📜 Verbum · 聖言
原文誦讀聖經與教父文獻
♥ 贊助

← 回書卷目次 · 希臘教父 › 論隱多珥交鬼婦

論隱多珥交鬼婦 第 1 章 第 2/4 段

希臘文原文.141 節.部分字詞可點開查義.本章太長已分段,此段為 1:169–1:309(全章共 499 節)

← 上一段下一段 →
ℹ️ 本語料沒有逐節的詞法標註。原形主要取自同語言其他書卷的逐詞標註(不是這一節的標註),少數查不到的才回頭依字形比對詞典。同形的罕見字仍可能判錯,需要精確判斷時請覆核原文與專門詞典。
ℹ️ 中英對照為本站自譯,直接譯自本頁的原文(非和合本/WEB —— 那兩者譯自馬所拉文本,與本頁底本不同)。
1:169
ἦ γὰρ ἀγνοητέον ὡς αἱ φλογοείκελοι τῶν ἀγγέλων ἀξίαι τῶν ἀνθρώπων ἀεὶ μακρῷ καλλίους εἰσίν; οὐκοῦν ἐκ πάντων ὁμοῦ τῶν ἔργων εὐχερῶς ἔστιν ἰδεῖν ὅτι τὸν ἡγεμόνα μὲν νοῦν ἐτύφλωττεν ὁ Σαοὺλ ὑπὸ τοῦ δαίμονος ἐλαυνόμενος, ὁ δὲ διάβολος εἰς διαφόρους ἐξήλλαττεν ἑαυτὸν ἰδέας ὑπὸ τοῦ δυνάστου προσκυνηθῆναι πραγματευόμενος, ἵνα ἐκ τούτου πλείστους ὅσους ἐξαπατήσοι λεληθότως ὑποκύπτειν αὐτῷ
因為豈可不知:天使那如焰般的尊榮,總是遠勝於人的尊榮麼?故此從這一切作為合起來看,便容易看出:掃羅那主導的心智因被邪魔驅迫而瞎了,而魔鬼把自己變成不同的形狀,圖謀使那君王敬拜牠,好藉此暗中誘騙盡可能多的人向牠俯伏。
For is it to be unknown that the flame-like dignities of the angels are always far fairer than those of men? Therefore from all the deeds together it is easy to see that Saul's ruling mind was blinded as he was driven by the demon, while the devil changed himself into different forms, contriving to be worshipped by the ruler, so that thereby he might unawares deceive as many as possible into bowing down before him.
1:170
καὶ τί γε δὴ ξένον ἐστὶν εἰπεῖν, ὅπου γε καὶ τὸ τοῦ Χριστοῦ πρόσωπον εἰσιδὼν ἔργῳ μὲν ἔνδοθεν ἑώρα καὶ πράξει θεὸν καὶ φύσει θεοῦ γνήσιον υἱόν, ἄνθρωπον δὲ καθαρόν, ἄχραντον, ἀκηλίδωτον ἐξωτάτω περικείμενον ἐποπτεύων καὶ ναοῦ χρῆμα περικαλλές, ἀφιερωμένον, ἀσύλητον, οὐδὲν ἦττον ἐκπειράσων αὐτὸν ἀμελλητὶ προσῄει θεομαχῶν εἰωθότως; . ὡς δὲ τὰ πρῶτα καὶ τὰ δεύτερα καθ' ἑαυτοῦ προκαλεσάμενος ἡττήθη ῥαγεὶς ἀθλίως, αὖθις εἰς ἄλλο μεταλλάξας ἦθος ὑποδεικνύναι μὲν αὐτῷ πᾶσαν τὴν τοῦδε τοῦ κόσμου περιγραφὴν ἐπεχείρει καὶ τὰς βασιλείας αὐτῆς, ἀπονοίᾳ δὲ καὶ ψευδηγορίᾳ θρασυνόμενος ἐκόμπαζε ταῦτα πάντα σοι δώσω, ἐὰν πεσὼν προσκυνήσῃς μοι
況且這有何稀奇可言呢?既然牠連注視基督的位格時——裡面在行事作為上看見神、看見按本性是神真正的兒子,外面卻看見一個披著肉身、純全、無玷污、無瑕疵、又是至美聖潔、不可侵犯之殿宇的人——尚且照其慣常與神為敵的伎倆,毫不遲延地上前試探祂;及至牠激起頭一次、第二次對自己的攻擊、慘敗潰散後,又改換成另一副姿態,竟試圖把這世上的一切疆域和萬國指給祂看,並以愚妄和謊言放膽誇口說:『你若俯伏拜我,我就把這一切都賜給你。』
And what strange thing is it to say, seeing that even when he looked upon the person of Christ—beholding within, in deed and act, God and by nature the true Son of God, while gazing on a pure man outwardly clothed, undefiled, unstained, and a most beautiful, consecrated, inviolable temple—he nonetheless without delay drew near to tempt Him, warring against God after his custom? And when, having provoked the first and second assaults against himself, he was defeated and wretchedly shattered, then changing to another guise, he tried to show Him all the compass of this world and its kingdoms, and boasting in folly and false speech he vaunted, "All these will I give you, if you will fall down and worship me."
1:171
τοιαύτας μὲν οὖν ὁ ἀσεβὴς ἔρρηξε δεῦρο φωνάς, οἰόμενος εἰς ὀργὴν ἐκκαλέσασθαι τὰ τῆς ἀνεξικακίας ἤθη, καὶ διὰ τοῦ τοιοῦδε δοκῶν ἐπιλαμβάνεσθαι
如此這般,便是那不虔者在此所迸發的言語,自以為能激起那長久忍耐者的性情至於發怒,並以為藉這等手段可抓住把柄。
Such, then, were the utterances the impious one here burst forth with, thinking to call forth into wrath the disposition of long-suffering, and supposing through such means to gain a hold.
1:172
μακροθυμίᾳ δὲ κατεσίγασε τὸν ἀλάστορα θεοπρεπῶς ὁ κύριος·
但主以配得神的方式,藉祂的恆久忍耐使那復仇的惡靈緘默;
But the Lord, in a manner worthy of God, silenced the avenging fiend by His long-suffering;
1:173
ἴδιον γὰρ ἂν εἴη θεῷ πάντα ἀνεξικάκως φέρειν
因為以恆忍承擔萬事,乃是神所固有的。
for it would be proper to God to bear all things with long-suffering.
1:174
εἰ τοίνυν αὐτῷ τῷ κυρίῳ τοιαῦτα προσοῖσαι ῥήματα παρ' οὐδὲν ἡγήσατο, πῶς οὐκ ἔστι σαφὲς ὅτι προσκυνεῖσθαι βουλόμενος ἴσα θεῷ ταῦτα διεπράττετο; . τοῦτο μέν, οἶμαι, τοῖς εὖ φρονοῦσι κατάφωρον ὑπάρχει πᾶσιν, ὅτι διὰ γυναικὸς ἐμμανοῦς ἠπάτησεν τὸν ἔκφρονα δυνάστην ὑποκύψειν αὐτῷ παρὰ τὸ δέον
那麼,牠既把向主自己進這等話視為無足輕重,豈不顯然牠是想被人敬拜、與神同等,才做了這些事麼?我想這對一切心思端正的人都是顯明的——牠藉一個發狂的婦人,誘騙那錯亂的君王違背正道向牠俯伏。
If, then, he reckoned as nothing the offering of such words to the Lord Himself, how is it not plain that, wishing to be worshipped on a par with God, he wrought these things? This, I think, is manifest to all the right-minded—that through a frenzied woman he deceived the deranged ruler into bowing down before him contrary to what was right.
1:175
Ἔτι δὲ διαληπτέον αὐτὰ τὰ τούτοις ὑποκείμενα καθεξῆς
我們還當按次序進一步察考這些事所根據的本身。
And we must still further examine in order the very things that underlie these matters.
1:176
ὡς οὖν ὁ Σαοὺλ ὑπεκλίθη τῷ φάσματι προσκυνήσας, αὖθις ὑποκρίνεται πεπονθέναι βίαν ὁ δολομήτης, εἰς τὸ σχῆμα τοῦ Σαμουὴλ ἀμείψας ἑαυτόν·
於是當掃羅向那幻影俯伏下拜時,那詭詐者又裝作受了強逼,把自己變成撒母耳的形狀;
So when Saul bowed down to the phantom in obeisance, the guileful one again feigns to have suffered violence, having changed himself into the shape of Samuel;
1:177
εἶτα μετὰ εἰρωνείας ἀποκρίνεται σκυθρωπότερον, ἵνα τί παρηνώχλησάς μοι φάσκων ἀναβῆναι;
接著帶著譏諷、更陰沉地回答說:『你為什麼攪擾我,叫我上來呢?』
then with irony he answers more sullenly, saying, "Why have you disturbed me by making me come up?"
1:178
ταῦτα δὲ πλαττόμενος ἀπαρεμφάτως ἐβούλετο σημαίνειν ὅτι καὶ ἄκοντα τὸν προφήτην ὁ δαίμων ἠδύνατο μεταπέμπεσθαι, καὶ κατ' αὐτοῦ τοιαύτην ἔχειν ἐξουσίαν
牠捏造這些話,是要含糊地暗示:那邪魔連違背先知的意願也能召喚他,並對他有這樣的權柄。
And in fashioning these things he wished indefinitely to signify that the demon was able to summon the prophet even against his will, and to have such authority over him.
1:179
εἶτα τοσοῦτον ἀμβλυωποῦσί τινες, ὡς οὐ δύνασθαι νοεῖν ὅτι τοὺς δαίμονας ἐν τῷ θείῳ φυγαδεύουσιν ὀνόματι πάντες οἱ τὰ τοῦ Χριστοῦ φρονοῦντες εἰλικρινῶς, οὐχὶ δὲ τοὐναντίον ὡς ὑποκείμενοι τούτοις ἄκοντες ἀναβαίνουσιν ἐξ ᾅδου, μεταπεμπόμενοι πρὸς αὐτῶν; . εἰ δέ τις οἴεται τὸ τῆς ἐγγαστριμύθου δαιμόνιον οὐδεπώποτε φυγαδεύεσθαι, προὖχον ἁπάντων ὁμοῦ τῶν ἄλλων, ἀναδραμέτω μὲν εἰς τὰς τῶν ἀποστόλων Πράξεις, ἐπ' αὐτῶν δὲ τῶν χωρίων ἐμβατεύσας ἰδέτω πῶς ὁ περίοδος ἱεροκήρυξ ἀφίκετο Παῦλος εἰς Φιλίππους·
那麼,難道有些人如此昏瞶,以致看不出:凡真正持有基督心思的人,都藉那神聖的名把邪魔趕逐——而非相反,彷彿那些邪魔作為順服者、被牠們召喚而不情願地從陰間上來麼?但若有人以為那交鬼婦人的邪魔,因勝過其餘一切而從不被趕逐,就讓他翻回到《使徒行傳》,進到那些經文裡,看保羅這位四處傳道的使者如何來到腓立比;
Then are some so dim-sighted as to be unable to perceive that all who genuinely hold the mind of Christ put the demons to flight by the divine name—and not, on the contrary, that, as being subject to them, they ascend unwillingly out of Hades, summoned by them? But if anyone supposes that the demon of the woman with the familiar spirit is never put to flight, being superior to all the rest together, let him run back to the Acts of the Apostles, and entering upon the very passages, let him see how Paul the itinerant herald arrived at Philippi;
1:180
ὡς δὲ τὴν καλουμένην ἐφώτισε Λυδίαν εὐσεβείας ἐπιγνώσει, τηνικαῦτα μὲν ᾤχετο τὰς εὐχὰς ἀνοίσων, ἐγένετο δὲ παιδίσκην ἀπαντῆσαί τινα φησὶν ἔχουσαν πνεῦμα πύθωνος, ἥπερ ἐργασίαν πολλὴν παρεῖχεν τοῖς κυρίοις αὐτῆς μαντευομένη
當他用敬虔的知識光照了那名叫呂底亞的婦人後,正要去獻上禱告,經上說,恰有一個使女迎面而來,她有占卜的靈(巫鬼),藉占卜給她主人們帶來大利。
and when he had enlightened the woman called Lydia with the knowledge of godliness, then he was going off to offer his prayers, and it came about, he says, that a certain slave-girl met him, having a spirit of divination (a python), who provided much gain to her masters by divining.
1:181
τοιγαροῦν αὕτη κατακολουθήσασα τῷ Παύλῳ καὶ τοῖς ἀμφ' αὐτὸν ἐβόα γεγωνότως·
於是這使女跟隨保羅和與他同行的人,大聲喊著說:
Accordingly, this girl, following after Paul and those with him, cried out loudly:
1:182
οὖτοι οἱ ἄνθρωποι δοῦλοι τοῦ θεοῦ τοῦ ὑψίστου εἰσίν, οἵτινες καταγγέλλουσιν ὑμῖν ὁδὸν σωτηρίας·
『這些人是至高神的僕人,向你們傳說救人的道。』
"These men are servants of the Most High God, who proclaim to you the way of salvation";
1:183
καὶ τοῦτο ἐπὶ πολλὰς ἔπραττεν ἡμέρας
她一連多日這樣行。
and this she did for many days.
