📜 Verbum · 聖言
原文誦讀聖經與教父文獻
♥ 贊助

← 回書卷目次 · 希臘教父 › 藥箱(駁八十異端)

藥箱(駁八十異端) 第 1 章 第 46/82 段

希臘文原文.183 節.部分字詞可點開查義.本章太長已分段,此段為 1:7411–1:7593(全章共 12976 節)

← 上一段下一段 →
ℹ️ 本語料沒有逐節的詞法標註。原形主要取自同語言其他書卷的逐詞標註(不是這一節的標註),少數查不到的才回頭依字形比對詞典。同形的罕見字仍可能判錯,需要精確判斷時請覆核原文與專門詞典。
ℹ️ 中英對照為本站自譯,直接譯自本頁的原文(非和合本/WEB —— 那兩者譯自馬所拉文本,與本頁底本不同)。
1:7411
καὶ εἰ θέλει ὁ θεός, δυνατός ἐστι τοῦτο ποιῆσαι ἄνευ ψυχῆς παρεῖναί τε καὶ κινεῖσθαι, ὡς καὶ τὸ τοῦ Ἄβελ αἷμα σῶμα ὂν. μετὰ θάνατον ἐφθέγγετο καὶ οὐ ψυχή·
而且若神願意,祂也能使之無需靈魂即得以存在並動作,正如亞伯的血,雖是身體,卻在死後發聲,而不是靈魂發聲;
And if God wills, he is able to accomplish this — to be present and to move — without the soul, just as the blood of Abel, though it was body, cried out after death, and it was not the soul;
1:7412
οὐ γὰρ ψυχή ἐστι τὸ αἷμα, ἀλλὰ σῶμά ἐστι τὸ φαινόμενον
因為血並不是靈魂,那顯現出來的乃是身體。
for blood is not the soul, but that which appears is body.
1:7413
ἀλλ' οὐ δυνήσεται σῶμα ἄνευ ψυχῆς κριθῆναι
但身體卻不能脫離靈魂而單獨受審。
But the body will not be able to be judged without the soul.
1:7414
ἀντιλέξειε γὰρ καὶ αὐτό, λέγον ὅτι οὐκ ἐγὼ ἥμαρτον, ἀλλὰ ἡ ψυχή·
因為身體同樣也會辯稱說:『犯罪的不是我,乃是靈魂;』
For it too would object, saying, 'It was not I who sinned, but the soul;'
1:7415
μή, ἐξότε ἀπεκρίθη ἀπ' ἐμοῦ, μὴ ἐμοίχευσα, μὴ ἐπόρνευσα, μὴ εἰδωλολάτρησα; καὶ ἔσται ἀντιλέγον τὸ σῶμα τῇ τοῦ θεοῦ δικαιοκρισίᾳ καὶ εὐλόγως ἀντιλέγον
『自從靈魂與我分離以後,難道是我犯了姦淫?是我行了淫亂?是我拜了偶像嗎?』如此,身體便會對神公義的審判提出異議,而且是理直氣壯地提出異議。
'Have I, since it was separated from me, committed adultery? Have I fornicated? Have I worshiped idols?' And so the body would object to the righteous judgment of God, and would object with good reason.
1:7416
τούτου ἕνεκα τοίνυν καὶ δι' ἄλλα πολλὰ καὶ ἀναγκαῖα ὁ θεὸς ἐν τῇ αὐτοῦ σοφίᾳ τὰ τεθνεῶτα ἡμῶν σώματα καὶ τὰς ψυχὰς εἰς παλιγγενεσίαν φέρει ἐν τῇ αὐτοῦ ὑποσχέσει τῆς φιλανθρωπίας, εἰς τὸ τὸν κεκμηκότα ἐν ὁσιότητι ἀπολαβεῖν τὴν πᾶσαν ἀπὸ θεοῦ καλὴν ἀνταπόδοσιν καὶ τοὺς τὰ μάταια πεποιηκότας ὡσαύτως κριθῆναι, σῶμα ἅμα ψυχῇ καὶ ψυχὴν ἅμα σώματι
所以,因這緣故,也因許多其他必要的原因,神以祂的智慧,按祂那慈愛的應許,使我們已死的身體與靈魂進入重生,好叫那在聖潔中勞苦的人,從神那裡得著一切美好的報償;也叫那行虛妄之事的人同樣受審判,身體與靈魂一同,靈魂與身體一同。
For this reason, then, and on account of many other necessary reasons, God in his wisdom brings our dead bodies and souls to regeneration, in his promise of loving-kindness, so that the one who has labored in holiness may receive from God the whole good recompense, and that those who have done vain things may likewise be judged, body together with soul and soul together with body.
1:7417
Καὶ εἰς περισσοτέραν πληροφορίαν τῆς ἡμετέρας ζωῆς παραγενόμενος ἐν σαρκὶ καὶ ἐνανθρωπήσας τελειότατα εἰς τὸ στηρίξαι τὴν αὐτοῦ πίστιν ἐν ἡμῖν, προγινώσκων τὴν μέλλουσαν ἐν σοί, Ὠρίγενες, ἀπιστίαν γίνεσθαι τὸ ἀμφιβαλλόμενον μᾶλλον παρὰ σοὶ καὶ ἐν πολλαῖς αἱρέσεσι, ταῖς τῆς ἀπιστίας σου ὁμοίαις Μανιχαίων καὶ Μαρκιωνιστῶν, καὶ λοιπὸν τὰ πάντα ἐν ἑαυτῷ τελειώσας εἰς βεβαίωσιν καὶ στερέμνιον τῆς πίστεως αὐτοῦ καὶ ἀληθείας ἐναργῶς ἐποίησεν
並且,為使我們的生命得著更充分的確據,祂降世成肉身,極其完全地成為人,為要在我們裡面堅固祂的信仰;祂預先知道將來在你——俄利根啊——身上要生出的不信,就是那更被你、以及與你的不信相類似的許多異端,如摩尼教徒和馬吉安派,所質疑的事,於是祂便在自己身上將這一切完全成就,為要堅固並穩立祂信仰與真理的根基,清楚彰顯出來;
And for the fuller assurance of our life, coming in the flesh and having become man most perfectly, in order to establish his faith in us — foreknowing the unbelief that would come to be in you, O Origen, the very thing that is disputed all the more by you and in many heresies similar to your unbelief, those of the Manichaeans and the Marcionites — and having accomplished all things perfectly in himself for the confirmation and firm foundation of his faith and truth, he made this manifest clearly;
1:7418
ἀναστὰς γὰρ ἐκ τῶν νεκρῶν ἤγειρε σὺν αὐτῷ πολλὰ σώματα τῶν ἁγίων καὶ εἰσῆλθον μετ' αὐτοῦ εἰς τὴν ἁγίαν πόλιν, ὡς καὶ ἐν ἄλλοις τόποις διηγησάμην
因為祂從死裡復活時,也使許多聖徒的身體與祂一同復活,他們也與祂一同進入聖城,正如我在別處也曾敘述過的。
For having risen from the dead, he raised together with himself many bodies of the saints, and they entered with him into the holy city, as I have also related in other places.
1:7419
ἀνέστησαν ἅγιοι, ἵνα μὴ δῶ πρόφασιν τῇ μεθόδῳ τῆς κακοτροπίας, ἀλλὰ φύσει αὐτὸ τὸ παρὰ τοῖς ἀπίστοις ἀμφιβαλλόμενον ἐκεῖνο ἐσπούδασεν εἰς βεβαίωσιν τῆς ἡμῶν περὶ ζωῆς γνώσεως, σώματα εἰπὼν τῶν ἁγίων
聖徒復活了——這樣,祂就不給邪惡手段留下藉口,反倒實實在在地致力於堅固我們對生命的認識,就是那被不信者所質疑的事,說的正是聖徒的『身體』。
Saints arose — so that he might not give occasion to the method of malice, but by very fact he was eager to confirm that which is disputed by unbelievers, for the confirmation of our knowledge concerning life — speaking of the 'bodies' of the saints.
1:7420
καὶ οὐ μόνον ὅτι ἤγειρεν, ἀλλὰ καὶ ὅτι ἐνεφάνισαν ἑαυτοὺς πολλοῖς ἐν τῇ πόλει, ἐφ' οἷς ἐπληροῦτο διὰ τῆς αὐτοῦ δυνά. μεως τό ἐξάγων πεπεδημένους ἐν ἀνδρείᾳ, ἵνα εἴπῃ τὰς ψυχὰς τῶν ἐγηγερμένων σωμάτων
不僅祂使他們復活,而且他們還向城中許多人顯現自己;藉此,那藉祂大能而成就的話便應驗了:『祂以大能領出被捆綁的人』——意思是說,那些已復活身體中的靈魂。
And not only that he raised them, but also that they manifested themselves to many in the city; in which was fulfilled, through his power, the word 'bringing out those who were bound, with courage' — meaning by this the souls of the bodies that had been raised.
1:7421
οὗτοι γὰρ ἦσαν οἱ δέσμιοι τῆς παρεμβολῆς, οἱ ἐν Ἅιδῃ πεπεδημένοι·
因為這些人就是營中的囚犯,就是那些被捆綁在陰間的人;
For these were the prisoners of the camp, those bound in Hades;
1:7422
καί φησιν ὁμοίως τοὺς παραπικραίνοντας, τοὺς κατοικοῦντας ἐν τάφοις, ἵνα εἴπῃ τὰ σώματα τῶν ἀναστάντων, καὶ οὐκ εἶπεν·
他同樣說到「那些悖逆的人」、「那些住在墳墓中的人」,藉此指那些復活之人的身體;他並沒有說:
And likewise he speaks of 'those who provoke,' 'those who dwell in tombs,' meaning thereby the bodies of those who had risen; and he did not say:
1:7423
τοὺς παραπικρανθέντας ἢ παραπικραινομένους, ἀλλὰ τοὺς παραπικραίνοντας
「那些曾被激怒的人」或「正被激怒的人」,而是說「那些激怒人的人」。
'those who were provoked' or 'those being provoked,' but 'those who provoke.'
1:7424
ὀφθέντες γὰρ ἐν τῇ πόλει πολλοῖς οἱ πρόσφατον τελευτήσαντες μετὰ τῶν παλαιοτάτων–νομίζω γὰρ ὅτι ἀπὸ τοῦ Ἀδὰμ ἤρξατο τὴν ἀνάστασιν ποιεῖσθαι, οἱ δὲ πρόσφατοι τῶν αὐτῶν σωμάτων, τεθαμμένους αὐτοὺς ἐν τῷ Γολγοθᾷ τόπῳ ἐπ' αὐτὸν σταυρωθεὶς καὶ πληρῶν τὸ γεγραμμένον ἔγειρε ὁ καθεύδων καὶ ἀνάστα ἐκ τῶν νεκρῶν καὶ ἐπιφαύσει σοι ὁ Χριστός, ὁ ἐπάνω σου ἐσταυρωμένος, – καὶ ἄλλων μετ' αὐτῶν ἐκ τῶν ἰδίων αὐτοὺς ἐπιγινωσκόντων πρῶτον μὲν ἐξέπληττον τοὺς ὁρῶντας
因為那些不久前去世的人,與最古老的死人一同顯現在城中,被許多人看見——我想復活是從亞當開始的——而那些新近去世的人,就是那葬在各各他之地的同一批身體,主曾在其上被釘十字架,且應驗了經上所記:「你這睡著的人當醒來,從死人中起來,基督就要光照你」——就是那位被釘在你上方的基督——這些人又與各自的親人相認,起初使看見他們的人大為驚駭,
For those who had recently died, having appeared in the city to many along with the most ancient dead — for I think that the resurrection began from Adam, while the recent ones were of the same bodies buried in the place of Golgotha, over which he was crucified and, fulfilling what was written, said: 'Awake, you who sleep, and rise from the dead, and Christ will shine upon you' — he who was crucified above you — and others together with them, being recognized by their own kin, at first astonished those who saw them,
1:7425
εἰ γάρ τις συνέτυχε πατὴρ τέκνῳ ἀναστάντι ἢ ἀδελφὸς ἀδελφῷ ἢ συγγενὴς συγγενεῖ πρὸ ἐτῶν εἴκοσι ἢ δέκα τελευτήσαντι, καὶ ἐκ τοῦ θαύματος ἐρωτῶντες·
因為如果一位父親偶然遇見了復活的兒子,或是兄弟遇見兄弟,或是親屬遇見在二十年或十年前去世的親屬,他們就會因這奇事而問道:
for if a father chanced to meet a child who had risen, or a brother a brother, or a kinsman a kinsman who had died twenty or ten years before, then, out of amazement, they would ask:
1:7426
οὐκ εἶ σὺ ὁ δεῖνα ὁ ἐν τῷδε τῷ τόπῳ ταφεὶς ὑφ' ἡμῶν; πῶς ἀνέστης καὶ ἦλθες; ἀντερωτώμενοι δὲ ὑπὸ τοῦ ἀναστάντος πάλιν ὅτι·
「你不就是某某人,被我們埋葬在這個地方的嗎?你怎麼復活又來了呢?」而那復活的人反問他們說:
'Are you not so-and-so, who was buried by us in this place? How have you risen and come?' And being asked in turn by the one who had risen:
1:7427
τί ἐπράχθη ἐνταῦθα πρὸ τριῶν ἡμερῶν παρ' ὑμῖν, ὅτε ἡ γῆ ἐκλονεῖτο, καὶ λέγοντες ὅτι πλάνον τινὰ ἀπατῶντα τὸν λαὸν Ἰησοῦν ὀνόματι κρατήσαντες ἐσταυρώσαμεν καὶ ἐπαύσατο ἡ πλάνη, ἐκείνου δὲ λοιπὸν ὁμολογοῦντος τὴν χάριν τοῦ κυρίου καὶ τὴν ἀλήθειαν καὶ λέγοντος οὐαὶ ὑμῖν ὅτι τὸν ἀρχηγὸν τοῦ κόσμου τῆς σωτηρίας ἠρνήσασθε καὶ ἐσταυρώσατε·
「三天前你們這裡發生了什麼事,那時地曾震動?」他們便說,他們捉住了一個名叫耶穌、迷惑百姓的騙子,將他釘上十字架,這樣那迷惑就止息了;而那復活的人卻承認主的恩典與真理,說:「你們有禍了,因為你們拒絕並釘死了那世界救恩的元帥!」
'What happened here among you three days ago, when the earth was shaken?' And they would say that they had seized a certain deceiver named Jesus, who was leading the people astray, and had crucified him, and the deception had ceased — while that one, for his part, confessed the grace of the Lord and the truth, and said, 'Woe to you, for you have denied and crucified the Author of the world's salvation!'
