📜 Verbum · 聖言
原文誦讀聖經與教父文獻
♥ 贊助

← 回書卷目次 · 希臘教父 › 大書信

大書信 第 1 章 第 1/4 段

希臘文原文.144 節.部分字詞可點開查義.本章太長已分段,此段為 1:1–1:144(全章共 420 節)

下一段 →
ℹ️ 本語料沒有逐節的詞法標註。原形主要取自同語言其他書卷的逐詞標註(不是這一節的標註),少數查不到的才回頭依字形比對詞典。同形的罕見字仍可能判錯,需要精確判斷時請覆核原文與專門詞典。
ℹ️ 中英對照為本站自譯,直接譯自本頁的原文(非和合本/WEB —— 那兩者譯自馬所拉文本,與本頁底本不同)。
1:1
ΤΟΥ ΑΓΙΟΥ ΜΑΚΑΡΙΟΥ ΕΠΙΣΤΟΛΗ ΠΡΩΤΗ ΠΡΟΣ ΜΟΝΑΧΟΥΣὉ τῶν ἁπάντων δεσπότης, ὁ φιλάνθρωπος θεὸς ἀγαθὰς ἀφορμὰς τῷ τῶν ἀνθρώπων γένει χαρίζεται πάντοτε πρὸς τὴν τῶν μελλόντων ἐπίγνωσιν, καὶ τὴν ἐπὶ τὰ κρείττω προκοπὴν ἕκαστον λαμβάνειν βουλόμενος, οἷς νεύματι χρηστότητος ὑποτίθεται, εἰς ἀγαθὸν ἕλκων ἀεὶ τὸν κατ' εἰκόνα αὐτοῦ γεγενημένον ἄνθρωπον·
聖馬卡里烏斯致眾修士的第一封書信。萬有的主宰、愛人的神,常常賜給人類良善的機緣,使他們認識將來的事;祂願意各人都得著向更美之境的長進,便藉著祂恩慈的示意為人指引門路,時常將那按祂形像所造的人引向良善。
THE FIRST LETTER OF SAINT MACARIUS TO THE MONKS. The Master of all things, God the lover of mankind, ever bestows good occasions upon the human race for the knowledge of the things to come; and willing that each one should receive advancement toward what is better, He sets before them, by a nod of His goodness, the means thereto, ever drawing toward the good the man who was made according to His image.
1:2
τῆς γὰρ ψυχῆς κατὰ φύσιν τὴν ἐπὶ τὰ καλὰ ῥοπὴν ἐχούσης καὶ τῶν κρειττόνων ἐπιθυμεῖν σπευδούσης τὸ τῆς κακίας ἀριστερὸν μέρος πανουργίᾳ δεινῇ ταῖς ἁπλουστέραις ψυχαῖς φαντασίαν καλῶν πάντοτε προβάλλεται εἰς ἐπισκότωσιν τῶν ὄντως καλῶν
因為靈魂本性原有趨向良善的傾向,並急切渴慕更美的事;然而那邪惡的左方卻以可畏的詭詐,常將美善的幻象擺在較單純的靈魂面前,為要遮蔽那真正美善的事。
For while the soul by nature has its inclination toward what is good and hastens to desire the better things, the sinister side of wickedness, by its dreadful cunning, ever sets before the simpler souls a fantasy of good things, so as to darken what is truly good.
1:3
διὸ ἡ τῆς χάριτος τοῦ θεοῦ ἀνεκδιήγητος ἀγάπη γνῶσιν ἀληθείας διὰ τῶν θεοπνεύστων γραφῶν διδάσκει ἡμᾶς κατὰ τὸν λέγοντα·
因此,神恩典那說不盡的大愛,便藉著神所默示的聖經,將真理的知識教導我們,正如那說話的人所言:
Wherefore the unspeakable love of the grace of God teaches us the knowledge of truth through the God-inspired Scriptures, according to him who says:
1:4
Χρηστότητα καὶ παιδείαν καὶ γνῶσιν δίδαξόν με, ἵνα οὕτως ἰσχύσωμεν τὴν πάντων τῶν κακῶν αἰτίαν ἄγνοιαν ἀπώσασθαι καὶ τὴν ἐν ἡμῖν οὖσαν σαρκικὴν καὶ ἄλογον φρόνησιν δολερῶς ἐπαγγελίᾳ γνώσεως κρατυνομένην τῷ φωτὶ τῆς ἀληθοῦς γνώσεως ὁδηγούμενοι παντελῶς ἐξελάσαι δυνηθῶμεν, σωτηρίας αἰτίαν τὴν γνῶσιν τῆς ἀληθείας μεμαθηκότες εἶναι
「求你將恩慈、訓誨和知識教導我」,好叫我們能如此推開那一切罪惡之源的無知,並在真知識之光的引導下,全然驅逐那存在我們裡面、屬肉體而沒有理性的心思——它狡猾地藉著知識的虛假應許而得堅固;因為我們既已學知,認識真理乃是得救的緣由。
"Teach me kindness and discipline and knowledge," so that we may thus be able to thrust away ignorance, the cause of all evils, and—being guided by the light of true knowledge—may be wholly able to drive out that fleshly and irrational way of thinking within us, which is craftily strengthened by a promise of knowledge; for we have learned that the knowledge of the truth is the cause of salvation.
1:5
Ἐπεὶ τοίνυν καὶ ὑμεῖς, ὦ ποθεινότατοι καὶ ἀγαπητοὶ ἀδελφοί, πολλάκις παρ' ἡμῶν ᾐτήσατε λόγον ἐκθέσθαι, ὁποῖον χρὴ τρόπον ἔχειν τὸν ἀναχωρήσαντα τῶν σαρκικῶν ἡδονῶν καὶ τῆς πολιτείας τοῦ αἰῶνος τούτου
所以,至所渴慕、親愛的弟兄們哪,既然你們也屢次求我們講明:那已從肉體的歡樂和今世生活退隱出來的人,當怎樣度日,
Since therefore you also, O most longed-for and beloved brethren, have often asked of us that we set forth a word concerning what manner of life he ought to keep who has withdrawn from the pleasures of the flesh and from the way of life of this present age,
1:6
ἐπὶ τὸ αὐτὸ δὲ κατὰ τὸν ἐν ταῖς πράξεσιν ἀποστολικὸν χαρακτῆρα συνεληλυθότας ἱερὸν συγκρότημα καὶ στῖφος ἀδελφότητος γεγενημένον συνεῖναι εὐσεβῶς ἀλλήλοις διὰ παντὸς ἑλομένους, ὅπως τε ἀλλήλων συνδιατριβὴν ποιεῖσθαι δέοι, ποίαν δὲ ἔχειν χρὴ τὴν τῶν ἠθῶν κατάστασιν, τίς δὲ ὁ σκοπὸς τῆς ἄκρας ἀρετῆς ὁδοῦ καὶ τί τὸ θέλημα τοῦ θεοῦ τὸ ἀγαθὸν καὶ εὐάρεστον καὶ τέλειον, ὁποῖός τε ὁ δρόμος καὶ ἀγὼν τῶν εἰς τὸ τέλειον ἐπιθυμούντων φθάσαι καὶ εἰς μέτρον τῆς πνευματικῆς ἡλικίας καταντῆσαι σπευδόντων·
並且按著使徒行傳中所載的使徒榜樣聚集一處,成了一個神聖的團體和弟兄的群隊,立志要彼此虔敬地恆常同住——你們問當怎樣一同度日,當持守怎樣的品行,那至高美德之路的目標是甚麼,神那良善、可喜悅、純全的旨意是甚麼,又渴望達到完全、急切要進到屬靈成熟身量之人,其賽程與爭戰是怎樣的;
and who, gathered together to the same place after the apostolic pattern set forth in the Acts, having become a sacred company and a band of brotherhood, have chosen to dwell devoutly with one another continually—how they ought to spend their time together, what disposition of character they should keep, what is the goal of the way of highest virtue, and what is that good and well-pleasing and perfect will of God, and what is the course and contest of those who long to attain unto perfection and who hasten to come to the measure of spiritual maturity;
1:7
καὶ ἵνα μὴ εἰς μακρὸν παρατείνωμεν τὸν λόγον, ταῦτα καὶ τὰ τούτοις ἀκόλουθα ᾐτήσατε παρ' ἡμῶν διὰ γράμματος ὑμῖν χαραχθῆναι εἰς ὑπόμνησιν συνεχῆ ψυχωφελοῦς μελέτης, πεπεισμένοι δηλονότι περὶ τοῦ εὐσεβοῦς τῆς ὀρθοδόξου πίστεως δόγματος, μίαν εἶναι θεότητα τῆς προσκυνητῆς καὶ μακαρίας τριάδος, μίαν οὐσίαν, ἓν θέλημα, μίαν δόξαν, μίαν προσκύνησιν προσφέρειν ταῖς τρισὶ τῆς μιᾶς θεότητος ὑποστάσεσι, καθὼς καὶ ἐν τῷ ἁγίῳ μυστηρίῳ τοῦ βαπτίσματος εὐσεβῶς τὴν καλὴν ὁμολογίαν ἐνώπιον πολλῶν μαρτύρων ὡμολογήσαμεν
並且——為免我們的話拉得過長——你們求我們把這些事和其餘相關的事用文字寫給你們,作為不斷的提醒,以益於靈魂的默想;你們對正統信仰那虔敬的教義顯然已深信不疑:就是那可敬拜、有福的三一神只有一個神性、一個本質、一個旨意、一個榮耀,我們向那獨一神性的三個位格獻上同一個敬拜,正如我們在洗禮的聖奧祕中,也曾在許多見證人面前虔敬地承認了那美好的信仰宣告。
and, that we may not draw out our discourse to too great a length—these things and what follows them you have asked us to set down for you in writing, for a continual reminder unto soul-profiting meditation, being fully persuaded, as is evident, concerning the devout doctrine of the orthodox faith: that there is one Godhead of the adorable and blessed Trinity, one essence, one will, one glory, and that we offer one worship to the three Persons of the one Godhead, even as also in the holy mystery of baptism we devoutly confessed the good confession before many witnesses.
1:8
διὰ τοῦτο καὶ ἡμεῖς τὴν πολλὴν ὑμῶν ἐπὶ τὸ ἀγαθὸν ὁρμὴν θεασάμενοι καὶ τὴν ἐπὶ τὸ ἄκρον τῆς ἀρετῆς ἐπιθυμίαν ἰδόντες δι' ὀλίγων ὑπόμνησιν ποιῆσαι οὐκ ὠκνήσαμεν, ἐξ αὐτῶν τῶν θεοπνεύστων γραφῶν τὰς ἀφορμὰς τῶν νοημάτων λαβόντες·
為這緣故,我們既看見你們向善的那股強烈動力,又見你們渴慕美德的高峰,便不推辭,要用簡短的話作一提醒,而我們思想的出發點全取自神所默示的聖經;
For this cause we also, having beheld your great impulse toward the good and having seen your desire for the height of virtue, have not shrunk from making a reminder in a few words, taking the starting-points of our thoughts from the very God-inspired Scriptures;
1:9
ἅμα δὲ καὶ αὐτὰς τὰς γραφικὰς μαρτυρίας εἰς πληροφορίαν ἀδιστάκτου πίστεως παρεθέμεθα, ἵνα μή τις δόξῃ ἡμᾶς ἀφ' ἑαυτῶν τι λέγειν καὶ ὡς ὑπέρογκα ματαιότητος φρονοῦντας ὑποπτεύσῃ
同時我們也引用了聖經本身的見證,為使人對毫不動搖的信仰得著充足的確據,免得有人以為我們是憑自己說話,疑心我們存著浮誇虛妄的念頭。
and at the same time we have set down the scriptural testimonies themselves, for the full assurance of an unhesitating faith, lest anyone should suppose that we speak something of ourselves and suspect us of thinking inflated, empty things.