1:184
ἀλλ' ὁ μὲν δαίμων ἀοράτῳ μάστιγι στρεβλούμενος ἄκων ἠναγκάζετο τοιαύτας ἀφιέναι φωνάς, ὁ δὲ Παῦλος οὐκ ἀξιόπιστον εἶναι τὴν ἐκείνου μαρτυρίαν ἐννοήσας ὀρθότατα, διαπονηθεὶς ἔφη τῷ πνεύματι, παραγγέλλω σοι λέγων ἐν ὀνόματι Ἰησοῦ Χριστοῦ ἐξελθεῖν ἀπ' αὐτῆς
但那邪魔被一條看不見的鞭子折磨,不得已被逼發出這等話;保羅極正確地斷定那一位的見證不可信,便心中憂愁,對那靈說:『我奉耶穌基督的名,』他說,『吩咐你從她身上出來。』
But the demon, racked by an invisible scourge, was unwillingly compelled to send forth such words; and Paul, having most rightly considered that that one's testimony was not trustworthy, being grieved said to the spirit, "I charge you," saying, "in the name of Jesus Christ to come out of her."
1:185
εἶτα τὸ πρᾶγμα διηγούμενος ὁ συγγραφεὺς ἐπιφέρει, καὶ ἐξῆλθεν λέγων αὐτῇ τῇ ὥρᾳ
接著,作者敘述這事說:『那鬼當時就出來了。』
Then, narrating the matter, the writer adds, "And it came out that very hour."
1:186
θεασάμενοι οὖν οἱ κύριοι τῆς θεραπαινίδος ὡς ἐκποδὼν ᾤχετο τῆς ἐργασίας αὐτῶν ἡ ἐλπίς, ἐπιλαβόμενοι τὸν Παῦλον καὶ τὸν Σίλαν εἵλκυσαν εἰς τὴν ἀγορὰν ἐπὶ τοὺς ἄρχοντας ὕβρεσι δὲ καὶ πληγαῖς αἴτιοι γεγόνασι, συκοφαντίᾳ στάσεις ἐπεγείραντες
於是那使女的主人們見得利的指望沒有了,就揪住保羅和西拉,拉他們到市上見官長;他們用辱罵和擊打釀成禍端,藉誣告挑起黨爭。
So when the masters of the maidservant saw that the hope of their gain was gone, laying hold of Paul and Silas they dragged them into the marketplace to the magistrates; and by insults and blows they became the cause of trouble, stirring up factions by false accusation.
1:187
εἰ τοίνυν ὁ Παῦλος ἐπιτιμήσας τῷ πνεύματι τὸν πυθόμαντιν ἀθρόως ἐξήλασεν ἐν αὐτῇ τῇ ῥοπῇ, τὸ δὲ πνεῦμα τῇ τοῦ ῥήματος ἀπέδρασεν ἐξουσίᾳ μὴ δυνάμενον ὑποστῆναι τὸν τῆς γλώσσης ἦχον, εἰπάτω παριὼν εἰς τοὐμφανὲς ὁ τῷ τοιῷδε συνιστάμενος ὅρῳ, ποταπῇ δυνάμεως ἀρετῇ τὸν ὁμόδοξον τῷ Παύλῳ Σαμουὴλ ἄκοντα μετακαλούμενος ὁ δαίμων ἀνήγαγεν ἐξ ᾅδου
那麼,倘若保羅斥責那靈、就在那一瞬間立刻趕出那行占卜的,而那靈因不能抵擋他舌頭的聲音、便在他話語的權柄下逃遁——那麼讓持這等定義的人公然站出來說:那邪魔是憑何等卓越的能力,違背撒母耳的意願、把這位與保羅同信的撒母耳從陰間招上來呢?
If, then, Paul, having rebuked the spirit, drove out the diviner all at once in that very instant, and the spirit fled by the authority of his word, unable to withstand the sound of his tongue—let him who supports such a definition come forward into the open and say: by what excellence of power did the demon bring up from Hades, against his will, Samuel, who is of the same belief as Paul, summoning him?
1:188
ἀλλ' οὐκ ἂν ἔχοι δεικνύναι τούτων οὐδὲν ἀληθές·
但他斷不能證明這些事中有一件是真的;
But he would not be able to show anything of these things to be true;
1:189
ὥστε καὶ διὰ τῶνδε μάλα ῥᾳδίως ἔστιν ἰδεῖν ὅτι μεταμορφωσάμενος ἠγόρευε τῷ Σαοὺλ ὁ δολομήτης, ἵνα τί παρηνώχλησάς μοι; φήσας
因此藉這些事也極容易看出:那詭詐者是變了形向掃羅說話,說:『你為什麼攪擾我?』
so that through these things too one can very easily see that, having transformed himself, the guileful one addressed Saul, saying, "Why have you disturbed me?"
1:190
ὑπῃνίττετο γὰρ ὅτι παρὰ βούλησιν ἄκων ἀνέβαινεν, οὐ θέλων, ἀλλὰ ἀνάγκῃ καὶ βίᾳ, καθάπερ ὑπ' αὐτοῦ μεταπεμφθῆναι τοῦ κρείττονος ἐπιταχθείς
因為牠暗示自己是不情願地、違背意願地上來——並非願意,乃是出於迫不得已和強逼——彷彿是奉那更強者自己的吩咐而被召喚的。
For he hinted that he was coming up unwillingly, against his will—not wishing it, but by necessity and force—as though commanded to be summoned by the Mightier Himself.
1:191
ὁ δὲ δυνάστης ἀνθυπενέγκας ἔφη·
那君王便反問說:
And the ruler, retorting, said:
1:192
θλίβομαι σφόδρα, καὶ οἱ ἀλλόφυλοι πολεμοῦσιν ἐν ἐμοί, καὶ ὁ θεὸς ἀφέστηκε φησὶν ἀπ' ἐμοῦ καὶ οὐκ ἀκήκοέν μου ἔτι, οὔτ' ἐν χειρὶ τῶν προφητῶν οὔτε ἐν ἐνυπνίοις·
『我甚窘急,因為非利士人攻擊我,神又離開我,』他說,『不再回答我,無論藉先知的手或在夢中都不答;
"I am sorely distressed, and the Philistines make war against me, and God," he says, "has departed from me and no longer answers me, neither by the hand of the prophets nor in dreams;
1:193
καὶ νῦν κέκληκά σε γνωρίσαι μοι τί ποιήσω
現在我招你來,是要你指示我當怎樣行。』
and now I have called you to make known to me what I shall do."
1:194
εἰ Σαμουὴλ ὁ περίβλεπτος ἐτύγχανε προφήτης, οὐκ ἂν ἐσωφρόνισε τὸν ἄνδρα νουθετῶν; . οὐκ ἂν εἶπεν αὐτῷ τὸ πρῶτον·
撒母耳若是那聞名遐邇的先知,豈不會藉勸誡使那人醒悟麼?豈不會先對他說:
If Samuel were the far-famed prophet, would he not have brought the man to his senses by admonishing him? Would he not have said to him first:
1:195
εἰπέ μοι, σχέτλιε πάντων ἀνθρώπων, εἰ περιέστηκαν οἱ ἀλλογενεῖς εἰς πόλεμον ἀντιπαραταττόμενοι συσταδόν, εἴπερ ὁ θεὸς ἀφέστηκεν ἀπὸ σοῦ καὶ τὸ παράπαν οὐκ ἐπακήκοέν σου, οὔτε δὲ προφήται πρεσβεύοντες ὑπὲρ σοῦ κατῄδεισαν, οὔτε ὄναρ οὔτε ὕπαρ ἀπεκαλύφθη σοι τὸ δέον, οὐ ταύτῃ μάλλον ὤφελες ἐξιλεούμενος ὑποκλιθῆναι θεῷ καὶ πενήτων ἐλεημοσύναις ἀπολούσασθαι τὰ τῶν ἐγκλημάτων αἴτια, μήτι γε δὴ καταφεύγειν ἐπὶ μάντιν ἐγγαστρίμυθον καὶ μανιώδει μαντικῇ τὰ τῆς εὐσεβείας ἀντικαταλλάττεσθαι σύμβολα καὶ καθ' ἑαυτοῦ τὸ πάθος αὐξῆσαι διττῶς; . ἦ γὰρ οὐ διανοητέον ὅτι τὰ τοιάδε μιάσματα ῥητῶς ἀπηγόρευσεν ὁ θεός, ἐν τῷ Λευϊτικῷ διὰ Μωσέως εἰπών·
『你這眾人中最可悲的人哪,告訴我——倘若外邦人已圍住你、列陣逼近要交戰;倘若神已離開你、全然不聽你;倘若既無先知為你代求而指明什麼、也無夢或異象向你顯示你所當行的——你豈不更該正藉此向神謙卑、求祂息怒,並以賙濟窮人洗去你罪愆的根由,而非投奔一個交鬼的占卜者、用敬虔的記號換取那狂亂的占卜、加倍自招禍患麼?因為豈不當思想:這類污穢,神已明明禁止,藉摩西在《利未記》中說:
"Tell me, O most wretched of all men—if the foreigners have surrounded you, drawn up in close array for war; if God has departed from you and has not at all hearkened to you; if neither prophets interceding on your behalf have made anything plain, nor by dream or waking vision has been revealed to you what you ought to do—ought you not rather, by this very means, to have humbled yourself before God in propitiation and to have washed away the causes of your guilt by almsgivings to the poor, far rather than to flee for refuge to a diviner with a familiar spirit, and to barter the tokens of godliness for frenzied divination, and to increase your calamity against yourself doubly? For is it not to be considered that such pollutions God expressly forbade, saying in Leviticus through Moses:
1:196
οὐκ ἐπακολουθήσετε τοῖς ἐγγαστριμύθοις, καὶ τοῖς ἐπαοιδοῖς οὐ προσκολληθήσεσθε μιανθῆναι ἐν αὐτοῖς·
『不可隨從那些交鬼的,也不可親近行巫術的,被他們玷污;
"You shall not follow after those who have familiar spirits, and to the enchanters you shall not cleave, to be defiled by them;
1:197
ἐγώ εἰμι κύριος ὁ θεὸς ὑμῶν; ἀλλ' οὐκ ἀσεβῆ τάδε τὰ βδελύγματα νομίζεις, ἐναντία τῷ θεῷ δραματουργεῖν ἐγχειρῶν; . ἄκουε καὶ μεθ' ἕτερα τοῦ θεοῦ χρησμῳδοῦντος ἐπὶ τῷ τοιῷδε τολμήματι·
我是耶和華你們的神』?但你豈不把這些可憎之事看為不虔、竟著手搬演一齣違背神的戲麼?再聽,在別的話之後,神論到這等惡行所發的諭旨:
I am the Lord your God"? But do you not reckon these abominations as impious, undertaking to act out a drama contrary to God? Hear also, after other things, God uttering an oracle concerning such an outrage:
1:198
ἐπακολουθήσῃ τοῖς ἐγγαστριμύθοις ἢ ἐπαοιδοῖς ὥστε ἐκπορνεῦσαι ὀπίσω αὐτῶν·
『……隨從那些交鬼的或行巫術的,以致行邪淫跟隨他們;
"...follows after those who have familiar spirits or enchanters, so as to go a-whoring after them;
1:199
ὁποῖα καὶ τίνα πείσεται προσθείς, ἐπέφρασε προϊών·
他將遭受何等樣的事——神接著如此說明:
"what sort and what things he shall suffer," He added, declaring as He went on:
1:200
ἐπιστήσω τὸ πρόσωπόν μου φάμενος ἐπὶ τὴν ψυχὴν ἐκείνην καὶ ἀπολῶ αὐτὴν ἐκ τοῦ λαοῦ αὐτῆς
『我要向那人變臉,』神說,『把他從民中剪除。』
"I will set my face," He said, "against that soul, and will destroy it from among its people."
