📜 Verbum · 聖言
原文誦讀聖經與教父文獻
♥ 贊助

← 回書卷目次 · 希臘教父 › 藥箱(駁八十異端)

藥箱(駁八十異端) 第 1 章 第 21/82 段

希臘文原文.145 節.部分字詞可點開查義.本章太長已分段,此段為 1:3208–1:3352(全章共 12976 節)

← 上一段下一段 →
ℹ️ 本語料沒有逐節的詞法標註。原形主要取自同語言其他書卷的逐詞標註(不是這一節的標註),少數查不到的才回頭依字形比對詞典。同形的罕見字仍可能判錯,需要精確判斷時請覆核原文與專門詞典。
ℹ️ 中英對照為本站自譯,直接譯自本頁的原文(非和合本/WEB —— 那兩者譯自馬所拉文本,與本頁底本不同)。
1:3208
καὶ ταῦτα, φασίν,. ἐστὶ τὰ ἄρρητα ῥήματα
他們說:「這些就是那些不可言說的話。」
'And these,' they say, 'are those unspeakable words.'
1:3209
διδάσκουσι δὲ ταῦτα καὶ τὰ τοιαῦτα, τοὺς πονηροὺς τιμῶντες καὶ τοὺς ἀγαθοὺς ἀπαγορεύοντες
他們教導這些以及諸如此類的事,尊崇邪惡之人,卻禁止人尊崇良善之人。
And they teach these things and things of this kind, honoring the wicked and forbidding the good.
1:3210
εἶναι γάρ φασιν, ὡς προεῖπον, τὸν Κάϊν τῆς ἰσχυροτέρας δυνάμεως καὶ τὸν Ἄβελ τῆς ἀσθενεστέρας
因為,正如我先前所說,他們宣稱該隱屬於那較強的能力,亞伯則屬於那較弱的能力。
For they say, as I have said before, that Cain belongs to the stronger power, and Abel to the weaker.
1:3211
ταύτας δὲ τὰς δυνάμεις τῇ Εὔᾳ προσπλακείσας γεγεννηκέναι τὸν Κάϊν καὶ τὸν Ἄβελ, καὶ εἶναι τῆς μὲν τὸν Κάϊν τῆς δὲ τὸν Ἄβελ·
他們說,這兩種能力與夏娃交合,生下了該隱和亞伯,該隱屬於這一能力,亞伯則屬於那一能力。
And [they say] that these powers, having coupled with Eve, begot Cain and Abel, and that Cain belongs to the one, and Abel to the other.
1:3212
εἶναι δὲ καὶ τὸν Ἀδὰμ καὶ τὴν Εὔαν ἀπὸ τῶν τοιούτων δυνάμεων εἴτουν ἀγγέλων γεγεννημένους·
而亞當和夏娃本身,也是由這類能力——也就是天使——所生的。
And that Adam and Eve themselves were also begotten from such powers, that is, from angels.
1:3213
καὶ τοὺς γεννηθέντας παῖδας, Κάϊν τέ φημι καὶ Ἄβελ, ἐρίσαι πρὸς ἀλλήλους καὶ τὸν γεγεννημένον ἀπὸ ἰσχυρᾶς δυνάμεως πεφονευκέναι τὸν ἀπὸ τῆς ἥττονος δυνάμεως καὶ ἀσθενεστέρας
這樣所生的兩個孩子——就是該隱和亞伯——彼此相爭,那由強大能力所生的一個便殺了那由較弱能力所生的一個。
And [they say] that the children thus begotten, Cain and Abel, I mean, contended with one another, and that the one begotten of the strong power slew the one from the lesser and weaker power.
1:3214
Τὰ δὲ αὐτὰ μυθώδη καὶ οὗτοι παραπλέκουσι τῇ περὶ τῶν αὐτῶν δηλητηρίων τῆς ἀγνωσίας δόσει, τοῖς πειθομένοις ἐπιβουλεύοντες ὅτι δεῖ πάντα ἄνθρωπον ἑαυτῷ ἑλέσθαι τὴν ἰσχυροτέραν δύναμιν καὶ τῆς ἥττονος καὶ ἀτόνου ἀποχωρίζεσθαι, τουτέστιν τῆς τὸν οὐρανὸν ποιησάσης καὶ τὴν σάρκα καὶ τὸν κόσμον, καὶ ὑπερβαίνειν εἰς τὰ ἀνώτατα διὰ τῆς τοῦ Χριστοῦ σταυρώσεως
這些人也把同樣的荒誕神話,摻雜在施予同樣的無知毒藥之中,圖謀陷害那些聽信他們的人,教導說:人人都當為自己選擇那較強的能力,並與那較弱、無力的能力——也就是造出天、肉體與世界的那一位——脫離關係,並藉著基督的十字架超越,進入至高之境。
These men, too, weave in the same mythical fabrications, along with the administering of the same poisons of ignorance, plotting against those who are persuaded, that every man must choose for himself the stronger power and separate himself from the weaker and feeble one — that is, from the one that made heaven and the flesh and the world — and pass over into the highest realms through the crucifixion of Christ.
1:3215
διὰ γὰρ τοῦτο, φασίν, ἦλθεν ἄνωθεν, ἵνα ἐν αὐτῷ ἐνεργηθῇ δύναμις ἰσχυρά, κατὰ τῆς ἀσθενεστέρας δυνάμεως τὸ τρόπαιον λαβοῦσα καὶ τὸ σῶμα παραδοῦσα
他們說:「正因如此,祂才從上界降臨,好叫那強大的能力在祂裡面運行,勝過那較弱的能力、奪得勝利的戰利品,並且交出了那身體。」
'For this reason,' they say, 'he came from above, so that in him a strong power might be effected, taking up its trophy of victory against the weaker power, and surrendering the body.'
1:3216
καὶ οἱ μὲν αὐτῶν τοῦτο λέγουσιν, ἄλλοι δὲ ἄλλα
他們當中有人這樣說,也有人說法不同。
And some of them say this, while others say other things.
1:3217
οἱ μὲν γὰρ λέγουσι διὰ τὸ πονηρὸν εἶναι τὸν Χριστὸν παραδοθῆναι αὐτὸν ὑπὸ τοῦ Ἰούδα, βουλόμενον διαστρέφειν τὰ κατὰ τὸν νόμον, ἐπαινοῦσι γὰρ τὸν Κάϊν καὶ τὸν Ἰούδαν, ὡς ἔφην, καὶ λέγουσι·
有些人說,基督之所以被猶大出賣,是因為基督是邪惡的,猶大有意要推翻律法所規定的事——因為,正如我先前所說,他們稱讚該隱與猶大——他們這樣說:
For some say that Christ was betrayed by Judas because Christ was wicked, Judas wishing to overturn the things pertaining to the Law — for they praise Cain and Judas, as I have said — and they say:
1:3218
τού. του ἕνεκεν παραδέδωκεν αὐτόν, ἐπειδὴ ἠβούλετο καταλύειν τὰ καλῶς δεδιδαγμένα
「他之所以出賣他,是因為他要廢除那些教導得美好的事。」
'For this reason he betrayed him, because he wished to destroy the things well taught.'
1:3219
οὐχί, φασίν, ἀλλὰ ἀγαθὸν αὐτὸν ὄντα παρέδωκεν κατὰ τὴν ἐπουράνιον γνῶσιν
但另有人說:「不然,猶大出賣他,正是出於良善,是按著那從天上來的知識而行的。」
'No,' others say, 'but he betrayed him, being good, in accordance with the heavenly knowledge.'
1:3220
ἔγνωσαν γάρ, φασίν, οἱ ἄρχοντες ὅτι ἐὰν ὁ Χριστὸς παραδοθῇ σταυρῷ κενοῦται αὐτῶν ἡ ἀσθενὴς δύναμις
他們說:「因為眾統治者知道,倘若基督被交付十字架,他們那軟弱的能力就會被掏空。」
'For the rulers knew,' they say, 'that if Christ were handed over to the cross, their weak power would be emptied out.'
1:3221
καὶ τοῦτο, φησί, γνοὺς ὁ Ἰούδας ἔσπευσεν καὶ πάντα ἐκίνησεν ὥστε παραδοῦναι αὐτόν, ἀγαθὸν ἔργον ποιήσας ἡμῖν εἰς σωτηρίαν
他們說,猶大知道這事後便急忙行動,竭盡全力要把他交出去,為我們的救恩做了一件善事。
And knowing this, they say, Judas hastened and set everything in motion so as to betray him, having done a good work for us unto salvation.
1:3222
καὶ δεῖ ἡμᾶς ἐπαινεῖν καὶ ἀποδιδόναι αὐτῷ τὸν ἔπαινον, ὅτι δι' αὐτοῦ κατεσκευάσθη ἡμῖν ἡ τοῦ σταυροῦ σωτηρία καὶ ἡ διὰ τῆς τοιαύτης ὑποθέσεως τῶν ἄνω ἀποκάλυψις
我們理當稱讚他、將稱讚歸給他,因為藉著他,十字架的救恩為我們預備成就了,並且藉此因由,上界的啟示也得以顯明。
And we must praise him and render him praise, because through him the salvation of the cross was prepared for us, and through such a matter the revelation of the things above.
1:3223
Κατὰ πάντα δὲ τρόπον οὗτοι ἠπάτηνται, οὐκ ἀγαθόν τινα τιμῶντες ἢ ἐπαινοῦντες
然而這些人在各方面都受了欺騙,因為他們所尊崇、所稱讚的並非什麼良善之人。
But in every way these people have been deceived, honoring or praising one who is not good.
1:3224
δῆλον δὲ ὅτι ἐκ τοῦ διαβόλου αὐτοῖς ταῦτα ὑπέσπαρται, τὰ τῆς ἀγνοίας λέγω καὶ ἀπάτης
顯然這些東西是魔鬼撒在他們裡面的——我是說無知與欺詐之事。
It is clear that these things have been sown in them by the devil — I mean the things of ignorance and deceit.
1:3225
πληροῦται δὲ ἐπ' αὐτοῖς τὸ γεγραμμένον οὐαὶ τοῖς λέγουσι τὸ καλὸν πονηρὸν καὶ τὸ πονηρὸν ἀγαθόν, οἱ τιθέντες τὸ σκότος φῶς καὶ τὸ φῶς σκότος, οἱ λέγοντες τὸ γλυκὺ πικρὸν καὶ τὸ πικρὸν γλυκύ
這正應驗了經上所寫的:『禍哉,那稱善為惡、稱惡為善,以暗為光、以光為暗,以苦為甜、以甜為苦的人!』
And in them is fulfilled that which is written: 'Woe to those who call good evil and evil good, who put darkness for light and light for darkness, who call bitter sweet and sweet bitter.'
1:3226
πάντῃ γὰρ ἐκφωνεῖ παλαιὰ καὶ καινὴ διαθήκη τοῦ Κάϊν τὴν ἀσέβειαν ἐπικηρυκευομένη
因為舊約與新約在各處都宣告,昭示該隱的不敬虔。
For in every way the Old and New Testament proclaim, announcing the impiety of Cain.
1:3227
οὗτοι δὲ τοὐναντίον, τοῦ σκότους ὄντες ἐρασταὶ καὶ τῶν κακοποιῶν μιμηταί, τὸν Ἄβελ μισοῦσι, τὸν δὲ Κάϊν ἀγαπῶσι καὶ τῷ Ἰούδᾳ τὸν ἔπαινον διδόασι
但這些人恰恰相反,他們是黑暗的愛好者、作惡者的效法者,恨惡亞伯,喜愛該隱,並將稱讚歸給猶大。
But these people, on the contrary, being lovers of darkness and imitators of evildoers, hate Abel, love Cain, and give praise to Judas.
1:3228
φθοριμαίαν δὲ γνῶσιν σχηματίζονται, δύο τάττοντες δυνάμεις, ἀσθενεστέραν τε καὶ δυνατωτέραν, ἀντιμαχομένας δὲ πρὸς ἀλλήλας, ποιούσας δὲ ἐν τῷ κόσμῳ οὐ γνώμης ἀλλοίωσιν, ἀλλὰ τῶν γεγενημένων τοὺς μὲν κατὰ φύσιν ἀπὸ κακίας τὴν οὐσίαν ἔχειν, τοὺς δὲ ἀπὸ ἀγαθότητος
他們捏造出一種敗壞的『知識』,設立兩種能力——一較弱、一較強——彼此相爭,使世上受造之物並非由意志的改變而分,而是有些按本性其本質出於邪惡,有些則出於良善。
They fashion for themselves a corruptive 'knowledge', positing two powers, one weaker and one stronger, warring against each other, which produce in the world not a change of will, but that among the things that have come to be, some by nature have their essence from wickedness, and others from goodness.
1:3229
οὐδένα δὲ κατὰ γνώμην ἀγαθὸν ἢ φαῦλον εἶναι λέγουσιν, ἀλλὰ κατὰ φύσιν
他們說沒有人是按意志而為善或為惡的,而是按本性而定。
And they say that no one is good or wicked according to will, but according to nature.