1:10
Ἔστω τοίνυν προηγουμένως πᾶσι τοῖς ἀφιερώσασιν ἑαυτοὺς τῷ θεῷ καὶ τὰ σώματα αὐτῶν θυσίαν ζῶσαν ἁγίαν εὐάρεστον τῷ θεῷ τὴν λογικὴν λατρείαν παριστᾶν πάντοτε σπουδάζουσι σκοπὸς ὁ τῆς εὐσεβείας προκείμενος φωτισμὸς [ καὶ] εἰς τὸ πιστεύειν κατὰ τὰς ἱερὰς τῶν εὐαγγελίων καὶ τῶν λοιπῶν γραφῶν ἐπαγγελίας, ἐπιδιδόντας ἑαυτοὺς εἰς πᾶν ἔργον ἀγαθὸν καὶ εἰς πᾶσαν ἀρετῆς ἐπιτήδευσιν·
因此,凡將自己獻給神、常竭力把身體獻上當作活祭、聖潔且蒙神喜悅、作為理所當然事奉的人,當以這目標為首要:就是敬虔所擺在我們面前的光照,以致按著福音和其餘聖經那神聖的應許去相信,並將自己獻給各樣善工和各樣美德的操練;
Let this, then, be set as the foremost goal before all who have consecrated themselves to God and who ever strive to present their bodies a living sacrifice, holy and well-pleasing to God—their reasonable service: namely, that enlightenment which godliness sets before us, so as to believe according to the sacred promises of the Gospels and of the rest of the Scriptures, giving themselves over to every good work and to every practice of virtue;
1:11
παρὰ τῷ ἐπαγγειλαμένῳ θεῷ δυνατὰ τυγχάνει·
因為在那作了應許的神,這些事都是能成的。
for with God, who has promised, these things are possible.
1:12
τὰ γὰρ τῆς ἁμαρτίας πάθη ὕστερον ἐπιγεγόνασι τῇ ψυχῇ καὶ τῷ σώματι διὰ τὴν τοῦ πρωτοπλάστου Ἀδὰμ παράβασιν·
因為罪的情慾是後來才臨到靈魂與身體的,乃是藉著那受造為首的亞當的過犯;
For the passions of sin came upon the soul and the body afterward, through the transgression of the first-formed Adam;
1:13
καὶ τοῦ πνεύματος τῆς υἱοθεσίας τελείως καὶ ὁλοκλήρως εἰς ἁγιασμὸν ψυχῆς καὶ σώματος ἐν πάσῃ πληροφορίᾳ καταξιωθῆναι κατὰ τὸν εἰπόντα ὅτι Τὸ εὐαγγέλιον ἡμῶν οὐκ ἐγενήθη πρὸς ἡμᾶς ἐν λόγῳ μόνον, ἀλλὰ καὶ ἐν δυνάμει καὶ ἐν πνεύματι ἁγίῳ καὶ ἐν πληροφορίᾳ πολλῇ, καθὼς οἴδατε·
且願我們得以完全、整全、在全然的確信中,領受那兒子名分的靈,使靈魂與身體得以成聖,正如那說話的人所言:「我們的福音傳到你們那裡,不獨在乎言語,也在乎權能和聖靈,並充足的信心,正如你們所知道的」;
and that we may be counted worthy to receive, perfectly and entirely and in all full assurance, the Spirit of adoption unto the sanctification of soul and body, according to him who said: "Our gospel came not unto you in word only, but also in power, and in the Holy Spirit, and in much assurance, even as you know";
1:14
καὶ πάλιν Ὁλόκληρον ὑμῶν τὸ πνεῦμα καὶ ἡ ψυχὴ καὶ τὸ σῶμα ἀμέμπτως τηρηθείη ἐν τῇ ἡμέρᾳ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ·
又說:「願你們的靈、與魂、與身子得蒙保守,在我們主耶穌基督降臨的日子完全無可指摘」;
and again: "May your whole spirit and soul and body be preserved blameless in the day of our Lord Jesus Christ";
1:15
οὗ τὸν ἀρραβῶνα τῆς ἀρρήτου εὐεργεσίας ἐπὶ τοῦ ἁγίου τῆς μακαρίας τριάδος βαπτίσματος οἱ πιστεύσαντες ἐδεξάμεθα, εἰς αὔξησιν καὶ προκοπὴν τῆς τελείας κληρονομίας καὶ εἰς πολλαπλασιασμὸν τοῦ ταλάντου τοῦτο τὸ μέγα καὶ ἄχραντον μυστήριον πιστευθέντες
這恩賜——那不可言喻之恩惠的憑據——是我們信的人在那有福三一之神的聖洗中所領受的,這偉大而純潔的奧祕已託付給我們,為使那完全的基業得以增長、長進,並使所託的銀子加倍增多。
of which gift, the pledge of that unspeakable benefit, we who believed received at the holy baptism of the blessed Trinity, having been entrusted with this great and undefiled mystery unto the increase and advancement of the perfect inheritance and unto the multiplication of the talent.
1:16
Τὸ γὰρ θεῖον καὶ παράκλητον πνεῦμα τὸ δοθὲν τοῖς ἀποστόλοις καὶ δι' αὐτῶν τῇ μόνῃ καὶ ἀληθινῇ ἐκκλησίᾳ τοῦ θεοῦ διακονηθὲν ἀπὸ τῆς τοῦ βαπτίσματος ὥρας κατὰ ἀναλογίαν τῆς πίστεως διαφόρως καὶ πολυτρόπως σύνεστιν ἑκάστῳ τῷ ἐκ πίστεως εἰλικρινοῦς τῷ βαπτίσματι προσελθόντι·
因為那神聖的、作保惠師的靈,是賜給使徒的,並藉著他們服事於那獨一真實的神的教會;從洗禮的那一刻起,祂便照著各人信心的程度,以各種不同的方式,與每一個憑真誠信心受洗的人同在;
For the divine and Comforter Spirit, which was given to the apostles and through them ministered to the one and true Church of God, from the hour of baptism is present with each one who has come to baptism out of a sincere faith, variously and in many ways, according to the proportion of his faith;
1:17
εἰς πολλαπλασιασμὸν μέντοι καὶ ἐπεργασίαν καὶ αὔξησιν λαμβάνει ἕκαστος τὴν μνᾶν, ὡς ἐν τῷ εὐαγγελίῳ εἴρηται
然而各人領受那一錠銀子,乃是為叫它加倍、得著經營與增長,正如福音書中所說的。
each one, however, receives the mina (pound) unto multiplication and labor and increase, as it is said in the Gospel.
1:18
ὥσπερ γὰρ τὸ γεννώμενον ἐν τῷ αἰῶνι τούτῳ βρέφος οὐκ εἰς τὴν νηπιώδη ἡλικίαν ἕστηκε πάντοτε, ἀλλ' ὁσημέραι τὴν αὔξησιν λαμβάνει ἀνάγκης τινὸς ἀκολουθίᾳ κατὰ τοὺς ἀρρήτους τῆς φύσεως νόμους, ἕως ἂν εἰς ἄνδρα τέλειον καὶ εἰς συμπλήρωσιν τῶν λογικῶν ἐννοιῶν φθάσῃ, τὸν αὐτὸν τρόπον καὶ ὁ γεννώμενος ἄνωθεν ἐξ ὕδατος καὶ πνεύματος οὐκ εἰς τὴν νηπιώδη τῆς πνευματικῆς ἡλικίας ἕξιν ἵστασθαι ὀφείλει, ἀλλ' ὁσημέραι ἀγῶνι καὶ πόνῳ καὶ ὑπομονῇ πολλῇ χρώμενον διὰ τὴν πρὸς τὸν ἀνταγωνιστὴν πάλην προκόπτειν αὐτὸν καὶ αὔξειν δεῖ εἰς τὴν τῆς πνευματικῆς ἡλικίας συμπλήρωσιν κατὰ τὸ εἰρημένον ὑπὸ τοῦ ἀποστόλου·
因為正如今世所生的嬰孩不會永遠停留在嬰孩的階段,乃是按照本性那不可言喻的律,藉著某種必然的次序,日日得著長進,直到長成一個成人、理智完備為止;照樣,那從上頭、從水和聖靈而生的人,也不該停在屬靈成熟的嬰孩狀態,乃是因著與仇敵摔跤,當日日付上爭戰、勞苦和極大的忍耐,必須長進、長大,直到屬靈成熟的完滿,正如使徒所說的:
For just as the infant born in this age does not always remain in the state of infancy, but day by day receives its growth, by a certain necessary sequence according to the unspeakable laws of nature, until it attains to a full-grown man and to the completion of its rational faculties; in the same manner also he who is born from above of water and Spirit ought not to stand still in the infant state of spiritual maturity, but day by day, employing struggle and toil and much endurance, by reason of his wrestling against the adversary, he must advance and grow unto the completion of spiritual maturity, according to that which was said by the apostle:
1:19
Μέχρι καταντήσωμεν οἱ πάντες εἰς τὴν ἑνότητα τῆς πίστεως καὶ τῆς ἐπιγνώσεως τοῦ υἱοῦ τοῦ θεοῦ εἰς ἄνδρα τέλειον, εἰς μέτρον ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ, ἵνα μηκέτι ὦμεν νήπιοι, κλυδωνιζόμενοι καὶ περιφερόμενοι παντὶ ἀνέμῳ τῆς διδασκαλίας ἐν πανουργίᾳ πρὸς τὴν μεθοδείαν τῆς πλάνης, ἀληθεύοντες δὲ ἐν ἀγάπῃ αὐξήσωμεν εἰς αὐτὸν τὰ πάντα ὅς ἐστι Χριστός·
「直等到我們眾人在真道上同歸於一,認識神的兒子,得以長大成人,滿有基督長成的身量,使我們不再作小孩子,中了人的詭計,被異教之風搖動飄來飄去,隨從各樣的引誘法術;惟用愛心說誠實話,凡事長進,連於元首基督。」
"Until we all attain unto the unity of the faith and of the knowledge of the Son of God, unto a perfect man, unto the measure of the stature of the fullness of Christ; that we be no longer children, tossed to and fro and carried about by every wind of doctrine, by the cunning of men, in craftiness unto the methods of error; but, speaking the truth in love, may grow up in all things into Him who is the head, even Christ."
1:20
καὶ πάλιν ἀλλαχοῦ λέγει ὁ αὐτός·
同一位使徒又在別處說:
And again in another place the same apostle says:
1:21
Μὴ συσχηματίζεσθε τῷ αἰῶνι τούτῳ, ἀλλὰ μεταμορφοῦσθε τῇ ἀνακαινώσει τοῦ νοὸς ὑμῶν εἰς τὸ δοκιμάζειν ὑμᾶς τί τὸ θέλημα τοῦ θεοῦ τὸ ἀγαθὸν καὶ εὐάρεστον καὶ τέλειον, εἰς τὸ τέλειον τοῦ θεοῦ θέλημα φθάνειν φάσκων τοὺς εἰς μέτρον ἡλικίας καὶ λογικῆς συμπληρώσεως τοῦ πνεύματος ἐλθόντας
「不要效法這個世代,只要心意更新而變化,叫你們察驗何為神那良善、可喜悅、純全的旨意」——他這話是說:惟有那已達到身量、在聖靈裡達到理智完滿的人,才進入了神那純全的旨意。
"Be not conformed to this age, but be transformed by the renewing of your mind, that you may prove what is the good and well-pleasing and perfect will of God"—declaring that those come unto the perfect will of God who have come to the measure of stature and to the rational completion of the Spirit.
1:22
ἀλλ' ἐπὶ τῆς σωματικῆς γεννήσεως ἀνάγκης τινὸς ἀκολουθίᾳ καὶ φύσεως νόμῳ ἐπὶ τὴν ἀνδρικὴν ἡλικίαν τὸ γεννώμενον παιδίον φθάνει, οὕτω τῆς προνοίας ἀνάγκης ὅρῳ καὶ οὐ προαιρέσει θελήματος διαταξαμένης τὴν σωματικὴν ἡλικίαν συμπληροῦσθαι
然而在身體的出生上,所生的孩童乃是按某種必然的次序和本性的律達到成人的階段——這是神的安排,憑著必然的定規、而非意志的選擇,使身體的身量得以完備——
But whereas in bodily birth, by a certain necessary sequence and by the law of nature, the child that is born attains to manhood—Providence having ordained, by the constraint of necessity and not by the choice of the will, that the bodily stature should be completed—
1:23
ἐπὶ δὲ τῆς ἄνωθεν ἐκ τοῦ πνεύματος γεννήσεως οὐ ταύτην ὥρισε τὴν ἀκολουθίαν, ἀλλὰ πόνον καὶ ἀγῶνα καὶ δρόμον μετὰ ὑπομονῆς πολλῆς τῇ αὐτεξουσίῳ προαιρέσει τοῦ ἀνθρώπου ἔθετο κατὰ τὸ ὑπὸ τοῦ κυρίου εἰρημένον·
但在那從上頭、從聖靈而來的出生上,祂卻沒有定規這樣的次序,乃是把勞苦、爭戰和帶著極大忍耐的賽程,交與人那自主的選擇,正如主所說的:
but in the birth from above, from the Spirit, He did not ordain this same sequence, but appointed toil and contest and a course with much endurance, to the self-determining choice of man, according to that which was said by the Lord:
1:24
Ἀγωνίζεσθε εἰσελθεῖν διὰ τῆς στενῆς θύρας·
「你們要努力進那窄門」;
"Strive to enter in through the narrow door";
1:25
Βιάζεσθε, βιασταὶ γὰρ ἁρπάζουσι τὴν βασιλείαν τῶν οὐρανῶν, καὶὉ δὲ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται·
「你們要努力奪取,因為努力進取的人就得著天國」;又說:「惟有忍耐到底的,必然得救」;
"Take it by force, for the violent seize the kingdom of heaven"; and, "He that endures to the end, the same shall be saved";
1:26
καὶ Ἐν τῇ ὑπομονῇ ὑμῶν κτήσασθε τὰς ψυχὰς ὑμῶν·
又說:「你們常存忍耐,就必保全靈魂」;
and, "In your patience possess your souls";
1:27
καὶ Οὕτως, φησί, τρέχετε, ἵνα καταλάβητε·
又說:「你們也當這樣奔跑,好叫你們得著獎賞」;
and, "So run," He says, "that you may obtain";
1:28
καὶ πάλιν Ὡς θεοῦ διάκονοι ἐν ὑπομονῇ πολλῇ καὶ τὰ ἑξῆς
又說:「作神的執事,凡事要多多忍耐」等等。
and again: "As ministers of God in much endurance," and so forth.
