📜 Verbum · 聖言
原文誦讀聖經與教父文獻
♥ 贊助

← 回書卷目次 · 希臘教父 › 駁馬爾克盧

駁馬爾克盧 第 2 章 第 4/4 段

希臘文原文.13 節.部分字詞可點開查義.本章太長已分段,此段為 2:23.3–2:25.6(全章共 184 節)

← 第 1 章第 3 章 →
← 上一段
ℹ️ 本語料沒有逐節的詞法標註。原形主要取自同語言其他書卷的逐詞標註(不是這一節的標註),少數查不到的才回頭依字形比對詞典。同形的罕見字仍可能判錯,需要精確判斷時請覆核原文與專門詞典。
ℹ️ 中英對照為本站自譯,直接譯自本頁的原文(非和合本/WEB —— 那兩者譯自馬所拉文本,與本頁底本不同)。
2:23.3
σαφέστατα γοῦν εἰκόνα καὶ ἀπαύγασμα τοῦ πατρὸς ἐν μορφῇ τε τοῦ θεοῦ εἶναι αὐτὸν ὁ θεσπέσιος ἐδίδαξεν Παῦλος, ὡς διὰ τῶν ἔμπροσθεν ἀποδέδεικται. ὥσπερ οὖν ἑνὸς ὑφεστῶτος πατρὸς καὶ ἑνὸς υἱοῦ φύντος ἐκ τοῦ πατρὸς οὐκ ἄν τις εὖ φρονῶν εἴποι δύο πατέρας ὑπάρχειν οὐδὲ υἱοὺς δύο, καὶ ὥσπερ βασιλέως κρατοῦντος ἑνὸς εἰκόνος δὲ αὐτοῦ πανταχοῦ γῆς προφερομένης οὐκ ἄν τις σωφρονῶν δύο εἴποι τοὺς κρατοῦντας, ἀλλ ἕνα τὸν καὶ διὰ τῆς εἰκόνος τιμώμενον. κατὰ τὸν αὐτὸν τρόπον (ὡς καὶ πολλάκις ἡμῖν εἴρηται) καὶ ἡ ἐκκλησία τοῦ θεοῦ ἕνα παραλαβοῦσα θεὸν σέβειν τὸν αὐτὸν καὶ διὰ τοῦ υἱοῦ. ὡς διὰ εἰκόνος, μένει προσκυνοῦσα
保羅這位神聖的使徒已極其清楚地教導:祂是父的像與光輝,並且存在於神的形式(μορφή)之中,這在前文已經證明過了。正如當只有一位父存在、只有一位子由父所生時,凡有健全理智的人都不會說有兩位父,也不會說有兩位子;又正如當只有一位君王掌權、他的像卻遍佈於地上各處時,凡明智的人都不會說有兩位掌權者,而是說只有一位,他也藉著這像受尊崇——照著同樣的道理(正如我們屢次所說),神的教會既已領受要敬拜獨一的神,就仍然藉著子——如同藉著像那樣——敬拜這同一位神。
That he is the image and radiance of the Father, and exists in the form of God, the divine Paul most clearly taught, as has been demonstrated above. Just as, when one Father subsists and one Son has been begotten from the Father, no one of sound mind would say that there are two fathers or two sons, and just as, when one king rules and his image is displayed everywhere on earth, no one of sound judgment would say that there are two who rule, but rather one who is honored also through the image — in the same way (as we have often said) the Church of God, having received one God to worship, continues to worship that same God also through the Son, as through an image.
