📜 Verbum · 聖言
原文誦讀聖經與教父文獻
♥ 贊助

← 回書卷目次 · 希臘教父 › 致俄利根頌辭

致俄利根頌辭 第 1 章 第 3/3 段

希臘文原文.57 節.部分字詞可點開查義.本章太長已分段,此段為 1:270–1:326(全章共 326 節)

← 上一段
ℹ️ 本語料沒有逐節的詞法標註。原形主要取自同語言其他書卷的逐詞標註(不是這一節的標註),少數查不到的才回頭依字形比對詞典。同形的罕見字仍可能判錯,需要精確判斷時請覆核原文與專門詞典。
ℹ️ 中英對照為本站自譯,直接譯自本頁的原文(非和合本/WEB —— 那兩者譯自馬所拉文本,與本頁底本不同)。
1:270
ὧν δι' ἑτέρων ᾐνίξατο μόνον, τούτων διὰ τούτου τὴν διδασκαλίαν ποιούμενος, ὅσα τε ἀξιοπιστότατος ὢν ἢ προσέταξε βασιλικῶς ἢ καὶ ἀπεφῄνατο, τούτων τοὺς λόγους διερευνᾶσθαί τε καὶ ἐξευρίσκειν τούτῳ δωρησάμενος·
凡祂藉別人僅暗示過的事,祂藉這人作了講解——又賜給他去探究、發現凡祂這位至可信者所王者般命定或宣告之事的意義;
of which things, which He hinted at only through others, He made the teaching through this man—granting to him to investigate and discover the meanings of all that He, being most worthy of belief, had either royally commanded or declared;
1:271
ἵν' εἴ τις σκληρὸς τὴν ψυχὴν καὶ ἄπιστος ἢ καὶ φιλομαθὴς ὢν τύχοι, παρὰ τούτου μαθὼν καὶ συνεῖναι καὶ πιστεύειν ἑλέσθαι ἀναγκάζοιτο τρόπον τινὰ καὶ ἕπεσθαι θεῷ
好叫凡心硬不信、或好學的人,從這人受教,便在某種意義上被迫既明白、又揀選去信並跟從神。
in order that, if anyone should happen to be hard of soul and unbelieving, or even a lover of learning, learning from this man he might be in a way compelled both to understand and to choose to believe and to follow God.
1:272
Λέγει τε ταῦτα οὐκ ἄλλως οἶμαι ἢ κοινωνίᾳ τοῦ θείου πνεύματος·
我想,他說這些話,無非是藉著與那神聖之靈的相通;
And he says these things, I think, by no other means than by the communion of the divine Spirit;
1:273
τῆς γὰρ αὐτῆς δυνάμεως δεῖ προφητεύουσί τε καὶ ἀκροωμένοις προφητῶν·
因為說預言的人與聽先知的人,都需要同樣的能力;
for the same power is needed by those who prophesy and by those who hear the prophets;
1:274
καὶ οὐκ ἂν ἀκούσαι προφήτου, ᾧ μὴ αὐτὸ τὸ πνεῦμα τὸ προφητεῦσαν τὴν σύνεσιν τῶν αὐτοῦ λόγων ἐδωρήσατο
凡那發預言之靈未賜他明白其言之能的人,便無人能真正聽懂先知。
and no one could hear a prophet to whom the very Spirit that prophesied has not granted the understanding of his own words.
1:275
Τοιοῦτον ἔγκειται λόγιον καὶ ἐν τοῖς ἱεροῖς γράμμασι, τὸν κλείοντα ἀνοιγνύναι μόνον λέγον, ἄλλον δὲ μηδ' ὁντινοῦν·
聖經中也載有這樣的諭言,說唯有祂能開那關閉的,別無一人能開;
Such an oracle is set down also in the sacred writings, saying that He alone opens what is shut, and no one else whatsoever;
1:276
ἀνοίγει δὲ τὰ κεκλει σμένα σαφηνίζων τὰ αἰνίγματα ὁ θεῖος λόγος
那神聖的道便開那關閉的,講解那些謎語。
and the divine Word opens the shut things, clarifying the riddles.
1:277
Δῶρον τὸ μέγιστον οὗτος τοῦτο θεόθεν ἔχει λαβὼν καὶ μοῖραν παγκάλην οὐρανόθεν, ἑρμηνεὺς εἶναι τῶν τοῦ θεοῦ λόγων πρὸς ἀνθρώπους, συνιέναι τὰ θεοῦ ὡς θεοῦ λαλοῦντος, καὶ διηγεῖσθαι ἀνθρώποις ὡς ἀκούουσιν ἄνθρωποι
這人從神領受並持有這最大的恩賜、這從天而來最美的分:就是作神言向人的解釋者,如同神在說話那樣明白神的事,又如同人在聆聽那樣向人講解。
This man has received and holds this greatest gift from God, and a most beautiful portion from heaven: to be an interpreter of the words of God to men, to understand the things of God as God speaking, and to expound to men as men listening.
