📜 Verbum · 聖言
原文誦讀聖經與教父文獻
♥ 贊助

← 回書卷目次 · 希臘教父 › 藥箱(駁八十異端)

藥箱(駁八十異端) 第 1 章 第 6/82 段

希臘文原文.160 節.部分字詞可點開查義.本章太長已分段,此段為 1:815–1:974(全章共 12976 節)

← 上一段下一段 →
ℹ️ 本語料沒有逐節的詞法標註。原形主要取自同語言其他書卷的逐詞標註(不是這一節的標註),少數查不到的才回頭依字形比對詞典。同形的罕見字仍可能判錯,需要精確判斷時請覆核原文與專門詞典。
ℹ️ 中英對照為本站自譯,直接譯自本頁的原文(非和合本/WEB —— 那兩者譯自馬所拉文本,與本頁底本不同)。
1:815
Ἀφραινόντων δ' ἂν εἴη τοῦτο τὸ ἐπαγωγὸν πιστεύειν τῇ μανιώδει αὐτοῦ φλυαρίᾳ, συνετοῖς δὲ εὐθυέλεγκτος καὶ ληρώδης ὁ τούτου λόγος καὶ ἡ γνώμη, πῶς εἰς ὑπερβάλλουσαν καὶ ἄπειρον κακοτροπίαν ἐξετόπισε τὴν ἑαυτοῦ γνώμην
唯有瘋狂之人才會被說服,去相信他這種蠱惑人心、瘋狂的胡言亂語;但在明理之人看來,此人的論述與見解實在輕易可駁、荒謬可笑——可見他的心思已流轉墮入怎樣過度而無邊的邪僻之中。
It would belong to madmen to be persuaded to believe this seductive, insane nonsense of his; but to the intelligent, this man's argument and opinion are readily refuted and foolish—one may see how he displaced his own mind into an excessive and boundless perversity.
1:816
ὁρίζει γὰρ ὡς κατὰ ποιητικόν τινα ἐνθουσιασμὸν ἐμβροντηθὲν τὸ ἐλεεινὸν ἀνθρωπάριον ὀνόματα ἑκάστῳ ἄρχοντι τῶν οὐρανῶν ἐκτιθέμενον πρὸς τὸ διὰ τῶν ὀνομάτων ὧν ποιητεύεται παρὰ τῶν μὴ τὸν νοῦν ἐρρωμένον ἐχόντων πιστεύεσθαι εἰς ὄλεθρον τῆς τῶν ἠπατημένων ψυχῆς
他規定的方式,彷彿這個可憐的小人物被某種詩性的迷狂所擊昏了頭一般,為天上的每一位掌權者訂出名字,提出這些名字,好讓那些心智不健全的人,因著他這番虛構出來的名字而相信他,以致那些受欺者的靈魂因此遭到滅亡。
For he sets forth, as though this pitiable little man had been struck dumb by some poetic frenzy, names for each ruler of the heavens, propounding them so that, through the names which he poeticizes, he might be believed by those who do not have a sound mind—to the destruction of the soul of those deceived.
1:817
οὐ μὴν δὲ ἀλλὰ καὶ μαγγανικαῖς μηχανίαις προσανέχων οὐκ ἐπαύσατο καὶ περιεργίαις ὁ ἀπατεών
不僅如此,這個騙子也從未停止沉迷於巫術詭計與邪術。
Moreover, this deceiver did not cease clinging to magical devices and to sorceries.
1:818
ὕστερον δέ φησιν ὑπὸ τῶν ἐν τούτῳ τῷ καθ' ἡμᾶς οὐρανῷ ἀγγέλων καὶ τῆς ἐν αὐτῷ δυνάμεως τὴν κτίσιν ταύτην γεγενῆσθαι·
後來他又說,這個受造世界乃是由我們這層天中的眾天使、以及其中的能力所造成的。
And afterward he says that this creation came to be by the angels in this heaven of ours, and by the power within it.
1:819
ἐξ ὧν ἀγγέλων ἕνα λέγει τὸν θεόν, ὃν διελὼν τῶν Ἰουδαίων μόνον ἔφη εἶναι, ἕνα τοῦτον καὶ συναρίθμιον ἀγγέλοις τοῖς ὑπ' αὐτοῦ κατὰ μιμολογίαν ὀνοματοποιουμένοις τάσσων, καὶ ἐξ αὐτοῦ πεπλάσθαι τὸν ἄνθρωπον
在這些天使當中,他稱其中一位為「神」,並將祂區隔出來,說祂只是猶太人的神,把祂列為與那些依照他所編造之虛構故事而命名的眾天使同等、可與之並列計數的一位;他又說,人正是由這位神所塑造出來的。
Of these angels, he calls one of them 'God,' whom, having separated him out, he said was the God of the Jews alone, ranking him as one, numbered together with the angels named in his fictitious tale, and he says that man was fashioned by him.
1:820
καὶ τούτους ἅμα αὐτῷ μεμερικέναι τὸν. κόσμον κατὰ διαίρεσιν κλήρων τῷ πλήθει τῶν ἀγγέλων, τούτῳ δὲ λελογχέναι τὸ γένος τῶν Ἰουδαίων τῷ προειρημένῳ θεῷ τῶν Ἰουδαίων·
他又說,這些天使與這位神一同,按抽籤分配的方式,將世界在眾多天使之間加以劃分;而猶太人這一族類,正是抽籤分派給前述那位猶太人的神。
And he says that these, together with him, divided up the world by an apportionment of lots among the multitude of the angels, and that the race of the Jews fell by lot to this aforementioned god of the Jews.
1:821
βλασφημῶν δὲ τὸν αὐτὸν παντοκράτορα κύριον, τὸν ὄντως ὄντα θεὸν μόνον καὶ οὐχ ἕτερον πατέρα γὰρ τὸν αὐτὸν εἶναι ὁμολογοῦμεν τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, τοῦτον ἐκεῖνος ἀρνούμενος ἕνα βούλεται αὐτὸς παριστᾶν τῶν ὑπ' αὐτοῦ λεγομένων ἀγγέλων, καθά μοι προδεδήλωται
他就這樣褻瀆了這位全能的主——祂才是真正獨一的神,別無他者,因為我們承認,正是這一位乃是我們主耶穌基督的父——而那人卻否認這一位,硬要將祂說成不過是他所講的眾天使中的一位,如我前面已指明的那樣。
And he blasphemes this same Almighty Lord, who alone truly is God and none other—for we confess this same one to be the Father of our Lord Jesus Christ—this one that man, denying, wishes to present as one of the angels spoken of by him, as I have already shown.
1:822
ἐληλυθέναι δὲ τοὺς Ἰουδαίους εἰς κλῆρον αὐτοῦ καὶ αὐτὸν ὑπερασπίζειν τούτων, εἶναι δὲ αὐτὸν πάντων τῶν ἀγγέλων αὐθαδέστερον ἐξαγαγεῖν τε τοὺς υἱοὺς Ἰσραὴλ ἐξ Αἰγύπτου αὐθαδείᾳ βραχίονος τοῦ ἰδίου διὰ τὸ εἶναι αὐτὸν ἰταμώτερον τῶν ἄλλων καὶ αὐθαδέστερον
他又說,猶太人歸入這位神的分中,這位神便保護他們;並且說,這位神是眾天使中最自負專橫的一位,祂憑著自己臂膀的專橫,把以色列眾子從埃及領出來,因為祂比其他天使更為魯莽、更為自負。
And he says that the Jews had come into his lot, and that he defends them; and that he is the most self-willed of all the angels, and that he brought the sons of Israel out of Egypt by the arrogance of his own arm, because he is more impetuous and more self-willed than the others.
1:823
ὅθεν διὰ τὴν αὐθάδειαν αὐτοῦ, ὥς φησιν βλασφημῶν ὁ γόης, βεβουλεῦσθαι τὸν αὐτὸν αὐτῶν θεὸν καθυποτάξαι τῷ γένει τοῦ Ἰσραὴλ πάντα τὰ ἄλλα ἔθνη καὶ διὰ τοῦτο παρεσκευακέναι πολέμους
因此,正如這個術士以褻瀆的口吻所說,正是由於這神的自負專橫,他們的這位神便籌謀要使其餘各族都臣服於以色列這一族,並為此而興起了種種戰爭。
Whence, on account of his self-will, as this sorcerer blasphemously says, this god of theirs had planned to subject all the other nations to the race of Israel, and for this reason had prepared wars.
1:824
πολλὰ δὲ καὶ ἄλλα κατὰ τοῦ ἁγίου θεοῦ χαλάσας τὴν γλῶτταν καὶ ἐπάρας τὸ στόμα οὐκ ἐντρέπεται λαλῶν ὁ ἐλεεινότατος
這個最可憐的人放縱他的舌頭,張大他的口,肆意褻瀆聖潔的神,講出了許多其他毫無羞恥的話。
And having loosed his tongue and opened wide his mouth against the holy God, this most pitiable man speaks many other things without shame.
1:825
διὰ τοῦτο γάρ, φησί, καὶ τὰ ἄλλα ἔθνη ἐπολέμησε τοῦτο τὸ ἔθνος καὶ πολλὰ κακὰ αὐτῷ ἐνεδείξατο διὰ τὴν τῶν ἄλλων ἀγγέλων παραζήλωσιν, ἐπειδήπερ παροτρυνθέντες ὡς καταφρονούμενοι ὑπ' αὐτοῦ καὶ αὐτοὶ τὰ ἴδια ἔθνη ἐπὶ τὸ ἔθνος τοῦ Ἰσραὴλ τὸ ὑπ' αὐτὸν ἐπέσεισαν
他說:「正因如此,其他各族才向這一族開戰,向他們施加了許多的災禍,這是因為其他眾天使心生嫉妒憤恨;因為他們被激怒,覺得自己受了這位神的輕視,於是也慫恿自己所屬的各族,去攻打那受他管轄的以色列族。」
'For this reason,' he says, 'the other nations also made war on this nation and displayed many evils against it, on account of the jealous rivalry of the other angels, since, being provoked as though despised by him, they too incited their own nations against the nation of Israel that was under him.'
1:826
καὶ τούτου ἕνεκα πόλεμοι πάντοτε καὶ ἀκαταστασίαι κατ' αὐτῶν ἐπανέστησαν
並且正因如此,戰爭與紛亂就一直不斷地在他們身上興起。
And for this reason wars and disorders have always arisen against them.
1:827
Αὕτη ἡ τοῦ ἀπατεῶνος πιθανολογία
這便是這個騙子的巧言詭辯。
This is the specious argumentation of the deceiver.
1:828
καὶ αὐτὸς δὲ περὶ Χριστοῦ ὡς δοκήσει πεφηνότος ὁμοίως δοξάζει
而他本人對於基督,也同樣主張祂只是幻現一般地顯現而已。
And he himself likewise holds the opinion that Christ appeared only in seeming.
1:829
εἶναι δέ φησιν αὐτὸν φαντασίαν ἐν τῷ φαίνεσθαι μὴ εἶναι δὲ ἄνθρωπον μηδὲ σάρκα εἰληφέναι
他說,基督在顯現之際只是個幻影,並非真是一個人,也沒有取了肉身。
He says that Christ was an appearance in his very appearing, and was not a man, nor did he take on flesh.
1:830
δραματουργεῖ δὲ ἡμῖν ἄλλην δραματουργίαν ὁ δεύτερος μιμολόγος ἐν τῷ περὶ τοῦ σταυροῦ λόγῳ Χριστοῦ, οὐχὶ Ἰησοῦν φάσκων πεπονθέναι, ἀλλὰ Σίμωνα τὸν Κυρηναῖον·
這位第二號模仿造謠者,在論及基督十字架的說法上,又為我們編演了另一齣戲碼——他聲稱受難的不是耶穌,而是古利奈人西門。
And this second mimic-storyteller stages for us another piece of theater in his account concerning the cross of Christ, asserting that it was not Jesus who suffered, but Simon of Cyrene.
1:831
ἐπειδὴ γὰρ ἐν τῷ ἀπὸ Ἱεροσολύμων τὸν κύριον ἐκβάλλεσθαι, ὡς ἔχει ἡ ἀκολουθία τοῦ εὐαγγελίου, ἠγγάρευσάν τινα Σίμωνα Κυρηναῖον βαστάξαι τὸν σταυρόν
因為,正如福音書的敘事所記載的,當主從耶路撒冷被帶出去時,他們強逼一個名叫西門的古利奈人背起十字架。
For since, when the Lord was being led out from Jerusalem, as the sequence of the Gospel has it, they compelled a certain Simon of Cyrene to carry the cross.
1:832
κυβείας ποιήσασθαι τὴν τραγῳδίαν καί φησιν·
他便把這齣悲劇編造成一場詐術,說道:
He turns the tragedy into a piece of trickery, and says:
1:833
ἐκεῖνον ἐν τῷ βαστάζειν τὸν σταυρὸν μετεμόρφωσεν εἰς τὸ ἑαυτοῦ εἶδος καὶ ἑαυτὸν εἰς τὸν Σίμωνα, καὶ ἀντὶ ἑαυτοῦ παραδέδωκε Σίμωνα εἰς τὸ σταυρωθῆναι
「祂就在那人背十字架的時候,把他變成自己的模樣,又把自己變成西門的模樣,並且以西門代替自己交出去被釘十字架。」
'While that man was carrying the cross, he transformed him into his own form, and himself into Simon, and delivered up Simon in his own place to be crucified.'
