirit, 'my Spirit stands in the midst of you.'
1:62
τὸ δὲ πνεῦμα ἀρρήτως συμπρᾶττον τῷ υἱῷ ἐκβάλλει αὐτὸν εἰς τὴν ἔρημον πειρασθῆναι ὑπὸ τοῦ διαβόλου. καὶ αὐτὸς ὁ κύριος πνεῦμα κυρίου, οὗ εἵνεκεν ἔχρισέ με, τὸ δὲ πνεῦμα τὸ ἅγιον ἐν προφήταις λαλοῦν τάδε λέγει κύριος παντοκράτωρ καί ὁ λαλῶν ἐν τοῖς προφήταις κύριος, ὁ στερεῶν βροντὴν καὶ κτίζων πνεῦμα, βροντὴν μὲν τὴν ἐνηχουμένην ἀνθρώποις, κτίζων δὲ πνεῦμα εἰς ἐνέργειαν ὑετῶν ἀποστελλομένων ἀπὸ τοῦ. θεοῦ τῇ γῇ
然而聖靈以不可言喻的方式與子同工,把他驅趕到曠野受魔鬼的試探;主自己也〔說〕:『主的靈,因這緣故膏了我』;而聖靈在眾先知裡說話,說了這樣的話:『萬軍之主如此說』;又說:『在眾先知裡說話的是主,他堅立雷聲,創造風』——雷聲是向人發出響聲的,而創造風則是為使神所差往地上的雨得以運行。
But the Spirit, ineffably working together with the Son, casts him out into the wilderness to be tempted by the devil; and the Lord himself says, 'the Spirit of the Lord, because of which he anointed me'; and the Holy Spirit, speaking in the prophets, says these things: 'thus says the Lord Almighty'; and, 'he who speaks in the prophets is the Lord, who establishes the thunder and creates the wind' — thunder being that which resounds to men, and creating wind for the working of the rains sent from God to the earth.
1:63
καὶ περὶ μὲν κτισμάτων οὕτω φησί στερεῶν βροντὴν καὶ κτίζων πνεῦμα·
而論到受造之物,經上如此說:『堅立雷聲,創造風』;
And concerning created things it thus says: 'establishing the thunder and creating the wind';
1:64
ταῦτα γὰρ κτιστὰ ὑπάρχει·
因為這些都是受造之物。
for these are created things.
1:65
ἀπαγγέλλων δὲ τὸν Χριστὸν αὐτοῦ τοῖς ἀνθρώποις οὐκέτι κτίζων οὐκέτι στερεῶν,. ἀλλ' ἀπαγγέλλων αὐτὸν τοῖς ἀνθρώποις, τὸν ἀληθῶς γεννηθέντα ἐξ ἀληθοῦς, τὸν ἄκτιστον, τὸν ἄτρεπτον, τὸν ἀναλλοίωτον, τὸν ἀεὶ ὄντα ἐκ τοῦ ἀεὶ ὄντος, τὸν διὰ Μωυσέως καὶ Ἰωάννου κηρυχθέντα ἀεὶ ὄντα·
然而在向世人宣告他的基督時,經上不再說『創造』,不再說『堅立』,而是向世人宣告祂——那真正從真者所生、非受造、不可變、不可改易、由永在者所生的永在者,那藉摩西與約翰宣告為永在者;
But when announcing his Christ to men, it no longer creates, no longer establishes, but announces him to men — him who was truly begotten from the True, the uncreated, the unchangeable, the unalterable, the ever-existing from the Ever-existing, the one proclaimed through Moses and John as ever-existing;
1:66
ὁ ὤν, γάρ φησιν, ἀπέσταλκέ με φησὶν ὁ Μωυσῆς καὶ ὁ Ἰωάννης ὁ ὢν εἰς τὸν κόλπον τοῦ πατρός, ἐκεῖνος ἐξηγήσατο·
因為經上說:『那自有永有者差遣了我』,這是摩西所說;約翰則說:『那在父懷裡的,將他表明出來。』
for, 'He who is,' it says, 'has sent me,' says Moses; and John: 'He who is in the bosom of the Father, he has declared him.'
1:67
ὢν ἐστὶν ὁ πατήρ, ὢν ἐστὶν ὁ υἱός, ὁ ὢν πρὸς τὸν ὄντα, ἐξ αὐτοῦ γεννηθείς, οὐ συναλοιφὴ ὢν τῷ πατρί, οὐκ ἀρξάμενος τοῦ εἶναι, ἀεὶ δὲ υἱὸς γνήσιος ὢν σὺν πατρί, ἀεὶ πατὴρ γεννήσας τὸν υἱόν
父是『自有者』,子也是『自有者』,是那與『自有者』相偕〔而在〕、由他所生的——並非與父混融為一,並非曾有開始存在之時,而是永遠與父同在的真實之子,父也永遠生子。
The Father is He-who-is; the Son is he-who-is, existing in relation to Him-who-is, begotten from him — not a blending together with the Father, not having begun to be, but ever a genuine Son together with the Father, the Father ever begetting the Son.
1:68
οὐκ ἦν γάρ ποτε καιρὸς ὅτε ὁ πατὴρ οὐκ ἦν πατήρ, οὐκ ἦν ποτὲ καιρὸς ὅτε ὁ υἱὸς οὐχ ὑπῆρχε πατρὶ τῷ μόνῳ
因為從來沒有一個時候,父不是父;也從來沒有一個時候,子不與獨一的父同在。
For there was never a time when the Father was not Father; there was never a time when the Son did not exist together with the Father alone.
1:69
εἰ γὰρ ἦν καιρὸς ὅτε οὐκ ἦν πατήρ, ἄρα καὶ αὐτὸς ἦν υἱὸς ἑτέρου πατρὸς πρὸ τοῦ. εἶναι αὐτὸν πατέρα τοῦ μονογενοῦς
因為若曾有一個時候他不是父,那麼在他成為獨生子之父以前,他自己也曾是另一位父的兒子了。
For if there was a time when he was not Father, then he himself was also son of another father before he became father of the Only-begotten.
1:70
καὶ δοκοῦντες εἰς τὸν πατέρα εὐσεβεῖν τελείως ἀσεβοῦσιν
而那些自以為對父虔敬的人,其實是徹底的不虔不敬。
And those who suppose themselves to be pious toward the Father are, in the end, utterly impious.
1:71
ἐν θεῷ γὰρ οὐ χρόνος οὐ καιρὸς οὐ στιγμὴ χρόνου οὐκ ἄτομον ὥρας οὐ ῥιπὴ ὀφθαλμοῦ οὐ διανοίας. μετέωρον ἐνδέχεται, ἀλλ' ὅσον δἂν ἀναβῇ σου ἡ διάνοια υἱὸν καταλαμβάνειν καὶ πιστεύειν, νοεῖ ἅμα καὶ πατέρα
因為在神裡面沒有時間、沒有時節、沒有時間的片刻、沒有頃刻的一瞬、沒有眼睛的一眨、也沒有思念的一瞬;祂不容有任何流變不定之事;然而你的思念無論上升到何等程度去領悟並相信子,都同時領悟父。
For in God there is no time, no season, no point of time, no instant of an hour, no twinkling of an eye, nor of thought — he admits nothing in flux; but so far as your mind ascends to apprehend the Son and to believe, it understands the Father at the same time.