1:29
Οὕτως δὲ ᾠκονόμησεν ἡ θεία χάρις, ἵνα ἰδίᾳ γνώμῃ καὶ ἰδίῳ θελήματι καὶ πόνῳ καὶ ἀγῶνι τὴν νοητὴν αὔξησιν ἕκαστος προσλαμβάνῃ, καθ' ὅσον πιστεύει καὶ καθ' ὅσον ἀγωνίζεται·
神的恩典就是這樣安排的,叫各人憑自己的決心、自己的意志、勞苦和爭戰,按著他信多少、爭戰多少,取得屬靈的長進;
Thus did the divine grace dispense it, that by his own resolve and his own will and toil and contest each one should take to himself the spiritual increase, in so far as he believes and in so far as he strives;
1:30
πᾶσαν τὴν τῶν ἐντολῶν εὐαρέστησιν ἑαυτὸν ἐκδίδωσι, τοσοῦτον καὶ τὴν μετουσίαν τοῦ πνεύματος εἰς τὴν πνευματικὴν αὔξησιν τῆς ἀνακαινώσεως τοῦ νοὸς προσκτᾶται, χάριτι μὲν καὶ δωρεᾷ θείᾳ τὴν σωτηρίαν κομιζόμενος, πίστει δὲ καὶ ἀγάπῃ καὶ ἀγῶνι αὐτεξουσίου προαιρέσεως τὴν προκοπὴν καὶ αὔξησιν ἐπὶ τὸ τέλειον μέτρον τῆς πνευματικῆς ἡλικίας δεχόμενος, ἵν' ὥσπερ χάριτι, οὕτω καὶ δικαιοσύνῃ τῆς αἰωνίου ζωῆς ἔσται κληρονόμος, οὔτε τὸ ὅλον διὰ τῆς θείας δυνάμεως καὶ χάριτος ἄνευ τῆς τοῦ ἀνθρώπου συνεργίας καὶ σπουδῆς τὴν αὔξησιν τῆς προκοπῆς λαμβάνων, οὔτε τὸ ὅλον διὰ τῆς ἰδίας δυνάμεως καὶ σπουδῆς καὶ ἰσχύος ἄνευ τῆς συνεργίας καὶ βοηθείας τοῦ ἁγίου πνεύματος εἰς τὸ τέλειον τοῦ θεοῦ θέλημα καὶ τὸ τῆς ἐλευθερίας καὶ καθαρότητος μέτρον φθάσαι δυνάμενος
並且各人越是將自己獻上去全然遵守那蒙喜悅的誡命,就越得著有分於聖靈,達到心意更新的屬靈長進——他得救固然是出於恩典和神的賞賜,然而那向著屬靈成熟之完全身量的長進與增益,卻是憑信心、愛心和自主選擇的爭戰而得的;如此,他既因恩典,也因公義,得作永生的後嗣;他既不是離了人的合作與殷勤,全憑神的能力和恩典領受長進的增益,也不能離了聖靈的合作與幫助,全憑自己的能力、殷勤和力量,達到神純全的旨意和那自由與潔淨的身量。
and in so far as one gives himself over to all the well-pleasing keeping of the commandments, by so much also does he gain participation in the Spirit unto the spiritual increase of the renewing of the mind—receiving salvation indeed by grace and divine gift, yet receiving the advancement and increase unto the perfect measure of spiritual maturity by faith and love and the contest of self-determining choice; so that, even as by grace, so also by righteousness, he may be heir of eternal life; neither receiving the whole increase of advancement by the divine power and grace apart from man's cooperation and zeal, nor being able to attain to the perfect will of God and to the measure of freedom and purity wholly by his own power and zeal and strength, apart from the cooperation and help of the Holy Spirit.
1:31
Ἐὰν γὰρ μὴ κύριος οἰκοδομήσῃ οἶκον καὶ φυλάξῃ πόλιν, εἰς μάτην ἠγρύπνησεν ὁ φυλάσσων καὶ κοπιῶν καὶ οἰκοδομῶν·
「若不是耶和華建造房屋、看守城池,看守、勞碌、建造的人就枉然警醒」;
"For except the Lord build the house and guard the city, in vain has the one who guards and labors and builds kept awake";
1:32
Οὐ γὰρ ἐν τῇ ῥομφαίᾳ αὐτῶν ἐκληρονόμησαν γῆν καὶ ὁ βραχίων αὐτῶν οὐκ ἔσωσεν αὐτούς, καίπερ ῥομφαίαις καὶ βραχίοσι πολεμούντων, ἀλλ' ἡ δεξιά σου καὶ ὁ βραχίων σου καὶ ὁ φωτισμὸς τοῦ προσώπου σου,ἃ τὴν τοῦ θεοῦ δύναμιν τῷ ἰδίῳ αὐτῶν ἀγῶνι συνεργοῦσαν δηλοῖ·
「他們不是靠自己的刀劍得地土,也不是靠自己的膀臂得勝」——雖然他們確實是用刀劍膀臂爭戰——「乃是靠你的右手、你的膀臂和你臉上的亮光」:這話表明神的能力與他們自己的爭戰一同運行;
"For they got not the land in possession by their own sword, neither did their own arm save them"—though they fought with swords and arms—"but Your right hand and Your arm and the light of Your countenance": which shows the power of God cooperating with their own contest;
1:33
ἅμα δὲ καὶ τὴν οἴησιν τῶν δι' ὀλίγας ἀρετὰς ἐφ' ἑαυτοῖς φρονούντων ἐκκόπτων, πίστει δὲ καὶ ἀγάπῃ διὰ χάριτος τὴν ζωὴν γίνεσθαι τοῖς ἐλπίζουσιν ἐδίδαξεν ὁ προφήτης
同時也削去那些因少許美德便自高自大之人的自滿,先知教導說:生命是藉著恩典、憑信心與愛心臨到那些有盼望的人。
and at the same time cutting off the self-conceit of those who think highly of themselves on account of a few virtues, the prophet taught that life comes by grace, through faith and love, to those who hope.
1:34
Τί τοίνυν ἐστὶ τὸ θέλημα τοῦ θεοῦ, εἰς ὃ προτρέπεται ἕκαστον παρακαλῶν ὁ ἀπόστολος σπεύδειν φθάσαι; ἢ ἄρα, περὶ ὧν ὁ κύριος εἴρηκε μακαρίζων αὐτοὺς Μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν θεὸν ὄψονται·
那麼,神的旨意是甚麼呢?就是使徒勸勉懇求各人急切去達到的那旨意。豈不正是主所論到、稱他們有福時所說的:「清心的人有福了,因為他們必得見神」嗎?
What, then, is the will of God, unto which the apostle, exhorting and beseeching, urges each one to hasten to attain? Is it not, perhaps, that concerning which the Lord spoke, blessing them: "Blessed are the pure in heart, for they shall see God"?
1:35
Γίνεσθε οὖν ὑμεῖς τέλειοι, ὡς ὁ πατὴρ ὑμῶν ὁ οὐράνιος τέλειός ἐστι
「所以你們要完全,像你們的天父完全一樣。」
"Be therefore perfect, even as your heavenly Father is perfect."
1:36
τὴν παντελῆ τῆς ἁμαρτίας κάθαρσιν διὰ τούτων ἐπαγγέλλεται, ὅ ἐστιν ἡ παντελὴς τῶν τῆς ἀτιμίας παθῶν ἀπαλλαγή, καὶ τὴν τελείαν τῆς ἄκρας ἀρετῆς ἀνάληψιν, ὅ ἐστι καθαρισμὸς καὶ ἁγιασμὸς τῆς καρδίας διὰ τῆς μετουσίας τοῦ τελείου καὶ θεϊκοῦ πνεύματος, ἐν πληροφορίᾳ γινομένης τῆς μετὰ πίστεως καὶ ἀγάπης ἐπιδιδούσης τῷ θεῷ ὅλην ἐξ ὅλου ἑαυτὴν ψυχῆς
祂藉著這些話應許那完全脫離罪的潔淨,就是全然從那些羞恥的情慾中得釋放,以及那至高美德的完全得著,就是藉著有分於那完全且屬神的靈而得的心的潔淨與成聖——這是在全然的確信中成就的,靈魂憑信心與愛心將自己整個全然獻給神。
Through these words He promises the complete cleansing from sin, which is the complete deliverance from the passions of dishonor, and the perfect taking-up of the highest virtue, which is the cleansing and sanctification of the heart through participation in the perfect and divine Spirit, wrought in full assurance, the soul giving itself wholly and entirely to God with faith and love.
1:37
Γενηθήτω ἡ καρδία μου ἄμωμος ἐν τοῖς δικαιώμασί σου, ὅπως ἂν μὴ αἰσχυνθῶ·
「願我的心在你的律例上完全,使我不致蒙羞」;
"Let my heart be blameless in Your ordinances, that I may not be put to shame";
1:38
αἰσχύνην καὶ ἀτιμίαν φέρειν ἐσήμανε τοὺς ἄμωμον τὴν καρδίαν ἀπὸ παντὸς σπίλου καὶ ῥύπου μηδέπω κεκτημένους·
他藉此表明:那些尚未得著一顆無瑕疵、潔淨脫離一切污點與玷污之心的人,乃是擔負著羞愧與羞辱;
by this he signified that those who have not yet acquired a heart blameless from every spot and defilement bear shame and dishonor;
1:39
πάλιν γάρ φησι Τότε οὐ μὴ αἰσχυνθῶ ἐν τῷ με ἐπιβλέπειν ἐπὶ πάσας τὰς ἐντολάς σου·
因為他又說:「我看重你的一切命令,就不至於羞愧」;
for again he says: "Then shall I not be ashamed, when I have respect unto all Your commandments";
1:40
πασῶν τῶν ἐντολῶν συμπλήρωσιν καὶ παντὸς παραπτώματος ἀναχώρησιν τελείαν παρρησίαν ἐπὶ θεὸν κεκτῆσθαι ἐδίδαξε τὸ πνεῦμα τὸ ἅγιον
聖靈教導說:成全一切誡命、完全脫離各樣過犯的人,在神面前才有完全坦然無懼的把握。
the Holy Spirit taught that the fulfilling of all the commandments and the complete withdrawal from every transgression possesses perfect boldness before God.
1:41
Καρδίαν καθαράν, εὐχόμενος ὁ προφήτης ἔλεγε, κτίσον ἐν ἐμοὶ ὁ θεὸς καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου καὶ πνεύματι, φησίν, ἡγεμονικῷ στήριξόν με, ὃ τὸν αὐτὸν σκοπὸν παρίστησιν
「神啊,求你為我造清潔的心」,先知在禱告中說,「使我裡面重新有正直的靈;求你用樂意的靈扶持我」——這也表明了同一個目標。
"Create in me a clean heart," the prophet said in his prayer, "O God, and renew a right spirit within my inward parts; and establish me," he says, "with a governing spirit"—which sets forth the same goal.