1:834
ἐκείνου δὲ σταυρουμένου ἕστηκεν καταντικρὺς ἀοράτως ὁ Ἰησοῦς, καταγελῶν τῶν τὸν Σίμωνα σταυρούντων, αὐτὸς δὲ ἀνέπτη εἰς τὰ ἐπουράνια παραδοὺς τὸν Σίμωνα ἀνασκολοπισθῆναι καὶ ἀπαθῶς ἀνεχώρησεν εἰς τὸν οὐρανόν·
「那人被釘十字架的時候,耶穌就隱形地站在對面,嘲笑那些正在釘西門十字架的人;祂自己則飛升到諸天之上,把西門交出去釘在木頭上,自己毫髮無損地退回天上。」
'And while that man was being crucified, Jesus stood invisibly opposite, laughing at those crucifying Simon, and he himself flew up into the heavenly realms, having handed Simon over to be impaled, and withdrew, unaffected, into heaven.'
1:835
ὁ δὲ Σίμων αὐτὸς ἐσταυρώθη, καὶ οὐχὶ ὁ Ἰησοῦς·
「被釘十字架的是西門本人,而不是耶穌。」
'And Simon himself was crucified, and not Jesus.'
1:836
Ἰησοῦς γάρ, φησίν, ἀναπετασθεὶς εἰς τὸν οὐρανὸν διῆλθε πάσας τὰς δυνάμεις, ἕως οὗ ἀπεκατέστη πρὸς τὸν ἴδιον αὐτοῦ πατέρα
他說:「因為耶穌飛升到天上以後,經過了一切諸能力界,直到祂被復歸於祂自己的父那裡。」
'For Jesus,' he says, 'having flown up into heaven, passed through all the powers, until he was restored to his own Father.'
1:837
οὗτος γάρ, φησίν, ἐστὶν ὁ υἱὸς τοῦ πατρὸς ὁ προειρημένος, ὁ ἀποσταλεὶς ἐπὶ βοηθείᾳ τῶν υἱῶν τῶν ἀνθρώπων, δι' ἣν εἶδεν ὁ πατὴρ ἀκαταστασίαν ἔν τε τοῖς ἀνθρώποις. καὶ ἐν τοῖς ἀγγέλοις
他說:「因為這一位就是前面所提到的父之子,是為了幫助世人而被差遣的,因為父看見了無論在世人中間、或在眾天使中間所存在的紛亂。」
'For this one,' he says, 'is the aforementioned Son of the Father, sent for the help of the sons of men, on account of the disorder which the Father saw both among men and among the angels.'
1:838
καὶ οὗτός ἐστι, φησίν, ἡ σωτηρία ἡμῶν, ὁ ἐλθὼν καὶ ἡμῖν μόνοις ἀποκαλύψας ταύτην τὴν ἀλήθειαν
他說:「這一位就是我們的救恩,祂來了,唯獨向我們啟示了這個真理。」
'And this one,' he says, 'is our salvation, who came and revealed this truth to us alone.'
1:839
Τοιαῦται μὲν αἱ ῥαψῳδίαι τῆς τοῦ ἀγύρτου μυθοποιίας
以上便是這個江湖術士虛構神話的種種荒誕吟詠。
Such, then, are the rhapsodies of this charlatan's myth-making.
1:840
ἀλλὰ καὶ ἀπεντεῦθεν, προκοπτούσης τῆς ἀκαθαρσίας τῆς ἀπὸ τοῦ Σίμωνος ἐναρξαμένης, πᾶσαν ἐπιτήδευσιν κακομηχανίας καὶ ἀσελγείας ἐπιτρέπει τοὺς αὐτῷ μαθητευομένους ἐπιτελεῖν, ἀνδρῶν μετὰ γυναικῶν πολυμιξίαν τινὰ κακῆς ὑποθέσεως τοὺς αὐτῷ πεισθέντας ἐκδιδάσκων·
不僅如此,從此以後,這股肇始於西門的污穢愈演愈烈,他竟容許他的門徒們去實行各種邪惡詭計與淫亂放縱,教導那些被他說服的人,行一種居心險惡的、男女雜交式的淫亂之事。
But moreover, from this point on, as the impurity that began with Simon advanced further, he permits those who are his disciples to carry out every kind of evil contrivance and licentiousness, teaching those persuaded by him a certain promiscuous intermingling of men with women, of evil design.
1:841
ὡς λέγει ὁ ἀπόστολος ἐπὶ τούτοις καὶ τοῖς ὁμοίοις αὐτῶν ἀποκαλύπτεσθαι ὀργὴν θεοῦ καὶ δικαιοκρισίαν ἐπὶ τοὺς τὴν ἀλήθειαν ἐν ἀδικίᾳ κατέχοντας
正如使徒論到這些人和與他們相似的人所說:神的忿怒和公義的審判要顯明在那些「以不義抑壓真理」的人身上。
As the apostle says concerning these and their like, that 'the wrath of God and righteous judgment' is revealed 'upon those who hold the truth in unrighteousness.'
1:842
διὰ ταύτην γὰρ τὴν αἰτίαν τῆς ἡδυπαθείας πολλοὶ εἰς τὴν αἵρεσιν ἐμπίπτουσιν, ἀδεῶς εὑρίσκοντες ἐπιτελεῖν τὴν ἡδονὴν ἑαυτῶν ἐν ταῖς αἰσχρουργίαις
正因這耽於逸樂的緣故,許多人陷入此異端,無所畏懼地在其中放縱自己於可恥的行為之中,求得快感。
For it is because of this cause of self-indulgence that many fall into the heresy, finding that they may fearlessly satisfy their own pleasure in shameful practices.
1:843
ὁ γὰρ μαρτυρῶν ἄμισθος εὑρεθήσεται, μὴ μαρτυρῶν ὑπὲρ τοῦ πεποιηκότος τὸν ἄνθρωπον·
因為那作見證的人終必發現自己得不到賞賜,因他所作的見證不是為那創造人的那位;
For the one who bears witness will be found without reward, since he does not bear witness on behalf of him who made man;
1:844
μαρτυρεῖ γὰρ ὑπὲρ τοῦ ἐσταυρωμένου Σίμωνος
因為他所作的見證乃是為那被釘十字架的西門作的。
for he bears witness on behalf of Simon who was crucified.
1:845
πόθεν δὲ τούτῳ μισθὸς εἴη, ὁπότε ἀποθνῄσκει μὲν ὑπὲρ Σίμωνος. τοῦ ἐσταυρωμένου, ὑπὲρ Χριστοῦ δὲ τοῦτο ποιεῖν ὁμολογεῖ ὃν ἀγνοεῖ, ἀποθνῄσκων ὑπὲρ οὗ οὐ γινώσκει; δεῖ τοίνυν ἀρνεῖσθαι καὶ μὴ προαλῶς ἀποθνῄσκειν
那麼這人的賞賜從何而來呢?他為那被釘的西門而死,卻宣稱自己是為著他所不認識的基督這樣做——為一位他毫無所知的人而死!所以應當否認,不可輕率赴死。
Whence, then, could there be a reward for such a man, seeing that he dies on behalf of Simon the crucified, while professing to do this on behalf of Christ, whom he does not know—dying on behalf of one of whom he has no knowledge? One ought, therefore, to deny and not die rashly.
1:846
Φωραθήσεται δὲ οὗτος διαβολικὴν δύναμιν εἰσηγούμενος κατὰ τῶν ψυχῶν, ἀπαρνησιθεΐαν αὐτὰς ἐκδιδάσκων, ὁπότε αὐτὸς ὁ κύριός φησι τὸν ἀρνούμενόν με ἐνώπιον τῶν ἀνθρώπων ἀρνήσομαι ἐνώπιον τοῦ πατρός μου τοῦ ἐν τοῖς οὐρανοῖς
這人必被揭發是將一種魔鬼的力量引入人的靈魂,教導他們否認神;然而主自己卻說:「凡在人面前不認我的,我在我天上的父面前也必不認他。」
This man will be exposed as introducing a diabolical power against souls, teaching them to deny God, though the Lord himself says, 'Whoever denies me before men, him will I also deny before my Father who is in heaven.'
1:847
ἡμεῖς, φησίν, ἐσμὲν οἱ ἄνθρωποι, οἱ δὲ ἄλλοι πάντες ὕες καὶ κύνες
他說:「我們才是人,其餘的人都是豬和狗。」
'We,' he says, 'are the men; but all the others are swine and dogs.'
1:848
μὴ βάλητε τοὺς μαργαρίτας ἔμπροσθεν τῶν χοίρων μηδὲ δῶτε τὸ ἅγιον τοῖς κυσίν
「不要把你們的珍珠丟在豬前,也不要把聖物給狗。」
'Do not cast your pearls before swine, nor give what is holy to the dogs.'
1:849
κρύπτει γὰρ ἑαυτοῦ τὴν ἀδικίαν ἀπὸ τῶν νοῦν ἐχόντων, ἀποκαλύπτει δὲ τῇ ἑαυτοῦ φατρίᾳ καὶ τοῖς ὑπ' αὐτοῦ ἠπατημένοις
因為他向有悟性的人隱藏自己的不義,卻向自己的黨羽和被他所欺騙的人揭露出來。
For he hides his own wickedness from those who have understanding, but reveals it to his own faction and to those he has deceived.
1:850
ἐπειδὴ γὰρ ἀληθῶς τὰ παρ' αὐτοῖς λεγόμενα καὶ γινόμενα αἰσχρόν ἐστι καὶ λέγειν, λέγει ὅτι ἐνώπιον τῶν ἀνθρώπων δεῖ ὁμολογεῖν τὴν ἀλήθειαν·
因為他們中間所說所行的實在羞於啟齒,所以他說必須在人前承認真理——
For since what is said and done among them is truly shameful even to mention, he says that the truth must be confessed before men—
1:851
ἡμεῖς γάρ ἐσμεν οἱ ἄνθρωποι, οἱ δὲ ἄλλοι ὕες καὶ κύνες, ὡς προεῖπον
「因為我們是人,其餘的是豬和狗」,如我先前所說。
'for we are the men, and the others are swine and dogs,' as I said before.
1:852
φάσκει δὲ ὅλως περὶ πατρὸς καὶ τοῦ ἑαυτοῦ μυστηρίου μηδενὶ δεῖν ἀποκαλύπτειν, ἀλλὰ σιγῇ ἔχειν ἐν ἑαυτοῖς, ἑνὶ δὲ ἀπὸ χιλίων ἀποκαλύπτειν καὶ δυσὶν ἀπὸ μυρίων, καὶ ὑποτίθεται τοῖς αὐτοῦ μαθηταῖς λέγων ὅτι σὺ πάντας γίνωσκε, σὲ δὲ μηδεὶς γινωσκέτω
他一概宣稱:關於父和他自己的奧祕,不可向任何人透露,只可在他們自己當中緘默持守,千人中僅向一人透露,萬人中僅向二人透露;他又這樣訓示他的門徒說:「你要認識眾人,卻不可讓任何人認識你。」
He declares altogether that concerning the Father and his own mystery, one must reveal it to no one, but keep it in silence among themselves, disclosing it to one out of a thousand and two out of ten thousand; and he instructs his disciples, saying, 'You are to know all, but let no one know you.'
1:853
αὐτὸς δὲ καὶ οἱ ἀπ' αὐτοῦ ἐρωτώμενοι Ἰουδαίους μὲν ἑαυτοὺς μηκέτι εἶναι φάσκουσι, Χριστιανοὺς δὲ μηδέπω γεγενῆσθαι, ἀλλὰ ἀρνεῖσθαι πάντοτε, ἔχειν δὲ ἐν ἑαυτῷ σιγῇ τὴν πίστιν καὶ μηδενὶ ὑποδεικνύναι, τὴν αἰσχύνην ἑαυτοῦ ὑφορώμενος διὰ τὸ ἀπαρρησίαστον τῆς αἰσχρουργίας καὶ κακῆς αὐτοῦ διδασκαλίας
他自己和跟從他的人,被問及時都宣稱:他們已不再是猶太人,卻也還未成為基督徒,卻始終否認自己的身分,把信仰緘默地藏在心裡而不向任何人顯露——因為顧忌自己因那可恥行徑及邪惡教訓之無法公開見人而生的羞恥。
He himself, and those who follow him, when questioned, declare that they are no longer Jews, yet have not yet become Christians, but always deny it, keeping their faith silently within themselves and showing it to no one—being wary of their own shame on account of the shamelessness of their shameful practice and their evil teaching.
1:854
Ἔσχεν δὲ ἡ ἀρχὴ αὐτῆς τῆς κακῆς προφάσεως τὴν αἰτίαν ἀπὸ τοῦ ζητεῖν καὶ λέγειν πόθεν τὸ κακόν
這惡劣藉口之起源,其緣由乃出於探究與詢問:惡從何而來。
The origin of this evil pretext had its cause in inquiring and asking whence evil comes.
1:855
πᾶς δὲ ἀπὸ τῆς ἑαυτοῦ πραγματείας δειχθήσεται ὁποῖός ἐστιν
但每個人都會從他自己的行事為人顯露出他是怎樣的人。
But everyone will be shown, by his own dealings, for what sort of person he is.
1:856
ἔμποροι γοῦν κακῶν οὗτοι οἱ τοῦ κακοῦ ἐρασταὶ καὶ οὐχὶ ἀγαθῶν, ὡς καὶ ἡ γραφὴ εἶπεν ὅτι ζητοῦντας κακὰ καταλήψεται κακά
這些人是罪惡的商販,是愛惡不愛善的人,正如經上也說:「尋索惡事的,惡必臨到他。」
These men are merchants of evils, lovers of evil and not of good, as scripture also says: 'Evils shall overtake those who seek evils.'