1:72
τὸ γὰρ ὄνομα ἐστὶ σημαντικόν
因為這名號本身是具有意義的。
For the name is significant/meaningful.
1:73
ὅταν γὰρ υἱὸν καλέσῃς, υἱὸν λέγων νοεῖς πατέρα·
因為每當你稱祂為子時,說「子」的同時,你便理解到父;
For whenever you call him Son, in saying "Son" you understand the Father at the same time;
1:74
ἀπὸ γὰρ τοῦ υἱοῦ πατὴρ νοεῖται, καὶ ὅταν καλέσῃς πατέρα, σημαίνεις υἱόν·
因為由子而理解到父,每當你稱祂為父時,你便指明了子;
For from the Son the Father is understood, and whenever you call him Father, you signify the Son;
1:75
πατὴρ γὰρ πάντως υἱοῦ καλεῖται
因為父無論如何都是就子而被稱為父的。
for a father is, in every respect, called father of a son.
1:76
Πότε οὖν δύνασαι τολμᾶν καὶ λέγειν ὅτι οὐκ ἦν πατὴρ ὁ πατήρ, ἵνα καὶ υἱὸν τολμήσῃς εἰπεῖν μὴ εἶναι υἱόν; εἰ δὲ οὐ τολμᾷς ἀξίαν προσθεῖναι πατρί τὸ γὰρ θεῖον ἐν ταυτότητι ὑπάρχει καὶ οὐκ ἐπιδέεται προσθήκης, οὐ δόξης οὐ προκοπῆς, μάθε μὴ βλασφημεῖν, ὦ ὁ πολεμῶν τὴν πίστιν, μᾶλλον δὲ σεαυτὸν ἀπὸ πίστεως διώκων,. ἀλλ' ἀεὶ πίστευε πατέρα ἀίδιον ἀληθῶς γεννήσαντα υἱόν, τὸν ἀεὶ. ὄντως ὄντα πρὸς τὸν ὄντως ὄντα πατέρα
那麼,你何時能夠斗膽宣稱父曾經不是父,以致你也敢說子不是子呢?倘若你不敢為父添加任何尊貴——因為神性存在於永恆不變的同一性之中,並不需要任何增益,無論是榮耀的增益或是進益——那就當學習不要褻瀆,你這與信仰為敵、甚或該說是把自己驅逐出信仰之外的人啊;反倒要常常相信:永恆的父真實地生了子,這位子永遠是真實的存有,對應著那位真實存有的父。
When, then, can you dare to say that the Father was not [always] Father, so that you might also dare to say that the Son is not Son? But if you do not dare to add worth to the Father — for the divine exists in unchanging sameness and has no need of addition, neither of glory nor of advancement — then learn not to blaspheme, O you who wage war against the faith, or rather, who drive yourself away from the faith; but always believe that the eternal Father truly begot a Son, [the Son] who ever really is, in relation to the Father who really is.
1:77
υἱὸς γὰρ ἀεὶ συνὼν οὐ συναλοιφή ἐστιν τῷ πατρί, οὐ συνάδελφος, ἀλλ' υἱὸς γνήσιος ἐκ πατρὸς γεγεννημένος, φυσικὸς υἱός, οὐ θετός, υἱὸς ὁμοούσιος τῷ πατρί, οὐ συνούσιος, ἀλλ' ὁμοούσιος, τουτέστιν οὐκ ἔξωθεν τοῦ πατρὸς γεννηθείς, ὥς τινες εἰρωνείᾳ φέρονται, θέσει. θώλοντες εἶναι τὸν υἱὸν καὶ οὐκ ἀληθείᾳ
因為子與父永遠共存,卻不是與父混同為一,也不是父的同輩兄弟,而是由父所生的真正的子,本性的子,並非收養而來的子——與父同質(ὁμοούσιος)的子,並非只是共質【彷彿融合為同一團塊】,而是同質;也就是說,並非如某些人出於嘲諷所主張的那樣,是從父之外被生出來的,那些人只願子是名義上、地位上的子,而非真理上的子。
For the Son, ever coexisting with the Father, is not a blending together with the Father, nor a fellow-brother, but a genuine Son begotten of the Father, a natural Son, not one by adoption — a Son consubstantial (ὁμοούσιος) with the Father, not merely co-substantial [as though fused into one mass], but consubstantial; that is, not begotten from outside the Father, as some maintain by way of irony, wishing the Son to be Son by adoption/position and not in truth.
1:78
σύνδεσμος δὲ τῆς πίστεως ὁμοούσιον λέγειν
而信仰的紐帶,就在於宣認「同質」。
And the bond of the faith is to say "consubstantial."
1:79
ἐὰν γὰρ εἴπῃς τὸ ὁμοούσιον, ἔλυσας Σαβελλίου. τὴν δύναμιν·
因為你若說出「同質」,你便瓦解了撒伯流的勢力;
For if you say "consubstantial," you have dissolved the power of Sabellius;
1:80
ἀλλὰ καὶ ἐνυπόστατον σημαίνει τὸν πατέρα καὶ ἐνυπόστατον τὸν. υἱὸν καὶ ἐνυπόστατον τὸ πνεῦμα τὸ ἅγιον
同時它也表明父是具位格的(ἐνυπόστατον),子是具位格的,聖靈也是具位格的。
but it also signifies the Father as possessing hypostasis (ἐνυπόστατον), and the Son as possessing hypostasis, and the Holy Spirit as possessing hypostasis.
1:81
ὅταν δέ τις ὁμοούσιον λέγῃ, οὐκ ἀλλότριον τῆς αὐτῆς θεότητος σημαίνει, ἀλλὰ θεὸν ἐκ θεοῦ τὸν υἱὸν καὶ θεὸν τὸ ἅγιον πνεῦμα, τῆς αὐτῆς θεότητος, οὐ. τρεῖς θεούς
每當有人說「同質」,他所指明的並非某種異於同一神性之物,而是子乃出於神的神,聖靈也是神,屬於同一神性——並非三位神。
And whenever someone says "consubstantial," he does not signify something alien to the same divinity, but rather that the Son is God from God, and the Holy Spirit is God, of the same divinity — not three gods.
1:82
οὐδὲ γὰρ ἐὰν εἴπωμεν τὸν υἱὸν καὶ τὸν πατέρα θεόν, δύο θεοὺς λέγομεν·
因為即便我們稱子為神、稱父為神,我們也並非在說兩位神;
For neither, if we call the Son and the Father God, do we speak of two gods;
1:83
εἷς γάρ ἐστιν ἡμῶν ὁ θεός, ὥς φησιν ὁ μακάριος. Μωυσῆς κύριος ὁ θεός σου, κύριος εἷς ἐστιν
因為我們的神是獨一的,正如蒙福的摩西所說:「耶和華你的神,耶和華是獨一的。」
for our God is one, as the blessed Moses says: "The Lord your God, the Lord is one."
