📜 Verbum · 聖言
原文誦讀聖經與教父文獻
♥ 贊助

← 回書卷目次 · 希臘教父 › 屬靈講道集

屬靈講道集 第 1 章 第 17/36 段

希臘文原文.131 節.部分字詞可點開查義.本章太長已分段,此段為 1:2480–1:2610(全章共 5111 節)

← 上一段下一段 →
ℹ️ 本語料沒有逐節的詞法標註。原形主要取自同語言其他書卷的逐詞標註(不是這一節的標註),少數查不到的才回頭依字形比對詞典。同形的罕見字仍可能判錯,需要精確判斷時請覆核原文與專門詞典。
ℹ️ 中英對照為本站自譯,直接譯自本頁的原文(非和合本/WEB —— 那兩者譯自馬所拉文本,與本頁底本不同)。
1:2480
ἔχοντες καὶ προσδοκῶντες αὐτὸν ἐλθεῖν καὶ οἰκῆσαι ἐν ἡμῖν, τευξώμεθα ἐκείνων ὧν ἐπηγγείλατο διδόναι τοῖς ἀγαπῶσιν αὐτόν, ἃ οὔτε ὀφθαλμὸς εἶδεν οὔτε οὖς ἤκουσεν οὔτε ἐπὶ καρδίαν ἀνθρώπου ἀνέβη, ἡμῖν δὲ ἀποκαλύψει διὰ τοῦ πνεύματος αὐτοῦ ἐρχόμενος καὶ μόνην ποιῶν παρ' ἡμῖν, ἵν' ἐξ αὐτοῦ λοιπὸν μανθάνωμεν δι' ἐνεργείας πνεύματος πᾶσαν ἀρετὴν πραΰτητος καὶ ταπεινοφροσύνης καὶ πίστεως καὶ ἀγάπης καὶ πᾶσαν δικαιοσύνην καὶ πλήρωσιν τῶν.. ἐντολῶν αὐτοῦ διὰ τῆς ἰδίας χάριτος ἐν ἡμῖν πληρώσῃ
既然我們擁有並期待祂前來、住在我們裡面,就讓我們得著祂應許要賜給愛祂之人的那些事——就是眼睛未曾看見、耳朵未曾聽見、人心也未曾想到的事;祂卻要藉著祂的聖靈臨到我們、向我們啟示,並獨自在我們裡面安居,好叫我們此後能藉著聖靈的作為,從祂學得溫柔、謙卑、信心、愛心的一切美德,以及一切公義,並使祂藉著自己的恩典,在我們裡面成就祂誡命的圓滿。
Having and expecting Him to come and dwell in us, let us obtain those things which He promised to give to those who love Him — things which eye has not seen, nor ear heard, nor have entered into the heart of man, but which He will reveal to us, coming through His Spirit and making His abode with us, so that from Him we may henceforth learn, through the working of the Spirit, every virtue of gentleness, humility, faith, and love, and all righteousness, and that He may fulfill in us, through His own grace, the fulfillment of His commandments.
1:2481
αὐτὸς γὰρ ἔφη ὅτι ἀπ' ἐμοῦ μάθετε, ὅτι πραός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν
因為祂自己說過:「你們當學我的樣式,因為我心裡柔和謙卑,這樣你們心裡就必得享安息。」
For He Himself said, 'Learn from Me, for I am meek and lowly in heart, and you will find rest for your souls.'
1:2482
καὶ οὕτως ἄμωμοι καὶ ἄσπιλοι διὰ τῆς αὐτοῦ δυνάμεως καταρτισθέντες τῆς αἰωνίου βασιλείας τυχεῖν ἄξιοι γενώμεθα ἐν Χριστῷ Ἰησοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων
如此,藉著祂的大能,使我們成為無瑕無疵,好叫我們配得在基督耶穌裡承受永恆的國度,願榮耀歸與祂,直到永永遠遠。
And thus, having been made blameless and spotless through His power, may we become worthy to attain the eternal kingdom in Christ Jesus, to whom be glory forever and ever.
1:2483
Ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς προσευχὴν διδάσκων τοὺς ἑαυτοῦ μαθητάς, παρακαλεσάντων αὐτὸν διδάξαι αὐτοὺς προσεύχεσθαι, οὕτως ἔλεγεν αὐτοῖς·
我們的主耶穌基督,在門徒懇求祂教導他們禱告時,便教導他們禱告的方法,如此對他們說:
Our Lord Jesus Christ, teaching His own disciples how to pray, when they had asked Him to teach them to pray, spoke to them thus:
1:2484
πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς·
我們在天上的父:
Our Father, who art in heaven:
1:2485
γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς·
願你的旨意行在地上,如同行在天上:
Your will be done, as in heaven, so also on earth:
1:2486
τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον·
我們日用的飲食,今日賜給我們:
Give us this day our daily bread:
1:2487
καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν
並免我們的債。
And forgive us our debts.
1:2488
τὴν εὐχὴν δὲ ταύτην ἐδίδασκεν εὔχεσθαι τοὺς ἀκμὴν ζητοῦντας ἄφεσιν ἐγκλημάτων
這禱告乃是祂教導那些仍在尋求罪過赦免之人所當祈求的。
Now this prayer He taught to be prayed by those who were still seeking forgiveness of their offenses.
1:2489
Ὥσπερ γὰρ δοῦλος δεσπότου χρηστοῦ πολλὰ ἁμαρτήσας καὶ φυγών, μετὰ δὲ πολὺν χρόνον ἐπιστρέψας προαποστέλλει τῷ ἰδίῳ δεσπότῃ ἀξιώτας εἰς τὸ καταλλαγῆναι αὐτῷ τὸν ἀγαθὸν δεσπότην καὶ ἔξωθεν τῆς θύρας ἕστηκεν, οὔπω δὲ τὸ πρόσωπον αὐτοῦ κατηξιώθη θεάσασθαι, καὶ ἕως οὗ ὤργισται αὐτῷ ὁ δεσπότης, πάντες οἱ οἰκεῖοι αὐτοῦ ἐχθροὶ τυγχάνουσι, τέκνα, φίλοι γνήσιοι, συγγενεῖς, ἀλλὰ καὶ ἔξω τῆς θύρας ἱστάμενος καὶ μήπω εἰς πρόσωπον ἐλθὼν τοῦ ἰδίου δεσπότου ἤδη εἰς ἔννοιαν αὐτοῦ ἐστιν, ἐπὰν δὲ εἰς πρόσωπον τὸ ἑαυτοῦ δέξηται αὐτὸν καταλλάσσεται καὶ εἰρηνεύει αὐτῷ, καὶ λοιπὸν πάντες συγγενεῖς, τέκνα, δοῦλοι, φίλοι εἰρήνην καὶ ἀγάπην πρὸς αὐτὸν κέκτηνται
就如一個僕人,得罪了良善的主人甚多並且逃走,過了許久之後回頭,便先差人向自己的主人求情,好使那良善的主人與他和好,他自己則站在門外,尚未蒙允許得見主人的面;只要主人仍向他發怒,他家中所有的人——兒女、真心的朋友、親屬——就都成了他的仇敵;然而,雖然他站在門外,尚未親自面見自己的主人,他卻已經在主人的心念之中了;一旦主人接納他到自己面前,他便與主人和好,彼此平安,此後所有的親屬、兒女、僕人、朋友,也都與他保持和平與愛——
For just as a servant of a kind master, having sinned greatly and fled, and after a long time having returned, sends ahead petitioners to his own master that the good master may be reconciled to him, and stands outside the door, not yet having been counted worthy to behold his face — and as long as the master is angry with him, all his household are his enemies, children, true friends, kinsfolk — yet even while standing outside the door, not yet having come into the presence of his own master, he is already in his master's thoughts; but when the master receives him into his presence, he is reconciled and is at peace with him, and thereafter all his kinsfolk, children, servants, and friends hold peace and love toward him —
1:2490
τὸν αὐτὸν τρόπον καὶ ὁ ἄνθρωπος ἁμαρτήσας καὶ παραβὰς τὴν ἐντολὴν τοῦ ἐπουρανίου καὶ ἀληθινοῦ δεσπότου καὶ φυγὰς γενόμενος τῆς ἀγαθότητος αὐτοῦ διὰ τὸ προσλαβεῖν αὐτὸν ἐν τῇ ἑαυτοῦ ψυχῇ πάθη ἀτιμίας καὶ ἐπὶ τῇ πονηρίᾳ καὶ τῇ κακίᾳ τοῦ πονηροῦ πνεύματος διαγαγεῖν·
照樣,人也因犯罪違背了那位屬天真實主人的誡命,逃離了祂的美善,因為他在自己靈魂中接納了羞辱的情慾,並在那惡靈的邪惡與敗壞之中度日——
in the same way also man, having sinned and transgressed the commandment of the heavenly and true Master, and having become a fugitive from His goodness, because he took upon himself in his own soul passions of dishonor, and spent his life in the wickedness and evil of the evil spirit—
1:2491
εἶτα δὲ ἐπιστρέφων πρὸς τὸν ἑαυτοῦ δεσπότην καὶ παρακαλῶν ἄφεσιν ἁμαρτιῶν λαβεῖν καὶ τυχεῖν πάλιν τῆς δεσποτικῆς καὶ εἰρηνικῆς βασιλείας εἰς τὴν θύραν ἔξωθεν παραμένει, ἐπιθυμῶν καταξιωθῆναι ἰδεῖν τὸ χρηστὸν καὶ εἰρηνικὸν τοῦ ἀγαθοῦ δεσπότου πρόσωπον, καὶ ἕως οὗ οὐδέπω κατηλλάγη αὐτῷ ὁ οὐράνιος βασιλεὺς καὶ εἰς πρόσωπον τὸ ἑαυτοῦ κατηξίωσεν ἐλθεῖν αὐτόν, ἰδοὺ πάντες ἄγγελοι καὶ ἅγιοι καὶ πᾶσαι αἱ δυνάμεις τῶν οὐρανῶν οὐκ εἰρηνεύθησαν αὐτῷ, ἀλλὰ καὶ ἔξωθεν εἰς τὴν θύραν παραμένων τῆς πρὸς κύριον ζητήσεως ἤδη εἰς τὴν διάνοιαν τοῦ.. ἀγαθοῦ καὶ χρηστοῦ οὐρανίου πατρὸς καὶ δεσπότου ἐστίν
然後轉向自己的主人,懇求得蒙罪的赦免,重新得著主人平安的國度,他便留在門外,渴望蒙允許得見那良善主人和藹平安的面容;只要那位天上的君王尚未與他和好,尚未允許他來到自己面前,看哪,所有的天使、聖徒,以及諸天一切的能力都尚未與他和好;然而他雖仍在門外等候,尋求主,他卻已經在那位美善、慈祥的天父與主人的心念之中了。
then, turning back to his own Master and beseeching to receive forgiveness of sins and again to attain the peaceful kingdom of his Master, he remains outside at the door, desiring to be counted worthy to see the kind and peaceful face of the good Master; and as long as the heavenly King has not yet been reconciled to him and has not yet counted him worthy to come into His presence, behold, all the angels and saints and all the powers of the heavens are not at peace with him; yet even while remaining outside at the door in his seeking after the Lord, he is already in the mind of the good and kind heavenly Father and Master.