1:857
ῥίζα γέγονε κακίας οὔτε ἐνυπόστατον τὸ κακόν ἐστιν
它已成為邪惡的根,然而惡本身並非一個具有獨立實體(本質性存在)之物。
It has become a root of wickedness, yet evil is not something possessed of independent existence (hypostasis).
1:858
οὐκ ἦν γάρ ποτε τὸ κακόν, ἐπείσακτον δὲ διὰ προφάσεως ἐν ἑκάστῳ τῶν ποιούντων τὸ κακὸν ἔνεστιν·
因為惡從來不曾〔本然〕存在,它乃是藉著藉口從外引入的,存在於每一個作惡者裡面;
For evil never existed [of itself], but is something brought in from outside through pretext, present in each one who does evil;
1:859
ἐν δὲ τῷ μὴ ποιοῦντι οὐκ ἔστιν, καθάπερ ἐν τοῖς ἄνω λόγοις προδεδήλωται
而在不作惡的人裡面,它就不存在,正如前面的論述已經指明的。
but in the one who does not do it, it does not exist, as has already been shown above in the preceding argument.
1:860
λέγει γὰρ ὁ κύριος μετὰ τὸ πάντα πεποιηκέναι ἰδοὺ πάντα καλὰ λίαν, δεικνὺς ὅτι τὸ κακὸν οὐκ ἀρχαΐζει οὐδὲ ἐξ ὑπαρχῆς ὑπῆρχεν πρὸ τοῦ ἀπὸ τοῦ ἀνθρώπου ἐνάρξασθαι·
因為主在造了萬物之後說:「看哪,一切都甚好」,這表明惡並非古已有之,也不是從起初就存在,而是後來才從人身上發端的;
For the Lord says, after having made all things, 'Behold, all things are very good,' showing that evil is not of ancient standing, nor did it exist from the beginning before it took its rise from man;
1:861
δι' ἡμῶν γὰρ γίνεται καὶ δι' ἡμῶν οὐ γίνεται
因為它是藉著我們而發生的,也是藉著我們而不發生的。
For it comes to be through us, and through us it does not come to be.
1:862
ἄρα οὖν ἐν τῷ πάντα ἄνθρωπον δύνασθαι μὴ ποιεῖν τὸ κακὸν καὶ δύνασθαι ποιεῖν τὸ κακόν, ὅταν μὲν ποιῇ, ἔστι τὸ κακόν, ὅταν δὲ μὴ ποιῇ, οὐκ ἔστι τὸ κακόν
所以,既然每一個人都既能夠不作惡、也能夠作惡,那麼當他去作的時候,惡就存在;當他不作的時候,惡就不存在。
Therefore, since every man is able both not to do evil and to do evil, when he does it, evil exists; but when he does not do it, evil does not exist.
1:863
ποῦ τοίνυν τοῦ κακοῦ ἐστιν ἡ ῥίζα ἢ ἡ ὑπόστασις τῆς πονηρίας;
那麼,惡的根、或邪惡的實體究竟在哪裡呢?
Where, then, is the root of evil, or the substantial existence of wickedness?
1:864
λέγει δὲ τὴν ὑπερ. άνω τούτων δύναμιν εἶναι καὶ ἀρχὴν Ἀβρασάξ, διὰ τὸ τὴν ψῆφον τοῦ Ἀβρασὰξ ἔχειν τριακοσιοστὸν ἑξηκοστὸν πέμπτον ἀριθμόν, ὡς ἐκ τούτου τὴν μαρτυρίαν τῆς αὐτοῦ μυθοποιίας τῶν τριακοσίων ἑξήκοντα πέντε οὐρανῶν συνιστᾶν πειρᾶσθαι
他說在這些之上的能力與元首是阿布拉薩克斯,因為「阿布拉薩克斯」這個字的數值總和恰為三百六十五,於是他企圖藉此為他那三百六十五層諸天的荒誕神話編造尋得佐證,
He says that the power and principle above these is Abrasax, because the numerical value of 'Abrasax' amounts to the number three hundred and sixty-five, so that from this he attempts to establish confirmation for his myth-making concerning the three hundred and sixty-five heavens,
1:865
οἷς οὐρανοῖς καὶ τοποθεσίας ἴσα τοῖς μαθηματικοῖς διαιρεῖν καὶ συνιστᾶν ἐπιτηδεύων οὐ παρέργως μηχανᾶται
他煞費心思,仿照占星家的作法,為這些諸天劃分出數目相等的區位與方位,其設計絕非等閒之作。
for these heavens he busies himself contriving, with no small artifice, divisions and locations equal in number to those of the astrologers, dividing and constructing them.
1:866
τὰ γὰρ ἐκείνων μάταια θεωρήματα λαβὼν εἰς ἴδιον χαρακτῆρα αὐτός τε καὶ οἱ ὑπ' αὐτὸν εἰς αἰτίαν τῆς ἰδίας εἰδωλοποιοῦ καὶ πεπλανημένης ἐπιπλάστου διδασκαλίας μετήνεγκαν
他把那些人虛妄的理論據為己有、變成自己特有的標記,他與其徒眾便將這些理論搬用過來,作為自己那偶像製造式的、誤謬且偽造之教訓的根據。
For, taking the vain speculations of those men as his own peculiar stamp, he and his followers carried them over to serve as the basis of their own idol-fashioning, erroneous, and counterfeit teaching.
1:867
καὶ βούλονται τὴν σύστασιν τούτων ἀπὸ τῶν ὁμοίων ψήφων ποιεῖσθαι, ὡς προεῖπον, τοῦ Ἀβρασὰξ τῶν τριακοσίων ἑξήκοντα πέντε ἀριθμὸν ἔχοντος, δῆθεν δεικνύντες διὰ τοῦτο ἔχειν τὸν ἐνιαυτὸν τριακοσίων ἑξήκοντα πέντε ἡμερῶν ἀριθμὸν κατὰ περίοδον
他們想要(如我先前所說)依照相同的數值來建立這些諸天的構成,因為「阿布拉薩克斯」的數值是三百六十五,藉此假裝證明:正因如此,一年按其週期便有三百六十五日之數。
And they wish, as I said before, to base the constitution of these upon similar numerical values, since 'Abrasax' has the number three hundred and sixty-five, thereby pretending to show that for this reason the year, in its cycle, has a number of three hundred and sixty-five days.
1:868
πέπτωκε δὲ αὐτοῦ ὁ ληρώδης λόγος
然而他這荒誕的說法早已站不住腳。
But his nonsensical account has collapsed.
1:869
εὑρίσκεται γὰρ ὁ ἐνιαυτὸς τριακοσίων ἑξήκοντα πέντε ἡμερῶν καὶ ὡρῶν τριῶν
因為經考察,一年實為三百六十五日又三小時。
For the year is found to consist of three hundred and sixty-five days and three hours.
1:870
εἶτα, ἐντεῦθεν, φησί, καὶ ὁ ἄνθρωπος ἔχει τριακόσια ἑξήκοντα πέντε μέλη, ὡς ἑκάστῃ τῶν δυνάμεων ἀπονέμεσθαι ἓν μέλος
他又說,由此人身上也有三百六十五個肢體,好使每一種能力都分配到一個肢體。
Then, he says, from this man also has three hundred and sixty-five members, so that one member is assigned to each of the powers.
1:871
ὅθεν καὶ ἐν τούτῳ πέπτωκεν αὐτοῦ ἡ ἐπινενοημένη καὶ νόθος διδασκαλία·
因此,就連在這一點上,他這捏造出來的偽妄教訓也已崩潰;
Hence, in this point too, his contrived and spurious teaching has collapsed;
1:872
ἐν γὰρ τῷ ἀνθρώπῳ ἐστὶ ˉτˉξˉδ μέλη
因為人身上其實只有三百六十四個肢體。
for in man there are three hundred and sixty-four members.
1:873
Θαυμαστῶς δὲ ὁ μακάριος Εἰρηναῖος, ὁ τῶν ἀποστόλων διάδοχος, περὶ τούτου λεπτολογῶν διήλεγξε τούτου τὴν ἀβελτερίαν
蒙福的伊里奈烏——使徒的繼承者——在論及此事時字斟句酌,極其精妙地駁斥了這人的愚蠢。
Wonderfully did the blessed Irenaeus, the successor of the apostles, in his precise treatment of this matter, expose this man's folly.
1:874
ἐρωτητέον δὲ τὸν αὐτόν, τίνι τῷ λόγῳ ἐπὶ τοσαύτην ἡμᾶς πληθὺν φέρεις, ὦ οὗτος, καὶ μὴ μᾶλλον ἐπὶ τὴν ἀρχήν, τουτέστιν ἐπὶ τὸν ἕνα θεὸν τὸν παντοκράτορα; ὁπότε ἐξ ἅπαντος ἤτοι οὕτως λέγοντα ἢ οὕτως δεῖ τὸν ἕνα αἴτιον πάντων ὁμολογεῖν δεσπότην
應當質問這人:你憑什麼道理,這位先生,把我們引向如此眾多的(諸天、權能),而不是引向那唯一的元首,也就是那全能的獨一神呢?因為無論怎麼說,人終究都必須承認萬有唯一的因乃是那位主宰。
One must ask this same man: by what reasoning do you lead us up to so great a multitude, fellow, and not rather to the first principle—that is, to the one almighty God—seeing that, in whichever way one speaks, one must in every case confess the one cause of all things as Master?
1:875
ἀλλὰ καὶ περὶ τῆς τοῦ Χριστοῦ ὑποθέσεως ἀπόκριναι, ὦ τῆς μυθοποιοῦ πραγματείας ταύτης πλάστα
至於你那關於基督的假說,也請你回答,你這編造神話的匠人:
But also concerning your hypothesis about Christ, answer, you fashioner of this myth-making contrivance:
1:876
εἰ Σίμων ἐσταυρώθη ὁ Κυρηναῖος, ἄρα οὐ διὰ Ἰησοῦ ἡ σωτηρία γεγένηται ἡμῶν ἀλλὰ διὰ Σίμωνος, καὶ οὐκέτι ὁ κόσμος ἐλπίσειεν διὰ Ἰησοῦ Χριστοῦ σῴζεσθαι τοῦ μὴ παθόντος ὑπὲρ ἡμῶν
如果被釘十字架的是古利奈人西門,那麼我們的救恩就不是藉著耶穌、而是藉著西門而來的了,世人也就不能再指望藉著那沒有為我們受苦的耶穌基督得救了。
If it was Simon of Cyrene who was crucified, then our salvation has come about not through Jesus but through Simon, and the world could no longer hope to be saved through Jesus Christ, who did not suffer on our behalf.
1:877
οὔτε γὰρ Σίμων δύναται σῴζειν, ἄνθρωπος ὢν ψιλὸς καὶ οὐδὲν ἕτερον
因為西門不能拯救人,他不過是個凡人,別無其他。
For Simon cannot save, being a mere man and nothing more.
1:878
ἅμα δὲ καὶ συκοφαντίαν καταψηφίζῃ τοῦ μονογενοῦς υἱοῦ τοῦ θεοῦ, εἰ ἕτερον ἀνθ' ἑαυτοῦ παρέδωκεν ὁ ἀγαθὸς θεὸς βιασάμενος εἰς φόνον
同時你也是在誣蔑神獨生的兒子,彷彿那位良善的神竟被迫將另一人頂替自己交出去被殺害——
At the same time, you also bring a slanderous charge against the only-begotten Son of God, as though the good God, under compulsion, handed over another in his place to be murdered—
1:879
ὅτι ὁ κύριος κυβείᾳ τινὶ ἑαυτὸν κρύψας ἄλλον ἀντ' αὐτοῦ παρέδωκε·
彷彿主是用某種詭計把自己藏起來,讓另一人代替他被交出去。
as though the Lord, by some sleight of hand, concealed himself and handed over another in his stead.
1:880
καὶ ἔσται ἡ παρὰ σοῦ μωρολογία συκοφαντοῦσα μὲν τὴν ἀλήθειαν μὴ δυναμένη δέ
你這番胡言亂語終將顯明為誣衊真理,卻無力得逞,
And your foolish talk will be found to be slandering the truth, yet powerless to prevail,
1:881
ἀλλὰ ἐλεγχομένη ὑπ' αὐτῆς τῆς ἀληθείας ἀσυστάτως τὸ ποίημα τοῦτο εἰσηγουμένη
反倒被真理本身所駁倒,因為你所引入的這捏造之說毫無一貫之處。
but will be refuted by the truth itself, having introduced this fiction without any coherence.
1:882
Πάντῃ γὰρ ἐλέγχει τοῦτον τὸν αἱρεσιάρχην ἡ ἀλήθεια ἐν παλαιᾷ καὶ καινῇ διαθήκῃ
因為無論在舊約還是新約,真理都全面駁倒了這位異端宗主。
For in every way the truth refutes this heresiarch, both in the Old and in the New Testament.