2:23.4
ἃ δὴ μὴ συνεὶς Μάρκελλος τὴν εἰκόνα τοῦ θεοῦ τοῦ ἀοράτου τὴν σάρκα εἶναι τοῦ σωτῆρος ἀπεφήνατο, ἣν ὁ ἀπόστολος μορφὴν δούλου κέκληκεν· οὐ λογισάμενος ὅτι καὶ πάντες ἄνθρωποι κατὰ τὴν σάρκα τοῦ σωτῆρος τυγχάνουσιν μεμορφωμένοι. καὶ τὸ μὲν σῶμα ὃ ἀνείληφεν ὁ σωτὴρ τῆς ἀγενήτου καὶ ἀρρήτου καὶ πατρικῆς θεότητος εἰκόνα εἶναι διισχυρίζεται, τὸν δὲ υἱὸν τοῦ θεοῦ τὸν μονογενῆ δι οὗ τὰ πάντα συνέστη (πάντα γὰρ δι αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ) ἀρνεῖται εἶναι εἰκόνα τοῦ θεοῦ αὐταῖς συλλαβαῖς λέγων οὐκοῦν πρόδηλον, ὅτι πρὸ τῆς τοῦ ἡμετέρου σώματος ἀναλήψεως ὁ λόγος καθ ἑαυτὸν οὐκ ἦν εἰκὼν τοῦ ἀοράτου θεοῦ. ὁρᾷς ὅσῃ διαστροφῇ κέχρηται τῆς ἀποστολικῆς ἑρμηνείας
馬爾克盧不明白這些道理,竟宣稱救主的肉身乃是那不能看見之神的像——這肉身,使徒稱之為「僕人的形狀」——他沒有考慮到,所有的人也都是照著救主的肉身而被塑造的。他一方面堅稱救主所取的身體是那不受生、不可言喻、屬父的神性之像,另一方面卻否認神的獨生子——萬物藉著祂而成——(因為「萬物是藉著祂造的,凡被造的,沒有一樣不是藉著祂造的」)——是神的像,並用如下的原話說:「因此顯然,在取了我們的身體以先,道就其自身而言,並不是那不能看見之神的像。」你看他何等歪曲了使徒的解釋。
Not understanding these things, Marcellus declared that the flesh of the Savior is the image of the invisible God — the flesh which the Apostle called 'the form of a servant' — not considering that all men, too, are formed according to the flesh of the Savior. And while he insists that the body which the Savior assumed is the image of the unbegotten, ineffable, paternal Godhead, he denies that the only-begotten Son of God, through whom all things came to be — for 'all things came to be through him, and without him not one thing came to be' — is the image of God, saying, in these very words: 'It is therefore plain that, before the assumption of our body, the Word in himself was not the image of the invisible God.' You see with what perversion he has treated the Apostle's meaning.
2:23.5
οὕτω δὲ τοῦ εὐαγγελιστοῦ Ἰωάννου τὸ παρὰ Μωσεῖ καὶ τοῖς λοιποῖς προφήταις κεκρυμμένως ἐγνωσμένον μυστήριον εὐαγγελιζομένου καὶ ἀνακαλύπτοντος μεγάλῃ τε κηρύττοντος βοῇ τὸ ἐν ἀρχῇ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ λόγος. πάντα δι αὐτοῦ ἐγένετο
然而,福音書作者約翰卻如此傳講那在摩西與其餘眾先知那裡隱藏地被知曉的奧祕,將其揭開,並大聲宣告:「太初有道,道與神同在,道就是神。萬物是藉著祂造的。」
Such being the case, the evangelist John proclaimed the mystery that had been known hiddenly by Moses and the rest of the prophets, unveiling it and crying out with a great voice: 'In the beginning was the Word, and the Word was with God, and the Word was God. All things came to be through him.'
2:23.6
καὶ μαρτυρομένου ὅτι ἦν τὸ φῶς τὸ φωτίζον πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω, τήν τε υἱότητα σαφῶς παριστῶντος ἐν τῷ περὶ μὲν τοῦ πατρὸς λέγειν θεὸν οὐδεὶς ἑώρακεν πώποτε, περὶ δὲ τοῦ υἱοῦ ὁ μονογενὴς υἱὸς ὁ ὢν εἰς τὸν κόλπον τοῦ πατρός, ἐκεῖνος ἐξηγήσατο
並見證祂「是那光,照亮一切生在世上的人。祂在世界,世界也是藉著祂造的,世界卻不認識祂」;又在論到父時說「從來沒有人看見神」,論到子時說「只有在父懷裡的獨生子將祂表明出來」,清楚地陳明了子的名分。
and testifying that he was the light that enlightens every man coming into the world; he was in the world, and the world came to be through him, and the world knew him not — clearly setting forth the sonship when he says, of the Father, 'no one has ever seen God,' and of the Son, 'the only-begotten Son, who is in the bosom of the Father, he has made him known.'
