📜 Verbum · 聖言
原文誦讀聖經與教父文獻
♥ 贊助

← 回書卷目次 · 希臘教父 › 藥箱(駁八十異端)

藥箱(駁八十異端) 第 1 章 第 34/82 段

希臘文原文.175 節.部分字詞可點開查義.本章太長已分段,此段為 1:5429–1:5603(全章共 12976 節)

← 上一段下一段 →
ℹ️ 本語料沒有逐節的詞法標註。原形主要取自同語言其他書卷的逐詞標註(不是這一節的標註),少數查不到的才回頭依字形比對詞典。同形的罕見字仍可能判錯,需要精確判斷時請覆核原文與專門詞典。
ℹ️ 中英對照為本站自譯,直接譯自本頁的原文(非和合本/WEB —— 那兩者譯自馬所拉文本,與本頁底本不同)。
1:5429
μετέπειτα ἡκέναι αὐτὸν ἐν Καφαρναοὺμ καὶ ἐργάσασθαι ἕτερα, ὡς ἔφαμεν πολλάκις, καὶ πάλιν εἰς Ναζαρὲτ ἀνελθόντα ἀναγνῶναι τὸ βιβλίον Ἠσαΐου τοῦ προφήτου
此後祂來到迦百農,行了其他的作為,正如我們屢次所說;後來又上到拿撒勒,宣讀了先知以賽亞的書卷。
Afterward he came to Capernaum and did other works, as we have often said, and going up again to Nazareth, he read the book of the prophet Isaiah.
1:5430
διὸ λέγουσι ποίησον καὶ ὧδε σημεῖα ὅσα ἠκούσαμεν ἐν Καφαρναούμ σε πεποιηκέναι·
因此他們說:「你在迦百農所行的事,我們都聽見了,求你在這裡也照樣行吧。」
For which reason they said, 'Do here also the signs which we have heard you did in Capernaum.'
1:5431
ὕστερον δὲ πάλιν ἐλθόντα αὐτὸν εἰς Καφαρναοὺμ ἐκεῖθεν διαβῆναι ἐπὶ τὴν λίμνην εἴτ' οὖν θάλασσαν Γεννησαρέθ, τέλεόν τε τοὺς περὶ Πέτρον ἐκλελέχθαι καὶ οὕτως ἐκεῖθεν συνάψαι τὴν πᾶσαν τοῦ κηρύγματος τελείωσιν
後來祂又回到迦百農,從那裡渡到那湖,即革尼撒勒海,並在那時最終揀選了彼得和與他同伴的人,如此便從那裡展開祂整個傳道工作的完成。
And afterward, having come again to Capernaum, he crossed from there to the lake, or rather the Sea of Gennesaret, and then finally chose Peter and those with him, and thus from there proceeded to the whole completion of his preaching.
1:5432
κατὰ γὰρ τὴν ἀκολουθίαν, ὡς ἔφαμεν, μετὰ τὰς ˉμ ἡμέρας καὶ τὰς ἄλλας δύο ἑβδομάδας καὶ δύο ἡμέρας τὰς ἐν Ναζαρὲτ πρὸς Ἰωάννην ἐγένετο πρώτην ἡμέραν καὶ τὴν αὔριον·
因為照著先後次序,如我們所說,四十日之後,加上在拿撒勒的另外兩週兩日,接著便與約翰同在,度過了頭一日及次日。
For according to the sequence, as we have said, after the forty days and the other two weeks and two days at Nazareth, there occurred, in relation to John, a first day and the following day.
1:5433
ἀπ' αὐτοῦ δὲ ἀνακάμψαντος εἰς Ναζαρὲτ καὶ μείναντος ἀπὸ ὥρας δεκάτης ἄχρι ἑσπέρας, τῇ δὲ ἄλλῃ ἡμέρᾳ ἐξελθόντος καὶ συναντή. σαντος Φιλίππῳ, ὅ εἰσι δύο ἡμέραι, λοιπὸν τὸ ἀμετάστατον τῆς ἀκριβείας τὸ εὐαγγέλιον δείκνυσιν διὰ τὰς πρώτας δύο, ἃς ἐλθὼν ἔμεινεν, λέγον τῇ τρίτῃ ἡμέρᾳ γάμος ἐγένετο ἐν Κανᾷ τῆς Γαλιλαίας, ὅπερ σύμβολον ἦν τῆς ἐκκλησίας·
此後,祂從那裡回到拿撒勒,從第十時辰住到晚上;次日又出去,遇見腓力,這樣便是兩日;此外,福音書藉著祂來時所停留的頭兩日,顯明其記述精確不移,經上說:「第三日,在加利利的迦拿有娶親的筵席」,這正是教會的預表。
Then, having returned from there to Nazareth and remained from the tenth hour until evening, and on the next day going out and meeting Philip -- this making two days -- the Gospel further shows the unshaken precision of its account by these first two days during which he stayed there when he came, saying: 'On the third day there was a wedding in Cana of Galilee,' which was a symbol of the Church.
1:5434
πάθος, ἀναστὰς γάμον συνῆπτε τῇ Κανᾷ·
……受難之後,祂復活了,便與迦拿聯合為婚姻。
...after the Passion, having risen, he was joined in marriage to Cana.
1:5435
Κανᾶ γὰρ ἑρμηνεύεται ἡ κτησαμένη
因為「迦拿」意譯為「得產業者」。
For Cana is interpreted 'she who has acquired.'
1:5436
τίς δέ ἐστιν ἡ κτησαμένη ἀλλ' ἢ ἡ κληρονόμος περὶ ἧς ὁ ψαλμῳδὸς ἐν τῷ πέμπτῳ ψαλμῷ ἔλεγεν ὑπὲρ τῆς κληρονομούσης καὶ τὰ ἑξῆς; γάμος γὰρ ὡς ἀληθῶς οὗτος εὐλογημένος, ἀπὸ τοῦ τύπου ἐκείνου λαβὼν τὴν πρόφασιν
但這「得產業者」豈不正是那承受產業的人麼?詩人在第五篇詩篇中論及「為那承受產業的」等語,正是指她而言。因為這婚姻確實蒙福,正是由那預表而生的緣由。
But who is 'she who has acquired' but the heiress concerning whom the psalmist spoke in the fifth psalm, 'On behalf of her that inherits,' and so forth? For this marriage is truly blessed indeed, having taken its occasion from that type.
1:5437
ἐκεῖ μὲν γὰρ γάμος ἦν αἰσθητὸς ἐν Κανᾷ τῆς Γαλιλαίας καὶ ὕδωρ ἀληθῶς οἶνος γεγονός·
在那裡,加利利的迦拿確有一場實際可見的婚宴,水也確實變成了酒。
For there, indeed, was a physical marriage in Cana of Galilee, and water truly became wine.
1:5438
καὶ ἐκλήθη κατὰ δύο τρόπους, ἵνα τὸ ὑδαρὲς τῶν ἐν τῷ κόσμῳ ἐκβακχευομένων ἐπιστύψῃ διὰ τοῦ γάμου εἰς σωφροσύνην καὶ εἰς σεμνότητα, καὶ ἵνα τὸ λεῖπον ἐπιδιορθώσηται εἰς εὐφρασίαν διὰ τοῦ λυσιπόνου οἴνου καὶ τῆς χάριτος, ἵνα κατὰ πάντα τρόπον ἀποφράξῃ τὰ στόματα τῶν κατὰ τοῦ † κυρίου ἐπεγειρομένων καὶ ἵνα δείξῃ ὅτι αὐτὸς θεός ἐστι σὺν πατρὶ καὶ ἁγίῳ πνεύματι αὐτοῦ, τὸ ὕδωρ τῇ ἀμπέλῳ παρέχων χροΐζων τε αὐτὸ ἐν αὐτῇ εἰς οἶνον εἰς εὐφρασίαν ἀνθρώπων
祂之所以被邀請,有兩重緣故:一是要藉著這婚事,將世人那放縱如酒神狂歡般的輕浮,導向節制與莊重;二是要藉著解憂之酒與恩典,把所欠缺的補足,使人歡欣。如此便能全然堵住那些興起攻擊主之人的口,並顯明祂自己與父及祂的聖靈同為神——祂將水供給葡萄樹,並在其中使之變色成酒,好叫世人歡樂。
And he was invited for two purposes: so that, by means of the wedding, he might restrain toward moderation and gravity the wateriness of those in the world who revel like Bacchants, and so that he might set right what was lacking, unto gladness, through wine that dissolves grief and through grace; and that in every way he might stop the mouths of those who rise up against the Lord, and that he might show that he himself is God together with the Father and his Holy Spirit, supplying water to the vine and giving it its color within itself as wine, for the gladness of mankind.
1:5439
ἐν ἄλλῳ δὲ τόπῳ μακρότερον περὶ τούτων διηγησάμεθα, ἐνταῦθα δὲ ὡς ἐν παρεκβάσει διέδραμον τὸν λόγον
這些事我們曾在別處詳加論述;此處則不過是在插敘中略加提及。
But in another place we have discussed these things at greater length; here, however, I have run through the matter merely as a digression.
1:5440
ὅμως δύο Πάσχα μὲν μετὰ τὴν ἀρχὴν τοῦ κηρύγματος ὁ σωτὴρ ποιεῖται καὶ τῷ τρίτῳ πάσχει, ὡς πληροῦσθαι τὰ ἤδη μοι κατὰ λεπτὸν εἰρημένα περὶ ἡμερῶν καὶ μηνῶν καὶ ὑπατειῶν
總之,救主在開始傳道之後守了兩次逾越節,並在第三次受難,這樣便應驗了我先前逐項所述有關日期、月份與執政官任期的一切。
Nevertheless, the Savior keeps two Passovers after the beginning of his preaching, and suffers at the third, so that what I have already stated in detail concerning the days, months, and consulships may be confirmed.
1:5441
καὶ πανταχόθεν διέπεσεν τούτων πεπλανημένος ὁ λόγος, τῶν εὐαγγελίων συνῳδὰ πρὸς ἄλληλα. ἐχόντων καὶ μηδ' ὁποτέρου τῶν εὐαγγελιστῶν ἀντίθετα πρὸς τὸν ἕτερον ἔχοντος
這樣,他們謬誤的說法便從各方面徹底站不住腳;因為眾福音書彼此和諧一致,任何一位福音書作者的記載,都沒有與另一位相互矛盾之處。
And thus the erroneous argument of these men has utterly collapsed on every side, since the Gospels are in harmony with one another, and neither of the evangelists says anything contrary to the other.
1:5442
Ἐλεύσομαι δὲ πάλιν εἰς τὸ προκείμενον
現在,我要再回到原先所論的主題上。
But I shall return again to the matter at hand.
1:5443
φάσκει πάλιν ὁ Λουκᾶς, μαρτυρῶν μου τοῖς πολυμερῶς καὶ πολυτρόπως εἰρημένοις, ὅτι ἐγένετο ἐν σαββάτῳ δευτεροπρώτῳ, ἵνα δείξῃ σάββατον πρῶτον εἶναι τὸ ἀπ' ἀρχῆς ὁρισθὲν καὶ ῥηθὲν ὑπὸ τοῦ κυρίου ἐν τῇ κοσμοποιίᾳ, κατὰ περίοδον ἀπὸ τότε ἄχρι τοῦ δεῦρο κατὰ ἑπτὰ ἡμέρας ἀνακυκλούμενον, τοῦτο εἶναι πρῶτον·
路加又再一次論及此事,印證我所多方多式所說的:經上記著說在「頭一個安息日以後的安息日」,為要指明所謂「第一」安息日,乃是主自創世之初所定、所宣告的那一個,自那時直到如今,按七日一循環週而復始,這便是「第一」。
Again Luke states, bearing witness to what I have said in various parts and in various ways, that this took place 'on the second-first sabbath,' in order to show that the 'first' sabbath is the one established and spoken of by the Lord from the beginning, at the creation of the world, which, recurring in a cycle of seven days from that time until now, constitutes the 'first.'
1:5444
δεύτερον δὲ σάββατον τὸ ἀπὸ νόμου ὡρισμένον
而所謂「第二」安息日,則是律法所訂定的那一個。
But the 'second' sabbath is the one appointed by the Law.
1:5445
φάσκει γὰρ ὅτι λήψῃ σαυτῷ πρόβατον ἐνιαύσιον ἄμωμον ἄρσεν ὅπερ ἦν ἀντίτυπον τοῦ σωτῆρος ἀπὸ δεκάτης τοῦ μηνὸς καὶ ἔσται διατετηρημένον ἄχρι τῆς τεσσαρεσκαιδεκάτης καὶ θύσετε αὐτὸ ἑσπέρας τῇ τεσσαρεσκαιδεκάτῃ ἡμέρᾳ·
因經上說:「你們要為自己取一隻一歲、無殘疾的公羊羔」——這正是救主的預表——「從本月初十起,留到十四日,於十四日黃昏時宰殺牠。」
For it says: 'You shall take for yourself a yearling lamb, without blemish, a male' -- which was the antitype of the Savior -- 'from the tenth day of the month, and it shall be kept until the fourteenth, and you shall sacrifice it in the evening of the fourteenth day.'
1:5446
καὶ ἔσται σοι σάββατον, ἡμέρα ἁγία, καὶ ἔδεσθε ἄζυμα ἑπτὰ ἡμέρας καὶ ἑβδόμην ἡμέραν ποιήσεις ἁγίαν
「那日必為你們作安息日,是聖日;你們要吃無酵餅七日,第七日也要守為聖日。」
'And it shall be for you a sabbath, a holy day, and you shall eat unleavened bread for seven days, and you shall keep the seventh day holy.'