1:883
παντὶ γάρ τῳ δῆλον ὅτι Χριστὸς ἑκὼν ἐπὶ τὸ πάθος ἦλθε καὶ θελήματι ἰδίῳ καὶ τοῦ ἰδίου πατρὸς καὶ εὐδοκίᾳ τοῦ ἁγίου πνεύματος ἔλαβε τὴν σάρκα ἐνανθρωπήσας ἐν ἡμῖν, ἐν τελειότητι θεὸς ὢν ἀπ' ἀρχῆς, ἐκ πατρὸς γεγεννημένος ἀνάρχως καὶ ἀχρόνως, ἐπ' ἐσχάτων δὲ τῶν ἡμερῶν ἐν μήτρᾳ παρθένου γενέσθαι καταξιώσας, εἰς ἑαυτόν τε σῶμα ἀναπλασάμενος καὶ γεννηθεὶς ἐν ἀληθείᾳ καὶ ἐνανθρωπήσας ἐν βεβαιώσει, ἵνα ἐν αὐτῇ πάθῃ ὑπὲρ. ἡμῶν τῇ σαρκὶ καὶ τὴν ψυχὴν δῷ ὑπὲρ τῶν ἰδίων προβάτων·
因為人人都清楚知道:基督是甘心情願地、憑自己的旨意,也憑他自己父的旨意並聖靈的美意,走向受難的;他取了肉身,在我們中間成為人,他從起初起便是完全的神,無始無時地由父所生,卻在末後的日子屈尊降臨,成孕於童貞女的腹中,為自己塑造了一個身體,真實地被生下來、確實地成為人,好使他能在肉身裡為我們受苦,並為自己的羊捨命;
For it is plain to everyone that Christ came to his passion willingly, by his own will, by the will of his own Father, and by the good pleasure of the Holy Spirit; that he took flesh, becoming man among us, being in perfection God from the beginning, begotten of the Father without beginning and without time, yet in the last of days deigned to come to be in the womb of a virgin, fashioning for himself a body, and being born in truth and becoming man in reality, so that in it he might suffer on our behalf in the flesh, and give his soul on behalf of his own sheep;
1:884
ὡς ἐλέγχει τούτους λέγων ἰδού, ἀναβαίνομεν εἰς Ἱεροσόλυμα, καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδοθήσεται καὶ ἀποκτανθήσεται καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀναστήσεται, τοῖς τε υἱοῖς Ζεβεδαίου φήσας δύνασθε πιεῖν τὸ ποτήριον ὃ μέλλω πίνειν;, ὡς καὶ ὁ ἀπόστολος Πέτρος λέγει θανατωθεὶς σαρκί, ζωοποιηθεὶς δὲ πνεύματι καὶ πάλιν ὃς ἔπαθεν ὑπὲρ ἡμῶν σαρκί·
他這樣駁斥他們:他說:「看哪,我們上耶路撒冷去,人子將要被交付、被殺害,第三日復活」;他又對西庇太的兒子們說:「我將要喝的杯,你們能喝嗎?」;使徒彼得也說:「在肉身裡被治死,卻在靈裡復活」,又說:「他曾在肉身裡為我們受苦」;
as he refutes them when he says, 'Behold, we are going up to Jerusalem, and the Son of Man will be delivered up and killed, and on the third day he will rise'; and when he said to the sons of Zebedee, 'Are you able to drink the cup that I am about to drink?'; as also the apostle Peter says, 'put to death in the flesh but made alive in the spirit,' and again, 'who suffered on our behalf in the flesh';
1:885
πάλιν δὲ Ἰωάννης λέγει εἴ τις οὐ λέγει τὸν Χριστὸν ἐν σαρκὶ ἐληλυθέναι, οὗτος ἀντίχριστός ἐστιν, ὁ δὲ ἅγιος Παῦλός φησι γευσάμενος θανάτου, θανάτου δὲ σταυροῦ, ὡς καὶ Μωυσῆς προαναφωνῶν ἔλεγεν ὄψεσθε τὴν ζωὴν ὑμῶν κρεμαμένην ἐπὶ ξύλου
約翰又說:「凡不承認基督是成了肉身來的,這就是敵基督」;聖保羅也說:「(基督)嘗了死味」,就是十字架的死;正如摩西預先宣告所說:「你必看見你的生命懸掛在木頭上」。
and again John says, 'whoever does not confess that Christ has come in the flesh, this one is antichrist'; and holy Paul says, '[Christ] tasted death'—the death of the cross; as also Moses foretold when he said, 'you will see your life hanging upon a tree.'
1:886
ζωὴ δὲ ἡμῶν οὐχ ὁ Σίμων, ἀλλ' ὁ κύριος ὁ ὑπὲρ ἡμῶν πεπονθώς, ἵνα τὰ ἡμέτερα πάθη διαλύσῃ, καὶ θανὼν σαρκὶ θάνατος θανάτῳ γεγένηται, ἵνα τὸ κέντρον τοῦ θανάτου κλάσῃ, καταβὰς εἰς τὰ καταχθόνια, ἵνα τοὺς ἀδαμαντίνους μοχλοὺς συντρίψῃ·
我們的生命並非西門,而是那位為我們受苦的主,為要消解我們的苦難;他在肉身裡死了,藉著死使死本身死去,為要折斷死亡的毒鉤;他又降到陰間,為要粉碎那堅固如金剛石的門閂;
Our life is not Simon, but the Lord who suffered on our behalf, that he might dissolve our sufferings; and having died in the flesh, death was made dead by death, that he might break the sting of death; he descended into the netherworld, that he might shatter its adamantine bars;
1:887
ὅπερ ποιήσας ἀνήγαγε τῶν ψυχῶν τὴν αἰχμαλωσίαν ἐκένωσέ τε τὸν Ἅιδην
他成就這一切之後,便領著被擄的靈魂上升,使陰間為之一空。
and having done this, he led up the captivity of souls and emptied Hades.
1:888
Οὐκ ἄρα οὖν αἴτιος θανάτου γέγονεν ὁ Χριστὸς τῷ Σίμωνι, αὐτὸς ἑαυτὸν παραδούς
所以,基督並非西門死亡的緣故,因為交出去的是他自己。
Christ, therefore, did not become the cause of Simon's death, having handed over his own self.
1:889
τί γὰρ λέγεις, ὦ θεήλατε τῶν ἀνθρώπων; οὐκ ἠδύνατο ἐλευθεροστομεῖν καὶ ἀναχωρῆσαι ἀπ' αὐτῶν, εἰ μὴ ἠθέλησε σταυρωθῆναι; ἀλλὰ παίγνιον ἐποίει κυβείας ὁ τοῦ θεοῦ υἱὸς θεὸς Λόγος καὶ ἄλλον ἀντὶ ἑαυτοῦ παρεδίδου ἀποθανεῖν καὶ σταυρωθῆναι, ὁ λέγων ἐγώ εἰμι ἡ ἀλήθεια·
你這受神責罰的傢伙,你在說什麼呢?他若不願意被釘十字架,難道不能坦然發言、從他們中間離去嗎?難道神的兒子、神的道竟拿詭計當兒戲,讓另一人代替自己去死、去被釘十字架——他豈不是那說「我就是真理」的那位嗎?
For what do you mean, you accursed pest of a man? Was he not able to speak with freedom and withdraw from them, had he not willed to be crucified? But did the Son of God, God the Word, make a mere sport of trickery, handing over another in his own place to die and be crucified—he who says, 'I am the truth'?
1:890
ἐγὼ γάρ εἰμι, φησίν, ἡ ἀλήθεια καὶ ἡ ζωή; ἡ δὲ ζωὴ οὐκ ἂν ἑτέρῳ θάνατον παρασκευάσειε καὶ ἡ ἀλήθεια οὐκ ἂν κρύψῃ τὸ ἐν ἀληθείᾳ παρ' αὐτῆς γινόμενον καὶ ἕτερα ἀνθ' ἑτέρων ὑποδείξῃ
他說:「我就是真理,也是生命」;而生命絕不會為別人預備死亡,真理也絕不會隱藏自己真實所行的事,用別的事來偷天換日。
'For I am,' he says, 'the truth and the life'; and life would not procure death for another, nor would truth conceal what is truly done by it and present other things in place of the truth.
1:891
οὐκέτι γὰρ ἡ ἀλήθεια εὑρεθήσεται ἀλήθεια, πλάνην ἐργαζομένη καὶ κρύπτουσα τὸ ἑαυτῆς ἔργον, δι' ἐναντίου δὲ πραγματευομένη σοφίσματος
因為真理若行欺詐、隱藏自己的作為,反倒藉著相反的詭辯行事,那麼它就不再稱得上是真理了。
For truth will no longer be found to be truth, if it works deception and hides its own work, dealing instead in a contrary sophistry.
1:892
καὶ ἁπλῶς ἐκ πάντων ὡς εἰπεῖν, ἵνα μὴ μηκύνω τὸν λόγον, οὐαὶ τῷ κόσμῳ ἀπὸ τῶν σκανδάλων καὶ τῶν ἐργαζομένων τὴν ἀνομίαν
總而言之,簡單地從以上這一切來說——免得我拉長論述——「這世界因絆倒人的事有禍了」,那些行不法之事的人也有禍了。
And, in short—to put it simply from all this, lest I prolong the discourse—'Woe to the world because of stumbling blocks,' and to those who work lawlessness.
1:893
πόσοι ἑαυτοῖς σκότος ηὕρηνται καὶ ἄλλοις τοῖς μετέπειτα τῷ σκότει αὐτῶν πειθομένοις·
有多少人為自己招來黑暗,又為後來聽信他們黑暗之言的人招來黑暗!
How many have procured darkness for themselves, and for others afterward who are persuaded by their darkness!
1:894
τοῖς δὲ. συνετοῖς φανήσεται ἡ ἀλήθεια, ἡ δὲ Βασιλείδου καὶ τῶν τοιούτων πραγματεία πλάνης ἔργον ἐλεγχθήσεται
然而對有悟性的人而言,真理必然顯明;巴西里德及其同黨的這番作為,必被揭露為錯謬之工。
But to the discerning the truth will be manifest, and the enterprise of Basilides and such men will be exposed as a work of error.
1:895
Καὶ ταῦτά μοι περὶ ταύτης τῆς αἱρέσεως καὶ τοῦ μύθου τούτου εἰρήσθω·
關於這異端與這神話,我就說到這裡;
And let this much, then, be said by me concerning this heresy and this myth;
1:896
ἐντεῦθεν δὲ ἐφ' ἑτέραν αἵρεσιν βαδιοῦμαι
由此我將轉向另一個異端繼續論述。
and from here I shall proceed to another heresy.
1:897
τίνι γὰρ οὐ φωρατὴ ἔσται ἡ τοιαύτη αἵρεσις μῦθός τις οὖσα καὶ ὡσεὶ κεράστου τρόπον ἐν ἄμμῳ κεχωσμένη, διὰ δὲ τοῦ κέρατος ἐν ἀέρι προκύπτουσα καὶ τὸν ὄλεθρον τοῖς περιτυγχάνουσιν αὐτῇ ἐργαζομένη; ἀλλὰ καὶ τὸ κέρας τῶν ἁμαρτωλῶν ὁ κύριος συνέτριψεν, τὸ δὲ κέρας τοῦ δικαίου μόνον ὑψωθήσεται, ὅπερ ἐστὶ πίστις ἀληθείας
這樣的異端,對誰而言不會被察覺呢?它就像一種神話,如角蝰般藏身沙中,卻藉著牠的角探出地面,向遇上牠的人施行毀滅;然而主已經折斷了罪人的角,唯獨義人的角必要被高舉,那就是真理的信仰。
For to whom will such a heresy not be exposed—being a kind of myth, hidden in the sand after the manner of the horned viper, yet protruding into the air by means of its horn, and working destruction for those who happen upon it? But the Lord has broken the horn of sinners, whereas only the horn of the righteous shall be exalted—which is the faith of the truth.
1:898
διὸ καὶ τοῦτον συντρίψαντες τῇ τῆς ἀληθείας διδασκαλίᾳ ἐπὶ τὰς μετέπειτα διέλθωμεν, θεὸν βοηθὸν ἐπικαλούμενοι, ᾧ ἡ δόξα καὶ ἡ τιμὴ καὶ ἡ προσκύνησις εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ἀμήν
因此,我們既已用真理的教訓粉碎了這一異端,就讓我們繼續探討接下來的那些,呼求神作我們的幫助;願榮耀、尊貴與敬拜都歸給祂,直到永永遠遠,阿們。
Wherefore, having crushed this heresy as well with the teaching of the truth, let us move on to those that follow, calling upon God as our helper, to whom be glory and honor and worship unto the ages of ages. Amen.
1:899
Κατὰ Νικολαϊτῶν ˉε, τῆς δὲ ἀκολουθίας ˉκˉε
駁尼哥拉黨人,〔異端〕第五,然依序則為第二十五。
Against the Nicolaitans, [Heresy] 5, but 25th in the series.
1:900
ἀποστόλων ἅμα Στεφάνῳ τῷ ἁγίῳ καὶ πρωτομάρτυρι καὶ Προχόρῳ καὶ Παρμενᾷ καὶ τοῖς ἄλλοις
與使徒們同列,還有聖首位殉道者司提反,以及普羅哥羅、巴米拿和其餘的人,
of the apostles, along with Stephen the holy protomartyr, and Prochorus and Parmenas and the rest,
1:901
οὗτος ἀπὸ τῆς Ἀντιοχέων ὁρμώμενος προσήλυτος γίνεται·
這人本出身於安提阿,成了猶太教的歸信者(proselyte);
This man, hailing from Antioch, became a proselyte;
1:902
μετέπειτα δὲ καταδεξάμενος τὸν περὶ Χριστοῦ κηρύγματος λόγον καὶ αὐτὸς συνήφθη τοῖς μαθηταῖς ἔν τε τοῖς προκριτέοις τὰ πρῶτα ἐξεταζόμενος ἦν·
但後來他接受了關於基督的宣講之道,也加入了門徒的行列,並且在被考核擔任聖職者中名列前茅;
but afterward, having accepted the word of the preaching concerning Christ, he too was joined to the disciples, and was numbered among the foremost of those examined for office;
1:903
ὅθεν καὶ ἐν τοῖς ἐκλεγεῖσιν εἰς τὴν τῶν χηρῶν τότε ἐπιμέλειαν ἐγκατηριθμήθη
因此他也被列入當時被選出負責照顧寡婦事務的人當中。
hence he was also numbered among those chosen at that time for the care of the widows.