1:42
ἀντερωτῶντος δὲ πάλιν Τίς ἀναβήσεται εἰς τὸ ὄρος τοῦ κυρίου ἢ τίς στήσεται ἐν τόπῳ ἁγίῳ αὐτοῦ, ἐπάγει τίνες εἰσὶ καὶ ποταποὶ οὗτοι·
他又反問說:「誰能登耶和華的山?誰能站在祂的聖所?」便接著說這等人是誰、是怎樣的:
And when he asks in turn, "Who shall ascend into the mountain of the Lord, or who shall stand in His holy place?" he adds who and of what sort these are:
1:43
Ἀθῶος χερσὶ καὶ καθαρὸς τῇ καρδίᾳ·
「就是手潔心清的人」;
"He that is innocent in hands and pure in heart";
1:44
ὥστε τὴν διὰ πράξεως καὶ λόγου καὶ διανοίας ἐπιτελουμένην ἁμαρτίαν παντελῶς ἐκκοπῆναι ἐξ ἡμῶν διὰ τῆς ἰδίας ἐνεργείας τὸ πνεῦμα ἐμήνυσε καὶ σπουδάζειν εὐχομένους καὶ διὰ πίστεως ἐλπίζοντας ὁσημέραι φθάσαι εἰς τὴν τελείαν τοῦ θεοῦ καθαρότητα
如此聖靈宣告:那藉著行為、言語和念頭所犯的罪,必須藉著祂自己的運行從我們裡面完全除去,且我們必須殷勤,日日憑信心禱告、盼望,達到神那完全的潔淨。
so that the Spirit declared that the sin which is accomplished through deed and word and thought must be wholly cut out of us by His own working, and that we must be earnest, praying and hoping through faith day by day to attain unto the perfect purity of God.
1:45
Ὁ γὰρ ἀπόστολος διαρρήδην διδάσκων, ὁποῖαι αἱ ψυχαὶ εἶναι ὀφείλουσιν αἱ γάμου μὲν σαρκὸς καὶ δεσμῶν κόσμου ἀναχωρήσασαι, παρθενίαν δὲ ἐξασκεῖν ἐπιθυμοῦσαι, φησίν·
因為使徒明明地教導:那些已從肉體的婚姻和世界的捆綁中退出、又渴望操練守童身的靈魂,當是怎樣的,他說:
For the apostle, teaching expressly what manner of souls those ought to be who have withdrawn from the marriage of the flesh and from the bonds of the world, and who desire to practice virginity, says:
1:46
[ὡς] ἅτε δὴ νύμφην Χριστοῦ ἐπουρανίῳ βασιλεῖ καθαρῷ τε καὶ ἀμιάντῳ συναφθῆναι ἐπιποθοῦσαν
……因為她如同基督的新婦,渴望與那純潔無玷污的屬天君王聯合。
...inasmuch as she, like a bride of Christ, longs to be joined to the heavenly King, who is pure and undefiled.
1:47
ἐξομοιοῦσθαι γὰρ ἐκείνῳ τῷ ἀμώμῳ καὶ ἀχράντῳ κάλλει χρὴ τὴν ἐπιποθοῦσαν αὐτῷ συναφθῆναι ψυχὴν καὶ εἰς ἓν πνεῦμα ἐπιθυμοῦσαν μετ' αὐτοῦ γενέσθαι κατὰ τὸ εἰρημένον ὑπὸ τοῦ μακαρίου Ἰωάννου·
因為那渴望與祂聯合的靈魂,必須效法那無瑕無疵的美麗,並渴望與祂成為一靈,正如有福的約翰所說的:
For the soul that longs to be joined to Him must be made like to that blameless and undefiled beauty, and, desiring to become one spirit with Him, according to that which was said by the blessed John:
1:48
Καὶ πᾶς, φησίν, ὁ ἔχων τὴν ἐλπίδα ταύτην ἁγνίζει ἑαυτόν, καθὼς ἐκεῖνος ἁγνός ἐστι·
「凡向祂有這指望的,」他說,「就潔淨自己,像祂潔淨一樣」;
"And every one," he says, "that has this hope purifies himself, even as He is pure";
1:49
καὶ Μιμηταί μου γίνεσθε, καθὼς κἀγὼ Χριστοῦ
又說:「你們該效法我,像我效法基督一樣。」
and, "Be imitators of me, even as I also am of Christ."
1:50
οὐ γὰρ ἀπὸ φανερῶν ἁμαρτημάτων μόνον οἷον πορνείας ἢ κλοπῆς ἢ φόνου ἢ γαστριμαργίας ἢ καταλαλιᾶς ἢ ψεύδους ἢ ἀργολογίας ἢ κραυγῆς ἢ γέλωτος ἢ εὐτραπελίας ἢ φιλαργυρίας ἢ πλεονεξίας ἁγνεύειν δεῖ τὴν ψυχὴν τὴν ἀρνησαμένην μὲν κοινωνίαν σαρκικήν, κόσμου δὲ ἀναχωρήσασαν καὶ παρθενίαν ἐξασκοῦσαν, εἰς συνάφειαν δὲ καὶ κοινωνίαν τοῦ ἀφθάρτου νυμφίου ἑαυτὴν καθομολογήσασαν, ἀλλὰ πολλῷ μᾶλλον τῶν βιαιοτέρων τῆς ψυχῆς παθῶν καὶ κρυπτῶν ἁμαρτημάτων καθαρεύειν αὐτὴν χρή, τουτέστιν ἐπιθυμίας κενοδοξίας ἀνθρωπαρεσκείας ὑποκρίσεως φιλαρχίας δόλου κακοηθείας μίσους ἀπιστίας φθόνου ἐπάρσεως ζήλου αὐταρεσκείας φιλαυτίας τύφου καὶ τῶν τούτοις ὁμοίων ἀοράτων τῆς ἀτιμίας παθῶν
因為那已捨棄肉體交合、從世界退隱、操練守童身、並已將自己許配與那不朽新郎聯合相交的靈魂,不單要潔淨脫離那些顯明的罪——如淫亂、偷竊、兇殺、貪食、毀謗、說謊、閒言、喧嚷、戲笑、輕浮、貪財、貪婪——更要潔淨脫離靈魂裡那些更猛烈的情慾和隱藏的罪,就是私慾、虛榮、討人喜歡、假冒為善、好作首領、詭詐、惡毒、恨惡、不信、嫉妒、自高、爭競、自滿、自愛、自誇,以及諸如此類那些看不見的羞恥情慾。
For not only from manifest sins—such as fornication or theft or murder or gluttony or slander or lying or idle talk or clamor or laughter or buffoonery or love of money or covetousness—must that soul be kept pure which has renounced fleshly union, withdrawn from the world, and practices virginity, and has pledged herself unto union and fellowship with the incorruptible Bridegroom; but much rather must she be kept clean from the more violent passions of the soul and from hidden sins—that is, from lust, vainglory, men-pleasing, hypocrisy, love of rule, guile, malice, hatred, unbelief, envy, exaltation, jealousy, self-pleasing, self-love, conceit, and the like invisible passions of dishonor.
1:51
Οἶδε γὰρ ἡ γραφὴ τὰ κρύφια τῆς ψυχῆς ἁμαρτήματα, εἴ γε πιστεύομεν τοῖς λόγοις τοῦ πνεύματος, τῶν ἐκτὸς ἁμαρτημάτων ἴσα καὶ ὅμοια ἡγεῖσθαι·
因為聖經知道靈魂裡隱藏的罪——倘若我們信聖靈的話——是與那外在的罪算為相等相似的;
For the Scripture knows the hidden sins of the soul—if indeed we believe the words of the Spirit—to be reckoned equal and like to the outward sins;
1:52
Κύριος γάρ, φησί, διεσκόρπισεν ὀστᾶ ἀνθρωπαρέσκων, καὶ Ἄνδρα αἱμάτων καὶ δόλιον βδελύσσεται κύριος, τὸν δόλον καὶ τὸν φόνον εἰς ἓν συναριθμῶν παράβαμα·
因為經上說:「神打散那討人喜歡之人的骨頭」,又說:「好流人血、行詭詐的,耶和華所憎惡」,把詭詐和兇殺算作同一過犯;
"For the Lord," it says, "scattered the bones of the men-pleasers," and, "The Lord abhors the bloodthirsty and deceitful man," reckoning guile and murder together as one transgression;
1:53
Καὶ γὰρ ἐν καρδίᾳ ἀνομίαν ἐργάζεσθε ἐν τῇ γῇ
「你們是心中作惡,在地上施行強暴。」
"For in heart you work iniquity in the land."
1:54
καὶ ὁ κύριος μεμφόμενος τοῖς ἀνθρωπαρέσκοις φησί·
主又責備那些討人喜歡的人說:
And the Lord, rebuking the men-pleasers, says:
1:55
Πάντα ποιοῦσι πρὸς τὸ θεαθῆναι τοῖς ἀνθρώποις·
「他們一切所作的事都是要叫人看見」;
"They do all their works to be seen of men";
1:56
διὸ καὶ παραγγέλλει λέγων·
因此祂也吩咐說:
wherefore He also commands, saying:
1:57
Βλέπετε μὴ ποιήσητε τὴν ἐλεημοσύνην ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων·
「你們要小心,不可將施捨行在人的面前」;
"Take heed that you do not your alms before men";
1:58
εἰ δὲ μή γε, μισθὸν οὐκ ἔχετε παρὰ τῷ πατρὶ ὑμῶν τῷ ἐν τοῖς οὐρανοῖς·
「若是這樣,就不能得你們天父的賞賜」;
"otherwise you have no reward with your Father who is in heaven";
1:59
τουτέστι μὴ παρὰ ἀνθρώπων ἐπιζητεῖν θέλετε καὶ θηρεύειν ἔπαινον ἢ δόξαν διὰ τὰ καλὰ ἐπιτηδεύματα, ἀλλὰ μᾶλλον παρὰ τοῦ θεοῦ, οὗ ἡ δόξα ἀληθὴς καὶ αἰώνιος καὶ οὗ ἡ ἀτιμία αἰώνιος
意思就是:不要願意向人尋求、不要為著美好的作為去獵取人的稱讚或榮耀,倒要向神尋求,祂的榮耀是真實永恆的,祂所加的羞辱也是永遠的。
that is, do not desire to seek from men and to hunt after praise or glory for your good deeds, but rather from God, whose glory is true and eternal, and whose dishonor is eternal.
1:60
καὶ τὸ Οὐαὶ ὑμῖν ὅταν καλῶς ὑμᾶς εἴπωσιν οἱ ἄνθρωποι, τουτέστιν ὅταν θέλητε παρὰ ἀνθρώπων καλῶς ἀκούειν καὶ δόξαις καὶ ἐπαίνοις τοῖς παρ' αὐτῶν προσερχομένοις χαίρειν·
又有那話:「人都說你們好的時候,你們就有禍了」——就是說,當你們願意得人稱讚、樂於享受人所獻上的榮耀與讚美的時候;
And the saying, "Woe to you when men speak well of you"—that is, when you desire to be well spoken of by men and to rejoice in the glory and praises that come from them;
1:61
ἐπεὶ πῶς δυνατὸν ἦν ἀγαθοεργοῦντας μὴ φανεροὺς εἶναι πᾶσιν; ὁπότε αὐτὸς ὁ κύριος λέγει·
因為行善的人怎能不顯露在眾人面前呢?既然主自己說:
for how were it possible that those who do good should not be manifest to all, when the Lord Himself says:
1:62
Λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσι τὰ καλὰ ἔργα ὑμῶν καὶ δοξάσωσι τὸν πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς
「你們的光也當這樣照在人前,叫他們看見你們的好行為,便將榮耀歸給你們在天上的父。」
"Let your light so shine before men, that they may see your good works and glorify your Father who is in heaven."
1:63
Εἰς δόξαν θεοῦ ἀγωνίζεσθε, φησί, πᾶν ἀγαθὸν ποιεῖν ἐπιτήδευμα καὶ μὴ εἰς τὴν ἰδίαν δόξαν, μὴ δὲ ἐπιζητεῖτε καὶ χαίρετε τοῖς ἐπαίνοις τῶν ὀλιγοχρονίων ἀνθρώπων, ἀλλὰ τὸν ἔπαινον καὶ τὴν δόξαν παρὰ θεοῦ μόνου ἐκδέχεσθε·
祂說:「你們要努力行各樣善事,歸榮耀與神,而不是為自己的榮耀;也不要尋求、也不要喜歡那短命之人的稱讚,倒要單等候從神而來的稱讚和榮耀」;
"Strive," He says, "to do every good deed unto the glory of God and not unto your own glory; neither seek nor rejoice in the praises of short-lived men, but await the praise and the glory from God alone";
1:64
Παρὰ σοῦ ὁ ἔπαινός μου, καὶ πάλιν·
「我的讚美是從你而來」;又說:
"My praise is from You"; and again:
1:65
Ἐν τῷ κυρίῳ ἐπαινεθήσεται ἡ ψυχή μου·
「我的心必因耶和華誇耀」;
"My soul shall make her boast in the Lord";
1:66
ὡς καὶ ὁ ἀπόστολος ἕως τοῦ φαγεῖν καὶ πιεῖν εἰς δόξαν θεοῦ ἐντέλλεται γίνεσθαι
正如使徒也吩咐,連我們的吃喝都要為榮耀神而行。
even as the apostle also commands that even our eating and drinking be done unto the glory of God.