1:5447
καὶ ὁρᾶτε ὅτι δεύτερον καλεῖται σάββατον μετὰ τὸ πρῶτον σάββατον ἡ τοιαύτη ἁγία τοῦ προβάτου ἡμέρα, εἰς σάββατον ἁγιασθεῖσα, κἄν τε κυριακὴ εἴη κἄν τε δευτέρα κἄν τε τρίτη σαββάτων καταντήσῃ
你們看,這隻羊羔的聖日,雖被分別為聖如同安息日,卻是在「第一安息日」之後被稱為「第二安息日」——無論它落在主日、星期一,或星期二皆然。
And observe that this holy day of the lamb, though sanctified as a sabbath, is called the 'second sabbath' after the 'first sabbath' -- whether it should fall on a Sunday, a Monday, or a Tuesday.
1:5448
εἰς δὲ ἑπτὰ ἡμέρας πάλιν ἀνακυκλούμενον δεύτερον καλεῖται πρῶτον, ἵνα δείξῃ ἐντεῦθεν ὅτι οὐ μόνον ὁ Ἰωάννης περὶ περιόδου χρόνου ἐνιαυτῶν δύο καὶ τριῶν ἑορτῶν τοῦ Πάσχα ἐσήμανεν, ἀλλὰ καὶ ὁ Λουκᾶς καὶ οἱ ἄλλοι
但當它再度週而復始滿了七日之後,第二次又被稱為「頭一個」,藉此顯明不僅約翰指明了兩年、三次逾越節這段期間,路加與其他人也同樣如此指明。
But once it has cycled round again through seven days, it is called 'first' a second time, in order to show from this that not only John indicated the period of two years and three feasts of Passover, but Luke and the others as well.
1:5449
οὕτως γὰρ φάσκει ὁ νόμος ἀριθμήσεις σεαυτῷ ἑπτὰ ἑβδομάδας ἀπ' ἀρχῆς δράγματος τοῦ βαλεῖν δρέπανον ἐπ' ἀμητῷ καὶ ποιήσεις ἑβδόμην ἑβδομάδα ἡμέραν ἁγίαν κυρίου, σημαίνων περὶ Πεντηκοστῆς
因為律法如此說:「你要為自己數算七個七日,從動鐮刀收割莊稼那日算起,你要守第七個七日為耶和華的聖日」——這是指五旬節而言。
For thus the Law says: 'You shall count for yourself seven weeks from the beginning of putting the sickle to the standing grain to reap, and you shall keep the seventh week as a holy day of the Lord' -- indicating Pentecost.
1:5450
μετὰ γὰρ τὸ θῦσαι τὸ Πάσχα εἴσω τριῶν ἡμερῶν τουτέστιν μετὰ τρεῖς ἡμέρας τοῦ προβάτου προσέταττε τὸ δράγμα εἰσφέρεσθαι, ἵνα σημάνῃ τὸ εὐλογημένον δράγμα ἐγειρόμενον ἐκ τῶν νεκρῶν μετὰ τρίτην ἡμέραν, τῆς γῆς αὐτὸ προφερούσης καὶ αὐτοῦ αὐτὸ πάλιν κομιζομένου ἀπ'. αὐτῆς ἐν τῇ ἀναστάσει ἐκ τοῦ μνήματος καὶ μένοντος σὺν τοῖς μαθηταῖς τὰς τεσσαράκοντα ἡμέρας καὶ ἐπὶ τῷ τέλει τῆς Πεντηκοστῆς εἰσφέροντος αὐτὸ εἰς τὰ ἐπουράνια τῷ πατρί·
因為在獻祭逾越節羊羔後三日之內——即羊羔獻祭後三日——律法便吩咐要獻上禾捆,這正是預表那蒙福的禾捆要在第三日後從死裡復活:大地將祂生出,祂自己又於復活時從墓中重新取回自己,並與門徒同在四十日,直到五旬節結束之時,將自己獻到諸天之上、獻給父神。
For after sacrificing the Passover, within three days -- that is, three days after the lamb -- the Law commanded the sheaf to be brought in, so as to signify the blessed sheaf being raised from the dead after the third day: the earth bringing it forth, and he himself being carried up from it again in the resurrection from the tomb, and remaining with the disciples the forty days, and at the completion of Pentecost offering it up to the Father in the heavenly places.
1:5451
τὸ πρωτότοκον τῶν πρωτοτόκων, ἡ ἀπαρχὴ ἡ ἁγία, τὸ δράγμα ὃ ἐδράξατο ἀπὸ Μαρίας, ἡ ἀγκάλη ἡ ἐναγκαλισθεῖσα ἐν θεῷ, ὁ καρπὸς τῆς κοιλίας, ἡ ἀπαρχὴ τῆς ἅλω
祂是眾長子中的長子,是聖潔的初熟果子,是那從馬利亞所擷取的禾捆,是那在神懷中被擁抱的一抱,是母腹的果子,是禾場上初熟的果實。
The firstborn of the firstborn, the holy firstfruit, the sheaf that was grasped from Mary, the armful embraced in God, the fruit of the womb, the firstfruit of the threshing floor.
1:5452
οὐκέτι γὰρ μετὰ Πεντηκοστὴν τὸ δρέπανον ἀπαρχὴν θεῷ προσφέρει·
因為五旬節過後,鐮刀就不再向神獻上初熟之物了。
For after Pentecost the sickle no longer offers a firstfruit to God.
1:5453
οὐκέτι γὰρ κύριος ἀποθνῄσκει, θάνατος αὐτοῦ οὐκέτι κυριεύει κατὰ τὸ γεγραμμένον
因為主不再死了,死也不再作祂的主,正如經上所記。
For the Lord no longer dies; death no longer has dominion over him, according to what is written.
1:5454
καὶ ὁρᾷς πόσα θεοῦ μυστήρια προετύπου ὁ νόμος καὶ ἐπλήρου τὸ εὐαγγέλιον
你看,律法預表了何等多神的奧祕,而福音又如何應驗了這一切。
And you see how many mysteries of God the Law prefigured, and the Gospel fulfilled.
1:5455
πόθεν δὲ οὐκ ἔχομεν τούτων δεῖξαι τὴν σαφήνειαν; διὰ δὲ τὸ μὴ εἰς πλάτος φέρειν τὸν λόγον ἐπὶ τὴν ἀκολουθίαν πάλιν ἐπιστρεπτέον
我們豈有不能清楚闡明這一切之處呢?然而,為了不使論述過於冗長,我們必須再回到原先的敘述次序。
And where might we fail to demonstrate the clarity of these things? But so as not to extend the discourse too broadly, we must turn back again to the sequence of the argument.
1:5456
ὡς μετὰ τὸν τῶν τεσσαράκοντα ἡμερῶν πειρασμὸν ταῦτα πάντα διηγεῖται ὁ Ἰωάννης καὶ Λουκᾶς καὶ οἱ πάντες
因為在四十日的試探之後,約翰、路加以及眾福音書作者,都是這樣記述這一切事的。
For after the forty-day temptation, John, and Luke, and all the evangelists recount all these things.
1:5457
Οὐκ αἰδοῦνται δὲ πάλιν οἱ τοιοῦτοι κατὰ τῶν ὑπὸ τοῦ ἁγίου Ἰωάννου εἰρημένων ἐξοπλιζόμενοι, νομίζοντες μή πη ἄρα δύνανται τὴν ἀλήθειαν ἀνατρέπειν, οὐκ εἰδότες ὅτι καθ' ἑαυτῶν μᾶλλον ὁπλίζονται ἤπερ κατὰ τῆς ὑγιοῦς διδασκαλίας
然而這班人竟又毫不知恥地武裝自己,攻擊聖約翰所說的話,以為或許能夠推翻真理,卻不知道他們這樣做,其實是武裝自己來對抗自己,而非對抗健全的教訓。
Yet again such men are not ashamed to arm themselves against what has been said by the holy John, supposing that they might somehow be able to overturn the truth, not knowing that they are arming themselves rather against themselves than against sound teaching.
1:5458
φάσκουσι δὲ κατὰ τῆς Ἀποκαλύψεως τάδε χλευάζοντες οὕτως·
他們是這樣譏誚攻擊《啟示錄》的:
And against the Apocalypse they say the following, mocking it thus:
1:5459
τί με, φησίν, ὠφελεῖ ἡ Ἀποκάλυψις Ἰωάννου, λέγουσά μοι περὶ ἑπτὰ ἀγγέλων καὶ ἑπτὰ σαλπίγγων; οὐκ εἰδότες πῶς ἀναγκαῖα καὶ ὠφέλιμα τὰ τοιαῦτα ὑπῆρξεν ἐν τῇ ὀρθότητι τοῦ κηρύγματος
他說:「約翰的《啟示錄》對我有什麼益處呢?無非是告訴我七位天使與七枝號筒罷了。」他們不知道這樣的內容,對於教義的正確性是何等必要、何等有益。
'What good,' he says, 'does the Apocalypse of John do me, telling me about seven angels and seven trumpets?' -- not knowing how necessary and beneficial such things are for the correctness of the preaching.
1:5460
ὅσα γὰρ ἦν ἐν νόμῳ καὶ ἐν προφήταις σκοτεινὰ καὶ αἰνιγματώδη, ταῦτα ὁ κύριος ᾠκονόμησε διὰ τοῦ ἁγίου πνεύματος εἰς ἡμῶν σωτηρίαν τῷ δούλῳ αὐτοῦ Ἰωάννῃ ἀποκαλύψαι, τὰ ἐκεῖσε σκοτεινὰ ὧδε εἰς πνευματικὰ καὶ ἔκδηλα κηρύττων, πνευματικῶς δὲ ἡμῖν τὰ αὐτὰ ᾠκονόμει
因為律法與先知書中一切晦暗難明、如謎語般的事,主都藉著聖靈安排向祂的僕人約翰啟示出來,使那原本晦暗的事,在此以屬靈而顯明的方式宣講出來,如此便以屬靈的方式向我們施行了同樣的經綸。
For whatever things in the Law and the Prophets were dark and enigmatic, these the Lord, through the Holy Spirit, arranged to reveal to his servant John for our salvation, proclaiming in this book, in a spiritual and manifest manner, the very things that were dark there; and in this way he administered the same things to us spiritually.
1:5461
καὶ ἐκ δερμάτων μὲν τότε κατασκευάζει τὴν σκηνήν, τῶν δερμάτων ἠρυθροδανωμένων καὶ ὑακινθίνων καὶ τὰ ἑξῆς, ἵνα δείξῃ τὴν σκηνὴν ἐκεῖσε. σκηνὴν μὲν οὖσαν, ἀπεκδεχομένην δὲ τὴν τελειοτάτην σκηνὴν τοῦ Χριστοῦ
當時他就用皮革建造了帳幕,那些皮革染成紅色和藍紫色等等,為要顯明那裡的帳幕確實是帳幕,卻是期待著基督那最完全的帳幕。
And at that time he constructs the tabernacle from skins, the skins being dyed red and hyacinth-blue and so forth, in order to show that tabernacle there to be a tabernacle indeed, yet awaiting the most perfect tabernacle of Christ.