1:201
εἰ οὖν ἀρχῆθεν νομοθετήσας ὁ θεὸς αὐστηροῖς ἀπέστειλε προγράμμασι τοὺς ταῖς τοιαύταις ἐγκαλινδουμένους ἐπαοιδαῖς ἢ μαντείαις, ἀπειλεῖ δὲ σκυθρωπὰ καὶ φρικώδη κολαστήρια κατὰ τῶν ἁλισκομένων ἐπὶ τῇ δίκῃ φοβερῶς, οὐ τὸν ἀνακείμενον ἐξ ἁπαλῶν ὀνύχων αὐτῷ τῷ θεῷ καὶ νομοφύλακα βέβαιον ἔδει περὶ τούτων ἐγκαλέσαι πρῶτον; . ἀλλ' ὁ νομομαθὴς ἐκ μειρακίου καὶ τὰς νομικὰς ἀκριβῶσαι γραμμὰς ἀκρότατα δυνηθεὶς οὐκ ἂν ἐπεζήτησε τὸ πταῖσμα, μή πῃ ἄρα διὰ τούτου τινὲς εἰς μανικὰς ἐξελκυσθῶσι μαντείας, ἀπάτῃ συληθέντες ἀθλίως; . ἀλλὰ τούτων μὲν οὐδὲν οὔτε εἶπεν οὔτε ἐζήτησεν ( οὐ γὰρ ἦν ὁ Σαμουήλ, ἀλλ' ὁ τὰ τοιάδε δράματα τυρεύων ἀνέκαθεν), ἐπὶ δὲ τούτοις ἀποκρίνεται, τὸ πρόσωπον τοῦ προφήτου ὑποδύς, ἵνα τί λέγων ἐπερωτᾷς με, καὶ κύριος ἀφέστηκεν ἀπὸ σοῦ καὶ γέγονεν μετὰ τοῦ πλησίον σου; καὶ πεποίηκέν σοι κύριος καθὰ ἐλάλησεν ἐν χειρί μου
那麼,神既從起初立了律法、以嚴厲的條例懲處那些沉溺於這類巫術或占卜的人,並可畏地向那些在審判時被拿住的人威嚇陰森可怖的刑罰,那麼,那從幼小便獻身於神自己、又是律法堅定守護者的人,豈不該先就這些事提出控訴麼?這個從少年就精通律法、能至為精確地掌握律法條文的人,豈不會追究這過失,免得有人藉此被拖入狂亂的占卜、被詭詐悲慘地擄掠麼?但這些事他既沒說也沒問(因為那不是撒母耳,乃是那自古便策劃此類戲碼的);牠反倒就這些事回答,溜進了先知的位格說:『你為什麼問我,說耶和華離開你、與你鄰舍同在呢?耶和華照他藉我手所說的,向你行了。』
If, then, God, having from the beginning legislated, dispatched with stern ordinances those who wallow in such enchantments or divinations, and threatens grim and dreadful punishments fearfully against those caught at the judgment, ought not he who from tender nails was devoted to God Himself, and was a firm guardian of the law, to have first laid an accusation concerning these things? But the man learned in the law from boyhood, who was able most exactly to master the lines of the law, would he not have inquired into the fault, lest perchance through this some be dragged off into frenzied divinations, miserably despoiled by deceit? But of these things he neither said nor inquired anything (for it was not Samuel, but the one who from of old concocts such dramas); and upon these things he answers, having slipped into the person of the prophet: "Why do you ask me, saying that the Lord has departed from you and has come to be with your neighbor? And the Lord has done to you as He spoke by my hand."
1:202
ταῦτα μὲν οὖν ὡς ἐχθρὸς ἅμα καὶ ἐκδικίαν ὑποτυπούμενος εἰσάγειν ἀναγινώσκει τὰ τῆς κατηγορίας ὑπομνήματα
這些話,牠便如同仇敵、同時又勾勒出報復的樣式般宣讀出來,把控告的案卷端出。
These things, then, he reads out as an enemy and at the same time sketching out vengeance, introducing the memoranda of accusation.
1:203
Θεωρητέον δὲ πῶς αὐτὰ τὰ συνεκτικὰ παρεὶς ἐγκλήματα πλάττεται μὲν ὑποκρίσει δεικτικώτερα φθέγγεσθαι, μηδὲν δὲ προγνώσεως ἄξιον εἰπὼν ἐκεῖνα δευτεροῖ τετεχνασμένως, ὅσα περιὼν ὁ Σαμουὴλ ἔτι προὔλεγε συνενεχθῆναι τῷ Σαούλ, ἅπερ ὡς ἤδη γεγονότα προανεφώνει προφητεύων
但我們當留意:牠如何撇開那些最關鍵的指控,卻以假冒裝出更顯有憑據的口吻,並且說不出一句配得上先見的話,反倒巧妙地重述那些撒母耳在世時所預言、將臨到掃羅的事——這些牠當作已然成就之事預先宣告,假作先知說話。
But we must observe how, passing over the very essential charges, he feigns to speak more demonstratively by hypocrisy, and, having said nothing worthy of foreknowledge, he repeats artfully those things which Samuel, while yet alive, had foretold would befall Saul—which he proclaimed beforehand as already accomplished, prophesying.
1:204
ἀλλὰ μὴν ὅ γε φήσας αὐτῷ τί ἐπερωτᾷς με; διαρρήδην ὁμολογεῖ ταῦτα καὶ πρότερον εἰρηκέναι·
但實在說來,那對他說『你為什麼問我?』的,明明承認這些話從前也說過;
But indeed, the one who said to him, "Why do you ask me?" expressly confesses that he had said these things before as well;
1:205
ταυτολογεῖ δὲ δή, τὰ πρῶτα διὰ τῶν ἔπειτα βεβαιῶν ἐπὶ προσχήματι γοωδῶς
牠實際上是在重複贅言,藉著後面的話、以一種藉口、以哀號的方式確認前面的話。
and he is in fact tautologous, confirming the former things by the later ones under a pretext, in wailing fashion.
1:206
Ὠριγένης δὲ τοὐναντίον αὐτὰ τὰ πάλαι τῷ προφήτῃ προαναφωνηθέντα ῥήματα παραλαβὼν ἐπὶ λέξεως ὡς ἄρτια καὶ καινὰ προφητείας ἀποφθέγματα διορίζεται, διά τοι τοῦτο βούλεται τὸν Σαμουὴλ ἀνῆχθαι, καίτοι τῆς γραφῆς ἄντικρυς ἐλεγχούσης αὐτόν, ὥς γε συνομολογεῖ καὶ αὐτὸς ἐν μέρει τοπικῶς
但俄利根卻反其道而行,把那從前向先知所宣告的同樣的話逐字當作新近、嶄新的預言宣告而下定論;正因如此,他便要主張撒母耳是被招上來了,雖然經文當面駁斥他,正如他自己也在局部、就地點而言有所承認。
But Origen, on the contrary, taking the very words that were proclaimed of old to the prophet, defines them verbatim as fresh and new utterances of prophecy; for this very reason he wishes Samuel to have been brought up, although the Scripture convicts him face to face, as indeed he himself in part locally concedes.
1:207
ἀλλὰ τί μετὰ ταῦτα προσετίθει πάλιν, ὁπηνίκα τῷ δυνάστῃ διελέγετο, τὸ φάσμα; διαρρήξει κύριος τὴν βασιλείαν ἐκ χειρός σου καὶ δώσει αὐτὴν τῷ πλησίον σου τῷ Δαβίδ
但那幻影與那君王交談時,在這些話之後又加上什麼呢?『耶和華必將國從你手裡奪去,賜與你鄰舍大衛。
But what did the phantom add again after these things, when it conversed with the ruler? "The Lord will rend the kingdom out of your hand and will give it to your neighbor, to David.
1:208
διότι οὐκ ἤκουσας τῆς φωνῆς κυρίου καὶ οὐκ ἔπλησας θυμὸν ὀργῆς αὐτοῦ ἐν Ἀμαλήκ, διὰ τὸ ῥῆμα τοῦτο ἐποίησεν κύριος τοῦτό σοι τῇ ἡμέρᾳ ταύτῃ καὶ δώσει κύριος τὸν Ἰσραὴλ μετὰ σοῦ εἰς χεῖρας ἀλλοφύλων
因為你沒有聽從耶和華的話,沒有在亞瑪力人身上施行他烈怒——耶和華因這事今日這樣待你;耶和華也必將以色列和你一同交在非利士人手裡。』
"Because you did not hearken to the voice of the Lord and did not execute the fierceness of His wrath upon Amalek—on account of this thing the Lord has done this to you this day; and the Lord will deliver Israel with you into the hands of the foreigners."
1:209
εἰ δέ τις ἀκριβῶσαι βούλοιτο τὸ σαφές, ἐπανίτω μὲν ἐπὶ τὴν τοῦ γράμματος ἱστορίαν ὀλίγῳ πρόσθεν ἀναδραμών, αὐτὸ δὲ τὸ χωρίον ἀναπτύξας, ἔνθα τὸν Ἀμαλὴκ ἡττήσας ἐσφετερίσατο τὰ κράτιστα τῶν σκύλων καὶ τὰς ἐκ τούτων ᾤετο δεῖν ἀναφέρειν ὁλοκαυτώσεις ὡς ἀπαρχάς
但若有人想確知明確的真相,就讓他回到本文的史事,往前回溯一點,展開那段經文——就是掃羅戰勝亞瑪力人後、據取上好的擄物、以為當把這些作為初熟之物獻上燔祭之處。
But if anyone should wish to ascertain the clear truth, let him go back to the history of the text, running back a little before, and unfolding the very passage where, having defeated Amalek, Saul appropriated the choicest of the spoils and supposed that he ought to offer up burnt offerings from these as first-fruits.
1:210
ἀκριβολογίᾳ δὲ τρανοτέρᾳ ζητῶν ἐπιστημόνως εὑρήσειεν ἂν ὡς ἅπαντα τὰ ῥήματα ταῦτα κατ' ἐκεῖνο καιροῦ προεῖπεν ἐπὶ λέξεως ὁ Σαμουήλ·
以更清晰的精確去查考,他便能有見識地發現:所有這些話,撒母耳在那時都已逐字預言過:
And searching with more discerning exactness, he would knowledgeably find that all these words Samuel had foretold verbatim at that time:
1:211
ἔφη γὰρ ὅτι καὶ διέρρηξεν κύριος ἐκ χειρὸς αὐτοῦ τὴν βασιλείαν, ὁπότε καὶ τὸ τοῦ διπλοϊδίου πτερύγιον ἐπιλαβόμενος ὁ δυνάστης ἐδίχασε
因為他說過耶和華已將國從他手裡奪去——就在那君王抓住那小雙層外袍的衣襟、把它撕成兩半之時;
for he said that the Lord had rent the kingdom out of his hand, when the ruler, having laid hold of the skirt of the little double mantle, tore it in two;
1:212
προὔλεγε δ' αὐτῷ πρὸς ἐπὶ τούτοις μὲν ὡς ἤμελλεν ἡ βασιλεία δοθήσεσθαι τῷ πλησίον αὐτοῦ τῷ μᾶλλον ὑπὲρ αὐτὸν ἀγαθῷ
並且他還預言:國要賜給比他更好的鄰舍;
and moreover he foretold to him that the kingdom was to be given to his neighbor who was better than he;
1:213
προὐφήτευε δὲ καὶ τίνα τρόπον ἔδει τὸν Ἰσραὴλ ἕνεκα τούτου διασχισθήσεσθαι καὶ μηκέτι ἐπιστρέψαι
他又預言:以色列要因此被撕裂、不再回轉的方式。
and he prophesied also in what manner Israel was, on account of this, to be torn asunder and to turn back no more.
1:214
ταῦτα δὲ φήσας ὁμοῦ τοῖς ἔργοις ἐβεβαίου τὰ λεκτέα·
他說了這些話,同時又以行為證實了他所說的;
And having said these things, he confirmed his words at the same time by deeds;
1:215
μετ' οὐ πολὺ γὰρ ἐκ θείας ἀποσταλεὶς ἐπικρίσεως ἔχρισε βασιλέα τὸν Δαβίδ
因為不久之後,他奉神的諭旨受差遣,膏立大衛為王。
for not long after, having been sent by divine decree, he anointed David king.
1:216
ἆρ' οὖν οὐδὲν ἀπήγγελλεν ξένον ὁ διὰ τῆς ἐγγαστριμύθου λεγόμενος ἀνῆχθαι, τὰ δὲ ὑπὸ τοῦ Σαμουὴλ εἰρημένα πρότερον ὡς ἴδια μὲν ἐσχημάτιζε προσωποποιῶν ἀπάτῃ, πιθανῇ δὲ τεχνοποιίᾳ ταυτολογῶν ὑπεκρίνατο δὴ προφητικῶς ὁμιλεῖν
那麼,那據稱藉交鬼婦人被招上來的,可曾宣告什麼新奇的事麼?牠不過是用詭詐把撒母耳從前所說的話冒充為自己的,扮起角色來,並以似是而非的伎倆重複那些話,假裝果真在以先知的口吻交談罷了。
Did, then, the one said to have been brought up through the woman with the familiar spirit announce anything strange, but rather fashioned by deceit, as though his own, the things spoken before by Samuel, impersonating, and by a plausible artifice repeating them, feigned indeed to converse prophetically?
1:217
ἐκπλήττουσι τοὺς αὐτηκόους, εἰς εὐήθη δὲ πίστιν αὐτοὺς ὑπαγόμενοι περὶ τῶν μελλόντων ἅπερ ἐθέλουσι πλάττουσιν, οὕτως ἄρα καὶ τὸ τῆς ἐγγαστριμύθου φάσμα μεταμορφούμενον αὐτὰ μὲν ἐξηγόρευε τὰ προφητικὰ τοῦ Σαμουὴλ ἀποφθέγματα, τῷ δὲ δοκεῖν ᾤετο προφητεύειν οὐδὲν ἐπιστάμενον, ἀλλὰ τὰ μὲν ἀλλότρια προὔταττεν ὡς ἴδια καὶ κατέπληττε τὸν ἀλάστορα, διὰ δὲ τούτων εὐχερῶς ὑπεσύλα καὶ τὸν νοῦν ἔκλεπτεν ἐκείνου
……牠們使聽眾驚駭,引他們陷入對將來之事愚拙的輕信,便隨意捏造一切;照樣那交鬼婦人的幻影也變化自身,吐出撒母耳那些先知之言,卻在外表上自以為在說預言、實則一無所知;牠反倒把別人的話當作自己的端出、使那被矇者驚駭,並藉這些輕易地擄掠、偷去了那人的心智。
...they astound their hearers, and leading them into a foolish credulity concerning things to come, they fashion whatever they please; so indeed also the phantom of the woman with the familiar spirit, transforming itself, uttered the very prophetic sayings of Samuel, yet in seeming supposed itself to prophesy, while knowing nothing; rather, it set forth the things of another as its own and astounded the avenging fiend['s dupe], and through these easily plundered and stole away that man's mind.