1:2492
ἐπὰν δὲ καταλλαγῇ αὐτῷ εἰς τὸ προφανὲς καὶ εἰσαγάγῃ ἔσω τῆς θύρας τῆς ζωῆς αὐτοῦ καὶ καταξιώσῃ ὀφθῆναι τῇ ψυχῇ ἐν ἀποκαλύψει καὶ πληροφορίᾳ καὶ αὐτὴ ἡ ψυχὴ καταξιωθῇ ἰδοῦσα τὸ τοῦ φωτὸς οὐράνιον καὶ δεσποτικὸν πρόσωπον προσκυνῆσαι καὶ εἰρηνευθῆναι αὐτῷ, τότε χαρὰ καὶ ἀγαλλίασις ἐν οὐρανῷ ἐνώπιον τῶν ἁγίων ἀγγέλων γίνεται·
但當祂公然與他和好,將他領入自己生命的門內,並使祂在啟示與確信中向靈魂顯現,靈魂也蒙允許得見那光輝、屬主的天上面容,得以敬拜祂並與祂和好,那時,天上便在眾聖天使面前有喜樂、歡騰:
But when He is reconciled to him openly, and brings him within the door of his life, and counts him worthy to be seen by the soul in revelation and full assurance, and the soul itself is counted worthy, having seen the heavenly and masterly face of light, to worship and be at peace with Him, then joy and exultation take place in heaven before the holy angels:
1:2493
εἰρηνεύσασα γὰρ τῷ ἑαυτῆς δεσπότῃ καὶ πᾶσι τοῖς οἰκείοις αὐτοῦ εἰρηνεύεται
因為她既與自己的主人和好,也就與祂全家的人和好了。
for having made peace with her own Master, she is also at peace with all his household.
1:2494
καὶ πονηροὺς δεσπότας κἀκεῖ δαπανήσαντος τὰ ὑπάρχοντα.. αὐτῷ μετὰ πορνῶν καὶ ζῶντος ἀσώτως καὶ χοίρους βόσκοντος
以及邪惡的主人們——在那裡,他將自己所有的財產與娼妓揮霍殆盡,過著放蕩的生活,並且放豬……
and wicked masters — there too, having squandered his substance with harlots and living wastefully and feeding swine...
1:2495
ἄρτον δὲ ζωῆς λέγων ἑαυτὸν τοὺς ἐσθίοντας τὴν σάρκα αὐτοῦ καὶ πίνοντας τὸ αἷμα αὐτοῦ ζῆν εἰς αἰῶνας ἔλεγε λέγων·
祂自稱為生命的糧,並說那吃祂肉、喝祂血的人必存活到永遠,祂如此說:
And calling Himself the bread of life, He said that those who eat His flesh and drink His blood live forever, saying:
1:2496
ὁ τρώγων μου τὴν σάρκα καὶ πίνων μου τὸ αἷμα μένει ἐν ἐμοὶ κἀγὼ ἐν αὐτῷ
吃我肉、喝我血的人,常在我裡面,我也常在他裡面。
He who eats my flesh and drinks my blood abides in me, and I in him.
1:2497
ὁ τρώγων τοῦτον τὸν ἄρτον ζήσεται εἰς τὸν αἰῶνα καί·
吃這糧的人,必永遠活著;並且:
He who eats this bread shall live forever; and:
1:2498
ὁ τρώγων με κἀκεῖνος ζήσεται δι' ἐμέ καὶ πνεῦμα δὲ τῆς ἑαυτοῦ θεότητος δίδωσι τροφὴν καὶ ζωὴν ταῖς ἀξίαις ψυχαῖς
吃我的人,也必因我活著。祂又將自己神性的靈,賜給那配得的靈魂作為食物與生命。
He who eats me, he also shall live because of me. And He gives the Spirit of His own divinity as food and life to worthy souls.
1:2499
καὶ.. γὰρ οἱ τῆς εὐχαριστίας τοῦ ἄρτου κατ' ἀλήθειαν μεταλαμβάνοντες πνεύματος ἁγίου καταξιοῦνται μέτοχοι γίνεσθαι καὶ οὕτω δύνανται εἰς αἰῶνας αἱ.. ἅγιαι ψυχαὶ ζῆσαι
因為那些真實領受感恩之餅的人,便蒙允許成為聖靈的分享者,如此,聖潔的靈魂便得以存活到永遠。
For indeed those who in truth partake of the bread of the Eucharist are counted worthy to become partakers of the Holy Spirit, and thus holy souls are able to live forever.
1:2500
ὥσπερ δὲ ὁ πιὼν τὸν οἶνον εἰς πάντα τὰ μέλη αὐτοῦ κιρνώμενον ἔχει αὐτὸν καὶ γίνεται ὁ οἶνος ἐν αὐτῷ καὶ αὐτὸς ἐν τῷ οἴνῳ, οὕτω καὶ ὁ πίνων τὸ αἷμα τοῦ Χριστοῦ
正如喝酒的人,酒滲透調和於他全身的肢體,酒在他裡面,他也在酒裡面;照樣,喝基督之血的人也是如此。
And just as one who drinks wine has it mingled throughout all his members, and the wine is in him and he in the wine, so also is he who drinks the blood of Christ.
1:2501
τὸ πνεῦμα γὰρ τῆς θεότητος ποτιζόμενον κιρνᾶται ἐν τῇ τελείᾳ ψυχῇ καὶ ἡ ψυχὴ ἐν αὐτῷ καὶ οὕτως ἁγιασθεῖσα τοῦ κυρίου ἀξία καθίσταται·
因為神性的靈被喝進去後,就調和於那完全的靈魂中,靈魂也在祂裡面;如此,靈魂既被聖化,便配得屬乎主:
For the Spirit of divinity, being drunk, is mingled with the perfected soul, and the soul is in Him; and thus, having been sanctified, she becomes worthy of the Lord:
1:2502
πάντες, γάρ φησι, τὸ αὐτὸ πνεῦμα ἐποτίσθημεν
因為經上說:「我們都飲於同一位聖靈。」
for, as he says, 'we were all made to drink of the same Spirit.'
1:2503
ἐκεῖνος οὖν ἔζη ἀσώτως τὰ πάθη τῶν τῆς πονηρίας πνευμάτων ἐσθίων καὶ πίνων καὶ ἐν αὐτοῖς ζῶν καὶ ταῖς ἡδοναῖς ταῖς σαρκικαῖς τῶν παθῶν τοῦ αἰῶνος τούτου κεκρατημένος
那人便如此放蕩度日,吃喝著邪惡諸靈的情慾,生活在其中,被這世代情慾的肉體快樂所轄制。
That one, then, lived dissolutely, eating and drinking the passions of the spirits of wickedness, and living in them, and held fast by the fleshly pleasures of the passions of this present age.