1:67
Εἴτε γὰρ ἐσθίετε εἴτε πίνετε εἴτε τι ποιεῖτε, φησί, πάντα εἰς δόξαν θεοῦ ποιεῖτε·
他說:「所以,你們或吃或喝,無論作甚麼,都要為榮耀神而行。」
"Whether therefore you eat or drink, or whatever you do," he says, "do all to the glory of God."
1:68
τοὺς γὰρ παρὰ ἀνθρώπων δόξαν ἢ ἐπαίνους ἐπιζητοῦντας ἀπίστους εἶναι ὁ κύριος ἀπέδειξεν εἰπὼν Πῶς δύνασθε ὑμεῖς πιστεύειν δόξαν παρὰ ἀνθρώπων λαμβάνοντες καὶ τὴν δόξαν τὴν παρὰ τοῦ μόνου θεοῦ οὐ ζητοῦντες; ὁ δὲ Ἰωάννης τὸ μῖσος τῷ φόνῳ συγκρίνων φησίν·
因為主指明那些向人尋求榮耀或稱讚的人乃是不信的,祂說:「你們互相受榮耀,卻不求從獨一之神來的榮耀,怎能信我呢?」約翰又把恨惡與兇殺相比,說:
For the Lord showed that those who seek glory or praises from men are unbelievers, saying: "How can you believe, who receive glory from men, and seek not the glory that comes from the only God?" And John, comparing hatred with murder, says:
1:69
Ὁ μισῶν τὸν ἀδελφὸν αὐτοῦ ἀνθρωποκτόνος ἐστί·
「凡恨他弟兄的,就是殺人的」;
"He that hates his brother is a murderer";
1:70
καὶ Οἴδατε ὅτι πᾶς ἀνθρωποκτόνος οὐκ ἔχει ζωὴν αἰώνιον ἐν ἑαυτῷ
又說:「你們曉得凡殺人的,沒有永生存在他裡面。」
and, "You know that no murderer has eternal life abiding in him."
1:71
τὸ ἐν τῷ κρυπτῷ μῖσος τὸ κατὰ τοῦ ἀδελφοῦ αὐτοῦ γινόμενον τῷ φόνῳ συγκρίνει
他把那暗中向著弟兄發出的恨惡與兇殺相比,
He compares the hidden hatred which is directed against one's brother with murder,
1:72
τὸ χεῖρον τῆς ἀπωλείας ἐργασίαν, κρυπτὰ καὶ φανερὰ ἁμαρτήματα εἰς ἓν συναριθμῶν, φησίν·
把那導致滅亡的作為——隱藏的與顯明的罪——一同算為一類,他說:
reckoning the working of perdition—both hidden and manifest sins—together as one, and says:
1:73
Καὶ καθὼς οὐκ ἐδοκίμασαν τὸν θεὸν ἔχειν ἐν ἐπιγνώσει, διὸ καὶ παρέδωκεν αὐτοὺς ὁ θεὸς εἰς ἀδόκιμον νοῦν, ποιεῖν τὰ μὴ καθήκοντα, πεπληρωμένους πάσης ἀδικίας πονηρίας πορνείας πλεονεξίας κακίας·
「他們既然故意不認識神,神就任憑他們存邪僻的心,行那些不合理的事,裝滿了各樣的不義、邪惡、淫亂、貪婪、惡毒,
"And even as they did not see fit to have God in their knowledge, therefore also God gave them up to a reprobate mind, to do those things which are not fitting, being filled with all unrighteousness, wickedness, fornication, covetousness, malice;
1:74
με στοὺς φθόνου φόνου ἔριδος δόλου κακοηθείας·
滿心是嫉妒、兇殺、爭競、詭詐、毒恨;
full of envy, murder, strife, deceit, malignity;
1:75
ψιθυριστὰς καταλάλους θεοστυγεῖς ὑβριστὰς ὑπερηφάνους ἀλαζόνας, ἐφευρετὰς κακῶν, γονεῦσιν ἀπειθεῖς, ἀσυνέτους ἀσυνθέτους ἀστόργους ἀσπόνδους ἀνελεήμονας·
又是讒毀的、背後說人的、怨恨神的、侮慢人的、狂傲的、自誇的、捏造惡事的、違背父母的、無知的、背約的、無親情的、不憐憫人的;
whisperers, slanderers, haters of God, insolent, proud, boasters, inventors of evil things, disobedient to parents, without understanding, covenant-breakers, without natural affection, implacable, unmerciful;
1:76
οἵτινες τὸ δικαίωμα τοῦ θεοῦ ἐπιγνόντες, ὅτι οἱ τὰ τοιαῦτα πράσσοντες ἄξιοι θανάτου εἰσίν, καὶ τὰ ἑξῆς
他們雖知道神判定行這樣事的人是當死的」等等。
who, knowing the righteous ordinance of God, that those who practice such things are worthy of death," and so forth.
1:77
Ὁρᾷς πῶς οὐ μόνον τὰ φανερὰ ἁμαρτήματα ἐξηγόρευσεν τὰ μόνα παρὰ ἀνθρώποις ὄντα βδελυκτά, ἀλλὰ σὺν τοῖς φανεροῖς καὶ τὰ κρύφια τῆς ψυχῆς πάθη συνηρίθμησε, δόλον ὑπερηφανίαν ἔριν κακοήθειαν ἀλαζονείαν μῖσος ἀσυνεσίαν·
你看見麼?他不單列舉了那些顯明的罪——就是惟獨在人眼中可憎的——並且連同顯明的罪,也把靈魂裡隱藏的情慾一併數算了:詭詐、驕傲、爭競、毒恨、自誇、恨惡、無知。
Do you see how he not only enumerated the manifest sins—which alone are abhorrent in the eyes of men—but together with the manifest ones also reckoned up the hidden passions of the soul: guile, pride, strife, malignity, boastfulness, hatred, want of understanding?
1:78
καὶ πάλιν ὁ κύριος λέγει·
主又說:
And again the Lord says:
1:79
Τὸ ὑψηλὸν παρὰ ἀνθρώποις βδέλυγμα παρὰ τῷ θεῷ, καὶὉ ὑψῶν ἑαυτὸν ταπεινωθήσεται, ὁ δὲ ταπεινῶν ἑαυτὸν ὑψωθήσεται·
「人所尊貴的,是神看為可憎惡的」;又說:「凡自高的,必降為卑;自卑的,必升為高」;
"That which is exalted among men is an abomination before God"; and, "He that exalts himself shall be humbled, and he that humbles himself shall be exalted";
1:80
καὶ ἡ Σοφία φησὶν Ἀκάθαρτος παρὰ θεῷ πᾶς ὑψηλοκάρδιος
箴言又說:「凡心裡驕傲的,在神面前為可憎惡」;
and Wisdom says: "Every one that is proud in heart is unclean before God";
1:81
καὶ τὰ ὅμοια δὲ ἀναλεξάμενοι ἐκ τῶν γραφῶν πάμπολλα ἂν εὕροιμεν τὰ εἰρημένα κατὰ τῶν κρυφίων ἐν τῇ ψυχῇ τῆς ἀτιμίας παθῶν
我們若從聖經中收集類似的話,必能找出極多論到靈魂裡那些隱藏之羞恥情慾的話語。
and gathering up like sayings from the Scriptures, we should find very many things spoken against the hidden passions of dishonor in the soul.
1:82
Ἐκ τῶν κρυφίων μου καθάρισόν με καὶ ἀπὸ ἀλλοτρίων φεῖσαι τοῦ δούλου σου·
「求你赦免我隱而未現的過錯,也求你攔阻你的僕人不犯那外來的罪」;
"Cleanse me from my hidden faults, and spare Your servant from the faults of others";
1:83
ὥστε διὰ πολλῆς δεήσεως καὶ πίστεως καὶ τῆς πρὸς θεὸν τελείας ἀγαθῆς ὁρμῆς τῶν κρυφίων τῆς ἀτιμίας παθῶν διὰ τῆς τοῦ πνεύματος δυνάμεως περιγενέσθαι δυνάμεθα
如此,藉著許多的懇求、信心,並向神那完全良善的奮志,我們便能靠聖靈的能力勝過那些隱藏的羞恥情慾。
so that, through much supplication and faith and a perfect good impulse toward God, we are able by the power of the Spirit to overcome the hidden passions of dishonor.
1:84
ὥσπερ γὰρ τὸν ἔξω ἄνθρωπον, ὅπερ ἐστὶ τὸ σῶμα, ἀπὸ τῶν φανερῶν ἁμαρτημάτων σπουδάζομεν φυλάττειν ὡς ναὸν θεοῦ, καθὼς εἶπεν ὁ ἀπόστολος·
因為我們既殷勤要保守那外面的人——就是身體——脫離顯明的罪,如同神的殿,正如使徒所說的:
For just as we are earnest to keep the outward man—which is the body—from manifest sins, as a temple of God, even as the apostle said:
1:85
Ὁ φθείρας τὸν ναὸν τοῦ θεοῦ, περὶ τοῦ σώματος λέγων, φθερεῖ τοῦτον ὁ θεός, οὕτως καὶ τὸν ἔσω ἄνθρωπον, ὅπερ ἐστὶν ἡ ψυχή, σπουδαστέον καὶ διαγωνιστέον ἀπὸ παντὸς μολυσμοῦ ῥυπαρῶν λογισμῶν φυλάττειν ὡς νύμφην Χριστοῦ κατὰ τὸ εἰρημένον Πάσῃ φυλακῇ τήρει σὴν καρδίαν·
「若有人毀壞神的殿」(這是指身體說的)「神必要毀壞那人」——照樣,我們也當殷勤竭力保守那裡面的人,就是靈魂,脫離污穢念頭的一切玷污,如同基督的新婦,正如所說的:「你要保守你心,勝過保守一切」;
"If anyone defiles the temple of God" (speaking of the body) "him shall God destroy"—so also we must be earnest and strive to keep the inner man, which is the soul, from every defilement of filthy thoughts, as a bride of Christ, according to that which was said: "With all watchfulness keep your heart";
1:86
ἐκ γὰρ τούτων ἔξοδοι ζωῆς [ ὡς νύμφην Χριστοῦ]
「因為一生的果效是由心發出」——〔如同基督的新婦〕。
"for out of it are the issues of life"—[as a bride of Christ].
1:87
Τοῦτο δὲ κατορθῶσαι ἡμῖν ἔσται ἀνταγωνιζομένων ἡμῶν καὶ ἀντιλεγόντων πάντοτε τοῖς πονηροῖς λογισμοῖς τῆς τε κενοδοξίας καὶ μίσους καὶ τύφου καὶ δόλου ἐπιθυμίας τε καὶ ἀπιστίας, ζήλου καὶ φιλαρχίας, καὶ πάσῃ ἀκριβείᾳ ἑαυτοὺς ἐρευνώντων τόν τε νοῦν ἀσυνδύαστον καὶ ἀσύμφωνον φυλασσόντων πρὸς τὰ κρύφια τῆς ψυχῆς πάθη, καὶ ἐν πᾶσιν ἀγαθοῖς ἐπιτηδεύμασιν ἑαυτοὺς ἐπιδιδόντων μετὰ βίας καὶ πόνου καὶ ἀγῶνος διὰ τὸ ἐμποδίζειν ἡμῖν τὸν ἀντικείμενον·
我們若常常與那些惡念爭戰、反抗——就是虛榮、恨惡、自滿、詭詐、私慾、不信、爭競、好作首領的念頭——並以一切的精細省察自己,使心思不與靈魂裡隱藏的情慾混雜、不與之苟同,又在一切善事上勉力、勞苦、爭戰地獻上自己,因為仇敵阻擋我們,這事我們便能成就;
And this we shall be able to accomplish if we ever contend and contradict the evil thoughts—those of vainglory and hatred and conceit and guile and lust and unbelief, of jealousy and love of rule—and if with all exactness we search ourselves and keep the mind unmixed and out of accord with the hidden passions of the soul, and if in all good practices we give ourselves over with force and toil and contest, because the adversary hinders us;
1:88
τὴν γὰρ μονότροπον εὐθύτητα αἰνισσόμενος ὁ μακάριος Μωυσῆς καὶ διὰ τύπων ὑποδεικνὺς ἐνέφηνε τὸ μὴ δεῖν δυσὶ γνώμαις, κακοῦ καὶ ἀγαθοῦ, τὴν ψυχὴν ἐξακολουθεῖν, ἀλλὰ μόνῳ τῷ ἀγαθῷ·
因為有福的摩西暗示那專一的正直,並藉著預表指明:靈魂不該跟隨惡與善這兩種意念,乃要單跟隨那善的;
for the blessed Moses, hinting at the single-minded uprightness and showing it through types, made plain that the soul ought not to follow two purposes, of evil and of good, but the good alone;
1:89
καὶ τὸ μὴ δεῖν δύο καρποὺς ἐν ἡμῖν, χείρονος καὶ χρησίμου, γεωργεῖσθαι, ἀλλὰ μονοτρόπως τὰ χρήσιμα ἐργαζομένους παντελῶς τοῦ χείρονος ἀλλοτριοῦσθαι
並指明在我們裡面不該培植兩種果子,就是壞的和有益的,乃當專一作那有益的,全然與那壞的隔絕。
and that there ought not to be cultivated in us two fruits, the worse and the useful, but that, working the useful things single-mindedly, we should be wholly estranged from the worse.