2:24.1
ὁ θαυμαστὸς οὗτος τῶν Χριστοῦ λόγων διδάσκαλος τὰς ἐντολὰς τοῦ θεοῦ καὶ τοὺς παραγγελτικοὺς τῶν πρακτέων λόγους ἀπὸ τῆς θείας συναγαγὼν γραφῆς τοιοῦτόν τινα ὁρίζεται τὸν ἐν ἀρχῇ λόγον. ἐπάκουσον δὲ ὅπως ταῦτα συνιστᾶν πειρᾶται, τοῦτον γράφων τὸν τρόπον τῶν δὲ διδασκόντων αὐτοὺς ὥσπερ αἰδουμένων μεμνῆσθαι τοῦ λόγου. ὃν οὕτω πᾶσαι αἱ θεῖαι κηρύττουσιν γραφαί. Δαυὶδ μὲν γὰρ περὶ αὐτοῦ λέγει τῷ λόγῳ κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν, αὖθίς τε ὁ αὐτὸς ἐξαπέστειλεν τὸν λόγον αὐτοῦ καὶ ἰάσατο αὐτούς. Σολομῶν δὲ ζητήσουσίν με κακοί, καὶ οὐχ εὑρήσουσιν. ἐμίσησαν γὰρ σοφίαν, τὸν δὲ λόγον κυρίου οὐ προείλοντο. Ἡσαΐας τε ἐκ Σιὼν ἐξελεύσεται νόμος, καὶ λόγος κυρίου ἐξ Ἱερουσαλήμ. καὶ αὖθις Ἱερεμίας ᾐσχύνθησαν σοφοὶ φησὶν καὶ ἐπτοήθησαν καὶ ἑάλωσαν, ὅτι τὸν λόγον κυρίου ἀπεδοκίμασαν
這位論及基督話語的「卓越教師」,從神聖經文中收集了神的誡命及論及當行之事的訓誨之言,如此界定「太初」的道。且聽他如何嘗試證立此說,他這樣寫道:「那些教導他們的人,彷彿羞於提及這道——這道乃是眾聖經文如此宣告的:大衛論到祂說:『諸天藉耶和華的命而立』,又說:『祂發命醫治他們』。所羅門說:『惡人尋找我,卻尋不著,因為他們恨惡智慧,不揀選耶和華的道』。以賽亞說:『必有律法從錫安而出,耶和華的道從耶路撒冷而出。』耶利米又說:『智慧人慚愧,驚惶被擒拿;他們棄掉耶和華的道』。」
This wondrous teacher of the sayings of Christ, having gathered together from the divine Scripture the commandments of God and the injunctions concerning things to be done, defines the Word 'in the beginning' to be something of this sort. Hear how he attempts to establish this, writing in the following manner: 'Since those who teach them are, as it were, ashamed to make mention of the Word — him whom all the divine Scriptures thus proclaim. For David says of him, “By the word of the Lord the heavens were established,” and again the same, “he sent forth his word and healed them.” And Solomon: “The wicked will seek me and will not find me, for they hated wisdom and did not choose the word of the Lord.” And Isaiah: “Out of Zion shall go forth the law, and the word of the Lord from Jerusalem.” And again Jeremiah says, “The wise men were ashamed and were dismayed and were caught, because they rejected the word of the Lord.”'