1:2504
Ὥσπερ γὰρ δι' ἐνεργείας τῶν παθῶν τὸ ἐγκόσμιον πνεῦμα τῆς πλάνης τοῦ σκότους τῆς ἁμαρτίας ἐνεργεῖ ἐν τῷ φρονήματος σαρκικοῦ πεπληρωμένῳ ἀνθρώπῳ, ἐξ οὗ ἐσθίει καὶ ἐν ᾧ ζῇ, οὕτως ἐνεργείᾳ καὶ δυνάμει τὸ πνεῦμα τοῦ φωτὸς τῆς θεότητος οἰκεῖ εἰς τὸν καταξιωθέντα ἁγιασθῆναι ἄνθρωπον, ἐξ οὗ ἐσθίει καὶ ἐν ᾧ ζῇ ἡ ψυχὴ κατὰ τὸν εἰπόντα·
正如那世俗的、屬於罪惡黑暗迷惑的靈,藉著情慾的作為,在充滿肉體心思之人裡面運行——那人便從此靈得食、在此靈中生活;照樣,那光明神性的靈,也以能力與作為住在配得成聖之人裡面——靈魂便從此靈得食、在此靈中生活,正如那說這話的人所言:
For just as, through the working of the passions, the worldly spirit of the error of the darkness of sin works in the man who is filled with a carnal disposition — the spirit from which he eats and in which he lives — so also, by working and power, the Spirit of the light of divinity dwells in the man who has been counted worthy to be sanctified, the Spirit from which the soul eats and in which she lives, according to him who said:
1:2505
δοκιμὴν ζητεῖτε τοῦ ἐν ἐμοὶ λαλοῦντος Χριστοῦ, καὶ πάλιν·
「你們既然尋求基督在我裡面說話的憑據。」又說:
'You seek proof of Christ speaking in me.' And again:
1:2506
ζῶ οὐκέτι ἐγώ, ζῇ δὲ ἐν ἐμοὶ Χριστός, καὶ πάλιν·
「現在活著的不再是我,乃是基督在我裡面活著。」又說:
'I live, yet no longer I, but Christ lives in me.' And again:
1:2507
ὅσοι εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε, καί·
「你們凡受洗歸入基督的,都已經穿上基督了。」又說:
'As many of you as were baptized into Christ have put on Christ.' And:
1:2508
ἐνδύσασθε τὸν κύριον Ἰησοῦν Χριστόν, καὶ ὁ κύριος·
「你們要穿上主耶穌基督。」主也說:
'Put on the Lord Jesus Christ.' And the Lord:
1:2509
ἐλευσόμεθα ( ἐγὼ καὶ ὁ πατήρ μου) καὶ μονὴν παρ' αὐτῷ ποιήσομεν
「我與我父要一同到他那裡去,並要與他同住。」
'We will come (I and my Father) and make our abode with him.'
1:2510
ταῦτα ἐν δυνάμει καὶ πληροφορίᾳ τοῖς.. καταξιουμένοις γίνεται καὶ οὐχὶ ἀδήλως καὶ ἀνενεργήτως
這些事在那些蒙允許的人身上,是以能力與確信實現的,並非模糊不明或毫無功效。
These things happen in power and full assurance to those who are counted worthy, and not obscurely or without effect.
1:2511
ὁ νόμος γὰρ τὸ πρὶν λόγῳ ἀνυποστάτῳ ἐπεστρέφετο τοὺς ἀνθρώπους ζυγὸν βαρὺν ἐπιτιθεὶς καὶ μὴ δυνάμενος βοηθῆσαι αὐτοῖς διὰ τὸ τὴν δύναμιν τοῦ πνεύματος μὴ διδόναι, ἀπὸ δὲ τῆς τοῦ κυρίου παρουσίας ἡ θύρα τῆς χάριτος τοῖς πιστεύουσι ἐξ ἀληθείας.. ἠνεῴχθη
因為律法從前只以無實質的言辭勸誡人,加給他們沉重的軛,卻不能幫助他們,因為律法並未賜下聖靈的能力;但自從主降臨以後,恩典之門就向那些真實相信的人敞開了。
For the law formerly turned men back by a word without substance, laying upon them a heavy yoke, and was unable to help them, because it did not give the power of the Spirit; but since the coming of the Lord, the door of grace has been opened to those who believe in truth.
1:2512
οὗτος γὰρ ὁ λόγος δύναμιν θεοῦ καὶ ἐνέργειαν πνεύματος δίδωσι καὶ τὴν νοσοῦσαν ψυχὴν καὶ ἐν τοῖς πάθεσι κατακειμένην διὰ τῆς δυνάμεως ἀνίστησι καὶ ἐρρωμένην ἀποκαθίστησιν
因為這道賜下神的能力與聖靈的作為,藉著這能力使那患病、臥於情慾之中的靈魂得以起來,恢復健壯。
For this word gives the power of God and the working of the Spirit, and through its power raises up the soul that is sick and lying prostrate in the passions, and restores it to health.
1:2513
ὁ λιμὸς τοίνυν ἐκείνῳ τῷ βόσκοντι χοίρους καὶ ζῶντι ἀσώτως εἰς συμφέρον γέγονε τοῦ μνησθῆναι καὶ ἐπιστραφῆναι πρὸς τὸν ἑαυτοῦ πατέρα καὶ γὰρ εἰ μὴ λιμὸς ἐγεγόνει εἰς γῆν Χαναάν, οὐκ ἂν οἱ ἀδελφοὶ πρὸς Ἰωσὴφ ἀπήρχοντο καὶ οἱ λόγοι τῶν ὁραμάτων αὐτοῦ οὐκ ἂν ἐπληροῦντοκαὶ οὗτοι γὰρ μυστήριόν τι καὶ εἰκόνα ἀπετέλουν
那麼,那放豬、過著放蕩生活之人所遭遇的饑荒,反倒成了對他有益之事,使他得以回想並回轉歸向自己的父親;因為若不是迦南地發生饑荒,弟兄們也不會前往約瑟那裡,他所做異夢的話語也就不會應驗——這些事本身也構成了某種奧祕與預表。
The famine, then, proved to be of profit to that one who fed swine and lived dissolutely, that he might remember and turn back to his own father; for indeed, if a famine had not occurred in the land of Canaan, the brothers would not have gone to Joseph, and the words of his dreams would not have been fulfilled — for these things too formed a certain mystery and image.
1:2514
Ὥσπερ γὰρ οἱ ἀδελφοὶ Ἰωσὴφ ἀπεστέρησαν τὸν ἴδιον ἀδελφὸν τῆς κληρονομίας τοῦ πατρός, εἰθ' ὕστερον λιμοῦ γενομένου ἐλθόντες πρὸς αὐτὸν καὶ φανέντες τῷ προσώπῳ αὐτοῦ ᾐσχύνοντο, τὸν αὐτὸν τρόπον καὶ ἡ ψυχὴ ἡ ἀποστεροῦσα νῦν τὴν κληρονομίαν τοῦ καλοῦ Ἰωσήφ, τοῦ ἐπουρανίου βασιλέως Χριστοῦ, ἥτις κληρονομία αὐτή ἐστιν ἡ ψυχή, καὶ μὴ δοῦσα ἑαυτὴν αὐτῷ ἀπὸ τῆς ἰδίας προαιρέσεως εἰς τὴν πνευματικὴν λατρείαν, εἰς τὸ ἐνοικῆσαι ἐν αὐτῇ καὶ κληρονομῆσαι αὐτὴν καὶ βασιλεῦσαι ἐν αὐτῇ, εἰς ὕστερον ἐν τῇ ἀναστάσει καὶ τῇ ἐπιφανείᾳ ἐνδόξου αὐτοῦ παρουσίας τῆς μεγάλης λιμοῦ τῆς κρίσεως.. ἐπελθούσης αἰσχυνθήσεται καὶ ἐντραπήσεται ἐνώπιον αὐτοῦ
正如約瑟的弟兄們剝奪了自己弟兄承受父親產業的權利,後來饑荒發生時,來到他面前、在他面前顯露自己,便自覺羞愧;照樣,如今剝奪那美善的約瑟——就是那屬天君王基督——祂產業(這產業就是靈魂本身)的靈魂,若不從自己的自由意志將自己交給祂,作屬靈的事奉,好讓祂住在她裡面、承受她、在她裡面作王,那麼日後在復活之時,當祂榮耀降臨顯現、審判的大饑荒臨到之時,這靈魂必在祂面前自覺羞愧、無地自容。
For just as the brothers of Joseph deprived their own brother of the inheritance of their father, and then afterward, when a famine occurred, coming to him and being seen before his face, they were ashamed — in the same way also the soul that now deprives the good Joseph, the heavenly King Christ, of His inheritance (which inheritance is the soul itself), and does not give herself to Him of her own free choice for spiritual service, so that He might dwell in her, inherit her, and reign in her — that soul, later, at the resurrection and the manifestation of His glorious coming, when the great famine of judgment comes upon her, shall be ashamed and put to shame before Him.