1:3230
Καὶ πρῶτον ἴδωμεν περὶ τοῦ Κάϊν, ὡς ἡ μὲν παλαιὰ διαθήκη φησίν ἐπικατάρατος σὺ ἀπὸ τῆς γῆς, ἥτις ἔχανε τὸ στόμα αὐτῆς δέξασθαι τὸ αἷμα τοῦ ἀδελφοῦ σου ἐκ χειρός σου καὶ πάλιν ἐπικατάρατος σὺ ἐν τοῖς ἔργοις σου, καὶ ἔσῃ στένων καὶ τρέμων ἐπὶ τῆς γῆς
首先讓我們來看關於該隱的事:舊約如此說:『你必從地受咒詛,地開了口,從你手裡接受你兄弟的血』;又說:『你在你所作的事上必受咒詛,你必在地上呻吟戰慄。』
And first let us consider concerning Cain, how the Old Testament says: 'Cursed are you from the earth, which opened its mouth to receive your brother's blood from your hand'; and again, 'Cursed are you in your deeds, and you shall be groaning and trembling upon the earth.'
1:3231
εὐαγγελίῳ περὶ τούτου λέγει, ὅτε Ἰουδαῖοι ἔλεγον ἡμεῖς πατέρα ἔχομεν τὸν θεόν
福音書論及此事,是在猶太人說『我們有神為父』的時候。
The Gospel speaks of this, when the Jews said, 'We have God as our father.'
1:3232
ὁ δὲ κύριος πρὸς αὐτοὺς ἔφη ὑμεῖς υἱοί ἐστε τοῦ πατρὸς. ὑμῶν τοῦ διαβόλου, ὅτι ψεύστης ἐστίν, ὅτι ὁ πατὴρ αὐτοῦ ψεύστης ἦν
主卻對他們說:『你們是出於你們的父魔鬼,因為他是說謊的,因為他的父也是說謊的。』
But the Lord said to them, 'You are of your father the devil, for he is a liar, because his father was a liar.'
1:3233
ἐκεῖνος ἀνθρωποκτόνος ἦν καὶ ἐν τῇ ἀληθείᾳ οὐκ ἔμεινεν·
那一位從起初就是殺人的,不站在真理裡。
That one was a murderer from the beginning, and did not stand in the truth.
1:3234
ὅταν λαλῇ τὸ ψεῦδος, ἐκ τῶν ἰδίων λαλεῖ, ὅτι καὶ ὁ πατὴρ αὐτοῦ ψεύστης ἦν
他說謊是出於自己,因為他的父也是說謊的。
When he speaks a lie, he speaks from his own, because his father also was a liar.
1:3235
ὅθεν καὶ αἱ ἄλλαι αἱρέσεις ἀκούουσαι τὸ ῥῆμα τοῦτο πατέρα μὲν τῶν Ἰουδαίων φάσκουσιν εἶναι τὸν διάβολον, ἔχειν δὲ πατέρα ἄλλον καὶ τὸν αὐτοῦ πατέρα πάλιν πατέρα
因此其他異端聽見這話,便宣稱魔鬼是猶太人的父,但魔鬼自己還有另一位父,而那一位父又有另一位父。
Whence also the other heresies, hearing this saying, assert that the devil is the father of the Jews, but that he too has another father, and his father again another father.
1:3236
ἀλλὰ ἀθυρογλώττως φθέγγονται, τὴν διάνοιαν τυφλώττοντες
但他們信口胡言,心智昏盲。
But they speak with an unbridled tongue, being blind in understanding.
1:3237
καὶ γὰρ ἐπὶ τὸν πάντων δεσπότην, θεὸν Ἰουδαίων καὶ Χριστιανῶν καὶ πάντων, τὴν συγγένειαν ἐκείνῳ ἀνάγουσι, τοῦτον πατέρα τοῦ ἐκείνου πατρὸς εἶναι λέγοντες, τὸν νομοθετήσαντα διὰ Μωυσέως καὶ τοσαῦτα θαυμάσια πεποιηκότα
因為他們竟把這系譜一直推到萬有的主宰——猶太人、基督徒和萬民的神身上,說祂就是那一位之父的父,就是那位藉摩西立法、又行了那麼多奇事的神。
For indeed they trace the kinship up to the Master of all, the God of the Jews and Christians and all people, saying that he is the father of that one's father — the one who legislated through Moses and did so many wonders.
1:3238
οὐκ ἔστιν δὲ τοῦτο, ὦ ἀγαπητοί
但事實並非如此,親愛的弟兄啊。
But this is not so, O beloved.
1:3239
αὐτὸς γὰρ εὐθύς φησιν ὁ κύριος, ἐν ἅπασιν ἡμῶν τὴν ἐπιμέλειαν ποιούμενος, ἵνα μὴ ἐν παρεκβάσει γενώμεθα τοῦ προκειμένου ἕτερα ἀνθ' ἑτέρων σοφιζόμενοι καὶ διανοούμενοι, λέγων πατέρα αὐτῶν εἶναι τὸν διάβολον Ἰούδαν, ὃν καὶ Σατανᾶν κέκληκεν καὶ διάβολον λέγων πρὸς τοὺς μαθητάς οὐχὶ τοὺς δώδεκα ὑμᾶς ἐξελεξάμην καὶ εἷς ἐξ ὑμῶν διάβολος; οὐχὶ διάβολον λέγων φύσει, ἀλλὰ κατὰ τὴν γνώμην
因為主自己隨即說明——祂在凡事上都顧念我們,免得我們偏離正題,妄自揣測穿鑿、想入非非——祂說他們的父就是魔鬼,指的是猶大;主也曾稱他為撒但、為魔鬼,對門徒說:『我不是揀選了你們十二個人嗎?但你們中間有一個是魔鬼。』祂稱他為『魔鬼』並非按本性,而是按意念。
For the Lord himself immediately says, taking care of us in all things, lest we depart from the matter at hand, cleverly devising and reasoning one thing instead of another, that their father is the devil — Judas, whom he also called Satan and devil, saying to the disciples, 'Did I not choose you, the twelve, and one of you is a devil?' — not calling him 'devil' by nature, but according to intention.
1:3240
πάλιν δὲ ἐν ἑτέρῳ τόπῳ λέγει πάτερ κύριε οὐρανοῦ καὶ γῆς, τήρησον τούτους οὓς δέδωκάς μοι
祂又在別處說:『父啊,天地的主,求祢保守這些祢所賜給我的人。』
And again in another place he says, 'Father, Lord of heaven and earth, keep these whom you have given me.'
1:3241
ὅτε ἤμην μετ' αὐτῶν, ἐφύλαξα αὐτούς, καὶ οὐδεὶς ἐξ αὐτῶν ἀπώλετο εἰ μὴ ὁ υἱὸς τῆς ἀπωλείας
『我與他們同在的時候,保守了他們,其中除了那滅亡之子,沒有一個滅亡。』
'While I was with them, I kept them, and none of them was lost except the son of perdition.'
1:3242
πάλιν ἄλλοτε λέγει ὅτι δεῖ τὸν υἱὸν τοῦ ἀνθρώπου παραδοθῆναι κατὰ τὸ γεγραμμένον περὶ αὐτοῦ, οὐαὶ δὲ δι' οὗ παραδοθήσεται
祂又在別的時候說:人子必要照著經上所記的被出賣,但那出賣人子的人有禍了。
Again at another time he says that the Son of Man must be betrayed according to what is written concerning him, but woe to him through whom he will be betrayed.
1:3243
συνέφερεν γὰρ αὐτῷ εἰ οὐκ ἐγεννήθη, καὶ τὰ ἑξῆς
『那人不生在世上倒好』,等等。
'For it would have been better for him if he had not been born,' and so forth.
1:3244
ἄρα γοῦν ἐξ ἅπαντος ἔγνωμεν ὡς περὶ τοῦ Ἰούδα ἔλεγεν τοῖς Ἰουδαίοις·
由此可見,我們完全可以確知,祂是在向猶太人論及猶大。
Therefore, from all this, we know assuredly that he was speaking about Judas to the Jews.
1:3245
ᾧ γάρ τις ἥττηται, τούτῳ καὶ δεδούλωται, καὶ ᾧ τις πείθεται, τοῦτον πατέρα ἔσχηκεν καὶ ἀρχηγὸν τῆς αὐτοῦ πειθοῦς
因為人被誰制伏,就作誰的奴僕;人聽從誰,就以誰為父、為自己順從的元首。
For to whomever one is defeated, to him one is also enslaved, and whomever one obeys, him one has as father and originator of one's obedience.
1:3246
φησὶν οὖν ὁ κύριος ὑμεῖς υἱοὶ τοῦ πατρὸς ὑμῶν τοῦ διαβόλου ἐστέ, ἐπειδὴ ἀντὶ τοῦ Χριστοῦ τῷ Ἰούδᾳ ἐπείσθησαν, καθάπερ ἀπὸ θεοῦ ἐκκλίνασα ἡ Εὔα τῷ ὄφει ἐξ ἀρχῆς ἐπείσθη
所以主說:『你們是屬你們的父魔鬼的』,因為他們聽從了猶大,卻不聽從基督,正如夏娃背離了神,起初聽從了那蛇一樣。
So the Lord says, 'You are sons of your father the devil,' since they obeyed Judas instead of Christ, just as Eve, turning away from God, from the beginning obeyed the serpent.
1:3247
ἔπειτα ὅτι καὶ ψεύστης ἦν οὐ μόνον, ἀλλὰ καὶ κλέπτης κατὰ τὸ ἐν τῷ εὐαγγελίῳ εἰρημένον
此外,他不僅是說謊的,按福音書所說,也是個賊。
Furthermore, that he was not only a liar, but also a thief, according to what is said in the Gospel.
1:3248
διὸ καὶ αὐτῷ παρέδωκε τὸ. γλωσσόκομον, ἵνα ἀναπολόγητος ᾖ διὰ φιλαργυρίαν τὸν ἴδιον δεσπότην παραδοὺς εἰς χεῖρας ἀνθρώπων
因此主把錢囊交託給他,使他因貪愛錢財而將自己的主人出賣到人手中一事,無可推諉。
Therefore he entrusted to him the money-box, so that he would be without excuse, having betrayed his own Master into the hands of men because of love of money.
1:3249
τίς οὖν ὁ τούτου πατήρ, ὁ πρὸ αὐτοῦ ψεύστης ὑπάρχων, ἀλλ' ἢ ὁ Κάϊν, οὗ μιμητὴς ὁ Ἰούδας; ἐκεῖνος γάρ, ψευσάμενος τῷ ἀδελφῷ ὡς ἐν φιλαδελφίᾳ, ἠπάτησε καὶ παρέπεισεν διὰ τοῦ ψεύδους καὶ ἐξαγαγὼν αὐτὸν ἐν τῷ πεδίῳ ἐπάρας τὴν χεῖρα ἀπέκτεινεν
那麼,在他之前作說謊者的父,除了該隱還能是誰呢?猶大正是該隱的效法者。因為該隱曾向自己兄弟說謊,假裝出於手足之情,用謊言欺哄誘騙他,帶他到田間,舉手把他殺了。
Who then is his father, the one who was a liar before him, if not Cain, whose imitator Judas is? For that one, having lied to his brother as though in brotherly love, deceived him and persuaded him through falsehood, and having led him out into the field, raised his hand and killed him.
1:3250
οὕτω καὶ ὁ Ἰούδας τί θέλετέ μοι φησί δοῦναι, καὶ ἐγὼ αὐτὸν παραδώσω ὑμῖν; καί ὃν ἂν φιλήσω, αὐτός ἐστι, κρατήσατε αὐτόν
猶大同樣說:『你們願意給我什麼,我就把他交給你們?』又說:『我與誰親嘴,誰就是他,你們可以拿住他。』
So too Judas says, 'What are you willing to give me, and I will deliver him to you?' And, 'Whomever I kiss, he is the one; seize him.'
1:3251
καὶ ἐλθὼν ὁ προδότης χαῖρε Ῥαββί ἔλεγε, τοῖς χείλεσι τιμῶν, καρδίαν δὲ πόρρω ἀπέχουσαν θεοῦ κεκτημένος
這出賣者上前來說:『請安,拉比』,口唇上尊敬,心裡卻遠離神。
And the betrayer, coming, said, 'Hail, Rabbi,' honoring with his lips, while possessing a heart far removed from God.
1:3252
Ἄρα γοῦν οὗτος ὁ Ἰούδας, πατὴρ αὐτῶν γενόμενος κατὰ τὴν ἀρνησιθεΐαν καὶ προδοσίαν, Σατανᾶς ὑπάρξας καὶ διάβολος οὐ τῇ φύσει, ἀλλὰ τῇ γνώμῃ, υἱὸς γεγένηται οὗτος κατὰ μίμησιν τοῦ Κάϊν τοῦ ἀνθρωποκτόνου τοῦ ψεύστου, ἐπειδὴ καὶ ὁ πατὴρ αὐτοῦ πρὸ αὐτοῦ ψεύστης ἦν, οὐχὶ ὁ Ἀδὰμ ἀλλ' ὁ διάβολος, οὗ τὴν μίμησιν ἔσχεν ἐν τῇ ἀδελφοκτονίᾳ καὶ μίσει καὶ ψεύδει καὶ πρὸς θεὸν ἀντιλογίᾳ, τῷ λέγειν, μὴ φύλαξ εἰμὶ τοῦ ἀδελφοῦ μου; οὐκ οἶδα ποῦ ἐστιν·
由此可見,猶大既因否認神和出賣行為而成了他們的父,他自己作為『撒但』、『魔鬼』並非出於本性,而是出於意念——這人卻是效法殺人者、說謊者該隱而成為兒子;因為在他之前,該隱的父(不是亞當,而是魔鬼)也是說謊者,該隱效法魔鬼,表現在殺害兄弟、仇恨、謊言,以及頂撞神說:『我豈是看守我兄弟的嗎?我不知道他在哪裡。』
So then, this Judas, having become their father through denial of God and betrayal, being Satan and devil not by nature but by intention — this one became a son in imitation of Cain, the murderer, the liar, since his father before him was also a liar, not Adam but the devil, whose imitation he had in the killing of his brother, and in hatred, and in falsehood, and in contradicting God by saying, 'Am I my brother's keeper? I do not know where he is.'