1:84
οὐ θεοὺς λέγομεν θεὸν τὸν πατέρα, θεὸν τὸν υἱόν, θεὸν τὸ ἅγιον πνεῦμα καὶ οὐ θεούς·
我們並非因說「父是神、子是神、聖靈是神」,就是在說眾神——因此並非眾神;
We do not, [in saying] God the Father, God the Son, God the Holy Spirit, speak of gods — and thus not gods [in the plural];
1:85
διὰ δὲ τῶν τριῶν ὀνομάτων ἡ. μία θεότης πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος σημαίνεται
而是藉著這三個名號,指明了父、子、聖靈那獨一的神性。
but through the three names the one divinity of Father and Son and Holy Spirit is signified.
1:86
μονογενὴς γὰρ εἷς ὁ υἱός, τὸ δὲ ἅγιον πνεῦμα πνεῦμα ἅγιον, πνεῦμα θεοῦ, ἀεὶ ὂν σὺν πατρὶ καὶ υἱῷ, οὐκ ἀλλότριον θεοῦ, ἀπὸ δὲ θεοῦ ὄν, ἀπὸ πατρὸς ἐκπορευόμενον καὶ τοῦ υἱοῦ λαμβά. νον
因為子是獨一的、獨生的;而聖靈就是聖靈,神的靈,永遠與父和子同在,並非異於神,而是出於神,從父發出(ἐκπόρευσις)並從子領受。
For the Son is one, only-begotten; and the Holy Spirit is Holy Spirit, Spirit of God, ever existing together with the Father and the Son, not alien to God, but being from God, proceeding (ἐκπόρευσις) from the Father and receiving from the Son.
1:87
ἀλλ' ὁ μὲν υἱὸς μονογενὴς ἀκατάληπτος καὶ τὸ πνεῦμα ἀκατάληπτον, ἐκ θεοῦ δέ, οὐκ ἀλλότριον πατρὸς καὶ υἱοῦ
然而獨生的子是不可測度的,聖靈也是不可測度的;然而祂是出於神,並非異於父與子。
But the only-begotten Son is incomprehensible, and the Spirit too is incomprehensible; yet [the Spirit is] from God, not alien to the Father and the Son.
1:88
οὐδὲ συναλοιφή ἐστι πατρὸς καὶ υἱοῦ, ἀλλὰ τριὰς ἀεὶ οὖσα τῆς αὐτῆς οὐσίας·
這也不是父與子的混同,而是一個永遠存在、同屬一個本質(οὐσία)的三一;
Nor is it a blending-together of Father and Son, but a Trinity ever existing of the same essence (οὐσία);
1:89
οὐχ ἑτέρα οὐσία παρὰ τὴν θεότητα οὐδὲ ἑτέρα θεότης παρὰ τὴν οὐσίαν, ἀλλ' ἡ αὐτὴ θεότης καὶ ἐκ τῆς αὐτῆς θεότητος ὁ υἱὸς καὶ τὸ ἅγιον πνεῦμα
並沒有異於神性的另一本質,也沒有異於本質的另一神性,而是同一個神性——子與聖靈都出於這同一個神性。
there is no essence other than the divinity, nor any divinity other than the essence, but the same divinity — and from that same divinity are the Son and the Holy Spirit.
1:90
Καὶ τὸ μὲν πνεῦμα ἅγιον πνεῦμα, ὁ δὲ υἱὸς υἱός, τὸ δὲ πνεῦμα παρὰ πατρὸς ἐκπορευόμενον καὶ τοῦ υἱοῦ λαμβάνον, ἐρευνῶν τὰ βάθη τοῦ θεοῦ, ἀναγγέλλον τὰ τοῦ υἱοῦ ἐν κόσμῳ, ἁγιάζον ἁγίους διὰ τῆς τριάδος, τρίτον τῇ ὀνομασίᾳ ἐπειδὴ ἡ τριάς ἐστιν ὁ πατὴρ καὶ ὁ υἱὸς καὶ τὸ ἅγιον πνεῦμα·
聖靈就是聖靈,子就是子;聖靈從父發出並從子領受,祂鑒察神深奧的事,在世上宣告子的事,藉著三一使聖徒成聖——在稱謂上居第三位,因為三一即是父、子、聖靈;
And the Spirit is Holy Spirit, and the Son is Son; and the Spirit, proceeding from the Father and receiving from the Son, searches the depths of God, declares the things of the Son in the world, sanctifies the holy ones through the Trinity — third in designation, since the Trinity is the Father and the Son and the Holy Spirit;
1:91
ἀπελθόντες γάρ φησι βαπτίσατε εἰς ὄνομα πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος, ἐπισφραγὶς τῆς χάριτος, σύνδεσμος τῆς τριάδος, οὐκ ἀλλότριον τοῦ ἀριθμοῦ, οὐ διεστὼς τῆς ὀνομασίας, οὐ ξένον τῆς δωρεᾶς, ἀλλ' εἷς θεὸς μία πίστις εἷς. κύριος ἓν χάρισμα μία ἐκκλησία ἓν βάπτισμα
因為祂說:「你們去,奉父、子、聖靈的名施洗」——這是恩典的印記,三一的紐帶,並非與其數目相異,並非在稱謂上有所分裂,並非與這恩賜無關,而是:一位神,一個信仰,一位主,一個恩賜,一個教會,一個洗禮。
for he says, "Go therefore and baptize into the name of the Father and of the Son and of the Holy Spirit" — the seal of grace, the bond of the Trinity, not alien to the number, not divided in the designation, not a stranger to the gift, but one God, one faith, one Lord, one gift, one Church, one baptism.
1:92
ἀεὶ γὰρ ἡ τριὰς τριὰς καὶ οὐδέποτε προσθήκην λαμβάνει, οὕτως ἀριθμουμένη·
因為三一永遠是三一,從不接受任何增添,其數目乃是這樣被數算的:
For the Trinity is ever Trinity, and never receives any addition, being numbered thus:
1:93
πατὴρ. καὶ υἱὸς καὶ ἅγιον πνεῦμα
父、子、聖靈。
Father and Son and Holy Spirit.
1:94
οὐ συναλοιφὴ ἡ τριάς, οὐ διεστώς τι ἐν αὐτῇ τῆς ἰδίας αὐτῆς μονάδος, ἐν ὑποστάσει δὲ τελειότητος τέλειος ὁ πατήρ, τέλειος ὁ υἱός, τέλειον τὸ πνεῦμα τὸ ἅγιον·
三一並非混同,其中也沒有任何一者從其自身的單一性中分離;而是在完全的位格中,父是完全的,子是完全的,聖靈也是完全的:
The Trinity is not a blending-together, nor is anything in it separated from its own unity; but in the hypostasis of perfection, the Father is perfect, the Son is perfect, the Holy Spirit is perfect:
1:95
πατὴρ καὶ υἱὸς. καὶ ἅγιον πνεῦμα
父、子、聖靈。
Father and Son and Holy Spirit.