1:2515
τοῦτο δὲ καὶ ἐπὶ Ἰουδαίων νοεῖται τῶν σταυρωσάντων τὸν κύριον καὶ ὕστερον μελλόντων αἰσχύνεσθαι ἐν τῇ παρουσίᾳ τῆς δόξης αὐτοῦ, ἀλλὰ καὶ ἐν ἄλλῳ τρόπῳ νοητέον
這也可以理解為指那些將主釘死十字架的猶太人,他們日後在祂榮耀降臨之時也必自覺羞愧;然而,也應當從另一個角度來理解。
This is to be understood also of the Jews who crucified the Lord and who will later be ashamed at the coming of His glory; but it must also be understood in another way.
1:2516
εἰς διάφορα γὰρ πρόσωπα ἐστὶν ὁ λόγος
因為這話語適用於不同的對象。
For the word applies to different persons.
1:2517
ἐπιστρέψασα καὶ δεηθεῖσα τοῦ κυρίου ἐπιφανέντος αὐτῇ διὰ τῆς χάριτος αὐτοῦ αἰσχύνεται κατὰ ποίου ἀγαθοῦ τὸ πρὶν τὴν ἐπιβουλὴν ἐποιεῖτο καὶ ἀνυπότακτος.. ἦν τῷ τῆς ἀληθείας λόγῳ
她既已回轉懇求,當主藉著祂的恩典向她顯現時,她便為自己從前如何謀害那美善之事、如何悖逆真理的道而深感羞愧。
Having turned and made supplication, when the Lord has appeared to her through His grace, she is ashamed at what a good she had formerly plotted against, and how disobedient she had been to the word of truth.
1:2518
ἀποδέχεται τοίνυν ὁ πατὴρ τὸν υἱὸν χαίρων
於是父親便歡歡喜喜地接納這兒子。
The father, then, receives the son with joy.
1:2519
οὗτος, γάρ φησιν, ὁ υἱός μου νεκρὸς ἦν καὶ ἀνέζησε καὶ ἀπολωλὼς ἦν καὶ εὑρέθη
因為他說:「我這個兒子是死而復活、失而又得的。」
For, he says, 'This my son was dead and is alive again; he was lost and is found.'
1:2520
καὶ δίδωσιν αὐτῷ τὴν πρώτην στολὴν καὶ τὸν δακτύλιον καὶ τὸν σιτευτὸν μόσχον δι' αὐτὸν ἔθυσεν
他又給他上好的袍子,戴上戒指,並為他宰了肥牛犢。
And he gives him the first robe, and the ring, and slaughtered the fatted calf for him.
1:2521
ἀποδέχεται καὶ ὁ οὐράνιος πατὴρ χαίρων ψυχὴν τὴν ἐπιστρέφουσαν καὶ μετανοοῦσαν καὶ ἐν ἀληθείᾳ προσερχομένην αὐτῷ καὶ δίδωσιν αὐτῇ τὴν στολὴν τοῦ φωτὸς τοῦ Χριστοῦ καὶ τὸν δακτύλιον.. τῆς σφραγίδος τοῦ ἐπουρανίου καὶ ἀγαθοῦ πνεύματος
天上的父也歡喜地接納那歸回、悔改、並誠心來到祂面前的靈魂,賜給她基督之光的長袍,以及天上美善之靈的印記戒指。
And the heavenly Father receives with joy the soul that turns back and repents and comes to him in truth, and gives it the robe of the light of Christ and the ring of the seal of the heavenly and good Spirit.
1:2522
δι' αὐτὴν γὰρ ἐτύθη καὶ ὁ καλὸς σιτευτὸς μόσχος αὐτὸς ὁ κύριος σαρκὶ παθών
因為正是為了她,那肥美的牛犢才被宰殺——就是主自己,在肉身中受苦。
For it was for her sake that the good fatted calf was slain—the Lord himself, suffering in the flesh.
1:2523
νεκρός, φησὶ γάρ, ἦν καὶ ἀνέζησε καὶ ἀπολωλὼς καὶ εὑρέθη
因為經上說:他曾死而復活,曾失落而復得。
For it is said: he was dead and came to life again, and was lost and was found.
1:2524
νεκρὸς καὶ ἀπολωλὼς ἦν τῷ ἑαυτοῦ πατρί·
他對自己的父親來說是死了、失落了;
He was dead and lost to his own father;
1:2525
ἐκεῖ γὰρ ἔζη ἀσώτως καὶ ἔβοσκε χοίρους
因為他在那裡放蕩度日,並且餵養豬群。
for there he was living dissolutely and feeding swine.
1:2526
καὶ ἡ ψυχή, ἕως οὗ ζῇ ἀσώτως μετὰ τῶν πνευμάτων τῆς πονηρίας ἀναστρεφομένη καὶ μετ' αὐτῶν διὰ τῆς ἐνεργείας τῶν παθῶν πορνεύουσα καὶ σὺν τῇ ἁμαρτίᾳ διάγουσα, νεκρὰ καὶ ἀπολωλυῖα τυγχάνει τῷ ἐπουρανίῳ καὶ ἀγαθῷ πατρί
靈魂也是如此:只要她仍然放蕩度日,與邪惡的靈交往,並藉著情慾的作用與牠們行淫,且與罪同度光陰,她對那天上美善的父來說就是死了、失落了。
So too the soul, as long as it lives dissolutely, consorting with the spirits of wickedness, and through the working of the passions fornicating with them, and passing its time with sin, is dead and lost to the heavenly and good Father.
1:2527
ἐπὰν δὲ μνησθῇ καὶ ἐπιστραφῇ πρὸς αὐτὸν καὶ μετανοήσῃ, τότε χαρὰ γίνεται ἐν οὐρανοῖς ἐνώπιον τῶν ἀγγέλων τοῦ θεοῦ, καὶ λαμβάνει στολὴν δόξης φωτὸς Χριστοῦ σφραγιζομένη τῷ ἐπουρανίῳ πνεύματι καὶ οὕτω ζῇ πάλιν ζωὴν πνευματικὴν πρὸς τὸν.. ἐπουράνιον πατέρα
但當她想起並轉向祂、悔改的時候,天上眾天使面前就有喜樂,她也領受基督榮耀之光的長袍,被天上的靈所印證,如此便再次向著那天上的父,過屬靈的生命。
But when it remembers and turns back to him and repents, then there is joy in heaven before the angels of God, and it receives the robe of the glory of Christ's light, being sealed with the heavenly Spirit, and thus lives again a spiritual life toward the heavenly Father.
1:2528
ἀλλ' ὥσπερ ἐκεῖ οὐκ ἦν θέλημα τοῦ πατρὸς τὸν υἱὸν αὐτοῦ ἀπολέσθαι καὶ θελήσαντος αὐτοῦ ἀπελθεῖν ἀπ' αὐτοῦ, καὶ εἰπόντος·
但正如在那個比喻裡,並非父親願意兒子滅亡,然而當兒子願意離開他、並說——
But just as there it was not the father's will that his son should perish, and yet when he wished to go away from him and said—
1:2529
δός μοι τὸ ἐπιβάλλον μέρος τῆς οὐσίας οὐκ ἐκώλυσεν, οὕτω καὶ ὁ θεὸς οὐκ ἤθελεν ἀπολέσθαι τὸν Ἀδάμ, καὶ θελήσαντι αὐτῷ παραβῆναι τὴν ἐντολὴν καὶ τὸ ἴδιον μέρος λαβεῖν ( τουτέστι τὸν ἑαυτοῦ νοῦν καὶ τὸ θέλημα) οὐκ ἐκώλυσε, διὰ τὸ ἴδιον αὐτὸν ἔχειν θέλημα καὶ ἰδίαν ἐξουσίαν καὶ ἰδίαν γνώμην·
「把我應得的家業分給我」,父親並沒有阻止他;神也是如此,並不願意亞當滅亡,但當亞當願意違背誡命、取回屬於自己的那一份(也就是他自己的心思與意志)時,神也沒有阻止他,因為他本有自己的意志、自己的權柄、自己的主見;
'Give me the portion of the property that falls to me,' he did not prevent him; so too God did not will Adam to perish, and when he wished to transgress the commandment and take his own portion (that is, his own mind and will), he did not prevent him, because he himself had his own will and his own authority and his own judgment;
1:2530
αὐτεξούσιον.. γὰρ αὐτὸν ἐξ ἀρχῆς ἐποίησεν ὁ θεός, ποιεῖν πᾶν ὃ βούλεται
因為神從起初就造他為有自由意志的,可以行一切他所願意的。
for God made him from the beginning self-determining, to do all that he wishes.
1:2531
φόβος τοίνυν καὶ ἀγάπη καὶ αἰσχύνη ἐπέστρεφον τὸν προειρημένον δοῦλον τῷ δεσπότῃ καὶ τὸν υἱὸν πρὸς τὸν ἑαυτοῦ πατέρα, καὶ ταῦτα τὰ τρία μεταξὺ αὐτῶν ἦν
因此,懼怕、愛與羞愧,使前面所說的僕人歸向他的主人,也使兒子歸向自己的父親;這三者存在於他們之間。
Fear, then, and love and shame turned back the aforementioned servant to his master, and the son to his own father; and these three were between them.