1:3253
οὕτω καὶ ὁ διάβολος τῷ κυρίῳ φησί μὴ δωρεὰν σέβεται Ἰὼβ τὸν θεόν; ἐπειδὴ γὰρ αὐτὸς ὁ διάβολος τῷ ψεύδει ἀπατᾷ τὴν Εὔαν καὶ τὸν Ἀδάμ, ἕτερα ἀνθ' ἑτέρων λέγων καὶ φιλίαν προσποιητὴν ἐνδεικνύμενος, ὅτι ἔσεσθε ὡς θεοί, καὶ οὐκ ἀποθανεῖσθε, τοῦτον μιμούμενος ὁ Κάϊν προσχήματι φιλαδελφίας ἠπάτα τὸν ἀδελφὸν λέγων διέλθωμεν εἰς τὸ πεδίον
照樣,魔鬼也對主說:『約伯敬畏神豈是無故呢?』因為魔鬼本身用謊言欺騙夏娃和亞當,說些似是而非的話,裝出虛假的友愛,說:『你們必如神一樣,你們不會死。』該隱效法魔鬼,藉著手足之情的假象欺哄兄弟,說:『我們往田間去吧。』
So too the devil says to the Lord, 'Does Job worship God for nothing?' For since the devil himself deceives Eve and Adam with a lie, saying one thing instead of another and displaying a feigned friendship — 'You shall be as gods, and you shall not die' — Cain, imitating him, under the pretense of brotherly love deceived his brother, saying, 'Let us go out into the field.'
1:3254
διὰ τοῦτο καὶ ὁ ἅγιος Ἰωάννης εἶπεν ὁ μισῶν τὸν ἀδελφὸν αὐτοῦ, οὗτος οὐ τετελείωται ἐν τῇ ἀγάπῃ, ἀλλὰ ἐκ τοῦ Κάϊν ἐστίν, ὃς ἀπέκτεινε τὸν ἀδελφὸν αὐτοῦ
因此聖約翰也說:『恨自己兄弟的,就沒有在愛中完全,而是出於該隱,因他殺了自己的兄弟。』
For this reason holy John also said, 'He who hates his brother has not been perfected in love, but is of Cain, who killed his brother.'
1:3255
αὐτοῦ καὶ ἐζήλωσε τὰ ἔργα αὐτοῦ, ὅτι ἦν καλά
……並且嫉妒他兄弟的行為,因為那些行為是好的。
...and envied his brother's works, because they were good.
1:3256
οὕτω καὶ οὗτοι μᾶλλον φθονοῦντες τῷ Ἄβελ τῷ καλὰ ἔργα ἔχοντι, τὸν δὲ Κάϊν τιμῶντες, πῶς οὐκ ἐλέγχονται, διαρρήδην τοῦ σωτῆρος λέγοντος καὶ ἀπότομον ἀπόφασιν ὁρίζοντος αὐτοῖς ὅτι ζητηθήσεται ἀπὸ τῆς γενεᾶς ταύτης πᾶν αἷμα δίκαιον ἀπὸ Ἄβελ τοῦ δικαίου τὸ ἀπ' ἀρχῆς ἐκκεχυμένον ἕως. Ζαχαρίου τοῦ προφήτου, οὗ ἀπεκτείνατε μέσον τοῦ ναοῦ καὶ τοῦ θυσιαστηρίου καὶ τὰ ἑξῆς;
照樣,這些人竟嫉妒行為良善的亞伯,反而尊崇該隱,他們怎能不被定罪呢?救主已明明地說,並向他們定下嚴厲的判決:『這世代必被追討自創世以來所流一切義人的血,從義人亞伯的血起,直到你們在聖殿和祭壇中間所殺的撒迦利亞先知的血為止』,等等。
So too these people, rather envying Abel who had good works, and honoring Cain, how are they not convicted, when the Savior expressly says, pronouncing upon them a severe sentence, that from this generation shall be required all the righteous blood shed from the beginning, from righteous Abel to Zechariah the prophet, whom you killed between the temple and the altar, and so forth?
1:3257
Οὐκ ἄρα τοίνυν ὡς οὗτοί φασι διὰ γνῶσιν ὁ Ἰούδας παρέδωκε τὸν σωτῆρα οὐδὲ οἱ Ἰουδαῖοι μισθὸν ἔχουσι σταυρώσαντες τὸν κύριον, καίτοι γε διὰ σταυροῦ ἐχόντων ἡμῶν τὴν σωτηρίαν
所以,並不像這些人所說的那樣,猶大是因著『知識』而出賣了救主;猶太人釘死主也並沒有因此得著什麼賞賜,儘管我們確實是藉著十字架得著救恩。
Therefore, it is not the case, as these people say, that Judas betrayed the Savior out of knowledge, nor do the Jews have a reward for crucifying the Lord, even though we have salvation through the cross.
1:3258
οὔτε γὰρ παρέδωκεν αὐτὸν Ἰούδας, ἵνα γένηται ἡμῖν εἰς σωτηρίαν, ἀλλὰ κατὰ ἄγνοιαν καὶ ζῆλον καὶ φιλαργυρίαν ἀρνησιθεΐας
因為猶大出賣他,並不是為了使這成為我們的救恩,而是出於無知、嫉妒與貪財,以致否認神。
For Judas did not betray him in order that it might become salvation for us, but out of ignorance and envy and love of money — a denial of God.
1:3259
κἄν τε γὰρ εἴποι ἡ γραφὴ τὸν Χριστὸν μέλλοντα σταυρῷ παραδίδοσθαι ἢ κἂν εἴπῃ ἡ θεία γραφὴ τὰ ἐπ' ἐσχάτων τῶν ἡμερῶν δι' ἡμῶν ἐπιτελούμενα ἀτοπήματα, οὐ πάντως εὕροι ἄν τις ἡμῶν τῶν τὰ παράνομα πραττόντων ἀπολογίαν, τὴν τῆς γραφῆς μαρτυρίαν προφέρων προθεσπιζούσης ταῦτα ἔσεσθαι
因為即使經上說基督將要被交付釘十字架,或即使聖經預言了末後的日子將藉我們的手成就的種種悖亂之事,我們這些行不法之事的人,也絕不能藉著引用聖經預言將要發生這些事的見證,來為自己找到藉口。
For even if Scripture should say that Christ was going to be delivered up to the cross, or even if divine Scripture should speak of the absurd things to be accomplished by us in the last days, one would by no means find, for those of us who commit lawless deeds, an excuse by adducing the testimony of Scripture that foretold these things would happen.
1:3260
οὐ γὰρ ὅτι εἶπεν ἡ γραφὴ ποιοῦμεν, ἀλλ' ὅτι ἐμέλλομεν ποιεῖν προεῖπεν ἡ γραφή, διὰ τὴν τοῦ θεοῦ πρόγνωσιν καὶ ἵνα θεὸς ἀγαθὸς ὑπάρχων, ἐπιφέρων δὲ τὴν ὀργὴν κατὰ τῶν ἁμαρτανόντων μὴ ὑποληφθῇ πάθει συνεχόμενος
因為並不是經上說了我們才去做,而是因為我們將要去做,經上才預先說了,這是出於神的先見;也是為了讓那本為良善的神,雖對犯罪的人施行忿怒,卻不致被人誤以為是受情慾所支配。
For it is not because Scripture said it that we do it, but Scripture foretold it because we were going to do it, on account of God's foreknowledge, and so that God, being good, though bringing wrath upon sinners, might not be supposed to be gripped by passion.
1:3261
ἡ γὰρ καθ' ἑκάστου τῶν ἁμαρτανόντων παρὰ θεοῦ ὀργὴ οὐκ ἀπὸ πάθους ὁρμᾶται·
因為神向每一個犯罪者所發的忿怒,並非出於情慾。
For the wrath from God against each sinner does not arise from passion.
1:3262
ἀπαθὲς γὰρ τὸ θεῖον, ἐπιφέρει δὲ τὴν ὀργὴν κατὰ ἀνθρώπων οὐ πάθει ληφθὲν ἀγανακτήσεως οὐδὲ ὀργῇ ἡττηθὲν καὶ κρατούμενον
因為神性是不受情慾支配的;祂向人施行忿怒,並非因被激怒的情慾所攫住,也不是被怒氣所制伏、所轄制。
For the divine is impassible, and it brings wrath upon men not because it is seized by the passion of indignation, nor overcome and mastered by anger.
1:3263
δείκνυσι γὰρ τὸ ἀπαθὲς ὁ θεός, προειπὼν ἡμῖν τὴν ἐσομένην κρίσιν καὶ τὴν δικαίαν παρ' αὐτοῦ τιμωρίαν γινομένην, ἵνα τὸ ἀπαθὲς σημάνῃ τῆς θεότητος
因為神藉著預先告訴我們將要來臨的審判、以及祂將施行的公義刑罰,正顯明了祂的不受情慾支配,為要彰顯神性的無情慾性。
For God shows his impassibility by foretelling to us the judgment that will come and the just punishment that will be enacted by him, so that he might signify the impassibility of the Godhead.
1:3264
προεῖπεν τοίνυν ἡ γραφὴ κατὰ πρόγνωσιν προασφαλιζομένη καὶ διδάσκουσα, ἵνα μὴ ἐμπέσωμεν εἰς ὀργὴν ἀνήκεστον θεοῦ, τὴν οὐ πάθει ὁρισθεῖσαν οὐδὲ συμβαίνουσαν ἀπὸ ἥττης, ἀλλὰ δικαιότατα τοῖς τὴν ἁμαρτίαν ἐκτελοῦσιν ἀνθρώποις προετοιμασθεῖσαν καὶ μὴ μετανοοῦσιν ἐξ ἀληθείας
所以,經上按著先見預先說明,是為預先防範並教導我們,免得我們落入神那無可救藥的忿怒之中——那忿怒並非由情慾所定,也不是因受挫而生,而是極其公義地為那些犯罪、又不真心悔改的人所預先豫備的。
Scripture, therefore, foretold according to foreknowledge, forearming and teaching us, lest we fall into the incurable wrath of God — a wrath not determined by passion nor arising from being overcome, but most justly prepared beforehand for those men who commit sin and do not repent in truth.
1:3265
Οὕτω καὶ ἐπὶ τοῦ σταυροῦ, οὐχ ὅτι εἶπεν ἡ θεία γραφή, ἐσταύρωσαν Ἰουδαῖοι καὶ παρέδωκεν Ἰούδας τὸν σωτῆρα, ἀλλ' ὅτι ἔμελλεν παραδιδόναι Ἰούδας καὶ Ἰουδαῖοι σταυροῦν, τούτου ἕνεκα προεῖπεν ἡ θεία γραφὴ ἐν τῇ παλαιᾷ διαθήκῃ καὶ ὁ κύριος ἐν τῷ εὐαγγελίῳ
論到十字架也是如此:並不是因為聖經說了,猶太人才把祂釘十字架、猶大才出賣了救主,而是因為猶大將要出賣祂、猶太人將要把祂釘十字架,所以聖經才在舊約中、主也才在福音書中預先說明此事。
So too concerning the cross: it is not because the divine Scripture said it that the Jews crucified him and Judas betrayed the Savior, but because Judas was going to betray him and the Jews were going to crucify him, for this reason the divine Scripture foretold it in the Old Testament, and the Lord in the Gospel.
1:3266
ὥστε οὖν οὐκ ἐν γνώσει τῆς ἐσομένης εὐεργεσίας τῷ κόσμῳ παραδέδωκε τὸν κύριον Ἰούδας, ὡς ἐκεῖνοι λέγουσιν, ἀλλ' εἰδὼς μὲν ὅτι ὁ αὐτοῦ δεσπότης ὑπῆρχεν, ἀγνοῶν δὲ ὅτι σωτηρία ἔσται τῷ. κόσμῳ
所以,猶大並不是像那些人所說的那樣,是在明知這將為世界帶來益處的情況下出賣了主;他確實知道那是他自己的主人,卻不知道這會為世界帶來救恩。
So then, Judas did not betray the Lord with knowledge of the benefit that would come to the world, as those people say, but knowing indeed that he was his own Master, yet not knowing that there would be salvation for the world.