1:90
Οὐ ζεύξεις ἐν τῇ ἅλωνί σου ἀλλογενῆ ζῷα ἐπὶ τὸ αὐτό, οἷον βοῦν καὶ ὄνον, ἀλλὰ τὰ ὁμογενῆ ζῷα ζεύξας ἀλοήσεις τὸν ἄμητόν σου·
「你不可把不同類的牲畜,如牛和驢,同軛繫在你的禾場上作同一件工,乃要把同類的牲畜同軛繫起來打你的莊稼」;
"You shall not yoke together on your threshing-floor animals of different kind to the same task, such as an ox and an ass, but yoking together animals of the same kind you shall thresh your harvest";
1:91
τουτέστιν ἵνα μὴ ἐν τῇ ἅλωνι τῆς καρδίας ὑμῶν ἐπὶ τὸ αὐτὸ ἀρετὴ καὶ κακία τὴν ἐργασίαν ἔχῃ, ἀλλὰ μόνον ἀρετή
意思就是:美德與罪惡不該在你心的同一禾場上一同作工,乃要單有美德。
that is, that virtue and vice should not have their working together on the same threshing-floor of your heart, but virtue alone.
1:92
Οὐ συνυφανεῖς, φησίν, ἐρέῳ ἱματίῳ λινὸν οὐδὲ πάλιν λινῷ ἔριον·
祂說:「你不可把細麻與羊毛織在一件衣服上,也不可把羊毛與細麻織在一起;
"You shall not weave together," He says, "linen with a woolen garment, nor again wool with linen;
1:93
οὐ γεωργήσεις ἐν τῇ χώρᾳ τῆς γῆς σου δύο καρποὺς ἐπὶ τὸ αὐτὸ οὐδὲ δεύτερον τοῦ ἐνιαυτοῦ·
你不可在你田地裡同時種兩樣莊稼,也不可一年種兩次;
you shall not cultivate in the land of your ground two crops at the same time, nor twice in the year;
1:94
οὐκ ἐπιβαλεῖς ἑτερογενὲς ζῷον ἐπὶ ἕτερον εἰς γονήν, ἀλλὰ τὰ ὁμογενῆ τοῖς ὁμογενέσι συζεύξεις
你不可使不同類的牲畜彼此交配,乃要把同類的與同類的配合。」
you shall not put an animal of a different kind upon another for breeding, but you shall yoke together those of the same kind with those of the same kind."
1:95
διὰ δὲ τούτων πάντων μυστικῶς αἰνίττεται τὸ μὴ δεῖν κακίαν καὶ ἀρετὴν ἐν ἡμῖν γεωργεῖσθαι, ἀλλὰ μονοτρόπως τὰς ἀρετὰς ἐξ ἡμῶν ἀποκυεῖσθαι διὰ τῆς θειοτέρας γονῆς·
祂藉著這一切奧祕地暗示:惡與善不該在我們裡面一同培植,乃要藉著那更屬神的生育,使美德從我們裡面專一地產生出來;
Through all these things He mystically hints that vice and virtue ought not to be cultivated together in us, but that the virtues should be brought forth from us single-mindedly, through the more divine begetting;
1:96
κοινωνεῖν καὶ ἑνοῦσθαι, ἀλλὰ μόνον τῷ τοῦ θεοῦ πνεύματι συνενουμένην καὶ προσκολλωμένην τὰς τῆς ἀρετῆς ἱερὰς γονὰς καὶ τοὺς καρποὺς τοῦ πνεύματος καρπογονεῖν τὴν ψυχὴν προσέταξεν, μηδὲ δυσὶ προσώποις, τῷ χείρονι καὶ τῷ κρείττονι, συμφωνεῖν τὴν προαίρεσιν, ἀλλὰ μόνον τῷ καλῷ χρωμένους καὶ τοῦ κακοῦ παντελῶς ἠλλοτριωμένους τὸν μονότροπον τῶν ἀρετῶν καρπὸν ἐν τῇ ψυχῇ γεωργεῖν κατὰ τὸ γεγραμμένον·
祂吩咐靈魂單與神的靈聯合、緊緊依附於祂,產生美德那神聖的後裔和聖靈的果子,不可與那壞的相交聯合;意志也不可與兩個位格——那壞的和那好的——同心,乃要單用那善的、全然與那惡的隔絕,在靈魂裡培植美德那專一的果子,正如所記:
He commanded that the soul, being united and cleaving to the Spirit of God alone, should bring forth the sacred offspring of virtue and the fruits of the Spirit, and should not have fellowship or be joined to the worse; neither should the will agree with two persons, the worse and the better, but, using only the good and being wholly estranged from the evil, should cultivate in the soul the single-minded fruit of the virtues, according to that which is written:
1:97
πᾶσαν ὁδὸν ἄδικον ἐμίσησα·
「我恨惡一切的妄行」;
"Every unrighteous way have I hated";
1:98
καὶ Ἀδικίαν ἐμίσησα καὶ ἐβδελυξάμην, τὸν δὲ νόμον σου ἠγάπησα, ἵν' οὕτως τὸν ἀγῶνα τῆς ψυχῆς ὁρῶν ὁ κύριος τῇ ἰδίᾳ φιλανθρωπίᾳ τὴν μεγάλην ἴασιν τῶν κρυφίων παθῶν διὰ τῆς τοῦ πνεύματος δυνάμεως παντελῶς ἐν ἡμῖν ποιήσῃ, τὴν ἐκδίκησιν τῶν νοητῶν ἐχθρῶν ἡμῶν ἐργαζόμενος·
又說:「我恨惡、憎厭不義,惟喜愛你的律法」——好叫主這樣看見靈魂的爭戰,便憑祂自己愛人的心,藉著聖靈的能力在我們裡面完全成就那隱藏情慾的大醫治,為我們向那些屬靈的仇敵伸冤;
and, "I have hated and abhorred unrighteousness, but Your law have I loved"—so that the Lord, beholding thus the contest of the soul, may by His own love for mankind work in us, through the power of the Spirit, the great healing of the hidden passions wholly, executing vengeance upon our spiritual enemies;
1:99
καθὼς αὐτὸς ὁ κύριος περὶ τῆς χήρας διεξερχόμενος τῆς ὑπὸ τοῦ ἀντιδίκου καταπονουμένης καὶ πρὸς τὸν ἄδικον ἄρχοντα προσελθούσης, ἐπιζητούσης τε τὴν παρ' αὐτοῦ ἐκδίκησιν καὶ διὰ τὴν ἐπὶ πολὺ τῆς προσμονῆς ἀναίδειαν αὐτῆς τῆς ἐκδικήσεως αὐτῆς τετυχηκυίας, διδάσκει ἡμᾶς μὴ ἐκκακεῖν ἐν ταῖς δεήσεσιν
正如主自己論到那寡婦:她被對頭欺壓,前來到那不義的官長那裡,向他求伸冤,並因她久久懇求的執著,終得了那伸冤,藉此教導我們在祈求上不要灰心。
even as the Lord Himself, in speaking of the widow who was oppressed by her adversary and came to the unjust ruler, seeking vengeance from him, and who—because of the persistence of her long waiting—obtained that very vengeance, teaches us not to lose heart in our supplications.
1:100
Ἔλεγε γὰρ αὐτοῖς καὶ παραβολὴν πρὸς τὸ δεῖν πάντοτε προσεύχεσθαι καὶ μὴ ἐκκακεῖν καὶ τὰ ἑξῆς
「祂設一個比喻,是要人常常禱告,不可灰心」等等。
"For He spoke to them also a parable to this end, that they ought always to pray and not to lose heart," and so forth.
1:101
τὸ μὴ ἐκκακεῖν τὴν ἐπὶ πολὺ προσμονὴν τῆς εὐχῆς αἰνίττεται·
那「不可灰心」暗示禱告中久長的恆切;
The "not losing heart" hints at the long perseverance in prayer;
1:102
καὶ μετὰ ταῦτα ὁ κύριος Ἴδετε τί λέγει ὁ ἄδικος κριτής·
這些事以後,主說:「你們聽這不義之官所說的話」;
and after these things the Lord says: "Hear what the unjust judge says";
1:103
πόσῳ μᾶλλον ὁ πατὴρ ὑμῶν ὁ οὐράνιος ποιήσει τὴν ἐκδίκησιν τῶν βοώντων πρὸς αὐτὸν νυκτὸς καὶ ἡμέρας·
「何況你們天父,豈不為那晝夜呼籲祂的人伸冤麼?」
"how much more shall your heavenly Father execute vengeance for those who cry to Him day and night?"
1:104
ναὶ λέγω ὑμῖν ποιήσει τὴν ἐκδίκησιν ἐν τάχει
「我告訴你們,祂必快快地給他們伸冤。」
"Yea, I say to you, He will execute vengeance speedily."
1:105
Οἷον γὰρ ἀγῶνα εἶχεν ὑπὲρ τῶν μαθητῶν ὁ ἀπόστολος καὶ εἰς ὁποῖον πνευματικὸν μέτρον ἐλθεῖν αὐτοὺς ἐσπούδαζεν ἐνδιαθέτως ὑπὲρ αὐτῶν εὐχόμενος, ἅμα δὲ καὶ τὸν ἄκρον τοῦ χριστιανισμοῦ σκοπὸν πᾶσι φανερὸν καθιστῶν τοῖς βουλομένοις ἀπόνως † φιλαλήθως τρέχειν καὶ τὸν ἀποστολικὸν τῆς καινῆς κτίσεως κανόνα τοῖς ἐπὶ τὸ ἔμπροσθεν προκόπτειν σπουδάζουσιν ἔκδηλον ποιῶν·
使徒為門徒所有的爭戰是何等的,他何等殷勤要他們達到怎樣的屬靈身量,由心底為他們禱告——同時把基督教那至高的目標向一切願意真誠奔跑的人顯明,並把那新造之物的使徒準則向一切殷勤要往前長進的人說明白:
For what manner of contest the apostle had on behalf of the disciples, and unto what kind of spiritual measure he was earnest that they should come, praying for them from his inmost heart—at the same time making the highest goal of Christianity manifest to all who are willing to run truly and without toil, and making plain the apostolic rule of the new creation to those who are earnest to advance forward:
1:106
Νουθετοῦντες, φησί, πάντα ἄνθρωπον καὶ διδάσκοντες ἐν πάσῃ σοφίᾳ, ἵνα παραστήσωμεν πάντα ἄνθρωπον τέλειον ἐν Χριστῷ, εἰς ὃ καὶ κοπιῶ ἀγωνιζόμενος
他說:「我們傳揚祂,是用諸般的智慧勸戒各人,教導各人,要把各人在基督裡完完全全地引到神面前;我也為此勞苦爭戰。」
"Admonishing," he says, "every man and teaching in all wisdom, that we may present every man perfect in Christ; whereunto I also labor, striving."