1:96
τὸ δὲ ἀνάπαλιν πνεῦμα χαρίσμασιν ἐνταττόμενον·
然而反過來說,聖靈又被列於諸恩賜之中:
But, conversely, the Spirit is arrayed among the gifts:
1:97
διαιρέσεις γὰρ χαρισμάτων εἰσί, τὸ δὲ αὐτὸ πνεῦμα·
「恩賜原有分別,聖靈卻是同一位;
"For there are varieties of gifts, but the same Spirit;
1:98
καὶ διαιρέσεις διακονιῶν εἰσιν, ὁ δὲ αὐτὸς κύριος·
職事也有分別,主卻是同一位;
and there are varieties of ministries, but the same Lord;
1:99
καὶ διαιρέσεις ἐνεργη. μάτων εἰσίν, ὁ δὲ αὐτὸς θεός, ὁ ἐνεργῶν τὰ πάντα ἐν πᾶσι
功用也有分別,神卻是同一位,在眾人裡運行一切的事。」
and there are varieties of workings, but the same God, who works all things in all."
1:100
μὴ ἐκπέσωμεν τοῦ προκειμένου, μὴ ἀποστῶμεν τῆς ἀληθείας
讓我們不要偏離眼前所論之事,不要背離真理。
Let us not fall away from the matter before us, let us not depart from the truth.
1:101
ἡμεῖς οὐ συνηγοροῦμεν ὑπὲρ θεοῦ, ἀλλ' εὐσεβῶς νοοῦμεν, ἵνα μὴ ἀπολώμεθα, καὶ φθεγγόμεθα οὐχ ὡς καταλαμβάνοντες·
我們並非在為神辯護,而是懷著敬虔的心思想,好使我們不致滅亡;我們說話,並非彷彿已然全然領悟;
We are not pleading a case on God's behalf, but we think reverently, so that we may not perish; and we speak not as those who fully comprehend;
1:102
ὡς ἄνθρωποι γὰρ φθεγ. γόμεθα ἃ κατειλήφαμεν
因為我們只是照著人的身分,說出我們所領悟的。
for as men we utter what we have grasped.
1:103
ἡ γὰρ εἰς θεὸν τιμὴ ἄπειρος καὶ μυριονταπλασίως παρὰ τὸν ἡμέτερον νοῦν δεδόξασται ἡ τριὰς καὶ ἔστι δεδοξασμένη, μηδὲν προσλαμβάνουσα δόξης μήτε ἀφαιρουμένη ἰδιότητος
因為歸於神的尊榮是無窮無盡的,三一被榮耀,且始終被榮耀著,遠超我們的理智何止千萬倍;祂既不因此增添絲毫榮耀,也不因此喪失絲毫自己的特質。
For the honor due to God is boundless, and the Trinity is glorified — and stands ever glorified — ten thousand times beyond our understanding, receiving no addition of glory, nor being deprived of any of its own particular property.
1:104
οὐδὲν γὰρ ἐν τριάδι κτιστὸν ἢ ἐπιγένητον, ἀλλ' ὁ μὲν πατὴρ τὸν υἱὸν γεννᾷ, οὐκ ἦν δὲ ποτὲ χρόνος ὅτε οὐκ ἦν ὁ υἱός
因為三一之中沒有任何一者是受造的,或是後來才產生的;父生子,然而從未有過子不存在的時候。
For nothing in the Trinity is created or has come into being afterward; but the Father begets the Son, yet there was never a time when the Son was not.
1:105
οὐδὲ γὰρ ὁ πατὴρ ἐν χρόνῳ τινὶ πατὴρ οὐκ ἐκαλεῖτο, ἀλλὰ ἦν ἀεὶ πατὴρ καὶ ἦν ἀεὶ υἱός, οὐ συνάδελφος, ἀλλὰ υἱὸς γεννηθεὶς ἀνεκδιηγήτως καὶ ὀνομαζόμενος ἀκαταλήπτως, σὺν πατρὶ δὲ ὢν ἀεὶ καὶ μηδέποτε διαλείπων. τοῦ εἶναι
因為也從未有過父不被稱為父的時候,祂永遠是父,也永遠有子——這子並非同輩兄弟,而是以言語難以盡述的方式被生、以理智難以測度的方式被命名的子,永遠與父同在,從未有片刻止息其存有。
For neither was there ever any time when the Father was not called Father, but he was always Father, and there was always a Son — not a fellow-brother, but a Son begotten ineffably and named incomprehensibly, ever existing together with the Father and never at any time ceasing to be.
1:106
πατὴρ οὖν ἀγέννητος καὶ ἄκτιστος καὶ ἀκατάληπτος, υἱὸς γεννητός, ἀλλὰ καὶ ἄκτιστος καὶ ἀκατάληπτος·
所以,父是未受生的、非受造的、不可測度的;子是受生的,但同樣是非受造的、不可測度的;
The Father, then, is unbegotten, uncreated, and incomprehensible; the Son is begotten, yet likewise uncreated and incomprehensible;
1:107
πνεῦμα ἅγιον ἀεί, οὐ γεννητόν, οὐ κτιστόν, οὐ συνάδελφον οὐ πατράδελφον, οὐ προπάτορον οὐκ ἔκγονον, ἀλλ' ἐκ τῆς αὐτῆς οὐσίας πατρὸς καὶ υἱοῦ πνεῦμα ἅγιον
聖靈永遠存有,非受生的、非受造的,既非同輩兄弟,也非父之兄弟,既非先祖,也非後裔,而是出於父與子同一本質的聖靈。
the Holy Spirit is ever [existing], not begotten, not created, not a fellow-brother, nor a father's brother, neither a forefather nor an offspring, but Holy Spirit from the same essence of the Father and the Son.
1:108
Ἕκαστον δὲ τῶν ὀνομάτων μονώνυμον, μὴ ἔχον δευτέρωσιν
這三個名號各自都是獨一無二的,沒有第二個與之重複的名號。
And each of the names is uniquely its own, having no duplicate.
1:109
καὶ ὁ υἱὸς μονογενής, θεὸς ἀληθινὸς ἐκ θεοῦ ἀληθινοῦ, οὐ πατρὸς ἔχων ὄνομα οὐδὲ ἀλλότριος πατρός, ἀλλ' υἱὸς πατρὸς ὑπάρχων·
子是獨生的,出於真神的真神,並不擁有「父」這個名號,也不異於父,而是父的子;
And the Son is only-begotten, true God from true God, not bearing the name of Father, nor alien to the Father, but being the Father's Son;
1:110
μονογενὴς δέ, ἵνα μονώνυμος ᾖ ὁ υἱός, καὶ θεὸς ἐκ θεοῦ, ἵνα εἷς θεὸς πατὴρ καὶ υἱὸς καλῆται
祂是獨生的,好叫子擁有祂獨一無二的名號;祂是出於神的神,好叫父與子被稱為一位神。
and [he is] only-begotten, so that the Son might have his own unique name; and God from God, so that Father and Son might be called one God.