1:5462
δέρμα γὰρ ἀπὸ σώματος γίνεται, νεκρὸν ὄν, ὡς σκίασμα σώματος ζῶντος, ἵνα δείξῃ σώματα εἶναι τὴν σκηνὴν τοῦ θεοῦ·
因為皮是從身體而來的,是死的,作為活身體的影子,為要顯明神的帳幕就是身體;
For skin comes from a body, being dead, as a shadow of a living body, in order to show that the tabernacle of God is bodies;
1:5463
ἐπειδὴ γὰρ ἐν σώμασιν ἁγίοις κατασκηνοῖ θεός, πληρουμένου τοῦ ῥητοῦ ὅτι κατασκηνώσω ἐν αὐτοῖς καὶ ἐμπεριπατήσω
因為神既然住在聖潔的身體裡,那話就應驗了:『我要住在他們中間,在他們裡面行走』
for since God tabernacles in holy bodies, the saying is fulfilled that 'I will tabernacle among them and walk among them'
1:5464
ἔμελλεν οὖν πλάνη τις γίνεσθαι ἐν πιστοῖς, εἰ μὴ ἡ βίβλος πνευματικῶς ἡμῖν ἀπεκαλύφθη, ἵνα μάθωμεν μὴ σαλπίγγων εἶναι χρείαν, ἀλλὰ εἰδέναι ὅτι πνευματική ἐστιν ἡ πᾶσα τοῦ θεοῦ πραγματεία, ἵνα μὴ κατὰ τὰς Ἰουδαϊκὰς χαλκᾶς σάλπιγγας λάβωμεν ἢ ἀργυρᾶς, ἀλλὰ πνευματικῶς νοήσωμεν ἀπ' οὐρανοῦ εἶναι τῆς ἐκκλησίας τὸ κήρυγμα, ὡς καὶ ἄλλῃ που εἶπεν ἐν ἐκείνῃ τῇ ἡμέρᾳ σαλπιοῦσιν ἐν τῇ σάλπιγγι τῇ μεγάλῃ
若非這卷書以屬靈的方式向我們啟示,信徒中間必然會產生某種謬誤,使我們明白不需要號筒,反而知道神一切的作為都是屬靈的,免得我們按照猶太人的銅號或銀號去理解,而是屬靈地領悟教會的宣講是從天上來的,正如他在別處也曾說:『在那日,他們必吹那大號筒』
Some error, then, was bound to arise among the faithful had not the book been revealed to us spiritually, so that we might learn that there is no need of trumpets, but might know that the whole dispensation of God is spiritual, lest we take it after the manner of the Jewish trumpets of bronze or silver, but might understand spiritually that the church's proclamation is from heaven, as he also said elsewhere, 'in that day they shall sound with the great trumpet'
1:5465
σάλπιγγες γὰρ ἦσαν οἱ προφῆται, σάλπιγξ δὲ μεγάλη ἡ ἁγία φωνὴ τοῦ κυρίου ἐν τῷ εὐαγγελίῳ
因為眾先知就是號筒,那大號筒乃是主在福音中的聖潔聲音
For the prophets were trumpets, and the great trumpet is the holy voice of the Lord in the gospel
1:5466
διὰ τοῦτο καὶ ἀγγέλοις ἐδόθη ἀποκαλύψαι ἡμῖν·
為此,也將啟示之事賜給天使向我們宣示;
For this reason it was also given to angels to reveal it to us;
1:5467
σαλπίσει, γάρ φησί, καὶ οἱ νεκροὶ ἀναστήσονται
他說:『號筒要吹響,死人要復活』
'For the trumpet will sound,' he says, 'and the dead will be raised'
1:5468
εἰ δὲ χλευάζονται παρ' ὑμῖν, ὦ οὗτοι, αἱ τῶν ἀγγέλων σάλπιγγες διὰ τὸ ἐν τῇ Ἀποκαλύψει γεγράφθαι, χλευάζεται ἄρα καὶ ἡ παρὰ τῷ ἁγίῳ ἀποστόλῳ σάλπιγξ εἰρημένη·
但是,喔,你們這些人,如果天使的號筒因為記在《啟示錄》裡就被你們嘲笑,那麼聖使徒所提到的號筒也同樣被嘲笑了;
But if the trumpets of the angels are mocked by you, O these men, on account of its being written in the Apocalypse, then the trumpet spoken of by the holy apostle is likewise mocked;
1:5469
καταβήσεται, γάρ φησιν, κύριος ἀπ' οὐρανοῦ ἐν τῇ ἐσχάτῃ σάλπιγγι καὶ οἱ νεκροὶ ἀναστήσονται ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ ἐν φωνῇ ἀρχαγγέλου
他說:『主必在末次號筒吹響時親自從天降臨,死人要在末日、在天使長的聲音中復活』
'For the Lord himself,' he says, 'will descend from heaven at the last trumpet, and the dead will rise on the last day at the voice of an archangel'
1:5470
συνᾴδοντος τοίνυν τοῦ Παύλου τῷ ἁγίῳ ἀποστόλῳ Ἰωάννῃ ἐν τῇ Ἀποκαλύψει, ποία τιςὑπολείπεται ἀντιλογία; πῶς δὲ οὐκ εὐθὺς ἑκάστη πλάνη ἐλεγχθήσεται, τοῦ θεοῦ ἐν ἑκάστῳ ὑπὲρ τῶν ἁγίων δεδωκότος μαρτυρίαν;
既然保羅在此與聖使徒約翰在《啟示錄》裡的說法相合,還剩下什麼反駁的餘地呢?神既然在每一處都為聖徒作了見證,每一種謬誤又怎能不立刻被駁倒呢?
Since Paul, then, is in harmony with the holy apostle John in the Apocalypse, what objection remains? And how will not every error at once be refuted, since God has given testimony in each instance on behalf of the saints?
1:5471
Εἶτά τινες ἐξ αὐτῶν πάλιν ἐπιλαμβάνονται τούτου τοῦ ῥητοῦ ἐν τῇ αὐτῇ Ἀποκαλύψει καὶ φάσκουσιν ἀντιλέγοντες ὅτι εἶπεν πάλιν·
接著,他們當中又有人抓住《啟示錄》同一卷書中的這句話,反駁說經上又說:
Then again some of them seize upon this very saying in the same Apocalypse and, raising objection, assert that it also says:
1:5472
γράψον τῷ ἀγγέλῳ τῆς ἐκκλησίας τῆς ἐν Θυατείροις, καὶ οὐκ ἔνι ἐκεῖ ἐκκλησία Χριστιανῶν ἐν Θυατείροις
『你要寫信給推雅推喇教會的使者』,然而推雅推喇根本沒有基督徒的教會
'Write to the angel of the church that is in Thyatira' - and yet there is no church of Christians in Thyatira
1:5473
πῶς οὖν ἔγραφε τῇ μὴ οὔσῃ; καὶ εὑρίσκονται οἱ τοιοῦτοι ἑαυτοὺς † ἀναγκάζοντες ἐξ αὐτῶν ὧν κηρύττουσι ὑπὲρ τῆς ἀληθείας ὁμολογεῖν
既然如此,他怎能寫信給一個不存在的教會呢?這樣的人反倒發現自己†被迫†從他們自己所宣講的話中承認了真理
How then could he write to what does not exist? And such men are found †compelling themselves† to confess the truth out of the very things they preach
1:5474
ἐὰν γὰρ εἴπωσιν οὐκ ἔνι. νῦν ἐκκλησία εἰς Θυάτειρα δεικνύουσι προπεφητευκέναι τὸν Ἰωάννην
因為如果他們說:『現在推雅推喇沒有教會』,他們正好證明了約翰是預先說了預言
For if they say, 'There is now no church in Thyatira,' they thereby show that John had prophesied it beforehand
1:5475
ἐνοικησάντων γὰρ τούτων ἐκεῖσε καὶ τῶν κατὰ Φρύγας καὶ δίκην λύκων ἁρπαξάντων τὰς διανοίας τῶν ἀκεραίων πιστῶν, μετήνεγκαν τὴν πᾶσαν πόλιν εἰς τὴν αὐτῶν αἵρεσιν, οἵ τε ἀρνούμενοι τὴν Ἀποκάλυψιν κατὰ τοῦ λόγου τούτου εἰς ἀνατροπὴν κατ' ἐκεῖνο καιροῦ ἐστρατεύοντο
因為當那些屬弗呂家派的人在那裡定居下來,像狼一樣抓住了淳樸信徒的心思,就把整座城市都帶進了他們的異端;而那些否認《啟示錄》的人,當時正是針對這句話大肆攻擊,企圖推翻它
For when the Phrygian sectarians settled there and, like wolves, seized upon the minds of the guileless faithful, they carried the whole city over into their own heresy; and those who deny the Apocalypse campaigned at that time to overturn this very saying
1:5476
νῦν δὲ διὰ τὸν Χριστὸν ἐν τῷ χρόνῳ τούτῳ, μετὰ χρόνον ˉρˉιˉβ ἐτῶν, ἔστιν ἐκεῖ ἡ ἐκκλησία καὶ αὔξει, εἰ καὶ ἄλλοι τινὲς ἐκεῖσε τυγχάνουσι·
但如今,為了基督的緣故,在這個時代,經過一百一十二年之後,教會在那裡依然存在並且增長,儘管那裡也有其他一些人存在;
But now, for Christ's sake, in this present time, after a span of 112 years, the church exists there and is growing, even though certain others also happen to be there;
1:5477
τότε δὲ ἡ πᾶσα ἐκκλησία ἐκενώθη εἰς τὴν κατὰ Φρύγας
但在那時,整個教會都被掏空,轉入了弗呂家派的異端
but at that time the whole church was emptied out into the Phrygian heresy
1:5478
ἐνενήκοντα τρισὶν ἔτεσιν, ὡς μελλού. σης τῆς ἐκεῖσε ἐκκλησίας πλανᾶσθαι καὶ χωνεύεσθαι ἐν τῇ κατὰ Φρύγας αἱρέσει
長達九十三年之久,因為那裡的教會眼看就要迷失,並且被熔化消融在弗呂家派的異端之中
for ninety-three years, since the church there was about to go astray and be dissolved into the Phrygian heresy
1:5479
οὕτω γὰρ εὐθὺς διελέγχει αὐτοὺς ὁ κύριος ἐν τῇ Ἀποκαλύψει λέγων γράψον τῷ ἀγγέλῳ τῆς ἐν Θυατείροις ἐκκλησίας·
因為主在《啟示錄》裡就這樣立刻駁斥了他們,說:『你要寫信給推雅推喇教會的使者:』
For thus the Lord immediately refutes them in the Apocalypse, saying, 'Write to the angel of the church in Thyatira:'
1:5480
τάδε λέγει ὁ ἔχων τοὺς ὀφθαλμοὺς αὐτοῦ ὡς φλόγα πυρὸς καὶ οἱ πόδες αὐτοῦ ὅμοιοι χαλκολιβάνῳ·
『那眼目如火焰、腳像明亮銅的這樣說:』
'These things says he who has eyes like a flame of fire, and whose feet are like burnished bronze;'
1:5481
οἶδά σου τὰ ἔργα καὶ τὴν πίστιν καὶ ἀγάπην καὶ τὴν διακονίαν, καὶ ὅτι τὰ ἔσχατά σου πλείονα τῶν πρώτων
『我知道你的行為、信心、愛心與服事,也知道你末後所行的比起初所行的更多』
'I know your works, and your faith and love and service, and that your last works exceed the first'
1:5482
ἔχω δὲ κατὰ σοῦ, ὅτι ἀφεῖς τὴν γυναῖκα Ἰεζάβελ ἀπατᾶν τοὺς δούλους μου, λέγουσαν ἑαυτὴν προφῆτιν, διδάσκουσαν φαγεῖν εἰδωλόθυτα καὶ πορνεύειν
『然而我有一件事要責備你,就是你容忍那婦人耶洗別,她自稱是先知,教唆並迷惑我的僕人們吃祭偶像之物、行淫亂』
'But I have this against you, that you tolerate the woman Jezebel, who calls herself a prophetess, teaching and leading my servants astray to eat food sacrificed to idols and to commit fornication'
1:5483
καὶ ἔδωκα αὐτῇ χρόνον μετανοῆσαι καὶ οὐ θέλει μετανοῆσαι ἐκ τῆς πορνείας αὐτῆς
『我曾給她悔改的時間,她卻不肯悔改自己的淫行』
'And I gave her time to repent, and she is unwilling to repent of her fornication'
1:5484
οὐχ ὁρᾶτε, ὦ οὗτοι, ὅτι περὶ τῶν γυναικῶν λέγει τῶν ἐν οἰήσει προφητείας ἀπατωμένων καὶ ἀπατωσῶν πολλούς; φημὶ δὲ περὶ Πρισκίλλας καὶ Μαξιμίλλας καὶ Κυϊντίλλας, ὧν ἡ ἀπάτη οὐ λέληθε τὸ πνεῦμα τὸ ἅγιον, ἀλλὰ προεθέσπισε προφητικῶς ἐν τῷ στόματι τοῦ ἁγίου Ἰωάννου, πρὸ κοιμήσεως αὐτοῦ προφητεύσαντος ἐν χρόνοις Κλαυδίου Καίσαρος καὶ ἀνωτάτω, ὅτε εἰς τὴν Πάτμον νῆσον ὑπῆρχεν·
喔,你們這些人,難道看不出他所說的正是那些自負有先知恩賜而受欺騙、又欺騙許多人的婦女嗎?我是指普里西拉、瑪克西米拉和昆提拉,她們的欺騙並沒有逃過聖靈的鑒察,反而由聖約翰的口,在他安息之前,於克勞狄凱撒在位、或更早的時候,當他還在拔摩海島上時,就已預先用先知的方式宣告了。
Do you not see, O these men, that he speaks concerning the women deceived by a conceit of prophecy and who deceive many? I mean Priscilla and Maximilla and Quintilla, whose deception did not escape the notice of the Holy Spirit, but was foretold prophetically by the mouth of holy John before his death, when he prophesied in the times of Claudius Caesar or even earlier, when he was on the island of Patmos;