1:7428
ἐκεῖνος γὰρ ἤγειρεν ἡμᾶς ἐν τῇ αὐτοῦ ἰσχυρᾷ δυνάμει τῆς θεότητος καὶ ἐνανθρωπήσεως, ἐκεῖ λοιπὸν ἐπληροῦτο ἡ θεία γραφή, τό ὁμοίως τοὺς παραπικραίνοντας, τοὺς κατοικοῦντας ἐν τάφοις
「因為他以自己神性與成為人身的大能使我們復活了。」於是那時,神聖經文就應驗了,就是那句「同樣,那些激怒人的,就是那些住在墳墓中的人」。
'For he raised us up by the mighty power of his divinity and incarnation.' There, then, the divine Scripture was fulfilled, that saying, 'likewise those who provoke, who dwell in tombs.'
1:7429
ἀκούοντες γὰρ παρὰ τῶν ἐγηγερμένων ὅτι διὰ τοῦ κυρίου Ἰησοῦ ἀνέστησαν παρεπικραίνοντο, ἕως θανάτου ἐπιχειρήσαντες τὸν ἀρχηγὸν τῆς ζωῆς ἀρνήσασθαί τε καὶ. σταυρῶσαι
因為那些人聽見復活者說他們是藉著主耶穌復活的,就被激怒了——他們竟然嘗試否認並釘死那生命的元帥,甚至不惜置之於死地。
For hearing from those who had been raised that they had risen through the Lord Jesus, they were provoked, since they had gone so far as to attempt, even to the point of death, to deny and crucify the Author of life.
1:7430
τάχα δὲ καὶ τοῦτο εἰς ὠφέλειαν τῶν θεασαμένων τοὺς ἐγηγερμένους εἰργάσατο ὁ φιλάνθρωπος κύριος
或許慈愛的主也是為了那些看見復活者之人的益處,才成就了這事。
And perhaps the loving Lord also brought this about for the benefit of those who beheld the risen ones.
1:7431
νομίζομεν γὰρ ὅτι θεασάμενοι τοὺς ἐγηγερμένους καὶ κατανυγέντες ὠφελήθησάν τε καὶ ἐπίστευσαν πολλοί
因為我們認為,許多人看見那些復活的人後,心中受到刺痛,因而蒙益處並且相信了。
For we think that many, upon beholding those who had been raised and being pierced to the heart, were both benefited and came to believe.
1:7432
διὸ καὶ ὑμεῖς, Ὠριγενιασταί, πείσθητε καὶ πιστεύσατε καὶ μὴ πολλοὺς ἀπολέσητε τῇ ὑμῶν πλάνῃ
所以你們,俄利根派的人啊,也當被說服,當相信,不要因你們的謬誤而使許多人滅亡。
Therefore you also, Origenists, be persuaded and believe, and do not destroy many by your error.
1:7433
Ἀλλὰ ἀρκέσει μοι ταῦτα πρὸς τὸν ἐθελόσοφον Ὠριγένην, τὸν ματαίως ἑαυτῷ ἐπιθέμενον ὄνομα Ἀδαμαντίου καὶ πρὸς τὴν αὐτοῦ ἀτοπίαν κατὰ τῆς ἀληθείας ἐν πολλοῖς μέρεσι τῆς πίστεως κακῶς ἐπινενοημένον ὀλεθρίαν διδασκαλίαν
但這些話對付這位自命為哲學家的俄利根已經足夠,他徒然給自己冠上「金剛不壞者」(阿達曼提烏斯)的名號;這些話也足以對付他那違背真理的荒謬,就是他在信仰的許多方面惡意設計出來的毀滅性教導。
But let this suffice for me against Origen the self-styled philosopher, who vainly took upon himself the name 'Adamantius,' and against his absurdity — the destructive teaching which he has ill-devised against the truth in many parts of the faith.
1:7434
παρελθὼν δὲ καὶ τούτου τὴν αἵρεσιν καθεξῆς τὰς ἄλλας διασκέψομαι, ἐπιπόθητοι, θεὸν συνήθως ἐπικαλούμενος ἀρωγὸν τῆς ἡμῶν ἰδιωτείας, πρὸς τὸ δυνηθῆναι ἀντισχεῖν πρὸς πᾶσαν κατὰ τῆς ἀληθείας ἐπεγειρομένην φωνὴν μάταιον καὶ ἡττῆσαι κατὰ τὰ ὑπὸ τοῦ ἁγίου Ἠσαΐου ῥηθέντα ὅτι πᾶσα φωνὴ ἐπαναστήσεται ἐπὶ σέ, πάντας αὐτοὺς ἡττήσεις, οἱ δὲ ἔνοχοι ἔσονται ἐν αὐτῇ, ἵν' οὕτως ἐν θεῷ τὸ ἐπάγγελμα περαιωσάμενοι τοῖς βουλομένοις νουνεχῶς ἐντυγχάνειν εἰς γυμνάσιον ἀληθείας καὶ φάρμακον ἰάσεως περὶ ἑκάστου θηρὸς καὶ ἰοβόλου ἑρπετοῦ, τῶν προσώπων τῶν αἱρέσεών φημι, δίκην ἀντιδότου καὶ ταυτησὶ τῆς τῶν Ὠριγενιαστῶν, φρύνου δίκην μεμορφωμένης ἐκ νοτίδος πολλῆς κυκῶντος καὶ φωνῇ μείζονι ἐπικραυγάζοντος, λαβόμενοι τὴν τοῦ κυρίου ἀνάστασιν προπότιον ὡς εἰπεῖν, ἀποβλύσωμεν τὸ γλισχρῶδες. τοῦ ἰοῦ τοῦ φρύνου καὶ ἑρπετώδους μοχθηροῦ τὴν ἀδικίαν
既已論過這個異端,親愛的弟兄啊,我將依序繼續察驗其餘的異端,一如既往地呼求神來幫助我們的無能,好使我能夠抵擋一切為攻擊真理而興起的虛妄之聲,並且戰勝它,正如聖以賽亞所說的:「凡興起攻擊你的聲音,你都必勝過;他們必因此而被定罪。」如此,在神裡面完成這任務之後,好叫那些願意用心閱讀的人,能就每一種野獸及有毒爬蟲——我是指異端的各個人物——得著真理的操練與醫治的良藥,如同解毒劑一般;而如今這一劑,就是俄利根派的解藥,其形狀有如由大量黏液塑成、翻攪並發出更響嘎叫的蟾蜍——讓我們先取主的復活,可說作為開胃之飲,然後倒出這蟾蜍黏稠的毒液,以及這邪惡爬蟲的不義。
Having now passed over this heresy as well, I shall next examine the others in turn, beloved, calling as usual upon God as the helper of our incompetence, so that I may be able to withstand every vain voice raised up against the truth, and to defeat it, according to what was spoken by holy Isaiah: 'Every voice that rises up against you, you shall defeat; and they shall be found guilty because of it' — so that, having thus in God brought the task to completion, we may offer to those who wish to read with understanding an exercise in truth and a healing remedy concerning each beast and venomous reptile — I mean the persons of the heresies — by way of an antidote; and in the present case, that of the Origenists, fashioned like a toad formed out of much slime, churning and croaking with a louder voice — taking hold of the Lord's resurrection as a kind of preliminary draught, so to speak, let us pour out the sticky venom of the toad and the injustice of this wretched reptile.
1:7435
συμβέβηκε γὰρ αὐτῷ καὶ τοῦτο μετὰ πάντων τῶν πειθομένων αὐτῷ πάσχειν, δι' ὃ καὶ στενάζω ὑπὲρ αὐτοῦ, ὅτι οἴμοι πῶς ἐβλάβης, πόσους δὲ ἄλλους ἔβλαψας, ὡς ὑπὸ δεινῆς ἐχίδνης δηχθείς, ὑπὸ τῆς κοσμικῆς προπαιδείας φημί, καὶ ἄλλοις δηλητήριον γέγονας
因為這事也臨到了他,並臨到一切被他說服的人,使他們一同受害;為此我也為他嘆息:「唉,你受了多大的傷害,你又傷害了多少人啊」——彷彿被一條可怕的毒蛇咬傷了一般,我是指被世俗的初階教育所咬傷——而你竟成了害及他人的毒藥。
For this too has befallen him, along with all who are persuaded by him, to suffer; wherefore I also groan on his account: 'Alas, how you have been harmed, and how many others you have harmed' — bitten, as it were, by a fearsome viper, by worldly preliminary education I mean — and you have become poison to others.
1:7436
Φασὶ γὰρ οἱ φυσιολόγοι τὸν μυωξὸν ἐμφωλεύειν καὶ τὰ γεννήματα αὐτοῦ ἐπὶ τὸ αὐτὸ πολλὰ τίκτειν, ἕως πέντε καὶ ἔτι, τὰς δὲ ἐχίδνας τούτους θηρᾶσθαι
因為博物學者說,睡鼠會築巢,並且一次生下許多幼崽,多達五隻甚至更多,而毒蛇則以這些睡鼠為獵物。
For the natural historians say that the dormouse nests and bears many young together at one time, up to five or even more, and that vipers hunt these.
1:7437
ὀφθαλμοὺς σιτία φέρει καὶ ἀνατρέφει τυφλὰ γεγονότα, ἕως ὅτε βούλεται ἕκαστον αὐτῶν προφέρειν καὶ τοῦτον ἐσθίειν
牠為牠們的眼睛帶來食物,並在牠們變瞎之後餵養牠們,直到牠想要把牠們一隻一隻拿出來吃掉為止。
it brings food for their eyes, and rears them after they have been made blind, until it wishes to bring forth each of them and eat it.
1:7438
ἐὰν δὲ συμβῇ τινὰς ἀπείρους περιτυχεῖν τοῖς τοιούτοις καὶ λάβωσιν αὐτὰ εἰς ἐδωδήν, δηλητήριον ἑαυτοῖς λαμβάνουσιν τὰ ἀπὸ τοῦ ἰοῦ τῆς ἐχίδνης ἀνατεθραμμένα
但若有無知的人偶然遇見這樣的動物,把牠們拿來吃,他們就是把那些由毒蛇之毒所養大的東西當作毒藥吃進自己體內。
But if it should happen that some inexperienced persons come upon such creatures and take them for food, they take to themselves as poison those things which have been nourished by the venom of the viper.
1:7439
οὕτω καὶ σύ, ὦ Ὠρίγενες, ἀπὸ τῆς προειρημένης Ἑλληνικῆς παιδείας τυφλωθεὶς τὸν νοῦν ἐξήμεσας ἰὸν τοῖς πεισθεῖσί σοι καὶ γέγονας αὐτοῖς εἰς βρῶμα δηλητηρίου, δι' ὧν αὐτὸς ἠδίκησαι ἀδικήσας τοὺς πλείους
俄利根啊,你也是如此:你因前述的希臘教育而心智被弄瞎,向那些被你說服的人吐出毒液,成了他們有毒的食物;藉著這些,你自己也受了傷害,因為你傷害了大多數人。
So also you, O Origen, having been blinded in mind by the aforementioned Greek education, have vomited forth venom upon those who were persuaded by you, and have become for them food full of poison — by which things you yourself have been wronged, having wronged the majority.
1:7440
Κατὰ Παύλου τοῦ Σαμοσατέως ˉμˉε, τῆς δὲ ἀκολουθίας ˉξˉε
駁撒摩撒他的保羅:第45號〔異端〕,依序則為第65號。
Against Paul of Samosata: [Heresy] 45, but 65 in sequence.