1:218
τί οὖν ἄλλο μετὰ ταῦτα προσετίθει; καὶ σὺ φησὶν αὔριον καὶ ὁ υἱός σου Ἰωνάθαν μετ' ἐμοῦ, καὶ τὴν παρεμβολὴν Ἰσραὴλ δώσει κύριος εἰς τὰς χεῖρας ἀλλοφύλων
那麼,在這些之後牠又加上什麼呢?牠說:『你和你兒子約拿單明日必與我在一處;耶和華也必將以色列的營交在非利士人手裡。』
What else, then, did it add after these things? "And you," it says, "tomorrow, and your son Jonathan, with me; and the camp of Israel the Lord will give into the hands of the foreigners."
1:219
ἀλλὰ ταῦτα μὲν ἐῴκει λέγειν ὁ δαίμων ὡς ἴδια
但這些話,那邪魔似乎是當作自己的話說的。
But these things the demon seemed to say as his own.
1:220
Ζητητέον δὲ πότερον ἀληθῆ προὔλεγεν, ὡς ᾤετο, καὶ πότερον ἀπὸ στόχου καὶ συγκυρίας ἀπήγγελλεν, καὶ πρὸς ἐπὶ τούτοις εἰ προεγνωκέναι τούτων ἠδύνατό τινα
我們當查究:牠是否如其所以為的、預言了真事;牠是否憑臆測和巧合而宣告;除此之外,牠是否能對這些事有任何先見。
And we must inquire whether it foretold true things, as it supposed, and whether it was announcing from guesswork and coincidence, and in addition to these, whether it could have had any foreknowledge of these things.
1:221
πρῶτον μὲν οὖν οὐ φαίνεται τῇ ἑξῆς ἡμέρᾳ διαφθαρεὶς ὁ Σαούλ, ὡς ἔφασκε τὸ φάσμα φθεγγόμενον
那麼首先,掃羅並未如那幻影所說的、在次日滅亡。
First, then, Saul does not appear to have perished on the following day, as the phantom said in its utterance.
1:222
εἰ γὰρ ἀκούσας τῶν λόγων ἐκ τῆς ἄγαν ἀθυμίας οὐκ ἔφαγεν ἄρτον ὅλην τὴν ἡμέραν καὶ ὅλην τὴν νύκτα φησὶν ἐκείνην, ὡς ἡ θεία διαγορεύει γραφή, μετὰ δὲ τοῦτο παραινοῦσα πάλιν ἡ γυνὴ προὔτρεπεν ἐδωδῆς ἅψασθαι, προκειμένης ὁδοῦ, πρόδηλον ὅτι τῇ δευτέρᾳ δήπουθεν ἡμέρᾳ μετὰ τὴν πάννυκτον καὶ πανήμερον ἐκείνην ἀσιτίαν ἔπεισε μὲν αὐτόν, εἰς τοὔδαφος ἐρριμμένον ἐκλύτως, ἀναστῆναι καὶ καθεσθῆναι κοσμιώτερον ἐπὶ τοῦ δίφρου, τὸ δὲ μοσχάριον ὅπερ εἶχε γαλαθηνὸν ἀμελλητὶ λαβοῦσα σφάττει, ὀψοποιοῦσα δὲ καὶ πέττουσα τοὺς ἀζύμους, ηὐτρέπιζεν ἐδωδάς
因為他若聽了那些話、因極度沮喪而那一整天一整夜不吃飯(正如神聖的經書所宣告的),此後那婦人又再勸勉、催他進食(因有路程在前)——那麼顯然是在第二天,無疑地,經過那通宵達旦的禁食之後,她勸服了這軟弱癱倒在地的人起來、較得體地坐在座位上;她毫不遲延地取了所有的那隻吃奶的牛犢宰了,又烹煮並烤了無酵餅,預備了食物。
For if, having heard the words, out of exceeding despondency he ate no bread that whole day and that whole night, as the divine Scripture declares, and after this the woman, again exhorting, urged him to take food, since a journey lay ahead—it is plain that on the second day, doubtless, after that night-long and day-long fasting, she persuaded him, cast feebly upon the ground, to rise and to be seated more becomingly upon the seat; and taking without delay the suckling calf which she had, she slaughters it, and, cooking and baking the unleavened bread, prepared the food.
1:223
ἐπειδὴ δὲ προσέφερεν αὐτῷ καὶ τοῖς ἀμφ' αὐτὸν ἀριστοποιήσασα σπουδαίως, ὁ μὲν αὐτόθι σιτίων ἐλάβετο προτραπείς·
當她殷勤地預備好飯、擺在他和與他同來之人面前時,他便受催促、當場吃了食物;
And when she had set it before him and those with him, having diligently prepared the meal, he then, being urged, partook of the food on the spot;
1:224
ἀνάγκη δὲ νοεῖν ὡς εἰς ἄλλας ἀφίκετο νυκτερίους ὥρας, εἴπερ ᾤχετο νυκτὸς ἐκεῖθεν ἐξορμήσας
並且必須斷定他進到了別的、夜間的時辰,倘若他果真是在夜裡從那裡動身的。
and it must be concluded that he came into other, nocturnal hours, if indeed he set out from there by night.
1:225
ὥστε τοῦτο μὲν αὐτοτελῶς ἐλέγχεται ψευσάμενος ὁ δαίμων·
因此在這一點上,那邪魔不言自明地被證明說了謊;
So that on this point the demon is self-evidently convicted of having lied;
1:226
οὐ γάρ, ὡς εἶπεν ( αὔριον ἔσῃ σὺ μετ' ἐμοῦ), γέγονεν οὕτως, ὁπηνίκα τὴν ἑξῆς αὐτόσε διέτριψεν ἡμέραν ἄσιτος, εἶτα τῇ δευτέρᾳ τῆς ἐδωδῆς ἁψάμενος ἐβάδισεν εἰς τὸ στρατόπεδον
因為事情並未如牠所說的成就(『明日你必與我同在』),因他次日在那裡禁食度過,到第二天才進了食、行往營中。
for it did not come about as it said ("tomorrow you shall be with me"), since the next day he spent there fasting, and then on the second day, having partaken of food, he marched to the camp.
1:227
οὐχὶ δὲ τοῦτο μόνον ἁλίσκεται παρὰ τὸ γεγονὸς εἰρηκώς, ἀλλὰ καὶ τὸν Ἰωάθαν ἔφη μονώτατον ὁμοῦ τῷ πατρὶ καταλῆξαι πρὸς αὐτόν·
牠不僅在這事上被拿住說了與所發生之事相反的話,還說約拿單獨自一人、要同他父親一起歸到牠那裡;
And not only is it caught having spoken contrary to what came to pass in this, but it also said that Jonathan alone, together with his father, would end up beside him;
1:228
ἐκ δὲ τῶν ἐναντίων ἡ διηγηματικὴ τοῦ γράμματος ἀγορεύει φωνὴ τὸν Σαοὺλ ἅμα τρισὶν ἀπεσφάχθαι παισίν, ἀλλ' οὐχ ἑνὶ μόνῳ, ὡς ἔφησεν ἐκεῖνος
但反過來,本文敘事的聲音宣告:掃羅是同三個兒子一起被殺的,而非如那一位所說、只同一個。
but on the contrary, the narrative voice of the text declares that Saul was slain together with three sons, and not with one only, as that one said.
1:229
οὐκοῦν ἀπορίᾳ προγνώσεως οὐδὲν ἀληθὲς ἐξεῖπεν ὁ δαίμων (οὐ γὰρ ἂν ἐναντία τῶν γεγονότων ἀπήγγελλεν), ἀλλὰ τὰ τῷ Σαμουὴλ εἰρημένα πρότερον, ὡς ἔφην, ὑπεκκλέψας, ὀλίγα ἄττα προσετίθει τούτοις, ἐκ τῶν εἰκότων ὁμοιότροπα συμπλέξας
因此,那邪魔因缺乏先見,沒有說出一句真話(否則牠就不會宣告與所發生之事相反的事),乃是如我所說、偷取了撒母耳從前所說的話,又給這些添上幾樣小事,從或然之理織進了一些性質相類的東西。
Therefore, from want of foreknowledge, the demon spoke nothing true (for otherwise it would not have announced things contrary to what came to pass), but, having stolen away the things spoken before by Samuel, as I said, it added a few small things to these, weaving in things of like character from probability.
1:230
οὕτως ἄρα καὶ θάνατον ἠπείλει τῷ δυνάστῃ, ταῖς ἐκείνου φωναῖς ἀποχρώμενος
如此牠也藉那一位的話,向那君王威嚇死亡。
So indeed it also threatened death to the ruler, making use of that one's words.
1:231
ἀλλ' ἔτι γε καὶ τὴν τοῦ Ἰσραὴλ ἐκδοῦναι παρεμβολὴν ὑπισχνεῖτο, τῷ τὸν προφήτην ἐμβριθῶς εἰρηκέναι διασχισθήσεσθαι τὸν λαόν
再者,牠甚至應許要交出以色列的營,理由是先知曾鄭重說過百姓要被撕裂。
But further it even promised to deliver up the camp of Israel, on the ground that the prophet had weightily said the people would be torn asunder.
1:232
ὁρῶν οὖν ἐπιτετειχισμένα πολέμου μηχανήματα καὶ τὸν τοῦ λαοῦ προεστῶτα περιδεῆ, προσέτι δὲ καὶ καταλειφθέντα πρὸς αὐτοῦ τοῦ θεοῦ ( δι' ὧν ὁ δυνάστης ὡμολόγει στοχαζόμενος ὅτι δεῦρο περαιοῦται τὸ τοῦ προφήτου κήρυγμα), πρὸς τὰς ἐνεστώσας ὑπεκρίνατο κινήσεις ἀναφωνεῖν
那麼,牠見那攻城的戰具已對著他們架設、見民的首領驚惶,又見他已被神自己撇棄(君王藉此憑揣度承認:先知的宣告連此處也在應驗),便假裝就眼前的局勢高聲說話。
Seeing, then, the engines of war set up against them and the leader of the people in terror, and moreover that he had been abandoned by God Himself (whereby the ruler conjecturally confessed that the prophet's proclamation was being carried through even here), it feigned to cry out concerning the present movements.
1:233
ὅσα μέντοι προσέθηκεν ἴδια καθ' ἑαυτά, φανερῶς ἑάλω ψευσάμενος·
然而凡牠自行、憑自己所添加的,都顯然被拿住是說了謊;
Yet whatever it added of its own, on its own account, it was plainly caught having lied;
1:234
οὔτε γὰρ τὴν τοῦ θανάτου δεδύνηται προειπεῖν ἡμέραν, οὔτε τὰς τῶν υἱέων τοῦ Σαοὺλ ἀναιρέσεις, ὧν ἐπὶ ὀνόματος ἐμνημόνευσεν ἡ γραφή
因為牠既不能預言那死亡的日子,也不能預言掃羅眾子的被殺——這些兒子是經上提名記載的。
for it was able to foretell neither the day of the death, nor the slayings of Saul's sons, whom the Scripture mentioned by name.
1:235
ἐκ δὲ τούτων οὐ χαλεπῶς ἂν εἴη νοεῖν ὡς οὐδὲν ἴδιον οὐδὲ ἀληθὲς ἀπήγγελλεν τὸ πνεῦμα, ὅσα δὲ τοῦ Σαμουὴλ ὑπεξέκλεπτε ῥήματα, ταῦτα σφετεριζόμενον ᾤετο προφητεύειν
從這些事便不難看出:那靈所宣告的,既無一句出於自己、也無一句是真的,乃是凡牠所竊取撒母耳的話,便據為己有、自以為在說預言。
And from these things it would not be hard to perceive that the spirit announced nothing of its own nor anything true, but whatever words of Samuel it filched, these, appropriating them, it supposed itself to prophesy.
1:236
ἀλλὰ μάλιστα μὲν οὐκ ἔστιν εἰπεῖν ὅτι τοῦτο προὐφήτευεν ἀψευδῶς·
但尤其不能說牠所預言的這事毫無虛謊;
But above all it is not possible to say that it prophesied this without falsehood;
1:237
ἐξαίφνης ἀκήρυκτον; οὐ μεταμορφούμενος ἄλλοθι ἄλλως αὐτάγγελος ἅμα καὶ μάρτυς ἐγίγνετο καὶ πολέμαρχος, εἰς τὰ τῶν ἀνθρώπων ἐνδόσθια παρεισδύς; . Ἀλλὰ ἀσαφὲς εἶναι τὸ τοιοῦτο σχῆμα νενόμισται τοῖς πολλοῖς·
……突然地、未經宣告地麼?牠豈不是時而在此、時而在彼以不同方式變化自身,溜進人的肺腑,便一時兼作自己的傳信者、見證者和統帥麼?但這等姿態被多數人視為晦澀難明;
...suddenly, unproclaimed? Did it not, transforming itself now here now there in different ways, become at once its own messenger and witness and war-leader, having slipped into the inward parts of men? But such a guise has been considered obscure by the many;
1:238
ἰτέον οὖν ἀκολούθως εἰς τὰ τῆς τρίτης τῶν Βασιλειῶν ἴχνη
因此我們當一貫地進到《列王紀卷三》(王上)的脈絡。
so we must go on consistently to the traces of the Third Book of Kingdoms.