1:2532
οὕτω καὶ ἡ ψυχὴ φόβῳ καὶ ἀγάπῃ καὶ αἰσχύνῃ ἐὰν ἐπιστραφῇ πρὸς τὸν χρηστὸν δεσπότην αὐτῆς καὶ πατέρα, τὸν κύριον, προσδέχεται καὶ ἀπολαμβάνει αὐτήν, μὴ λογιζόμενος τὰ πρῶτα τῆς ἁμαρτίας κακά
靈魂也是如此:若她因懼怕、愛與羞愧而歸向她那良善的主人與父親——主——祂就必接納她、歡然迎她回來,不再計較先前罪惡的過犯。
So too, if the soul turns back through fear and love and shame to its good master and father, the Lord, he receives and welcomes it back, not reckoning the former evils of sin.
1:2533
Ὅλη γὰρ ἡ ἔλευσις τοῦ κυρίου καὶ ἡ ἀγαθὴ παρουσία αὐτοῦ διὰ τὴν ψυχὴν ταύτην γεγένηται, ἵνα δωρεὰν τοῦ ἁγίου πνεύματος κοινωνήσῃ τῇ ἀνθρωπότητι καὶ τὴν ἐνέργειαν τῶν παθῶν τῆς ἁμαρτίας καὶ τὴν γεγενημένην διὰ τὴν πολλὴν πρόληψιν τῶν κακῶν συνήθειαν ἐκριζώσῃ
因為主整個的降臨、祂美善的來臨,都是為了這靈魂而成就的,好使祂能將聖靈的恩賜分賜給人類,並且拔除罪惡情慾的作用,以及因長久沉溺於惡事而養成的習性——
For the Lord's whole coming and his good advent came to pass for the sake of this soul, that he might impart the gift of the Holy Spirit to humanity, and root out the working of the passions of sin and the habit that had been formed through the long anticipation of evils—
1:2534
Ὥσπέρ τινα ἀπὸ γῆς ζιζάνια ἢ ἀκάνθας ἢ τριβόλους καὶ τὸ ἴδιον αὐτοῦ πνεῦμα δωρήσηται τῇ ψυχῇ, ἵν' οὕτω ζήσασα ζωὴν πνεύματος καὶ οὐρανίαν δύναμιν ἐνδυσαμένη δυνηθῇ ποιῆσαι κατὰ ἀλήθειαν πᾶν τὸ θέλημα τοῦ θεοῦ
如同從地裡拔除某些稗子、荊棘或蒺藜一般,並將自己的靈賞賜給靈魂,好叫她如此活出屬靈的生命,穿上屬天的能力,便能按著真理行出神一切的旨意。
like some tares or thorns or thistles from the earth, and bestow his own Spirit upon the soul, so that, living thus a life of the Spirit and having put on heavenly power, it might be able to do in truth the whole will of God.
1:2535
ὥσπερ γὰρ χωρὶς τῆς κακίας καὶ πονηρίας τῶν παθῶν οὐκ ᾔδει ἡ ψυχὴ ποιῆσαι κακόν, οὕτω χωρὶς τοῦ ἐπουρανίου καὶ ἀγαθοῦ πνεύματος οὐκ οἶδεν ἡ ψυχὴ.. ποιῆσαι πᾶν τὸ θέλημα τοῦ θεοῦ, ἀλλ' ἔστιν ἔτι ἐκτὸς τοῦ θεοῦ
正如若沒有情慾的邪惡與敗壞,靈魂本不知如何作惡;同樣地,若沒有天上美善的靈,靈魂也不知如何行盡神的旨意,反而仍在神以外。
For just as without the evil and wickedness of the passions the soul did not know how to do evil, so without the heavenly and good Spirit the soul does not know how to do the whole will of God, but is still outside God.
1:2536
φησὶ γὰρ καὶ ὁ ἀπόστολος·
因為使徒也說:
For the apostle also says:
1:2537
οὐδεὶς οἶδε τὰ τοῦ θεοῦ εἰ μὴ τὸ πνεῦμα τοῦ θεοῦ, καὶ ἐπάγει·
「除了神的靈,沒有人知道神的事」;接著又說:
No one knows the things of God except the Spirit of God; and he adds:
1:2538
ἡμεῖς δὲ νοῦν Χριστοῦ ἔχομεν, καί·
「但我們是有基督的心了」;又說:
But we have the mind of Christ; and:
1:2539
ἡμῖν ἀπεκάλυψεν ὁ θεὸς διὰ τοῦ πνεύματος αὐτοῦ
「神藉著祂的靈,將這事向我們顯明了。」
God has revealed it to us through his Spirit.
1:2540
πολλὰ γὰρ θαυμάσια καὶ σημεῖα παράδοξα ἐθεώρουν οἱ ἀπόστολοι ὑπὸ τοῦ κυρίου γινόμενα, καὶ ἐπειδὴ οὔπω εἰλήφασιν ἐκείνην τὴν ἐπουράνιον ἐξ ὕψους δύναμιν ἐν τῇ ἑαυτῶν ψυχῇ ἐδίσταζον, ἐσείοντο, ἐσκανδαλίζοντο, ἄλλος ἀλλαχοῦ ἔφευγον ἐπὶ τῆς τοῦ κυρίου σταυρώσεως
因為使徒們親眼見過主所行的許多奇事與非凡的神蹟,然而由於他們的靈魂尚未領受那從上頭來的天上大能,他們仍舊疑惑、動搖、跌倒,以致在主被釘十字架的時候,各人四散奔逃。
For the apostles saw many wonders and strange signs being performed by the Lord, and yet, because they had not yet received that heavenly power from on high in their own soul, they doubted, they were shaken, they were scandalized, and each fled in a different direction at the crucifixion of the Lord.
1:2541
ὁ κύριος μόνος ἰάσατο τὴν ψυχὴν δοὺς τὸ ἅγιον πνεῦμα αὐτοῦ εἰς αὐτήν
唯獨主醫治了靈魂,將祂的聖靈賜入其中。
The Lord alone healed the soul by giving his Holy Spirit into it.
1:2542
καὶ πᾶς ὁ μὴ προσδοκῶν καὶ λαμβάνων ἐκείνην τὴν ἐξ ὕψους δύναμιν ἰαθῆναι τελείως ἐκ τῶν τῆς ἀτιμίας παθῶν οὐ δύναται·
凡不期盼且未領受那從上頭來的大能的人,都不能從那可恥的情慾中得著完全的醫治;
And no one who does not expect and receive that power from on high can be perfectly healed of the passions of dishonor;
1:2543
οὕτω γὰρ ἡ τῶν παθῶν ἀναίρεσις γενέσθαι ἠδυνήθη
因為唯有如此,情慾才能被除滅。
for only in this way could the abolition of the passions come to pass.
1:2544
Εἰ γὰρ βούλει ἀκριβῶς κατανοῆσαι τῆς ἀνθρωπίνης ἀσθενείας τὴν φύσιν καὶ τὸ εὐπερίτρεπτον ἐπὶ τὸ χεῖρον καὶ πῶς ἄνευ τῆς παρουσίας τοῦ κυρίου ἰαθῆναι ἡ ἀνθρωπότης οὐκ ἠδυνήθη, κατανόησον πόσα θαυμάσια καὶ τεράστια ἐξ ἀρχῆς ἐκδικήσεις τε καὶ φόβοι γεγόνασιν ὑπὸ τοῦ θεοῦ διὰ τὴν τῶν πονηρῶν.. ἐπιτηδευμάτων ἐργασίαν·
因為你若想要確切明白人性軟弱的本質,以及它多麼容易轉向更壞的一面,並且明白若沒有主的降臨,人類為何無法得著醫治,就當思想:自古以來,神因著人從事邪惡行徑,曾降下多少奇事、異象、報應與令人畏懼的事;
For if you wish to understand precisely the nature of human weakness and its ready proneness to turn toward the worse, and how humanity could not be healed without the coming of the Lord, consider how many wonders and portents, acts of vengeance and occasions of fear, have come from God from the beginning because of the practice of wicked pursuits;
1:2545
τοῦτο μὲν ἐπὶ Νῶε κατακλυσμός, τοῦτο δὲ διαμερισμοὶ γλωσσῶν, καταστροφαὶ πόλεων, ἐμπρησμοὶ Σοδόμων καὶ Γομόρρας, φόβοι, σεισμοὶ μεγάλοι κατὰ καιρούς, ὁμοίως λιμοί, λοιμοί
這一是挪亞時代的洪水,那一是語言的變亂、城邑的毀滅、所多瑪與蛾摩拉的焚燒、種種恐懼、歷代的大地震,同樣還有饑荒與瘟疫。
on the one hand, in the days of Noah, the flood; on the other, the confusion of tongues, the destruction of cities, the burning of Sodom and Gomorrah, terrors, great earthquakes at various times, likewise famines and plagues.