1:278
Τοι γαροῦν οὐδὲν ἡμῖν ἄρρητον, οὐδὲ γὰρ κεκρυμμένον καὶ ἄβατον ἦν·
因此,於我們沒有甚麼是不可言說的,因為沒有甚麼是隱藏、不可到達的;
Therefore nothing was unutterable to us, for nothing was hidden and inaccessible;
1:279
ἐξῆν δὲ μανθάνειν πάντα λόγον, καὶ βάρβαρον καὶ Ἕλληνα, καὶ μυστικώτερον καὶ πολιτικώτερον, καὶ θεῖον καὶ ἀνθρώπινον, σὺν πάσῃ περιουσίᾳ ἐκπεριϊοῦσι πάντα καὶ διερευνωμένοις, καὶ πάντων ἐμφορουμένοις καὶἀ πολαύουσι τῶν τῆς ψυχῆς ἀγαθῶν·
倒是凡學問——無論蠻夷或希臘、無論較奧祕或較世俗、無論屬神或屬人的——都准我們學習,使我們得以富足有餘地遍歷、查考萬事,並飽得、享受靈魂的一切美善;
but it was permitted to learn every doctrine, both barbarian and Hellenic, both more mystical and more political, both divine and human, with all abundance going round and investigating all things, and being filled with and enjoying all the good things of the soul;
1:280
Καὶ συνελόντα εἰπεῖν παράδεισος ἡμῖν ὄντως οὗτος ἦν, μιμητὴς τοῦ μεγάλου παραδείσου τοῦ θεοῦ, ἐν ᾧ γῆν μὲν ἐργάζεσθαι οὐκ ἦν τὴν κάτω οὐδὲ σωματοτροφεῖν παχυνομένους, τὰ δὲ ψυχῆς μόνον αὔξειν πλεονεκτήματα, ὥσπερ τινὰ φυτὰ ὡραῖα ἑαυτοὺς φυτεύσαντας ἢ ἐμφυτευθέντας ἡμῖν ὑπὸ τοῦ πάντων αἰτίου, εὐφραινομένους καὶ τρυφῶντας
簡言之,這於我們實在是一座樂園,是神那偉大樂園的摹本,在其中無需耕作那下方的地、也無需餵養那日益粗鈍的身體,唯需增長靈魂的長處,就如我們把自己種下、或被那萬有的本源栽植,作某些當令的佳木,歡欣享福。
and, to put it briefly, this was truly a paradise to us, an imitator of the great paradise of God, in which there was no need to till the lower earth nor to feed the body, growing gross, but only to increase the soul's advantages, having planted ourselves, or been planted in, like certain seasonable plants, by the Cause of all, rejoicing and luxuriating.
1:281
Οὗτος παράδεισος ἀληθῶς τρυφῆς, αὕτη ἀληθὴς εὐφροσύνη καὶ τρυφή, ἣν ἐτρυφήσαμεν ἐν τῷ διηνυσμένῳ τῷδε χρόνῳ, καὶ οὐκ ὀλίγῳ ἤδη καὶ ὀλίγῳ πάντη, εἰ μέχρι τούτου στήσεται, ἀπελθοῦσιν ἤδη καὶ ἀναχωρήσασιν ἐντεῦθεν
這實在是一座歡樂的樂園,這便是我們在如今這已告終的時光中所享的真正喜樂與歡愉——這段時光既不算短、實在一點也不短——倘若它要就此打住,如今我們已離開、退出此地。
This was truly a paradise of delight, this the true gladness and delight which we delighted in during this time now ended—a time neither short already, nor short at all—if it shall be stayed here, now that we have departed and withdrawn from here.
1:282
Οὐκ οἶδα γὰρ τί παθὼν ἢ πάλιν ἁμαρτὼν ἐκπορεύομαι, ἐξελαύνομαι·
因我不知自己遭遇了甚麼、又在哪裏犯了罪,竟要出去、被趕逐;
For I know not what I have suffered, or again wherein I have sinned, that I go forth, am driven out;
1:283
τί χρὴ λέγειν, ἀγνοῶ, ἀλλ' ὅτι δεύτερος ἐκ παραδείσου Ἀδὰμ ἐγώ, καὶ λαλεῖν ἠρξάμην
我不知該說甚麼,只知我是第二個被逐出樂園的亞當,且開了口說話。
what I should say, I know not, except that I am a second Adam out of paradise, and have begun to speak.