1:3267
πῶς γὰρ ἂν εἴη σωτηρίας ἀνθρώπων ἐπιμελόμενος ὁ παρ' αὐτοῦ τοῦ σωτῆρος ἀκούων ἀπωλείας υἱός καὶ τό συμφέρει αὐτῷ, εἰ οὐκ ἐγεννήθη καὶ τό ἑταῖρε, ἐφ' ὃ πάρει καὶ τό εἷς ἐξ ὑμῶν παραδώσει με καὶ τό ὁ ἐσθίων μετ' ἐμοῦ τὸν ἄρτον ἐπῇρεν κατ' ἐμοῦ πτερνισμόν ὡς ἔχει τὸ εὐαγγέλιον ἐκ προαγούσης μαρτυρίας τοῦ ψαλτηρίου καὶ τό οὐαὶ δι' οὗ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται; αὐτὸς γὰρ ὁ Ἰούδας περὶ ἑαυτοῦ τὸ πᾶν ὑπέφηνεν καὶ τὴν τῶν ἐπαινούντων αὐτὸν ἄνοιαν καὶ ἀφ' ἑαυτοῦ ἤλεγξεν, εἰ καὶ ἄκων ἀλλ' ὅμως μετὰ τὸ λαβεῖν τὸ τίμημα τὰ τριάκοντα ἀργύρια ὕστερον μεταμεληθεὶς καὶ ἀποστρέψας τὰ ἀργύρια, ὡς κακόν τι πεπραχώς, κακὸν μὲν ἑαυτῷ κακὸν δὲ καὶ τοῖς σταυρώσασιν
因為,若有人聽見救主親口稱他為『滅亡之子』,又說『那人不生在世上倒好』,又說『朋友,你來要做的事,就做吧』,又說『你們中間有一個人要出賣我』,又說『同我吃飯的人用腳踢我』(正如福音書所引詩篇先前的見證所記),又說『那出賣人子的人有禍了』——這樣一個人,怎麼可能是在關懷人類的救恩呢?猶大自己已將一切真相全盤顯露,即使他並非出於本意,仍以自己的行動駁斥了那些稱讚他之人的愚蠢:他在收下三十塊銀錢的代價之後,後來後悔了,把銀錢退還,如同做了一件惡事一般——這對他自己是惡事,對那些把主釘上十字架的人也同樣是惡事。
For how could he be one caring for the salvation of men, he who hears from the Savior himself, 'son of perdition,' and 'It would be better for him if he had not been born,' and 'Friend, why have you come?', and 'One of you will betray me,' and 'He who eats bread with me has lifted up his heel against me' (as the Gospel has it, from the preceding testimony of the Psalter), and 'Woe to him through whom the Son of Man is betrayed'? For Judas himself revealed the whole truth about himself, and refuted from his own action the folly of those who praise him, when, even though unwillingly, after receiving the price of thirty pieces of silver, he later repented and returned the silver, as one who had done something evil — evil for himself, and evil also for those who crucified him.
1:3268
ὁ δὲ κύριος ἀγαθὸν δι' ἑαυτοῦ ἐπιτελῶν ἡμῖν τε καὶ τῷ κόσμῳ ἑαυτὸν παραδέδωκεν, ἵνα γένηται ἡμῖν σωτηρία
但主卻藉著自己成就美善,為我們、也為世界,將自己交付出去,使這成為我們的救恩。
But the Lord, accomplishing good through himself for us and for the world, delivered himself up, that it might become salvation for us.
1:3269
ἄρα οὖν οὐχὶ τῷ Ἰούδᾳ τῷ προδότῃ ὁμολογοῦμεν τὴν χάριν, ἀλλὰ τῷ ἐλεήμονι σωτῆρι, τῷ τὴν ψυχὴν θέντι ὑπὲρ ἡμῶν τῶν ἰδίων αὐτοῦ προβάτων, καθὼς αὐτὸς εἶπε
所以我們所感謝、所承認的恩典,並不是歸給那出賣者猶大,而是歸給那滿有憐憫的救主,祂為我們——祂自己的羊——捨了性命,正如祂自己所說的。
Therefore we do not confess our gratitude to Judas the traitor, but to the merciful Savior, who laid down his soul for us, his own sheep, just as he himself said.
1:3270
δίκαιόν ἐστιν ὑμῖν, δότε τὸν μισθόν μου ἢ ἀπείπασθε, καὶ πάλιν ἐν ἄλλῳ προφήτῃ καὶ ἔδωκαν τὸ ἀργύριον τὴν τιμὴν τοῦ τετιμημένου, καὶ εἶπεν, κάθες αὐτὸ εἰς τὸ χωνευτήριον καὶ ἴδε εἰ δόκιμόν ἐστιν, ὡς ἐδοκιμάσθην ἀπὸ τῶν υἱῶν Ἰσραήλ
『這事在你們眼中若是好的,就給我工價;不然,就罷了』;又在另一位先知書上說:『他們就給了那估定之人的銀錢,他說:把這銀子丟給鑄爐,看看它是否合格,正如我被以色列人所估定的價值一般。』
'If it seems right to you, give me my wages; if not, refuse.' And again, in another prophet: 'And they gave the silver, the price of him who was priced, and he said, Cast it into the foundry, and see whether it is genuine, just as I was valued by the sons of Israel.'
1:3271
Καὶ πόσα ἔστιν ἀπὸ τῆς θείας γραφῆς συλλέγειν περὶ τῶν τελειωθέντων ἐν τῷ κυρίῳ ἡμῶν, οὐ κατὰ τὴν Ἰούδα πρὸς τὸ ἀγαθὸν ἐνέργειαν, ἀλλὰ κατὰ τὴν τοῦ σωτῆρος ἡμῶν καὶ κυρίου Ἰησοῦ Χριστοῦ τοῦ υἱοῦ τοῦ θεοῦ ὑπὲρ ἡμῶν οὐ κατὰ ἀνάγκην ἀλλὰ ἐκ προαιρέσεως ἑαυτοῦ παράδοσιν καὶ οἰκονομίαν τοῦ σταυροῦ ὑπὲρ τῆς ἡμῶν σωτηρίας
從聖經中還可以搜集出多少關於在我們主裡得以成全之事的見證,這些成全並非出於猶大對美善的作為,而是出於我們的救主、主耶穌基督——神的兒子——並非出於被迫,乃是出於祂自己的意願,將自己交付、成就十字架的救恩安排,為要成就我們的救恩。
And how many things can be gathered from the divine Scripture concerning the things accomplished in our Lord — not according to Judas's activity toward good, but according to the self-surrender, not by necessity but by his own free choice, of our Savior and Lord Jesus Christ the Son of God on our behalf, and the dispensation of the cross for our salvation.
1:3272
οἶδα δὲ εἰς πολὺν ὄγκον ἄγων τὰς μαρτυρίας,. ὡς λέγει πάλιν ἄλλος προφήτης γενέσθω ἡ ἔπαυλις αὐτοῦ ἔρημος καὶ τὴν ἐπισκοπὴν αὐτοῦ λαβέτω ἕτερος, ὅς πρηνὴς γενόμενος ἐλάκησε μέσος καὶ ἐξεχύθη πάντα τὰ σπλάγχνα αὐτοῦ καὶ τὸ πέρας ἀγχόνῃ χρησάμενος † ἔδειξεν τὸ πᾶν τῆς αὐτοῦ σωτηρίας διολέσας, τῷ διαπεσεῖν τῆς ἐλπίδος κατὰ τὴν αὐτοῦ ἄτακτον καὶ προπετῆ κατὰ τοῦ δεσπότου αὐτοῦ ἐπιβουλὴν καὶ ἕνεκεν φιλαργυρίας ἐπ' ἀρνησιθεΐαν ·
我知道自己已把這些見證引得篇幅浩繁。又如另一位先知所說:『願他的住處變為荒場,願別人得他的職分』——這人仆倒在地,腹中崩裂,肚腹的臟腑全都流出來;最終竟自縊而死,就此顯明他因自己那紊亂魯莽、圖謀害己主人、又因貪財而終致否認神的悖逆,使自己的救恩全然喪盡。
But I know I am extending these testimonies to great length. As another prophet again says: 'Let his homestead become desolate, and let another take his office' — he who, falling headlong, burst asunder in the middle, and all his bowels gushed out; and at the end, having resorted to hanging himself, he showed that he had utterly destroyed the whole of his salvation, having fallen short of hope through his own disorderly and reckless plot against his Master, and, for love of money, into denial of God.
1:3273
ὡς καὶ οἱ ἀπόστολοι ἀντ' αὐτοῦ εἰς τὸν αὐτῶν ἀριθμὸν Ματθίαν κατέστησαν, λέγοντες ἀφ' οὗ παρέβη Ἰούδας ἀπελθεῖν εἰς τὸν τόπον τὸν ἴδιον
所以眾使徒也在他的位置上,選立馬提亞加入他們的數目,說:『猶大違背了本分而離去,往自己的地方去了。』
As also the apostles appointed Matthias into their number in his place, saying, 'From which Judas transgressed and fell away, to go to his own place.'
1:3274
ποῖον δὲ τοῦτον ἀλλ' ἢ ὃν ἀπεφήνατο αὐτῷ ὁ σωτὴρ λέγων ὅτι ἐστὶν υἱὸς ἀπωλείας; οὗτος γὰρ ἀφωρίσθη αὐτῷ τόπος ὁ τῆς ἀπωλείας, ἔνθα ἔσχεν ἀντὶ μερίδος μερίδα καὶ ἀντὶ ἐπισκοπῆς ἀποστολικῆς τὸν τόπον τῆς ἀπωλείας
這『地方』除了救主論到他所宣告的那句『他是滅亡之子』之外,還能是什麼呢?因為滅亡之地正是為他分別出來的,在那裡他所得的,是以一份取代另一份——他不再有使徒的職分,得的乃是滅亡之地。
And what place is this but the one the Savior declared concerning him, saying that he is 'the son of perdition'? For this place of perdition was set apart for him, where he received, instead of a portion, a portion, and instead of apostolic office, the place of perdition.
1:3275
Περὶ τούτου δὲ ἱκανῶς ἔχειν τὰ εἰρημένα νομίσαντες καθεξῆς πάλιν ἐφ' ἑτέραν ἴωμεν, ὦ ἀγαπητοί, τὰ σκολιὰ πάλιν καὶ θηριώδη καὶ ἰοβόλα διδάγματα ἀποκαλύπτοντες τῶν παρὰ ταῖς λοιπαῖς ἐξ ἐπιπλάστου διαβολικῆς ἐπιπνοίας τῷ κόσμῳ λύμης ἕνεκα ἐμβεβροντημένων, τῶν γὰρ τοιούτων τὴν γνώμην τῶν τοῦ χείρονος ὀρεγομένων, ἐῳκυῖαν τῷ γένει τοῦ βουπρήστου κανθάρου, ἀποκαλύψαντες οὖσάν τε ἐπιβλαβῆ ἐν τῇ τοῦ θεοῦ δυνάμει καταθλάσαντες, ἐπὶ τὴν τῶν ἄλλων ἔρευναν τὸν νοῦν ἐπιβαλόμενοι τὸν θεὸν ἀρωγὸν ἐπικαλεσώμεθα, ὦ Χριστοῦ παῖδες
關於此事,我們認為所說的已經足夠,便按次序再轉向另一項,親愛的弟兄們,再次揭露其餘那些異端中人,因受虛偽的魔鬼靈感所惑、為要毀壞世界而昏迷失智者的邪僻、獸性、含毒的教訓;因為這等人的心志,一味追求更惡劣的事物,正像『牛虻甲蟲』那類昆蟲一般,我們既已揭露其為害之處,並藉神的大能將其擊碎,如今便將心思轉向對其餘各派的探究,讓我們呼求神作我們的幫助,基督的兒女們哪。
Considering that what has been said concerning this matter is sufficient, let us proceed in order again to another subject, O beloved, again exposing the crooked and beastly and venomous teachings of those among the remaining sects who have been stupefied for the ruin of the world by a feigned diabolical inspiration; for since the mind of such people, reaching after that which is worse, resembles the kind of the buprestis beetle, having exposed it as being harmful and having crushed it by the power of God, let us, setting our mind upon the investigation of the others, call upon God as our helper, O children of Christ.
1:3276
Κατὰ Σηθιανῶν ˉιˉθ, τῆς δὲ ἀκολουθίας ˉλˉθ
駁塞特派(第十九章),依全書順序為第三十九章
Against the Sethians (19), and in the sequence [of the whole work] (39)
1:3277
Σηθιανοὶ πάλιν αἵρεσις ἑτέρα ἐστὶν οὕτω καλουμένη, οὐ πανταχοῦ δὲ αὕτη εὑρίσκεται οὔτε ἡ πρὸ ταύτης ἡ τῶν Καϊανῶν λεγομένη·
塞特派又是另一個如此稱呼的異端;這一派並非到處都能見到,在它之前那被稱為該隱派的異端也是如此。
The Sethians, again, are another heresy so called; and this one is not found everywhere, nor is the one before it, called that of the Cainites.
1:3278
τάχα δὲ ἤδη καὶ αἱ πλείους τούτων ἐξερριζώθησαν ἐκ τοῦ κόσμου
或許如今這些異端中的大多數已經從世上被連根拔除了。
And perhaps by now the greater part of these has already been rooted out of the world.
1:3279
τὸ γὰρ οὐκ ἐκ θεοῦ ὂν οὐ σταθήσεται, ἀλλὰ καιρῷ μὲν ἀκμάζει, εἰς τὸ παντελὲς δὲ διαρκῶς οὐκ ἐμπαραμένει
因為凡不是出於神的,都不能長存;它雖能一時興盛,卻不能持續存到永久。
For that which is not from God will not stand, but flourishes for a season, yet does not endure continually unto the end.