1:2546
ταῦτα πάντα εἰς ἐκδίκησιν τῶν κακῶν ὑπὸ τοῦ θεοῦ τῷ γένει τῶν ἀνθρώπων ἐπήρχετο, καὶ ἐπέρχεται ἔτι καὶ νῦν πρὸς τοὺς λοιπούς, ὥστε φοβηθέντας παύσασθαι τῶν κακῶν
這一切都是神為報應人類的罪惡而臨到人類的,直到如今仍臨到其餘的人,使他們因懼怕而止息作惡。
All these things came upon the race of men from God as vengeance for their evils, and they still come even now upon the rest, so that being afraid they might cease from their evils.
1:2547
εἶτα ἑξῆς νόμος, προφῆται, ἱερεῖς, θυσίαι, δῶρα, προσφοραί, ἀποδεκατώσεις καὶ ἄλλα μυρία τοῦ νόμου δικαιώματα, ὁμοίως τῷ Ἰσραὴλ σημεῖα παράδοξα καὶ μεγάλα ὁ θεὸς ἐποίησε διὰ φανερῶν ὀπτασίων εὐεργεσίας αὐτοῖς παρέχων
接著,又有律法、先知、祭司、祭物、禮物、獻祭、什一奉獻,以及律法中其他無數的規條;同樣地,神也為以色列行了非凡而偉大的神蹟,藉著明顯的異象向他們施恩。
Then, next, the law, the prophets, priests, sacrifices, gifts, offerings, tithes, and countless other ordinances of the law; likewise God performed for Israel strange and great signs, granting them benefits through manifest visions.
1:2548
τῶν Αἰγυπτίων μαστιζομένων ἐν τῇ δεκαπλήγῳ μάστιγι αὐτοὶ ἐν ἀνέσει διῆγον, καὶ στύλῳ πυρὸς ἦσαν φωτιζόμενοι καὶ στύλῳ νεφέλης ἐπισκιαζόμενοι, καὶ θάλασσαν παρὰ τὴν ἰδίαν φύσιν διαρρηχθεῖσαν τοῖς ὀφθαλμοῖς αὐτῶν ἐθεώρησαν καὶ παρῆλθον διὰ μέσου αὐτῆς, καὶ τοὺς ἐχθροὺς αὐτῶν καταποντισθέντας ἐν αὐτῇ ἐθεάσαντο
當埃及人遭受十災的鞭笞時,他們自己卻安然度日,有火柱照耀他們,有雲柱遮蔽他們;他們親眼看見大海違反其本性而分開,便從海中經過,又親眼目睹他們的仇敵在海中被淹沒。
While the Egyptians were being scourged with the ten plagues, they themselves lived in ease, and were illumined by a pillar of fire and overshadowed by a pillar of cloud, and they saw with their own eyes the sea split apart contrary to its own nature, and passed through the midst of it, and beheld their enemies drowned in it.
1:2549
μάννα ἐξ οὐρανοῦ φαγεῖν κατηξιώθησαν, φωνὰς θεοῦ καὶ ὀπτασίας ἐν τῷ ὄρει Σινᾶ ἤκουσαν καὶ εἶδον, καὶ ἄλλα μυρία τοιαῦτα, ἅπερ κατὰ βραχὺ ἐξαριθμήσασθαι δυσχερές
他們蒙恩得以吃從天而降的嗎哪,在西奈山上聽見神的聲音、看見異象,以及其他無數這類的事,實難一一簡述。
They were counted worthy to eat manna from heaven, they heard the voice of God and saw visions on Mount Sinai, and countless other such things, which it would be difficult to enumerate briefly.
1:2550
Καὶ ταῦτα πάντα τὰ εὐεργετήματα παρέσχετο αὐτοῖς ὁ θεὸς καὶ ἡ ψυχὴ ἀπὸ τῆς νόσου τῶν ἀνιάτων παθῶν τῆς ἁμαρτίας οὐκ ἐθεραπεύθη οὐδὲ ἐξ ὅλης καρδίας ἠδυνήθησαν πρὸς κύριον ἐπιστρέψαι διὰ τὸ ἔχειν τὸ κάλυμμα τοῦ σκότους (τουτέστι τὰ πάθη τῆς ἀτιμίας) ἕως οὗ ἦλθεν ὁ κύριος, θεὸς ὢν καὶ πανταχοῦ ὢν καὶ μένων ὃ ἦν, σῶμα φορέσας καὶ γεννηθεὶς καὶ αὐξηθεὶς καὶ πάσῃ πολιτείᾳ ἁγιότητος ἐν κόσμῳ ἀναστραφεὶς εἰς ὑπόδειγμα τῶν μελλόντων πιστεύειν, ἔπειτα ταπεινωθεὶς καὶ ῥαπισθεὶς καὶ ἀτιμασθεὶς καὶ ὀνειδισθείς, ἔσχατον δὲ σταυρωθεὶς καὶ νεκρωθεὶς καὶ ἕως ᾅδου κατελθών, καὶ ἐγερθεὶς τῇ τρίτῃ ἡμέρᾳ καὶ εἰς οὐρανοὺς ἀναληφθεὶς διὰ τῆς δόξης τοῦ πατρὸς καὶ καθεσθεὶς ἐν δεξιᾷ τῆς μεγαλωσύνης καὶ τότε ἐξαπέστειλε τὴν ἐξ ὕψους δύναμιν ἐν τῇ ἀνθρωπότητι τὴν ἀποκτένουσαν καὶ καταργοῦσαν τὰ τῆς.. ψυχῆς ἀνίατα πάθη
儘管神為他們施行了這一切恩惠,靈魂卻仍未從罪惡不可醫治的情慾之病中得著醫治,他們也不能全心全意地轉向主,因為他們仍蒙著黑暗的遮蓋(也就是那可恥的情慾),直等到主來到——祂本是神,無所不在,且仍保持祂原本所是,卻披上身體,受生、成長,在世上以一切聖潔的生活行事為人,作為將來信祂之人的榜樣;然後祂被卑微對待、被掌摑、被羞辱、被譏誚,最終被釘十字架、受死,並且下到陰間,又在第三日復活,藉著父的榮耀被接升天,坐在至大者的右邊,那時祂便將從上頭來的大能差遣到人類中間,這大能能夠殺死並廢除靈魂那不可醫治的情慾。
And though God provided them with all these benefits, the soul was not healed from the disease of the incurable passions of sin, nor were they able to turn to the Lord with their whole heart, because they had the covering of darkness (that is, the passions of dishonor), until the Lord came—being God, and being everywhere, and remaining what he was, having borne a body, and having been born and having grown up, and having conducted himself in the world with every manner of holy conduct as an example to those who were to believe; then having been humbled and struck and dishonored and reviled, and finally having been crucified and put to death and having descended even to Hades, and having risen on the third day and having been taken up into the heavens through the glory of the Father, and having sat down at the right hand of the Majesty—and then he sent forth the power from on high into humanity, which kills and abolishes the incurable passions of the soul.
1:2551
πρῶτον δὲ τὴν ἀπαρχὴν τοῦ παρακλήτου πνεύματος εἰς τοὺς ἑαυτοῦ μαθητὰς ἐξέπεμψε καὶ δι' αὐτῶν πᾶσι τοῖς εἰς τὸν κύριον πιστεύουσιν ἡ δύναμις ἐκείνη ἐπισκιάζει καὶ καταλύουσα ἐν ταῖς ψυχαῖς αὐτῶν ἰᾶται ἐκ τῶν παθῶν τῆς ἁμαρτίας καὶ ἐκ τῆς νεκρότητος τοῦ σκότους τὴν ψυχὴν ἀνίστησιν
祂首先將那賜安慰之靈的初熟果子差遣給自己的門徒,又藉著他們,使那大能覆庇一切信靠主的人;那大能住在他們的靈魂中,醫治他們脫離罪惡的情慾,並使靈魂從黑暗的死亡中復甦。
And first he sent forth the firstfruits of the Comforting Spirit to his own disciples, and through them that power overshadows all who believe in the Lord, and dwelling in their souls it heals them from the passions of sin and raises the soul up from the deadness of darkness.
1:2552
ἕως οὖν τότε ἡ ψυχὴ τετραυμάτιστο καὶ πεφυλάκιστο ἐν σκότει βεβλημένη ἐν μοχλοῖς σιδηροῖς καὶ πύλαις χαλκαῖς καὶ ἁμαρτίαις παθῶν ἐγκεκλεισμένη, καὶ οὐ διώδευε διὰ τῶν τρίβων τῶν λογισμῶν αὐτῆς ὁ.. θεός
直到那時為止,靈魂一直是受傷且被囚禁的,被拋入黑暗之中,被鐵閂銅門所困,被情慾的罪惡所禁錮,神也不曾行經她思念的道路。
Until then, the soul had been wounded and imprisoned, cast into darkness, bound with iron bars and bronze gates, and shut in by the sins of the passions, and God did not travel through the paths of its thoughts.