1:284
Ὡς καλῶς ἔζων, ἀκούων λέγοντος δι δασκάλου καὶ σιωπῶν·
我從前活得何等好,聽老師說話、自己緘默;
How well I lived, hearing the teacher speak and keeping silent;
1:285
ὡς ὄφελον καὶ νῦν ἡσυχίαν ἄγειν ἐμάνθανον σιωπῶν, ἀλλὰ μή ( τὸ καινὸν τοῦτο θέαμα) ἀκροατὴν τὸν διδάσκαλον ποιήσασθαι
但願我如今也在學緘默安靜,而不是(這奇怪的景象)使老師反成了我的聽眾!
would that even now I were learning to keep quiet in silence, and not (this strange spectacle) to make the teacher my hearer!
1:286
Τί γάρ μοι ἔδει τῶν λόγων τούτων; Τί δὲ καὶ προσφθέγγεσθαι τοιαῦτα, μὴ ἀπεῖναι προσκαρτερεῖν δὲ δέον; Ἀλλὰ τῆς παλαιᾶς ἀπάτης ἔοικεν εἶναι ταῦτα πλημμελήματα, τῶν τε ἀρχαίων δίκαι αἵδε με μένουσιν ἔτι·
因我何需這些話呢?我本不該離去、倒該堅守,又何必說這等話?可這些彷彿是那古老欺騙的過犯,那古人的懲罰至今仍等著我;
For what need had I of these words? And why even to address such things, when I ought not to be away but to persevere? But these seem to be the offences of the old deception, and these penalties of the ancient ones still await me;
1:287
ἢ καὶ αὖθις ἀπειθεῖν μοι δοκῶ, ὑπερβαίνειν τολμῶν τοὺς λόγους τοῦ θεοῦ, μένειν δέον ἐν αὐτοῖς καὶ πρὸς αὐτοῖς
又或我彷彿仍在悖逆,竟敢越過神的話語,我本該安住在其中、守在其旁。
or again I seem to be disobedient, daring to overstep the words of God, when I ought to abide in them and beside them.
1:288
Ὃ δὲ ἄπειμι, φεύγων μὲν ἀπὸ τῆς μακαρίας ταύτης ζωῆς οὐχ ἧττον ὅδ' ἐγώ, ἢ ἀπὸ προσώπου θεοῦ ὁ παλαιὸς ἐκεῖνος ἄνθρωπος, εἰς δὲ τὴν γῆν ἐπιστρέφων, ἐξ ἧς ἐλήφθην·
至於我的離去——我從這蒙福的生活逃離,絕不亞於那古人從神面前逃離,並轉回我被取出的那地;
And as for my departing—fleeing from this blessed life, I no less than that old man fled from the face of God, and turning back to the earth from which I was taken;
1:289
γῆν τοιγαροῦν ἔδομαι πάσας τὰς ἡμέρας τῆς ἐκεῖ ζωῆς μου, καὶ γῆν ἐργάζομαι, καὶ ταύτην ἀκάνθας καὶ τριβόλους ἀνατέλλου-σάν μοι, τὰς ἐμὰς λύπας καὶ φροντίδας τὰς ἐπονειδίστους, ἀφειμένος τῶν καλῶν καὶ ἀγαθῶν φροντίδων·
所以我在那裏一生的日子必喫土,必耕地,而那地必給我長出荊棘與蒺藜——就是我的憂愁與可恥的掛慮——失去了那美好善良的掛念;
earth, therefore, I shall eat all the days of my life there, and earth I shall till, and that earth bringing forth to me thorns and thistles—my griefs and shameful cares—deprived of the fine and good cares;
1:290
καὶἃ καταλέλοιπα, πρὸς ταῦτα πάλιν ἐπιστρέφων, τὴν γῆν, ὅθεν ἐξῆλθον, καὶ τὴν συγγένειαν τὴν ἐμὴν τὴν κάτω, καὶ εἰς τὸν οἶκον τοῦ πατρός μου·
並把我所撇下的,又轉回去就近——就是我所出的那地、我下方的親屬、與我父的家;
and the things which I have left behind, turning back again to these—the earth whence I came forth, and my kindred below, and to the house of my father;
1:291
ἀπολιπὼν γῆν τὴν ἀγαθήν, ἔνθα μοι οὖσα ἡ ἀγαθὴ πατρὶς ἠγνοεῖτο πάλαι, καὶ συγγενεῖς, οὓς ἔχων ψυχῆς ἐμῆς οἰκείους ὕστερον γινώ-σκειν ἠρξάμην, καὶ τὸν οἶκον τοῦ ἀληθῶς πατρὸς ἡμῶν, ἐν ᾧ μένων ὑπὸ τῶν ἐν αὐτῷ μένειν ἐθελόντων υἱῶν τῶν ἀληθῶν σεμνῶς τιμᾶται καὶ γεραίρεται ὁ πατήρ
離棄了那美地——在那裏我那美好的故鄉本是我的,卻長久不為我所知——並離棄了親屬(我本擁有他們作我自己靈魂的家人,後來才開始認識),又離棄了我們真父的家(住在其中,那父被那些甘願住在其中的真兒子莊嚴地尊崇敬奉)。
having forsaken the good land, where the good homeland that was mine was long unknown to me, and kindred whom, having them as the household of my own soul, I afterward began to know, and the house of our true Father, in whom abiding, the Father is solemnly honoured and revered by the true sons who are willing to abide therein.