1:107
καὶ πάλιν τοὺς τὴν σφραγῖδα τοῦ πνεύματος τῆς ἐπαγγελίας διὰ τοῦ βαπτίσματος καταξιουμένους ἐπεύχεται τῆς πνευματικῆς προκοπῆς λαβεῖν αὔξησιν λέγων·
他又為那些藉洗禮蒙稱許得著所應許之聖靈為印記的人禱告,求他們得著屬靈長進的增益,說:
And again he prays that those who are counted worthy of the seal of the Spirit of promise through baptism may receive the increase of spiritual advancement, saying:
1:108
πεφωτισμένους τοὺς ὀφθαλμοὺς τῆς καρδίας ὑμῶν εἰς τὸ εἰδέναι ὑμᾶς τίς ἐστιν ἡ ἐλπὶς τῆς κλήσεως αὐτοῦ καὶ τίς ὁ πλοῦτος τῆς δόξης τῆς κληρονομίας αὐτοῦ ἐν τοῖς ἁγίοις καὶ τί τὸ ὑπερβάλλον μέγεθος τῆς δυνά μεως αὐτοῦ εἰς ἡμᾶς τοὺς πιστεύοντας
「並且照明你們心中的眼睛,使你們知道祂的恩召有何等指望,祂在聖徒中得的基業有何等豐盛的榮耀,並知道祂向我們這信的人所顯的能力是何等浩大」;
"that the eyes of your heart being enlightened, you may know what is the hope of His calling, and what the riches of the glory of His inheritance in the saints, and what is the exceeding greatness of His power toward us who believe";
1:109
τὸν δὲ τρόπον τῆς μετουσίας καὶ μεταλήψεως τοῦ πνεύματος ἀκριβῶς ὑποσημειωσάμενος ἐν πληροφορίᾳ γινομένης Κατὰ τὴν ἐνέργειαν, φησί, τῆς δυνάμεως αὐτοῦ, ἣν ἐνήργησεν ἐν τῷ Χριστῷ, ἐγείρας αὐτὸν ἐκ τῶν νεκρῶν·
他既仔細記下那在全然確信中成就的、有分於並領受聖靈的方式,便說:「就是照祂在基督身上所運行的大能大力,使祂從死裡復活」;
and, having carefully noted down the manner of participation and partaking of the Spirit, which is wrought in full assurance, he says: "According to the working of His power, which He wrought in Christ, when He raised Him from the dead";
1:110
κατ' ἐκείνην φησὶ τὴν ἐνέργειαν τοῦ πνεύματος, ἵνα καὶ ὑμεῖς τὴν πληροφορίαν δέξησθε
他說,乃是照著聖靈那樣的運行,好叫你們也得著那充足的確信。
according to that working of the Spirit, he says, that you also may receive the full assurance.
1:111
καὶ πάλιν ἐν τῇ αὐτῇ ἐπιστολῇ μικρὸν προβὰς εἰς ὑψηλοτέραν αὔξησίν τινα καὶ προκοπὴν τελειότητος πνευματικῆς ἐλθεῖν αὐτοὺς ἐπιθυμῶν ἐπεύχεται λέγων·
他又在同一封書信中稍往下說,渴望他們達到更高的屬靈完全的增益與長進,便禱告說:
And again in the same epistle, going on a little further, desiring that they come to some higher increase and advancement of spiritual perfection, he prays, saying:
1:112
Τούτου χάριν κάμπτω τὰ γόνατά μου πρὸς τὸν πατέρα τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἐξ οὗ πᾶσα πατριὰ ἐν οὐρανοῖς καὶ ἐπὶ γῆς ὀνομάζεται, ἵνα δῷ ὑμῖν κατὰ τὸν πλοῦτον τῆς δόξης αὐτοῦ, δύναμιν κραταιωθῆναι διὰ τοῦ πνεύματος αὐτοῦ εἰς τὸν ἔσω ἄνθρωπον κατοικῆσαι τὸν Χριστὸν διὰ τῆς πίστεως ἐν ταῖς καρδίαις ὑμῶν, ἐν ἀγάπῃ ἐρριζωμένους καὶ τεθεμελιωμένους·
「因此,我在父面前屈膝,天上地上的各家都是從祂得名,求祂按著祂豐盛的榮耀,藉著祂的靈,叫你們心裡的力量剛強起來,使基督因你們的信,住在你們心裡,叫你們的愛心有根有基,
"For this cause I bow my knees unto the Father of our Lord Jesus Christ, of whom every family in heaven and on earth is named, that He would grant you, according to the riches of His glory, to be strengthened with power through His Spirit in the inner man, that Christ may dwell in your hearts through faith; that you, being rooted and grounded in love,
1:113
ἵνα ἐξισχύσητε καταλαβέσθαι σὺν πᾶσι τοῖς ἁγίοις, τί τὸ πλάτος καὶ μῆκος καὶ βάθος καὶ ὕψος, γνῶναί τε τὴν ὑπερβάλλουσαν τῆς γνώσεως ἀγάπην τοῦ Χριστοῦ, ἵνα πληρωθῆτε εἰς πᾶν τὸ πλήρωμα τοῦ θεοῦ
能以和眾聖徒一同明白基督的愛是何等長闊高深,並知道這愛是過於人所能測度的,便叫神一切所充滿的,充滿了你們。」
may be able to comprehend with all the saints what is the breadth and length and depth and height, and to know the love of Christ which surpasses knowledge, that you may be filled unto all the fullness of God."
1:114
Ἐν ἄλλῃ δὲ ἐπιστολῇ περὶ τῶν αὐτῶν διδάσκων καὶ τὴν ὑπερβολὴν τοῦ πνευματικοῦ πλούτου ἐπιδεικνύων τοῖς μαθηταῖς καὶ προτρεπόμενος σπεύδειν αὐτοὺς εἰς τὸ τέλειον μέτρον καταντῆσαι ἔλεγε·
他又在另一封書信中論到同樣的事,向門徒展示屬靈財富那超越的豐盛,並勸勉他們急切達到那完全的身量,說:
And in another epistle, teaching concerning the same things and displaying to the disciples the surpassing abundance of spiritual riches, and urging them to hasten to attain unto the perfect measure, he said:
1:115
Ζηλοῦτε δὲ τὰ πνευματικὰ χαρίσματα·
「你們要切切地求那屬靈的恩賜」;
"Earnestly desire the spiritual gifts";
1:116
καὶ ἔτι καθ' ὑπερβολὴν ὁδὸν ὑμῖν δείκνυμι
「我還要把最妙的道指示你們」;
"and yet I show you a more excellent way";
1:117
ἐὰν ταῖς γλώσσαις τῶν ἀγγέλων λαλῶ, ἀγάπην δὲ μὴ ἔχω, γέγονα χαλκὸς ἠχῶν ἢ κύμβαλον ἀλαλάζον·
「我若能說萬人的方言,並天使的話語,卻沒有愛,我就成了鳴的鑼、響的鈸一般;
"though I speak with the tongues of angels, but have not love, I am become sounding brass or a clanging cymbal;
1:118
κἂν ἔχω προφητείαν καὶ εἰδῶ τὰ μυστήρια πάντα καὶ πᾶσαν τὴν γνῶσιν, κἂν ἔχω πᾶσαν τὴν πίστιν ὥστε ὄρη μεθιστᾶν, ἀγάπην δὲ μὴ ἔχω, οὐδὲν ὠφελοῦμαι·
我若有先知講道之能,也明白各樣的奧祕、各樣的知識,並且有全備的信,叫我能夠移山,卻沒有愛,我就算不得甚麼;
and though I have prophecy, and understand all mysteries and all knowledge; and though I have all faith, so that I could remove mountains, but have not love, I am nothing;
1:119
κἂν ψωμίσω πάντα τὰ ὑπάρχοντά μου καὶ παραδῶ τὸ σῶμά μου ἵνα καυθήσομαι, ἀγάπην δὲ μὴ ἔχω, οὐθέν εἰμι
我若將所有的賙濟窮人,又捨己身叫人焚燒,卻沒有愛,仍然與我無益。」
and though I bestow all my goods to feed the poor, and though I give my body to be burned, but have not love, I am nothing."
1:120
καὶ ἐπάγει τοὺς καρποὺς τῆς ἀγάπης οἷοί εἰσι καὶ πῶς οἱ ταύτην κεκτημένοι τῶν τῆς κακίας παθῶν παντελῶς ἐλυτρώθησαν, λέγων·
他接著說明愛的果子是怎樣的,並那有了愛的人怎樣全然從惡的情慾中得釋放,說:
And he goes on to show what the fruits of love are, and how those who possess it are wholly delivered from the passions of vice, saying:
1:121
οὐ χαίρει ἐπὶ τῇ ἀδικίᾳ, συγχαίρει δὲ τῇ ἀληθείᾳ·
「不喜歡不義,只喜歡真理」;
"it rejoices not in unrighteousness, but rejoices with the truth";
1:122
τὸ δὲ οὐδέποτε πίπτει τοῦτο σημαίνει, ὡς οἱ ἐν τοῖς προειρημένοις χαρίσμασι τοῦ πνεύματος ὄντες καὶ μηδέπω διὰ τῆς πληρεστάτης καὶ ἐνεργοῦς ἀγάπης τοῦ πνεύματος τὴν λύτρωσιν τῶν παθῶν δεξάμενοι ἐν κινδύνῳ ἔτι καὶ ἀγῶνι καὶ φόβῳ τυγχάνουσι διὰ τὴν πρὸς τὰ πνευματικὰ τῆς πονηρίας πάλην, εἰ καὶ χαρίσματα πνευματικὰ κέκτηνται
那「愛是永不止息」一語表明:凡尚在上述聖靈恩賜中、卻還未藉著聖靈那最完全、最有功效的愛得著脫離情慾之釋放的人,因著與那屬靈惡魔摔跤,仍處在危險、爭戰和懼怕之中,縱然他們已擁有屬靈的恩賜。
And the saying "it never falls" signifies this: that those who are in the aforesaid gifts of the Spirit, and have not yet received through the fullest and most active love of the Spirit the deliverance from the passions, are still in danger and contest and fear, because of the wrestling against the spiritual hosts of wickedness, even though they possess spiritual gifts.
1:123
ἰδοὺ γὰρ οἷον καὶ ὅσον πνευματικὸν μέτρον, ἅτε μηκέτι ὂν ὑπὸ πτῶσιν καὶ πάθος, ἔδειξε τοῖς βουλομένοις ἀκριβῶς βαίνειν τὴν ὁδὸν τοῦ χριστιανισμοῦ·
因為看哪,他向那些願意精準行走基督教之道的人,指明了那是何等樣、何等大的屬靈身量——就是不再受墮落與情慾轄制的境地;
For behold, what kind and how great a spiritual measure—as being no longer subject to falling and to passion—he has shown to those who wish to walk accurately the way of Christianity;
1:124
ὥστε καὶ γλώσσας ἀγγέλων καὶ προφητείαν καὶ πίστιν καὶ πᾶσαν τὴν γνῶσιν καὶ χαρίσματα ἰαμάτων μηδὲν εἶναι ὡς πρὸς σύγκρισιν τῆς ἀκροτάτης ἀρετῆς καὶ τοῦ πληρώματος τῆς ἀγάπης τῆς τελειότητος, καίπερ κἀκεῖνα τοῦ αὐτοῦ πνεύματος ὄντα ἐνεργήματα
以致連天使的方言、先知講道之能、信心、各樣的知識和醫病的恩賜,與那至高的美德、完全之愛的豐盛相比,都算為虛無,雖然這些也都是同一位聖靈的運行。
so that even tongues of angels and prophecy and faith and all knowledge and gifts of healings are as nothing in comparison with the highest virtue and the fullness of the love of perfection, although these too are workings of the same Spirit.
1:125
ἀλλ' ἵνα, ἐάν τις ἐκείνων τῶν χαρισμάτων καταξιωθῇ, μὴ νομίσῃ διὰ τὴν καινοτέραν τῆς χάριτος ἐνέργειαν εἰς τὸ τέλειον ἐφθακέναι καὶ ὡς μηκέτι χρῄζων τινὸς οἰηθεὶς ἀπομείνῃ τῶν τελείων τῆς ἀπαθείας μέτρων, ἐν τοῖς ἐλάττοσι χαρίσμασι μόνον ἐμπληροφορούμενος, διὰ τοῦτο τὸν σκοπὸν τῆς τελειότητος ὑπέδειξεν, ἵνα ἕκαστος ἑαυτὸν πτωχὸν ἀπὸ τηλικούτου πλούτου ἐπιγινώσκων ἀπαύστως ἀνενδότως τὸν καλὸν ἀγωνίζηται ἀγῶνα, καὶ τὸν πνευματικὸν δρόμον οὕτως τρέχῃ, ἕως οὗ καταλάβῃ, καθὼς εἴρηκεν·
然而,為要叫人若蒙稱許得著那些恩賜,不至於因恩典那較新的運行就以為自己已達到完全,又以為自己再無所需而停在那無情慾的完全身量之外,僅以那較小的恩賜為滿足;為這緣故他擺出完全的目標,叫各人在這樣的大財富中認識自己仍是貧窮的,便不住地、不退縮地打那美好的仗,如此奔跑那屬靈的賽程,直到得著,正如他所說的:
But in order that, if anyone be counted worthy of those gifts, he should not suppose, on account of the newer working of grace, that he has attained to perfection, and—thinking he no longer has need of anything—should remain short of the perfect measures of dispassion, being content only in the lesser gifts; for this cause he set forth the goal of perfection, that each one, recognizing himself poor amid so great a wealth, might unceasingly and unyieldingly fight the good fight, and so run the spiritual course until he lay hold of it, even as he said:
1:126
Οὕτως τρέχετε, ἵνα καταλάβητε
「你們也當這樣奔跑,好叫你們得著獎賞。」
"So run, that you may obtain."