1:904
ὕστερον δὲ τοῦτον ὑπέδυ ὁ διάβολος καὶ ἐξηπάτησεν αὐτοῦ τὴν καρδίαν τῇ αὐτῇ πλάνῃ τῶν προειρημένων παλαιῶν κατατρωθῆναι μειζόνως ὑπὲρ τοὺς πρώην
但後來魔鬼潛入這人心中,用與前述那些古人相同的謬誤欺騙了他的心,使他所受的創傷比先前那些人更為深重。
But later the devil crept into this man and deceived his heart with the same error as those aforementioned ancients, wounding him even more grievously than those before him.
1:905
γύναιον γὰρ οὗτος ἔχων εὔμορφον. καὶ ἀπὸ τοῦ γυναίου ἐγκρατευσάμενος ὡς κατὰ μίμησιν ὧν ἑώρα θεῷ προσανεχόντων, μέχρι τινὸς ἐκαρτέρει, οὐ μὴν εἰς τέλος ἤνεγκε κρατεῖν τῆς αὐτοῦ ἀκρασίας, ἀλλὰ βουληθεὶς ὡς κύων ἐπὶ τὸν ἴδιον ἔμετον ἐπιστρέφειν προφάσεις τινὰς οὐκ ἀγαθὰς ἑαυτῷ θηρώμενος ἐπενόει πρὸς ἀπολογίαν τοῦ ἰδίου τῆς ἀκολασίας πάθους·
這人有個容貌姣好的小妻子,他起初仿效那些他所見專心事奉神的人,對妻子持守節制,堅持了一段時間;但終究沒能徹底克制自己的無節制,反倒想要像狗一樣「轉回自己所吐的」,為自己搜羅了一些不良的藉口,替自己放縱的情慾謀劃辯解之詞;
For this man had a comely little wife, and, practicing continence in regard to her, in imitation of those whom he saw devoted to God, he persevered for a time; yet he did not carry through to the end in mastering his own incontinence, but, wishing, like a dog, to return to his own vomit, and hunting up for himself certain unwholesome pretexts, he contrived a defense for his own passion of licentiousness;
1:906
εἶτα τοῦ σκοποῦ ἐκπεσὼν τῇ ἰδίᾳ γυναικὶ συνήφθη ἀπεριέργως
後來,他從原本的初衷墮落下來,毫無節制地與自己的妻子同房。
then, having fallen away from his purpose, he cohabited with his own wife without restraint.
1:907
οὗτος δὲ αἰσχυνόμενος τὴν ἑαυτοῦ ἧτταν καὶ ὑφορώμενος φωραθῆναι ἐτόλμα λέγειν ὅτι, εἰ μή τις καθ' ἑκάστην ἡμέραν λαγνεύῃ, ζωῆς μὴ δύνασθαι μετέχειν τῆς αἰωνίου
但這人因自己的失敗而感到羞愧,又害怕被人識破,竟敢聲稱:人若不是每天縱慾行淫,就不能有分於永生。
But this man, ashamed of his own defeat and wary of being found out, dared to say that unless a man indulges in lechery every single day, he cannot partake of eternal life.
1:908
ἐκ προφάσεως γὰρ εἰς πρόφασιν μετηνέχθη ἑτέραν
他就這樣從一個藉口輾轉到另一個藉口。
For he passed from one pretext to another.
1:909
ὁρῶν γὰρ τὴν ἑαυτοῦ σύμβιον κάλλει μὲν διαπρέπουσαν ταπεινότητι δὲ φερομένην, ἐζηλοτύπησε ταύτην καὶ κατὰ τὴν ἰδίαν ἀσέλγειαν τοὺς ἄλλους εἶναι νομίσας τὰ πρῶτα μὲν ἐμπαροινῶν εἰς τὴν ἰδίαν γαμετὴν διετέλει καὶ διαβολάς τινας αὐτῇ ἐπιφέρων διὰ λόγων, τὸ δὲ πέρας ἑαυτὸν κατέσπασεν οὐ μόνον εἰς τὴν χρῆσιν τῆς σαρκὸς τὴν κατὰ φύσιν τῶν ἀνθρώπων, ἀλλὰ καὶ εἰς βλάσφημον ὑπόνοιαν καὶ βλάβην κακοτροπίας καὶ πλάνην παρεισδύσεως πονηρίας
他見自己的妻子容貌出眾卻性情謙卑,便對她心生嫉妒,又以己度人,認為別人也像自己一樣淫蕩,起初他不斷醉酒辱罵自己的妻子,並用言語加給她種種毀謗;但到末了,他不僅墮落到照人的本性行房事,更墮入褻瀆的猜疑、敗壞的傷害,以及邪惡詭詐的滲透之中。
For seeing his own wife excelling in beauty, yet marked by humility, he grew jealous of her, and, supposing others to be like himself in his own licentiousness, at first he persisted in drunken abuse toward his own wife and brought certain slanders against her by his words; but in the end he dragged himself down, not only into the use of the flesh according to the nature of men, but also into blasphemous suspicion, the harm of depravity, and the insidious infiltration of wickedness.
1:910
Καὶ ἐντεῦθεν ἄρχονται οἱ τῆς ψευδωνύμου γνώσεως τῷ κόσμῳ ἐπιφύεσθαι κακῶς, φημὶ δὲ οἱ καλούμενοι Γνωστικοὶ καὶ Φιβιωνῖται καὶ οἱ τοῦ Ἐπιφάνους καλούμενοι, Στρατιωτικοί τε καὶ Λευιτικοὶ καὶ Βορβορῖται καὶ οἱ λοιποί
由此開始,那些冒稱有「知識」之名的人便邪惡地依附於世上——我指的是那些被稱為諾斯底派的人,以及菲比翁派、伊皮法尼追隨者、斯特拉提奧提克派、利未提克派、波爾波利特派以及其餘各派。
And from here those of the falsely named 'knowledge' begin to attach themselves wickedly to the world—I mean those called Gnostics, and Phibionites, and those called followers of Epiphanes, and the Stratiotics, and Levitics, and Borborites, and the rest.
1:911
ἕκαστος γὰρ τούτων τὴν. ἑαυτοῦ αἵρεσιν τοῖς πάθεσιν ἑαυτοῦ ἐπισπώμενος μυρίας ὁδοὺς ἐπενόησε κακίας
因為他們每一個人,都隨著自己的情慾拖曳出自己的異端,構想出無數作惡的途徑。
For each of these, dragging his own sect along by his own passions, has devised countless ways of wickedness.
1:912
τινὲς μὲν γὰρ αὐτῶν Βαρβηλώ τινα δοξάζουσιν, ἣν ἄνω φάσκουσιν εἶναι ἐν ὀγδόῳ οὐρανῷ, καὶ ταύτην ἀπὸ τοῦ πατρὸς προβεβλῆσθαί φασιν·
因為他們當中有些人尊崇一位名叫巴貝羅的,聲稱她在上面、在第八層天,並說她是從父那裡發出的。
For some of them glorify a certain Barbelo, whom they claim to be above, in the eighth heaven, and they say that she was put forth from the Father.
1:913
μητέρα δὲ αὐτὴν εἶναι οἱ μὲν τοῦ Ἰαλδαβαὼθ λέγουσιν, οἱ δὲ τοῦ Σαβαώθ
有人說她是雅達巴沃特的母親,也有人說她是撒巴沃特的母親。
Some say that she is the mother of Ialdabaoth, others that she is the mother of Sabaoth.
1:914
τὸν δὲ υἱὸν ταύτης κεκρατηκέναι τοῦ ἑβδόμου οὐρανοῦ ἐν θράσει τινὶ καὶ ἐν τυραννίδι, λέγειν δὲ τοῖς ὑποκάτω ὅτι ἐγώ εἰμι, φησίν, ὁ πρῶτος καὶ ὁ μετὰ ταῦτα, καὶ πλὴν ἐμοῦ οὐκ ἔστιν ἕτερος θεός
〔他們說〕她的兒子以某種傲慢和暴虐奪取了第七層天,並對下面的眾人說:他說:『我是元始,也是此後的那一位,除我以外再沒有別的神。』
[They say] that her son took possession of the seventh heaven with a certain insolence and tyranny, and said to those below him, 'I am,' he says, 'the first and the one after these, and besides me there is no other god.'
1:915
τὴν δὲ Βαρβηλὼ ἀκηκοέναι τὸν λόγον τοῦτον καὶ κλαῦσαι
巴貝羅聽見這話,就哭了。
And Barbelo, hearing this word, wept.
1:916
ταύτην δὲ ἀεὶ φαίνεσθαι τοῖς ἄρχουσιν ἐν εὐμορφίᾳ τινὶ καὶ ἀποσυλᾶν τὸ ἐξ αὐτῶν σπέρμα δι' ἡδονῆς καὶ ἐκχύσεως, ἵνα δῆθεν τὴν αὐτῆς δύναμιν τὴν εἰς διαφόρους σπαρεῖσαν αὖθις πάλιν ἀνακομίζῃ
〔他們說〕她不斷以某種美麗的形貌向眾統治者顯現,藉著快感和流洩竊取他們的種子,為要藉此再次收回她那已散播於眾人身上的力量。
And [they say] that she continually appears to the rulers in a certain beautiful form, and steals away their seed through pleasure and effusion, in order, supposedly, to gather back again her own power that had been sown into various beings.
1:917
καὶ οὕτως ἐκ τοιαύτης ὑποθέσεως τὸ τῆς αὐτοῦ αἰσχρολογίας μυστήριον τῷ κόσμῳ ὑπεισήνεγκε
就這樣,他從這樣的假設出發,暗中把他那可恥言論的奧祕引入了世界。
And thus, from such a premise, he stealthily introduced into the world the mystery of his own filthy talk.
1:918
καί τινες ὡς ἔφην τῶν προειρημένων διὰ πολλῆς κακομηχανίας ἃ μὴ θέμις λέγειν πως ἐν πολυμιξίᾳ γυναικῶν καὶ ἐν αἰσχροποιίαις ἀνηκέστοις ἀναστρέφεσθαι ἐδίδαξαν, ὡς καί που ὁ ἁγιώτατος ἀπόστολός φησι τὰ γὰρ κρυφῆ γινόμενα ὑπ' αὐτῶν αἰσχρόν ἐστι καὶ λέγειν
而如我所說,前述某些人藉著許多邪惡的詭計,教導人以一種不當言說的方式,在與眾女子雜交及無可救藥的可恥行為中打滾,正如那位至聖的使徒在某處所說:『因為他們暗中所行的,就是提起來也是可恥的。』
And some of those aforesaid, as I said, through much evil contrivance, taught men to conduct themselves — in a manner not lawful to speak of — in promiscuous intercourse with women and in incurable acts of shame, just as the most holy apostle says somewhere: 'For the things done by them in secret are shameful even to speak of.'
1:919
τῷ δὲ βουλομένῳ ἰδεῖν τὴν ἀντίθετον ἐκ πνεύματος ἁγίου περὶ τῆς τούτου αἱρέσεως ἀνατροπὴν ἰστέον ἐστὶν ἀπὸ τῆς τοῦ ἁγίου Ἰωάννου ἀποκαλύψεως, ὡς γράφων μιᾷ τῶν ἐκκλησιῶν ἐκ προσώπου κυρίου τουτέστιν τῷ ἐπισκόπῳ τῷ ἐκεῖσε κατασταθέντι σὺν τῇ δυνάμει τοῦ ἁγίου ἀγγέλου τοῦ ἐπὶ τοῦ θυσιαστηρίου φησίν ἔχεις δέ τι καλόν, ὅτι μισεῖς τὰ ἔργα τῶν Νικολαϊτῶν ἃ κἀγὼ μισῶ
凡願意看見這異端如何被聖靈以對立的方式駁倒之人,都當從聖約翰的啟示錄中知曉:他以主的身分寫信給眾教會之一,也就是寫給那裡所立的主教,並偕同那位掌管祭壇之聖天使的能力,說:『然而你有一件可稱讚的事,就是你恨惡尼哥拉黨人的行為,這也是我所恨惡的。』
For anyone who wishes to see the refutation of this heresy, set in opposition by the Holy Spirit, one must know it from the Revelation of holy John, where, writing to one of the churches in the person of the Lord — that is, to the bishop appointed there, together with the power of the holy angel who is over the altar — he says: 'But you have this good thing, that you hate the works of the Nicolaitans, which I also hate.'
1:920
Προύνικον δὲ ἄλλοι τιμῶντές τινα, ὡς καὶ οὗτοι μυθωδῶς πάλιν εἰς ταύτην τὴν ὑπόνοιαν τῆς αἰσχρουργίας τὰ ἑαυτῶν πάθη. ἐπιτελοῦντές φασι·
另有一些人尊崇某位名叫普魯尼科斯的,他們同樣以神話式的方式,在這種可恥行徑的想法中滿足自己的情慾,並如此說:
But others, honoring a certain Prounikos, likewise fulfilling their own passions again in this mythical notion of shameful deeds, say:
1:921
τῆς Προυνίκου τὴν δύναμιν συλλέγομεν ἀπὸ τῶν σωμάτων, διά τε τῶν ῥευστῶν, φημὶ δὲ γονῆς καὶ καταμηνίων ·
『我們從身體中,藉著那流出之物──我是說精液與經血──收集普魯尼科斯的能力。』
'We gather the power of Prounikos from bodies, through the fluids — I mean, seed and menstrual blood.'