1:292
Ἐγὼ δὲ ἄσεμνος καὶ ἀνάξιος ἐξέρχομαι τῶνδε, στραφεὶς εἰς τὰ ὀπίσω καὶ παλινδρομῶν
可我這不配、卑賤的,卻從這些之中出去,往後轉、又奔逃了。
But I, unworthy and base, go forth from these, turned back and running away again.
1:293
Λέγεταί τις υἱός, παρὰ πατρὸς ἀπολαβὼν τὸν ἐπιβάλλοντα αὐτῷ πρὸς ἕτερον αὐτοῦ ἀδελφὸν κλῆρον, ἀποδημῆσαι τοῦ πατρὸς εἰς χώραν μακρὰν θελήσας τοῦτο·
有話說到一個兒子,他從父親得了那分給他、與他另一個弟兄並列的家業,便揀選離開父親、往遠方去;
There is told of a certain son, who, having received from his father the portion that fell to him alongside another brother of his, chose to go abroad from his father into a far country;
1:294
ζῶν δὲ ἀσώτως διασπαθῆσαι τὴν πατρῴαν οὐσίαν καὶ καταναλῶσαι·
他既荒宴度日,便耗盡、糟蹋了父親的產業;
and living riotously, he squandered and consumed his father's substance;
1:295
τέλος δὲ κατὰ ἀπορίαν ἑαυτὸν μισθώσας συφορβεῖν, ὑπὸ λιμοῦ δὲ ἀναγκαζόμενος καὶ κοινωνεῖν τῶν τροφῶν τοῖς χοίροις ἐπιθυμεῖν μέν, μὴ τυγχάνειν δὲ μηδὲ τούτου
末了窮困,受雇去放豬,又被饑荒所迫,巴不得與豬分喫那食物,卻連這個也得不著。
and at last, in want, having hired himself out to feed swine, and compelled by famine, desired to share even the food of the pigs, yet did not obtain even this.
1:296
Δίκην οὖν ἐξέτισε τῆς ἀσωτίας, ἀντὶ τραπέζης τῆς πατρικῆς οὔσης βασιλικῆς ἀμειψάμενος, ἃς οὐ προείδετο, τὰς χοιρείους καὶ τὰς ἐν θητείᾳ τροφάς
於是他為自己的揮霍付了代價,把父親那原是王者般的筵席,換成了他未曾預見的豬食與雇工苦役的飯食。
He paid, then, the penalty of his prodigality, having exchanged, instead of his father's table—which was a royal one—for the swine's food and the food of hired servitude, which he had not foreseen.
1:297
Τοιοῦτόν τι πείσεσθαι ἐοίκαμεν ἀπελθόντες, καὶ οὐδὲ σὺν παντὶ τῷ ἐπιβάλλοντι κλήρῳ·
我們離去時,似乎也將遭遇這類的事,而且連那歸我們的整分都得不著;
Some such thing we seem likely to suffer in departing, and not even with the whole portion that falls to us;
1:298
οὐδὲ γὰρ λαβόντεςἃ ἐχρῆν, ἄπιμεν δὲ ὅμως, τὰ μὲν καλὰ καὶ φίλα καταλιπόντες μετὰ σοῦ καὶ παρὰ σοί, ἀμειψάμενοι δὲ τὰ χείρω
因為我們連該得的都沒領全,卻仍要離去,把那美好、可愛的留在你那裏、留在你身旁,反換取了那較壞的。
for not even having received what we ought, we go away nonetheless, having left the fine and dear things with you and beside you, but having taken in exchange the worse.