1:111
καὶ τὸ πνεῦμα τὸ ἅγιον μονογενές, οὐχ υἱοῦ ἔχον ὄνομα, οὐ πατρὸς τὴν ὀνομασίαν, ἀλλὰ πνεῦμα ἅγιον οὕτω καλούμενον, οὐκ ἀλλότριον. πατρός
聖靈同樣擁有祂自己獨一無二的名號,並不擁有「子」的名號,也不擁有「父」的稱謂,而是被如此稱為「聖靈」,並不異於父。
And the Holy Spirit likewise has his own unique name, not bearing the name of Son, nor the designation of Father, but being called thus — Holy Spirit — not alien to the Father.
1:112
αὐτὸς γὰρ ὁ μονογενὴς λέγει τὸ πνεῦμα τοῦ πατρός καὶ. τὸ ἐκ τοῦ πατρὸς ἐκπορευόμενον, καὶ ἐκ τοῦ ἐμοῦ λήψεται, ἵνα μὴ ἀλλότριον νομισθείη πατρὸς μηδὲ υἱοῦ, ἀλλὰ τῆς αὐτῆς οὐσίας, τῆς αὐτῆς θεότητος, πνεῦμα θεῖον, τὸ πνεῦμα τῆς ἀληθείας, τὸ πνεῦμα τοῦ θεοῦ, τὸ πνεῦμα τὸ παράκλητον, μονωνύμως καλούμενον, μὴ ἔχον ἀντιπαράθεσιν, μὴ ἐξισούμενον ἑτέρῳ τινὶ πνεύματι, μὴ καλούμενον ὀνόματι υἱοῦ ἢ ὀνομαζόμενον ὀνομασίᾳ πατρός, ἵνα μὴ. τὰ μονώνυμα ὀνόματα ὁμώνυμα ὑπάρχῃ·
因為獨生子自己稱祂為「父的靈」,稱祂為「從父而發出的那位」,又說「祂要將屬我的告訴你們」,好叫祂不致被視為異於父或異於子,而是屬於同一本質、同一神性——是神聖的靈,是真理的靈,是神的靈,是保惠師之靈,以祂自己獨有的名號被稱呼,沒有任何與之相對立者,也不與任何其他的靈相等同,既不以子的名號稱呼祂,也不以父的稱謂命名祂,免得這些各自獨一無二的名號彼此變成同名同義;
For the Only-begotten himself calls him "the Spirit of the Father," and "he who proceeds from the Father," and says, "he will take from what is mine," so that he may not be thought alien either to the Father or to the Son, but of the same essence, of the same divinity — a divine Spirit, the Spirit of truth, the Spirit of God, the Paraclete Spirit, called by a name uniquely his own, having no counterpart set against him, not made equal to any other spirit, not called by the name of the Son, nor designated by the appellation of the Father, so that the uniquely-named names might not become identical in name with one another;
1:113
πλὴν ὅτι τὸ θεὸς ἀλλ' ἐν πατρί, τὸ θεὸς ἐν υἱῷ, τὸ θεὸς ἐν ἁγίῳ πνεύματι τὸ θεοῦ καὶ θεός
只有「神」這名號是相通的:父是神,子是神,聖靈也是神——各自屬於神,各自本身也是神。
except that [the title] "God" [applies alike]: God in the Father, God in the Son, God in the Holy Spirit — each belonging to God, and each himself God.
1:114
πνεῦμα γὰρ θεοῦ καὶ πνεῦμα τοῦ πατρὸς καὶ πνεῦμα υἱοῦ, οὐ κατά τινα σύνθεσιν, καθάπερ ἐν ἡμῖν ψυχὴ καὶ σῶμα, ἀλλ' ἐν μέσῳ πατρὸς. καὶ υἱοῦ, ἐκ τοῦ πατρὸς καὶ τοῦ υἱοῦ, τρίτον τῇ ὀνομασίᾳ
因為祂是神的靈,是父的靈,也是子的靈——並非依照某種組合,如同我們裡面靈魂與身體那樣組合而成,而是居於父與子之間,出於父與子,在稱謂上居第三位。
For [he is] Spirit of God, and Spirit of the Father, and Spirit of the Son — not according to any composition, as in us soul and body [are joined together], but in the midst of the Father and the Son, from the Father and the Son, third in designation.
1:115
ἀπελθόντες γάρ φησι βαπτίσατε εἰς τὸ ὄνομα πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος
因為祂說:「你們去,奉父、子、聖靈的名施洗。」
For he says, "Go therefore and baptize into the name of the Father and of the Son and of the Holy Spirit."
1:116
εἰ δὲ βαπτίζει ὁ πατὴρ εἰς ὄνομα ἑαυτοῦ, εἰς ὄνομα θεοῦ, καὶ τελεία ἡ σφραγὶς ἐν ὀνόματι θεοῦ ἐσφραγισμένη ἐν ἡμῖν, καὶ βαπτίζει Χριστὸς εἰς ὄνομα ἑαυτοῦ, εἰς ὄνομα θεοῦ, καὶ τελεία ἡ σφραγὶς ἐν ὀνόματι θεοῦ ἐσφραγισμένη ἐν ἡμῖν, τίς τολμήσει καταπολεμῆσαι τὴν ἑαυτοῦ ψυχήν, τὸ πνεῦμα ἀλλότριον τῆς. θεότητος λέγων; εἰ γὰρ σφραγίζομεν εἰς ὄνομα πατρὸς καὶ εἰς ὄνομα υἱοῦ καὶ εἰς ὄνομα ἁγίου πνεύματος, μία σφραγὶς τῆς τριάδος·
既然父是奉自己的名、奉神的名施洗,那印記便是完全的,在我們裡面奉神的名蓋上印;基督也是奉自己的名、奉神的名施洗,那印記同樣是完全的,在我們裡面奉神的名蓋上印——那麼誰還敢與自己的靈魂為敵,說聖靈異於神性呢?因為我們既是奉父的名、奉子的名、奉聖靈的名受印,這便是三一的同一個印記;
Now if the Father baptizes into his own name, into the name of God, and the seal is perfect, being sealed in us in the name of God; and Christ baptizes into his own name, into the name of God, and the seal is perfect, being sealed in us in the name of God — who will dare to war against his own soul, calling the Spirit alien to the divinity? For if we are sealed into the name of the Father, and into the name of the Son, and into the name of the Holy Spirit, it is one seal of the Trinity;
1:117
μία ἄρα δύναμις τῆς θεότητος ἐν τριάδι
所以,三一之內的神性能力乃是獨一的。
One, therefore, is the power of the divinity within the Trinity.