1:2553
καὶ νῦν δὲ εἰς ἣν ψυχὴν οὐδέπω παραγέγονεν ὁ κύριος καὶ ἡ δύναμις τοῦ πνεύματος αὐτοῦ οὐ κατέλυσεν ἐν αὐτῇ καὶ ἔλυσεν αὐτὴν ἐκ τῶν δεσμῶν τῆς ἁμαρτίας καὶ ἐξήγαγεν ἐκ τῆς φυλακῆς τοῦ σκότους τῆς πονηρίας καὶ ἐνῴκησεν εἰς αὐτὴν ἐνεργητικῶς ἐν πάσῃ δυνάμει καὶ πληροφορίᾳ, ἔτι ἐν τῷ σκότει ἐστὶ δεδεμένη καὶ ὑπὸ τῶν παθῶν τοῦ σκότους κεκρατημένη καὶ ὑπὸ τῶν πονηρῶν λογισμῶν ἐνεργουμένη
即使在今日,凡主尚未臨到、祂靈的大能尚未住在其中、尚未解開她罪惡的捆綁、尚未領她出離邪惡黑暗之牢獄、尚未以全備的能力與確據有效地內住其中的靈魂,她仍然被捆綁在黑暗之中,被黑暗的情慾所挾制,受邪惡意念的驅使。
And even now, whatever soul the Lord has not yet come to, and the power of his Spirit has not taken up dwelling in it and has not loosed it from the bonds of sin and has not led it out of the prison of the darkness of wickedness and has not indwelt it effectively with all power and full assurance, that soul is still bound in darkness and held fast by the passions of darkness and worked upon by wicked thoughts.
1:2554
οὓς γὰρ ὁ κύριος διὰ τὴν εἰλικρινῆ πίστιν καὶ ἀγάπην αὐτῶν τὴν πρὸς αὐτὸν τὴν ἑαυτοῦ δύναμιν τοῦ πνεύματος ἐνέδυσε, καὶ εἰς οὓς τὴν δωρεὰν τῆς οὐρανίου χάριτος ἐξέχεε, καὶ ὧν εἰς τὰ βαθύτατα τοῦ νοὸς ἡ τοῦ πνεύματος χάρις ἐνῴκησε, τούτων γίνεται ὁ κύριος ὡς ψυχὴ ὑπὸ.. πνεύματος ἁγιασθέντων
因為那些因著對主真誠的信與愛,而被主以祂自己靈的大能所披戴的人,那些主將天上恩典的恩賜傾注其上的人,以及那些聖靈之恩已內住於其心思至深之處的人——對這些被聖靈成聖的人來說,主就成了他們的靈魂一般。
For those whom the Lord, because of their sincere faith and love toward him, has clothed with the power of his own Spirit, and upon whom he has poured out the gift of heavenly grace, and in whose innermost depths of mind the grace of the Spirit has taken up dwelling—of these, the Lord becomes as it were the soul of those sanctified by the Spirit.
1:2555
τοσαύτη ἀγαθότης τῆς ἀρρήτου εὐδοκίας Χριστοῦ εἰς τὴν ταπεινωθεῖσαν ὑπὸ τῆς κακίας ἀνθρωπότητα γέγονεν, ὥς φησιν ὁ ἀπόστολος·
基督那不可言喻的美意,對那被邪惡所卑抑的人類,竟施予了如此的美善,正如使徒所說:
Such is the goodness of the ineffable good pleasure of Christ that has come upon humanity, humbled as it was by wickedness, as the apostle says:
1:2556
ὁ κολλώμενος τῷ κυρίῳ ἔσται εἰς ἓν πνεῦμα καὶ ὁ κύριος·
「與主聯合的,便是與主成為一靈」;主也說:
He who is joined to the Lord is one spirit with him; and the Lord says:
1:2557
γεγεννημένον ἐκ τοῦ πνεύματος ἓν πνεῦμά ἐστι, καὶ πάλιν ἀλλαχοῦ·
「從靈生的,就是靈」;另一處又說:
That which is born of the Spirit is spirit; and again, elsewhere:
1:2558
πάτερ.. ὥσπερ ἐγὼ καὶ σὺ ἕν ἐσμεν, οὕτω καὶ οὗτοι ἵνα ἐν ἡμῖν ἓν ὦσιν
「父啊,正如我與你原為一,願這些人也在我們裡面合而為一。」
Father, just as I and you are one, so also may these be one in us.
1:2559
εἰ γὰρ μετὰ τῆς πονηρίας τῶν παθῶν οὖσα ἡ ψυχὴ ἓν ἦν μετ' αὐτῆςκἂν γὰρ εἶχεν ἴδιον θέλημα, ἀλλ' οὐκ ἠδύνατο ποιεῖν ὃ ἤθελε καθώς φησιν ὁ ἀπόστολος ὃ οὐ θέλω τοῦτο ποιῶδιὰ τὸ πεπρᾶσθαι καὶ δούλην εἶναι καὶ ζυγὸν βαρὺν βαστάζειν ἁμαρτίας παθῶν, εἰ οὖν ἐκείνη οὕτως, πόσῳ μᾶλλον ἡ δύναμις τῆς θεότητος οἰκήσασα ἐν τῇ ἁγιασθείσῃ ψυχῇ, τῇ ἀξίᾳ τοῦ κυρίου γενομένῃ, ἑνοῦται μετ' αὐτῆς, τὸ θέλημα ἑαυτῆς ἅπαν πάσῃ χαρᾷ καὶ προθυμίᾳ ἀποδούσης τῇ δυνάμει τοῦ θεϊκοῦ πνεύματος, καὶ γίνεται ἡ ψυχὴ τοῦ κυρίου διὰ τὸ ἑκουσίως καὶ προθύμως βασιλεύεσθαι ὑπὸ τῆς θείας τοῦ πνεύματος δυνάμεως καὶ.. ἰδίῳ θελήματι μηκέτι αὐτὴν πορεύεσθαι
因為若說靈魂與情慾的邪惡同在時,便與之合而為一——縱然她仍有自己的意志,卻不能行她所願意的,正如使徒所說「我所不願意的,我倒去做」——這是因為她已被賣、成了奴隸,背負著罪惡情慾的沉重軛;既然如此,那麼當神性的大能住在那已成聖、配得為主所有的靈魂裡面時,豈不更是與她合而為一嗎?靈魂便甘心樂意地將自己全部的意志交還給神聖之靈的大能,靈魂也就因此甘願、樂意地被聖靈的神聖大能所治理,不再照著自己的意志行事,而成為屬主的靈魂了。
For if the soul, while it was with the wickedness of the passions, was one with it—for although it had its own will, it could not do what it wished, as the apostle says, 'What I do not wish, this I do,' because it had been sold and was a slave and bore the heavy yoke of the passions of sin—if then that was so, how much more does the power of the Godhead, dwelling in the sanctified soul that has become worthy of the Lord, become united with it, the soul rendering its whole will with all joy and readiness to the power of the divine Spirit, and the soul becomes the Lord's, because it is willingly and readily ruled by the divine power of the Spirit and no longer walks by its own will.
1:2560
ὥσπερ γὰρ ὁ ἥλιος καὶ ὁ ἄνεμος κέκρανται ἐν ἀλλήλοις, οὕτως ἀνακιρνᾶται ἡ ἀξία ψυχὴ μετὰ τοῦ πνεύματος τοῦ κυρίου, ὅλη ἐξ ὅλου ἐν τῷ πνεύματι γινομένη διὰ τὸ σύμφωνον εἶναι τὴν ψυχὴν ἐν πάσαις ἀρεταῖς τῇ χάριτι τοῦ κυρίου
正如太陽與風彼此交融一般,那配得的靈魂也與主的靈相調和,整個地、完全地進入靈中,因為靈魂在一切美德上都與主的恩典相合。
For just as the sun and the wind are mingled with one another, so the worthy soul is blended with the Spirit of the Lord, becoming wholly and entirely in the Spirit, because the soul is in harmony with the grace of the Lord in all its virtues.
1:2561
τίς, γάρ φησιν, ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ (τουτέστι τὴν ἑνωθεῖσαν ψυχὴν τῷ ἁγίῳ πνεύματι)
因為他說:「誰能使我們與基督的愛隔絕呢?」(也就是那已與聖靈聯合的靈魂)
'For who,' he says, 'shall separate us from the love of Christ' (that is, the soul united with the Holy Spirit)?