1:299
Διαδέξεται γὰρ ἡμᾶς σκυθρωπὰ πάντα, θόρυβος καὶ τάραχος ἐξ εἰρήνης, καὶ ἐξ ἡσύχου καὶ εὐτάκτου βίος ἄτακτος, ἐκ δὲ ἐλευθερίας ταύτης δουλεία χαλεπή, ἀγοραὶ καὶ δίκαι καὶ ὄχλοι καὶ χλιδή·
因為一切愁慘的事都要接踵臨到我們:以喧囂攪擾代替平安,以紊亂的生活代替安靜有序的生活,以艱苦的奴役代替這份自由——市集、訴訟、群眾與奢靡;
For gloomy things will succeed us all: tumult and confusion in place of peace, and in place of a quiet and well-ordered life a disordered one, and in place of this freedom a grievous slavery—lawcourts and lawsuits and crowds and luxury;
1:300
καὶ σχολὴ μὲν ἡμῖν οὐκέτι πρὸς τὰ κρείττω οὐδ' ἡτισοῦν, οὐδὲ λόγια τὰ θεῖα λαλήσομεν, λαλήσομεν δὲ τὰ ἔργα τῶν ἀνθρώπων ( τοῦτο δὴ καὶ ἁπλοῦς ἀρά τις εἶναι νενόμισται ἀνδρὶ προφήτῃ), ἡμεῖς δὲ καὶ πονηρῶν ἀνθρώπων
我們再不會有半點閒暇歸於那更美之事,也不再講說神聖的諭言,倒要講說世人的行徑(這在先知之人實算為一種徹底的咒詛),而我們所講的,更是惡人的行徑。
and we shall no longer have any leisure at all for the better things, nor shall we speak the divine oracles, but we shall speak the deeds of men (this indeed is reckoned a simple curse for a prophet-man), and we ourselves the deeds of wicked men.
1:301
Νὺξ ὄντως ἐξ ἡμέρας, ἐκ δὲ λαμπροῦ φωτὸς σκότος, καὶ ἐκ πανηγύρεως πένθος, καὶ ἐκ πατρίδος πολεμία χώρα διαδέξεται ἡμᾶς, ἐν ᾗ ᾠδὴν μὲν ἱερὰν οὐκ ἔξεστί μοι ᾄδειν (πῶς γὰρ ἐν γῇ ἀλλοτρίᾳ τῆς ψυχῆς μου, ἔνθα μένοντα οὐκ ἔστι προσεῖναι θεῷ;) κλαίειν δὲ μόνον καὶ στένειν, ὑπομιμνησκόμενον τῶν ἐνταῦθα, εἰ καὶ τοῦτό μοί τις συγχωρήσεται
我們的白晝必被黑夜取代,明亮的光必被黑暗取代,節慶的歡樂必被哀傷取代,故鄉必被仇敵之地取代——在那地我不得吟唱聖潔的詩歌(因為在那與我心靈格格不入的異域,人停留其中便無法親近神,又怎能歌唱呢?),只能哀哭歎息,追念此處的一切,倘若連這也蒙允許的話。
Truly night will succeed our day, darkness our radiant light, mourning our festal joy, and a hostile land our homeland—a land in which I am not permitted to sing the sacred song (for how, in a country foreign to my soul, where to remain is to be unable to be present with God?), but only to weep and groan, calling to mind the things here, if indeed even this much will be granted me.
1:302
Πολέμιοί ποτε λέγονται ἐπελθόντες πόλει μεγάλῃ καὶ ἱερᾷ, ἐν ᾗ τὸ θεῖον ἐθεραπεύετο αἰχμαλώτους κατασῦραι τοὺς ἐνοικοῦντας καὶ ὑμνῳδοὺς καὶ θεολόγους εἰς τὴν αὐτὴν χώραν, Βαβυλωνία δὲ ἦν·
相傳從前有仇敵攻打一座偉大而聖潔的城,那城中敬奉著神明;他們把城中的居民、歌頌讚美詩的人和論神的人,都擄掠到同一片土地去,那地就是巴比倫。
It is told that enemies once came upon a great and holy city, in which the Deity was worshipped, and dragged off its inhabitants into captivity—both the singers of hymns and the theologians—into that same land; and the land was Babylon.
1:303
μηδ' ἀξιουμένους ὑπὸ τῶν κρατούντων ὑμνεῖν ἐθέλειν τὸ θεῖον, μηδὲ ψάλλειν ἐν γῇ βεβήλῳ·
當擄掠他們的人要求他們時,他們不願頌讚神明,也不肯在污穢之地唱詩;
And when their captors demanded it of them, they refused to praise the Deity, nor would they sing psalms in a profane land;
1:304
ἀλλὰ τὰ μὲν ὄργανα τὰ μουσικὰ κρεμάσαι ἐπὶ τῶν ἰτεῶν ἀρτήσαντας, αὐτοὺς δὲ κλαίειν ἐπὶ τῶν ποταμῶν Βαβυλῶνος
反倒把樂器掛在柳樹上,自己在巴比倫的河邊哭泣。
but rather, hanging their musical instruments upon the willows, they themselves wept by the rivers of Babylon.