1:7441
Παῦλος ὁ Σαμοσατεὺς καλούμενος τούτους διαδέχεται, γεγονὼς μετὰ Ναυᾶτον καὶ Ὠριγένην, τὸν λοιπὸν ἐν αἱρέσει ἀριθμούμενον, δι' ἣν ἠθέλησεν ὑψαυχενίαν ἑαυτῷ ἐπισπάσασθαι καὶ ἐπαρθῆναι κατὰ τῆς ἀληθείας διὰ τῆς κομπώδους αὐτοῦ φλυαρίας καὶ ἐκ διαβόλου ἐπισεσεισμένης ἐννοίας, ὃν πενθεῖν δεῖ ὡς ἀληθῶς φθόνῳ διαβόλου ἐξοκείλαντα καὶ ἀπὸ ὕψους παραπεπτωκότα·
稱為「撒摩撒他人」的保羅,接續在這些人之後,出現於納瓦圖和俄利根之後——俄利根從此也被列入異端之數——保羅藉此願為自己招來高傲,並藉著他浮誇的胡言以及被魔鬼所搖動的意念,自高自大以抗拒真理;這人實在應當為他哀悼,因他因魔鬼的嫉妒而觸礁,從高處墜落;
Paul, called 'of Samosata,' succeeds these, having arisen after Novatus and Origen, who is henceforth to be numbered among the heresies, on account of which he wished to draw upon himself haughtiness and to be lifted up against the truth through his bombastic nonsense and through a notion shaken loose by the devil — a man whom one must truly mourn as having run aground through the envy of the devil and fallen from a height;
1:7442
ἐπ' αὐτῷ γὰρ πληροῦται τὸ εἰρημένον βασκανία φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον
因為在他身上應驗了經上所說的:「邪惡的迷惑遮蔽美善,情慾的遊蕩敗壞純樸的心思。」
For in him is fulfilled what was said: 'The bewitchment of wickedness obscures what is good, and the roving of desire perverts the innocent mind.'
1:7443
Οὗτος δὴ οὖν ὁ ἡμῖν εἰς διήγησιν ἐπιμνημονευόμενος Παῦλος ὁ Σαμοσατεύς, οὗ τοῦ ὀνόματος ἐν ἀρχῇ ἐμνήσθημεν καὶ τῆς αἱρέσεως αὐτοῦ νῦν ποιούμεθα τὴν διήγησιν, ἀπὸ Σαμοσάτων ἦν, τῆς ἐπὶ τὰ μέρη τῆς Μεσοποταμίας καὶ Εὐφράτου·
這位撒摩撒他的保羅,就是我們此處要敘述的對象,我們在開頭已經提過他的名字,如今則要敘述他的異端;他出身於撒摩撒他,就是在美索不達米亞及幼發拉底河一帶地區的城;
This Paul of Samosata, then, whom we have called to mind for our account, whose name we mentioned at the beginning and whose heresy we now proceed to relate, was from Samosata, [a city] in the region of Mesopotamia and the Euphrates;
1:7444
ὃς ἐν τούτῳ τῷ χρόνῳ ἐν ἡμέραις Αὐρηλιανοῦ καὶ Πρόβου τῶν βασιλέων ἐπὶ τῆς Ἀντιοχέων καθίσταται ἐπίσκοπος τῆς ἁγίας καθολικῆς ἐκκλησίας
此人在這個時期,即奧勒良與普羅布斯二帝在位之時,被立為安提阿人之聖而大公教會的主教。
who, at this time, in the days of the emperors Aurelian and Probus, was appointed bishop of the holy catholic Church over the Antiochenes.
1:7445
ἀρθεὶς δὲ τῇ διανοίᾳ ἐξέπεσε τῆς ἀληθείας καὶ ἀνεκαίνισε τὴν αἵρεσιν τοῦ Ἀρτέμωνος, τοῦ ποτε ὄντος ἐν ἀρχῇ πρὸ ἐτῶν πολλῶν καὶ ἐσβεσμένου
然而他心思高傲,就偏離了真理,並且重新復興了亞提蒙的異端;此異端在很久以前的初期曾一度存在,後來已然熄滅。
But being lifted up in his mind, he fell away from the truth and revived the heresy of Artemon, which had once existed long before, at the beginning, and had since been extinguished.
1:7446
Φάσκει δὲ οὗτος θεὸν πατέρα καὶ υἱὸν καὶ ἅγιον πνεῦμα ἕνα θεόν, ἐν θεῷ δὲ ἀεὶ ὄντα τὸν αὐτοῦ Λόγον καὶ τὸ πνεῦμα αὐτοῦ, ὥσπερ ἐν ἀνθρώπου καρδίᾳ ὁ ἴδιος λόγος
此人主張父神、子與聖靈是一位神,而祂的道與祂的靈永遠在神裡面,正如人自己的話語存在於他的心中一樣。
This man asserts that God the Father and the Son and the Holy Spirit are one God, and that his Word and his Spirit are always in God, just as a man's own word is in his heart.
1:7447
μὴ εἶναι δὲ τὸν υἱὸν τοῦ θεοῦ ἐνυπόστατον, ἀλλὰ ἐν αὐτῷ τῷ θεῷ, ὥσπερ ἀμέλει καὶ ὁ Σαβέλλιος καὶ ὁ Ναυᾶτος καὶ ὁ Νόητος καὶ ἄλλοι·
並主張神的兒子並非具有自己的位格,而是存在於神自身之內——正如撒伯流、納瓦圖、諾也徒及其他人也是如此〔主張〕;
and that the Son of God does not have his own subsistence, but exists within God himself — just as, indeed, Sabellius and Novatus and Noetus and others [also held];
1:7448
οὐκ ἴσως δὲ ἐκείνοις οὗτος, ἀλλὰ ἄλλως. παρ' ἐκείνους
不過他與那些人並不完全相同,而是有所不同。
yet not in the same way as those, but differently from them.
1:7449
ἐλθόντα δὲ τὸν λόγον καὶ ἐνοικήσαντα ἐν Ἰησοῦ ἀνθρώπῳ ὄντι
〔他主張〕道來到,並住在身為凡人的耶穌裡面,
He holds that the Word came and dwelt in Jesus, who was a man,
1:7450
καὶ οὕτως, φησίν, εἷς ἐστιν ὁ θεός, καὶ οὐχὶ πατὴρ ὁ πατὴρ καὶ υἱὸς ὁ υἱὸς καὶ ἅγιον πνεῦμα τὸ ἅγιον πνεῦμα, ἀλλὰ εἷς θεὸς ὁ πατὴρ καὶ ὁ υἱὸς αὐτοῦ ἐν αὐτῷ, ὡς λόγος ἐν ἀνθρώπῳ·
如此,他說,神是一位;並非父是父、子是子、聖靈是聖靈,而是神是一位,就是父,而祂的子在祂裡面,如同話語在人裡面一樣;
and thus, he says, God is one; and it is not that the Father is Father, and the Son is Son, and the Holy Spirit is Holy Spirit, but that God is one — the Father — and his Son is in him, as a word is in a man;
1:7451
δῆθεν ἀπὸ τῶν μαρτυριῶν τούτων ἑαυτοῦ τὴν αἵρεσιν προβαλλόμενος, ἀπὸ τοῦ εἰρηκέναι τὸν Μωυσέα κύριος ὁ θεός σου, κύριος εἷς ἐστιν
他似乎是以這些見證來支撐自己的異端,即引用摩西所說的:「耶和華你的神,耶和華是獨一的。」
putting forward his own heresy, as it were, from these testimonies — from Moses' having said, 'The Lord your God, the Lord is one.'
1:7452
οὐ φάσκει δὲ οὗτος κατὰ τὸν Νόητον τὸν πατέρα πεπονθέναι, ἀλλά φησιν·
然而此人並不像諾也徒那樣主張父受苦,反倒說:
This man, however, does not assert, as Noetus did, that the Father suffered, but says:
1:7453
ἐλθὼν ὁ Λόγος ἐνήργησε μόνον καὶ ἀνῆλθε πρὸς τὸν πατέρα
「道來了,只是運行作為,然後就升回父那裡去了。」
'The Word came and only operated, and then went back up to the Father.'
1:7454
καὶ πολλὴ παρὰ τούτῳ ἡ ἀτοπία
而這人身上的荒謬實在不少。
And great is the absurdity in this man.
1:7455
Ἴδωμεν δὲ εἰ οἱ λόγοι αὐτοῦ συσταθήσονται τοῦ ἠπατημένου
讓我們來看看,這位受欺騙之人的話語是否能夠自圓其說。
Let us see, then, whether the words of this deceived man will stand together.
1:7456
φάσκει γὰρ ὅτι εἶπεν ἐγὼ ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοί
因為他主張基督曾說:「我在父裡面,父也在我裡面。」
For he asserts that Christ said, 'I am in the Father, and the Father is in me.'
1:7457
καὶ αὐτοὶ δέ φαμεν ἐκ πατρὸς θεὸν Λόγον καὶ μετ' αὐτοῦ ἀεὶ ὄντα ἐξ αὐτοῦ γεγεννημένον, ἀλλ' οὐχὶ τὸν πατέρα λέγομεν ἄνευ Λόγου ἐνυποστάτου
然而我們也說,道是出於父的神,是從父所生,且與父永遠同在;但我們絕不會說父沒有一位具有自己位格的道。
But we too say that the Word is God from the Father, begotten from him and always existing together with him; yet we do not speak of the Father as being without a Word possessing his own subsistence.
1:7458
ἀλλ' ὁ λόγος τοῦ πατρός, ὁ μονογενὴς υἱὸς θεὸς λόγος, ὥς φησι πᾶς ὁ ὁμολογῶν ἐν ἐμοὶ ὁμολογήσω κἀγὼ ἐν αὐτῷ ἔμπροσθεν τοῦ πατρός μου·
而是〔說〕父的道,就是獨生子——神、道,正如祂所說:「凡承認我的,我也要在我父面前承認他」——
but we say the Word of the Father is the only-begotten Son, God the Word, as he says: 'Everyone who confesses me, him will I also confess before my Father' —
1:7459
τῷ δὲ ἐν ἐμοὶ ἔμπροσθεν τοῦ πατρός μου, ἔδειξε φύσει ἐνυπόστατον τὸν πατέρα
而藉著「在我裡面……在我父面前」這句話,就顯明父按本性而言是具有自己位格的。
and by the phrase 'in me... before my Father,' he showed the Father to be, by nature, one possessing his own subsistence.
1:7460
οὗτοι δὲ τὸν Ἰουδαϊσμὸν παρεισφέροντες, οὐδὲν περισσότερον τῶν Ἰουδαίων κεκτημένοι, δεύτεροι Ἰουδαῖοι κληθήσονται καὶ Σαμο. σατῖται, μηδὲν ἕτερον ὄντες ἢ τῷ ὀνόματι μόνον οἰήσει προϊσχόμενοι
而這些人偷偷引入猶太教,所擁有的並不比猶太人多,將被稱為「第二等猶太人」及「撒摩撒他派」,其實與猶太人並無二致,只不過在名號上憑空自負罷了。
But these men, smuggling in Judaism, possessing nothing more than the Jews, shall be called second Jews, and 'Samosatenes,' being nothing other [than Jews], setting themselves forward by name alone in mere pretension.
1:7461
τὸν γὰρ ἐκ θεοῦ θεόν, υἱὸν μονογενῆ καὶ Λόγον, ἀρνούμενοι ἐκεῖνοί εἰσιν ὁποῖοι καὶ οἱ αὐτὸν ἐν τῇ παρουσίᾳ ἀρνησάμενοι, θεοκτόνοι τε καὶ κυριοκτόνοι καὶ ἐπαρνησίθεοι γεγονότες
因為他們既然否認出於神的神、獨生子與道,他們就與那些在祂降臨時否認祂的人同類,已成了殺神者、殺主者,以及背棄神的人。
For by denying God from God, the only-begotten Son and Word, they are of the same kind as those who denied him at his coming, having become God-slayers and Lord-slayers and deniers of God.
1:7462
τἀληθῆ δέ, ὅτι οὔτε περιτομὴν ἔχουσιν οὔτε σάββατον φυλάσσουσι, τὰ δὲ ἄλλα πάντα καθάπερ Ἰουδαῖοι
事實是,他們既不行割禮,也不守安息日,但在其他一切方面,卻與猶太人一模一樣。
The truth is, however, that they neither practice circumcision nor keep the Sabbath, but in all other respects they are just like the Jews.
1:7463
Καὶ γὰρ τῷ ὄντι καὶ αὐτοὶ οὐ δύο φαμὲν εἶναι θεοὺς οὐδὲ θεότητας, ἀλλὰ μίαν θεότητα·
因為事實上,我們自己也並不主張有兩位神或兩個神性,而是一個神性;
For indeed, we ourselves in truth also do not say that there are two gods or two godheads, but one godhead;
1:7464
ἐπειδὴ γὰρ οὔτε δύο λέγομεν πατέρας οὔτε δύο υἱοὺς οὔτε δύο πνεύματα ἅγια, ἀλλὰ πατέρα καὶ υἱὸν καὶ ἅγιον πνεῦμα μίαν θεότητα, μίαν δοξολογίαν
因為我們既不說有兩位父,也不說有兩位子,也不說有兩位聖靈,而是說父、子、聖靈乃是一個神性,一種頌榮;
since we speak neither of two fathers, nor two sons, nor two holy spirits, but of the Father and the Son and the Holy Spirit as one godhead, one doxology;
1:7465
πηγὴν εἶναι τὸν πατέρα, ἀλλὰ μόνον θεὸν αὐτὸν λέγων ἀναιρεῖ ὅσον τὸ κατ' αὐτὸν τὴν τοῦ υἱοῦ θεότητα καὶ ὑπόστασιν καὶ τοῦ ἁγίου πνεύματος·
〔我們認為〕父是〔子與聖靈的〕源頭;但他卻只稱父為神,就他而言,如此便廢除了子與聖靈的神性與位格;
[We hold] the Father to be a fountain; but he, by calling him alone God, does away — as far as it lies in him — with the deity and subsistence of the Son and of the Holy Spirit;
1:7466
ἔχων δὲ αὐτὸν τὸν πατέρα ἕνα θεὸν ἄγονον υἱοῦ, ὡς εἶναι τὰ δύο ἀτελῆ, πατέρα καὶ υἱὸν, τὸν μὲν πατέρα ἄγονον υἱοῦ καὶ ἄκαρπον τὸν Λόγον θεοῦ ζῶντος καὶ σοφίας ἀληθινῆς
並且認為父自身是一位沒有生子的獨一神,以致父與子二者都變得不完全:父沒有子,而永活神的道與真智慧也成了無有果效的;
and holding the Father himself to be one God without a Son begotten [of him], so that the two — Father and Son — become imperfect: the Father, without a Son, and the Word of the living God and true Wisdom, without fruit;
1:7467
Λόγον γὰρ οἷον τὸν ἐν καρδίᾳ εἶναι νομίζουσι καὶ σοφίαν, οἵαν ἐν ψυχῇ ἀνθρώπου ἕκαστος ἔχει τὴν ἐκ θεοῦ φρόνησιν ἐκ θεοῦ κεκτημένος
因為他們以為道就如同存在心中的話語,智慧也如同每個人靈魂中所擁有、從神所得的悟性一樣。
For they suppose the Word to be such as the word in the heart, and Wisdom such as each man has in his soul — the understanding from God, which he has obtained from God.