1:922
ὕστερον, ὅταν περὶ αὐτῶν μονομερῶς λέγειν ἐπιβαλώμεθα, κατὰ λεπτότητα ὑφηγήσομαι, οὐκ εἰς τὸ χρᾶναι ἀκοὰς τῶν ἀκουόντων ἢ ἐντυγχανόντων, ἀλλ' εἰς τὸ τοῖς συνετοῖς ἀπέχθειαν μᾶλλον ἐργάσασθαι πρὸς αὐτοὺς καὶ ἀποτροπὴν τῆς τῶν κακῶν ἐργασίας, οὐ συκοφαντῶν τοὺς ἀλιτηρίους, ἀλλὰ κατ' ἀλήθειαν τὰ παρ' αὐτῶν γινόμενα εἰς τοὐμφανὲς θριαμβεύων
日後當我逐一論及他們時,我將詳盡陳明──並非為要玷污聽者或讀者的耳朵,而是要使明理之人對他們更加憎惡,並使人厭棄行這些惡事;我這樣做不是誣衊這些惡人,而是照著實情,公開揭露他們所行的事。
Later, when I undertake to speak of them one by one, I will set it forth in detail — not so as to defile the ears of those who hear or read, but rather to work in the discerning a greater hatred toward them and an aversion to the practice of such evils; not slandering these wretches, but publicly exposing in truth what is done by them.
1:923
ἕτεροι δὲ τὸν προειρημένον Ἰαλδαβαὼθ δοξάζουσι, φάσκοντες αὐτὸν εἶναι πρῶτον υἱὸν ὡς ἔφην τῆς Βαρβηλώ·
另有些人尊崇前述的雅達巴沃特,如我所說,聲稱他是巴貝羅的長子。
Others glorify the aforesaid Ialdabaoth, claiming him to be, as I said, the firstborn son of Barbelo.
1:924
καὶ διὰ τοῦτό φησιν δεῖν ἄγειν αὐτῷ τὴν τιμήν, ὅτι πολλὰ ἀπεκάλυψεν
並因此說,必須向他致敬,因為他啟示了許多事。
And for this reason, he says, honor must be paid to him, because he revealed many things.
1:925
ὅθεν καὶ βιβλία τινὰ ἐξ ὀνόματος τοῦ Ἰαλδαβαὼθ ποιητεύονται, ἐκτυποῦντες καὶ ὀνομασίας μυρίας βαρβαρικὰς ἀρχόντων, ὥς φασιν, καὶ ἐξουσιῶν καθ' ἕκαστον οὐρανὸν ἐναντιουμένων τῇ τῶν ἀνθρώπων ψυχῇ
因此他們也用雅達巴沃特之名編造了一些書,其中虛構出無數蠻語的統治者名號,據他們所說,還有分佈於每一層天、與人的靈魂為敵的權勢的名號。
Hence certain books are also composed in the name of Ialdabaoth, in which they fashion countless barbarous names of rulers, as they say, and of authorities in each heaven who are opposed to the soul of man.
1:926
καὶ πολλὴ ἁπλῶς ἡ διὰ τῆς πλάνης αὐτῶν γινομένη τῷ γένει τῶν ἀνθρώπων ἐπιβουλή
總而言之,他們的謬誤加諸於人類的禍害實在深重。
And, simply put, great is the harm inflicted on the human race through their error.
1:927
ἄλλοι δὲ τὸν Καυλακαῦ ὡσαύτως δοξάζουσιν, ἄρχοντά τινα τοῦτον οὕτως κα. λοῦντες, φαντασιάζειν φιλοτιμούμενοι τοὺς ἀπείρους διὰ τῆς τῶν ὀνομάτων ἐκπλήξεως καὶ ἐπιπλάστου τῆς τοῦ ὀνόματος βαρβαρωνυμίας
另有些人同樣尊崇考拉考,如此稱呼一位統治者,急切地想藉著這些名號所帶來的震驚,以及這名字刻意造作的蠻語音調,來迷惑無知之人。
Others likewise glorify Kaulakau, calling him a certain ruler by this name, eagerly striving to dazzle the inexperienced through the astonishment produced by these names and by the contrived barbarous sound of the name.
1:928
τοῖς δὲ ἐμπείροις καὶ ἐκ θεοῦ λαβοῦσι περὶ ἑκάστης ὀνομασίας καὶ ὑποθέσεως τῆς ἀληθινῆς τοῦ θεοῦ γνώσεως χάριν πῶς οὐκ εὐθυέλεγκτα τοῦ μύθου αὐτῶν καὶ πλάνης τὰ διδάγματα ἀνεχέγγυα;
但對於那些有經驗、並從神領受了關於每一名號和每一論題之真知恩典的人來說,他們那神話與謬誤的教導,那些站不住腳的說法,豈不是輕易就能被駁倒嗎?
But to those who are experienced and have received from God the grace of true knowledge concerning each name and premise, how are the untrustworthy teachings of their myth and error not easily refuted?
1:929
Προύνικον γὰρ ἐὰν εἴπωσι, τὸ ὅλον ἐστὶν ἡδυπαθείας καὶ ἀκρασίας ἐξέρευξις
因為,如果他們提到普魯尼科斯,這整個詞不過是縱慾與失節的嘔吐物罷了。
For if they speak of Prounikos, the whole thing is a belching forth of self-indulgence and incontinence.
1:930
πᾶν γὰρ τὸ προυνικευόμενον λαγνείας ὑποφαίνει τὸ ἐπώνυμον, φθορᾶς δὲ τὸ ἐπιχείρημα
因為凡稱作『行普魯尼科之事』的,其名稱本身就暗示著淫慾,其行為則指向敗壞。
For everything called 'prounikeuomenon' carries in its name a suggestion of lust, and in its undertaking a work of corruption.
1:931
ἐπὶ τοῖς γὰρ τὰ σώματα διακορεύουσιν Ἑλληνική τίς ἐστιν λέξις τό ἐπρουνίκευσε τήνδε·
因為對於那些使人失貞的行為,希臘語中有一個說法:『他對這女子行了普魯尼科之事。』
For concerning those who deflower bodies, there is a certain Greek expression: 'he prounikeused this woman.'
1:932
ὅθεν καὶ ἐν μύθοις ἀναγράφουσιν οἱ τὰ ἐρωτικὰ συγγραψάμενοι Ἑλλήνων ἀπατεῶνες περὶ κάλλους λέγοντες οὕτως ὅτι κάλλος προύνικον
因此,那些撰寫情色故事的希臘騙子在神話中也如此記載,論及美色時說:『美色即是普魯尼孔。』
Hence also, in their myths, the Greek deceivers who wrote erotic tales record it, speaking of beauty in this way: 'beauty is prounikon.'
1:933
ἀλλὰ καὶ περὶ τοῦ Καυλακαῦ τίς τῶν γινωσκόντων οὐκ ἂν καταγελάσειεν, ὅτι τὰς Ἑβραϊστὶ καλῶς εἰρημένας λέξεις καὶ Ἑλληνιστὶ καλῶς ἑρμηνευθείσας καὶ εἰσέτι νῦν παρὰ τοῖς Ἑβραϊστὶ ἀναγινώσκουσι φανερὰς οὔσας καὶ οὐδὲν σκολιὸν ἐχούσας αὐτοὶ εἰς εἰδωλοποιίας τε καὶ εἰς μορφὰς καὶ εἰς ἐνυποστατικὰς ἀρχὰς καὶ ὡς εἰπεῖν ἀνδριαντοπλασίας, τοῖς ἀφελέσι διὰ φαντασίας τὴν πλάνην ὑποσπείροντες, ἀνατυποῦσιν εἰς τὴν τῆς αἰσχρᾶς αὐτῶν καὶ μυθώδους τέχνης ὑποσποράν; καυλακαῦ γὰρ ἐν τῷ Ἠσαΐᾳ γέγραπται, λέξις τις οὖσα ἐν τῇ δωδεκάτῃ ὁράσει, ἔνθα λέγει θλίψιν ἐπὶ θλίψιν, ἐλπίδα ἐπ' ἐλπίδι, ἔτι μικρὸν ἔτι μικρὸν προσδέχου·
再者,關於考拉考,凡明白內情的人,豈不哂笑?因為那些在希伯來文中本已說得清楚、又被恰當譯成希臘文,且直到如今仍被讀希伯來文的人清楚讀出、毫無扭曲之處的字詞,他們卻把它們扭曲成偶像的製造、形像、以及帶有位格性質的原理,可以說變成塑像之事,藉著幻想暗中將謬誤散播給頭腦簡單的人,重新加以塑造,以播種他們那可恥而神話式的技倆。因為『考拉考』一詞乃是寫在以賽亞書中,出現於第十二個異象裡,那裡說:『患難加患難,指望加指望,還要等一會兒,還要等一會兒。』
But also concerning Kaulakau, who among those who know would not laugh, that words rightly spoken in Hebrew and rightly translated into Greek, and even now plainly read by those who read Hebrew and containing nothing crooked, they twist into idol-making, into shapes, into hypostatic principles, and, so to speak, into statue-fashioning — sowing error covertly among the simple through fantasy — and refashion for the sowing of their own shameful and mythical craft? For 'kaulakau' is written in Isaiah, a word occurring in the twelfth vision, where he says: 'affliction upon affliction, hope upon hope, yet a little, yet a little, wait.'
1:934
ὡς καὶ αὐτὰ τὰ Ἑβραϊκὰ ῥήματα τελειότατα ἐνταῦθα παραθήσομαι αὐταῖς λέξεσιν ὥς ἐστι γεγραμμένα·
因此,我要在此完整地列出這些希伯來原文本身,按其原本的字詞形式,正如經上所記:
So that I may here set forth the Hebrew words themselves most fully, in their very forms, just as they are written:
1:935
τὸ γὰρ σαυλασαῦ σαυλασαῦ ἑρμηνεύεται θλίψις ἐπὶ θλίψιν, καυλακαῦ καυλακαῦ ἐλπὶς ἐπ' ἐλπίδι, ζιηρσὰμ ζιηρσὰμ ἔτι μικρὸν ἔτι μικρὸν προσδέχου
因為『掃拉掃、掃拉掃』譯作『患難加患難』,『考拉考、考拉考』譯作『指望加指望』,『齊珥沙姆、齊珥沙姆』譯作『還要等一會兒,還要等一會兒』。
For 'saulasau saulasau' is translated 'affliction upon affliction'; 'kaulakau kaulakau' is 'hope upon hope'; 'zeer sham zeer sham' is 'yet a little, yet a little, wait.'
1:936
ποῦ οὖν ἡ τούτων μυθολογία; ποῦ ἡ κίσσησις τῆς φαντασιολογίας; πόθεν τῷ κόσμῳ τὰ ζιζάνια; τίς ὁ ἀναγκάσας εἰς ἑαυτοὺς ἐπισπάσασθαι ὄλεθρον τοὺς ἀνθρώπους; εἰ μὲν γὰρ γινώ. σκοντες μετεποίησαν τὰς ὀνομασίας εἰς φαντασίαν, ἀπωλείας ἑαυτοῖς προφανῶς αἴτιοι γεγόνασιν·
那麼,他們那套神話學究竟從何而來?那種對幻想之說的渴慕又從何而生?世上的這些稗子究竟從哪裡來的?是誰逼迫世人把毀滅招攬到自己身上?因為,倘若他們是明知故犯,把這些名號扭曲為幻想,那麼他們顯然是自取滅亡的元兇。
Where then is their mythology? Where is the craving conception of their fantasy-mongering? Whence come these tares into the world? Who compelled men to draw destruction upon themselves? For if, knowing the truth, they nevertheless transformed the names into fantasy, they have plainly become the authors of their own ruin.
1:937
εἰ δὲ ἀγνοοῦντες ἃ μὴ ᾔδεισαν ἔφασαν, οὐδὲν αὐτῶν ἀθλιώτερον
但倘若他們是出於無知,妄言自己所不知道的事,那麼再沒有比他們更可悲的了。
But if in ignorance they asserted things they did not know, nothing is more pitiable than they.
1:938
μωρὰ γὰρ ταῦτα ὡς ἀληθῶς, ὡς καὶ παντὶ τῷ σύνεσιν ἐν θεῷ κεκτημένῳ ἔνεστιν ἰδεῖν
因為這些事的確是愚昧的,凡在神裡面有悟性的人都能看出這一點。
For these things are truly foolish, as anyone who possesses understanding in God can plainly see.
1:939
ἡδυπαθείας γὰρ χάριν ἑαυτούς τε καὶ τοὺς πειθομένους ἀπώλεσαν καὶ ἀπολλύουσιν
因為貪圖逸樂之故,他們既毀了自己,也毀了那些聽從他們的人,而且仍在不斷地毀滅他們。
For the sake of self-indulgence they have destroyed both themselves and those who obey them, and they continue to destroy them.
1:940
πνεῦμα γάρ ἐστι πλάνης, ὥσπερ φύσημα ἐν αὐλῷ διαφόροις κινήσεσιν ἕκαστον τῶν ἀφρόνων κινοῦν κατὰ τῆς ἀληθείας
因為這是一種迷惑人的靈,好像吹入笛中的氣息,以各種不同的動作驅使每一個愚妄之人去抵擋真理。
For it is a spirit of error, like a breath in a flute, moving each of the foolish with various motions against the truth.