1:3280
τάχα δὲ οἶμαι ἐν τῇ τῶν Αἰγυπτίων χώρᾳ συντετυχηκέναι καὶ ταύτῃ τῇ αἱρέσει οὐ γὰρ ἀκριβῶς τὴν χώραν μέμνημαι, ἐν ᾗ αὐτοῖς συνέτυχον·
我想,我大概也是在埃及地遇見過這一異端;因為我已記不清確切是在什麼地方遇見他們的了。
I think perhaps I encountered this heresy too in the land of the Egyptians — for I do not exactly recall the region in which I encountered them.
1:3281
καὶ τὰ μὲν κατὰ ἱστορίαν φύσει αὐτοψίᾳ περὶ ταύτης ἔγνωμεν, τὰ δὲ ἐκ συγγραμμάτων περὶ αὐτῆς ἐμάθομεν
關於這一派,有些是我們憑親眼所見的實際經歷得知的,另有些則是我們從著作中學到的。
And some things concerning this heresy, as a matter of history, we know by our own actual eyewitness, while other things concerning it we learned from writings.
1:3282
Οὗτοι γὰρ οἱ Σηθιανοὶ ἀπὸ Σὴθ τοῦ υἱοῦ τοῦ Ἀδὰμ σεμνύνονται τὸ γένος κατάγειν αὐτόν τε δοξάζουσι καὶ εἰς αὐτὸν πάντα ὅσαπερ ἀρετῆς εἶναι ἀναφέρουσι, τά τε τῆς ἀρετῆς τεκμήρια καὶ δικαιοσύνης καὶ ὅσα τοιαῦτα ὑπάρχει
這些塞特派人以自己的世系出自亞當之子塞特而自豪;他們尊崇塞特,把凡屬美德之事都歸功於他,把德行與公義的種種明證,以及一切諸如此類的事,都歸給他。
For these Sethians pride themselves on tracing their lineage from Seth, the son of Adam; they glorify him and refer to him all things that pertain to virtue, and the evidences of virtue and righteousness and whatever else of that kind there is.
1:3283
οὐ μὴν δὲ ἀλλὰ καὶ Χριστὸν αὐτὸν ὀνομάζουσι καὶ αὐτὸν εἶναι τὸν Ἰησοῦν διαβεβαιοῦνται
不僅如此,他們還稱他為基督,並堅稱他就是耶穌。
Moreover, they also call him Christ, and they affirm that he is Jesus.
1:3284
διδάσκουσι δὲ αὐτῶν τὴν διδασκαλίαν οὕτω, ὅτι, φησίν, ἐξ ἀγγέλων γεγένηται τὰ πάντα καὶ οὐκ ἐκ τῆς ἄνω δυνάμεως
他們如此傳授自己的教義:他們說,萬物都是由眾天使所造,並非出於上界的大能。
And they teach their doctrine thus: that, they say, all things came to be from angels, and not from the power above.
1:3285
Οὗτοι γὰρ συνῳδὰ λέγουσι τῇ πρώτῃ αἱρέσει τῶν Καϊανῶν κατὰ τοῦτο τὸ μέρος·
在這一點上,他們所說的與前面那個該隱派的異端如出一轍。
For in this respect these people say things harmonious with the first heresy, that of the Cainites.
1:3286
γεγενῆσθαι ἐξ ὑπαρχῆς εὐθὺς δύο ἀνθρώπους καὶ ἐκ τῶν δύο εἶναι τὸν Κάϊν καὶ τὸν Ἄβελ, περὶ τούτων τε στασιάσαντας τοὺς ἀγγέλους εἰς πόλεμον πρὸς ἀλλήλους ἥκειν, οὕτω τε πεποιηκέναι ἀποκτανθῆναι τὸν Ἄβελ ὑπὸ τοῦ Κάϊν·
他們說,起初一開始就有兩個人被造,該隱和亞伯就是出於這兩人;眾天使為此二人爭鬥不休,以致彼此開戰,如此便促成了亞伯被該隱所殺。
They say that from the very beginning immediately two men came to be, and that from these two came Cain and Abel; and that the angels, contending over these, came to war with one another, and thus brought it about that Abel was killed by Cain.
1:3287
ἦν γὰρ ἡ στάσις τοῖς ἀγγέλοις ἀγωνιζομένοις περὶ τῶν γενῶν τῶν ἀνθρώπων, τούτων τῶν δύο, τοῦ γεγεννηκότος τὸν Κάϊν καὶ τοῦ γεγεννηκότος τὸν Ἄβελ
這場紛爭乃是眾天使為著人類的兩個世系而爭鬥——一是生出該隱的世系,一是生出亞伯的世系。
For the strife was among the angels, contending over the races of men — these two races, that which had begotten Cain and that which had begotten Abel.
1:3288
δύναμιν, ἣν Μητέρα φάσκουσι καὶ Θήλειαν·
……一種能力,他們稱之為『母』與『陰性者』。
...a power, which they call Mother and Female.
1:3289
δοκεῖ γὰρ αὐτοῖς εἶναι καὶ μητέρας ἄνω καὶ θηλείας καὶ ἄρρενας, ὀλίγου δὲ δεῖ καὶ συγγενείας καὶ πατριαρχίας λέγειν
因為在他們看來,在上界也存在母親、陰性者與陽性者;他們幾乎也要談到親屬關係和宗族制度了。
For it seems to them that there are, above, both mothers and females and males; and they come close even to speaking of kinships and patriarchies.
1:3290
ἐπεὶ οὖν κεκράτηκε, φασίν, ἡ Μήτηρ καὶ Θήλεια καλουμένη, γνοῦσα ὅτι ἀπέκτανται Ἄβελ, ἐνθυμηθεῖσα ἐποίησε γεννηθῆναι τὸν Σὴθ καὶ ἐν τούτῳ ἔθετο τὴν αὐτῆς δύναμιν, καὶ καταβαλοῦσα ἐν αὐτῷ σπέρμα τῆς ἄνωθεν δυνάμεως καὶ τὸν σπινθῆρα τὸν ἄνωθεν πεμφθέντα εἰς πρώτην καταβολὴν τοῦ σπέρματος καὶ συστάσεως
他們說,既然那被稱為『母』與『陰性者』的既已得勝,她知道亞伯已被殺害,便思慮之後使塞特得以出生,並將自己的能力安置在他裡面,把上界能力的種子和從上頭差來的火花,投入這最初的種子與生成之中。
Since then, they say, the one called Mother and Female prevailed, and, knowing that Abel had been killed, she took thought and caused Seth to be born, and in him she placed her own power, casting into him the seed of the power from above and the spark sent down from above, into the first deposit of the seed and formation.
1:3291
καὶ εἶναι ταύτην σύστασιν τῆς δικαιοσύνης καὶ ἐκλογὴν σπέρματος καὶ γένους, ὅπως διὰ τῆς τοιαύτης συστάσεως καὶ τούτου τοῦ σπέρματος καθαιρεθῶσιν αἱ δυνάμεις τῶν ἀγγέλων τῶν τὸν κόσμον πεποιηκότων καὶ τοὺς δύο ἀπ' ἀρχῆς ἀνθρώπους
並且這是義的建構與種子及族類的揀選,好叫藉著這樣的建構和這種子,使那造了世界並造了起初兩個人的天使們的權能被廢除。
And [they say] that this is the establishment of righteousness and the election of a seed and a race, so that through such an establishment and this seed the powers of the angels who made the world and the two men from the beginning might be overthrown.
1:3292
διὰ ταύτην οὖν τὴν αἰτίαν καὶ τὸ γένος τοῦ Σὴθ ἀφορισθὲν ἐντεῦθεν κατάγεται, ἐκλογῆς ὂν καὶ διακεκριμένον τοῦ ἄλλου γένους
因此之故,塞特的族類也就此被分別出來、由此傳承下來,是蒙揀選的、且與另一族類有別。
For this reason, then, the race of Seth also, having been set apart, is traced down from this point, being one of election and distinguished from the other race.
1:3293
προβαινόντων γὰρ τῶν καιρῶν, φασί, καὶ ὁμοῦ ὄντων τῶν δύο γενῶν, τοῦ τε Κάϊν καὶ τοῦ Ἄβελ, εἰς τὸ αὐτό τε συνελθόντων διὰ κακίαν πολλὴν καὶ ὁμοῦ μιχθέντων, ἀποβλέψασα ἡ πάντων Μήτηρ καθαρὸν τὸ σπέρμα τῶν ἀνθρώπων ἠβουλήθη ἀπεργάσασθαι, ὡς προεῖπον, διὰ τὸ τὸν Ἄβελ ἀπεκτάνθαι, καὶ τοῦτον τὸν Σὴθ ἐξελέξατο καὶ καθαρὸν ἔδειξεν καὶ ἐν τούτῳ τὸ σπέρμα μόνῳ τῆς αὐτῆς δυνάμεως καὶ καθαρότητος κατέθετο
因為,他們說,隨著時光推移,該隱與亞伯這兩個族類同時存在,因著極大的邪惡彼此聚合、混雜在一起,萬物之母見狀,如我先前所說,因亞伯已被殺害,便願意造出純潔的人類種子,於是她揀選了這位塞特,顯明他是純潔的,並唯獨在他裡面存放了那同樣能力與純潔的種子。
For as time went on, they say, and the two races, that of Cain and that of Abel, existed together and came together into one on account of much wickedness and were mingled together, the Mother of all, looking upon them, wished to produce a pure seed of men, as I said before, because Abel had been killed, and she chose this Seth and showed him to be pure, and in him alone deposited the seed of that same power and purity.
1:3294
Ἰδοῦσα δὲ πάλιν πολλὴν ἐπιμιξίαν καὶ ἄτακτον ὁρμὴν τῶν ἀγγέλων καὶ τῶν ἀνθρώπων, εἰς μῖξιν τῶν δύο γενῶν ἐλθόντων, καὶ συστάσεις τινὰς γενῶν τὴν αὐτῶν ἀταξίαν ἐμποιήσασαν, πορευθεῖσα πάλιν ἡ αὐτὴ Μήτηρ τε καὶ Θήλεια κατακλυσμὸν ἤνεγκε καὶ ἀπώλεσε πᾶσαν στάσιν ἀνθρώπου παντός τε γένους ἐναντίου, ἵνα. δῆθεν τὸ καθαρὸν γένος τὸ ἀπὸ τοῦ Σὴθ καὶ δίκαιον μόνον μείνῃ ἐν κόσμῳ, εἰς σύστασιν τοῦ ἄνωθεν γένους τε καὶ σπινθῆρος τῆς δικαιοσύνης
她又看見天使與人類彼此大肆交混、放縱失序,兩個族類混合在一起,某些族類的結合造成了他們的失序;於是這同一位母親、也就是那女性者,再次前去,帶來了洪水,毀滅了人類一切的存留以及一切與之對立的族類,好叫那唯獨出於塞特的純潔義族得以存留於世上,為要成就那來自上界的族類與義之火花的建立。
And when she again saw much intermingling and disorderly impulse of the angels and of men, the two races having come into a mixture, and certain combinations of races having produced their disorder, the same Mother, who is also the Female, went forth again and brought a flood and destroyed every establishment of man and of every opposing race, so that, forsooth, the pure and righteous race from Seth alone might remain in the world, for the establishment of the race from above and the spark of righteousness.
1:3295
ἔλαθον δὲ αὐτὴν πάλιν οἱ ἄγγελοι καὶ εἰσέδυσαν τὸν Χὰμ εἰς τὴν κιβωτόν, ὄντα τοῦ αὐτῶν σπέρματος
然而那些天使又再次瞞過了她,把含塞進了方舟裡,因為含本是屬於他們的種子。
But the angels again eluded her notice and smuggled Ham into the ark, he being of their seed.
1:3296
ὀκτὼ γὰρ ψυχῶν σωθεισῶν ἐν τῇ τότε λάρνακι τοῦ Νῶε ἑπτὰ μὲν εἶναι τοῦ καθαροῦ γένους φασί, τὸν δὲ ἕνα εἶναι τὸν Χὰμ τῆς ἄλλης δυνάμεως ὑπάρχοντα, ὃν εἰσδῦναι λαθόντα τὴν ἄνω Μητέρα
他們說,在挪亞那時的方舟裡得救的八個靈魂中,有七個屬於純潔的族類,唯獨含一人屬於另一種能力,他是瞞過上界的母親而混進去的。
For of the eight souls that were saved at that time in the ark of Noah, seven, they say, were of the pure race, but the one, Ham, belonged to the other power, and he slipped in unnoticed by the Mother above.
1:3297
ὑπὸ τῶν ἀγγέλων δὲ τὸ τοιοῦτο συσκευασθὲν οὕτως ἀποτελεσθῆναι·
這事乃是由那些天使密謀策劃、如此完成的。
And this was thus accomplished, having been contrived by the angels.