1:239
φαίνεται τοίνυν ὅπως ὁ προφήτης ἐπερωτᾶται Μιχαίας ὑπὸ τοῦ Ἀχαάβ·
於是顯出:先知米該雅如何被亞哈詢問;
It appears, then, how the prophet Micaiah is questioned by Ahab;
1:240
ἀλλ' ἐπειδήπερ ἠναγκάζετο τἀληθῆ λέγειν ἀπαρακαλύπτως, ἑορακέναι μὲν ἔφασκε τὸν κύριον ἐπὶ θρόνου καθήμενον, εἶτα καὶ στρατιὰς ἑστάναι περὶ αὐτὸν οὐρανίους ἔκ τε δεξιῶν ἅμα καὶ εὐωνύμων·
但因他被逼毫無隱瞞地說真話,便說他看見主坐在寶座上,又有天上的萬軍侍立在他左右兩邊;
but since he was compelled to speak the truth without concealment, he said that he had seen the Lord sitting on a throne, and then heavenly hosts standing about Him, both on the right hand and on the left;
1:241
ὁμοῦ δὲ τῇ τῆς ὄψεως ἱστορίᾳ καὶ φωνῆς ἔφησεν ἀκηκοέναι τοιᾶσδέ τινος·
並且連同那異象的敘述,他說他也聽見這樣的一個聲音:
and together with the account of the vision he said that he had also heard a voice of this sort:
1:242
τίς ἀπατήσει τὸν Ἀχαὰβ καὶ ἀναβήσεται εἰς Ῥεμμὸδ Γαλαὰδ καὶ πεσεῖται ἐκεῖ;, τηνικαῦτα δέ φησιν ( ἵνα τὰ ἐν μέσῳ παραλείψας ἐρῶ τὸ ζητούμενον) ἐξῆλθε πνεῦμα καὶ ἔστη ἐνώπιον κυρίου καὶ εἶπεν·
『誰去引誘亞哈上基列的拉末去陣亡呢?』然後他說(為使我撇開中間的話、直說所討論的要點):『有一個靈出來,站在耶和華面前,說:
"Who will deceive Ahab, that he may go up to Ramoth Gilead and fall there?" and then he says (that, passing over the things in between, I may say the matter in question), "a spirit came out and stood before the Lord and said:
1:243
ὡς δὲ ὁ κύριος ἀνθυπενέγκας ἔφρασεν ἐν τίνι; ἀνθυποφέρει πάλιν·
當耶和華反問說:『用何法呢?』牠又回答說:
and when the Lord, retorting, said, "In what way?" it answers again:
1:244
ἐξελεύσομαι καὶ ἔσομαι πνεῦμα ψευδὲς ἐν στόματι πάντων τῶν προφητῶν αὐτοῦ
『我要出去,在他眾先知口中作謊言的靈。』
"I will go forth and will be a lying spirit in the mouth of all his prophets."
1:245
πρὸς ταῦτα μὲν οὖν εἴρηκεν ὁ κρείττων·
對此,那更強者說:
To this, then, the Mightier said:
1:246
ἀπατήσεις, καί γε δυνήσῃ·
『你必去引誘,而且必能成功;
"You shall deceive, and indeed you shall prevail;
1:247
καὶ νῦν ἰδοὺ φησὶν ἔξελθε καὶ ποίησον οὕτως. ὁ δὲ προφήτης αὐτὰ ταῦτα τῷ βασιλεῖ διηγούμενος εὐθέως ἐπιφέρει·
現在你去如此行吧。』那先知把這些事敘述給王,隨即補充說:
and now, behold," He says, "go forth and do so." And the prophet, narrating these very things to the king, immediately adds:
1:248
δέδωκεν ὁ θεὸς πνεῦμα ψευδὲς ἐν στόματι πάντων τῶν προφητῶν σου τούτων, καὶ ἐλάλησεν κύριος ἐπὶ σὲ κακά. . τοιγαροῦν εἴπερ ἀνάγκη νοεῖν οὐκ ἀγαθόν, ἀλλὰ πονηρὸν εἶναι τοῦτο τὸ πνεῦμα τὸ τῆς ψευδηγορίας αἴτιον, ἀκόλουθον ὑπολαμβάνειν αὐτὸ τοῦτο διαβολικὸν ὄργανον ὑπάρχειν
『神已使謊言的靈入了你這些先知的口,耶和華也已論定降禍與你。』因此,若必須認定這個招致謊言的靈不是善的、乃是惡的,便可一貫地推斷:這正是魔鬼的工具。
"God has given a lying spirit in the mouth of all these your prophets, and the Lord has spoken evil against you." Accordingly, if it is necessary to think that this spirit, the cause of false speaking, was not good but wicked, it is consistent to suppose that this very thing is a diabolical instrument.
1:249
εἰ δὲ κυρίως ἀποδείκνυται τοῦτο εἶναι, προακήκοεν ἄρα πῶς ἤμελλεν ὁ μιαρὸς Ἀχαὰβ εἰς πόλεμον ἀπιὼν ἀποθνῄσκειν·
若確切證明牠就是此物,那麼牠便預先聽見了那污穢的亞哈將要出戰陣亡;
And if it is properly demonstrated to be this, then it foreheard how the polluted Ahab was to die, going forth to war;
1:250
αὐτὸ γὰρ ἠξίωσε τὸ ψεῦδος ἀντὶ τῆς ἀληθείας ἐμβάλλειν, ἵνα πολέμου γένεσιν αὐτουργήσῃ καὶ διαφθείρῃ τὸν ἄδικον αἰσχίως
因為牠認為當以謊言頂替真理擲入,好叫牠親手促成戰事爆發,並極可恥地毀滅那不義之人。
for it deemed worthy to cast in the lie in place of the truth, so that it might itself bring about the outbreak of war and most shamefully destroy the unrighteous man.
1:251
ὥστε καὶ διὰ τούτων ἀποδείκνυται τῶν ἔργων ὅτι τὰ κακὰ τοῖς ἀδίκοις ἐπιφερόμενα προμεμάθηκεν ὁ διάβολος, ἐπειδὴ τῶν ἐχθίστων ὁ δραματουργὸς αὐτός ἐστιν ἁπάντων
因此藉這些作為也得以證明:魔鬼預先知道那臨到不義之人的禍患,因為一切最可恨之事的策劃者正是牠自己。
So that through these deeds too it is demonstrated that the devil has learned beforehand the evils brought upon the unrighteous, since he himself is the contriver of all the most hateful things.
1:252
Ἐπὶ μέντοι τοῦ Σαοὺλ ὅσα προσθεὶς ἀφ' ἑαυτοῦ συνέζευξεν τοῖς τοῦ Σαμουὴλ ἀποφθέγμασιν, οὐ μόνον ἐψεύσατο πιθανῶς, ἀλλὰ καὶ ἐβλασφήμησεν ἀσεβῶς
然而在掃羅的事上,凡牠自行添加、又接續在撒母耳之言上的,牠不僅貌似地說了謊,更是不虔地褻瀆了。
In the case of Saul, however, whatever he added of his own and joined to the sayings of Samuel, he not only lied plausibly, but also blasphemed impiously.
1:253
ἐνθένδε ποθὲν ἡ πρώτη διελέγχεται δυσφημία·
那第一樁褻瀆便由此處某點被駁斥揭穿:
From here somewhere the first blasphemy is convicted:
1:254
πρῶτον μέν, ὅτι κατὰ μίμησιν, ὡς ὁ κύριος ἔφη τῷ λῃστῇ τὸ κράτος ὁμολογήσαντι τῆς βασιλείας αὐτοῦ, σήμερον ἔσῃ μετ' ἐμοῦ λέγων ἐν τῷ παραδείσῳ, ταὐτὸν δὴ τοῦτο καὶ τῷ Σαοὺλ ἐκπληρώσαντι τὰς μανικὰς αὐτοῦ μαντείας ἔφησεν ὁ δολομήτης·
首先,乃是出於模仿——正如主對那承認祂國度權能的強盜說『今日你要與我同在』、又說『在樂園裡』——這同一句話,那詭詐者也對那已成就其狂亂占卜的掃羅說了:
first, that in imitation—just as the Lord said to the robber who confessed the power of His kingdom, "Today you shall be with me," saying, "in paradise"—this very same thing the guileful one said also to Saul, who had fulfilled his frenzied divinations:
1:255
αὔριον ἔσῃ σὺ μετ' ἐμοῦ καὶ Ἰωνάθαν ὁ υἱός σου. . δεύτερον δὲ βούλεται δεικνύναι διὰ τούτων ὅτι μηδὲν ὁ δίκαιος ἀδίκου διαφέρει, τὰς τῶν εὐσεβῶν ἐκκόψαι προθυμίας ἐπιτεχνώμενος
『明日你和你兒子約拿單必與我同在。』其次,牠想藉這些事顯明:義人與不義之人毫無分別,圖謀斬斷敬虔之人的熱忱。
"Tomorrow you shall be with me, and Jonathan your son." And second, it wishes through these things to show that the righteous man differs in no way from the unrighteous, contriving to cut off the eager zeal of the godly.
1:256
οὐδεὶς δὲ ἔοικεν ἀγνοεῖν ὅτι μηδεμία συνυπάρχει κοινωνίας πιστῷ μετὰ ἀπίστου, ἢ αὖ πάλιν ὅπως ὁ πλούτῳ κατατρυφήσας ἀπλήστῳ πόρρω τῆς τοῦ Λαζάρου διαίτης ἀπεκρίθη, καίτοι μηδὲν ὅμοιον ἐκείνῳ δράσας
但似乎無人不知:信的與不信的之間並無共有的相交;又或:那縱情於貪得無厭之財富的人,如何被隔開、遠離拉撒路的居所,雖然他並未做過那人所做的什麼惡事。
But no one, it seems, is ignorant that there exists no fellowship in common for a believer with an unbeliever; or again, how the man who luxuriated in insatiable wealth was separated far from the abode of Lazarus, although he had done nothing like that man.
1:257
ἀλλ' οὗτος μὲν οὐδὲν πώποτε μετέδωκεν τῷ πενομένῳ, τὸ παράπαν οὐδέν, οὔτε περιττευμάτων οὔτε ψιχῶν εἰς τοὔδαφος ἐκριπτομένων, ἀλλ' οὐδ' ἐλυμήνατο τὸν ἄνδρα πληγαῖς, οὐ μάστιξιν αἰκισάμενος ἐδίωξε περαιτέρω που γῆς
因為這人從未把任何東西分給那窮人——絲毫也無,無論剩飯或落在地上的碎屑——但他也沒有用擊打苦待那人,也沒有用鞭子抽打、把他驅趕到地上更遠之處。
For this one never imparted anything at all to the poor man—nothing whatsoever, neither of leftovers nor of crumbs thrown to the ground—but neither did he maltreat the man with blows, nor, scourging him with whips, drive him further off the land somewhere.
1:258
ἀλλ' ὅμως, ἐπειδὴ μετήλλαξαν ἄμφω μετάραντες ἐντεῦθεν, ὁ μὲν εἰς κόλπους ἔληξε τοῦ προπάτορος Ἀβραάμ, ὁ δὲ ταῖς ἀκοιμήτοις ἐδόθη φλοξὶν τοῦ πυρός
但儘管如此,當二人都離世、從此地遷去時,這一個歸到先祖亞伯拉罕的懷裡安息,那一個卻被交給那永不止息的火焰。
But nonetheless, when both departed, removing hence, the one came to rest in the bosom of the forefather Abraham, while the other was given to the unsleeping flames of the fire.
1:259
ὡς οὖν ἐν τῷ ᾅδῃ βασανιζόμενος ἐφλέγετο, πόρρωθεν μὲν ὁρᾷ τὸν προπάτορα, θεωρεῖ δὲ καὶ τὸν Λάζαρον ἐν τοῖς κόλποις αὐτοῦ·
於是當他在陰間受痛苦煎熬、被火焚燒時,遠遠看見那先祖,又看見拉撒路在他懷裡;
So when, being tormented in Hades, he was burning, he sees the forefather afar off, and beholds also Lazarus in his bosom;
1:260
τῇ δὲ δὴ φλογὶ πυρούμενος, ἐκθύμως ἠξίου τὸν Ἀβραάμ, ὅπως ἐκπέμψῃ τὸν πένητα πρὸς αὐτόν·
他被那火焰焚燒,便懇切央求亞伯拉罕打發那窮人到他這裡來;
and being set on fire by the flame, he fervently besought Abraham to send the poor man to him;
1:261
ἐδεῖτο γάρ, ἵν' ἀφικόμενος ὁ Λάζαρος τὸ μὲν ἄκρον ὕδατι βάψῃ τοῦ δακτύλου, καταψύξῃ δὲ τὴν γλῶτταν αὐτοῦ, νοτίδος ἐπαφυσάμενος ἰκμάδα·
因他求拉撒路前來、用指頭尖蘸點水、涼涼他的舌頭,給他帶來一點濕潤的水氣;
for he begged that Lazarus, having come, might dip the tip of his finger in water and cool his tongue, having drawn upon it a drop of moisture;
1:262
πυροφόροις οὖν ἀλγυνόμενος ὀδύναις ἐπρέσβευε τοιαῦτα μεθ' ἱκετείας ὁ τάλας
如此,那可悲的人被火般的痛楚所苦,便帶著哀求作了這等懇求。
so, pained by fiery agonies, the wretch made such entreaties with supplication.