1:7468
διὰ τοῦτο πρόσωπον ἓν τὸν θεὸν ἅμα τῷ λόγῳ φασίν, ὡς ἄνθρωπον ἕνα καὶ τὸν αὐτοῦ λόγον, οὐδὲν πλέον τῶν Ἰουδαίων ὡς ἔφην δοξάζοντες, τυφλώττοντες ἀπὸ τῆς ἀληθείας καὶ κεκωφωμένοι ἀπὸ τοῦ θείου λόγου καὶ κηρύγματος τῆς ζωῆς τῆς αἰωνίου
因此他們主張神連同祂的道乃是一個位格,正如一個人與他自己的話語是一體一樣;如我先前所說,他們對神的頌讚並不比猶太人多,他們對真理視而不見,對神聖的道以及永生的宣告充耳不聞。
For this reason they say that God, together with his Word, is one person, just as a man and his own word are one; glorifying [God] no more than the Jews do, as I have said, being blind to the truth and deaf to the divine Word and to the proclamation of eternal life.
1:7469
οὔτε γὰρ αἰδοῦνται τὸν ἀληθῆ τοῦ εὐαγγελίου λόγον τὸν λέγοντα ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ Λόγος
因為他們對福音的真實話語毫無敬畏之心,那話語說:「太初有道,道與神同在,道就是神。」
For they show no reverence for the true word of the Gospel which says, 'In the beginning was the Word, and the Word was with God, and the Word was God.'
1:7470
πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν, ὃ γέγονεν
「萬物是藉著祂造的;凡受造的,沒有一樣不是藉著祂造的。」
'All things were made through him, and without him not one thing was made that was made.'
1:7471
εἰ γὰρ ἐν ἀρχῇ ἦν ὁ Λόγος καὶ ὁ Λόγος ἦν πρὸς τὸν θεόν, τὸ εἶναι αὐτοῦ οὐ κατὰ τὴν προφορὰν μόνον ἐστίν, ἀλλὰ κατὰ τὴν ὑπόστασιν
因為既然太初有道,道與神同在,那麼祂的存在就不只是就發聲而言,而是就位格的實存而言。
For if in the beginning was the Word, and the Word was with God, his existence is not according to mere utterance alone, but according to subsistence.
1:7472
καὶ εἰ ὁ λόγος ἦν πρὸς τὸν θεόν, οὐχ ὁ Λόγος ἐστὶ πρὸς ὃν ἦν·
並且,既然道與神同在,那麼道就不等同於祂所同在的那一位;
And if the Word was with God, then the Word is not the same as the one with whom he was;
1:7473
οὐδὲ γὰρ ὁ πρὸς ὃν ἦν ἔστι λόγος
因為那位祂所同在的,本身並不是道。
for neither is the one with whom he was, himself the Word.
1:7474
εἰ γὰρ ἐν καρδίᾳ λόγον θεὸς ἔχει, καὶ οὐ γεγεννημένον, πῶς πληροῦται τὸ ἦν καὶ ὅτι θεὸς ἦν ὁ Λόγος; οὐ γὰρ ὁ τοῦ ἀνθρώπου λόγος ἄνθρωπος πρὸς τὸν ἄνθρωπον·
因為如果神只是像人心中有話語一樣有一個道,而這道並非受生的,那麼「〔道〕存在」以及「道就是神」這話又怎能應驗呢?因為人的話語相對於人而言,並不是一個人;
For if God has a word in his heart, and one not begotten, how is it fulfilled that '[the Word] was,' and that 'the Word was God'? For man's word is not a man in relation to a man;
1:7475
οὔτε γὰρ ζῇ οὔτε ὑπέστη,. καρδίας δὲ ζώσης καὶ ὑφεστώσης κίνημά ἐστι μόνον καὶ οὐχ ὑπόστασις
因為〔人的話語〕既不具生命,也沒有自己的實存,它只是那活著、實存的心的一種活動,而不是一個位格。
for it neither lives nor has its own subsistence, but is only a movement of the living, subsisting heart, and not a subsistence [in itself].
1:7476
λέγεται γὰρ ἅμα καὶ παραχρῆμα οὐκέτι ἐστίν, ἀλλὰ λαλούμενος διαμένει
因為話語一經說出,隨即就不再存在,唯有在說話的當下它才持續存在。
For as soon as it is spoken, it no longer exists, but it endures only while it is being spoken.
1:7477
τοῦ δὲ θεοῦ ὁ Λόγος, ὥς φησι τὸ ἅγιον πνεῦμα ἐν στόματι τοῦ προφήτου ὁ λόγος σου εἰς τὸν αἰῶνα διαμένει
但神的道,正如聖靈藉先知的口所說:「你的話存到永遠。」
But the Word of God, as the Holy Spirit says through the mouth of the prophet, 'Your word endures forever.'
1:7478
συμφώνως δὲ τούτῳ ὁ εὐαγγελιστὴς λέγει, θεὸν ὁμολογῶν φανερωθέντα καὶ παραγενόμενον, οὐ συμπαραλαμβάνων τῇ τοῦ λόγου σαρκώσει τὸν πατέρα·
與此相符,福音作者也說,承認祂是那顯現並來到的神,卻並未將父一同納入道成肉身之中;
In agreement with this, the evangelist says, confessing him as God manifested and having come, without including the Father together with the incarnation of the Word;
1:7479
ὁ Λόγος γάρ φησι σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ οὐκ εἶπεν, ὁ Λόγος καὶ ὁ πατὴρ σὰρξ ἐγένετο·
因為他說:「道成了肉身,住在我們中間」,他並沒有說:「道與父成了肉身」;
For he says, 'The Word became flesh and dwelt among us,' and he did not say, 'The Word and the Father became flesh';
1:7480
καὶ ὅτι ἐν ἀρχῇ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ Λόγος, καὶ οὐκ εἶπεν·
並且「太初有道,道與神同在,道就是神」,他並沒有說:
and that 'in the beginning was the Word, and the Word was with God, and the Word was God' — and he did not say:
1:7481
Καὶ ἵνα μή τινες νομίσωσι, κακοβούλως τὰ φωτεινὰ καὶ ζωτικὰ ῥήματα μεταβάλλοντες εἰς κακίαν ἑαυτῶν καὶ εἰς βλάβην ἄλλως γὰρ καὶ ἄλλως ἔγκειται ἡ καρδία τοῦ ἀνθρώπου ἐπιμελῶς ἐπὶ τὰ πονηρὰ ἐκ νεότητος καὶ ἄρξωνται λέγειν·
又恐怕有些人惡意曲解這些光明而賦予生命的話語,以致陷入自己的邪惡與損害之中——因為人心從幼年起,就以各種方式殷勤傾向於邪惡——並開始這樣說:
And lest some, maliciously twisting these luminous and life-giving sayings to their own wickedness and harm — for in various ways the heart of man is intently set upon evil from its youth — should begin to say:
1:7482
ἐν θεῷ ἦν ὁ Λόγος, ἀλλὰ ὡς καὶ σὺ φῄς, πρὸς θεὸν ἦν ὁ Λόγος·
「道是在神裡面」——但正如你自己也說的,乃是「道與神同在」;
'The Word was in God' — but rather, as you yourself also say, 'the Word was with God';
1:7483
ἄρα γοῦν οὐκ ἔστιν ἐκ τῆς ὑποστάσεως τοῦ πατρὸς ὁ Λόγος, ἀλλὰ ἐκτὸς θεοῦ ὁ Λόγος, πάλιν ἐπιστρέφει διορθουμένη τοὺς ἑαυτῆς υἱοὺς ἡ ἀλήθεια
「因此道並非出於父的位格,而是在神之外」——真理再一次回過頭來,糾正她自己的兒女,
'therefore the Word is not from the subsistence of the Father, but the Word is outside of God' — again the truth turns back to correct her own children,
1:7484
ἐξελέγχουσα τὰς διανοίας τὰς κατ' αὐτῆς πορνευούσας, καί φησιν αὐτὸς ὁ μονογενὴς ἐγὼ ἐκ τοῦ πατρὸς ἐξῆλθον καὶ ἥκω, καὶ πάλιν ἐγὼ ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοί
駁斥那些悖逆她、行淫的心思;而獨生子自己說:「我從父而出,且已來到」,又說:「我在父裡面,父也在我裡面。」
convicting the minds that whore against her; and the only-begotten himself says, 'I came forth from the Father and have come,' and again, 'I am in the Father, and the Father is in me.'
1:7485
ὡς δὲ οἱ ἄλλοι ἐκδόται, Ἀκύλας μέν·
至於其他譯者,阿奎拉則譯作:
But as the other translators [render it]: Aquila, for his part [renders]:
1:7486
ἀπὸ μήτρας ἐξωρθρισμένης σοι δρόσος παιδιότητός σου, Σύμμαχος δέ·
「從母腹中,如晨曦為你早現,乃是你孩童時期的甘露」;西馬庫斯則譯作:
'From the womb, risen at dawn for you, is the dew of your childhood'; and Symmachus:
1:7487
ὡς κατ' ὄρθρον δρόσου ἡ νεότης σου, Θεοδοτίων δέ·
「你的青春如晨間的甘露」;提阿多田則譯作:
'As the dew at dawn is your youth'; and Theodotion:
1:7488
ἐκ μήτρας ἀπὸ πρωῒ νεότητός σου, πέμπτη δὲ ἔκδοσις·
「從母腹,從清晨而來,是你的青春」;第五版譯本則作:
'From the womb, from the morning, is your youth'; and the fifth edition:
1:7489
ἐκ μήτρας ἀπὸ ὄρθρου σοι δρόσος ἐν νεότητί σου, ἡ δὲ ἕκτη ἔκδοσις·
「從母腹,從破曉,甘露歸於你,在你的青春之中」;第六版譯本則作:
'From the womb, from the dawn, is the dew to you in your youth'; and the sixth edition:
1:7490
ἐκ γαστρὸς ζητήσουσί σε, δρόσος νεανικότητός σου, ἐν δὲ τῷ Ἑβραϊκῷ·
「從腹中他們必尋求你,你青春的甘露」;而在希伯來文本中……
'From the womb they will seek you, the dew of your youthfulness'; and in the Hebrew [text]...
1:7491
μηρὲμ μεσσαὰρ λακτὰλ ἰελεδεχέθ, ὅπερ ἐστὶ σαφῶς καὶ ἀναμφιβόλως·
Merem messaar laktal ieledecheth,這清楚無疑地是說:
Merem messaar laktal ieledecheth, which plainly and beyond doubt means:
1:7492
ἐκ γαστρὸς πρὸ ἑωσφόρου ἐγέννησά σε
我在晨星未現之先,已從母腹生了你。
From the womb, before the morning star, I begot you.
1:7493
τὸ γὰρ μηρὲμ ἐκ γαστρός ἐστι, μεσσαὰρ δὲ τὸ ὀρθριαίτερον πάντων, ὅπερ ἐστὶ πρὸ ἑωσφόρου, λακτάλ, καὶ πρὸ τῆς δρόσου, ἰελεδεχὲθ παιδίον, τουτέστι τὸ ἐγέννησά σε
「merem」是「從母腹」的意思,「messaar」是「先於萬有」的意思,也就是「在晨星之先」;「laktal」是「在露水之先」的意思;「ieledecheth」是「孩子」的意思,也就是「我生了你」。
For 'merem' means 'from the womb,' and 'messaar' means 'earlier than all things,' that is, 'before the morning star'; 'laktal' means 'before the dew'; and 'ieledecheth' means 'child,' that is, 'I begot you.'
1:7494
οὐ γὰρ τὸν ἑωσφόρον μόνον ἔλεγε τὸν ἀστέρα, καίτοι γε πολλῶν ὄντων τῶν ἄστρων καὶ ἡλίου καὶ σελήνης, ἐν τῇ τετάρτῃ ἡμέρᾳ γενομένων, προγενομένων δὲ θαλάσσης καὶ ξύλων καὶ καρπῶν, στερεώματός τε γῆς καὶ οὐρανοῦ, καὶ ἀγγέλων ἅμα σὺν τούτοις γεγονότων·
因為他所說的並非單指晨星這顆星子而言,儘管有許多星辰,還有日、月,都是在第四日造成的,而海、樹木、果子,以及穹蒼、地與天,卻是先造的,眾天使也與這些一同被造。
For he was not speaking merely of the morning star as a star, even though there were many stars, and sun and moon, which came into being on the fourth day, whereas sea and trees and fruits, and the firmament and earth and heaven had come into being earlier, and the angels had come into being together with these.