1:5485
ὁμολογοῦσι γὰρ καὶ οὗτοι ἐν Θυατείροις ταῦτα πεπληρῶσθαι
因為他們自己也承認這些事是在推雅推喇應驗的
For they themselves also confess that these things were fulfilled at Thyatira
1:5486
ἄρα γοῦν κατὰ προφητείαν ἔγραφε τοῖς ἐκεῖ ἐν Χριστῷ κατ' ἐκεῖνο καιροῦ πεπολιτευμένοις ὅτι ἤμελλεν ἑαυτὴν γυνὴ προφῆτιν καλεῖν
由此可見,他確實是憑著預言,寫信給那時在那裡按基督而生活的人,說將有一個婦人要自稱為先知
So then, he wrote by prophecy to those who at that time were living there as citizens in Christ, that a woman was going to call herself a prophetess
1:5487
καὶ διέπεσεν ὁ κατὰ τῆς ἀληθείας ἐπεγειρόμενος πανταχόθεν ἐπινενοημένος λόγος, δεικνυμένου τοῦ κατὰ τὴν Ἀποκάλυψιν λόγου προφητικοῦ ὄντος ἐκ πνεύματος ἁγίου κατὰ ἀλήθειαν
這樣一來,那從各方面精心編造、用來對抗真理的論調就徹底崩潰了,因為由此顯明《啟示錄》裡的話確實是出於聖靈的預言,真實無誤
And so the argument devised on every side and raised up against the truth has collapsed, since the word concerning the Apocalypse is shown to be prophetic, truly from the Holy Spirit
1:5488
Ἐπαίρονται δὲ πάλιν τῇ διανοίᾳ οἱ αὐτοὶ λεξιθηροῦντες ἀπείρως, ἵνα δόξωσι παρεκβάλλειν τὰ τοῦ ἁγίου ἀποστόλου βιβλία, φημὶ δὲ τοῦ αὐτοῦ Ἰωάννου τό τε εὐαγγέλιον καὶ τὴν Ἀποκάλυψιν τάχα δὲ καὶ τὰς ἐπιστολάς·
然而,同樣這批人心裡再度自高自大,無休止地捕捉字句上的把柄,為要顯得能夠摒棄聖使徒的書卷——我是指同一位約翰所寫的福音書和《啟示錄》,甚或還有他的書信;
But the same men again puff themselves up in mind, hunting endlessly after phrases, so that they may seem to reject the books of the holy apostle - I mean of that same John, both the gospel and the Apocalypse, and perhaps even the epistles;
1:5489
συνᾴδουσι γὰρ καὶ αὗται τῷ εὐαγγελίῳ καὶ τῇ Ἀποκαλύψει, καί φασιν ὅτι εἶδον, καὶ εἶπε τῷ ἀγγέλῳ·
因為這些書信本身也與福音書和《啟示錄》相和;他們說經上寫著:『我看見了,他就對那天使說:』
For these too are in harmony with the gospel and the Apocalypse; and they say that he wrote, 'I saw, and he said to the angel:'
1:5490
λῦσον. τοὺς τέσσαρας ἀγγέλους τοὺς ἐπὶ τοῦ Εὐφράτου
『把那綁在幼發拉底河的四個天使釋放』
'Loose the four angels who are bound at the Euphrates'
1:5491
καὶ ἤκουσα τὸν ἀριθμὸν τοῦ στρατοῦ, μύριαι μυριάδες καὶ χίλιαι χιλιάδες καὶ ἦσαν ἐνδεδυμένοι θώρακας πυρίνους καὶ θειώδεις καὶ ὑακινθίνους
『我又聽見那軍隊的數目,有千千萬萬;他們都穿著火焰色、硫磺色和藍紫色的胸甲』
'And I heard the number of the army: myriads of myriads and thousands of thousands; and they were clothed with breastplates of fire and of brimstone and of hyacinth'
1:5492
ἐνόμισαν γὰρ οἱ τοιοῦτοι μή πη ἄρα γελοῖόν τί ἐστιν ἡ ἀλήθεια
因為這樣的人竟以為真理可能有些荒謬可笑
For such men supposed that the truth might somehow perhaps be a laughable thing
1:5493
ἐὰν γὰρ λέγῃ τοὺς τέσσαρας ἀγγέλους τοὺς ἐν τῷ Εὐφράτῃ καθεζομένους, ἵνα δείξῃ τὰς διαφορὰς τῶν ἐκεῖσε ἐθνῶν καθεζομένων ἐπὶ τὸν Εὐφράτην, οἵτινές εἰσιν Ἀσσύριοι, Βαβυλώνιοι καὶ Μῆδοι καὶ Πέρσαι
因為經上說到那坐鎮在幼發拉底河的四位天使,是要顯明坐落在幼發拉底河一帶各民族之間的差異,也就是亞述人、巴比倫人、瑪代人和波斯人
For if he speaks of the four angels seated at the Euphrates, it is in order to show the distinctions among the nations settled there upon the Euphrates, namely the Assyrians, Babylonians, Medes, and Persians
1:5494
τὰ γὰρ ἔθνη ὑπὸ ἀγγέλους τεταγμένα εἰσίν, ὡς ἐπιμαρτυρεῖ μοι Μωυσῆς ὁ ἅγιος τοῦ θεοῦ θεράπων, τὸν λόγον κατὰ ἀκολουθίαν ἑρμηνεύων καὶ λέγων ἐπερώτησον τὸν πατέρα σου καὶ ἀναγγελεῖ σοι, τοὺς πρεσβυτέρους σου καὶ ἐροῦσί σοι·
因為列國都是被安置在天使之下的,正如神的聖僕摩西為我作見證,依次序解說這道理,說:『你要問你的父親,他必告訴你;問你的長老,他們必對你說:』
For the nations have been appointed under angels, as Moses, the holy servant of God, testifies for me, expounding the matter in due sequence and saying, 'Ask your father, and he will declare it to you; your elders, and they will tell you:'
1:5495
ὅτε διεμέριζεν ὁ ὕψιστος ἔθνη, ὡς διέσπειρεν υἱοὺς Ἀδάμ, ἔστησεν ὅρια ἐθνῶν κατὰ ἀριθμὸν ἀγγέλων θεοῦ·
『至高者分定萬國之時,將亞當的子孫分散之時,就按神眾天使的數目立定了萬民的疆界;』
'When the Most High divided the nations, when he scattered the sons of Adam, he set the boundaries of the nations according to the number of the angels of God;'
1:5496
καὶ ἐγενήθη μερὶς κυρίου λαὸς αὐτοῦ Ἰακώβ, σχοίνισμα κληρονομίας αὐτοῦ Ἰσραήλ
『耶和華的分就是他的百姓雅各,以色列是他產業所量的地界』
'And the Lord's portion became his people Jacob, Israel the allotted line of his inheritance'
1:5497
εἰ οὖν τὰ ἔθνη ὑπὸ ἀγγέλους εἰσὶ τεταγμένα, δικαίως εἶπε·
既然列國是被安置在天使之下的,他這樣說就是合理的:
If, then, the nations are appointed under angels, he rightly said:
1:5498
λῦσον τοὺς τέσσαρας ἀγγέ. λους τοὺς ἐπὶ τοῦ Εὐφράτου, ἐφισταμένους δηλονότι καὶ ἐπεχομένους ἐπιτρέπειν τοῖς ἔθνεσιν εἰς πόλεμον, ἕως καιροῦ μακροθυμίας κυρίου, ἕως προστάξῃ δι' αὐτῶν ἐκδικίαν γενέσθαι τῶν ἁγίων αὐτοῦ
『把那在幼發拉底河的四個天使釋放』,這幾位天使顯然是受命駐守、被攔阻不許放諸國去打仗,直到主忍耐寬容的時候滿了,直到他吩咐藉著他們為他的聖徒施行報應
'Loose the four angels who are at the Euphrates' - who are evidently stationed and restrained from permitting the nations to go to war, until the season of the Lord's patience, until he commands that vengeance be executed through them on behalf of his saints
1:5499
κρατοῦνται γὰρ οἱ ἐπιτεταγμένοι ἄγγελοι ὑπὸ τοῦ πνεύματος, μὴ ἔχοντες καιρὸν ἐπιδρομῆς, διὰ τὸ μηδέπω λύειν αὐτοὺς τὴν δίκην τοῦ τὰ λοιπὰ ἔθνη λύεσθαι ἕνεκεν τῆς εἰς τοὺς ἁγίους ὕβρεως
因為那些奉命的天使被聖靈所拘禁,沒有機會發動進攻,因為那使他們得釋放、進而放縱其餘列國去報復對聖徒所行凌辱的判決,尚未執行
For the appointed angels are held back by the Spirit, having no opportunity for an incursion, because the sentence releasing them - so that the rest of the nations may be let loose on account of the outrage done to the saints - has not yet been carried out
1:5500
λύονται δὲ οἱ τοιοῦτοι καὶ ἐπέρχονται τῇ γῇ, ὡς Ἰωάννης προφητεύει καὶ οἱ λοιποὶ προφῆται·
然而這樣的天使終將被釋放並臨到地上,正如約翰及其餘眾先知所預言的;
But such angels will be loosed and will come upon the earth, as John prophesies, and the rest of the prophets;
1:5501
καὶ γὰρ κινούμενοι οἱ ἄγγελοι κινοῦσι τὰ ἔθνη εἰς ὁρμὴν ἐκδικίας
因為天使一旦被驅動,就會驅動列國興起報復的衝動
For indeed, when the angels are set in motion, they set the nations in motion for an assault of vengeance
1:5502
ὅτι δὲ θειώδεις καὶ πυρίνους καὶ ὑακινθίνους θώρακας ἐσήμαινεν, οὐδεὶς ἀμφιβάλλῃ
至於他所指的是硫磺色、火焰色和藍紫色的胸甲,這一點無人該有疑問
And that he meant breastplates of brimstone and fire and hyacinth, let no one doubt
1:5503
ἐκεῖνα γὰρ τὰ ἔθνη ἀπὸ τῆς τοιαύτης χρόας ἔχει τὴν ἀμφίασιν
因為那些民族的服裝正是這樣的顏色
for those nations have their clothing of just such coloring
1:5504
τίς ἐστι μηλίνη οὕτω καλουμένη ἐρεᾶ, τὰ δὲ πύρινα, ἵνα εἴπῃ τὰ κόκκινα ἐνδύματα καὶ τὰ ὑακίνθινα, ἵνα δείξῃ τὴν καλλαΐνην ἐρεᾶν
即所謂的木瓜黃色羊毛;所謂『火焰色』,是指猩紅色的衣服;『藍紫色』則是指藍綠色的羊毛
which is the wool called quince-yellow so named; and by 'fiery' he means the scarlet garments, and by 'hyacinth' he means to indicate the turquoise wool
1:5505
Ἀλλὰ οὗτοι μὴ δεξάμενοι πνεῦμα ἅγιον ἀνακρίνονται μὲν πνευματικῶς, μὴ νοοῦντες τὰ τοῦ πνεύματος καὶ κατὰ τῶν λόγων τοῦ πνεύματος βουλόμενοι λέγειν καὶ οὐκ εἰδότες τὰ ἐν τῇ ἁγίᾳ ἐκκλησίᾳ χαρίσματα, ἅτινα ἀληθῶς καὶ εὐσταθῶς ἐν παρακολουθήσει καὶ ἐρρωμένῳ νῷ τὸ πνεῦμα τὸ ἅγιον διηγήσατο, οἵ τε ἅγιοι προφῆται καὶ οἱ ἅγιοι ἀπόστολοι·
然而這些人並未領受聖靈,卻要在屬靈的事上受審判;他們不明白聖靈的事,反倒想反駁聖靈的話語,也不認識聖教會裡的恩賜——這些恩賜是聖靈藉著眾聖先知和眾聖使徒,以真實、穩固、清楚連貫且健全的心思所傳述出來的;
But these men, not having received the Holy Spirit, are being judged in spiritual matters, not understanding the things of the Spirit, and wishing to speak against the words of the Spirit, and not knowing the gifts that are in the holy church, which the Holy Spirit truly and steadfastly, with careful attention and a sound mind, related through the holy prophets and the holy apostles;
1:5506
ἐν οἷς καὶ ὁ ἅγιος Ἰωάννης διά τε τοῦ εὐαγγελίου καὶ τῶν ἐπιστολῶν καὶ τῆς Ἀποκαλύψεως ἐκ τοῦ αὐτοῦ χαρίσματος τοῦ ἁγίου μεταδέδωκε τῇ ἁγίᾳ ἐκκλησίᾳ
在這些人當中,聖約翰也藉著福音書、書信和《啟示錄》,出於同一聖潔恩賜,將其分授給了聖教會
among whom holy John also, through the gospel and the epistles and the Apocalypse, out of that same holy gift imparted to the holy church
1:5507
φθάνει δὲ καὶ ἐπ' αὐτοὺς τὸ εἰρημένον ὅτι τῷ βλασφημοῦντι εἰς τὸ πνεῦμα τὸ ἅγιον, οὐκ ἀφεθήσεται αὐτῷ οὔτε ἐν τούτῳ τῷ αἰῶνι οὔτε ἐν. τῷ μέλλοντι
而那句話也臨到了他們身上:褻瀆聖靈的,無論今世來世,總不得赦免
And the saying reaches even to them, that to him who blasphemes against the Holy Spirit it will not be forgiven, neither in this age nor in the age to come
1:5508
καὶ γὰρ κατὰ τῶν ῥημάτων τῶν ὑπὸ τοῦ πνεύματος εἰρημένων οὗτοι ἐστρατεύσαντο
因為這些人正是向著聖靈所說的話發動了攻擊
For indeed these men have made war against the very words spoken by the Spirit
1:5509