1:305
Ἐκείνων τις εἶναι δοκῶ, ἐξελαυνόμενος ἀπὸ πόλεως καὶ πατρίδος ἐμῆς ταύτης καὶ ἱερᾶς·
我覺得自己就像他們其中的一個,被趕出我這座城、這聖潔的故鄉;
I seem to myself to be one of those, being driven out from this my city and homeland, the holy one;
1:306
ἔνθα μεθ' ἡμέραν τε καὶ νύκτα οἱ ἱεροὶ ἀπαγγέλλονται νόμοι ὕμνοι τε καὶ ᾠδαὶ καὶ λόγοι μυστικοί, καὶ φῶς τὸ ἡλιακὸν καὶ τὸ διηνεκές, ἡμέρας ὕπερ ἡμῶν προσομιλούντων τοῖς θείοις μυστηρίοις, καὶ νυκτὸς ὧν ἐν ἡμέρᾳ εἶδέ τε καὶ ἔπραξεν ἡ ψυχὴ ταῖς φαντασίαις κατεχομένων·
在那地,無論晝夜都宣講聖潔的律法,並有讚美詩、詩歌與奧祕的言論,又有如日光般且永不止息的光——白晝我們默想神聖的奧祕,黑夜心靈則被白日所見所行的種種異象所縈繞;
the place where, by day and by night, the sacred laws are proclaimed, with hymns and songs and mystic discourses, where there is light both as of the sun and unceasing—by day as we commune with the divine mysteries, and by night as the soul is possessed by visions of what it saw and did in the day;
1:307
καὶ ὅλως συνελόντα εἰπεῖν ἔνθα ἡ ἔνθεος διὰ παντὸς κατακωχή, ταύτης ἐξελαύνομαι, αἰχμάλωτος φερόμενος εἰς τὴν ἀλλοτρίαν γῆν, ἔνθα μοι οὔτε αὐλεῖν ἐξέσται κρεμασαμένῳ τὸ ὄργανόν μου, ὥσπερ κἀκείνοις, ἀπὸ τῶν ἰτεῶν·
簡而言之,那是神的同在常駐之處——我如今正從那裡被趕出,如俘虜般被擄到異邦之地,在那裡我也不得奏樂,因為我必像他們一樣,把我的樂器掛在柳樹上;
and, to put it briefly, the place where the divine indwelling is continually present—from this I am being driven out, carried off as a captive into a foreign land, where it will not be permitted me to make music, for I shall have hung up my instrument, just as they did, upon the willows;
1:308
ἀλλ' ἐν μὲν τοῖς ποταμοῖς ἔσομαι, πηλὸν δὲ ἐργάσομαι καὶ ὕμνους λέγειν οὐκ ἐθελήσω, μεμνημένος·
我只能在河邊勞作,作磚泥的苦工,雖然記得讚美詩,卻不肯歌唱;
but I shall be among the rivers, and shall labour at the clay, and shall not be willing to utter hymns, though I remember them;
1:309
ἀλλ' ἴσως ὑπὸ κακοεργίας τῆς ἄλλης καὶ ἐπιλήσομαι συληθεὶς κατὰ τὰς μνήμας
或許因著其餘種種的惡勞,我連這些記憶也被奪去而徹底遺忘了。
and perhaps, through the rest of my evil toil, I shall even forget them, being robbed of my very memories.
1:310
Εἰ δὲ καὶ ἀπιὼν οὐκ ἄκων μόνον, ὥσπερ αἰχμάλωτος, ἀλλὰ καὶ ἑκὼν ἄπειμι, οὐχ ὑπ' ἄλλου του, ὑπὸ δὲ ἐμαυτοῦ ἐκπεπολεμημένος, ἐξὸν μένειν, τάχα καὶ ἀπιὼν ἐντεῦθεν οὐκ ἀσφαλῶς πορεύσομαι, ὡς ἀπὸ ἀσφαλοῦς καὶ εἰρηνευομένης τινὸς πόλεως ἐξελθών·
倘若我這番離去,不單是像俘虜般出於不得已,更是出於自願;把我逼上這場爭戰的,不是別人,正是我自己,本來我大可留下——那麼或許我離開此地之後,旅途必不平安,不像從安穩太平的城出來的人;
And if, in departing, I go not unwillingly only—like a captive—but also of my own accord, driven into this war not by any other but by my own self, when it was in my power to stay, then perhaps in leaving this place I shall not journey safely, as one who has set out from some secure and peaceful city;
1:311
εἰκὸς δὲ ὡς ἄρα ὁδοιπορῶν καὶ λῃσταῖς συντεύξομαι καὶ συλ ληφθήσομαι, καὶ γυμνωθεὶς τρωθήσομαι τραύμασι πολλοῖς, καὶ κείσομαί που ἡμιθνὴς ἐρριμμένος
倒像是在路上必遇見強盜,被擒住,被剝得精光,身受許多創傷,半死不活地被丟棄在某處。
but it is likely that, travelling on the road, I shall fall in with robbers and be seized, and stripped naked be wounded with many wounds, and shall lie somewhere cast aside, half dead.