1:7495
εἰ μὴ γὰρ ἅμα οὐρανῷ καὶ γῇ καὶ ἄγγελοι ἐκτίσθησαν, οὐκ ἂν ἔλεγε τῷ Ἰὼβ ὅτι ὅτε ἐγενήθησαν ἄστρα, ᾔνεσάν με πάντες ἄγγελοί μου φωνῇ
因為倘若眾天使不是與天地一同受造,他就不會對約伯說:星宿受造之時,我的眾天使都大聲讚美我。
For if the angels had not been created together with heaven and earth, he would not have said to Job that when the stars came into being, all my angels praised me with a loud voice.
1:7496
τὸ οὖν πρὸ ἑωσφόρου, ἵνα εἴπῃ πρὸ τοῦ εἶναί τι καὶ κτισθῆναι
所以「在晨星之先」,是指在任何受造之物存在及被造之先。
'Before the morning star,' then, means before anything existed or was created.
1:7497
ἦν γὰρ ἀεὶ ὁ Λόγος σὺν πατρί·
因為道常與父同在;
For the Word always existed together with the Father;
1:7498
δι' αὐτοῦ γὰρ πάντα γέγονε, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν
因為萬物是藉著他造的,沒有一樣不是藉著他造的。
for through him all things came into being, and without him not one thing came into being.
1:7499
ἔδειξας εἶναι πρὸ ἄστρων τοὺς ἀγγέλους, ἅμα δὲ οὐρανῷ καὶ γῇ τούτους ἔφης γεγονέναι
你已顯明眾天使在星宿之先便已存在,卻又說他們是與天地一同被造的。
You have shown that the angels existed before the stars, yet you have said that they came into being together with heaven and earth.
1:7500
πόθεν πεποίησαι τὴν ἀπόδειξιν, λέγε ἡμῖν·
你這證明是從何處得來的呢?請告訴我們。
From where have you derived this proof? Tell us.
1:7501
οὐχὶ ἄρα πρὸ τοῦ οὐρανοῦ καὶ τῆς γῆς πάντως γεγόνασιν; οὐδαμοῦ γὰρ τηλαυγῶς σημαίνει τὸν χρόνον τῆς τῶν ἀγγέλων ποιήσεως
難道他們不是必定在天地之先被造的嗎?因為經文並沒有任何地方清楚指明眾天使受造的時間。
Is it not the case, then, that they certainly came into being before heaven and earth? For nowhere does Scripture clearly indicate the time of the angels' creation.
1:7502
καὶ ὅτι μὲν καλῶς αὐτοὺς ἔδειξας εἶναι πρὸ ἄστρων εὔδηλον·
你已正確地顯明他們是在星宿之先存在的,這是很清楚的;
And that you have rightly shown them to exist before the stars is quite clear;
1:7503
εἰ μὴ γὰρ ἦσαν, πῶς ὕμνουν θεὸν ἐπὶ τῇ τῶν ἄστρων ποιήσει; ἡμεῖς δὲ ἑκάστην ζητήματος εὕρεσιν οὐκ ἀπὸ ἰδίων λογισμῶν δυνάμεθα λέγειν, ἀλλὰ ἀπὸ τῆς τῶν γραφῶν ἀκολουθίας
因為倘若他們尚未存在,又怎能在星宿受造之時歌頌神呢?然而,我們對每個問題的解答,不能憑自己的思辨來斷定,而要依照經文的脈絡次序。
for if they had not existed, how could they have hymned God at the making of the stars? But we are not able to state the resolution of each question from our own reasonings, but from the sequence of the Scriptures.
1:7504
τηλαυγῶς γὰρ σημαίνει ὁ τοῦ θεοῦ λόγος ὅτι οὔτε μετὰ τὰ ἄστρα γεγόνασιν ἄγγελοι οὔτε πρὸ οὐρανοῦ καὶ γῆς, σαφῶς ἀμεταθέτου ὄντος τοῦ ῥητοῦ, τοῦ ὅτι πρὸ οὐρανοῦ καὶ γῆς οὐδὲν ἦν τῶν ἐκτισμένων, ὅτι ἐν ἀρχῇ ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν, ὡς ἀρχῆς οὔσης τῆς κτίσεως καὶ οὐδενὸς πρὸ αὐτῆς τῶν κεκτισμένων ὑπάρχοντος
因為神的話清楚表明,眾天使既非在星宿之後受造,也非在天地之先受造,這一句話明明是不可更改的:在天地之先,並沒有任何受造之物存在,因為「起初神創造天地」,這乃是受造之物的開始,在此之先並無任何受造物存在。
For the word of God clearly signifies that the angels came into being neither after the stars nor before heaven and earth, since the saying is plainly unalterable, that before heaven and earth nothing existed among created things, because in the beginning God made heaven and earth, this being the beginning of creation, with nothing among created things existing before it.
1:7505
Οὐ δύναται οὖν, ὡς προεῖπον, ὁ ἐν ἀνθρώπῳ λόγος ἄνθρωπος καλεῖσθαι, ἀλλὰ λόγος ἀνθρώπου
所以,如我先前所說,人裡面的言語不能被稱為人,而只能稱為人的言語。
Therefore, as I said before, the word that is in a man cannot be called a man, but the word of a man.
1:7506
εἰ δὲ ὁ Λόγος τοῦ θεοῦ θεός ἐστιν, οὐκ ἔστιν ἀνυπόστατος λόγος, ἀλλὰ ἐνυπόστατος θεὸς Λόγος, ἐκ τοῦ θεοῦ γεγεννημένος ἀνάρχως καὶ ἀχρόνως·
但若神的道就是神,那麼他就不是無位格的言語,乃是有位格的神——道,是從神所生,無始無時;
But if the Word of God is God, he is not a word without hypostasis, but a Word who is God with hypostasis, begotten of God without beginning and without time;
1:7507
ὁ γὰρ λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ εἴδομεν τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας
因為道成了肉身,住在我們中間,我們也見過他的榮光,正是父獨生子的榮光,充充滿滿地有恩典有真理。
for the Word became flesh and dwelt among us, and we beheld his glory, glory as of the only-begotten from the Father, full of grace and truth.
1:7508
Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ, καὶ κέ. κραγε λέγων·
約翰為他作見證,並喊著說:
John testifies concerning him, and cries out, saying:
1:7509
οὗτός ἐστιν ὃν εἶπον ὑμῖν, ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. οὗτος ἦλθεν εἰς τὸν κόσμον, ἵνα σωθῇ ὁ κόσμος δι' αὐτοῦ. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω
這就是我曾說的那一位:那在我以後來的,反成了在我以前的,因他本來在我以前。他來到世上,是要藉著他叫世人得救。他在世上,世界也是藉著他造的,世人卻不認識他。
This is he of whom I said, 'He who comes after me has come to be before me, because he was before me.' He came into the world, that the world might be saved through him. He was in the world, and the world came into being through him, and the world did not know him.
1:7510
ὁρᾷς μονογενῆ Λόγον; ὁρᾷς ἐν κόσμῳ παραγενόμενον ἐν ἀνθρώποις καὶ πλήρη ἔχοντα δόξαν μονογενοῦς παρὰ πατρός; οὐχ ὡς τοῦ πατρὸς ὄντος Λόγου, οὐ πατρὸς ἅμα Λόγῳ συναλοιφῇ πεφηνότος, ὡς ἄνθρωπος ἅμα τῷ ἑαυτοῦ λόγῳ φαινόμενος ὅπου καὶ ὁ λόγος αὐτοῦ οὐ δύναται φανῆναι, ἐὰν μὴ παρῇ ὁ φθεγγόμενος τὸν λόγον
你看見那獨生的道嗎?你看見他來到世上、在人群中出現,並且擁有從父而來、獨生子那般充滿的榮耀嗎?這並非說父就是道,也不是說父與道混合為一而顯現,像人與自己所說的話一同顯現那樣——在那種情形中,若說話的人不在場,他的話語也無法顯現。
Do you see the only-begotten Word? Do you see him coming into the world among men, having the full glory of the only-begotten from the Father? Not as though the Father were the Word, nor as though the Father had appeared together with the Word in a blending, as a man appears together with his own word — where his word cannot appear unless the one who utters the word is present.
1:7511
τίνι τοίνυν πιστεύσω; τίνι συνθῶμαι; παρὰ τίνων λάβω ζωὴν ἐν μαθήμασι; παρὰ τῶν ἁγίων εὐαγγελιστῶν καὶ πνευματοφόρων, τῶν τὸν Λόγον παρὰ πατρὸς ἀπεσταλμένον φησάντων, ἢ παρὰ τούτων τῶν ἀπὸ Παύλου τοῦ Σαμοσατέως, τῶν σὺν τῷ Λόγῳ θεὸν καὶ Λόγον σὺν τῷ θεῷ φασκόντων, τῶν ἓν πρόσωπον πατρὸς πρὸς τὸν λόγον καὶ τοῦ Λόγου πρὸς τὸν πατέρα ὁριζόντων; εἰ δὲ ἓν τὸ πρόσωπον, πῶς ὁ μὲν ἀποστέλλει, ὁ δὲ ἀποστέλλεται; ἀποστελεῖ γάρ φησιν ὁ προφήτης τὸν λόγον, καὶ τήξει αὐτά·
那麼,我該信誰呢?該與誰同心呢?該從何人的教訓中領受生命呢?是從那些見證道乃是從父差來的聖潔福音書作者和被聖靈感動的人呢,還是從那些跟隨撒摩撒他的保羅、聲稱「神」與「道」相連、「道」與「神」相連,並將父的位格對於道、道的位格對於父定為同一個位格的人呢?倘若位格只有一個,怎麼會有一位差遣,另一位被差遣呢?因為先知說:「他必發出他的言語,使冰消化」;
Whom, then, shall I believe? With whom shall I agree? From whom shall I receive life through their teachings? From the holy evangelists and Spirit-bearers, who declared that the Word was sent from the Father, or from these followers of Paul of Samosata, who assert 'God' together with 'the Word,' and 'the Word' together with 'God,' and who define the person of the Father in relation to the Word and of the Word in relation to the Father as one person? But if the person is one, how does the one send while the other is sent? For the prophet says, 'He will send forth his word, and melt them';
1:7512
πνεύσει τὸ πνεῦμα αὐτοῦ, καὶ ῥυήσεται ὕδατα, καὶ πάλιν ἐγὼ ἐξῆλθον ἐκ τοῦ πατρός μου καὶ ἥκω καὶ ζῶ ἐγώ, καὶ ζῇ ἐν ἐμοὶ ὁ ἀποστείλας με πατήρ
「他的靈要吹動,水就流出。」又說:「我從父而出,來到世上;我活著,那差我來的父也活在我裡面。」
'His spirit will blow, and the waters will flow.' And again: 'I came forth from my Father and I have come; and I live, and the Father who sent me lives in me.'
1:7513
πῶς οὖν ἀποστέλλεται ὁ ἀποσταλεὶς καὶ διὰ σαρκὸς φαίνεται; θεὸν γὰρ οὐδεὶς πώποτε ἑώρακεν·
那麼,那被差遣者是如何被差遣、又藉著肉身顯現的呢?因為從來沒有人見過神;
How, then, is the one who is sent, sent, and appears through the flesh? For no one has ever seen God;
1:7514
ὁ μονογενὴς θεός, ὁ ὢν εἰς τὸν κόλπον τοῦ πατρός, ἐκεῖνος ἐξηγήσατο
只有那在父懷裡的獨生子神,將他表明出來。
the only-begotten God, who is in the bosom of the Father, he has made him known.
1:7515
καί φησιν ὁ μονογενὴς θεός·
而他是以獨生子神的身分說話:
And he speaks as the only-begotten God:
1:7516
ὁ μὲν γὰρ Λόγος ἐστὶν ἐκ πατρὸς γεννηθείς, ὁ πατὴρ δὲ οὐκ ἐγεννήθη·
因為道是從父所生,而父卻並非受生;
For the Word is begotten of the Father, whereas the Father was not begotten;
1:7517
Προὔλαβε γὰρ ἡ θεία γνῶσις κηρύττουσα ἑαυτῆς τὴν ἀλήθειαν διὰ τὴν αὐτῆς πρόγνωσιν εἰς ἀσφάλειαν τῶν ἡμετέρων ψυχῶν, ἐπειδήπερ ᾔδει τοῦ Σαμοσατέως τὴν ἄνοιαν καὶ τῶν Ἀρειανῶν τὴν κακοδοξίαν καὶ τῶν Ἀνομοίων τὴν κακουργίαν καὶ τῶν Μανιχαίων τὴν πτῶσιν καὶ λοιπῶν αἱρέσεων τὴν κακομηχανίαν
因為神聖的知識憑著其預知,早已宣講了自己的真理,為要保守我們的靈魂平安穩妥,因為祂早已預知撒摩撒他之人的愚妄、亞流派的謬論、阿諾米安派的邪惡、摩尼教徒的墮落,以及其餘各異端的詭詐圖謀。
For divine knowledge anticipated, proclaiming its own truth through its foreknowledge, for the safety of our souls, since it knew beforehand the folly of the Samosatene, the false doctrine of the Arians, the wickedness of the Anomoeans, the fall of the Manichaeans, and the evil contrivance of the remaining heresies.