Τῶν δὲ τοιούτων καὶ τοσούτων εἰρημένων κατὰ τῆς τοιαύτης αἱρέσεως ἱκανῶς ἔχειν νομίσαντες καὶ ὡς σκολόπενδραν ἢ ἴουλον καλούμενον ἑρπετὸν πολύποδα, ὀλίγον μὲν τῇ δυνάμει καὶ τῇ περιωδυνίᾳ τοῦ ἰοῦ, πολύπουν δὲ καὶ μακροείκελον, τῇ τοῦ θεοῦ δυνάμει καὶ ἀληθείᾳ καταπατήσαντες ἐπὶ τὰς ἑξῆς πάλιν προβαίνοντες σὺν τῇ τοῦ θεοῦ δυνάμει ἴωμεν, ἀγαπητοί
既已就這異端說了如此之多、如此充分的話,我們認為已經足夠,並且藉著神的能力和真理,將這種被稱為蜈蚣或馬陸的多足爬蟲——雖然毒性微弱、疼痛輕微,卻長著眾多的腳、身形細長——踩踏在腳下之後,親愛的弟兄們,讓我們憑著神的能力,再次繼續向下前行
Now having said such and so many things against this heresy, and judging that to be sufficient, and having trampled underfoot, by the power and truth of God, this many-legged creeping thing called a centipede or millipede - small indeed in strength and in the pain of its venom, yet many-footed and elongated in appearance - let us go forward again, beloved, to what follows, with the power of God
1:5510
Κατὰ Ἀδαμιανῶν ˉλˉβ, τῆς δὲ ἀκολουθίας ˉνˉβ
駁亞當派:異端三十二,依全書順序則為第五十二
Against the Adamians: heresy 32, but 52 in the overall sequence
1:5511
Ἀσπάλακα καλοῦσί τι ζῷον ἐν τῇ γῇ κάτω ἐμφωλεῦον τετράπουν ῥῆττόν τε τὴν γῆν καὶ ἐν τοῖς μυχαιτάτοις αὐτῆς ἔχον ἑαυτοῦ τὴν οἴκησιν
人們把一種棲息在地下的動物稱為鼴鼠,牠是四足動物,會鑽掘泥土,並且住在地底最深處
They call a certain animal that burrows down in the earth the mole, a four-footed creature that breaks through the ground and has its dwelling in the deepest recesses of it
1:5512
τὰ δὲ πάντα τοῦ ζῴου ὑπάρχει ὡσεὶ μικροῦ σκύλακος κυνός, τὴν αὐτὴν περιφέρειαν τῆς ἡλικίας ἔχον, ᾧ οὐδ' ὅλως ὑπάρχει ὅρασις
這種動物整體大小如同一隻小狗崽,體型的圓周與之相仿,卻完全沒有視力
The whole animal is about the size of a small puppy, having the same rounded bulk of stature, and it has no sight whatsoever
1:5513
ἐρημωτικὸν δὲ ὂν τὸ ζῷον κάτωθεν ἐκριζοῖ πάντα τὰ τῶν ἀνθρώπων γεωργήματα, τά τε σικυήλατα πάντα μάλιστα καὶ τὰ δριμέα φυτεύματα κρομμύων τε καὶ σκορόδων, βολβῶν καὶ τῶν τοιούτων, κρίνων τε καὶ τῶν ἄλλων
這種動物具有破壞性,會從地底把人類種植的一切農作物連根拔起,尤其是各種瓜類作物,以及蔥、蒜、球莖等辛辣植物,還有百合等其他植物
Being a destructive creature, it uproots from below all the crops cultivated by men, especially all the cucumber-plants, and the pungent plantings of onions and garlic, bulbs and the like, lilies and others
1:5514
ἐὰν δὲ λαθὼν ἐν τῷ ῥήττειν φθάσῃ ἐπὶ τῆς γῆς ἔξω εἰς τὸν ἀέρα γενέσθαι ἢ ἁλοὺς θηρευθείη ὑπὸ τῶν ἀνθρώπων, γελοῖόν τι ἐμποιεῖ πᾶσι τοῖς τοῦτο τὸ ζῷον θηρεύσασιν
但如果牠在鑽掘時不小心冒出地面來到空氣中,或是被人捕獲,就會讓所有捕獲這種動物的人覺得十分可笑
But if, while digging unnoticed, it happens to come out above the ground into the open air, or is caught and hunted down by men, it provides an occasion of ridicule for all who have hunted this creature
1:5515
οὕτως καὶ αὐτὸς ἐπιχειρῶ λέγειν περὶ τῆς νυνὶ μετὰ χεῖρας οὔσης αἱρέσεως, ὡς μὲν κατὰ τὴν καρδίαν τυφλώττει καὶ. ἀνοητεῖ, ἐρημίαν δὲ ἑαυτῇ ἐργάζεται καὶ τὴν στάσιν ἑαυτῆς κάτωθεν ἐκτέμνει, ῥιζῶν τε πολλῶν φημὶ δὲ τῶν εἰς αὐτὴν ἐμπεπτωκότων ἀνδρῶν τὴν λύμην ἀπεργάζεται
同樣地,我也試著來論述眼下正要處理的這個異端,它心裡是何等盲目愚昧,如何為自己造成荒蕪,並從根基之下切斷自己的立足之地,對許多根——我是指那些陷入其中的人——造成了毀壞
So also I myself am attempting to speak concerning the heresy now in hand, how blind and foolish it is at heart, and works desolation for itself, and cuts away its own footing from below, and works ruin on many roots - I mean the men who have fallen into it
1:5516
τοῖς δὲ συνετοῖς εἴ ποτε γένοιτο κατοπτευθῆναι αὐτήν, γέλωτα οὐ τὸν τυχόντα παρασκευάζει·
但若這異端有一天被明智之人看穿,必定會引來非同小可的譏笑;
But if it should ever happen to be closely observed by the intelligent, it provides no ordinary laughter;
1:5517
ὡς καὶ τὸ προειρημένον ζῷον διὰ τὴν αὐτοῦ τύφλωσιν ἐμπαιζόμενον καὶ διὰ τὴν ἀορασίαν καὶ μὴ εὑρίσκον ποῦ τὴν εἰσαγωγὴν ποιήσασθαι, οὕτως καὶ αὕτη ἡ αἵρεσις
正如前面所提到的那種動物,因牠的失明無視、找不到回鑽入地的路徑而遭人戲弄一樣,這個異端也是如此
just as the aforementioned animal is mocked on account of its blindness and its lack of sight, and because it cannot find where to make its way back in, so also is this heresy
1:5518
ἐπέθεντο γὰρ ἑαυτοῖς τοῦ Ἀδὰμ τὸ ὄνομα
因為他們給自己冠上了亞當的名號
For they have taken upon themselves the name of Adam
1:5519
τοῦτο δὲ ἀπὸ ἀκοῆς ἀνδρῶν πολλῶν ἀκηκοότες φαμέν·
我們之所以這樣說,是因為從許多人的傳聞中聽來的;
But we say this having heard it by report from many men;
1:5520
οὐ γὰρ ἐν συγγράμμασιν ηὕραμεν οὔτε μὴν περιετύχομεν τοιούτοις τισί
因為我們並未在任何著作中發現此事,也未曾真正遇見過這樣的人物
for we have not found it in writings, nor indeed have we ever encountered any such persons
1:5521
πολλῶν οὖν εἰρηκότων ἄξιον καὶ αὐτῆς μνησθῆναι ἐδικαιώσαμεν
既然許多人都曾提及此事,我們認為值得將其一併記述下來
Since, then, many have spoken of it, we have judged it worthwhile to make mention of it as well
1:5522
διὸ καὶ δικαίως ταύτην παρεικάσαμεν τῷ προειρημένῳ τυφλῷ ζῴῳ καὶ ἀνδράσιν οὐ τάχιον φαινομένῳ, διὰ τὸ κρύβδην ἐν τῇ γῇ εἶναι καὶ κάτωθεν τὴν λύμην ἐργάζεσθαι
因此,我們理當把這異端比作前面所說的那種失明的動物,牠不輕易顯現在人面前,因為牠隱藏在地下,並從地底下施行破壞
Therefore we have also rightly likened it to the aforementioned blind animal, which does not readily appear to men, because it stays hidden in the ground and works its ruin from below
1:5523
περιγέλαστος δέ ἐστι, καὶ ἐσκεπτόμην μηδ' ὅλως εἰς ἀριθμὸν αὐτὴν φέρειν
這異端實在可笑至極,我甚至一度考慮完全不把它列入異端的數目之中
It is utterly laughable, and I had even considered not counting it among the number of heresies at all
1:5524
διὰ δὲ τὸ ὅλως ἦχον αὐτῆς εἶναι ἐν κόσμῳ, οὐδὲν λυπήσειε τὸν συνετὸν ἀκροατὴν περὶ πάντων εἰδέναι τῶν ἐν τῷ κόσμῳ ὑπὸ τοῦ διαβόλου ζιζανίων ἐσπαρμένων
然而,既然這異端在世上確實有些名聲流傳,那麼讓明智的聽者知道魔鬼在世上所撒下的一切稗子,也絕不會使他感到困擾
But since a report of it exists in the world at all, it will cause the intelligent hearer no distress to know about all the tares sown in the world by the devil
1:5525
εἴτε γὰρ ἔστιν ἡ τοιαύτη εἴτε μὴ ἔστι, πολλῶν λεγόντων ἀκηκοότι ἀσφαλείας χάριν καὶ περὶ αὐτῆς εἰπεῖν εὔλογόν μοι πέφηνε καὶ μὴ παραλεῖψαι, κἄν τε καταλέλυται καὶ οὐκέτι ὑπάρχει
因為無論這一派是否真的存在,既然我曾聽許多人談論它,我認為為了求全面周詳,理當也一併論及、不加以省略,即使它現今可能早已消亡、不復存在
For whether such a sect exists or does not exist, since I have heard it spoken of by many, it has seemed reasonable to me, for the sake of thoroughness, to speak of it as well and not to omit it, even if it has been dissolved and no longer exists
1:5526
οὐ γὰρ ἀσφαλῶς ἐπίσταμαι εἰ ἔτι ἔστιν ἢ μὴ ἔστι
因為我並不確切知道它現在是否仍然存在
For I do not know with certainty whether it still exists or not
1:5527
ἅμα γὰρ τὰ δύο ἔχει, γελοῖον καὶ πένθος, πένθος μὲν ὅτι πῶς ὁ διάβολος ἐνεκύησεν ἐν τῇ τῶν ἀνθρώπων διανοίᾳ χλευάσαι τὸ πλάσμα τὸ ἐκ θεοῦ πεπλασμένον, γελοῖον δὲ περὶ τῶν μήτε ὁρώντων μήτε τι συνετὸν διανενοημένων
因為這事同時兼具兩面:可笑的一面與可悲的一面。可悲的是,魔鬼竟在人的心思中孕育出戲弄神所塑造之受造物的念頭;可笑的是那些既看不清事理、又想不出任何明智想法的人
For it holds both things at once, the ridiculous and the lamentable: lamentable, in that the devil has somehow conceived in the minds of men the idea of mocking the creature formed by God; ridiculous, concerning those who neither see rightly nor have devised anything intelligent
1:5528
Πρῶτον γάρ φασι τοὺς τοιούτους τὰς αὐτῶν ἐκκλησίας ἤτοι φωλεοὺς καὶ σπήλυγγας οὕτω γὰρ εἴποιμι τὰς τῶν αἱρέσεων συνελεύσεις ἐν ὑποκαύστοις οἰκοδομεῖσθαι ὑποκαίειν τε κάτωθεν, διὰ τὸ εἶναι αἴθμην εἰς θάλψιν τῶν ἔνδον ἐν τῷ οἰκίσκῳ συναγομένων
首先,據說這些人所建造的教會——或者不如說是巢穴和洞窟,因為我寧願如此稱呼這些異端者的聚會——是建在有地暖設施的房舍之上,並從地底下加熱,目的是要有暖氣供聚集在這小屋裡的人取暖
For first they say that such people build their churches - or rather, dens and caves, for so I would call the gatherings of these heretics - over heated chambers, and they heat them from below, so that there is warmth to comfort those gathered within the little building
1:5529
ἐν. δὲ τῷ εἰσιέναι ἱματιοφύλακές εἰσί τινες πρὸς ταῖς θύραις δίκην καμψαρίων ὑπ' αὐτῶν ἐπιτεταγμένοι καὶ ἕκαστος εἰσιών, ἤτοι ἀνὴρ ἤτοι γυνή, ἐκδυόμενος ἔξω εἴσεισι γυμνὸς ὡς ἀπὸ μητρὸς ὅλῳ τῷ σώματι, οἵ τε δοκοῦντες αὐτῶν ἀρχηγοὶ καὶ διδάσκαλοι πάντες ὡς ἐκ μητρὸς καθέζονται, οἱ μὲν ἄνω οἱ δὲ κάτω ἀναμὶξ καὶ σποράδην
進入時,門口設有一些管理衣物的人員,如同他們自己任命的衣帽間侍者一般;每一個入場的人,無論男女,都在外面脫去衣服,赤身如同出自母胎一般全身裸露地進入其中;就連他們那些自以為的首領和教師,也都同樣赤身如出母胎地坐著,或坐上方,或坐下方,男女混雜、散佈各處
And upon entering, there are certain clothes-keepers stationed at the doors, appointed by them like cloakroom attendants, and each one entering, whether man or woman, undresses outside and enters naked in the whole body, as from the mother's womb; and those who seem to be their leaders and teachers all likewise sit as from the mother's womb, some above and some below, mixed together and scattered about
1:5530
εἰσὶ δὲ πάντες παρ' αὐτοῖς ἐγκρατεῖς δῆθεν λεγόμενοί τε καὶ κομπάζοντες, καὶ παρθένοι, ὡς ἑαυτοὺς ἀπατῶσι·