2:24.2
καὶ Ὡσηὲ δὲ ὁ προφήτης ἐμίσησαν ἔφη ἐν πύλαις ἐλέγχοντα, καὶ λόγον ὅσιον ἐβδελύξαντο. Μιχαίας τε ὁμοίως καὶ αὐτὸς περὶ τοῦ λόγου μνημονεύων ἐκ Σιὼν ἔφη ἐξελεύσεται νόμος, καὶ λόγος κυρίου ἐξ Ἱερουσαλήμ. ταῦτα καὶ τὰ τούτοις ἀδελφὰ συναγαγὼν κρατύνειν διὰ τούτων τὴν ἑαυτοῦ δόξαν ἡγεῖται
先知何西阿說:『他們恨惡那在城門口指責人的,憎惡誠實的話。』彌迦也同樣地,論及這道,說:『必有律法從錫安而出,耶和華的道從耶路撒冷而出。』」他收集這些及與此相類的經文,自以為藉此便鞏固了自己的見解。
And the prophet Hosea said, 'They hated him who reproves in the gates, and abhorred the holy word.' And Micah likewise, he too making mention of the word, said, 'Out of Zion shall go forth the law, and the word of the Lord from Jerusalem.'” Having gathered these and their kindred texts, he supposes that through them he strengthens his own opinion.
2:24.3
ὅρα δὲ πῶς φύρας τὰς ἀπὸ τῆς θείας γραφῆς μαρτυρίας ὁμοῦ συνήγαγεν καὶ τὸν ἀποστελλόμενον τοῦ θεοῦ λόγον, τὸν σωτήριον καὶ ἰατικόν, καὶ τὸν τῶν πρακτέων παραγγελτικόν. τὸ γὰρ ἐμίσησαν ἐν πύλαις ἐλέγχοντα, καὶ λόγον ὅσιον ἐβδελύξαντο ποῖον ὑποτίθεται λόγον ἢ πάντως που τὸν περὶ τῶν ὁσίων καὶ δικαίων πράξεων παραγγελτικόν, πάντα τε μᾶλλον ἢ τὸν υἱὸν τοῦ θεοῦ ὁμολογεῖν βούλεται, ὥσπερ αἰδούμενος μνημονεῦσαι τοῦ υἱοῦ. ἡμεῖς μὲν γὰρ οἴδαμεν τὸν υἱὸν τοῦ θεοῦ κυριώτατον ὄντα υἱὸν καὶ ἀληθῶς μονογενῆ τοῦ θεοῦ, καὶ λόγον δὲ αὐτὸν ἀκριβῶς ἴσμεν οὐχ ὅμοιον τῷ ἐν ἀνθρώποις, ἀλλ οἷον προσήκει νοεῖν θεοῦ λόγον, ζῶντα καὶ ὑφεστῶτα καὶ υἱόν. ὁ δὲ λόγον σημαντικὸν καὶ τῶν πρακτέων παραγγελτικὸν εἰσάγων, εἰκότως ὤκνει τὸν υἱὸν ὁμολογεῖν, ὃν αὐτῷ ἔργῳ ἠρνεῖτο
你看他如何將出自聖經的各種見證混雜攪和在一起——神所差遣的道、那拯救醫治的道,以及那訓誨當行之事的道,全都混為一談。因為「他們恨惡那在城門口指責人的,憎惡誠實的話」一語,他認為這是指哪一種「道」呢?無非是指那論及聖潔公義行為的訓誨之言罷了。他寧可承認一切,也不肯承認神的子,彷彿羞於提及這位子。我們則知道,神的子乃是最本義的子,真正是神的獨生子;我們也確切知道祂是道,卻不像人間所謂的「話語」那樣,而是應當理解為神的道那樣——是活的、有位格存在的、並且是子。可是他所引入的,卻只是一個表意性的、訓誨當行之事的「道」,難怪他遲疑不肯承認這子——而他其實正是在事實上否認這位子。
Observe how he has mixed together and jumbled the testimonies from divine Scripture — the sent word of God, the saving and healing word, and the word that gives injunctions for what must be done. For 'they hated him who reproves in the gates, and abhorred the holy word' — what word does he suppose this to be, if not surely the injunctive word concerning holy and just deeds? He wishes to confess anything rather than the Son of God, as though ashamed to make mention of the Son. For we know that the Son of God is Son in the most proper sense, and truly the only-begotten of God; and we know precisely that he is the Word, not like the word among men, but such as it is fitting to conceive the Word of God to be — living, subsisting, and a Son. But he, introducing a merely significative word, one that gives injunctions for what must be done, naturally shrank from confessing the Son, whom in very deed he was denying.