1:3298
ἐπειδὴ γάρ, φασίν, ἔγνωσαν οἱ ἄγγελοι ὅτι μέλλει πᾶν τὸ σπέρμα αὐτῶν ἀπαλείφεσθαι ἐν τῷ κατακλυσμῷ, πανουργίᾳ τινὶ τὸν προειρημένον Χὰμ εἰς διατήρησιν τοῦ ὑπ' αὐτῶν κτισθέντος γένους τῆς κακίας παρεισέβαλον
因為,他們說,那些天使知道自己的種子將在洪水中被全然抹去,就用某種詭計把前述的含偷偷帶進方舟,為要保存他們所造出的那邪惡族類。
For since, they say, the angels knew that all their seed was about to be wiped out in the flood, by a certain cunning they smuggled in the aforesaid Ham, for the preservation of the race of wickedness created by them.
1:3299
καὶ ἐκ τούτου λήθη καὶ πλάνη περὶ τοὺς ἀνθρώπους καὶ ἄτακτοι φοραὶ ἁμαρτημάτων καὶ πολυμιξία κακίας ἐν τῷ κόσμῳ γεγένηται
由此,人類便陷入了遺忘與迷惑,罪惡的失序衝動與邪惡的紛雜混合便在世上發生了。
And from this, forgetfulness and error came upon men, and disorderly onrushes of sins, and a great intermingling of wickedness arose in the world.
1:3300
καὶ οὕτως ὁ κόσμος εἰς τὸ ἀρχαῖον τῆς ἀταξίας αὖθις ἀνέκαμψεν καὶ ἐνεπλήσθη κακῶν ὡς ἐξ ἀρχῆς πρὸ τοῦ κατακλυσμοῦ
這樣,世界又重新回到了原先的失序狀態,如洪水以前起初那樣充滿了邪惡。
And thus the world reverted again to its original disorder, and was filled with evils just as it had been from the beginning before the flood.
1:3301
ἀπὸ δὲ τοῦ Σὴθ κατὰ σπέρμα καὶ κατὰ διαδοχὴν γένους ὁ Χριστὸς ἦλθεν αὐτὸς Ἰησοῦς, οὐχὶ κατὰ γέννησιν ἀλλὰ θαυμαστῶς ἐν τῷ κόσμῳ πεφηνώς, ὅς ἐστιν αὐτὸς ὁ Σὴθ ὁ τότε καὶ Χριστὸς νῦν ἐπιφοιτήσας τῷ γένει τῶν ἀνθρώπων, ἀπὸ τῆς Μητρὸς ἄνωθεν ἀπεσταλμένος
基督,即耶穌本人,乃是照著種子、按著族類的傳承,出於塞特而來,並非藉著生育,而是奇妙地顯現於世上——他正是那昔日的塞特,如今則作為基督,臨到了人類,是由上界的母親所差遣的。
From Seth, according to seed and according to succession of race, came Christ himself, Jesus - not by generation, but having appeared marvelously in the world, being himself that Seth of old, and now Christ, having visited the race of men, sent from the Mother above.
1:3302
Ταῦτα πάντα οὕτω γεγενῆσθαί φασιν ἐκεῖνοι
那些人聲稱,這一切事都是如此發生的。
All these things, those people say, happened in this way.
1:3303
μωρὰ δὲ καὶ ἀδρανῆ καὶ κενοφωνίας ἔμπλεα τὰ τοιαῦτα κηρύγματα, ὡς παντί τῳ δῆλόν ἐστιν
然而這類教訓乃是愚昧、軟弱無力、充滿空談的,這對任何人都是顯而易見的。
But such teachings are foolish and feeble and full of empty talk, as is evident to everyone.
1:3304
οὐ γὰρ δύο ἄνθρωποι ἐπλάσθησαν, ἀλλὰ εἷς ὁ Ἀδὰμ καὶ ἐκ τοῦ Ἀδὰμ ὅ τε Κάϊν καὶ Ἄβελ καὶ Σήθ·
因為並非造了兩個人,而是只有一個亞當;該隱、亞伯與塞特都是出於亞當。
For not two men were formed, but one, Adam, and from Adam came Cain and Abel and Seth.
1:3305
καὶ οὐκέτι ἐκ δύο ἀνθρώπων, ἀλλ' ἐξ ἑνὸς ἕως τοῦ κατακλυσμοῦ, τῶν γενῶν ὅλων. ἐκ τοῦ Ἀδὰμ ἐχόντων τὰς ἑαυτῶν συστάσεις ἐν τῷ κόσμῳ
而且不再是出於兩個人,而是直到洪水為止都出於一人;所有族類在世上的存續,都是出於亞當而來的。
And no longer from two men, but from one, until the flood, all the races having their own establishments in the world from Adam.
1:3306
ἀπὸ δὲ τοῦ κατακλυσμοῦ ἐκ τοῦ Νῶε πάλιν, τοῦ ἑνὸς ἀνθρώπου, καὶ οὐκ ἐκ διαφόρων ἀνθρώπων, ἀλλὰ ἀπὸ ἑνὸς τοῦ Νῶε τοῦ κατὰ διαδοχὴν ἐκ σπέρματος τοῦ Σὴθ πᾶν γένος τῶν ἀνθρώπων, οὐκ εἰς δύο διαιρούμενον, ἀλλὰ εἰς ἓν γένος
而洪水以後,則又出於挪亞這唯一一人,並非出於眾多不同的人,而是出於挪亞這一人——他乃是照著傳承出於塞特的種子——由他而出人類的全部族類,並不分為兩個族類,而是同屬一個族類。
And from the flood onward, again from Noah, the one man, and not from different men, but from the one Noah - who was, by succession, from the seed of Seth - the whole race of men descends, not divided into two, but into one race.
1:3307
Βίβλους δέ τινας συγγράφοντες ἐξ ὀνόματος μεγάλων ἀνδρῶν, ἐξ ὀνόματος μὲν Σὴθ ἑπτὰ λέγουσιν εἶναι βίβλους, ἄλλας δὲ βίβλους ἑτέρας Ἀλλογενεῖς οὕτω καλοῦσιν, ἄλλην δὲ ἐξ ὀνόματος Ἀβραάμ, ἣν καὶ ἀποκάλυψιν φάσκουσιν εἶναι, πάσης κακίας ἔμπλεον, ἑτέρας δὲ ἐξ ὀνόματος τοῦ Μωυσέως καὶ ἄλλας ἄλλων
他們又假借偉大人物之名編造若干書卷,宣稱有七卷書是以塞特之名而作,另有一些書卷則稱為《異類者書》,還有一卷以亞伯拉罕之名而作、聲稱是一部啟示錄的,內容充滿了各種邪惡,又有以摩西之名的其他書卷,以及以其他人之名的種種著作。
And composing certain books under the names of great men, they say there are seven books under the name of Seth, and they call other books by the name Allogeneis ('Foreigners'), and another under the name of Abraham, which they claim to be an apocalypse, full of all wickedness, and others under the name of Moses, and yet others under other names.
1:3308
εἰς μωρίαν δὲ πολλὴν τὸν νοῦν ἑαυτῶν κατάγοντες γυναῖκά τινα Ὡραίαν λέγουσιν εἶναι τοῦ Σήθ
他們的心思墮入極大的愚昧之中,竟說有一位名叫「荷萊雅」(意即「美麗者」)的女子是塞特的妻子。
And bringing their own minds down into great folly, they say that a certain woman named Horaia (the Fair One) is the wife of Seth.
1:3309
ὅρα δέ μοι, ἀγαπητέ, τὴν τούτων ἄνοιαν, ἵνα κατὰ πάντα τρόπον καταγνῷς τῆς αὐτῶν δραματουργίας καὶ μυθώδους ματαιοφροσύνης καὶ ἐπιπλάστου ληρολογίας
親愛的,請你留意這些人的愚妄,好叫你能從各方面看清並定罪他們那戲劇般的虛構、荒誕的虛妄心思,以及矯揉造作的胡言亂語。
But observe, beloved, the folly of these men, so that in every way you may condemn their theatrical fabrication and mythical vanity of mind and contrived nonsense.
1:3310
εἰσὶ μὲν γὰρ ἄλλαι τινὲς αἱρέσεις, αἵτινες δύναμίν τινα εἶναι λέγουσιν, ἣν καλοῦσιν ὀνομαστικῶς Ὡραίαν·
因為另有一些異端宗派,聲稱有一種能力,他們特意稱之為「荷萊雅」。
For there are certain other sects which say there is a certain power, which they call by the name Horaia.
1:3311
τὴν παρ' ἄλλοις τοίνυν νομιζομένην δύναμιν Ὡραίαν τε καλουμένην οὗτοι γυναῖκα τοῦ Σὴθ λέγουσιν
於是,這一群人便把別人所以為存在、且被稱為「荷萊雅」的那種能力,說成是塞特的妻子。
That power, then, which is held by others to exist and is called Horaia, these men declare to be the wife of Seth.
1:3312
ὅθεν δυνά. μεθά τε ἀποδεῖξαι, ὡς ἴστε, ἀγαπητοί, καὶ φύσει ἄνθρωπον τὸν Σὴθ καὶ οὐχὶ ἄνωθέν τι παρηλλαγμένον λαβόντα, ἀδελφόν τε ὄντα φύσει τοῦ Κάϊν καὶ Ἄβελ ἐξ ἑνὸς πατρὸς καὶ μιᾶς μητρός
因此,親愛的,我們能夠證明——正如你們所知——塞特本性上就是一個人,並非從上界領受了什麼異於常人之物,他本性上乃是該隱與亞伯的兄弟,出於同一位父親和同一位母親。
Hence we are able to demonstrate, as you know, beloved, both that Seth was by nature a man and did not receive anything altered from above, and that he was by nature the brother of Cain and Abel, from one father and one mother.
1:3313
ἔγνω γάρ φησίν Ἀδὰμ Εὔαν τὴν γυναῖκα αὐτοῦ καὶ συλλαβοῦσα ἔτεκε τὸν Κάϊν, καὶ ἐπέθετο αὐτῷ ὄνομα Κάϊν, ὅπερ ἑρμηνεύεται κτῆσις, λέγων ἐκτησάμην υἱὸν διὰ κυρίου θεοῦ
因為經上說:「亞當認識他的妻子夏娃,她就懷孕生了該隱」,並給他起名叫該隱——這名字譯為「所得」之意——說:「我藉著主神得了一個兒子。」
For it says, 'Adam knew Eve his wife, and she conceived and bore Cain, and she gave him the name Cain', which is interpreted 'possession', saying, 'I have acquired a son through the Lord God.'
1:3314
καὶ πάλιν κατὰ τὸν Ἄβελ ἔγνω Ἀδὰμ Εὔαν τὴν γυναῖκα αὐτοῦ καὶ συλλαβοῦσα ἔτεκεν υἱὸν καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Ἄβελ
又再一次,關於亞伯:亞當認識他的妻子夏娃,她就懷孕生了一個兒子,給他起名叫亞伯。
And again, concerning Abel: Adam knew Eve his wife, and she conceived and bore a son, and she called his name Abel.
1:3315
καὶ μετὰ πολλὰ μετὰ τὸ ἀποθανεῖν τὸν Ἄβελ καὶ ἔγνω Ἀδὰμ Εὔαν τὴν γυναῖκα αὐτοῦ, καὶ συλλαβοῦσα ἔτεκεν υἱόν, καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Σήθ, ὅπερ ἑρμηνεύεται ἀνταλλαγή·
亞伯死後過了許久,亞當又認識了他的妻子夏娃,她就懷孕生了一個兒子,給他起名叫塞特,這名字譯為「替換」之意。
And a long time after Abel's death, Adam again knew Eve his wife, and she conceived and bore a son, and she called his name Seth, which is interpreted 'exchange'.
1:3316
ἀνέστησεν γάρ μοι ὁ θεὸς σπέρμα ἀντὶ Ἄβελ, ὃν ἀπέκτεινε Κάϊν
因為神為我興起了另一個種子,來代替被該隱殺害的亞伯。
For God has raised up for me another seed instead of Abel, whom Cain killed.
1:3317
τὸ δέ ἐκτησάμην διὰ θεοῦ καί ἀνέστησέν μοι ὁ θεός ἕνα θεὸν δείκνυσι τὸν πάντων ποιητὴν καὶ δότην τῶν γεγεννημένων
而「我藉著神得了」與「神為我興起了」這些話,正顯明只有一位神,就是萬有的創造者,也是那些被生下者的賜予者。
And the phrase 'I have acquired through God' and 'God has raised up for me' show one God, the maker of all things and the giver of those who are born.
1:3318
ὅτι δὲ οὗτοι ἔσχον γυναῖκας, ὅ τε Κάϊν καὶ ὁ Σήθ, δῆλον·
而該隱與塞特二人都曾有妻子,這是顯而易見的。
And it is clear that these had wives, both Cain and Seth.
1:3319
ὁ γὰρ Ἄβελ νεώτερος ἀπεκτάνθη, μηδέπω γήμας
因為亞伯較年幼,還未曾娶妻就被殺害了。
For Abel, being younger, was killed before he had ever married.
1:3320
Ὡς δὲ ἐν τοῖς Ἰωβηλαίοις εὑρίσκεται, τῇ καὶ λεπτῇ Γενέσει καλουμένῃ, καὶ τὰ ὀνόματα τῶν γυναικῶν τοῦ τε Κάϊν καὶ τοῦ Σὴθ ἡ βίβλος περιέχει, ἵνα κατὰ πάντα τρόπον οὗτοι καταισχυνθῶσιν οἱ τοὺς μύθους τῷ βίῳ ῥαψῳδήσαντες
正如《禧年書》(又稱《小創世記》)所記載的,這書卷甚至記載了該隱與塞特二人妻子的名字,好叫這些向世人傳誦這類神話的人,在各方面都蒙受羞辱。
And as is found in the Jubilees, also called 'Little Genesis', that book even contains the names of the wives of both Cain and Seth, so that in every way those who have rhapsodized these myths into human life might be put to shame.