1:7518
καὶ διὰ τοῦτο περὶ ἑκάστης λέξεως ἀσφαλίζεται ἡμᾶς ὁ θεῖος λόγος·
因此,神聖的話語在每一個用詞上都為我們作了穩妥的保障;
And for this reason the divine word secures us with regard to each expression;
1:7519
μὲν γὰρ πατέρα οὐ λέγει μονογενῆ
因為它從不稱父為「獨生」,
for it never calls the Father only-begotten,
1:7520
πῶς γὰρ μονογενὴς ὁ μὴ γεγεννημένος; τὸν δὲ υἱὸν μονογενῆ, ἵνα μὴ ὁ υἱὸς νομισθείη πατήρ, καὶ ἵνα μὴ ὡς λόγος ἐν καρδίᾳ ἀνθρώπου ἀπεικασθῇ ὁ θεὸς λόγος
因為未受生者又怎能是獨生的呢?但它稱子為「獨生」,是要人不至於將子誤認為父,也是要人不至於把身為神的道,比擬成人心中的言語。
for how could the unbegotten be only-begotten? But it calls the Son only-begotten, so that the Son might not be thought to be the Father, and so that the Word who is God might not be likened to a word in the heart of a man.
1:7521
εἰ γὰρ λόγος λέγεται, διὰ τὴν τοιαύτην χρῆσιν λέγεται, ἵνα μὴ νομίσῃ τις ἀλλότριον εἶναι τῆς τοῦ θεοῦ πατρὸς. οὐσίας·
因為他之所以被稱為「道」,正是為了這個緣故,好叫人不至於認為他與父神的本質有所隔閡;
For if he is called 'Word,' he is so called for this very reason, so that no one should suppose him to be alien to the substance of God the Father;
1:7522
καὶ οὐκέτι λόγος ἀνυπόστατος, ἀλλὰ ἐνυπόστατος, διὰ τὸ μονογενής, πλήρης χάριτος καὶ ἀληθείας·
而且他不再是無位格的言語,乃是有位格的,因為他是獨生子,充充滿滿地有恩典有真理;
and he is no longer a word without hypostasis, but one with hypostasis, because he is only-begotten, full of grace and truth;
1:7523
καὶ ὁρᾷς πόσα ἐστὶ πρὸς ἀσφάλειαν τῆς ἡμετέρας ζωῆς·
你看,這其中有多少為要保障我們生命穩妥的用意;
and you see how many things there are for the security of our life;
1:7524
τὸ γοῦν θεὸν οὐδεὶς πώποτε ἑώρακεν, ἵνα τὸ ἀόρατον τοῦ πατρὸς σημάνῃ καὶ τῆς αὐτοῦ θεότητος τὸ δὲ μονογενὴς θεός, ἵνα τὴν ἰδίαν θεότητα διὰ τῆς σαρκὸς φαινομένην ἐπιβεβαιώσῃ
因此,「從來沒有人見過神」,這是為要表明父的不可見性以及祂自己神性的不可見;而「獨生子神」則是為要確認他自己的神性藉著肉身彰顯出來。
Thus 'no one has ever seen God,' so as to signify the invisibility of the Father and of his own godhead; while 'only-begotten God' is said so as to confirm his own godhead as it appears through the flesh.
1:7525
Πόσα δὲ ἄλλα καὶ ἐπέκεινα τούτων εἰς παράστασιν ἡμῖν ἀναλέξειέ τις καὶ παραστήσειε πρὸς τὴν τοῦ Σαμοσατέως ἄνοιαν; εἰ γὰρ ἦν ἐν τῷ πατρί, ὡς ὁ λόγος ἐν καρδίᾳ ἀνθρώπου, πῶς παραγέγονε διὰ ἰδίας θεωρίας φαινόμενος; ἐν τῷ γὰρ αὐτὸν διηγεῖσθαι τοῖς αὐτοῦ μαθηταῖς φάσκει ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν πατέρα
除此之外,還有多少事情可以蒐羅出來,用以向我們陳明、駁斥撒摩撒他之人的愚妄呢?因為若他只是在父裡面,如同言語在人心中一樣,他又怎能藉著自己的顯現而出現呢?因為他向門徒解說自己時說:「人看見了我,就是看見了父。」
How many other things, beyond these, could one gather and set forth for us against the folly of the Samosatene? For if he were in the Father as a word is in the heart of a man, how could he have come to appear through his own manifestation? For as he was explaining himself to his disciples, he says, 'He who has seen me has seen the Father.'
1:7526
ἀλλὰ τὸ ἐμὲ ἐν τῷ πατρὶ σημαίνει
但這句話所表明的是「我在父裡面」。
But this signifies, 'I am in the Father.'
1:7527
καὶ οὐκ εἶπεν, ἐγώ εἰμι ἐκεῖνος, ἀλλ' ἐγὼ ἦλθον ἐπὶ τῷ ὀνόματι τοῦ πατρός μου καὶ ἐκεῖνός ἐστιν ὁ μαρτυρῶν περὶ ἐμοῦ
他並沒有說:「我就是那一位」,而是說:「我是奉我父的名而來」,又說:「為我作見證的乃是他」。
And he did not say, 'I am he,' but, 'I have come in my Father's name,' and, 'It is he who bears witness concerning me.'
1:7528
καὶ πάλιν περὶ τοῦ πνεύματος τοῦ ἁγίου ὅτι ἐγὼ ἐρωτήσω τὸν πατέρα καὶ ἄλλον παράκλητον ὑμῖν ἀποστελεῖ·
他又論到聖靈說:「我要求父,他就另外賜給你們一位保惠師」;
And again, concerning the Holy Spirit: 'I will ask the Father, and he will send you another Comforter;'
1:7529
ὅρα πῶς τὸ ἀποστελεῖ καὶ τὸ ἄλλον καὶ τὸ ἐγώ, ἵνα δείξῃ πατέρα ἐνυπόστατον, υἱὸν ἐνυπόστατον, πνεῦμα ἅγιον ἐνυπόστατον
留意這裡「差遣」、「另外」、「我」這幾個詞,是要顯明父是有位格的,子是有位格的,聖靈也是有位格的。
Observe how the words 'he will send,' and 'another,' and 'I,' are used, so as to show the Father as having hypostasis, the Son as having hypostasis, and the Holy Spirit as having hypostasis.
1:7530
ἐκεῖνός με γὰρ δοξάσει, περὶ τοῦ ἁγίου πνεύματος λέγων φησί ὅτι τοῦ ἐμοῦ λήψεται·
論到聖靈,他說:「他要榮耀我,因為他要領受屬我的。」
'For he will glorify me,' he says concerning the Holy Spirit, 'because he will take of what is mine.'
1:7531
καὶ ποῖόν φησι; τὸ ἐκ πατρὸς ἐκπορευόμενον καὶ τοῦ ἐμοῦ λαμβάνον
他所指的是什麼呢?就是那從父而出、又領受屬我之物的那一位。
And what does he mean? The one who proceeds from the Father and takes of what is mine.
1:7532
ἀλλὰ καί φησι δύο μαρτυρίαι ἀνθρώπων σταθήσονται, καὶ ἐγὼ μαρτυρῶ περὶ ἐμαυτοῦ, καὶ μαρτυρεῖ περὶ ἐμοῦ ὁ ἀποστείλας με πατήρ
他又說:「兩個人的見證是真的」,「我為自己作見證,那差我來的父也為我作見證」。
But he also says, 'The testimony of two men is true,' and, 'I bear witness concerning myself, and the Father who sent me bears witness concerning me.'
1:7533
πόσα δὲ ἄλλα τοσαῦτα καὶ ἐπέκεινα τούτων ·
還有多少同樣、甚至更多的事例可以列舉呢!
And how many other things, just as many and beyond these, could be gathered!
1:7534
ἰδοὺ γάρ φησιν ἐξομολογοῦμαί σοι, πάτερ, κύριε οὐρανοῦ καὶ γῆς, ὅτι ἀπέκρυψας ταῦτα ἀπὸ σοφῶν καὶ συνετῶν, καὶ ἀπεκάλυψας αὐτὰ νηπίοις
看哪,他說:「父啊,天地的主,我感謝你,因為你將這些事向聰明通達人就藏起來,向嬰孩就顯出來。」
For behold, he says, 'I thank you, Father, Lord of heaven and earth, that you have hidden these things from the wise and understanding, and have revealed them to infants.'
1:7535
ναὶ ὁ πατήρ, ὅτι οὕτως γέγονεν εὐδοκία ἔμπροσθέν σου
「父啊,是的,因為你的美意本是如此。」
'Yes, Father, for so it was well-pleasing in your sight.'
1:7536
πάντα μοι παρεδόθη ὑπὸ τοῦ πατρός μου, καὶ οὐδεὶς οἶδε τὸν υἱὸν εἰ μὴ ὁ πατήρ, καὶ τὸν πατέρα οὐδεὶς ἔγνω εἰ μὴ ὁ υἱὸς καὶ ᾧ ἐὰν ὁ υἱὸς ἀποκαλύψῃ
「一切所有的都是我父交付我的;除了父,沒有人知道子;除了子和子所願意指示的,沒有人知道父。」
'All things have been delivered to me by my Father, and no one knows the Son except the Father, and no one has known the Father except the Son and whomever the Son wishes to reveal him.'
1:7537
τὸ ἀπεκάλυψας γὰρ νηπίοις, καὶ τὸ πάντα μοι παρεδόθη ὑπὸ τοῦ πατρός μου, ἵνα ἐκκόψῃ τὴν τούτων ἐπινενοημένην ξενολεξίαν
「向嬰孩就顯出來」以及「一切所有的都是我父交付我的」這兩句話,是要斬斷他們所杜撰出來的怪異措辭。
For the words 'you have revealed them to infants' and 'all things have been delivered to me by my Father' were said so as to cut off their contrived and alien terminology.
1:7538
Ἀλλ' ὅρα τὸν ἀεὶ ἀντιπολεμοῦντα τῇ τῶν ἀνθρώπων φύσει διάβολον, τί ἐν αὐτοῖς ἐνεκίσσησεν ὥσπερ ἀπὸ διαβολικῆς ἐνεργείας τοῦ λέγειν
但你看那向來與人類本性為敵的魔鬼,牠在他們裡面孵化出了什麼東西,彷彿是出於魔鬼的作為、藉著言語而生發的。
But observe the devil, who forever wages war against human nature: what he has hatched within them, as it were by a diabolical energy of speech.
1:7539
δῆθεν γὰρ ἀπολογοῦνται πρὸς ταῦτα οἱ τῆς τῶν Ἰουδαίων αἱρέσεως ὑπηρέται, ὑπὲρ τούτου αἰσχυνόμενοι διὰ τὴν τῶν θείων εὐαγγελίων σαφῆ ὑφηγήσεως διδασκαλίαν, ἵνα μὴ ὀφθῶσι τελειότατα ἀντιπράττοντες τῇ τοῦ εὐαγγελίου ἀληθινῇ γνώσει
因為那猶太異端的僕役們,就藉口為這些事辯護,他們因神聖福音書所清楚陳明的教導而感到羞愧,惟恐被人看出他們是徹底地與福音的真知識為敵。
For the servants of the Jewish heresy pretend to defend themselves against these things, being ashamed on this account because of the clear teaching set forth by the divine Gospels, so that they might not appear to be utterly opposing the true knowledge of the Gospel.
1:7540
φάσκουσι γὰρ ὅτι ἄνθρωπος ἦν ὁ Ἰησοῦς καὶ ἐν αὐτῷ ἐνέπνευσεν ἄνωθεν ὁ λόγος·
因為他們聲稱耶穌只是個人,而道乃是從上頭吹入他裡面的;
For they claim that Jesus was a man, and that the Word breathed into him from above;
1:7541
καὶ ταῦτα περὶ ἑαυτοῦ ὁ ἄνθρωπος λέγει
而這些話都是那個人論到自己所說的。
and these things the man says about himself.
1:7542
ὁ πατὴρ γὰρ ἅμα τῷ υἱῷ εἷς θεός, ὁ δὲ ἄνθρωπος κάτωθεν τὸ ἴδιον πρόσωπον ὑποφαίνει·
他們說:父與子原是一位神,而那在下的人則顯出他自己另有的位格;
For the Father together with the Son is one God, while the man from below displays his own distinct person;
1:7543
καὶ οὕτως τὰ δύο πρόσωπα πληροῦνται
如此一來,這兩個位格便成全了。
and thus the two persons are completed.
1:7544
πῶς οὖν ἄνθρωπος θεὸς δύναται εἶναι, ὦ πάντων ἀνθρώπων ἀβέλτερε καὶ ἀπὸ τοῦ ἐπουρανίου φρονήματος τὸν νοῦν ἀπεστραμμένε; πῶς δύναται ἄνθρωπος εἶναι ψιλὸς κατὰ σὲ ὁ λέγων ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν πατέρα; εἰ γὰρ ὁ ἄνθρωπος ὡς ὁ πατήρ
那麼,一個人怎能成為神呢?喔,你這眾人中最愚昧的人,心思背離了屬天的悟性!照你所說,那說「看見我的就是看見了父」的那一位,怎能只是個普通人呢?因為若這人與父相同,
How, then, can a man be God, O most foolish of all men, whose mind is turned away from heavenly understanding? How can he who says, 'He who has seen me has seen the Father,' be, according to you, a mere man? For if the man is as the Father,
1:7545
οὐδὲν διαλλάττει ὁ πατὴρ τοῦ ἀνθρώπου·
那麼父與這人便毫無分別了。
then the Father differs in nothing from the man.