2:25.1
εἶτα καὶ αὐτὸς ἑαυτῷ τἀναντία γράφων οὐκ αἴσθεται. ἐν ἑτέροις μὲν γὰρ διισχυρίζεται μηδένα τοῦ προτέρου λαοῦ τὰ κατὰ τὸν λόγον ἐγνωκέναι, μυστήριον γὰρ εἶναι ἀποκεκρυμμένον. γράφει δὲ ὧδε αὐταῖς λέξεσιν τί γὰρ ἕτερον ἦν ἀποκεκρυμμένον μυστήριον ἢ τὸ κατὰ τὸν λόγον; οὕτως δὲ ἦν ἀποκεκρυμμένον ἐν τῷ θεῷ τουτὶ πρότερον τὸ μυστήριον, ὥστε μηδένα τοῦ προτέρου λαοῦ σαφῶς τὰ κατὰ τὸν λόγον εἰδέναι, ἀλλ ἡμᾶς τοῦ πλούτου τῆς δόξης καὶ τοῦ ἀποκεκρυμμένου μυστηρίου ἀπολαύειν νυνί. καὶ αὖθις ἐπιλέγει ὁ δὲ ἱερὸς ἀπόστολός τε καὶ μαθητὴς τοῦ κυρίου Ἰωάννης σαφῶς καὶ διαρρήδην ἐν ἀρχῇ τοῦ εὐαγγελίου διδάσκων, ὡς ἀγνοούμενον ἐν ἀνθρώποις πρότερον, λόγον αὐτὸν τοῦ παντοκράτορος ὀνομάζων, οὕτως ἔφη ἐν ἀρχῇ ἦν ὁ λόγος. ἐν τούτοις μὲν οὖν ἀποκεκρυμμένον μυστήριον διορίζεται εἶναι τὸ περὶ τοῦ λόγον ἔχειν τὸν θεόν, ἐν δὲ ταῖς ἀρτίως παρατεθείσαις προφητικαῖς φωναῖς πάσας τὰς θείας γραφὰς κηρύττειν τὰ περὶ αὐτοῦ συνίστησιν καὶ συνάγει περὶ λόγου θεοῦ πλείστας ὅσας μαρτυρίας
接著,他自己竟未察覺,寫下了與自己相矛盾的話。因為在別處他堅稱:從前的百姓沒有一個人知道有關這道的事,因為那是隱藏的奧祕。他用如下原話寫道:「那隱藏的奧祕,除了有關這道的事,還能是別的什麼呢?這奧祕先前在神裡面竟是如此隱藏,以致從前的百姓沒有一個人清楚知道有關這道的事,唯有我們如今才享受這榮耀的豐富和這隱藏的奧祕。」他又接著說:「然而,那位神聖的使徒、主的門徒約翰,卻在福音書的起頭清楚明白地教導——彷彿這是從前人所不知道的事——他稱祂為全能者的道,如此說道:『太初有道』。」如此看來,在這些話裡,他把神有「道」這件事界定為隱藏的奧祕;而在剛才引用的眾先知言論裡,他卻主張眾聖經都宣告有關這道的事,並且收集了極多有關神的道的見證。
Then he himself, without noticing it, writes things contrary to himself. For in other places he insists that none of the former people knew the things concerning the Word, for it was a hidden mystery. And he writes, in these very words: 'For what else was the hidden mystery, but that which concerns the Word? For this mystery was hidden beforehand in God to such a degree that none of the former people clearly knew the things concerning the Word, but it is we who now enjoy the riches of the glory and of the hidden mystery.' And again he adds: 'But the sacred apostle and disciple of the Lord, John, teaching clearly and expressly at the beginning of the Gospel — as of something previously unknown among men — naming him the Word of the Almighty, thus said, “In the beginning was the Word.”' In these passages, then, he defines the hidden mystery to be the fact that God has a Word; while in the prophetic sayings just now cited, he maintains that all the divine Scriptures proclaim the things concerning him, and he gathers together very many testimonies concerning the word of God.