1:3321
τοῦ γὰρ Ἀδὰμ γεννήσαντος υἱοὺς καὶ θυγατέρας ἀνάγκη γέγονε κατ' ἐκεῖνο καιροῦ ἀδελφαῖς ταῖς ἰδίαις συναφθῆναι τοὺς παῖδας·
因為亞當既生了兒女,那時就必然需要兒子與自己的姊妹結合。
For since Adam had begotten sons and daughters, it was necessary at that time for the sons to be joined to their own sisters.
1:3322
οὐ γὰρ ἦν παράνομον τὸ τοιοῦτον
因為這樣的事在當時並不算違法。
For such a thing was not unlawful.
1:3323
ἐπεὶ μηδὲν ἕτερον γένος ἦν
因為當時並無其他族類存在。
Since there was no other race.
1:3324
καὶ γὰρ καὶ αὐτὸς ὡς ἔπος εἰπεῖν ὁ Ἀδὰμ τῇ ἰδίᾳ θυγατρὶ σχεδὸν τῇ ἐκ τοῦ σώματος αὐτοῦ καὶ ὀστέων πλασθείσῃ συνήφθη, κατὰ συζυγίαν αὐτῷ ἐκ θεοῦ πεπλασμένῃ, καὶ οὐκ ἦν παράνομον
其實,可以說亞當自己也是與幾乎可稱為自己女兒的那位結合的——她乃是由他自己的身體與骨頭所造成的,是神為他所造的配偶——而這並不算違法。
For indeed Adam himself, so to speak, was joined to what was practically his own daughter - she who had been fashioned from his own body and bones - formed by God for him as a spouse, and it was not unlawful.
1:3325
οἵ τε τούτου υἱοὶ συνήφθησαν, ὁ μὲν Κάϊν τῇ ἀδελφῇ τῇ μείζονι Σαυὴ οὕτω καλουμένῃ, ὁ δὲ Σὴθ τρίτος υἱὸς μετὰ τὸν Ἄβελ γεννηθεὶς τῇ λεγομένῃ αὐτοῦ ἀδελφῇ Ἀζουρᾷ
而他的兒子們也各自結婚:該隱娶了那位年長的姊妹,名叫「掃威」;塞特——即亞伯之後所生的第三個兒子——則娶了他那位名叫「阿珠拉」的姊妹。
And his sons were joined in marriage: Cain to the elder sister, called Saue, and Seth, the third son born after Abel, to his sister called Azura.
1:3326
γεγόνασι δὲ τῷ Ἀδὰμ καὶ ἄλλοι υἱοί, ὡς ἡ λεπτὴ Γένεσις περιέχει, ἐννέα μετὰ τοὺς τρεῖς τούτους, ὡς εἶναι αὐτῷ δύο μὲν θυγατέρας, ἄρρενας δὲ. δώδεκα, ἕνα μὲν ἀποκτανθέντα, ἕνδεκα δὲ περιλειφθέντας τῷ βίῳ
亞當還有其他兒子,正如《小創世記》所記載的,在這三人之後又生了九個,所以他共有兩個女兒和十二個兒子,其中一個被殺害,其餘十一個則存活於世。
And Adam had other sons as well, as the Little Genesis relates, nine after these three, so that he had two daughters and twelve male children, one of whom was killed, and eleven who remained alive.
1:3327
ἔχεις δὲ καὶ τούτων τὴν ἔμφασιν ἐν τῇ Γενέσει τοῦ κόσμου καὶ πρώτῃ βίβλῳ παρὰ Μωυσῇ, οὕτω φασκούσῃ καὶ ἔζησεν Ἀδὰμ ἔτη ἐννακόσια τριάκοντα, καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας, καὶ ἀπέθανεν
你在論及世界起源的《創世記》——摩西的第一卷書——中,也能找到這些事的印證,經上如此說:「亞當共活了九百三十歲,生兒育女,然後死了。」
You have an intimation of these things also in the Genesis of the world, the first book of Moses, which says thus: 'And Adam lived nine hundred and thirty years, and he begot sons and daughters, and he died.'
1:3328
Πλατυνθέντων δὲ τῶν ἀνθρώπων καὶ τῆς γενεᾶς τοῦ Ἀδὰμ ἐπεκτεινομένης ἡ ἀκρίβεια ἡ κατὰ τὸν γάμον τὸν σεμνὸν ἐπλατύνετο καθεξῆς προβαίνουσα
隨著人類繁衍增多、亞當的後裔不斷擴展,關於莊重婚姻的規範也逐漸擴展開來,依序演進。
And as men multiplied and the generation of Adam extended further, the precision governing dignified marriage likewise broadened, advancing in succession.
1:3329
καὶ ἐπείπερ γεγόνασι παῖδες τῷ Ἀδὰμ καὶ παῖδες παίδων, θυγατέρες δὲ ἐκ τούτων κατὰ διαδοχὴν γένους ἐγεννήθησαν, λοιπὸν οὐκέτι τὰς ἑαυτῶν ἀδελφὰς πρὸς γάμον ἤγοντο, ἀλλὰ εἰς εὐνομίαν κατέστη καὶ πρὸ τοῦ διὰ Μωυσέως ἐγγράφου νόμου ὁ κατὰ τὸν σεμνὸν γάμον θεσμὸς καὶ ἐκ τῶν πατραδέλφων αὐτῶν τὰς γαμετὰς ἑαυτῶν ἤγοντο
既然亞當已有了子孫、又有了孫兒的子孫,並且從這些後裔中依次生出了女兒,此後人們便不再娶自己的姊妹為妻,而是在摩西所頒布的成文律法之前,莊重婚姻的制度便已依良好秩序建立起來,人們改從自己伯叔的女兒(堂姊妹)中娶妻。
And since Adam had children, and children's children, and daughters were born from these in succession of generation, thenceforth they no longer took their own sisters in marriage, but the institution of dignified marriage was established in good order, even before the written law through Moses, and they took their wives from among their cousins, the daughters of their father's brothers.
1:3330
καὶ οὕτως πλατυνομένων ἄρτι τῶν ἀνθρώπων συνεμίγη τὰ δύο γένη, τοῦ τε Κάϊν πρὸς τὸ γένος τοῦ Σὴθ καὶ τοῦ Σὴθ πρὸς θάτερον, καὶ τὰ ἄλλα τῶν υἱῶν τοῦ Ἀδὰμ γένη
這樣,隨著人類此時日漸繁衍,該隱的族類與塞特的族類彼此混合,塞特的族類也與另一族類混合,亞當其他兒子的各族類同樣如此。
And thus, as men were now increasing, the two races were intermingled - that of Cain with the race of Seth, and that of Seth with the other, and likewise the other races descended from the sons of Adam.
1:3331
λοιπὸν τοῦ κατακλυσμοῦ ἄρδην τὸ πᾶν τῆς στάσεως τῶν ἀνθρώπων ἀπολέσαντος διαπεφύλακται μόνος Νῶε εὑρὼν χάριν παρὰ τῷ θεῷ, δίκαιος εὑρεθεὶς ἐν τῇ κατ' ἐκεῖνο καιροῦ γενεᾷ
此後,洪水徹底毀滅了人類的整個存續,唯獨挪亞得以保存,因他在神面前蒙了恩,在那個世代中被看為義人。
Then, the flood having utterly destroyed the whole establishment of mankind, only Noah was preserved, having found favor with God, being found righteous in the generation of that time.
1:3332
λάρνακα δὲ κατὰ τὰ ἤδη πρότερον ἡμῖν εἰρημένα κατεσκεύασεν ἑαυτῷ ἐκ προστάγματος θεοῦ, ὡς ἔχουσιν αἱ ἀληθιναὶ γραφαί, ἐν ᾗ διασεσῶσθαι ἡ αὐτὴ φάσκει τῆς ἀληθείας βίβλος αὐτόν τε καὶ τὰς προειρημένας ἅμα αὐτῷ ἑπτὰ ψυχάς, φημὶ δὲ τήν τε ἰδίαν σύζυγον καὶ τοὺς τρεῖς υἱοὺς γυναῖκάς τε τούτων ὁμοίως τρεῖς
正如我們先前已經說過的,他遵照神的吩咐為自己造了一艘方舟,正如真實的經卷所記載的;那部真理之書聲稱,他就是在這方舟裡與先前所提的七個靈魂一同得救的——我是指他自己的妻子、三個兒子,以及同樣是三位的兒媳婦。
And, as we have already said before, he constructed for himself an ark at God's command, as the true Scriptures have it, in which - the very book of truth states - he was saved, together with the aforementioned seven souls who were with him, that is, I mean, his own wife, and his three sons, and likewise their three wives.
1:3333
ἐκ τούτου δὲ λείψανα γεγενῆσθαι τῆς κατὰ τὸν ἄνθρωπον συστάσεως ἐν κόσμῳ πάλιν ἡ ἀλήθεια συνίστησιν
而真理再次證實,正是從這裡,人類在世上的存續才留下了餘種。
And the truth again establishes that from this there came to be remnants of the constitution of mankind in the world.
1:3334
ὅθεν κατὰ γενεὰν προβαινόντων καὶ κατὰ διαδοχὴν υἱοῦ πατέρα διαδεχομένου εἰς γενεὰς πέντε ὁ αἰὼν ἐλήλακεν
由此,隨著世代相繼推進,兒子依次承繼父親,這個時代便經歷了五個世代。
Whence, as men advanced generation by generation, and son succeeded father in succession, the age proceeded through five generations.
1:3335
Καὶ γέγονεν κατ' ἐκεῖνο καιροῦ ἡ τῆς Βαβυλῶνος κτίσις ἐν τῇ τῶν Ἀσσυρίων γῇ καὶ ὁ ὑπ' αὐτῶν οἰκοδομηθεὶς τότε πύργος
那時,巴比倫在亞述人之地被建立,他們當時所建造的那座塔也是在那時而立。
And at that time the founding of Babylon took place in the land of the Assyrians, and the tower that was then built by them.
1:3336
ἦσαν δὲ κατὰ τοῦτον τὸν καιρόν, ὡς ἤδη ἐν ταῖς πρότερον αἱρέσεσι διηγησάμην κατὰ τὸν εἱρμὸν τῶν ἄνω μοι γενεῶν πραγματευθεισῶν, οἱ πάντες ἑβδομήκοντα δύο ἄνδρες τὸν ἀριθμόν, ἀρχηγοί τε καὶ κεφα. λαιωταί, τοῦ μὲν Χὰμ γένους τριάκοντα δύο καὶ τοῦ Ἰάφεθ δεκαπέντε, τοῦ δὲ Σὴμ εἰκοσιπέντε
這時共有七十二人,都是各族的首領與族長——正如我先前在論述之前那些世代次序時、在前面各異端章節中已經敘述過的——其中屬含族的有三十二人,屬雅弗族的有十五人,屬閃族的則有二十五人。
And at this time there were, as I have already related in the earlier sections according to the sequence of the generations dealt with above, seventy-two men in all in number, chieftains and heads of tribes: of the race of Ham, thirty-two; and of Japheth, fifteen; and of Shem, twenty-five.
1:3337
καὶ οὕτως ὁ πύργος καὶ ἡ Βαβυλὼν ἐγένετο
這樣,那座塔與巴比倫城就形成了。
And thus the tower and Babylon came to be.
1:3338
ἐκ τούτου διεσπάρησαν ἐπὶ πᾶσαν τὴν γῆν φυλαί τε καὶ γλῶσσαι
從此,各族與各語言便分散到全地。
From this, tribes and languages were scattered over all the earth.
1:3339
καὶ ἐπείπερ οἱ ἑβδομήκοντα δύο οἱ τότε τὸν πύργον οἰκοδομοῦντες ταῖς γλώσσαις διεσκεδάσθησαν, συγχυθέντες καὶ ἀπὸ μιᾶς ἧς ᾔδεισαν, ἐμπνευσθέντες ἐκ θεοῦ βουλήσεως ἄλλος ἄλλην ἐσχήκασιν
既然當時建塔的那七十二人在語言上被打散,就連他們原先所熟悉的那唯一語言也陷入混亂,於是照著神的旨意受了感動,各人便各自得了不同的語言。
And since the seventy-two who were then building the tower were dispersed in languages, having been confounded even from the one language which they knew, being inspired by the will of God, one had one language, another another.