1:7546
εἰ δὲ ὁ θεὸς λόγος, ὁ ἐνανθρωπήσας ἐν τελειότητι τέλειος ὢν ἔστι θεὸς ἄνωθεν ἀπὸ πατρὸς γεγεννημένος, δικαίως καὶ σαφῶς φθέγγεται περὶ ἑαυτοῦ λέγων ὅτι ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν πατέρα, ὡς καὶ οἱ Ἰουδαῖοί φασι περὶ αὐτοῦ·
但若這位身為神的道,成為完全的人,同時仍是完全的,本是從上頭由父所生的神,那麼他論到自己所說的:「看見我的就是看見了父」,就是正確而清楚的了,正如猶太人也曾這樣論到他:
But if the Word who is God, having become man in perfection while remaining perfect, is God begotten from above from the Father, then he rightly and clearly declares concerning himself, saying, 'He who has seen me has seen the Father,' just as the Jews also say concerning him:
1:7547
οὐ μόνον γάρ φησιν ἐζήτουν ἀποκτεῖναι αὐτόν, ὅτι ταῦτα ἐποίει, ἀλλ' ὅτι καὶ υἱὸν θεοῦ ἑαυτὸν ἔλεγεν, ἴσον θεῷ ἑαυτὸν φάσκων
經上說:他們想要殺他,不僅是因為他做了這些事,也因為他稱自己為神的兒子,將自己與神當作平等。
For, it says, they sought to kill him, not only because he did these things, but also because he called himself the Son of God, making himself equal with God.
1:7548
τῷ γὰρ εἰπεῖν πάλιν ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν πατέρα τὸν πατέρα θεὸν ἴσον ἑαυτοῦ φάσκει
因為他再次說「看見我的就是看見了父」,這話就是聲稱身為神的父與自己是平等的。
For by saying again, 'He who has seen me has seen the Father,' he declares the Father, who is God, to be equal to himself.
1:7549
οὐκ ἄνθρωπος δέ ἐστιν ἴσος θεῷ, οὐδὲ ὡς θεός, ἀλλὰ ὁ ἐν ἀληθείᾳ γεγεννημένος ἐκ θεοῦ πατρὸς θεὸς υἱὸς μονογενής
但一個普通人並不能與神平等,也不能「如同神」,唯有那真正從父神所生的,即身為神的獨生子,才是如此。
Now it is not a mere man who is equal to God, nor one who is 'as God,' but he who is truly begotten from God the Father, God the only-begotten Son.
1:7550
αὐτοῦ Παῦλος ὃς ἐν μορφῇ θεοῦ ὑπάρχων οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα θεῷ, ἀλλ' ἑαυτὸν ἐκένωσε μορφὴν δούλου λαβών·
保羅論到他說:「他本有神的形像,不以自己與神同等為強奪的,反倒虛己,取了奴僕的形像」;
Concerning him Paul says: 'who, though he existed in the form of God, did not regard equality with God a thing to be grasped, but emptied himself, taking the form of a servant;'
1:7551
τὸ μὲν περὶ θεοῦ ἦν ἐν μορφῇ, περὶ δὲ τῆς τοῦ δούλου μορφῆς προσληπτὴν ἀπέφηνε καὶ οὐκ εἶπεν αὐτοῦ ἰδίαν οὖσάν ποτε
因為就神而言,他原是以那形像存在的;但就奴僕的形像而言,他表明那是後來所取用的,並沒有說那形像原本就是他自己的。
for as regards God, he existed in that form, but as regards the form of a servant, he declared it to be something assumed, and did not say that it was ever properly his own.
1:7552
πολλάκις δὲ καὶ ἀνθρωπίνως διαλέγεται ὁ σωτὴρ ἡμῶν καὶ κύριος Ἰησοῦς Χριστός, ὁ θεὸς λόγος, καὶ πολλάκις ἀνθρωποπαθῶς φθέγγεται, ἀλλ' οὐχ ὅτε λέγει ἐκ τοῦ πατρός μου. ἐξῆλθον καὶ ἥκω·
我們的救主和主耶穌基督,就是那身為神的道,常常以人的方式說話,也常常說出帶有人性情感的言語,但當他說「我從父而出,來到世上」時卻不是如此;
Now our Savior and Lord Jesus Christ, God the Word, often speaks in a human manner, and often utters words expressive of human feeling, but not when he says, 'I came forth from my Father, and I have come';
1:7553
τοῦτο γὰρ οὐ δύναται ἀπὸ ἀνθρωπότητος λέγεσθαι·
因為這句話不能是出於他的人性而說的;
for this cannot be said on account of his humanity;
1:7554
ἀλλ' ὅτε δικαίως ἐπιμαρτυρεῖ λέγων ἐὰν ἐγὼ μαρτυρῶ περὶ ἐμαυτοῦ, ἡ μαρτυρία μου οὐκ ἔστιν ἀληθής, ἵνα δείξῃ τὴν ἑαυτοῦ ἐνανθρώπησιν·
但當他正當地作此見證,說「我若為自己作見證,我的見證就不真」時,那是為要顯明他自己成為人的事實;
but when he rightly bears witness, saying, 'If I bear witness concerning myself, my testimony is not true,' it is so that he might show his own becoming man;
1:7555
καὶ τὸ ἀνάπαλιν περὶ θεότητος λέγων κἄν τε ἐγὼ μαρτυρῶ περὶ ἐμαυτοῦ, ἡ μαρτυρία μου ἀληθής ἐστιν, ἵνα δείξῃ ἀληθινὴν θεότητα καὶ ἀληθινὴν ἐνανθρώπησιν
反之,當他論到自己神性時說「即使我為自己作見證,我的見證也是真的」,那是為要顯明他真實的神性以及真實的成為人。
and, conversely, speaking concerning his godhead, 'Even though I bear witness concerning myself, my testimony is true,' it is so that he might show both his true godhead and his true becoming man.
1:7556
Οὐ δύο τοίνυν θεοί, ὅτι οὔτε δύο πατέρες·
所以並沒有兩位神,正如也沒有兩位父一樣;
There are not, then, two Gods, since there are not two Fathers either;
1:7557
οὐδὲ ἀνῄρηται ἡ ὑπόστασις τοῦ λόγου, ὅτι οὐ μία συναλοιφὴ θεότητος υἱοῦ πρὸς πατέρα
道的位格也並未因此被廢除,因為子的神性與父之間並非融合為單一體。
nor is the hypostasis of the Word abolished, because the godhead of the Son is not one blended unity with the Father.
1:7558
οὐ γάρ ἐστιν ἑτεροούσιος ὁ υἱὸς τοῦ πατρός, ἀλλὰ ὁμοούσιος τῷ πατρί·
因為子與父並非異質,而是與父同質;
For the Son is not of a different substance from the Father, but is of the same substance as the Father;
1:7559
οὐ δύναται δὲ εἶναι ἑτεροούσιος τῷ γεγεννηκότι οὐδὲ ταυτοούσιος, ἀλλὰ ὁμοούσιος
然而他既不能與那生他的父異質,也不能與父屬同一個體,而是與父同質。
yet he cannot be of a different substance from the one who begot him, nor of an identical substance, but of the same substance.
1:7560
οὐδὲ πάλιν λέγομεν αὐτὸν μὴ εἶναι ταὐτὸν τῇ οὐσίᾳ τῷ πατρί·
我們也並非因此說他在本質上與父不是同一的;
nor, again, do we say that he is not the same as the Father in substance;
1:7561
ἔστι γὰρ ταὐτὸν τῇ θεότητι καὶ τῇ οὐσίᾳ ὁ υἱὸς πρὸς τὸν πατέρα, καὶ οὐκ ἀλλοῖος παρὰ τὸν πατέρα οὐδὲ ἀπὸ ἄλλης ὑποστάσεως, ἀλλὰ ὡς ἀληθῶς υἱὸς πατρὸς τῇ τε οὐσίᾳ καὶ τῇ ὑποστάσει καὶ τῇ ἀληθείᾳ
因為子在神性與本質上與父相同,並非與父不同,也不是出於另一個位格,而是真正在本質、位格與真理上都是父的子。
For the Son is identical to the Father in Godhead and in essence, and is not different from the Father nor of another hypostasis, but is truly a Son of the Father both in essence and in hypostasis and in truth.
1:7562
ἀλλ' οὐχ ὁ πατήρ ἐστιν ὁ υἱός, οὐδὲ ὁ υἱός ἐστιν ὁ πατήρ, ἀλλὰ υἱὸς ἀληθῶς ἐκ πατρὸς γεγεννημένος
但父不是子,子也不是父,而是真實由父所生的子。
But the Father is not the Son, nor is the Son the Father, but he is truly a Son begotten of the Father.
1:7563
διὸ οὔτε δύο θεοὶ οὔτε δύο υἱοὶ οὔτε δύο ἅγια πνεύματα, ἀλλὰ μία θεότης ἡ τριάς, πατήρ, υἱὸς καὶ ἅγιον πνεῦμα, ὁμοούσιος οὖσα
因此,既沒有兩位神,也沒有兩位子,也沒有兩個聖靈,而是三一乃是同一神性——父、子與聖靈——彼此同質。
Therefore there are neither two gods, nor two sons, nor two holy spirits, but the Trinity is one Godhead—Father, Son, and Holy Spirit—being consubstantial.
1:7564
ὅταν γὰρ εἴπῃς ὁμοούσιον, οὐ συναλοιφὴν σημαίνεις
因為當你說「同質」時,並非指混合為一。
For when you say 'consubstantial,' you do not mean a blending together.
1:7565
τὸ γὰρ ὁμοούσιον οὐχ ἑνός ἐστι σημαντικόν, οὐδὲ τοῦ ὄντος υἱοῦ πρὸς πατέρα γνησίου τὴν οὐσίαν διίστησι καὶ τὴν ὑπόστασιν ἀπαλλοτριοῖ διὰ τὸ ὁμοούσιον
因為「同質」一詞並非指僅有一個實體而已,也不因稱為同質,就將真實隸屬於父的子的本質分開,或使其位格疏離。
For 'consubstantial' does not signify that there is only one being, nor, because it is called consubstantial, does it separate the essence of the Son—who is truly related to the Father—or alienate his hypostasis.
1:7566
οὐ γὰρ ἀρχὰς δύο κηρύττει ὁ θεῖος λόγος, ἀλλὰ μίαν ἀρχήν·
因為神聖的話語所宣告的並非兩個本原,而是一個本原。
For the divine word does not proclaim two first principles, but one first principle.
1:7567
συνελεύσεται, γάρ φησιν, ὁ οἶκος Ἰούδα καὶ ὁ οἶκος Ἰσραήλ, καὶ θήσονται ἑαυτοῖς ἀρχὴν μίαν
因為經上說:「猶大家和以色列家必要聚集,為自己立一個元首。」
For it says, 'The house of Judah and the house of Israel shall come together, and shall appoint for themselves one head.'
1:7568
ὁ τοίνυν ἀρχὰς δύο κηρύττων δύο θεοὺς κηρύττει, καὶ ὁ ἀναιρῶν τὸν Λόγον καὶ τὴν αὐτοῦ ὑπόστασιν Ἰουδαϊσμὸν ὑποφαίνει
所以,凡宣告兩個本原的,就是宣告兩位神;凡廢除道及其位格的,就顯出猶太教的傾向。
Therefore, whoever proclaims two first principles proclaims two gods, and whoever does away with the Word and his hypostasis betrays Judaism.
1:7569
Μαρκίων γὰρ δύο ἀρχὰς ὑποφαίνει, μᾶλλον δὲ τρεῖς ἑαυταῖς ἐναντίας·
因為馬吉安暗示有兩個本原——不如說是三個,彼此互相對立。
For Marcion suggests two first principles—or rather three, opposed to one another.
1:7570
οἱ δὲ νέοι Ἰουδαῖοι, Σαμοσατῖται οὗτοι, ἀναιροῦσι τὴν ὑπόστασιν τοῦ Λόγου, ἵνα κυριοκτόνοι καὶ αὐτοὶ ἀποφανθῶσι καὶ ἐπαρνησίθεοι τῆς τοῦ κυρίου ἡμῶν σωτηρίας
至於這些新猶太人,即那些薩摩撒他派,他們廢除道的位格,以致他們自己也顯明為弒主者,並在我們主所成就的救恩上否認神。
But the new Jews—these Samosatenes—do away with the hypostasis of the Word, so that they too may be shown to be lord-slayers and deniers of God with regard to the salvation wrought by our Lord.
1:7571
Μία γοῦν ἡ ἀρχὴ καὶ ἐξ αὐτῆς ὁ υἱός, εἰκὼν ἀκριβής, φύσει ἐκτυποῦσα τὸν ἴδιον πατέρα καὶ ὁμοία κατὰ πάντα τρόπον, ὅτι θεὸς ἐκ θεοῦ καὶ υἱὸς ἐκ πατρός, θεὸς ἀληθινὸς ἐκ θεοῦ ἀληθινοῦ καὶ φῶς ἐκ φωτός, μία οὖσα θεότης καὶ ἓν ἀξίωμα
因此本原只有一個,子從此而出,是精確的形像,本性上刻印出他自己父的形貌,並在各方面都相似,因為他是神出於神、子出於父,真神出於真神,光出於光,乃是同一神性、同一尊榮。
There is, then, one first principle, and from it the Son, an exact image, by nature bearing the impress of his own Father and like him in every way, since he is God from God and Son from Father, true God from true God and light from light, being one Godhead and one dignity.
1:7572
διό φησι ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν καὶ καθ' ὁμοίωσιν·
所以經上說:「我們要照著我們的形像、按著我們的樣式造人。」
Therefore it says, 'Let us make man according to our image and likeness.'