2:25.2
οὐκ ἄρα ἦν ἀγνοούμενος τῷ προτέρῳ λαῷ, πάντες γὰρ αὐτοὶ τοὺς τοιούτους λόγους ᾔδεσαν, ἀνὰ στόμα καὶ διὰ μνήμης τὰ προφητικὰ λόγια φέροντες. ἀλλὰ τὸν γραμματέα τῶν Ἰουδαίων ἡμῖν ὁ Χριστιανὸς προΐσχεται, οὐκ ἀκούων τοῦ σωτῆρος λέγοντος οὐαὶ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί, θαυμάζει τε αὐτὸν ὅρκῳ πιστούμενον ὅτι εἷς ἐστιν ὁ θεὸς καὶ οὐκ ἔστιν πλὴν αὐτοῦ, οὐκ εἰδὼς ὅτι καὶ τὰ δαιμόνια πιστεύουσιν καὶ φρίττουσιν
由此可見,這道並非從前的百姓所不知曉的,因為他們都知道這樣的話語,口中傳誦、心中記念著眾先知的預言。可是這位「基督徒」(指馬爾克盧)卻向我們搬出猶太人的文士,卻沒有聽見救主說:「你們這假冒為善的文士和法利賽人有禍了」;他竟因這文士以起誓確認「神只有一位,除祂以外再沒有別的神」而感到驚奇,卻不知道「鬼魔也信,並且戰驚」。
He was not, then, unknown to the former people, for they all knew such words, carrying the prophetic oracles on their lips and in their memory. But this 'Christian' holds up before us the scribe of the Jews, not hearing the Savior saying, 'Woe to you, scribes and Pharisees, hypocrites,' and he marvels at him for affirming by oath that 'God is one, and there is none besides him,' not knowing that 'even the demons believe — and shudder.'
2:25.3
τήρει δὲ ὅπως ἐξ αὐτῶν τῶν προφητικῶν γραφῶν τὰ περὶ λόγου συνάγει τοῦ τῶν πρακτέων διδασκαλικοῦ· ὃν καὶ Ἰουδαίων παῖδες γνωρίζειν ὁμολογήσουσιν, ἅτε πρὸ ἡμῶν τοῦτον παρειληφότες. ἀλλ οὐδὲ αὐτὸς Σαβέλλιος τὸν τοιοῦτον ἠγνόει λόγον
你且留意,他如何從眾先知的經文本身,收集了有關那教訓當行之事的「道」的材料——而這道,連猶太人的子孫也會承認自己是知道的,因為他們比我們先領受了它。就連薩伯流本人,也不是不知道這樣一種「道」。
Observe how, from the prophetic Scriptures themselves, he gathers together the material concerning the word that teaches what must be done — a word which even the children of the Jews will acknowledge that they know, since they received it before us. But not even Sabellius himself was ignorant of such a word.