1:263
ἐπειδὴ δὲ πρὸς ἔπος ἀποκρινάμενος ὁ προπάτωρ ἕκαστον ἐν ἑκάστῳ μέρει τὰς ἀξίας ἔφαινεν ἀμοιβὰς ἐπάθλου χάριν εἰληφέναι, τηνικαῦτα προσθεὶς ἐπεφθέγξατο·
當那先祖逐點回答、顯明各人在各自的份位上、為著賞報之故已領受了相稱的回報時,他便補充說:
And when the forefather, answering point by point, showed that each in his own portion had received the worthy recompenses for the sake of his reward, then he added and uttered:
1:264
οἱ θέλοντες διαβῆναι ἔνθεν πρὸς ὑμᾶς μὴ δύνωνται, μηδὲ οἱ ἐκεῖθεν πρὸς ἡμᾶς διαπερῶσιν. . εἰ τοίνυν ἐστὶ χάσματος ἰδέα διείργουσα μεταξὺ δικαίων ἠδ' ἀδίκων, ὥστε μὴ δύνασθαι τοὺς ἔνθεν ἐκεῖσε διαπορθμεῦσαι μήτε δεῦρο τοὺς ἐκεῖθεν ἀφικέσθαι, συνέστηκεν ὡς ὁ Σαοὺλ ἄδικος ὢν οὐκ ἔστι μετὰ προφήτου Σαμουήλ·
『要使那些想從這邊過到你們那邊去的不能過去,那些從那邊要過到我們這邊來的也不能。』那麼,若有一種深淵的形態橫亙在義人與不義之人中間,以致這邊的不能渡到那邊、那邊的也不能來到這邊,便確證了:掃羅既是不義的,就不與先知撒母耳同在;
"that those wishing to cross over from here to you may not be able, neither those from thence pass over to us." If, then, there is a form of chasm dividing between the righteous and the unrighteous, so that neither can those on this side ferry over thither, nor those from thence arrive here, it is established that Saul, being unrighteous, is not with the prophet Samuel;
1:265
εἰ γὰρ ὁ πλούσιος οὐ δύναται μετὰ τοῦ πένητος εἶναι, καὶ ταῦτα μηδὲν ἀδικήσας μηδὲ διώξας αὐτόν, ἀλλὰ μὴ μεταδοὺς αὐτῷ προχείρως ἐξ ὧν εἶχεν, πόσῳ δὴ μᾶλλον ὁ σχέτλιος ἀνὴρ ἀνάξιός ἐστι τῆς τῶν ἁγίων ἀπολαῦσαι κοινωνίας; . Ἀλλ' οὐ διανοητέον ὅπως αἰσχροῦ μὲν ἕνεκα κέρδους ἀθετεῖ τὸ θεῖον ἐπίταγμα, δαίμονι δὲ πληγεὶς ἀνιάτως ἐλαύνεται βασκανίᾳ, τὸν ἁγιοπρεπῆ διώκει Δαβὶδ οὐδενὶ κόσμῳ πρέποντι, καίτοι ψαλμῳδίᾳ προφητικῇ τὴν ἀγριότητα τοῦ ἐμβακχεύοντος ἐν αὐτῷ δαίμονος ἡμεροῦντα, . τοὺς ἱερεῖς ἀποσφάττει τοῦ κυρίου τριακοσίους ὄντας πρὸς τοῖς πεντήκοντα τὸν ἀριθμόν, ἀφίσταται τοῦ θεοῦ μαντευόμενος ἀσεβῶς; εἰ δὲ ταῦτα καὶ τὰ τούτοις ἀδελφὰ διεπράξατο, πῶς οἷόν τε νομίζειν ὅτι μετὰ τοῦ θαυμασιουργοῦ κατέληξε Σαμουήλ, ὃς ἐν ὥρᾳ θέρους ὑετὸν ἠξίωσε γενέσθαι, καὶ παρ' αὐτὸ κατεσκεδάσθη πλῆθος ἀμέτρητον ὑδάτων; . εἰ δὲ οὐκ ἔστιν εἰπεῖν ὅτι Σαούλ ἐστιν μετὰ τοῦ Σαμουήλ, ἐψεύσατο μὲν ὁ λέγων αὐτῷ·
因為那財主若不能與那窮人同在——而且儘管他並未虧負他、也未逼迫他,不過是沒有甘心從所有的分給他罷了——那麼這可悲的人豈不更不配享受聖徒的相交麼?但簡直不可設想:他竟為著可恥之利撇棄神的命令,又被一個邪魔不治地擊打、被嫉妒驅迫,以毫不合宜的方式逼迫那聖潔的大衛(雖然他曾藉先知的詩歌馴服那在他裡面狂暴之邪魔的凶野),又屠殺耶和華的祭司三百五十名,並以不虔的占卜背棄神。他若行了這些以及與之同類的事,怎能設想他竟與那行奇事的撒母耳一同安息呢?——就是那在夏令時節祈求降雨、當下便有無可計量之大水傾降的撒母耳。但若不能說掃羅與撒母耳同在,那麼那對他說話的便是說了謊:
for if the rich man cannot be with the poor man—and that though he did him no wrong nor persecuted him, but merely failed readily to share with him out of what he had—how much more is the wretched man unworthy to enjoy the fellowship of the saints? But it is not to be supposed how, for the sake of shameful gain, he sets aside the divine command, and, smitten incurably by a demon, is driven by envy, persecutes the saintly David in a manner befitting no decency (although by prophetic psalmody he tamed the savagery of the demon that raged within him), slaughters the priests of the Lord, three hundred and fifty in number, and apostatizes from God by divining impiously. And if he wrought these things and things akin to these, how is it possible to think that he came to rest with the wonder-working Samuel, who in the season of summer asked for rain to come, and at that very moment an immeasurable abundance of waters was poured down? But if it is not possible to say that Saul is with Samuel, then he who said to him lied:
1:266
τοιγαροῦν εἰ ψεύστης ὁ ταῦτα εἰρηκὼς ὑπάρχει, πρόδηλον ὡς οὐκ ἔστιν ὁ Σαμουὴλ οὗτος·
因此,那說這些話的若是說謊者,便顯然這不是撒母耳;
accordingly, if the one who said these things is a liar, it is plain that this is not Samuel;
1:267
οὐ γὰρ ἂν οὕτως ἀφρόνως ὁ τοῦ κυρίου ψεύσαιτο προφήτης, ὥστε τὰ τοιαῦτα δίχα διαπτυσσόμενα ῥήματα γυμνὸν ὑποδεικνύει τὸν πολυπρόσωπον ἐνδοτάτω θῆρα κρυπτόμενον
因為主的先知斷不會如此糊塗地說謊,以致這等話被展開時前後裂為兩截,把那藏在深處的多面之獸暴露無遺。
for the prophet of the Lord would not have lied so senselessly, so that such words, split in twain when unfolded, lay bare the many-faced beast hidden deep within.
1:268
αὐτὸς γοῦν ἐστιν ὁ κατασπάσας εἰς τοῦ ταρτάρου χάσμα καὶ τὸν ἐμμανῆ Σαούλ·
因為正是牠自己把那狂暴的掃羅拖入地獄的深淵;
For it is he himself who dragged the raging Saul down into the chasm of Tartarus;
1:269
ὅθεν οἰκείως αὐτῷ προσεφθέγγετο κρατήσας·
故此牠制伏了他,便以配得牠自己的口吻向他說話;
whence, having mastered him, he addressed him in a manner befitting himself;
1:270
διττῷ δὲ συστῆσαι τρόπῳ πειρώμενος ὡς οὐδέποτε δίκαιος ἀδίκου διαφέρει, καὶ τὸν Ἰωνάθαν ἅμα τῷ πατρὶ τὸν αὐτὸν ἐκείνῳ κλῆρον ἀπενέγκασθαι συνωμολόγει, καίτοι μὴ συνενεχθέντα τῇ τούτου ὠμότητι
牠又以雙重方式試圖確立義人與不義之人毫無分別,便聲稱約拿單同他父親領受了與那人相同的份,雖然約拿單在那人的殘暴上毫無分擔。
and trying in a twofold way to establish that the righteous in no way differs from the unrighteous, he conceded that Jonathan, together with his father, carried off the same lot as that man, although he had had no share in that man's cruelty.
1:271
τίς δὲ τῶν ὄντων ὑποκρίνεται μὴ νοεῖν ὅτι κράτιστα βιώσας ὁ τοῦ προφήτου Δαβὶδ ἐραστής, ἀλλὰ μὴ διῶξαι δίκαιον ἀδίκως ἐγχειρήσας, οὐ τὴν αὐτὴν ἀποφέρεται τῷ διώξαντι μισθοφορίαν; . οὐ γὰρ ἀποθανεῖται, τὸ ξύμπαν εἰπεῖν, υἱὸς ὑπὲρ ἀδίκου πατρός
凡是現存的人,有誰會假裝看不出:那活得至為高尚、又是先知大衛之摯友、並未著手不義地逼迫義人的人,不會領受與那逼迫者相同的工價呢?因為總而言之,兒子斷不會替不義的父親死。
And who among existing men pretends not to perceive that he who lived most excellently, the lover of the prophet David, and who did not undertake to persecute a righteous man unrighteously, does not carry off the same wages as the persecutor? For a son shall not die, to say all in sum, on behalf of an unrighteous father.
1:272
ἀλλὰ μὴν ἐλέγχεταί γε καὶ διὰ τοῦδε τοῦ μηνύματος ὁ ψευδορράφος
但實在說來,那編造謊言者藉這一披露也被駁倒了。
But indeed, the false-fabricator is convicted also through this disclosure.
1:273
Ἀπαραλείπτῳ δὲ τάξεως ἀκολουθίᾳ προσθεὶς ἔφησεν ὁ συγγραφεὺς ὅτι καὶ ἔσπευσε Σαοὺλ καὶ ἔπεσεν ἑστηκὼς ἐπὶ τὴν γῆν καὶ ἐφοβήθη σφόδρα λέγων ἀπὸ τῶν λόγων Σαμουήλ
作者又以毫無間斷的次序順序補充說:『掃羅急忙仆倒、挺身倒在地上,因撒母耳的話甚是懼怕。』
And with an unbroken sequence of order the writer added and said that "Saul made haste and fell, standing full length upon the ground, and was greatly afraid, speaking from the words of Samuel."
1:274
ἐκείνους γὰρ οἶδε τοῦ Σαμουὴλ εἶναι τοὺς λόγους, οὓς προεφήτευσε μὲν αὐτῷ σώματι καὶ γλώττῃ παρών, τὸ δὲ φάσμα τούτους ἀνελέξατο τοὺς λόγους καὶ προὔφερεν ὡς ἰδίους·
因為他知道那些是撒母耳的話——就是撒母耳親身、親口、在場時向他預言的話;那幻影不過把這些話拾掇起來、當作自己的端出;
For he knows those to be the words of Samuel, which Samuel foretold to him while present in his very body and tongue; but the phantom gleaned up these words and brought them forth as its own;
1:275
ὧν ὁ δυνάστης ὑπομνησθείς, καὶ τὰ τοῦ πολέμου σύμβολα θεωρῶν ἄντικρυς ἱδρυμένα, περιδεὴς ἐγεγόνει, τὸ πέρας αὐτῶν ἐννοῶν
那君王想起這些話、又眼見戰爭的徵兆就立在眼前,便甚是懼怕,思想著這些事的結局。
reminded of which, and beholding the tokens of war set up before his very eyes, the ruler became greatly afraid, pondering their outcome.
1:276
ἀλλ' Ὠριγένης ἑαυτῷ δόγματα πλάττων, εἰδὼς ὅτι πλεῖστοι μὲν ὅσοι τυγχάνουσιν οἱ ταῦτα ψηφιζόμενοι, πρὸς δὲ τοὺς ἀντιλέγοντας αὐτῷ διαλεγόμενος, οὐκ ἐσπούδασε μετὰ τῆς ὀφειλομένης εὐλαβείας ἀκριβῶσαι τὸ δέον·
但俄利根為自己捏造教條,明知持這些看法的人甚多,卻在與反對他的人爭辯時,並不熱心地以應有的敬畏去確知所當知的;
But Origen, fashioning dogmas for himself, knowing that very many are those who hold these opinions, yet disputing with those who contradicted him, was not zealous to ascertain what was needful with the due reverence;
1:277
ἀλλά γε τὸ τῆς ἐγγαστριμύθου δρᾶμα πάντων ἅπτεσθαι προλέγων καὶ τὴν ἀλήθειαν εἰς τὴν ἐξέτασιν ἀναγκαίαν ἐπικαλούμενος, αὐτῇ τῇ ἀληθείᾳ μάχεται προφανῶς
反倒一面預先宣告那交鬼婦人之戲關乎眾人、並援引真理為審查所必需,一面卻明明與真理本身相爭。
but rather, while proclaiming beforehand that the drama of the woman with the familiar spirit touches everyone and invoking the truth as necessary for the examination, he manifestly fights against the truth itself.