而他們每一個人,都自稱並自誇為所謂的『節制者』,也自稱是童貞者,如此他們是在自欺欺人;
And they are all, so they claim and boast among themselves, supposedly continent, and virgins as well - in which they deceive themselves;
1:5531
τάς τε ἀναγνώσεις καὶ τὰ ἄλλα αὐτῶν πάντα γυμνοὶ ὄντες τελοῦσιν
他們赤身裸體地誦讀經文,也照樣行其餘一切禮儀。
and they perform both the readings and all their other rites while naked
1:5532
εἰ δὲ δόξειέ τινα, ὡς καὶ τοῦτο λέγουσιν, ἐν παραπτώματι γενέσθαι, οὐκέτι τοῦτον συνάγουσι·
但若有人似乎犯了過犯——正如他們自己所說的——他們就不再與此人聚集;
But if someone seems, as they also say, to have fallen into a transgression, they no longer gather with him;
1:5533
φάσκουσι γὰρ αὐτὸν εἶναι τὸν Ἀδὰμ τὸν βεβρωκότα ἀπὸ τοῦ ξύλου καὶ κρίνουσιν ἐξεοῦσθαι ὡς ἀπὸ τοῦ παραδείσου τοῦτον ἐκ τῆς αὐτῶν ἐκκλησίας
因為他們宣稱此人就是那吃了樹上果子的亞當,於是判定要把他從他們的教會中趕出去,如同從樂園中趕出去一樣。
for they claim that he is Adam who ate of the tree, and they judge that he should be cast out of their church as though from paradise
1:5534
ἡγοῦνται γὰρ τὴν ἑαυτῶν ἐκκλησίαν εἶναι τὸν παράδεισον καὶ αὐτοὺς εἶναι τοὺς περὶ Ἀδὰμ καὶ Εὔαν
因為他們認為自己的教會就是樂園,他們自己就是亞當與夏娃那一類人。
for they consider their own church to be paradise, and themselves to be those associated with Adam and Eve
1:5535
τίνι οὖν τῷ λόγῳ ὑποκαίουσι τὸν οἰκίσκον, ἵνα μὴ τὸ κρύος αὐτῶν ἐφάψηται; Ἀδὰμ γὰρ καὶ Εὔα οὐκ ἐν ὑποκαύστῳ οἴκῳ τὴν δίαιταν εἶχον οὔτε ἐν φλογμῷ τινι ὑπεπιέζοντο οὔτε κρύος αὐτοὺς ἐφόρτου
那麼,他們憑什麼道理要在屋子底下生火加溫,好叫寒冷不致侵襲他們呢?因為亞當和夏娃並不是住在有地暖的房屋裡,他們既不受任何炎熱所逼迫,寒冷也不曾加害於他們。
By what reasoning then do they heat the little house underneath, so that the cold may not touch them? For Adam and Eve did not have their dwelling in a heated house, nor were they oppressed by any burning heat, nor did cold weigh upon them
1:5536
ἦν δὲ αὐτοῖς ἀὴρ καθαρώτατος καὶ μετὰ πάσης εὐκρασίας εὐτάκτως ἐκ θεοῦ μεμετρημένος, οὔτε ἀπηνότητι ψυχρίας τετονωμένος οὔτε ἀηδεστάτῃ ἐκπυρώσει καύσωνος ἐπηρτημένος, διαίτῃ δὲ ἀμβροσίᾳ εὖ μάλα ἐκ θεοῦ πεποιημένῃ ὁ χῶρος ἐτέτακτο, θυμηδίας καὶ εὐζωΐας ἐμπεπλησμένος, καὶ οὔτε ῥίγει ὑπέπιπτον οὔτε καύσωνι, ὡς ἔφην
那時空氣對他們而言極其純淨,由神有條不紊、恰到好處地調配著各樣宜人的氣候,既不因寒冷的嚴酷而緊繃,也不因酷熱那極令人厭惡的炙燒而受壓迫;那地方乃是安排在一種由神精心造就、如仙饌般的生活方式之中,充滿了心靈的喜悅與美好的生活,正如我所說的,他們既不受寒冷、也不受酷熱所侵。
But the air was for them most pure, and orderly measured out by God with every good temperament, neither strained by the harshness of cold nor weighed down by the most unpleasant burning heat; rather, the place was arranged with an ambrosial mode of life, made exceedingly well by God, filled with gladness of heart and good living, and, as I said, they were subject neither to chill nor to burning heat
1:5537
τούτων δὲ τοιούτων ἐπιδεομένων δήλη παρ' αὐτοῖς ἡ χλεύη γίνεται
既然這些人需要這樣的東西,他們的荒謬便顯而易見了。
Since these people need such things, their absurdity becomes manifest
1:5538
Εἶτα δὲ καὶ τὸ ἕτερον σκοπήσωμεν, πῶς ἡ πᾶσα πλάνη διελέγχεται, ὅτι οὐ μίαν ὥραν ἐκεῖνοι γυμνοὶ ἦσαν, ἀλλὰ διηνεκῶς καὶ οὐκ ᾐσχύνοντο
其次讓我們再看另一點,這整個謬誤是如何被駁倒的:那二人並非只有片刻赤身露體,而是始終如此,且並不感到羞恥。
Then let us also consider the other point, how their whole error is refuted: that those two were not naked for a single hour only, but continually, and were not ashamed
1:5539
τούτοις δὲ οὐ διὰ τὸ μὴ αἰσχύνεσθαι ἡ γύμνωσις, κἄν τε οὕτως αὐτοὶ νομίσωσιν, ἀλλ' ἕνεκεν ἀκορέστου ἡδονῆς, κόραις ὀφθαλμῶν ἐμποιούσης τὴν θέλξιν
至於這些人,他們的赤身並非因不知羞恥——儘管他們自己或許如此以為——而是為了那永不滿足的情慾,這情慾藉著眼目的瞳孔造成迷惑。
But for these people, their nakedness is not because they feel no shame, even though they themselves may suppose so, but for the sake of insatiable pleasure, which produces its enchantment through the pupils of the eyes
1:5540
ἀφῄρηται γὰρ ἀπ' αὐτῶν ἡ αἰδὼς ἡ ἐν πάσαις ἁγίαις γραφαῖς ἐπαινουμένη καὶ ἀληθῶς πεπλήρωται τὸ παρὰ τῷ προφήτῃ εἰρημένον, τό ὄψις πόρνης ἐγένετό. σοι, ἀπηναισχύντησας πρὸς πάντας
因為那在一切聖經中受稱許的廉恥心,已從他們身上被奪去,先知所說的話真實地應驗在他們身上:『你竟有妓女的臉面,在眾人面前毫不知恥。』
For that reverence which is praised in all the holy Scriptures has been taken away from them, and truly there is fulfilled what was spoken by the prophet: 'You have gotten a harlot's face; you have become shameless before all.'
1:5541
μετὰ δὲ τὴν ὥραν ἐκείνην ἔξω ἱματίοις ἀμφιέννυνται καὶ οὐκέτι εἰσὶν ὁ Ἀδάμ
但過了那時辰之後,他們又在外面穿上衣服,於是便不再是亞當了。
but after that hour they clothe themselves outside with garments, and are no longer Adam
1:5542
οὔτε γὰρ εὐθὺς ἐκεῖνος καὶ ἡ αὐτοῦ γυνὴ ἱματίων ηὐπόρησαν, ἀλλὰ πρῶτον μὲν φύλλα συκῆς ἑαυτοῖς ἔρραψαν, ἔπειτα δὲ χιτῶνες δερμάτινοι αὐτοῖς ἐδόθησαν καὶ οὕτως μετὰ πολὺν χρόνον τῆς αὐτῶν ζωῆς ἡ παμποίκιλος τοῦ θεοῦ σοφία τὴν εἴδησιν αὐτοῖς ἐνέβαλε τῶν ἀμφίων
因為那人和他的妻子並非立刻就有了衣服;他們起初是為自己縫製無花果樹葉,其後才得了皮衣,就這樣,經過他們生命中很長的一段時間後,神那千變萬化的智慧才把穿衣的知識灌注在他們裡面。
For neither did he and his wife immediately have garments provided; rather, first they sewed fig leaves for themselves, and then coats of skin were given to them, and thus, after a long time of their life, the all-various wisdom of God instilled in them the knowledge of clothing
1:5543
καὶ κατὰ πάντα τρόπον οὗτοι χλευασθήσονται, λέγοντες ἑαυτοὺς εἶναι τοὺς περὶ Ἀδάμ, καταψευδόμενοι ἑαυτῶν καὶ ἅμα ἀληθεύοντες
這些人無論從哪個角度看都將顯得荒謬可笑,因為他們自稱是與亞當同類的人——這既是在自欺欺人,卻同時又說出了實情。
And in every way these people will be shown to be ridiculous, when they say that they are those associated with Adam — thereby lying about themselves and yet at the same time speaking the truth
1:5544
ὅτι μὲν γὰρ οὗτοι Ἀδὰμ οὐχ ὑπάρχουσι, τοῦτο δῆλον ἐκ πολλῶν τεκμηρίων, ὡς καὶ ὑπεδείξαμεν·
因為他們並不是亞當,這一點從許多證據都可以清楚看出,正如我們已經指明的;
For that these are not Adam is clear from many proofs, as we have also shown;
1:5545
ὅτι δὲ ὑπὸ τοῦ νοητοῦ ὄφεως ἐμπαίζονται, τοῦτο δῆλον διὰ τῆς παραπεποιημένης αὐτῶν σχηματουργίας καὶ γυμνώσεως καὶ αἰσχύνης καὶ χλεύης
而他們正被那靈智的蛇所戲弄,這一點透過他們矯揉造作的姿態、赤身、羞恥與荒謬,都是顯而易見的。
but that they are being mocked by the intelligible serpent is evident through their counterfeit posturing, their nakedness, their shame, and their absurdity
1:5546
Οὐκ ἄξιον δὲ ἡμᾶς περὶ πολλοῦ ποιεῖσθαι τούτων τὴν ἀνατροπήν
其實我們不必在駁斥這些人身上花費太多功夫。
It is not worth our while to make much of refuting these people
1:5547
οὔτε γὰρ τὸ ὅμοιον αὐτῶν ζῷον σκευῶν πολεμικῶν ἢ μεγάλων ὅπλων ἐπιδέεται πρὸς ἀναίρεσιν
因為那與他們相似的動物,要將牠除滅並不需要戰爭器械或巨大的武器。
for the creature that is like them does not need weapons of war or great arms for its destruction
1:5548
διὰ γὰρ μικρᾶς ῥάβδου τὸ τοιοῦτον ἀφανίζεται
因為這樣的動物,一根小小的棍子就足以將牠除滅。
for such a creature is destroyed by a small rod
1:5549
πολλάκις δὲ μετὰ τὸ ἀνενεχθῆναι ἐκ τοῦ φωλεοῦ καταλιμπάνεται μόνον καὶ ἑαυτῷ διαφθείρεται, γελώμενον καὶ ἐμπαιζόμενον καὶ μὴ εὑρίσκον τὴν καταφυγήν, ὡς καὶ οὗτοι ἁλόντες αἰσχύνονται διὰ τῆς παγγελάστου χλεύης καὶ ἀσέμνου διαγωγῆς καὶ ὑποθέσεως τῆς ληρῳδίας
而牠常常在被從洞穴中引出之後,就被單獨撇下,自行消亡,受人譏笑戲弄,又找不到藏身之處——這些人也正是如此,一旦被拿獲,就因那極其可笑的荒謬、那不莊重的行徑,以及那胡言亂語的內容,而蒙羞受辱。
and often, after being brought out from its den, it is simply left alone and perishes by itself, being laughed at and mocked and unable to find refuge — just as these people too, once caught, are put to shame through their utterly laughable absurdity, their indecent conduct, and the subject matter of their nonsense
1:5550
ἀνατροπὴν καὶ ἡμῶν καὶ τῶν ἐντυγχανόντων σωτηρίαν
這既是駁斥,也是為了我們自己與讀者的得救。
a refutation—and for the salvation both of ourselves and of those who read it
1:5551
Κατὰ Σαμψαίων ˉλˉγ, τῆς δὲ ἀκολουθίας ˉνˉγ
駁撒姆撒人派,第三十三〔異端〕,依次序則為第五十三
Against the Sampsaeans, [Heresy] 33, but 53 in order
1:5552
Σαμψαίων τινῶν ἐν τῇ Περαίᾳ, περὶ ὧν ἤδη ἐν ταῖς ἄλλαις αἱρέσεσιν ἐπεμνήσθημεν, τῶν δὴ καὶ Ἐλκεσαίων καλουμένων, αἵρεσίς. τις ὑπάρχει ἐν τῇ Περαίᾳ οὕτω καλουμένῃ χώρᾳ πέραν τῆς ἁλυκῆς ἤτοι νεκρᾶς καλουμένης θαλάσσης, ἔν τε τῇ Μωαβίτιδι χώρᾳ περὶ τὸν χειμάρρουν Ἀρνὼν καὶ ἐπέκεινα ἐν τῇ Ἰτουραίᾳ καὶ Ναβατίτιδι, ὡς καὶ ἤδη μοι πολλάκις περὶ τούτων δεδήλωται
有某些撒姆撒人存在於培勒亞地區,關於他們我們在其他異端中已經提及過,他們也被稱為厄勒克賽派;這一異端存在於稱為培勒亞的地區,即那鹹海(亦稱死海)彼岸,又存在於摩押地一帶,環繞亞嫩溪谷,再往外延伸至以土利亞與納巴泰地區,正如我已多次就此說明過的。
There exists a certain sect of Sampsaeans in Peraea, whom we have already mentioned among the other heresies — those also called Elkesaites — a sect existing in the region called Peraea, beyond the sea called the Salt Sea, or the Dead Sea, and in the land of Moab around the torrent Arnon, and beyond, in Ituraea and Nabatitis, as I have already frequently made clear concerning them.