1:312
Ἀλλὰ τί ταῦτα θρηνῶ; Ἔστιν ὁ σωτὴρ πάντων, καὶ τῶν ἡμιθανῶν καὶ τῶν λελῃστευμένων πάντων κηδεμὼν καὶ ἰατρός, λόγος, ὁ ἄγρυπνος φύλαξ πάντων ἀνθρώπων·
但我為何要為這些哀歎呢?有那位萬人的救主,是一切半死之人和遭劫之人的看顧者和醫者——就是道,是看守眾人、永不打盹的守護者;
But why do I lament these things? There is the Saviour of all, the guardian and physician of all the half-dead and all who have been robbed—the Word, the ever-watchful keeper of all men;
1:313
ἔστιν ἡμῖν καὶ σπέρματα,ἅ τε ἔχοντας ἡμᾶς ἀνέδειξας καὶ ὅσα παρὰ σοῦ εἰλήφαμεν, τὰς καλὰς ὑποθήκας·
我們也有種子——既是你向我們指明我們所擁有的,也是我們從你領受的一切美好教誨;
we have also our seeds—both those which you have shown us to possess, and all that we have received from you, the goodly counsels;
1:314
σὺν οἷς ἄπιμεν, κλᾴοντες μὲν ὡς πορευόμενοι, φέροντες δὲ σὺν αὑτοῖς ὅμως τὰ σπέρματα ταῦτα
我們就帶著這些離去,雖一路哭泣前行,卻仍隨身帶著這些種子。
with these we depart, weeping as we go, yet nonetheless bearing these seeds along with us.
1:315
Ἴσως μὲν οὖν διασώσεται ἡμᾶς ὁ φύλαξ ἐπιστάς·
或許那守護者必親自臨在,保全我們;
Perhaps, then, the keeper will stand by us and preserve us;
1:316
ἴσως δὲ ὑποστρέψομεν πρὸς σὲ πάλιν, φέροντες ἐκ τῶν σπερμάτων καὶ τοὺς καρποὺς καὶ τὰς δραγμίδας, τελείας μὲν οὐχί (πῶς γὰρ ἄν;) οἵας δὲ δυνατὸν ἡμῖν ἀπὸ τῶν ἐν πολιτείᾳ πράξεων, διεφθαρμένας μὲν τῇ δυνάμει ἢ ἀκάρπῳ ἢ κακοκάρπῳ τινί, μὴ καὶ προσδιαφθαρησομένῃ δὲ παρ' ἡμῖν, εἰ ὁ θεὸς ἐπινεύοι
或許我們有一天會再回到你這裡,從那些種子帶回果實和禾捆,誠然不是完美的(因為怎可能呢?),而是我們在世俗事務的行事中所能結出的:在果效上已有所敗壞,或不結果,或結出惡果,但若神應允,至少不至於在我們手中進一步敗壞。
and perhaps we shall return to you again, bringing from the seeds both fruits and sheaves—not perfect ones, to be sure (for how could they be?), but such as are possible for us from our deeds in public life: corrupted, in their power, as being either barren or yielding some evil fruit, yet—if God grant it—not destined to be further corrupted in our keeping.
1:317
Ἐμοὶ μὲν οὖν ἐνταῦθα παυέσθω ὁ λόγος, θρασυνόμενος μὲν ἐφ' οὗ ἥκιστα ἐχρῆν, εὐγνωμόνως δὲ καὶ εὐχαριστήσας που οἶμαι κατὰ δύναμιν τὴν ἡμετέραν, ἄξιον μὲν οὐδὲν λεγόντων, οὐ μὴν σιωπησάντων παντελῶς·
那麼,就讓我的話到此為止吧——它在最不該放膽的地方放了膽,但我想它也已懷著善意,照我們的能力獻上了感謝;因為我們縱然說不出甚麼配得的話,卻畢竟沒有全然緘默;
Here, then, let my discourse come to an end—having been over-bold where it least ought to have been, yet, I think, having spoken in good will and with thanksgiving according to our ability; for though we say nothing worthy, we have at least not kept wholly silent;
1:318
καὶ ἔτι καὶ ἀποκλαυσάμενος, οἷον οἱ ἀποδημοῦντες τῶν φίλων εἰώθασι, μειρακιῶδες, μὴ θωπείας ἐχόμενον οὐδὲν οὐδὲ ἀρχαιότερον ἢ περιεργότερον, οὐκ οἶδα·
再者,我也曾為此哀哭一番,正如朋友離別時慣常所為——這或許是孩子氣的舉動,其中卻毫無諂媚,也沒有甚麼矯飾或刻意賣弄,我也說不清;
and besides, having bewailed our lot, as friends parting from one another are wont to do—a childish thing, perhaps, containing nothing of flattery, nothing too studied or over-elaborate, I know not;
1:319
πρόσεστι μέντοι αὐτῷ καὶ τὸ μὴ πεπλασμένον, τοῦτο σαφῶς γινώσκω, ἀληθὲς δὲ πάντη, γνώμῃ ὑγιεῖ καὶ προαιρέσει εἰλικρινεῖ καὶ ὁλοκλήρῳ
但有一點是確實的:它毫無虛假——這我清楚知道——而是全然真誠,發自健全的心思、純正而完整的心志。
yet this much belongs to it: that it is unfeigned—this I clearly know—and altogether true, springing from a sound mind and a sincere and undivided purpose.