1:127
Ἰδοὺ πῶς τὸν τῆς εὐσεβείας καὶ τελειότητος ὅρον καὶ σκοπὸν καὶ κανόνα διὰ πολλῶν εἰς φανερὸν πᾶσι τίθησιν ἐπευχόμενος τοῖς ἰδίοις μαθηταῖς εἰς αὐτὸν πάντας φθάσαι·
看哪,他怎樣藉著許多的話,向眾人公開擺出敬虔與完全的界限、目標和準則,為他自己的門徒禱告,叫眾人都得以達到;
Behold how, through many things, he sets forth openly to all the boundary and goal and rule of godliness and perfection, praying for his own disciples that all might attain unto it;
1:128
πάλιν γὰρ ὁ αὐτὸς ἐν ἑτέρῳ δεικνύων τὴν ἐν Χριστῷ γινομένην καινότητα καὶ μεταβολὴν τοῖς πιστοῖς καὶ ἀγαπῶσι τὸν κύριόν φησιν·
因為同一位使徒又在別處,顯明那在基督裡為信徒和愛主的人所成就的更新與改變,說:
for again the same apostle, in another place, showing the newness and change which is wrought in Christ for the faithful and for those who love the Lord, says:
1:129
Οὔτε γὰρ περιτομή τι ἰσχύει οὔτε ἀκροβυστία, ἀλλὰ καινὴ κτίσις·
「受割禮不受割禮都無關緊要,要緊的就是作新造的人;
"For neither circumcision avails anything, nor uncircumcision, but a new creation;
1:130
καὶ ὅσοι τῷ κανόνι τούτῳ στοιχοῦσιν εἰρήνη ἐπ' αὐτοὺς καὶ ἔλεος, καὶ ἐπὶ τὸν Ἰσραὴλ τοῦ θεοῦ
凡照此理而行的,願平安、憐憫加給他們,和神的以色列民。」
and as many as walk according to this rule, peace be upon them, and mercy, and upon the Israel of God."
1:131
Εἴ τις ἐν Χριστῷ, καινὴ κτίσις, τὰ ἀρχαῖα παρῆλθε
「若有人在基督裡,他就是新造的人,舊事已過。」
"If anyone is in Christ, he is a new creation; the old things have passed away."
1:132
διὰ μιᾶς λέξεως τῆς καινῆς κτίσεως τὸν ἀποστολικὸν κανόνα εἰς φανερὸν τέθεικεν·
他用「新造」這一個詞,便公開擺出了使徒的準則;
By the single phrase "new creation" he has set forth openly the apostolic rule;
1:133
ἡ δὲ καινὴ κτίσις τί ἄλλο ἐστὶν ἤ, καθὼς ὁ αὐτὸς ἀλλαχοῦ λέγει·
這新造除了同一位使徒在別處所說的以外,還能是甚麼呢:
and what else is the new creation but that which the same apostle says in another place:
1:134
Ἵνα παραστήσῃ αὐτὸς ἑαυτῷ τὴν ἐκκλησίαν ἔνδοξον, μὴ ἔχουσαν σπίλον ἢ ῥυτίδαἤ τι τῶν τοιούτων, ἀλλ' ἵναᾖ ἁγία καὶ ἄμωμος, τὴν παντελῆ ἀπὸ τοῦ αἴσχους καθαρότητα, ὅ ἐστιν ἡ παντελὴς τῶν παθῶν ἀπαλλαγή, καὶ τὴν πλήρη τῆς θείας τοῦ πνεύματος δυνάμεως ἄρρητον καὶ μυστικὴν ἐν ἁγιασμῷ κοινωνίαν, ἐν καρδίαις ἁγίων ἐνεργουμένην, καινοτέρας ὑπὲρ τὴν φύσιν καὶ πνευματικῆς ἐν ἀρεταῖς ἀπολαύσεως κατηξιωμένων, ταύτην εἶναι τὴν ἐν Χριστῷ καινὴν κτίσιν ὁ ἀπόστολος ἐδίδαξεν
「可以獻給自己,作個榮耀的教會,毫無玷污皺紋等類的病,乃是聖潔沒有瑕疵的」——就是那完全脫離羞恥的潔淨,即全然從情慾中得釋放,並聖靈那神聖能力在成聖中那全備、不可言喻、奧祕的相通,運行在聖徒的心裡——這些聖徒蒙稱許,得著一種更新的、超乎本性的、屬靈的、在美德中的享受——使徒教導說,這就是那在基督裡的新造。
"That He might present to Himself the Church glorious, not having spot or wrinkle or any such thing, but that she might be holy and blameless"—the complete cleansing from shame, which is the complete deliverance from the passions, and the full, unspeakable and mystical fellowship of the divine power of the Spirit in sanctification, wrought in the hearts of the saints who are counted worthy of a newer, supernatural and spiritual enjoyment in the virtues—this the apostle taught to be the new creation in Christ.
1:135
ἀλλὰ καὶ τὸ Ἐκκαθάρατε τὴν παλαιὰν ζύμην, ἵνα ἦτε νέον φύραμα·
還有那話:「你們既是無酵的麵,應當把舊酵除淨,好使你們成為新團」;
But also the saying, "Purge out the old leaven, that you may be a new lump";
1:136
καὶ διὰ τὸ μὴ ἱκανοὺς εἶναι πρὸς τὴν πρὸς τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας καὶ τὰ πνευματικὰ τῆς πονηρίας πάλην ἀναλαβεῖν ἡμᾶς τὴν πανοπλίαν τοῦ θεοῦ προτρέπεται·
並且因為我們靠自己不足以與那執政的、掌權的,並那屬靈氣的惡魔摔跤,他便勸勉我們拿起神所賜的全副軍裝;
and, because we are not sufficient of ourselves for the wrestling against the principalities and the powers and the spiritual hosts of wickedness, he urges us to take up the whole armor of God;
1:137
τὸν θώρακα τῆς δικαιοσύνης ἐνδύσασθε καὶ ὑποδήσασθε τοὺς πόδας ἐν ἑτοιμασίᾳ τοῦ εὐαγγελίου τῆς εἰρήνης καὶ περιζώσασθε τὴν ὀσφὺν ἐν ἀληθείᾳ, ἐπὶ πᾶσι τὸν θυρεὸν τῆς πίστεως ἀναλαβόντες, δι' ἧς φησι δυνήσεσθε πάντα τὰ βέλη τοῦ πονηροῦ τὰ πεπυρωμένα σβέσαι, ἅπερ εἰσὶν αἱ τῶν μιαρῶν παθῶν ἐνέργειαι·
「要穿上公義的護心鏡,又用平安的福音當作預備走路的鞋穿在腳上,並用真理當作帶子束腰,此外又拿起信德的籐牌,他說,藉此你們就能滅盡那惡者一切的火箭」——這些火箭就是那污穢情慾的運行;
"Put on the breastplate of righteousness, and shoe your feet with the preparation of the gospel of peace, and gird your loins with truth, above all taking up the shield of faith, by which," he says, "you shall be able to quench all the fiery darts of the evil one"—which are the workings of the defiling passions;
1:138
Καὶ τὴν περικεφαλαίαν τοῦ σωτηρίου δέξασθε καὶ τὴν ἁγίαν τοῦ πνεύματος μάχαιραν, ὅ ἐστι ῥῆμα θεοῦ
「並戴上救恩的頭盔,拿著聖靈的寶劍,就是神的道。」
"And take the helmet of salvation and the holy sword of the Spirit, which is the word of God."
1:139
διὰ τῶν ὑπὲρ τὴν ἡμετέραν φύσιν προειρημένων πνευματικῶν ὅπλων ἰσχύσειν στῆναι πρὸς τὰς χαλεπὰς μεθοδείας τοῦ διαβόλου ὁ ἀπόστολος ὑπέδειξε, τὸν δὲ τρόπον, δι' οὗ ταῦτα κτήσασθαι δυνάμεθα, ἀκριβῶς ἐπεσημειώσατο εἰπών·
使徒指明:藉著上述那些超乎我們本性的屬靈兵器,我們便剛強,能站立得住,抵擋魔鬼那兇惡的詭計;而我們得以取得這些兵器的方式,他也仔細記下,說:
The apostle showed that through the aforesaid spiritual weapons, which are above our nature, we shall be strong to stand against the grievous methods of the devil; and the manner in which we are able to acquire these things he carefully noted, saying:
1:140
διὸ καὶ ἐπεύχεται τοῖς πᾶσι λέγων·
因此他為眾人禱告說:
wherefore he prays for all, saying:
1:141
Ἡ χάρις τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ ἡ ἀγάπη τοῦ θεοῦ καὶ πατρὸς καὶ ἡ κοινωνία τοῦ ἁγίου πνεύματος εἴη μετὰ πάντων ὑμῶν
「願主耶穌基督的恩惠、父神的慈愛、聖靈的感通,常與你們眾人同在。」
"The grace of our Lord Jesus Christ, and the love of God the Father, and the fellowship of the Holy Spirit be with you all."
1:142
Ὁλόκληρον ὑμῶν τὸ πνεῦμα καὶ ἡ ψυχὴ καὶ τὸ σῶμα ἀμέμπτως ἐν τῇ ἡμέρᾳ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τηρηθείη
「願你們的靈、與魂、與身子得蒙保守,在我們主耶穌基督降臨的日子完全無可指摘。」
"May your whole spirit and soul and body be preserved blameless in the day of our Lord Jesus Christ."
1:143
ἰδοῦ κατὰ πόσον τρόπον εἰς φανερὸν τέθεικε τὴν εὐθεῖαν τῆς δικαιοσύνης ὁδὸν καὶ τὸν ἄκρον τοῦ χριστιανισμοῦ σκοπόν, πάντας προτρεπόμενος καὶ ἐπιθυμῶν φθάσαι εἰς αὐτόν, εἰς ὃν οἱ φιλαλήθεις ἀποβλέποντες καὶ παντελῶς ἀκμητὶ ἀγωνιζόμενοι πίστει καὶ ἐλπίδι καὶ πάσῃ ἀρετῆς καταστάσει εὔχονται καὶ ἐπιθυμοῦσιν εἰς αὐτὸν καταντῆσαι
看哪,他怎樣以多種方式公開擺出那公義的正路和基督教那至高的目標,勸勉並渴望眾人都達到——那愛真理的人所仰望的目標,他們毫不疲倦地全力爭戰,憑信、望和各樣美德的境況,禱告渴望要達到。
Behold in how many ways he has set forth openly the straight way of righteousness and the highest goal of Christianity, urging and desiring all to attain unto it—the goal to which the lovers of truth look, and, contending wholly without weariness, with faith and hope and every condition of virtue, pray and desire to come.
1:144
οὗτοι γὰρ δυνήσονται καὶ τὰς μεγάλας ἐντολάς, εἰς ἃς ὁ νόμος καὶ οἱ προφῆται κρέμανται, τὸ Ἀγαπήσεις κύριον τὸν θεόν σου ἐξ ὅλης τῆς καρδίας σου καὶ ἐξ ὅλης τῆς ψυχῆς σου καὶ ἐξ ὅλης τῆς ἰσχύος σου, καὶ τὸν πλησίον σου ὡς σεαυτόν, πάσης κακίας ἀπαλλαγέντες καθαρῶς καὶ τελείως καὶ ἀμώμως ἀποπληρῶσαι
因為這等人也必能成全那兩條大誡命,全律法和先知的道理都繫於這兩條——「你要盡心、盡性、盡力愛主你的神,又要愛人如己」——他們既脫離一切的惡,便潔淨、完全、無可指摘地成全這誡命。
For these will be able to fulfill also the great commandments, on which the law and the prophets hang—"You shall love the Lord your God with all your heart, and with all your soul, and with all your strength, and your neighbor as yourself"—being delivered from all vice, purely and perfectly and blamelessly.
下一段 →
1

新的原文誦讀上線時通知我

每次有新章節誦讀影片就寄一封信。採雙重確認,隨時可一鍵取消。