1:5553
οὗτοι γὰρ αὐχοῦσι τὸν Ἠλξαῖον αὐτῶν εἶναι διδάσκαλον, ἔτι δὲ καὶ εἰς δεῦρο τοῦ γένους αὐτοῦ ὑπαρχούσας δύο γυναῖκας, προσκυνουμένας ὡς θεὰς δῆθεν διὰ τὸ εἶναι αὐτὰς ἐκ σπέρματος εὐλογημένου
因為他們誇口以厄勒賽為師,並且聲稱直到如今,他家族中還存有兩位婦人,被人當作女神一般敬拜,理由是她們據稱出自蒙福的後裔。
For these people boast that Elxai is their teacher, and moreover that, to this day, there exist two women of his lineage who are worshiped as goddesses, supposedly because they are of blessed seed
1:5554
κέχρηνται δὲ τῇ βίβλῳ ταύτῃ καὶ Ὀσσαῖοι καὶ Ἐβιωναῖοι καὶ Ναζωραῖοι, ὡς καὶ ἤδη πολλάκις εἶπον
這卷書,奧賽派、以便尼派與拿撒勒派也同樣使用,正如我已多次說過的。
This book is also used by the Ossaeans and the Ebionites and the Nazoraeans, as I have already said many times
1:5555
φύσει δὲ οὗτοι οἱ Σαμψαῖοι ἐξ αὐτῆς ὁρμῶνται, οὔτε Χριστιανοὶ ὑπάρχοντες οὔτε Ἰουδαῖοι οὔτε Ἕλληνες, ἀλλὰ μέσον ἁπλῶς ὑπάρχοντες οὐδέν εἰσι
這些撒姆撒人就其本質而言正是由此(厄勒克賽派)衍生而來,他們既不是基督徒,也不是猶太人,也不是希臘人,只是單純地處於中間地帶,什麼都不是。
By their very nature these Sampsaeans derive from it, being neither Christians nor Jews nor Greeks, but simply existing in between, they are nothing
1:5556
φασὶ δὲ καὶ ἄλλο βιβλίον ἔχειν Ἰεξαὶ λεγόμενον ἀδελφοῦ τοῦ Ἠλξαΐ
他們又聲稱擁有另一卷書,是厄勒賽的兄弟——名叫伊厄賽——所著的。
They also claim to have another book, called that of Iexai, the brother of Elxai
1:5557
θεὸν δὲ ἕνα λέγουσι καὶ δῆθεν αὐτὸν σέβουσι βαπτισμοῖς τισι χρώμενοι·
他們宣稱只有一位神,並且據稱以某些洗禮儀式來敬拜祂;
They say there is one God, and they supposedly worship him, making use of certain baptisms;
1:5558
πρόσκεινται δὲ Ἰουδαίοις οὐκ ἐν ἅπασιν
他們依附猶太人,卻並非在每一件事上都如此。
but they adhere to the Jews, though not in all respects
1:5559
ἀπέχονται δὲ καὶ ἐμψύχων τινὲς ἐξ αὐτῶν
他們當中也有人戒絕有生命之物(即動物性食物)。
and some of them also abstain from things that have life
1:5560
ὑπεραποθνῄσκουσι δὲ τῶν ἐκ γένους τοῦ Ἠλξαΐ
他們甚至願意為屬於厄勒賽家族血統的人捨命而死。
and they are ready to die on behalf of those of the lineage of Elxai
1:5561
καὶ ἐν μὲν τῷ χρόνῳ τούτῳ ἠκηκόειν ὅτι τέθνηκεν ἡ μία γυνὴ ἡ Μαρθοῦς καλουμένη, ἔμεινε δὲ καὶ ἔτι νῦν Μαρθάνα, εἰ μὴ καὶ αὐτὴ τέθνηκεν
就在這段時期,我曾聽聞其中一位名叫瑪爾托斯的婦人已經過世,而瑪爾塔娜則仍然在世,直到如今——除非她如今也已經去世了。
And at this time I had heard that one of the women, called Marthous, had died, but Marthana remained, and still does even now, unless she too has died
1:5562
εἴ ποτε δὲ ἔξοδον εἶχον αἱ τοιαῦταί ποι βαδίζουσαι, συνεπόμενοι οἱ ὄχλοι αὐτῶν τὸν χοῦν τῶν ποδῶν λαμβάνοντες ἰάσεως ἕνεκεν δῆθεν καὶ τὸν σίελον τῶν πτυσμάτων ὡσαύτως μεγάλως ἐμπαιζόμενοι ἐχρῶντο ἐν φυλακτηρίοις τε καὶ περιάπτοις
每當這些婦人外出行走時,群眾便會尾隨其後,拾取她們腳下的塵土,據稱是為了治病之用,同樣也採集她們口中的唾沫——他們就這樣大受欺哄——並將這些東西用作護身符與符咒。
And whenever such women went out somewhere, crowds would follow them, taking the dust from their feet for the sake of healing (as they supposed), and likewise the spittle from their saliva — being greatly deceived — and would use them in amulets and charms
1:5563
πᾶσα γὰρ πλάνη ἔσχε πρῶτον τὴν τύφλωσιν, ἔπειτα τὴν κενοφωνίαν
因為一切謬妄,首先都源於盲目,其次才生出空談。
For every error has, first, blindness, and then, empty talk
1:5564
καὶ οὔτε προφήτας δέχονται οἱ τοιοῦτοι οὔτε ἀποστόλους, τὰ πάντα δὲ παρ' αὐτοῖς ἠπάτηται
這些人既不接受眾先知,也不接受眾使徒,他們那裡的一切都已被欺妄所扭曲。
And such people accept neither the prophets nor the apostles, but everything among them has been falsified
1:5565
τετίμηται δὲ αὐτοῖς τὸ ὕδωρ καὶ τοῦτο ὡς θεὸν ἡγοῦνται, σχεδὸν φάσκοντες εἶναι τὴν ζωὴν ἐκ τούτου
水在他們中間備受尊崇,他們幾乎將水當作神明看待,宣稱生命乃是由水而來。
Water is honored among them, and they regard it virtually as a god, claiming that life comes from it
1:5566
Χριστὸν δὲ ὀνόματι ὁμολο. γοῦσι, κτίσμα αὐτὸν ἡγούμενοι καὶ ἀεί ποτε φαινόμενον
他們口頭上承認基督,卻把祂看作一個受造物,且是不斷地時隱時現。
They confess Christ in name, but consider him a creature, and one who appears at various times
1:5567
καὶ πρῶτον μὲν πεπλάσθαι αὐτὸν ἐν τῷ Ἀδάμ, ἐκδύεσθαι δὲ αὐτὸν τὸ σῶμα τοῦ Ἀδὰμ καὶ πάλιν ἐνδύεσθαι, ὅτε βούλεται
他們認為基督最初是在亞當裡被塑造出來的,又說祂會脫去亞當的身體,並隨己意再次穿上它。
and that he was first formed in Adam, and that he puts off the body of Adam and puts it on again, whenever he wishes
1:5568
καλεῖσθαι δὲ αὐτὸν Χριστὸν καὶ εἶναι τὸ ἅγιον πνεῦμα ἀδελφὴν αὐτοῦ θηλυκῷ σχήματι ὑπάρχουσαν, ἐνενήκοντα ἓξ μιλίων τὸ ὕψος ἕκαστον αὐτῶν ἔχον, τόν τε Χριστὸν καὶ τὸ πνεῦμα τὸ ἅγιον, καὶ τὸ πλάτος εἰκοσιτεσσάρων, καὶ πολλὰ ληρώδη ἕτερα
他們說,祂被稱為基督,而聖靈則是祂的姊妹,以女性的形貌存在——基督與聖靈,兩者各自身高九十六哩、寬二十四哩,以及其他許多荒誕不經的說法。
and that he is called Christ, and that the Holy Spirit is his sister, existing in female form, each of them — both Christ and the Holy Spirit — having a height of ninety-six miles, and a breadth of twenty-four, and many other absurdities
1:5569
Ἤδη δὲ περὶ τούτων πολλάκις ἐν ἄλλαις αἱρέσεσι διηγούμενος τὰς ἀνατροπὰς πεποίημαι·
但既然我已多次在論及其他異端時,一併陳述了針對這些事的駁斥;
But since I have already, many times, in discussing other heresies, set forth the refutations concerning these matters;
1:5570
διὸ οὐκ ἀναγκαῖον ἡγησάμην περὶ πολλοῦ ποιήσασθαι τὴν αὐτῶν κατάλυσιν τῆς ἀνατροπῆς, ὡς ἤδη ἡμῶν ἐργασαμένων εἰς αὐτὸν τὸν Ἠλξαῖον εἴτ' οὖν Ἠλξαῒ καὶ τοὺς ἀπ' αὐτοῦ ἐν ταῖς ἄλλαις προδεδηλωμέναις αἱρέσεσι·
因此我認為不必再花費太多力氣去駁斥並推翻他們,因為我們已經在先前所指明的其他異端中,針對厄勒賽本人——或說厄勒賽伊——以及出自他的那些人下過功夫了;
therefore I did not consider it necessary to spend much effort on their overthrow by refutation, since we have already worked on Elxai himself, or rather Elxai, and those who came from him, in the other previously indicated heresies;
1:5571
πᾶσι γὰρ φωρατὸς ὁ τοιοῦτος καὶ ἡ ἐξ αὐτοῦ αἵρεσις ὅτι πεπλάνηται
因為這樣的人以及由他而生的異端已經走入迷途,這對眾人而言是顯而易見的。
for it is evident to all that such a man, and the heresy derived from him, has gone astray
1:5572
ὡς οὖν σαύραν ἡλιακὴν πεπαικότες ῥάβδῳ ἐλπίδος Χριστοῦ καὶ τοῦ σταυροῦ ἐπὶ τὰς ἑξῆς ἴωμεν
因此,既已用基督與十字架盼望的杖擊打了這隻蜥蜴,讓我們繼續前行,論及接下來的異端。
So then, having struck the sun-lizard with the rod of the hope of Christ and of the cross, let us proceed to what follows
1:5573
ἄξιον γάρ ἐστιν ᾧ ὀνόματι ἑαυτοὺς καὶ οὗτοι ὠνόμασαν, τῷ αὐτῷ κεχρῆσθαι αἰνίγματι εἰς φράσιν τῆς αὐτῶν παραπεποιημένης ἐπωνυμίας
因為值得就這些人為自己所取的名字本身所含的隱喻,拿來闡明他們那個矯揉造作的稱號。
For it is fitting to make use of the very riddle contained in the name by which these people, too, named themselves, in order to express their counterfeit appellation
1:5574
Σαμψαῖοι γὰρ ἑρμηνεύονται Ἡλιακοί·
因為「撒姆撒人」意譯即為「屬日者」;
For 'Sampsaeans' is interpreted as 'Sun-people';
1:5575
διὸ καὶ τοῦ ζῴου ἐπεμνήσθημεν
這也是我們之所以提及那動物的緣故。
which is why we also mentioned the creature
1:5576
ταύτην γὰρ σαύραν οὕτω κικλῄσκουσιν ἡλιακὴν οἱ ἄνθρωποι
因為人們就是這樣稱呼這種蜥蜴為「太陽蜥蜴」的。
for people call this lizard by that name, the 'sun-lizard'
1:5577
χείρων δὲ ἡ αἵρεσις αὕτη τῆς σαύρας, μηδὲ τὸ ἀκαριαῖον τῆς ὠφελείας αὐτῆς ἔχουσα
然而這個異端比那蜥蜴還要惡劣,因為牠連那蜥蜴身上一絲一毫的用處都沒有。
But this heresy is worse than the lizard, not even possessing the least bit of its usefulness
1:5578
ἐκείνη γὰρ ἀμβλυωπήσασα χρόνῳ ἀναβλέπει διὰ ἡλιακῆς στροφάλιγγος·
因為那蜥蜴視力昏花之後,隨著時間過去,能藉著朝向太陽旋轉而重見光明;
for that creature, having grown dim-sighted, in time recovers its sight through a turning toward the sun;
1:5579
ἐν φωλεῷ γὰρ πρὸς ἀνατολὴν προσέχοντι ἑαυτὴν προσθλίψασα καὶ νηστεύσασα πρὸς ἀνατολήν τε κατανοοῦσα ἀποτίθεται τὴν ἀμβλυωπίαν·
牠會把自己擠進一個朝東的洞穴裡,禁食不動,凝望東方,如此便脫去了昏花之症;
for pressing itself into a den facing the east, and fasting, and gazing toward the east, it puts off its dim-sightedness;
1:5580
αὕτη δέ φημι ἡ αἵρεσις ἐν ἅπασιν τὴν ἀφροσύνην κέκτηται τοῦ ζῴου, οὐ μὴν κἂν τὸ ὀλίγον τοῦ ἐπαίνου
但我要說,這個異端在各方面都具備了那動物的愚蠢,卻連牠那一點點值得稱許之處都沒有。
But this heresy, I say, possesses in every respect the foolishness of the creature, yet not even a little of its praiseworthy quality
1:5581
οὕτως οὖν καὶ αὕτη ἡ αἵρεσις, σαύρα ἡμῖν λεχθεῖσα ἡλιακή, καὶ καταπατηθεῖσα ὑπὸ τῆς ἀληθείας † αὐτοῦ. μενέτω, μηδὲν κατισχύουσα κατὰ τῆς τοῦ θεοῦ ἀληθείας·
因此,這個異端也是如此——我們稱之為太陽蜥蜴——既已被真理踐踏在腳下,就任由牠停留在原處吧,牠絲毫不能勝過神的真理;
Thus then, this heresy too — called by us the sun-lizard — having been trampled underfoot by the truth, let it remain as it is, prevailing nothing against the truth of God;
1:5582
ἡμεῖς δὲ ἐπὶ τὰς ἄλλας, ὡς εἴπαμεν, ἐξορμήσωμεν