1:118
εἰ δὲ τὸ ἕν ἐστι θεός, τὰ δὲ ἄλλα κτιστὰ καὶ οὐ θεός, τίνι λόγῳ συνδέδεται τὰ δύο εἰς τὸ ἓν. τῇ σφραγῖδι τῆς τελειότητος; ἄρα γοῦν εἰς βασιλικὸν ὄνομα ἐσφραγίσθημεν τὸ ἓν τὸ τοῦ πατρός, καὶ τὰ ἄλλα οὐ βασιλικά, ἀλλ' ἔτι στοιχείοις καὶ κτίσμασι δεδουλώμεθα, καὶ οὐκ ἠδύνατο μόνον τὸ ὄνομα τοῦ πατρὸς σῴζειν, ἀλλὰ προσελάβετο ἑαυτῷ κτίσας ἄλλα δύο στοιχεῖα κατὰ τὴν τῶν βλασφημούντων ὑπόνοιαν, ἵνα προσλάβῃ ἡ αὐτοῦ θεότης καὶ ἄλλας δυνάμεις καὶ δυνηθῇ σῶσαι τὸν παρ' αὐτοῦ σφραγιζόμενον καὶ λύτρωσιν δι' ἀφέσεως ἁμαρτημάτων λάβῃ ὁ παρ' αὐτοῦ κτισθεὶς ἄνθρωπος
然而,若只有這一位是神,另兩位卻是受造的、不是神,那麼這兩位又是憑什麼道理,藉著那完全的印記與這一位結合為一呢?如此說來,我們豈不是奉一個君王的名——即父的名——受了印,而另外兩者卻不是君王,我們仍舊被奴役於諸元素與受造之物之下;父的名獨自並不足以拯救,於是祂為自己另外造了兩個元素而據為己用——按著那些褻瀆者的臆測——好叫祂的神性得以增添別的能力,能夠拯救那受祂所印的人,並使那受祂所造的人能藉著罪的赦免獲得救贖。
But if the one is God, while the other two are created and not God, by what reasoning are the two bound together with the one by the seal of perfection? So then we have been sealed into a royal name — the one, that of the Father — while the other two are not royal, and we are still enslaved to elements and created things; and the name of the Father alone was not able to save, but he took to himself — having created two other elements, according to the supposition of the blasphemers — so that his divinity might acquire other powers besides, and be able to save the one sealed by him, and the man created by him might receive redemption through the forgiveness of sins.
1:119
Φεῦ τῆς τοιαύτης ληρῳδίας, ὦ τῆς τοιαύτης βλασφημίας
唉,何等荒謬的胡言亂語!何等的褻瀆啊!
Alas for such foolish nonsense! O such blasphemy!
1:120
πόθεν ὑπεισῆλθε τὸν βίον ἄλλη πάλιν καινὴ ἀπιστία, μᾶλλον δὲ εἴποιμι κακοπιστία; χείρων γὰρ ἡ κακοπιστία τῆς ἀπιστίας
這又一種新的不信究竟從何處悄悄潛入了世間生活——或者,更確切地說,我該稱之為謬信?因為謬信比不信更為惡劣。
From where has yet another new unbelief crept stealthily into life — or rather, let me say, ill-belief? For ill-belief is worse than unbelief.
1:121
ἡ μὲν γὰρ ἀπιστία πίστιν λαμβάνουσα διορθωθήσεται, ἡ δὲ κακοπιστία ἀκατόρθωτος, δυσχερῶς σῳζομένη, εἰ μή τι ἂν ἄρα τὸ χρῖσμα ἄνωθεν. ἐπιφοιτήσῃ
因為不信一旦領受了信仰,便得以被糾正;但謬信卻是無法矯正的,難以得救——除非有某種膏油從上頭臨到它身上。
For unbelief, once it receives faith, will be set right; but ill-belief is incorrigible, and is saved only with great difficulty — unless, indeed, some anointing should come down from above upon it.
1:122
φησὶν οὖν ὁ μακάριος Πέτρος τοῖς περὶ Ἀνανίαν τί ὅτι ἐπείρασεν ὑμᾶς ὁ σατανᾶς ψεύσασθαι τῷ πνεύματι τῷ ἁγίῳ; καί. φησιν οὐκ ἐψεύσω ἀνθρώποις, ἀλλὰ τῷ θεῷ
於是蒙福的彼得對亞拿尼亞一夥人說:「為什麼撒但充滿了你的心,叫你欺哄聖靈呢?」又說:「你不是欺哄人,是欺哄神了。」
So then the blessed Peter says to those with Ananias, "Why has Satan tempted you to lie to the Holy Spirit?" And he says, "You have not lied to men, but to God."
1:123
ἄρα θεὸς ἐκ πατρὸς καὶ υἱοῦ τὸ πνεῦμα, ᾧ ἐψεύσαντο οἱ ἀπὸ τοῦ τιμήματος νοσφισάμενοι·
由此可見,出於父與子的這位靈乃是神——那些私自留下部分價銀的人,正是向祂說謊;
Therefore the Spirit, from the Father and the Son, is God — [the Spirit] to whom those who kept back part of the price lied;
1:124
ὡς καὶ ὁ Παῦλος συνᾴδει τῷ λόγῳ τούτῳ λέγων ὑμεῖς δὲ ναὸς τοῦ θεοῦ ἐστε καὶ τὸ πνεῦμα τοῦ θεοῦ οἰκεῖ ἐν ὑμῖν
正如保羅也與這話相合,他說:「你們是神的殿,神的靈住在你們裡面。」
as Paul also agrees with this statement, saying, "You are the temple of God, and the Spirit of God dwells in you."
1:125
ἄρα οὖν θεὸς. τὸ πνεῦμα, ὡς προεῖπον
所以,正如我先前所說的,這靈就是神。
Therefore, then, the Spirit is God, as I said before.
1:126
διὸ ναὸς θεοῦ κληθήσονται καὶ οἱ ἅγιοι ἄνθρωποι, οἱ κατοικίσαντες ἐν ἑαυτοῖς τὸ ἅγιον τοῦ θεοῦ πνεῦμα·
因此,聖潔的人也要被稱為神的殿——就是那些使神的聖靈住在自己裡面的人;
Wherefore holy men also shall be called a temple of God — those who have caused the Holy Spirit of God to dwell within themselves;
1:127
καθὼς μαρτυρεῖ ὁ κορυφαιότατος τῶν ἀποστόλων, ὁ καταξιωθεὶς. μακαρισθῆναι ὑπὸ κυρίου, ὅτι ὁ πατὴρ αὐτῷ ἀπεκάλυψε
正如使徒中為首的那位所見證的,他是那蒙主稱為有福的人,因為是父將這事啟示給他的;
as the foremost of the apostles bears witness, he who was accounted worthy to be pronounced blessed by the Lord, because the Father had revealed it to him;
1:128
τοίνυν ὁ πατὴρ ἀποκαλύπτει τὸν υἱὸν τὸν ἀληθινὸν αὐτῷ καὶ μακαρίζεται,. καὶ ὁ αὐτὸς πάλιν ἀποκαλύπτει τὸ ἅγιον αὐτοῦ πνεῦμα
如此,父便將真實的子啟示給他,他因此蒙福;同一位父又再次啟示了祂自己的聖靈。
thus, then, the Father reveals the true Son to him, and he is pronounced blessed; and the same Father again reveals his own Holy Spirit.