1:941
καὶ γὰρ καὶ αὐτὸς ὁ αὐλὸς μίμημά ἐστι τοῦ δράκοντος, δι' οὗ ἐλάλησεν ὁ πονηρὸς καὶ ἠπάτησε τὴν Εὔαν
因為笛子本身就是那條蛇的仿製品,那惡者正是藉著這蛇說話,欺哄了夏娃。
For the flute itself is an imitation of the serpent, through whom the evil one spoke and deceived Eve.
1:942
ἀπὸ τοῦ τύπου γὰρ ἐκείνου κατὰ μίμησιν ὁ αὐλὸς τοῖς ἀνθρώποις εἰς ἀπάτην κατεσκευάσθη
因為笛子正是按照那個模式,以仿造的方式,為要欺騙世人而被製造出來的。
For after that pattern, in imitation, the flute was fashioned for men, unto their deception.
1:943
καὶ ὅρα τὸν τύπον ὃν αὐτὸς ὁ αὐλῶν ἐν τῷ αὐλῷ ποιεῖται
你且看那吹笛者本身在吹笛時所做出的姿態。
And observe the pattern which the flute-player himself makes with the flute.
1:944
αὐλῶν γὰρ ἄνω ἀνανεύει καὶ κάτω κατανεύει, δεξιά τε κλίνει καὶ εὐώνυμα ὁμοίως ἐκείνῳ
因為他吹奏時,頭向上仰、又向下俯,並向右傾、也同樣向左傾,正像那條蛇一樣。
For as he plays, he tosses his head back upward and nods it down, and inclines to the right and likewise to the left, just like that serpent.
1:945
γῆς ἀφανισμῷ ἀφανίσῃ καὶ ὁμοῦ συμπεριλάβῃ τὴν οἰκουμένην, δεξιά τε καὶ εὐώνυμα λυμαινόμενος τοὺς τῇ πλάνῃ πειθομένους τε καὶ θελγομένους ὥσπερ διὰ μουσικοῦ ὀργάνου ταῖς φωναῖς ταῖς πεπλασμέναις
……好叫這謬誤使大地徹底歸於毀滅,並一同吞沒普天下,向左向右敗壞那些被這謬誤說服、又被其虛假的聲音如同被一件樂器所迷惑的人。
...that it might bring the earth to utter disappearance and together engulf the whole inhabited world, ravaging on the right hand and on the left those who are persuaded by and enchanted with the error, as though by a musical instrument, through its counterfeit voices.
1:946
Ἄλλοι δέ τινες ἐξ αὐτῶν καινά τινα ὀνόματα ἀναπλάττουσι, λέγοντες ὅτι σκότος ἦν καὶ βυθὸς καὶ ὕδωρ, τὸ δὲ πνεῦμα ἀνὰ μέσον τούτων διορισμὸν ἐποιήσατο αὐτῶν·
但其中另有一些人虛構出一些新的名詞,說起初有黑暗、有深淵、有水,而靈則在其間為它們作了區分。
But some others among them fashion certain new names, saying that there was darkness, and the deep, and water, and that the Spirit made a division between them, in their midst.
1:947
τὸ δὲ σκότος ἦν χαλεπαῖνόν τε καὶ ἐγκοτοῦν τῷ πνεύματι, ὅπερ σκότος ἀναδραμὸν περιεπλάκη τῷ. πνεύματι καὶ ἐγέννησε, φησίν, τινὰ Μήτραν καλουμένην, ἥτις γεννηθεῖσα ἐνεκίσσησεν ἐν αὐτῷ τῷ πνεύματι
這黑暗對靈心懷憤怒、懷恨在心;他說,這黑暗竄升而上,與靈交纏在一起,並生出一位名叫『子宮』(瑪特拉)的存有,她一出生,就在靈本身之內懷了孕。
And the darkness was enraged and harbored malice against the Spirit; and this darkness, rushing up, entwined itself with the Spirit and, he says, begot a certain being called Matrix, who, once born, conceived within the Spirit itself.
1:948
ἐκ δὲ τῆς Μήτρας προεβλήθησάν τινες τέσσαρες αἰῶνες, ἐκ δὲ τῶν τεσσάρων αἰώνων ἄλλοι δεκατέσσαρες, καὶ γέγονε δεξιά τε καὶ ἀριστερά, φῶς καὶ σκότος
從這『子宮』中發出了四個永世(艾昂),又從這四個永世中發出了另外十四個,於是便有了左右、光暗之分。
And from the Matrix four aeons were put forth, and from these four aeons another fourteen, and there came to be right and left, light and darkness.
1:949
ὕστερον δὲ μετὰ πάντας τούτους προβεβλῆσθαί τινα αἰσχρὸν αἰῶνα, μεμίχθαι δὲ τοῦτον τῇ Μήτρᾳ τῇ ἄνω προδεδηλωμένῃ καὶ ἐκ τούτου τοῦ αἰῶνος τοῦ αἰσχροῦ καὶ τῆς Μήτρας γεγονέναι θεούς τε καὶ ἀγγέλους καὶ δαίμονας καὶ ἑπτὰ πνεύματα
其後,在這一切之後,又發出了一個可恥的永世,這永世與前述那『子宮』交合,於是從這可恥的永世與『子宮』之中,便產生了諸神、天使、鬼魔和七個靈。
And afterward, after all these, a certain shameful aeon was put forth, and this one mingled with the Matrix mentioned above, and from this shameful aeon and the Matrix there came to be gods and angels and demons and seven spirits.
1:950
φωρατὴ δὲ τούτων ἡ τῆς πλάνης μιμολογία
然而,他們這種謬誤的模仿性虛構,是顯而易見、無所遁形的。
But the mimic fable of their error stands exposed.
1:951
ἀπ' ἀρχῆς γὰρ ἕνα πατέρα λέγοντες καὶ ὁριζόμενοι ὕστερον πολλοὺς θεοὺς ὑπέφηναν, εἰς τὸ δεῖξαι αὐτὴν τὴν πλάνην καθ' ἑαυτῆς τὰ ὑπ' αὐτῆς ψευδῆ λεγόμενα ὁπλίζειν ἑαυτὴν δὲ λύειν, τῆς ἀληθείας ἀεὶ ἐκ παντὸς μέρους εὑρισκομένης
因為他們起初宣稱、也界定為只有一位父,後來卻搬出了許多神明——這正顯明謬誤本身以其所說的謊言,武裝自己來對抗自己,結果反倒瓦解了自己,而真理則始終在各方面都站得住腳。
For, though at the beginning speaking of and defining one Father, they afterward brought forth many gods — so as to show that error, by the very falsehoods it utters, arms itself against itself and dissolves itself, while the truth is always found on every side.
1:952
Τί τοίνυν εἴπω πρὸς σέ, ὦ Νικόλαε; τί διαλεχθήσομαι; πόθεν, ὦ οὗτος, ἥκεις φέρων ἡμῖν αἰσχρὸν αἰῶνα καὶ ῥίζαν πονηρίας καὶ Μήτραν γεννητικὴν καὶ πολλοὺς θεοὺς καὶ δαίμονας; ὁ γὰρ ἀπόστολος φήσας εἴπερ εἰσὶ λεγόμενοι θεοί οὐκ εἶναι τούτους ὑποφαίνει
那麼,尼哥拉啊,我該對你說什麼呢?我又該與你辯論什麼呢?你這人啊,究竟從哪裡帶著這可恥的永世、罪惡的根源、能生育的『子宮』,以及眾多神明和鬼魔,來到我們這裡?因為使徒說『縱然有稱為神的』,這話正暗示著這些並非真神。
What then shall I say to you, O Nicolaus? What shall I argue? Whence, O fellow, do you come to us bringing a shameful aeon, and a root of wickedness, and a begetting Matrix, and many gods and demons? For the apostle, by saying 'even if there are so-called gods,' thereby implies that these are not truly gods.
1:953
ἐν τῷ γὰρ εἰπεῖν λεγόμενοι ἔδειξεν αὐτοὺς ἐν τῷ λέγεσθαι μόνον εἶναι, μὴ ὄντας τῇ ὑποστάσει ἀλλὰ διὰ τῆς τινῶν ὑπολήψεως
因為他用『稱為』這個詞,就表明它們只是存在於被稱說之中,並非在實質上(本質上)存在,而只是因某些人的臆想而有。
For in saying 'so-called,' he showed that they exist only in being spoken of, not existing in reality according to hypostasis, but through the supposition of certain persons.
1:954
ἡμῖν δέ, φησίν, εἷς θεός, δηλονότι τοῖς τὴν γνῶσιν τῆς ἀληθείας ἐπισταμένοις
他說:『但在我們,只有一位神』——顯然是指那些明白真理知識的人而言。
'But to us,' he says, 'there is one God' — clearly meaning to those who know the knowledge of the truth.
1:955
καὶ οὐκ εἶπεν λεγόμενον θεόν, ἀλλὰ ὄντα θεόν·
他並沒有說『被稱為神的』,而是說『真實存在的神』。
And he did not say 'a so-called god,' but 'a God who truly is.'
1:956
εἰ δὲ ἡμῖν εἷς θεός, οὐκέτι πολλοὶ θεοί
既然在我們只有一位神,那就不再有許多神了。
But if to us there is one God, then there are no longer many gods.
1:957
καὶ ὁ κύριος ἐν τῷ εὐαγγελίῳ φησίν ἵνα γινώσκωσί σε τὸν μόνον ἀληθινὸν θεόν, ἵνα ἀνατρέψῃ τὴν διάνοιαν τῶν τὰ μυθώδη λεγόντων καὶ νομιζόντων εἶναι πολυθεΐαν·
主也在福音書中說:『叫他們認識你是獨一的真神』,為要推翻那些散播神話之說、以為有眾多神明之人的思想。
And the Lord says in the Gospel, 'that they may know you, the only true God,' in order to overturn the reasoning of those who speak mythical things and suppose that there is a plurality of gods.
1:958
εἷς γὰρ ἡμῶν ἐστιν ὁ θεός, πατὴρ καὶ υἱὸς καὶ ἅγιον πνεῦμα, τρεῖς ὑποστάσεις μία κυριότης μία θεότης μία δοξολογία, καὶ οὐ πολλοὶ θεοί
因為我們的神是一位——父、子、聖靈;三個位格,一個主權,一個神性,一個榮耀頌讚,而不是眾多的神。
For our God is one — Father, Son, and Holy Spirit; three hypostases, one lordship, one Godhead, one doxology, and not many gods.
1:959
ποῦ δὲ πληροῦται κατὰ σέ, ὦ Νικόλαε, τὸ ὑπὸ τοῦ σωτῆρος εἰρημένον ὅτι εἰσὶν εὐνοῦχοι οἵτινες εὐνουχίσθησαν ὑπὸ τῶν ἀνθρώπων καὶ εἰσὶν εὐνοῦχοι οἳ ἐκ γεννητῆς ἐγεννήθησαν καὶ εἰσὶν εὐνοῦχοι οἵτινες εὐνούχισαν ἑαυτοὺς διὰ τὴν βασιλείαν τῶν οὐρανῶν
尼哥拉啊,照你看來,救主所說的這話又如何應驗呢?他說:『有生來是閹人的,也有被人閹的,並有為天國的緣故自閹的。』
And where, O Nicolaus, according to you, is fulfilled what was said by the Savior, that 'there are eunuchs who were made eunuchs by men, and there are eunuchs who were born so from the womb, and there are eunuchs who made themselves eunuchs for the sake of the kingdom of heaven'?
1:960
εἰ τοίνυν εὐνοῦχοί εἰσι διὰ τὴν βασιλείαν τῶν οὐρανῶν, πῶς σύ γε σεαυτὸν πεπλάνηκας καὶ τοὺς σοὶ πειθομένους, διὰ λαγνείας καὶ. αἰσχροποιίας τὴν ἀλήθειαν τοῦ θεοῦ ἐν ἀδικίᾳ κατέχων καὶ διδάσκων; ποῦ δὲ παρὰ σοὶ πεπλήρωται τό περὶ τῶν παρθένων ἐπιταγὴν κυρίου οὐκ ἔχω, γνώμην δὲ δίδωμι ὡς ἠλεημένος, τὸ καλὸν οὕτως εἶναι, καὶ πάλιν ἡ παρθένος μεριμνᾷ τὰ τοῦ κυρίου, πῶς ἀρέσῃ τῷ κυρίῳ, ἵνα ᾖ ἁγία ἐν σώματι καὶ ἐν πνεύματι
既然有人是為了天國的緣故而自閹,你怎能使自己和聽從你的人陷入迷途,藉著淫慾與可恥的行為,不義地壓制並教導神的真理呢?經上論及童貞女所說的話,在你那裡又如何應驗呢?那話說:『論到童身的人,我沒有主的命令,但我既蒙主憐恤能作忠心的人,就把自己的意見告訴你們,我想這也是好的』;又說:『童身的女子是為主的事掛慮,要身體、靈魂都聖潔,好叫她怎樣叫主喜悅。』
If then there are eunuchs for the sake of the kingdom of heaven, how have you led yourself and those who obey you astray, holding down the truth of God in unrighteousness and teaching it through lust and shameful deeds? And where among you is fulfilled that which is said concerning virgins: 'I have no commandment of the Lord, but I give my judgment, as one who has obtained mercy, that it is good to remain so'; and again: 'the virgin cares for the things of the Lord, how she may please the Lord, that she may be holy both in body and in spirit'?