2:25.4
πῶς οὖν Ἰουδαίους καὶ Σαβέλλιον κόπτων μὴ ἐγνωκέναι τὸν λόγον ἔφη δι ὧν παρεθέμην αὐτοῦ φωνῶν; καὶ ἐπειδὴ ἀποπέφανται ὁ αὐτὸς διὰ τῶν ἔμπροσθεν ὡς οὐδεὶς ἐδύνατο τὸν θεὸν εἰδέναι οὐδὲ τὸν λόγον γνωρίζειν αὐτοῦ εἰ μὴ τὴν εἰκόνα εἰλήφει τοῦ ἀοράτου θεοῦ, δηλαδὴ τὴν σάρκα ὡς αὐτὸς ἔφη
既然如此,他又何以在攻擊猶太人和薩伯流時,藉著我所引用他的那些話,說他們不知道這道呢?既然他自己先前又宣稱:若非領受了那不能看見之神的像——也就是他自己所說的肉身——沒有人能認識神,也不能認識祂的道;
How then, while striking at the Jews and Sabellius, did he say, through the words of his I have cited, that they did not know the Word? And since he himself declared earlier that no one could know God or recognize his Word unless one had received the image of the invisible God — that is, plainly, the flesh, as he himself said —
2:25.5
(διὰ μόνης γὰρ τῆς εἰκόνος γνωρίζεσθαι τὸν θεὸν καὶ τὸν τούτου λόγον διετείνατο, τὴν σάρκα λέγων εἶναι τὴν εἰκόνα), ὑπομνηστέον διὰ τῶν προκειμένων ὡς δίχα τῆς ἐνσάρκου παρουσίας Ἰουδαῖοι πάντες τὸν λόγον τοῦ θεοῦ καὶ τοὺς λόγους τοὺς ἐν ταῖς προφητικαῖς γραφαῖς τῶν ὁσίων ἔργων παραγγελτικοὺς ἀκριβῶς ᾔδεσαν, ἐξ ἁπαλῶν ὀνύχων τούτους καταμελετῶντες, καὶ τὸν θεὸν ὡμολόγουν τὸν πάντων ποιητὴν καὶ δημιουργόν, ὥσπερ οὖν καὶ ὁ γραμματεὺς ὁ δι ὅρκου πιστούμενος τοῦτο
(因為他堅稱唯獨藉著這像才能認識神和祂的道,並稱肉身就是這像),——就當藉著前文所提及的事而提醒他:撇開那道成肉身的臨在不論,所有猶太人本就確切知道神的道,以及眾先知經文中那些訓誨聖潔行為的話語,他們自幼便熟習研讀這些,並承認神是萬有的創造者與締造者——正如那位以起誓確認此事的文士一樣。
(for he maintained that God and his Word are recognized only through the image, calling the flesh the image) — it must be recalled, by what has already been set forth, that all the Jews, apart from the incarnate presence, knew precisely the word of God and the words in the prophetic Scriptures that enjoin holy deeds, having studied these from their tenderest years, and confessed God to be the maker and creator of all things, just as also the scribe who confirmed this by oath.
2:25.6
ταῦτα μὲν οὖν εἰς ἀπόδειξιν τοῦ Σαβελλίζειν τὸν ἄνδρα. ὥρα δὲ λοιπὸν ἐπελθεῖν καὶ ἃς πεποίηται διαστρόφους τῶν θείων γραφῶν ἑρμηνείας, ὡς ἂν μάθοι πᾶς τῶν τὸν ἄνδρα τιμώντων ὅτι μὴ μόνης τῆς ὀρθῆς παρεξετράπη πίστεως, ἀλλὰ καὶ τῆς ὑγιοῦς τῶν θεοπνεύστων γραφῶν ἐντεύξεως τε καὶ θεωρίας
以上便是他行薩伯流主義的證明。如今是時候接著考察他對聖經所作的種種歪曲解釋,好叫一切尊敬這人的人都能明白:他所偏離的,不僅是正確的信仰,也偏離了對神所默示之經文的健全誦讀與默觀。
This, then, is offered as proof that the man Sabellianizes. It is time now to go on to consider also the perverse interpretations of the divine Scriptures which he has made, so that everyone who honors this man may learn that he has strayed not only from the right faith, but also from the sound reading and contemplation of the divinely inspired Scriptures.
← 上一段
← 第 1 章第 3 章 →
123

新的原文誦讀上線時通知我

每次有新章節誦讀影片就寄一封信。採雙重確認,隨時可一鍵取消。