1:129
ἔδει τὸν πρῶτον τῶν ἀποστόλων, τὴν πέτραν τὴν στερεάν, ἐφ' ἣν ἡ ἐκκλησία τοῦ θεοῦ ᾠκοδόμηται, καὶ πύλαι Ἅιδου οὐ κατισχύσουσιν αὐτῆς·
這是必然的:使徒中為首的那一位——那堅固的磐石,神的教會就建造在其上,陰間的門也不能勝過它——
It was necessary that the first of the apostles — the solid rock upon which the Church of God has been built, and the gates of Hades shall not prevail against it —
1:130
πύλαι δὲ Ἅιδου αἱ αἱρέσεις καὶ οἱ αἱρεσιάρχαι
而陰間的門,指的正是諸異端與異端的首領們。
and the gates of Hades are the heresies and the heresiarchs.
1:131
γὰρ τρόπον ἐν αὐτῷ ἐστερεώθη ἡ πίστις, ἐν τῷ λαβόντι τὴν κλεῖν τῶν. οὐρανῶν, ἐν τῷ λύοντι ἐπὶ τῆς γῆς καὶ δέοντι ἐν τῷ οὐρανῷ
因為信仰正是以某種方式在他裡面得以堅立——在那領受了諸天鑰匙的人裡面,在那於地上釋放、於天上捆綁的人裡面。
for in a certain manner the faith was made firm in him — in the one who received the key of the heavens, in the one who looses on earth and binds in heaven.
1:132
ἐν τούτῳ γάρ ἐστι πάντα τὰ ζητούμενα λεπτολογήματα τῆς πίστεως. εὑρισκόμενα
因為信仰中一切被人探求的精微論點,都在這一位身上可以尋得。
for in this one are found all the sought-after subtle points of the faith.
1:133
οὗτός ἐστιν ὁ τρίτον ἀρνησάμενος καὶ τρίτον ἀναθεματίσας πρὶν ἢ τὸν ἀλέκτορα φωνῆσαι·
這位就是在雞叫以先,三次不認主、又三次咒詛自己的那人;
This is he who denied three times, and three times called down a curse upon himself, before the cock crowed;
1:134
τὴν ὑπερβολὴν γὰρ τῆς αὐτοῦ πρὸς τὸν ἑαυτοῦ δεσπότην ἀγαπήσεως σημαίνων διϊσχυριζόμενος ἔλεγεν εἰ καὶ πάντες ἀρνήσονταί σε, ἐγὼ οὐκ ἀρνήσομαι, ὅσον τὸ. ἐπ' ἀνθρώπῳ λέγων·
因為他表明自己對主人那超乎尋常的愛,堅決地說:「即便眾人都不認你,我也絕不會不認你」——這話乃是就人力所能及的範圍而說的;
for, signifying the excess of his love toward his own Master, insisting strongly, he said, "Even if all deny you, I will not deny you" — speaking so far as lay within human power;
1:135
οὗτός ἐστιν ὁ κλαύσας ἐπὶ τῇ φωνῇ τοῦ ἀλεκτρυόνος, ἵνα ἀληθῶς ὁμολογήσῃ τὴν τοῦ υἱοῦ τοῦ θεοῦ σύλληψιν οὐ δοκήσει οὖσαν, ἀλλ' ἀληθινήν, ἵνα εἴπῃ αὐτὸν ἀληθινὸν ἄνθρωπον ἐν τῷ κλαίειν ἐπὶ τῇ αὐτοῦ συλλήψει παραδοθέντος ὑπὸ τῶν. Φαρισαίων·
這就是那位在雞鳴之時哭泣的人,好使他能真實地承認神子被捕並非只是表象,而是真實的事,藉著在主人被法利賽人交出、遭到逮捕之時哭泣,宣告祂是真實的人;
this is he who wept at the crowing of the cock, so that he might truly confess that the seizure of the Son of God was not in mere appearance but real, that in weeping over his Master's seizure, when he had been handed over by the Pharisees, he might declare him to be a true man;
1:136
οὗτος ὁ ἀπελθὼν εἰς τὴν Γαλιλαίαν ἁλιεύειν, ὁ συγκοινωνὸς τοῦ ἐπὶ τοῦ στήθους ἀνακλιθέντος ὁ μὲν γὰρ παρὰ τοῦ υἱοῦ μανθάνων καὶ ἀπὸ τοῦ υἱοῦ λαμβάνων τῆς γνώσεως τὴν. δύναμιν ἀπεκάλυπτεν, ὁ δὲ παρὰ τοῦ πατρὸς ὠφελεῖτο, τὴν ἀσφάλειαν τῆς πίστεως θεμελιῶν, ὃς ἐν τῇ νηῒ ἐπὶ τῆς Τιβεριάδος λίμνης γυμνὸς πάλιν μετὰ τὸ κληθῆναι ἡλίευεν ὁ δὲ μαθητής, ὃν ἠγάπα ὁ Ἰησοῦς ἐπὶ τῷ ῥήματι, ὃ εἶπεν ὁ σωτήρ παιδία, μή τι προσφάγιον ἔχετε; καί φησι βάλετε εἰς τὰ δεξιὰ τοῦ πλοίου καὶ εὑρήσετε, ἐπὶ δὲ τῷ γενομένῳ ῥήματι ἐκπλαγέντι τῷ Πέτρῳ φησὶν ὁ Ἰωάννης, ὃν ἠγάπα ὁ Ἰησοῦς, ὁ κύριός ἐστιν, ἄνθρωπος μὲν κατὰ σάρκα, ἀπὸ Μαρίας γεννηθεὶς ἐν ἀληθείᾳ οὐ μὴν δοκήσει, θεὸς δὲ κατὰ πνεῦμα. ὤν, ἀπὸ τῶν ἐπουρανίων ἐκ πατρὸς ἐλθών·
這就是那前往加利利打魚去的人——他是那曾靠在主胸前之人的同伴:那一位,因常從子受教、又從子領受知識的能力,便時常加以顯明;而這一位,則蒙父所惠顧,為信仰的穩固奠定根基——他就是那在提比哩亞湖上的船中、蒙召之後仍赤身打魚的人;耶穌所愛的那門徒,因著救主所說的話——「孩子們,你們有魚吃嗎?」他又說:「把網撒在船的右邊,就必得著」——就在這話應驗、彼得驚訝之際,耶穌所愛的約翰便說:「是主!」——這位主按肉身而言是人,實實在在由馬利亞所生,並非只是表象,但按靈而言祂是神,是從諸天之上、從父而來的;
this is he who went away to Galilee to fish — the companion of the one who had reclined upon the Lord's breast: for the one, on the one hand, learning from the Son and receiving from the Son the power of knowledge, used to reveal it, while the other, on the other hand, was benefited by the Father, laying the foundation for the security of the faith — he who, in the boat on the lake of Tiberias, was fishing naked again after having been called; and the disciple whom Jesus loved, at the word which the Savior spoke, "Children, do you have any fish?" — and he says, "Cast on the right side of the boat, and you will find" — and when that word came to pass, while Peter was astonished, John, whom Jesus loved, says, "It is the Lord" — [the Lord who is] man according to the flesh, born of Mary in truth and not in mere appearance, but God according to the Spirit, having come from the heavenly realms, from the Father;
1:137
οὗτος ὁ ἀκούων παρὰ τοῦ αὐτοῦ Πέτρε, ποίμαινε τὰ ἀρνία μου, ὁ πεπιστευμένος τὴν ποίμνην, ὁ καλῶς ὁδηγῶν ἐν τῇ δυνάμει τοῦ ἰδίου δεσπότου, ὁ ὁμολογῶν περὶ σαρκός, ὁ ἀληθινῶς τὰ πατρὸς ἀπαγγέλλων περὶ υἱοῦ, ὁ τὸ πνεῦμα σημαίνων καὶ τὴν αὐτοῦ ἀξίαν ἐν θεότητι, ὁ δεξιὰν διαδοὺς τῷ Παύλῳ καὶ Βαρνάβᾳ κοινωνίας σὺν Ἰακώβῳ καὶ Ἰωάννῃ, ἵνα διὰ τριῶν μαρτύρων σταθῇ πᾶν ῥῆμα
這就是那從同一位主聽見「彼得,你牧養我的小羊」的人——他受託牧養這群羊,憑著自己主人的能力善加引導,就肉身之事作見證,就子的事真實地宣講父的事,指明聖靈及其在神性中的尊貴,並與雅各、約翰一同向保羅和巴拿巴伸出相交的右手,好叫凡事都憑三個見證人得以確立。
this is he who heard from the same Lord, "Peter, feed my lambs" — he who was entrusted with the flock, who guides it well by the power of his own Master, who confesses concerning the flesh, who truly proclaims the Father's things concerning the Son, who signifies the Spirit and his worth within the divinity, who gave the right hand of fellowship to Paul and Barnabas, together with James and John, so that by three witnesses every word might be established.