1:961
καὶ πόσα ἔστι περὶ ἁγνείας καὶ ἐγκρατείας καὶ παρθενίας λέγειν; παρὰ σοῦ γὰρ ὁ πᾶς βόρβορος τῆς ἀκαθαρσίας ἀναισχύντως ὁρίζεται
關於貞潔、節制與童身,還可以講出多少道理呢?但在你那裡,卻厚顏無恥地把整套污穢的淤泥立為規範。
And how many things could be said about chastity, self-control, and virginity? For from you, shamelessly established as law, comes the whole filth of impurity.
1:962
ἀλλὰ ἐκ τῶν δύο ἢ τριῶν τούτων ῥητῶν, τῆς καταγελάστου αἱρέσεως πρὸς ἀνατροπὴν τοῖς ἐντυγχάνουσιν, ὁ σκοπὸς ἐνταῦθά μοι παρακείσθω
但願我在此的目的,僅止於這兩三句話,為要駁斥這可笑的異端,使凡讀到此處的人得益。
But let my purpose here rest content with these two or three sayings, for the refutation of this ridiculous heresy, for the benefit of those who come upon it.
1:963
Προϊὼν δὲ καθεξῆς τὴν τούτῳ συνεζευγμένην αἵρεσιν, ὥσπερ χορτομανήσασαν ὕλην ἢ δάσος ἀκανθῶν πανταχόθεν συνηνωμένων ἢ κατεξηραμμένην ἐν ἀγρῷ πληθὺν ξύλων τε καὶ φρυγάνων εἰς κατάκαυσιν ἑτοιμαζομένην ὑποδείξω, διὰ τὸ τῇ αὐτῇ αἱρέσει τοῦ ἐλεεινοῦ Νικολάου
接下來,我要按次序指出與此異端相連的另一異端,它就像一片瘋長的雜草叢,又像四面糾結而成的荊棘密林,又像田間堆積曬乾、準備焚燒的大量木柴與柴薪,因為它與那可憐的尼哥拉的異端本屬同一系統。
Proceeding next in order, I shall point out the heresy yoked together with this one, like a mass of overgrown weeds, or a thicket of thorns bound together on every side, or a great quantity of dried wood and brushwood in a field, prepared for burning, because it belongs to the same heresy of the pitiable Nicolaus.
1:964
πρὸ αὐτοῦ Σίμωνος δέ φημι καὶ τῶν ἄλλων λαβόντες τὰς προφάσεις, Γνωστικοὶ μὲν καλούμενοι, κατάγνωστοι δὲ τὸ πᾶν διὰ τὴν ἐν τοῖς πράγμασι τῆς ἀκαθάρτου ἐργασίας αὐτῶν μοχθηρίαν καὶ αἰσχρουργίαν
我是指那些在他以前,從西門及其他人身上取得藉口的人,他們自稱為『諾斯底派』(意即『有知識者』),實際上卻因其行事上污穢之工作的邪惡與可恥,完全該被定罪,可稱為『卡塔諾斯底派』(意即『當受譴責者』)。
I mean those who, before him, took their pretexts from Simon and from the others — called Gnostics, but altogether worthy of condemnation because of the depravity and shameful practice of their unclean deeds.
1:965
ὡς ἀληθῶς γὰρ καὶ τοῦτον πρὸς ὀλίγον ἐγκρατευσάμενον, εἶτα ἀποστάντα τῆς ἐγκρατείας, δίκην ὕδρωπος τοῦ ἑρπετοῦ καλουμένου ἐξ ὑδάτων εἰς γῆν ἀνελθόντος καὶ εἰς ὕδωρ αὖθις ἀναστρέψαντος, καλάμῳ τῷ ἐν χειρὶ δοθέντι Χριστοῦ παίσαντες καὶ ὀλέσαντες ἐπὶ τὰς ἑξῆς αἱρέσεις βαδίσωμεν
因為說實話,此人也曾一度短暫地節制自守,隨後卻背離了節制,正如那被稱為水蛇(許德羅斯)的爬蟲,牠從水中爬上陸地,又再次轉回水中一樣。讓我們用基督交在我們手中的蘆葦擊打他、除滅他,然後前行去論下一個異端吧。
For truly, since he too practiced self-control for a little while and then fell away from it — after the manner of the creature called the water-snake, which comes up out of the water onto the land and then turns back again into the water — let us strike and destroy him with the reed placed in our hand by Christ, and proceed on to the heresies that follow.
1:966
Κατὰ Γνωστικῶν τῶν καὶ Βορβοριτῶν ˉ, τῆς δὲ ἀκολουθίας ˉκˉ
駁諾斯底派,亦稱波爾波利特派——異端二十六,於全書順序中列為第二十。
Against the Gnostics, who are also called Borborites — Heresy 26, being the twentieth in the series.
1:967
Πάλιν οὗτοι οἱ Γνωστικοὶ διαφόρως ἀπὸ τούτου φυόμενοι ἠπατημένοι ἄνθρωποι, ὥσπερ ἀπὸ κοπρίας καρποί, ὡς παντί τῳ δῆλόν ἐστι καὶ φωρατὸν πρὸς δοκιμὴν ἀληθείας οὐ μόνον εἴποιμι πιστοῖς ἀλλὰ τάχα καὶ ἀπίστοις, ἐν τῷ κόσμῳ ἐβλάστησαν·
再者,這些諾斯底派人,以各種不同的方式從這同一根源滋生出來,都是受了欺騙的人——好比從糞土中長出的果子——正如凡人都能明白、且在真理的檢驗下顯而易見的,我敢說,不僅信徒能看出,恐怕連不信者也能看出——他們就這樣在世上冒了出來。
Again, these Gnostics, sprouting up in various ways from this same root, are deceived men — like fruits growing out of dung — as is evident and detectable to everyone in the testing of truth; I would say, not only to the faithful but perhaps even to unbelievers — they have sprung up in the world.
1:968
τὸ γὰρ Μήτραν καὶ αἰσχρότητα λέγειν καὶ τὰ ἄλλα πῶς οὐχὶ καταγέλαστα φανείη πᾶσιν ἀνθρώποις, Ἕλλησί τε καὶ βαρβάροις, σοφοῖς τε καὶ ἀνοήτοις; πολλὴ δὲ συμφορὰ καὶ μεγίστη ὡς εἰπεῖν ταλαιπωρία, τοὺς ἐν καταγνώσει καὶ ἐν πλάνῃ ἐπισείεσθαι ἡμῖν τῶν αἱρέσεων ἀρχηγοὺς καὶ ἐπανίστασθαι ὥσπερ κνωδάλων πλῆθος, ὀχλήσεις τε καὶ δυσοδμίας κνισμούς τε καὶ ἐπεντριβὰς ἡμῖν ἐμποιοῦντας διὰ τῆς τοῦ μυθοποιοῦ πλάνης
因為講什麼『子宮』、什麼『可恥之事』,以及其他種種,這一切在所有人眼中——無論希臘人或蠻族、智者或愚人——豈不都顯得荒謬可笑嗎?而更大的災禍、可說是最深重的苦難,就是那些身陷罪責與謬誤之中的異端頭目,竟向我們揮舞挑釁,如同一群害獸般群起而攻,藉著他們那編造神話的謬妄,帶給我們種種騷擾、惡臭、刺癢與磨擦之苦。
For how would speaking of a 'Matrix' and of 'shamefulness' and the rest not appear ridiculous to all men, both Greeks and barbarians, both the wise and the foolish? And it is a great calamity, and, so to speak, the greatest misery, that the ringleaders of the heresies, who lie under condemnation and in error, should brandish themselves against us and rise up like a swarm of noxious beasts, causing us disturbances and foul odors, itches and irritations, through the error of their myth-making.
1:969
οὗτοι δὲ οἱ τούτῳ τῷ Νικολάῳ συνεζευγμένοι, πάλιν ἀπ' αὐτοῦ ὡς ἀπὸ οὐρίου ᾠοῦ ὄφεως σκορπίοι ἢ ἐξ ἀσπίδων γεγεννημένοι, τινὰ ἡμῖν παρεισφέρουσι κενοφωνίας ὀνόματα καὶ βίβλους πλάττουσι, Νωρίαν τινὰ βίβλον καλοῦντες, καὶ ἐξ ὑπονοίας Ἑλληνικῆς δεισιδαιμονίας μεταποιοῦντες τὴν παρὰ τοῖς Ἕλλησι μυθώδη ῥαψῳδίαν καὶ φαντασίαν οὕτω τὸ ψεῦδος τῇ ἀληθείᾳ παραπλέκουσι
這些人與這尼哥拉相連結,又如同從腐壞的蛇卵中孵出的蠍子,或如毒蛇所生的後代一般,從他而出,向我們引進一些空洞無稽的名詞,並偽造書卷,稱其中一卷書為《挪里亞書》,並根據取自希臘迷信的觀念,把希臘人中流傳的神話式吟唱與幻想加以改造,如此將謊言與真理交織在一起。
These men, yoked together with this Nicolaus, sprung again from him — like scorpions from a rotten serpent's egg, or offspring born of vipers — bring in to us certain names of empty talk, and fabricate books, calling a certain book 'Noria,' and, transforming, on the basis of a notion drawn from Greek superstition, the mythical rhapsody and fantasy current among the Greeks, in this way they weave falsehood together with truth.
1:970
ταύτην γάρ φασιν τὴν Νωρίαν εἶναι τοῦ Νῶε γυναῖκα·
因為他們說,這位挪里亞就是挪亞的妻子。
For they say that this Noria is the wife of Noah.
1:971
καλοῦσι δὲ Νωρίαν, ὅπως τὰ Ἑλληνικῶς παρὰ τοῖς Ἕλλησι ῥαψῳδηθέντα αὐτοὶ βαρβαρικοῖς ὀνόμασι μεταποιήσαντες τοῖς ἠπατημένοις παρ' αὐτῶν φαντασίαν ἐργάσωνται, ἵνα δὴ καὶ ἑρμηνείαν ποιήσωσι. τοῦ τῆς Πύρρας ὀνόματος, Νωρίαν ταύτην ὀνομάζοντες
他們之所以稱她為挪里亞,是為了把希臘人以希臘方式所吟詠傳誦的內容,改換成蠻族名稱,好在那些被他們欺哄的人心中製造出一種幻象;為的是也能對『皮拉』這名字作出一番『詮釋』,於是就給她起了這個名字:挪里亞。
And they call her Noria so that, by transforming into barbarous names what was rhapsodized in Greek fashion among the Greeks, they might produce an illusion in those deceived by them — in order, indeed, that they might also make an interpretation of the name Pyrrha, calling her by this name, Noria.
1:972
ἐπειδὴ γὰρ νοῦρα ἐν τῇ Ἑβραΐδι πῦρ οὐ κατὰ τὴν βαθεῖαν γλῶσσαν ἑρμηνεύεται ἀλλὰ Συριακῇ διαλέκτῳ ἡσὰθ γὰρ τὸ πῦρ παρὰ Ἑβραίοις καλεῖται κατὰ τὴν βαθεῖαν γλῶσσαν, τούτου χάριν αὐτοῖς συμβέβηκε κατὰ ἄγνοιαν καὶ ἀπειρίαν τῷ ὀνόματι τούτῳ χρήσασθαι
因為『諾拉』(noura)一詞是指『火』,但那並非按照真正的希伯來語,而是按敘利亞方言而言——因為按照真正的希伯來語,希伯來人稱『火』為『赫撒特』(esath)——正因如此,他們才會因無知與缺乏經驗,誤用了這個名字。
For since 'noura' means 'fire,' not in the true Hebrew tongue, but in the Syriac dialect — for fire is called 'esath' among the Hebrews in the true tongue — for this reason it has happened to them, out of ignorance and inexperience, to make use of this name.
1:973
οὔτε γὰρ Πύρρα ἡ παρ' Ἕλλησιν οὔτε Νωρία ἡ παρὰ τούτοις μυθευομένη, ἀλλὰ Βαρθενὼς τῷ Νῶε γέγονε γυνή·
因為挪亞的妻子既不是希臘人所說的皮拉,也不是這些人虛構的挪里亞,而是巴特諾斯。
For neither was it Pyrrha, as among the Greeks, nor Noria, as fabled among these people, but Barthenos who became Noah's wife.
1:974
εἶτα τὴν αἰτίαν ὑποτίθενται οὗτοι οἱ τὰ τοῦ Φιλιστίωνος ἡμῖν αὖθις προφερόμενοι, ὅτι πολλάκις βουλομένη μετὰ τοῦ Νῶε ἐν τῇ κιβωτῷ γενέσθαι οὐ συνεχωρεῖτο, τοῦ ἄρχοντος, φησίν, τοῦ τὸν κόσμον κτίσαντος βουλομένου αὐτὴν ἀπολέσαι σὺν τοῖς ἄλλοις ἅπασιν ἐν τῷ κατακλυσμῷ
接著,這些人再次向我們搬出腓利斯提翁式的荒誕故事,提出理由說:她屢次想要與挪亞一同進入方舟,卻不被允許,因為他們說,那位造出這世界的統治者要在洪水中把她連同其餘眾人一併毀滅。
Then these men, again bringing forward for us the tales of Philistion, propose the reason: that although she often wished to be with Noah in the ark, she was not permitted, since the ruler who made the world, he says, wanted to destroy her along with all the others in the flood.
← 上一段下一段 →
1

新的原文誦讀上線時通知我

每次有新章節誦讀影片就寄一封信。採雙重確認,隨時可一鍵取消。