1:278
εἶτα τοῦ Σαμουὴλ ἐγκώμια διεξιών, ὅσα περὶ αὐτοῦ διαλαλοῦσιν αἱ θεῖαι γραφαί, τηνικαῦτα πάλιν ὑπὸ τὴν τοῦ δαίμονος ἐξουσίαν ἀποφαίνων αὐτὸν αὐτοῖς ῥήμασι καὶ αὐταῖς ἐπέφραζε συλλαβαῖς·
接著,他細數撒母耳的稱頌——就是神聖的經書論到他所述說的一切——卻在那一刻又宣稱他在那邪魔的權柄之下,用那同樣的字句、同樣的音節補充說:
Then, going through the encomia of Samuel—all that the divine Scriptures relate concerning him—he at that point again, declaring him to be under the authority of the demon, in those very words and very syllables added:
1:279
ἆρ' οὖν <εἰ> ὁ τηλικοῦτος ὑπὸ τὴν γῆν ἦν καὶ ἀνήγαγεν αὐτὸν ἡ ἐγγαστρίμυθος, ἐξουσίαν ἔχει δαιμόνιον ψυχῆς προφητικῆς; . ἀλλὰ ταῦτα μὲν ὡς ἐπαπορῶν ἢ τάχα ἴσως ἐρόμενος ὑπονοεῖται λέγειν ἐνίοτε παρά τισιν·
『那麼,〈倘若〉這麼一位偉人是在地底下、而那交鬼的婦人把他招了上來,難道一個邪魔對先知的魂有權柄麼?』但他這些話,被疑為有時在某些人中間如此說,彷彿在提出難題、或許在發問:
"Is it then, <if> so great a one was beneath the earth and the woman with the familiar spirit brought him up, that a demon has authority over a prophetic soul?" But these things he is suspected of sometimes saying among certain people, as though raising a difficulty, or perhaps inquiring:
1:280
ἀληθῆ ἐστιν ἢ οὐκ ἔστιν ἀληθῆ; . τὸ μὲν μὴ εἶναι ἀληθῆ λέγειν εἰς ἀπιστίαν προτρέπει ( χωρήσει ἐπὶ κεφαλὰς– φάμενος–τῶν λεγόντων), τὸ δὲ εἶναι ἀληθῆ ζήτησιν καὶ ἐπαπόρησιν ἡμῖν παρέχει
『這些是真的呢,還是不真的呢?』如今,說這些不真,是催人趨向不信(他說:『這必歸到那些如此說之人的頭上』),而說這些是真的,又給我們帶來查究和困惑。
"Are they true, or are they not true?" Now to say that they are not true urges one toward unbelief ("it will come upon the heads," he says, "of those who say so"), while to say that they are true affords us inquiry and perplexity.
1:281
μετὰ δὲ τοῦτο πάλιν βεβαιῶν ἀνεπισκέπτως ἅπερ εἰσαγγέλλει, καὶ τὰς τῶν ἀντιδοξούντων αὐτῷ γνώμας ἐκτιθέμενος ἐπιφέρει·
在此之後,他又不加審察地確認他所報的事,並列出那些與他持相反看法之人的意見,補充說:
And after this, again confirming without examination the things he reports, and setting forth the opinions of those who hold a view contrary to his, he adds:
1:282
καὶ μὴν ἴσμεν τινὰς τῶν ἡμετέρων ἀδελφῶν ἀντιβλέψαντας τῇ γραφῇ καὶ λέγοντας·
『而且我們知道,我們弟兄中有些人正面審視這經文,說:
"And indeed we know that certain of our brethren have looked the Scripture in the face and said:
1:283
οὐ πιστεύω τῇ ἐγγαστριμύθῳ, λέγει ἡ ἐγγαστρίμυθος ἑορακέναι τὸν Σαμουήλ, ψεύδεται καὶ πολλά γε πρὸς ἐπὶ τούτοις ἕτερα
我不信那交鬼的婦人;那交鬼的婦人說她看見撒母耳——她是說謊;除此之外還有許多別的話。』
I do not believe the woman with the familiar spirit; the woman with the familiar spirit says she saw Samuel—she lies; and many other things besides these as well."
1:284
διὰ δὲ τούτων ἀπαρακαλύπτως ἐπιτιμᾷ τοῖς ἀποφαίνουσι ψευδῆ τὰ τῆς ἐγγαστριμύθου μαντεύματα, καὶ καταρώμενος ἐπὶ κεφαλὰς ἀναφέρει τῶν ἀπιστούντων αὐτῇ
他藉這些話公然譴責那些宣告交鬼婦人之占卜為假的人,並咒詛地把這歸到那些不信她之人的頭上。
And through these things he openly censures those who declare the divinations of the woman with the familiar spirit to be false, and cursing, he refers them upon the heads of those who disbelieve her.
1:285
ῥᾷστα μέντοι πεῖσαι τοὺς εὐχερεῖς ἐθέλων αὐτῇ περιάπτει τῇ γραφῇ τὸ διήγημα, γέγραπται ταῦτα λέγων ἢ οὐ γέγραπται; . συλλογιστικῇ δὲ δεινότητι χρώμενος ἐπάγει δευτερῶν ἀληθῆ ταῦτά ἐστιν ἢ οὐκ ἔστιν ἀληθῆ;, καίτοι τὸ μὲν οὐκ ἀνῆχθαι τὴν τοῦ προφήτου ψυχὴν ἐπαπόρησιν ἡμῖν – ἔφη–παρέχει καὶ ζήτησιν
然而他為極輕易地說服那些易受惑者,便把這敘事歸於經文本身,說:『這些事是寫著的呢,還是沒寫著呢?』又運用三段論的精巧手段步步進逼,重複說:『這些事是真的呢,還是不真的呢?』——雖然他自己說過:先知的魂未被招上來,這給我們帶來困惑和查究。
Yet wishing most easily to persuade the gullible, he attaches the narrative to the Scripture itself, saying, "Are these things written or not written?" And using syllogistic cleverness, he presses on, repeating, "Are these things true or not true?"—although the not-having-been-brought-up of the prophet's soul, he said, affords us perplexity and inquiry.
1:286
αὐτὸ δὲ τὸ τὰ τοιαῦτα διδόναι τῷ δαίμονι πόσης ἀσεβείας ἐστὶ μεστόν, οὐκέτι λέγει ζητῶν οὐδὲ προσέχει τὸν νοῦν ἀκράτῳ πληγεὶς ἀσυνεσίᾳ
但把這類事歸給那邪魔,是何等充滿不虔——這他卻不再查究著說,也不用心思想,因他被那純然的愚昧所擊打。
But how full of impiety it is to attribute such things to the demon—this he no longer says, inquiring, nor does he apply his mind, smitten with unmixed senselessness.
1:287
θεῷ γὰρ ὑπάρχει μόνῳ τοιαύτῃ ἐξουσίᾳ ἐπιτάσσειν, ὥστε ψυχὰς ἐξ ᾅδου μεταπέμπεσθαι καὶ καλεῖν
因為惟獨神才有權以這樣的權柄發令,從陰間召喚並呼喚眾魂。
For to God alone does it belong to command with such authority, so as to summon and call souls from Hades.
1:288
ἀνθυπενεκτέον οὖν ἐνταῦθα πάλιν·
因此在此我們當再次反駁:
So here again we must retort:
1:289
ἐν μὲν ταῖς ἱεραῖς ἀνείληπται ταῦτα γραφαῖς, οὐ μὴν ἐξ ἰδίου προσώπου τὸ τοιοῦτο διαπεπρᾶχθαι γράμμα προὔλεγεν ὁ συγγραφεύς·
這些事固然被收入聖經之中,然而作者並未以他自己的位格宣告:這樣的事已然成就;
these things have indeed been taken up in the sacred Scriptures, yet the writer did not declare that such a deed had been accomplished from his own person;
1:290
οὐ γὰρ ἂν ἐκκλησίαζεν ἡ βίβλος, ἐναντία ταῖς προφητικαῖς ἀντιβοῶσα φωναῖς, ὥς γε καὶ πρόσθεν ἐδείξαμεν καὶ μικρὸν ὕστερον ἐροῦμεν
因為這書若高呼與先知言語相反的事,便不會列入正典之中,正如我們先前所顯明、稍後還要說的。
for the book would not be canonical, crying out things contrary to the prophetic utterances, as indeed we showed before and shall say a little later.
1:291
ἀλλὰ δὴ τὰ τῆς ἐγγαστριμύθου διεχάραττε ῥήματα καὶ τὴν ἐμμανῆ τοῦ δυνάστου γνῶσιν ἔργοις ἀγνωσίας ἀποδεδειγμένην ἀνάπλεον·
但其實它不過是抄錄了那交鬼婦人的話、和那君王那被行為證明充滿無知的狂亂『知道』;
But indeed it merely transcribed the words of the woman with the familiar spirit and the frenzied knowledge of the ruler, shown by deeds to be full of ignorance;
1:292
εἰ γὰρ οὕτως ἁρμόσει ταῖς ἁγίαις ἐπισκῆψαι γραφαῖς, οὐκοῦν, ἐπειδή φασιν ὅτι καὶ θεὸν ἄντικρυς ὁ διάβολος ἑαυτὸν ἀναγορεύει, παρὰ τοῦτο δεήσει πιστεύειν αὐτῷ, τῇ διηγηματικῇ τοῦ γράμματος ἐκδοχῇ τὸ πᾶν ἀνατιθέντας, ὡς Ὠριγένης εἰσηγεῖται; . καὶ τοῦτο γὰρ εἰς αὐτὰς ἀναγέγραπται τὰς γραφάς
因為若可以如此攻擊聖經,那麼,既然經上說魔鬼也公然自封為神,難道就因此必須信牠、把整件事都歸於本文敘事的領受,正如俄利根所主張的麼?因為這事也記在那同一部聖經裡。
for if it will be fitting thus to attack the holy Scriptures, then, since they say that the devil also openly proclaims himself to be God, on that account it will be necessary to believe him, attributing the whole thing to the narrative reception of the text, as Origen suggests? For this too is recorded in the very Scriptures.
1:293
ἢ αὖ πάλιν, ἐπειδὰν ὑπερηφανίᾳ χρώμενος ἀμέτρῳ πᾶσαν ὁμοῦ τὴν τοῦδε τοῦ κόσμου περιγραφὴν ἤτοι καὶ τὰς βασιλείας αὐτῆς ἰδίας εἶναι λέγοι, παρὰ τοῦτο φαίη τις ἂν ὡς ἄρα προσήκει νοεῖν ὅτι δημιουργὸς αὐτός ἐστιν ἁπάντων; . οὐ μὲν οὖν, εἴποι τις ἄν' ἡ γάρ τοι διηγηματικὴ διεχάραξε φωνὴ τὰς ἐκείνου μεγαληγορίας, οὐ μὴν ἀληθεῖς ἀποφαίνει αὐτάς, οὐδ' ἔστι τοῦτο δεῖξαι δυνάμενος οὐδεὶς οὐδαμῶς
再或者,當牠用無可計量的傲慢、說這世上的全部疆域、甚至萬國都是牠的,難道有人會因此就說當以為牠是萬有的創造主麼?絕不能,必有人說;因為那敘事的聲音抄錄了牠的大言,卻並未宣告這些為真,也斷無人能證明此事。
Or again, when, using immeasurable arrogance, he says that the whole compass of this world, or even its kingdoms, are his own, would anyone on that account say that it is fitting to think he is the creator of all? By no means, someone would say; for the narrative voice transcribed his grandiloquence, yet does not declare them to be true, nor is there anyone at all able to show this.
1:294
ἀλλὰ μυρία μὲν ἔστι τοιαῦτα πρὸς ἐπὶ τούτοις ἰδεῖν, οὐχ οἷόν τε δὲ πάντα παράγειν, ἵνα μὴ μακρηγορίᾳ δόξωμεν ἐκκρούεσθαι τοῦ ζητήματος
除此之外還有無數這類事可看,但不可能全都列出,免得我們因冗長而看似被逐出所討論的問題。
But there are countless such things to behold in addition to these, yet it is not possible to bring them all forward, lest by long-windedness we should seem to be driven away from the question.