1:3340
ἐξ ὧνπερ καὶ μέχρι δεῦρο ἡ σύστασις τῶν λαλιῶν ἐνέστηκεν, ὥστε τῷ βουλομένῳ ἔνεστιν εὑρεῖν ἕκαστον ἀρχηγὸν ἑκάστης γλώσσης, ὡς Ἰωυνὰν μὲν τὴν Ἑλληνίδα ἔσχεν, ἐξ οὗπερ καὶ Ἴωνες κέκληνται, οἱ τὴν παλαιὰν γλῶσσαν τῶν Ἑλλήνων ἔχοντες, Θήρας δὲ τὴν τῶν Θρᾳκῶν, Μοσὸχ τὴν Μοσσυνοίκων γλῶσσαν, Θοβὲλ τὴν τῶν Θετταλῶν, Λοὺδ τὴν Λυδῶν, Γεφὰρ τὴν Γασφηνῶν, Μιστρὲμ τὴν τῶν Αἰγυπτίων, Ψοὺς τὴν τῶν Ἀξωμιτῶν, Ἀρμὼττὴν τῶν Ἀράβων, καὶ τῶν λοιπῶν ἕκαστος, ἵνα μὴ καθ' ἕνα λέγω, ἰδίαν ἐνεπνεύσθη γλῶσσαν
由此直到如今,各種語言的構成便一直存留,以致有心追究的人都能找出每種語言的創始者:例如「約烏南」得了希臘語——由他而有「愛奧尼亞人」之名,他們操持著希臘人的古老語言;「特拉斯」得了色雷斯人的語言;「摩索克」得了摩敘諾伊科伊人的語言;「多貝勒」得了帖撒利人的語言;「路德」得了呂底亞人的語言;「格法爾」得了迦斯芬人的語言;「米斯特雷姆」得了埃及人的語言;「普蘇斯」得了阿克蘇姆人的語言;「阿爾莫」得了阿拉伯人的語言;其餘的人也各自——為免逐一列舉——都受感得了自己的語言。
From these, even to this day, the constitution of languages has remained, so that whoever wishes may find the founder of each language: as Iounan had the Greek language, from whom also the Ionians are named, who have the ancient language of the Greeks; Theras had that of the Thracians; Mosoch, the language of the Mossynoeci; Thobel, that of the Thessalians; Loud, that of the Lydians; Gephar, that of the Gasphenoi; Mistrem, that of the Egyptians; Psous, that of the Axomites; Armo, that of the Arabs; and each of the rest - not to name each one individually - was inspired with his own language.
1:3341
καὶ οὕτως ἑκάστης γλώσσης ἡ διαδοχὴ ἐν τῷ κόσμῳ πεπλάτυνται
這樣,每種語言的傳承便在世上擴展開來。
And thus the succession of each language has spread throughout the world.
1:3342
Πόθεν τοίνυν οὗτοι ἐψευδηγόρησαν αὐτῶν τὰ ῥήματα, παρενθέντες τὴν ἑαυτῶν μυθοποιίαν, φανταζόμενοι καὶ ὀνειροπολοῦντες τὰ μὴ ὄντα ὡς ὄντα καὶ τὰ ὄντα τῆς ἑαυτῶν διανοίας διασκεδαννύντες; ἀλλὰ τὸ πᾶν τοῦ διαβόλου βούλημα ὃ ἐνεκίσσησε ταῖς τῶν ἀνθρώπων ψυχαῖς
那麼,這些人到底從何處捏造出這些謊言,摻入了他們自己虛構的神話,幻想並夢想那不存在的事彷彿真實存在,又把那真實存在的事從自己心思中驅散抹去呢?其實,這完全是魔鬼的意圖,是他在人類靈魂中所孵育、植入的。
Whence, then, did these men falsely speak their words, inserting their own myth-making, imagining and dreaming up things that do not exist as though they existed, and dispersing from their own minds the things that do exist? Rather, it is entirely the will of the devil, which he has incubated in the souls of men.
1:3343
ἔστιν δὲ ἰδεῖν καὶ θαυμάσαι ὡς ἐν πολλοῖς μὲν ἀτοπήμασι τὸν ἄνθρωπον ἠπάτησε καὶ εἰς παρανομίαν κατέσπασεν, εἴς τε πορ. νείας καὶ μοιχείας καὶ ἀσελγείας, εἰδωλομανίας τε καὶ γοητείας καὶ αἱματεκχυσίας, ἁρπαγάς τε καὶ ἀπληστίας, κυβείας τε καὶ ἀδηφαγίας καὶ ὅσα τοιαῦτα, οὐδαμοῦ δὲ πρὸ τῆς τοῦ Χριστοῦ παρουσίας ἐτόλμησεν εἰς τὸν ἑαυτοῦ δεσπότην φθέγξασθαι βλάσφημόν τινα λόγον ἢ ἄνταρσιν ἐννοῆσαι
我們可以看見並感到驚奇:他曾在許多醜惡的事上欺騙人、把人拖入不法之中——淫亂、姦淫、放蕩,拜偶像的癲狂、邪術與流血,搶奪與貪得無厭,賭博與饕餮,以及諸如此類的種種——然而在基督降臨之前,他從未敢對自己的主宰口出任何褻瀆之言,也不敢有反叛的念頭。
And it is possible to see and marvel how, in many monstrous acts, he deceived man and dragged him down into lawlessness - into fornications and adulteries and licentiousness, idol-madness and sorcery and bloodshed, plunderings and insatiable greed, dice-gambling and gluttony, and all such things - yet nowhere, before the coming of Christ, did he dare to utter any blasphemous word against his own Master, or to conceive of rebellion.
1:3344
ἀνέμενεν γὰρ τὴν τοῦ Χριστοῦ παρουσίαν, ὡς λέγει περὶ σοῦ γέγραπται ὅτι τοῖς ἀγγέλοις αὐτοῦ ἐντελεῖται περὶ σοῦ καὶ ἐπὶ χειρῶν ἀροῦσί σε
因為他一直等候著基督的降臨,正如經上所說:「論到你,經上記著說:他要為你吩咐他的使者,他們要用手托著你。」
For he was waiting for the coming of Christ, as it says: 'It is written concerning you that he will command his angels concerning you, and they will bear you up on their hands.'
1:3345
ἤκουεν γὰρ ἀεὶ τῶν προφητῶν καταγγελλόντων τὴν τοῦ Χριστοῦ παρουσίαν, λύτρωσιν τε ἐσομένην τῶν ἁμαρτησάντων καὶ διὰ Χριστοῦ μετανοούντων, ἐνόμιζέν τε τεύξασθαί τινος ἐλέους
因為他一直聽見眾先知宣告基督的降臨,以及那將要臨到那些犯罪、又藉著基督悔改之人的救贖,他便以為自己也能得著某種憐憫。
For he always heard the prophets proclaiming the coming of Christ, and the redemption that would come for those who had sinned and repented through Christ, and he supposed that he too would obtain some mercy.
1:3346
ὅτε δὲ εἶδεν ὁ τάλας τὸν Χριστὸν μὴ δεξάμενον αὐτοῦ τὴν περὶ σωτηρίας ἐπιστροφήν, ἀνοίξας τὸ στόμα κατὰ τοῦ ἰδίου δεσπότου τὴν βλασφημίαν ἐξήμεσε, τοῖς ἀνθρώποις ὑπόνοιαν ἐμβαλὼν ἀρνεῖσθαι μὲν τὸν ὄντα, τὸν δὲ μὴ ὄντα ζητεῖν
但當這可悲之物看見基督並不接受他關於得救的請求時,他便張口向自己的主宰噴湧出褻瀆的話,在人心中植入猜疑,叫人否認那真實存在者,卻去尋求那不存在的東西。
But when the wretch saw that Christ did not accept his overture concerning salvation, he opened his mouth and vomited forth blasphemy against his own Master, instilling in men the suspicion to deny the One who exists and to seek after the one who does not exist.
1:3347
οὕτως τοίνυν καὶ οὗτοι ἐλεγχθήσονται κατὰ πάντα τρόπον ἠπατημένοι
照這樣,這些人也將在各方面被證明是受了欺騙的。
Thus, then, these men too will be shown, in every way, to have been deceived.
1:3348
ὁ γὰρ Σὴθ τέθνηκε καὶ τὰ ἔτη αὐτοῦ ἀναγέγραπται
因為塞特已經死了,他的年歲也已被記錄下來。
For Seth has died, and his years have been recorded.
1:3349
βιώσας γὰρ ἔτη ἐννακόσια δεκαδύο τὸ χρεὼν ἀπέδωκε, γεννήσας υἱοὺς καὶ θυγατέρας, ὥς φησιν ἡ θεία γραφή
他活了九百一十二歲,生兒育女,然後償還了那必然的債(即死亡),正如聖經所說。
For having lived nine hundred and twelve years, he paid the debt of nature, having begotten sons and daughters, as the divine Scripture says.
1:3350
ἡμᾶς βίον, γεννήσας υἱοὺς καὶ θυγατέρας, ὡς ἔχει ἡ αὐτὴ βίβλος τῆς ἀληθείας
……我們的年壽,生兒育女,正如同一部真理之書所記載的。
...our life, having begotten sons and daughters, as the same book of truth has it.
1:3351
Πόθεν τοίνυν ὁ Σὴθ ὁ τότε τελευτήσας, οὗ καὶ υἱοὶ κατὰ διαδοχὴν βιώσαντες τοῦ βίου ἐπαύσαντο, εὑρεθήσεται κύριος ὁ ἀπὸ Μαρίας γεννηθεὶς τῆς ἀειπαρθένου εὐδοκήσας ἐπὶ ζωῇ τῶν ἀνθρώπων, ὁ γεννηθεὶς ἀχρόνως, ὁ ὢν πρὸς τὸν πατέρα ἀεί, ἐνυπόστατος θεὸς λόγος, ἐλθὼν δὲ ἐπ' ἐσχάτου τῶν ἡμερῶν καὶ εἰς ἑαυτὸν. δὲ ἀναπλασάμενος ἀπὸ μήτρας παρθενικῆς σάρκα καὶ ψυχὴν τὴν ἀνθρωπείαν εἰληφὼς οὕτως ἐνανθρωπήσας τελειότατα, κηρύξας ἡμῖν ζωῆς τὰ μυστήρια, δικαιοσύνης τε ἐργάτας τοὺς αὐτοῦ μαθητὰς καταστήσας καὶ τὴν αὐτοῦ διδασκαλίαν δι' ἑαυτοῦ τε καὶ δι' αὐτῶν παιδεύσας τὸ γένος τῶν ἀνθρώπων, οὐ τὰ τῶν Σηθιανῶν ἀποκαλύψας οὐδὲ Σὴθ ἑαυτὸν ὀνομάσας, ὡς οὗτοι ληροῦντες καὶ μέθῃ τινὶ συνεχόμενοι ἀπὸ τῆς ἀληθείας ἐκπεπτώκασι; Τὰ δὲ νῦν συντόμου οὔσης τῆς αἱρέσεως, οὐκ ἐνδεηθεὶς ἐπεκτεῖναι τὸν κατ' αὐτῆς ἔλεγχον ἀρκοῦμαι τοῖς παροῦσι μόνοις
那麼,那位早已死去、其眾子也依次相繼過完此生而止息的塞特,究竟怎能被視為就是那位由永遠童貞的馬利亞所生、樂意將生命賜給人類的主呢?他乃是超乎時間而受生、永遠與父同在的那位,是有自身位格的神——道,卻在末後的日子降臨,從童貞女的子宮為自己取了肉身,也領受了人的靈魂,如此極其完全地成為了人,向我們宣講生命的奧祕,又立他的門徒為義的工人,並藉著自己、也藉著門徒教導人類他的教訓——他並未啟示塞特派的那些教義,也未曾自稱為塞特,正如這些人胡言亂語、彷彿被某種醉意纏住,就這樣偏離了真理。既然如今這異端已經敘述完畢,我無需再進一步延伸對它的駁斥,就以目前所述為滿足了。
Whence, then, will that Seth of old - who died, and whose sons too, after living in succession, ceased from life - ever be found to be the Lord who was born of Mary the ever-virgin, who was well-pleased to grant life to mankind; who was begotten outside of time, who exists eternally with the Father, God the Word subsisting in his own person, yet who came in the last of days and, forming for himself flesh and taking a human soul from a virginal womb, thus became man in the most complete way, proclaiming to us the mysteries of life, appointing his own disciples as workers of righteousness, and instructing the race of men in his teaching both through himself and through them - not revealing the doctrines of the Sethians, nor naming himself Seth, as these men babble and, gripped by a kind of drunkenness, have fallen away from the truth? But since this heresy is brief, I do not need to extend my refutation of it further, and I am content with what has been said already.
1:3352
εὔτρωτος γὰρ ἡ τούτων ἄνοια καὶ ἑαυτὴν δυναμένη τε ἐλέγξαι καὶ φωρᾶσαι, οὐ μόνον περὶ τῆς τοῦ Χριστοῦ ἀγωγῆς καὶ σεσυκοφαντημένης διδασκαλίας τοῦ τὸν Σὴθ αὐτὸν νομίζειν τε καὶ διαβεβαιοῦσθαι εἶναι, ἀλλὰ καὶ εἰς τὴν περὶ τῶν δύο ἀνθρώπων ὑπόθεσιν
因為這些人的愚妄是不堪一擊、極易被駁倒的,甚至能自我揭露、自我定罪——不僅在論及基督的行實、以及那被誣衊扭曲、認定並堅稱他就是塞特本人的教訓上是如此,就連在關於「兩個人」的假設上也是如此。
For the folly of these men is easily refuted, and able to expose and convict itself, not only concerning the account of Christ and the slanderously misrepresented teaching that would suppose and assert him to be Seth himself, but also with regard to the hypothesis concerning the two men.
← 上一段下一段 →
1

新的原文誦讀上線時通知我

每次有新章節誦讀影片就寄一封信。採雙重確認,隨時可一鍵取消。