1:138
Οὐδὲν γὰρ ἄνευ τῶν δύο καὶ τριῶν μαρτυριῶν δύναται εἶναι
因為凡事沒有兩三個見證,就不能成立。
For nothing can stand without two or three testimonies.
1:139
εἰς αὐτὰς γὰρ ἐβεβαιοῦτο δι' αἰνίγματος καὶ ἡ πίστις τῶν ἐν τῷ νόμῳ, μόνον πατέρα ἐπιγνόντων, εἰ μή τι λάβωσι δύναμιν υἱοῦ καὶ διὰ τῶν μαρτυριῶν πατρὸς καὶ υἱοῦ ἐνδυναμωθῶσι διά τε τῆς τρίτης. μαρτυρίας λάβωσι πνεῦμα ἅγιον καὶ πληρωθῶσι, φανερῶς τῶν φωνῶν τῶν Χερουβὶμ καὶ Σεραφὶμ κραζουσῶν τὸ τρίτον τὸ ἅγιος ἅγιος. ἅγιος
因為正是憑著這些見證,那些在律法之下、只認識父的人的信仰,也以隱晦的方式得以確立——除非他們也領受子的能力,並藉著父與子的見證得以堅固,又藉著第三個見證領受聖靈而得以完全——這一切都由基路伯與撒拉弗的聲音清楚地顯明出來,牠們三次呼喊:「聖哉,聖哉,聖哉。」
for by means of these the faith of those under the Law was also confirmed, though enigmatically — [the faith] of those who recognized the Father alone — unless indeed they should also receive the power of the Son, and through the testimonies of the Father and the Son be strengthened, and through the third testimony receive the Holy Spirit and be made complete — this being made plain by the voices of the Cherubim and the Seraphim, who cry out the threefold cry, "Holy, holy, holy."
1:140
οὐ γὰρ διὰ δύο φωνῶν ἡ δοξολογία ἐν οὐρανῷ τελεῖται οὐδὲ τέταρτον ἐπιφωνοῦσι τὰ αὐτὰ ἅγια καὶ ἀόρατα πνευματικὰ ζῷα οὐδὲ τετάρτην φωνὴν ἀποδίδωσι τὰ αὐτὰ οὐδὲ μίαν μόνην,. ἀλλὰ τρεῖς φωνὰς ἑνικάς, τὸ ἅγιος ἅγιος ἅγιος·
因為這在天上的頌讚並非藉兩聲呼喊完成,那些同樣聖潔而不可見的屬靈活物也不呼喊第四聲,牠們既不發出第四聲,也不只發出單獨一聲,而是三聲各自獨立的呼喊:「聖哉,聖哉,聖哉。」
For the doxology in heaven is not accomplished by two utterances, nor do those same holy and invisible spiritual living creatures cry out a fourth [utterance], nor do they render a fourth cry, nor a single one alone, but three distinct utterances: "Holy, holy, holy."
1:141
καὶ οὐ λέγουσιν ἅγιοι ἅγιοι, ἵνα μὴ τὸ ἑνικὸν πολυώνυμον ἀποφήνωσι μηδὲ τῶν τριῶν τὸν ἀριθμὸν ἀποκρύψωσιν, ἀλλὰ τρὶς μὲν διδόασι τὴν ἁγιαστείαν, μονοειδῶς δὲ καὶ ἑνικῶς ἀποφθέγγονται τὸν λόγον, ἵνα μὴ. πολυθεΐαν ὀνομάσωσιν
他們不說「眾聖者、眾聖者」,免得使那獨一者顯出多個名號,也不將三者的數目隱藏起來;反倒三次宣告聖潔之尊稱,卻以單一形式、用單數說出此詞,免得因此稱之為多神論。
And they do not say "holy ones, holy ones," lest they should make the singular into a many-named thing, nor yet conceal the number of the three; but they render the sanctification three times, while uttering the word in a single form and in the singular, lest they should give a name to polytheism.
1:142
εἷς γάρ ἐστι θεός, πατὴρ ἐν υἱῷ, υἱὸς ἐν πατρὶ σὺν ἁγίῳ πνεύματι
因為神是一位:父在子裡,子在父裡,與聖靈同在。
For God is one: Father in Son, Son in Father, together with the Holy Spirit.
1:143
καὶ διὰ τοῦτο ἅγιος ἐν ἁγίοις ἀναπαυόμενος, πατὴρ ἀληθινὸς ἐνυπόστατος καὶ υἱὸς ἀληθινὸς ἐνυπόστατος καὶ πνεῦμα ἅγιον ἀληθινὸν ἐνυπόστατον, τρία ὄντα μία θεότης μία. οὐσία μία δοξολογία εἷς θεός
正因如此,祂是聖者,安息在眾聖者之中:真實而具位格的父,真實而具位格的子,真實而具位格的聖靈——三者存在,卻是一個神性、一個本質、一個榮耀頌詞、一位神。
And for this reason, holy, resting among the holy ones: a true and hypostatic Father, and a true and hypostatic Son, and a true and hypostatic Holy Spirit — three existing, one Godhead, one essence, one glorification, one God.
1:144
ὠνόμασας υἱόν, συμπεριείληφας τῇ διανοίᾳ τὴν τριάδα·
你稱呼了子,你已在思想中將三一一併涵括;
You have named the Son, and you have thereby embraced the Trinity together in your understanding;
下一段 →
1

新的原文誦讀上線時通知我

每次有新章節誦讀影片就寄一封信。採雙重確認,隨時可一鍵取消。