1:295
Ὡς οὖν ἐδόκει τοῖς ὀρθότατα φρονοῦσιν οὐ μετρίως ἐπιτιμᾶν, αὖθις ὑπεκκλέψας ἐπ' ἄλλην ἀπεπήδησεν ἔννοιαν, ἐδεινοποίει δὲ δημαγωγῶν ὅτι φάσκουσι πρὸς τοῖς ἄλλοις ὡς εἴη φρικῶδες ὑπολαβεῖν ἐν ᾅδου γεγονέναι τὸν εὐκλεῆ Σαμουήλ, ὃς ἐκκρίτῳ προφητείας ἀξίᾳ τετίμηται
於是,因見自己被那些心思最端正的人非小可地譴責,他便又溜開、跳到另一個念頭上,並煽動人心、把事情弄得陰森,理由是他們除別的之外還說:設想那名聞遐邇的撒母耳曾在陰間,乃是可畏之事——他既是以蒙揀選的先知尊榮受人尊崇的。
So, since it seemed that he was being censured not moderately by those of most upright mind, again, having slipped away, he sprang off to another notion, and made matters grim, playing the demagogue, on the ground that they say, among other things, that it would be a fearful thing to suppose that the renowned Samuel had come to be in Hades—he who has been honored with the chosen dignity of prophecy.
1:296
τοῦτο μὲν οὖν ἄνω καὶ κάτω ταυτολογεῖ γραωδῶς, ἐξ ἄλλων εἰς ἄλλα μεταχειρίζεσθαι τοὺς αὐτηκόους ἀπάτῃ τεχνώμενος
那麼這事他便如老嫗閒話般翻來覆去地重複,以詭詐圖謀把聽眾從一事挪移到另一事。
This, then, he repeats over and over in old-wives'-fashion, contriving by deceit to shift his hearers from one thing to another.
1:297
ἡμεῖς δὲ περὶ τούτων οὐ διαφερόμεθα, περὶ ὧν ἅπασιν συνομολογητέα καθέστηκεν, ἀλλ' ὧν ἕνεκα κυρίως ἀμφισβητεῖν ἐγνώκαμεν·
但我們所爭論的並非這些眾人都當同意之事,乃是那些我們確定要切實爭辯的事;
But we are not at variance concerning these things, about which all must be in agreement, but rather about those things on account of which we have determined to dispute in the proper sense;
1:298
οὐ γὰρ εἰ Σαμουὴλ γέγονεν ζητητέον, ἀλλ' εἰ τοιαύτην ἔχει δαίμων ἐξουσίαν, ὥστε δικαίων ἀνακαλεῖσθαι ψυχὰς ἐξ ᾅδου καὶ πάλιν ἀποπέμπειν
因為我們不該查究那是否撒母耳,乃當查究:一個邪魔是否有這樣的權柄,能從陰間喚回義人的魂、又把他們送回去。
for we must not inquire whether it was Samuel, but whether a demon has such authority as to call back the souls of the righteous from Hades and again to send them away.
1:299
ἐπεὶ τοίνυν ἐπ' αὐτοφώρῳ ληφθεὶς ἑάλω βλασφημίας ἐπαντλῶν αἰκίᾳ τὰς τῶν ἀκροατῶν ἀκοάς, ἀπατηλῇ μὲν ὑπεκκλίνει τέχνῃ, καταφεύγει δὲ δῆθεν ἐπὶ τὸ τοῦ Χριστοῦ πρόσωπον, ἵν' ἀντεξετάσας αὐτὸ τοῖς ἁγίοις ἀνδράσιν ἀποδείξειεν ὅτι καὶ αὐτὸς εἰς ᾅδου κατῆλθεν ὁ Χριστὸς ὁμοῦ τοῖς ἄλλοις ἅπασιν
那麼,既然他被當場拿住、被定罪為傾倒褻瀆、暴虐地傷害聽眾的耳朵,他便藉一種詭詐的伎倆溜到一旁,又佯裝投奔基督的位格作為避難所,好把它與眾聖人相比、企圖證明基督也同其餘眾人一起降到了陰間。
Since, then, being caught in the very act, he was convicted of pouring out blasphemy as an outrage upon the ears of his hearers, he slinks aside by a deceitful art, and flees forsooth for refuge to the person of Christ, so that, comparing it with the holy men, he might prove that Christ too descended into Hades together with all the rest.
1:300
ἵν' οὕτως εἴπω φησὶν ἐν τῷ κάτω τόπῳ ὤν, τῇ προαιρέσει ἄω ἦν. . ὡς περὶ ἀνθρώπου δὲ μόνου προσομιλῶν ἀλλ' οὐκέτι καὶ τῆς θείας αὐτοῦ στοχαζόμενος φύσεως, ἐν τοῖς κατωτάτω μὲν αὐτὸν ἔφασκεν ἀφῖχθαι, προαιρέσει δὲ δήπουθεν ἄνω βεβηκέναι, καθάπερ οὖν ἀμέλει καὶ τοὺς ἄλλους ἀνθρώπους
他說:『容我這樣說,主雖在下面的地方,卻憑祂的自主選擇而在上面。』但他只當作論及一個單純的人來談、不再顧及祂神聖的本性,便說祂已到了至低之處,卻無疑憑祂的自主選擇上到了高處——正如其餘眾人確然也是如此。
"So that I may put it thus," he says, "being in the place below, He was above by His free choice." But conversing as concerning a mere man, and no longer taking into account His divine nature, he said that He had arrived in the lowest regions, yet doubtless had gone up above by His free choice—just like, assuredly, the rest of mankind as well.
1:301
οὕτω γὰρ ἔφη καὶ οἱ προφῆται καὶ Σαμουήλ, κἂν καταβῶσιν ὅπου αἱ ψυχαὶ φησὶν αἱ κάτω, ἐν τῷ κάτω μὲν δύνανται εἶναι τόπῳ, οὐ κάτω δέ εἰσι τῇ προαιρέσει
因為他論到眾先知和撒母耳也是這樣說:他們縱然下到下面眾魂所在之處,雖能在下界之地,卻不在意志的取向上居於下界。
For he said this also concerning the prophets and Samuel: even though they go down to where the souls below are, they can indeed be in the place below, yet they are not below in their disposition of will.
1:302
κουφολογίᾳ δὲ δὴ περιηχήσας ἀπειροπληθεῖ τὸν κόσμον, οὐδὲ τοῦτο ξυνίησιν ὅτι πᾶς ὁστισοῦν ἀνθρώπων, εἰ καὶ σφόδρα σχέτλιός ἐστιν, ἐν ᾅδου κατελθὼν ἄων τῇ προαιρέσει καθέστηκεν
他以無量空泛的言辭充塞世界,卻連這一點也不明白:凡為人者,無論如何,即便極其可惡,一旦下到陰間,乃是違其本意而被囚於那裡。
Having filled the world round about with frivolous talk beyond all measure, he does not even understand this: that every single person whatsoever, even if he be utterly wretched, once gone down into Hades is established there unwillingly, against his own choosing.
1:303
οὐδεὶς γοῦν ἂν εἴη γε δικαίων οὐδ' ἀδίκων, ὃς οὐ γλίχεται τῶν ἀνωτάτω μὲν ἑκάστοτε διατριβῶν ἔχεσθαι, τῶν δὲ καταχθονίων ἀπηλλάχθαι τόπων
因此,無論義人或不義之人,沒有一個不渴望時時依戀於上界的居所,而脫離地下的境域。
There is, then, none either of the just or of the unjust who does not yearn to cling always to the dwellings above and to be set free from the regions beneath the earth.
1:304
εἰ τοίνυν ἅπαντες ὁμοῦ οἱ καταχθέντες εἰς ᾅδου τῶν ἄνω φορῶν ἐρῶσι προαιρέσει, κἂν οὐ πάνυ δικαίου τινὲς ἐπεμελήσαντο βίου, ποταπὸν ἀξίωμα τοῦ προφητικοῦ διεσάφει χοροῦ; . τί δὲ τὸ περιττὸν ἀπήγγελλε τοῦ κυρίου, πᾶσιν ὅμοιον ἀποφαίνων αὐτόν; ἀλλ' οὕτως ἀμαθῶς ἐξήχησε τὴν φωνήν, οὐκ ἐννοήσας ὅτι θεὸς ὢν ὁ λόγος, οὐ προαιρέσει μᾶλλον, ἀλλ' ἀρετῇ τῆς θεότητος ἁπανταχοῦ πάρεστιν ἀθρόως
若一切被同下到陰間的人都憑己意嚮往上升之途,連那些全然不修義行的人也是如此,那麼他給先知行列定了甚麼超卓的尊榮呢?他論到主又宣告了甚麼特別之處,竟把主說成與眾人一樣?他竟如此無知地發出此論,全不思想道既是神,他遍在萬有、瞬時臨在,並非靠意志,乃靠其神性的能力。
If, then, all who were brought down into Hades together long by their own will for the upward courses, even some who did not at all cultivate a righteous life, what surpassing dignity did he assign to the prophetic choir? And what extraordinary thing did he proclaim of the Lord, when he makes him like to all? But thus did he sound forth his utterance in ignorance, failing to consider that the Word, being God, is present everywhere all at once not so much by choice as by the power of his Godhead.
1:305
εἰ δὲ καὶ τὰ μάλιστα τὸν ἔκκριτον ἑαυτοῦ ναὸν ἐπέτρεψε λυθῆναι, τριήμερον μὲν αὐτίκα πάλιν ἀνήγειρε καινοπρεπῶς, ἡ δὲ ψυχὴ τοῦδε τοῦ ἀνθρωπείου σκηνώματος εἰς τὰ κατώτατα κατελθοῦσα μέρη τῆς γῆς, ἀνεπέτασε τὰς ἐκεῖσε πύλας ἀθρόᾳ ῥοπῇ καὶ τὰς αὐτόθι καθειργμένας ἀνῆκε ψυχάς·
他雖容讓自己所揀選的殿宇被毀,卻立即在三日內以奇妙之法將它重新建起;而這人性帳幕的魂,下到地的極深之處,以一舉之力敞開了那裡的門戶,釋放了囚禁在那地的眾魂;
And though indeed he even permitted his own chosen temple to be destroyed, yet immediately he raised it up again in three days in a new and wondrous manner; and the soul of this human tabernacle, having descended into the lowest parts of the earth, threw open the gates there with one sudden impulse and released the souls imprisoned in that place;
1:306
οὕτω δὲ θεσπεσίᾳ κεκραταίωται δυνάμει διὰ τὴν τοῦ θεοῦ καὶ λόγου συνουσίαν, ὥστε καὶ παντέφορον ἔχειν ἐξουσίαν
如此,因與神、與道聯合,這魂便得著神聖的能力堅固,以致擁有洞察萬有的權柄。
and thus it was strengthened with divine power through its union with God the Word, so as to possess an all-seeing authority.
1:307
Ἁλλὰ μὴν ἔγωγε πείθομαι καὶ τούτου τεκμήριον εἶναι σαφές, ὁπηνίκα μὲν εἰς τοὺς καταχθονίους ἀφικνεῖτο τόπους, ἐν ταὐτῷ δὲ καὶ τὴν τοῦ λῃστοῦ ψυχὴν αὐθήμερον εἰσῆγεν εἰς τὸν παράδεισον
我自己確信這一點也有明證:正當他臨到地下境域之際,同時也在那一天把那強盜的魂領進了樂園。
But indeed I for my part am persuaded that there is a clear proof of this also: that at the very moment he came to the regions beneath the earth, at the same time he was also bringing the soul of the robber that very day into paradise.
1:308
εἰ γὰρ δι' ἑνὸς ἀνθρώπου τοῖς ἅπασιν ὑπῆρξεν ἀνθρώποις ἡ σωτηρία, πρόδηλον ὡς ἡ ψυχὴ τὰς ὁμογενεῖς ἀναλυτροῦται ψυχάς, ἅμα μὲν εἰς τὰ καταχθόνια κατιοῦσα μέρη τοῦ χάους, ἅμα δὲ καὶ τῇ ἀρχαιοτάτῃ τοῦ παραδείσου πάλιν ἀποκαθιστῶσα νομῇ τὸν ὑπεισδύντα τῷ κράτει τῆς ἀηττήτου βασιλείας
因為若藉著一人救恩臨到萬人,顯然這魂救贖了與它同類的眾魂,同時下到深淵的地下部分,同時又憑那不可勝之國的權能,將那潛入之人重新安置於樂園最古老的牧場。
For if through one man salvation came to all men, it is plain that the soul redeems the souls of its own kind, at one and the same time descending into the subterranean parts of the abyss, and again restoring to the most ancient pasture of paradise him who had crept in by the might of the unconquerable kingdom.
1:309
ἀκόλουθα δὲ καὶ πρὸ τούτων ὁ τοῦ θεοῦ παῖς ἐμαρτύρετο, προλέγων ὅτι καὶ οὐδεὶς ἀναβέβηκεν εἰς τὸν οὐρανὸν εἰ μὴ ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς, ὁ υἱὸς τοῦ ἀνθρώπου ὁ ὢν ἐν τῷ οὐρανῷ
與此一致,並在此之先,神的兒子也曾作見證,預先說:『除了那從天降下、仍在天上的人子,沒有人升過天。』
Consistently with these things, and before them too, the Son of God bore witness, foretelling that 'no one has ascended into heaven except he who came down from heaven, the Son of Man who is in heaven.'
← 上一段下一段 →
1

新的原文誦讀上線時通知我

每次有新章節誦讀影片就寄一封信。採雙重確認,隨時可一鍵取消。