至於我們,就照我們所說的,繼續邁向其餘的異端吧。
but let us, as we said, press on to the others
1:5583
Κατὰ Θεοδοτιανῶν ˉλˉδ, τῆς δὲ ἀκολουθίας ˉνˉδ
駁提阿多圖派,第三十四〔異端〕,依次序則為第五十四
Against the Theodotians, [Heresy] 34, but 54 in order
1:5584
ὑπάρχων ἐκ τῆς προειρημένης ἀλόγου αἱρέσεως, τῆς ἀρνουμένης τὸ κατὰ Ἰωάννην εὐαγγέλιον καὶ τὸν ἐν αὐτῷ κηρυχθέντα ἐν ἀρχῇ ὄντα θεὸν Λόγον καὶ τὴν αὐτοῦ Ἀποκάλυψιν, ἀλλὰ καὶ ταῖς ἄλλαις αἱρέσεσι ταῖς προειρημέναις συγγενόμενός τε καὶ συνυπάρξας καὶ κατὰ τὸν χρόνον αὐτὰς διαδεξάμενος, ἐξ οὗπερ οἱ Θεοδοτιανοὶ καλούμενοι
〔此人〕出身於前面提到的那「無理性派」(阿羅哥依派)異端——即否認《約翰福音》、否認其中所宣講那太初即與神同在之「道」的神性、也否認其〈啟示錄〉的一派;但他也曾與前面提到的其他異端交往並存,且在時序上承接了他們;由他而衍生出被稱為提阿多圖派的一群人。
[This man] belonged to the aforementioned irrational heresy, the Alogi, which denies the Gospel according to John and the Word — God existing in the beginning — proclaimed therein, as well as his Revelation; but he also associated with and coexisted alongside the other previously mentioned heresies, and succeeded them in time; from him those called Theodotians take their name
1:5585
καὶ εἰ μὲν ὑπάρχει ἔτι ἡ αἵρεσις ἀγνοοῦμεν, τὰ δὲ εἰς ἡμᾶς ἀπὸ συγγραμμάτων ἐλθόντα ἐροῦμεν
至於這個異端如今是否仍然存在,我們並不知曉,但我們將陳述那些藉著著作流傳到我們手中的資料。
And whether the heresy still exists we do not know, but we will relate what has come down to us from writings
1:5586
Οὗτος ὁ Θεόδοτος ἀπὸ Βυζαντίου μὲν ὡρμᾶτο, τῆς νυνὶ Κωνσταντινουπόλεως καλουμένης
這位提阿多圖出身自拜占庭,即如今稱為君士坦丁堡之地。
This Theodotus came originally from Byzantium, which is now called Constantinople
1:5587
σκυτεὺς τὴν τέχνην, πολυμαθὴς δὲ τῷ λόγῳ
他以製革(皮匠)為業,但在學問言辭上卻博學多聞。
a tanner by trade, but a man of much learning in speech
1:5588
οὗτος ἅμα τισὶ πλείοσιν ἐν καιρῷ διωγμοῦ ἐνστάντος οὐκ οἶδα εἰπεῖν ἐν ποίῳ διωγμῷ ἀπὸ τοῦ τῆς πόλεως ἄρχοντος συλλη. φθεὶς μετὰ πλειόνων καὶ ἐξετασθεὶς σὺν τοῖς ἄλλοις ὑπὲρ Χριστοῦ, οἱ μὲν ἄλλοι πάντες θεοῦ δοῦλοι τὸ νῖκος ἀπενεγκάμενοι βραβείων ἔτυχον ἐπουρανίων ὑπὲρ Χριστοῦ μαρτυρήσαντες, οὗτος δὲ Χριστὸν ἀρνησάμενος καὶ παραπεσὼν τοῦ σκοποῦ τῆς ἀληθείας ἐν παρεκβάσει γεγένηται, καὶ ἀπὸ αἰσχύνης πολλῆς ὑπὸ πολλῶν ὀνειδιζόμενος ἀπέδρασε τῆς ἑαυτοῦ πατρίδος καὶ ἀναβὰς εἰς Ῥώμην ἐκεῖσε διέτριβεν
當某次逼迫來臨之時(我說不出是哪一次逼迫),此人與若干其他人一同被本城的長官逮捕,並與其他人一起因基督之故受審;其餘所有神的僕人都得了勝,因為基督作了見證,獲得了屬天的獎賞,唯獨此人卻不認基督,偏離了真理的標竿,陷入了背道的境地,又因極大的羞辱而遭眾人責罵,便逃離了自己的家鄉,上到羅馬,並在那裡住了下來。
This man, together with several others, when a persecution arose (I cannot say in which persecution), was arrested by the ruler of the city along with a number of others, and was examined together with the rest on account of Christ. Now all the other servants of God, having carried off the victory, obtained heavenly prizes, having borne witness for Christ; but this man, having denied Christ and having fallen away from the mark of the truth, came to be in a state of transgression, and being reproached by many because of his great shame, fled from his own homeland, and having gone up to Rome, resided there
1:5589
ἐπιγνωσθεὶς δὲ ὑπὸ τῶν ἐν Ῥώμῃ, πάλιν ἐκεῖ τῷ αὐτῷ ὀνείδει ὑπέπεσε διὰ τὸ ἐγκαλεῖσθαι αὐτὸν ὑπὸ τῶν αὐτὸν εἰδότων ἕνεκεν τῆς πολυμαθίας, ὅτι ἀνὴρ πολυμαθὴς ὢν ἐξέπεσε τῆς ἀληθείας
然而他在羅馬被人認出,便又在那裡再次遭受同樣的羞辱,因為那些認識他的人責備他:身為一個博學多聞的人,竟然背離了真理。
But being recognized by those in Rome, he there again fell under the same reproach, because he was accused by those who knew him, on account of his great learning — that, being a man of much learning, he had fallen away from the truth
1:5590
εἰς ἑαυτοῦ δὲ δῆθεν κακὴν ἀπολογίαν ἐπινενόηκε τουτὶ τὸ καινὸν δόγμα, φήσας ὅτι θεὸν ἐγὼ οὐκ ἠρνησάμην, ἀλλὰ ἄνθρωπον ἠρνησάμην
於是他為自己想出了這個邪惡的辯解——也就是這個新奇的教義——聲稱:『我並沒有否認神,我只是否認了一個人。』
And so, as a wicked defense of himself, he devised this new doctrine, saying, 'I did not deny God, but I denied a man'
1:5591
εἶτα ἐρωτώμενος ποῖον ἄνθρωπον ἀπεκρίνατο λέγων Χριστὸν ἠρνησάμην ἄνθρωπον
接著,當有人問他:『是什麼樣的人?』他回答說:『我否認的是那作為人的基督。』
Then, being asked what man, he answered, saying, 'I denied Christ as a man'
1:5592
Ἐντεῦθεν οὕτως ἑαυτῷ ἐδογμάτισε δόγμα καὶ οἱ ἀπ' αὐτοῦ συσταθέντες Θεοδοτιανοί, ψιλὸν ἄνθρωπον φάσκοντες εἶναι τὸν Χριστὸν καὶ ἐκ σπέρματος ἀνδρὸς γεγεννῆσθαι
從此以後,他便為自己制定了這樣一套教義,而由他所建立起來的提阿多圖派也是如此,他們宣稱基督不過是個普通人,是由男人的精血所生。
From this point on, he thus formulated a doctrine for himself, as did the Theodotians who were established from him, claiming that Christ was a mere man, and that he was born of the seed of a man
1:5593
εἶτα εἰς κακὴν ἑαυτοῦ ἀπολογίαν ὅσαπερ χρήσιμα εὗρεν οὐχ ἁγνῶς οἰόμενος, ἀλλὰ προφάσει τῆς αὐτοῦ παρεκτροπῆς ταῦτα ἑαυτῷ ἐπισωρεύων συνήγαγεν, ὅτι, φησίν, ὁ Χριστὸς ἔφη·
接著,為了替自己作邪惡的辯護,凡是他認為有用的〔經文〕,他都蒐羅彙集起來——並非出於純正的用意,而是為自己的偏差找藉口,層層堆砌——他說:『因為基督曾說過:』
Then, for a wicked defense of himself, he gathered together whatever texts he found useful — not with pure intent, but heaping them up upon himself as a pretext for his own deviation — saying, 'For,' he says, 'Christ said:'
1:5594
νῦν δέ με ζητεῖτε ἀποκτεῖναι ἄνθρωπον, ὃς τὴν ἀλήθειαν ὑμῖν λελάληκα
『但如今你們卻想要殺我這個把真理告訴你們的人。』
'But now you seek to kill me, a man who has told you the truth'
1:5595
ὁρᾷς, φησίν, ὅτι ἄνθρωπός ἐστιν
他說:『你看,祂是個人。』
'You see,' he says, 'that he is a man'
1:5596
ἀλλ' οὐκ ἔγνω ὁ τάλας ὅτι ἐν ταὐτῷ ὁ κύριος λέγει τὴν ἀλήθειαν, ἣν ἤκουσα παρὰ τοῦ πατρός μου
但這個可悲的人卻沒有察覺到,主在同一處經文中還說了:『就是我從我父那裡所聽見的真理。』
But the wretched man did not realize that in that same passage the Lord says, 'the truth which I heard from my Father'
1:5597
πατέρα δὲ ἑαυτοῦ λέγει. τὸν θεόν·
而祂所說『祂的父』,指的正是神;
and by 'his Father' he means God;
1:5598
εἰ γὰρ παρὰ ἀνθρώπου ἀκήκοεν, οὐκ. ἐκαυχᾶτο τῇ μαρτυρίᾳ τῆς ἀληθείας, λέγων παρὰ ἀνθρώπων τὴν ἀλήθειαν ἀκηκοέναι·
因為倘若祂是從人那裡聽見的,祂就不會誇耀那真理的見證,說自己是從人那裡聽見了真理;
For if he had heard it from a man, he would not have boasted in the testimony of the truth, saying that he had heard the truth from men;
1:5599
ἀλλ' ἵνα σημάνῃ θεὸν αὐτὸν ὄντα ἐκ πατρὸς ἄνωθεν γεγεννημένον, ἄνθρωπον δὲ δι' ἡμᾶς γενόμενον καὶ ἐν σαρκὶ ἀποκτανθέντα, ἐν θεότητι δὲ ἀεὶ ζῶντα
而是要表明:祂自己本是神,是從上頭由父所生的,卻為了我們的緣故成為人,並在肉身中被殺,但在神性裡卻永遠活著。
but in order to signify that he himself is God, begotten from the Father from above, yet became man for our sake and was put to death in the flesh, while ever living in his divinity
1:5600
Εἶτά φησι μηδὲ ἁμαρτίαν πεποιηκέναι ἀρνησάμενον τὸν Χριστόν, αὐτοῦ, φησί, τοῦ Χριστοῦ εἰπόντος·
接著他又說,他否認基督這件事根本算不上罪,因為,他說,基督自己也曾說過:
Then he says that in denying Christ he did not even commit a sin, since, he says, Christ himself said:
1:5601
πᾶσα βλασφημία ἀφεθήσεται τοῖς ἀνθρώποις, καὶ ὁ λέγων λόγον εἰς τὸν υἱὸν τοῦ ἀνθρώπου ἀφεθήσεται αὐτῷ·
「一切褻瀆的話,都可得赦免;凡說話干犯人子的,也可得赦免;」
Every blasphemy will be forgiven to men, and whoever speaks a word against the Son of Man, it will be forgiven him;
1:5602
τῷ δὲ βλασφημοῦντι εἰς τὸ ἅγιον πνεῦμα, οὐκ ἀφεθήσεται αὐτῷ
「惟獨褻瀆聖靈的,總不得赦免。」
but whoever blasphemes against the Holy Spirit will not be forgiven him.
1:5603
καὶ ἀγνοεῖ ὁ ἐλεεινὸς ἄνθρωπος ὅτι βουλόμενος ὁ κύριος προασφαλίσασθαι τὴν σωτηρίαν τῶν ποτὲ αὐτὸν βλασφημησάντων καὶ ἐπανακαμπτόντων εἰς μετάνοιαν, ἵνα μὴ ὁρίσῃ αὐτοῖς καταδίκην, τὸν λόγον προθεσπίζει, δι' ὑπερβολὴν πρᾳότητος καὶ φιλανθρωπίας καὶ διὰ τὸ εἰδέναι αὐτὸν μέλλοντάς τινας ἐπανίστασθαι καὶ βλασφημεῖν τὸ ἅγιον πνεῦμα καὶ ἐν τάξει δούλου αὐτὸ ὁρίζεσθαι καὶ κτιστὸν καὶ ἀλλότριον τῆς τοῦ θεοῦ οὐσίας
這可憐的人不知道,主之所以預先說出這句話,是因為祂願意預先保障那些曾經褻瀆祂、而後回轉悔改之人的救恩,免得對他們定下罪案;祂這樣說,是出於祂無比的溫柔與仁愛,也因為祂預知將來必有人起來褻瀆聖靈,把聖靈定為奴僕的等次,定為受造之物,並定為與神的本質不同類的。
And the pitiable man does not know that the Lord, wishing beforehand to secure the salvation of those who once blasphemed him and then turn back to repentance -- so that he might not decree condemnation against them -- pronounces this word in advance, on account of the excess of his gentleness and love for mankind, and because he knew that certain people would in future arise and blaspheme the Holy Spirit, defining it as in the rank of a servant, and as created, and as alien to the essence of God.
← 上一段下一段 →
1

新的原文誦讀上線時通知我

每次有新章節誦讀影片就寄一封信。採雙重確認,隨時可一鍵取消。