1:320
Σὺ δὲ ἀναστάς, ὦ φίλη κεφαλή, καὶ εὐξά-μενος ἤδη πέμπε ἡμᾶς, σώσας μὲν παρόντας τοῖς ἱεροῖς σου μαθήμασι, σώζων δὲ ταῖς εὐχαῖς καὶ ἀποδημήσαντας·
至於你,親愛的友人啊,請起來,現在就為我們禱告,打發我們上路吧——你曾以你聖潔的教導拯救在你身邊的我們,如今我們遠行,你也藉禱告拯救我們;
But do you arise, O dear friend, and having now prayed, send us forth—you who have saved us while present by your sacred teachings, and who save us by your prayers even as we journey away;
1:321
καὶ δὴ παραδίδου καὶ παρατίθεσο, μᾶλλον δὲ παρα-δίδου τῷ ἀγαγόντι ἡμᾶς πρὸς σὲ θεῷ·
求你把我們交託、託付出去,更確切地說,把我們交託給那領我們到你這裡的神;
yes, hand us over and commit us—or rather, hand us over to the God who led us to you;
1:322
εὐχαριστῶν μὲν ἐπὶ τοῖς φθάνουσιν ὑπὲρ ἡμῶν, παρακαλῶν δὲ χειραγωγεῖν καὶ ἐν τοῖς μέλλουσι, διὰ παντὸς ἐφεστῶτα, ὑπηχοῦντα τῷ νῷ ἡμῶν τὰ αὐτοῦ προστάγματα, ἐμβάλλοντα ἡμῖν τὸν θεῖον φόβον αὐτοῦ, παιδαγωγὸν ἄριστον ἐσόμενον·
為他已賜給我們的恩惠獻上感謝,並懇求他在將來的事上也親手引領我們——常常守護在我們身旁,把他自己的誡命低聲傳入我們的心思,將對他的敬畏之心植入我們裡面,這敬畏必成為最好的導師;
giving thanks for the benefits already bestowed upon us, and beseeching him to lead us by the hand also in the things to come—ever standing over us, whispering his own commandments into our mind, instilling in us the divine fear of himself, which will prove the best of tutors;
1:323
οὐ γὰρ ἐν τῇ μετὰ σοῦ ἐλευθερίᾳ καὶ ἀπελθόντες ὑπακούσομεν αὐτῷ
因為我們順從他,不只在與你同在所享的自由中,連我們離開之後也是如此。
for not in the freedom we enjoyed with you alone, but also when we have departed, shall we obey him.
1:324
Παρακάλεσον καὶ παραμυθίαν τινὰ ἡμῖν γενέσθαι παρ' αὐτοῦ τῆς ἀπολείψεώς σου, πομπὸν ἀγαθὸν ἐξαποστεῖλαι συνοδοιπόρον ἄγγελον
也求他使我們得著某種安慰,以補償失去你的虧損——求他差遣一位良善的護送者,一位與我們同行旅途的天使。
Beseech him also that some consolation for the loss of you may come to us from him—that he may send forth a good escort, an angel to accompany us on our way.
1:325
Αἴτησον δὲ καὶ ἵνα ἐπιστρέψας ἡμᾶς ἀγάγῃ πρὸς σὲ πάλιν·
並求他叫我們回轉,再次領我們到你這裡來;
And ask too that, turning us back, he may lead us to you again;
1:326
καὶ τοῦτό γε μάλιστα πάντων μόνον ἡμᾶς παραμυθήσεται
因為惟有這一件,勝過一切,才能安慰我們。
for this above all things alone will console us.
← 上一段
1

新的原文誦讀上線時通知我

每次有新章節誦讀影片就寄一封信。採雙重確認,隨時可一鍵取消。