1:7573
οὔτε κατ' εἰκόνα σήν, ἵνα μὴ διέλῃ, οὔτε κατ' εἰκόνα ἐμήν, ἵνα μὴ ἀνόμοιον καὶ ἄνισον ἀποφάνῃ, κατ'. εἰκόνα δὲ ἡμετέραν
既非「照著你的形像」,免得使之分裂;也非「照著我的形像」,免得顯出不相似、不平等;而是「照著我們的形像」。
Not 'according to your image,' lest it divide [the Godhead]; nor 'according to my image,' lest it declare [the Son] unlike and unequal; but 'according to our image.'
1:7574
καὶ τὸ ποιήσωμεν, ἵνα μὴ ἀλλότριος ᾖ ὁ πατὴρ τῶν γενομένων ὑπ' αὐτοῦ, μηδὲ ὁ μονογενὴς ἀλλότριος τῆς δημιουργίας
而說「我們要造」,是要使父不至於與祂所造的事物疏離,也不使獨生子與創造之工疏離。
And [it says] 'let us make,' so that the Father might not be a stranger to the things made by him, nor the Only-begotten a stranger to the work of creation.
1:7575
ἀλλὰ ὁ πατὴρ σὺν τῷ υἱῷ δημιουργεῖ καὶ ὁ υἱός
而是父與子一同創造,子也一同創造。
But the Father creates together with the Son, and the Son creates as well.
1:7576
δι' οὗ τὰ πάντα γέγονε, συνδημιουργὸς τῷ πατρί·
萬有都是藉著他造的,他與父同為創造者。
through whom all things were made, being a co-creator with the Father.
1:7577
καὶ διὰ τὸ ἐξ αὐτοῦ γεγεννῆσθαι τὸν υἱὸν εἷς υἱὸς τέλειος ἐκ τελείου πατρὸς καὶ πατὴρ τέλειος τελείου υἱοῦ, τῆς πατρικῆς τελειότητος ἔχοντος τὴν εἰκόνα, εἰκὼν θεοῦ τοῦ ἀοράτου, οὐ παράδειγμα εἰκόνος, οὐκ εἰκὼν εἰκόνος, οὐκ ἀνόμοιος, ἀλλ' εἰκὼν τοῦ πατρός, ἵνα τὸ ἀπαράλλακτον δείξῃ τῆς ἀπὸ τοῦ ἀνάρχου καὶ ἀχρόνου γεννήσεως ἐν ἀληθείᾳ
又因子是由父所生,所以他是完美之父所生的一位完美之子,父也是完美之子的完美之父,子擁有父完美的形像——就是那看不見之神的形像,並非形像的摹本,也不是形像的形像,並非不相似,而是父的形像——為要真實地顯明那出於無始無時之生、毫無差異的相似。
And because the Son is begotten of him, he is one perfect Son of a perfect Father, and the Father is a perfect Father of a perfect Son, the Son possessing the image of the Father's perfection—the image of the invisible God, not a model of an image, not an image of an image, not unlike, but the image of the Father—so that he might in truth show the unvarying likeness that comes from the unoriginate and timeless begetting.
1:7578
Εἰκὼν τοίνυν ὁ υἱὸς τοῦ πατρός·
所以,子是父的形像。
The Son, then, is the image of the Father.
1:7579
καὶ γὰρ καὶ οἱ βασιλεῖς οὐ διὰ τὸ ἔχειν εἰκόνα δύο εἰσὶ βασιλεῖς, ἀλλὰ βασιλεὺς εἷς σὺν τῇ εἰκόνι·
誠然,君王也不因擁有自己的像而成為兩位君王,而是一位君王連同他的像。
For indeed kings, too, do not become two kings by having an image made of themselves, but there is one king together with his image.
1:7580
εἷς θεός, οὐχὶ ἕν τι ἐκ δύο μερῶν ἀτελὲς ὑπάρχον, ἀλλὰ τέλειος ὁ πατήρ, τέλειος ὁ υἱός, τέλειον τὸ ἅγιον πνεῦμα
神只有一位——並非由兩部分組成而不完全,而是父是完全的,子是完全的,聖靈也是完全的。
[So there is] one God—not some incomplete thing made up of two parts—but the Father is perfect, the Son is perfect, the Holy Spirit is perfect.
1:7581
ἐγώ, γάρ φησιν, ἐν τῷ πατρί οὐχ ὡς λόγος ἐν καρδίᾳ ἀνθρώπου, ἀλλὰ πατέρα οἴδαμεν νοητὸν σὺν υἱῷ καὶ υἱὸν ἀπὸ πατρὸς γεγεννημένον
因為他說:「我在父裡面」——並非如話語在人心中那樣,而是我們認識父是與子一同可思悟的,子則是由父所生的。
For he says, 'I am in the Father'—not as a word is in a man's heart, but we know the Father as one who is intelligible together with the Son, and the Son as begotten of the Father.
1:7582
πάλιν ἐν θεῷ ὑπάρχοντα ἄνω, ὡς ἐν καρδίᾳ ἀνθρώπου λόγος
反之,〔他們卻認為子只是〕存在於上頭的神裡面,如同話語存在於人心中一樣。
[They suppose him, on the contrary, to] exist in God above, as a word exists in a man's heart.
1:7583
ταῦτα γὰρ τῆς τοῦ δαίμονος ἐμβροντήσεώς ἐστι καὶ ἐπαρνησιθεΐας πάσης ἔχοντα τοὺς χαρακτῆρας
因為這些見解帶有鬼魔昏聵之見及全然否認神之說的一切特徵。
For these things bear all the marks of the demon's stupefaction and of an utter denial of God.
1:7584
Ταῦτα δὲ τὰ ὀλίγα πρὸς τὴν τούτου αἵρεσιν καλῶς ἔχειν δοκιμάσαντες
既已認定這幾點足以對付此人的異端——
Having judged these few remarks to be sufficient against this man's heresy,
1:7585
οὐ δυσχερὴς γὰρ ἡ τούτων δύναμις οὔτε μὴ δυναμένη ὑπὸ πάντων συνετῶν ἀνατρέπεσθαι
因為他們論點的力道並不難以應付,也並非不能被一切明理之人所推翻。
for the force of their arguments is not difficult [to counter], nor is it incapable of being overturned by all who have understanding.
1:7586
διὸ καὶ τούτου τὰς ῥίζας τῶν ἀκανθῶν ἐκτεμόντες τῷ τῆς ἀληθείας κηρύγματι καὶ φρονήματι καὶ τὸν ἰὸν ὡς εἰπεῖν ἀποσβέσαντες καὶ τὸ δηλητήριον τούτου ὑποδείξαντες, τὸν ἀρωγὸν. ἐπικεκλημένοι σὺν υἱῷ πατέρα, τὸν ὄντως ὄντα καὶ υἱὸν ὄντως ἐνυπόστατον γεγεννημένον καὶ τὸ ἅγιον πνεῦμα αὐτοῦ, πνεῦμα ὂν ἐνυπόστατον, καὶ σωτήριον τῆς οἰκονομίας τῆς ἐνσάρκου πραγματείας, διὰ τοῦ τροπαίου τοῦ κατὰ θανάτου, τοῦ σταυροῦ φημι, τὴν κεφαλὴν τούτου ῥήξαντες τοῦ ζητήματος τῶν νέων Ἰουδαίων, ἐπὶ τὰς ἑξῆς ἴωμεν, ὦ ἀγαπητοί
我們既已藉著真理的宣講與理解,砍除了此人荊棘的根,也可謂撲滅了他的毒液、揭露了他的毒害,並呼求那與子同在的助佑者——就是真實存在的父,以及真實地作為位格所生的子,並祂的聖靈,那具有位格的靈——以及那出於道成肉身之工的救贖性經綸,藉著那勝過死亡所立的戰利品,即十字架,已經折斷了這新猶太人所提之問題的頭;那麼,親愛的,讓我們繼續往下探討。
therefore, having cut out the roots of this man's thorns by the proclamation and understanding of the truth, and having, so to speak, quenched his venom and exposed his poison, calling upon our helper together with the Son—the Father who truly is, and the Son truly begotten as a hypostatic being, and his Holy Spirit, a hypostatic Spirit—and upon the saving economy of the incarnate dispensation, by the trophy raised against death, I mean the cross, having broken the head of this question raised by the new Jews, let us proceed, beloved, to what follows.
1:7587
ὡς δρυΐνας λέγεται μὲν εἶναι ἔχις, παρὰ δὲ τὰς πόας ἢ καὶ δρύας ἐμφωλεύει συνεχέστατα·
如所謂的「橡蛇」乃是一種毒蛇,牠最常潛伏在草叢中或橡樹旁邊;
As the creature called the 'oak-viper' is said to be a serpent, and it lurks most constantly among grasses or also oak trees;
1:7588
διὸ καὶ δρυΐνας καλεῖται, ἀπὸ τοῦ φιλόδενδρον αὐτὸ εἶναι καὶ ἑαυτὸ παρεικάζειν ἀνὰ μέσον τῶν ἐκ τῶν δένδρων ῥιπτομένων φύλλων τῇ ἑκάστου χλωρότητι
所以牠被稱為「橡蛇」,因為牠喜愛樹木,並在飄落的樹葉之間,依各片葉子的翠綠色來偽裝自己——
hence it is also called 'oak-viper,' from its being fond of trees and likening itself, amid the leaves falling from the trees, to the greenness of each one—
1:7589
οὐ τοσοῦτον δὲ εἶναι ὀδυνηρὸν τὸ ζῷον, ἐὰν δὲ ἐπιμείνῃ, θάνατον ἐμποιεῖν
這種動物的傷害本身並不十分劇痛,但若毒性持續,就會致命。
this creature's [bite] is not so very painful, yet if [the venom] persists, it brings about death.
1:7590
οὕτως γὰρ καὶ οὗτος καὶ ἡ ἀπ' αὐτοῦ αἵρεσις πιστῶν ἀριθμῷ ἑαυτὸν ἀπεικάζεται, Χριστοῦ μὲν ὄνομα ἐνδεδυμένος, Ἰουδαίων δὲ τὸ φρόνημα ἐπανῃρημένος, Λόγον Χριστὸν ὁμολογῶν, οὐκ ὄντα δὲ τοῦτον διανοούμενος, καὶ ἐν πολλοῖς ἑαυτὸν θριαμβεύων οὐκ αἰσχύνεται·
因為這人也是如此,他所起的異端也是如此,把自己偽裝成信徒之列,身披基督之名,內心卻懷著猶太人的思想,口稱「道即基督」,內心卻認為此道並非真實存在,並在許多事上毫不羞恥地誇耀自己——
for in just this way this man too, and the heresy stemming from him, likens himself to the company of the faithful, having put on the name of Christ while having taken up the mind of the Jews, confessing 'Christ the Word' yet thinking of him as not truly existing, and is not ashamed to parade himself triumphantly in many respects;
1:7591
οὗ καὶ τὴν δοκοῦσαν διδασκαλίαν, πλάνην δὲ οὖσαν, ἐν τῷ ὑποδήματι τοῦ Χριστοῦ καταπεπατηκότες καὶ τῇ σμίλῃ τῇ ἰατρικῇ τοῦ εὐαγγελίου τοὺς δεδηγμένους ἀμύξαντες τόν τε ἰὸν ἀπ' αὐτῶν ἐκκρίναντες, ἐπὶ τὴν τῶν ἑξῆς διήγησιν, ὡς προεῖπον, ἐλευσόμεθα
我們既已用基督的鞋踐踏了此人那看似的教導——其實是謬誤——並用福音的醫治之刀,為那些被咬傷的人切開患處、抽出其中的毒液,那麼正如我先前所說,我們就要進入下文的敘述了。
having trodden underfoot, with the sandal of Christ, his seeming teaching which is in fact error, and having lanced with the healing scalpel of the Gospel those who were bitten and drawn the venom out of them, we shall proceed, as I said before, to the narrative of what follows.
1:7592
Κατὰ Μανιχαίων ˉμˉ, τῆς δὲ ἀκολουθίας ˉξˉ
駁摩尼教徒,異端編號四十,依全書順序則為第六十。
Against the Manichaeans, [Heresy] 40, but 60th in order.
1:7593
Μανιχαῖοι, οἱ καὶ Ἀκουανῖται λεγόμενοι, διά τινα οὐέτρανον ἀπὸ τῆς μέσης τῶν ποταμῶν ἐλθόντα, Ἀκούαν οὕτω καλούμενον, ἐν τῇ Ἐλευθεροπόλει ἐνέγκαντα ταύτην τὴν τοῦ δηλητηρίου τούτου πραγ. ματείαν, οὗτοι κατὰ τὸν καιρὸν ἐκεῖνον τῷ βίῳ αὐτῶν ἐκήρυξαν, μέγα τῷ κόσμῳ κακὸν μετὰ τὴν Σαβελλίου ἐπαναστάντες αἵρεσιν·
摩尼教徒,亦被稱為阿夸尼派,因一位名叫阿夸的退伍老兵從美索不達米亞前來,將這帶有毒害的教義帶到伊柳瑟波里;他們就在那個時代、其一生之間宣講此教,於薩伯流異端興起之後,成為世界的一大禍害。
The Manichaeans, who are also called Acouanites after a certain veteran who came from Mesopotamia, named Acouas, who brought this poisonous doctrine to Eleutheropolis—these men proclaimed [their teaching] in their own lifetime, at that period, having risen up as a great evil for the world after the heresy of Sabellius.
← 上一段下一段 →
1

新的原文誦讀上線時通知我

每次有新章節誦讀影片就寄一封信。採雙重確認,隨時可一鍵取消。