1:2562
Παρακαλέσωμεν οὖν τὸν κύριον καὶ ἡμεῖς τυχεῖν τῆς ἀνεκδιηγήτου δωρεᾶς ταύτης καὶ ἐν πάσῃ πληροφορίᾳ πίστεως καὶ ἐλπίδος δέξασθαι ἐν ἑαυτοῖς προσδοκήσωμεν τὴν ἐξ ὕψους δύναμιν τὴν καθαίρουσαν πάντα τὰ ἐν ἡμῖν τῆς κακίας τῶν παθῶν ὀχυρώματα, ἵνα ἕως ἐν σαρκί ἐσμεν, ἁγιασθέντες ὑπὸ τοῦ πνεύματος, καθαρισθέντες ἀπὸ τῶν παθῶν τῆς ἁμαρτίας καὶ ἄσπιλοι καὶ ἄμωμοι διὰ τῆς χάριτος αὐτοῦ καταρτισθέντες ἄξιοι τῆς αἰωνίου κληρονομίας γενώμεθα ἐν Χριστῷ Ἰησοῦ, τῷ κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων
因此,讓我們也懇求主,使我們得著這無法言喻的恩賜,並且讓我們在信與望的全備確據中,期待在自己裡面領受那從上頭來的大能,拆毀我們裡面情慾邪惡的一切堡壘,好叫我們趁著還在肉身之中,被聖靈成聖,潔淨脫離罪惡的情慾,並藉著祂的恩典成為無瑕無疵、被裝備成全,得以配得那在我們主耶穌基督裡永遠的基業;願榮耀與權能都歸給祂,直到永永遠遠。
Let us, then, also entreat the Lord to obtain this indescribable gift, and let us, in all full assurance of faith and hope, expect to receive within ourselves the power from on high that tears down all the strongholds of the wickedness of the passions within us, so that, while we are still in the flesh, being sanctified by the Spirit, cleansed from the passions of sin, and made spotless and blameless through his grace, we may be perfected and become worthy of the eternal inheritance in Christ Jesus our Lord, to whom be the glory and the might, unto the ages of ages.
1:2563
Ὁ θεὸς τῇ ἰδίᾳ σοφίᾳ τῷ σώματι τούτῳ ὑποστηρίγματα (τουτέστι τροφάς) ἐκ τῆς γῆς κατεσκεύασε, καὶ πᾶσαν πρόνοιαν τῆς κτίσεως ποιεῖται δι' αὐτὸ τὸ σῶμα, ὅπως μηδὲν ἐλλείπῃ αὐτῷ
神以自己的智慧,從地上為這身體預備了扶持(也就是食物),並為著這身體施行創造的一切眷顧,使它一無所缺。
God, by his own wisdom, prepared supports (that is, foods) from the earth for this body, and he exercises all the providence of creation for the sake of this body, so that it might lack nothing.
1:2564
ἐπὰν δὲ ἐν καχεξίᾳ ἢ ἀσθενείᾳ τυγχάνῃ, λύπη τοῖς συγγενέσι πολλή ἐστιν, ὅτι διὰ τῶν ὑποστηριγμάτων, ὧν ὁ θεὸς.. αὐτῷ κατεσκεύασε, μὴ τρεφόμενον κινδυνεύει τοῦ θανεῖν
但每當身體陷入病弱或虛弱之際,親屬便有極大的憂傷,因為若不藉著神為它所預備的扶持得著滋養,它便有死亡的危險。
But whenever it happens to be in poor condition or weakness, there is great grief for its relatives, because, not being nourished by the supports that God prepared for it, it is in danger of dying.
1:2565
καὶ γὰρ γονεῖς γεννῶντες τέκνα πᾶσαν σπουδὴν ἔχουσιν, ἵνα τὰ γεννήματα αὐτῶν ἀπολαύωσι τῶν καρπῶν τοῦ οἴκου αὐτῶν καὶ τῶν πόνων αὐτῶν
因為父母生養兒女時,無不極力盼望他們的兒女能享受他們家業的成果與他們的辛勞。
For indeed parents, when they beget children, are altogether eager that their offspring should enjoy the fruits of their household and of their labors.
1:2566
ἐπὰν δὲ συμβῇ κατὰ κάκωσιν ἢ νωθείαν ἢ καχεξίαν μὴ ἐπιδέχεσθαι τροφήν, πολλὴν λύπην οἱ γονεῖς ἀναδέχονταιτοῦτο γὰρ αὐτῶν ἐστι θέλημα, ὅπως τοὺς πόνους τῶν.. καρπῶν αὐτῶν ἀπολαύωσι
但每當孩子因病痛、倦怠或體弱而無法進食時,父母便承受極大的憂傷;因為這正是他們的心願——盼望兒女能享受他們辛勞的果實。
But whenever it happens, through affliction or sluggishness or poor condition, that the child does not take nourishment, the parents undergo much grief; for this is their will, that their children should enjoy the fruits of their labors.
1:2567
τὸν αὐτὸν δὲ τρόπον καὶ ὁ κύριος ἐξ οὐρανοῦ ἐλθὼν διὰ τοῦτο ἀνέλαβε τὴν σάρκα τῆς ἀνθρωπότητος, καὶ ὅλη ἡ ἔλευσις καὶ ἡ σπουδὴ αὐτοῦ εἰς τοῦτο γέγονεν, ἵνα ὑποστηρίγματα καὶ τροφὰς ἐπουρανίους ἐκ τοῦ ἰδίου πνεύματος παράσχῃ τῇ ψυχῇσκιὰ γὰρ τυγχάνει πάντα τὰ φαινόμενα τῶν ἀοράτων
主也是以同樣的方式,從天而降,為此取了人性的肉身;祂整個的降臨與熱切,都是為了這個目的:好使祂能從自己的靈,將天上的扶持與糧食供給靈魂——因為一切可見之物,不過是那不可見之物的影子。
In the same way the Lord too, coming from heaven, for this reason took up the flesh of humanity, and his whole coming and his zeal were directed to this end: that he might provide the soul with heavenly supports and foods from his own Spirit—for all visible things are but a shadow of the invisible.
1:2568
Ὥσπερ γὰρ σωματικῶς τρέφεται τὸ σῶμα τροφὴν ἐκ τῆς γῆς καὶ ζῇ, οὕτω καὶ πνευματικῶς τρέφεται ἡ ἀξία καὶ πιστὴ ψυχὴ τροφὰς οὐρανίους ἐκ τοῦ πνεύματος τοῦ θεϊκοῦ καὶ ζῇ ζωὴν πνευματικήν
正如身體從地上得糧食滋養身體而存活,那配得且信實的靈魂也照樣從神性的靈得著屬天的糧食滋養,而過屬靈的生命。
For just as the body is nourished bodily with food from the earth and lives, so also the worthy and faithful soul is nourished spiritually with heavenly foods from the divine Spirit and lives a spiritual life.
1:2569
ἐὰν δὲ μὴ δυνηθῇ διὰ τὴν πρὸς τὰ πάθη ὁρμὴν καὶ τὴν εἰς τὰ χείρονα ῥοπὴν ὑποδέξασθαι ἡ ψυχὴ ἐκείνη τὴν ἔνθεον καὶ πνευματικὴν βρῶσιν ἢ διὰ νοὸς ἀσθένειαν ἢ κακοήθειάν τινα ἢ ἀπιστίαν, πολλὴν λύπην ἀναδέχεται ὁ Χριστὸς πολλὰ παθὼν δι' αὐτήν, ὅπως.. ἐπουράνιον τροφὴν τοῦ πνεύματος παράσχῃ αὐτῇ
但那靈魂若因傾向情慾的衝動、趨向更壞的偏斜,或因心思的軟弱、某種惡意、或不信,而無法領受那出於神、屬靈的食糧,基督便承受極大的憂傷——祂為此已經歷了許多苦難,為要將那屬天聖靈的食糧供給她。
But if that soul is unable, because of its impulse toward the passions and its inclination toward the worse, or because of weakness of mind or some malice or unbelief, to receive that God-inspired and spiritual food, Christ undergoes much grief, having suffered many things for its sake, in order that he might provide it with the heavenly food of the Spirit.
1:2570
ὥσπερ γὰρ τὸ σῶμα μὴ μεταλαμβάνον τροφῆς ἐκ τῆς γῆς νεκροῦται καὶ ἀπόλλυται, οὕτω καὶ ἡ ψυχὴ ἐσθίουσα τὸν ἐπουράνιον ἄρτον νεκρὰ τυγχάνει καὶ ἀπόλλυται ἐκ τῆς θεϊκῆς τοῦ πνεύματος ζωῆς
正如身體若不從地上獲取食物,便會死亡而消逝;靈魂即使吃著屬天的糧,若脫離了神性之靈的生命,也是死的,且要消逝。
For just as the body, not partaking of food from the earth, dies and perishes, so too the soul, eating the heavenly bread, dies and perishes apart from the divine life of the Spirit.
1:2571
ποιούμενος διὰ τῆς οἰκονομίας τῆς ὁρωμένης κτίσεως·
藉著可見受造之物的安排而行事:
acting through the dispensation of visible creation:
1:2572
ἐλλείψαντος γὰρ ἄρτου ἐν τῇ ἐρήμῳ πολλοῦ ὄχλου ὄντος τῇ χρηστότητι αὐτοῦ ὁ κύριος ἀπὸ πέντε ἄρτων ἐπλήθυνεν, ὡς πάντας ἐμπλησθῆναι καὶ πολλὰ περισσευθῆναι εὐτρεπίζει γὰρ τῷ σώματι τροφὴν καὶ ἀναπαύει αὐτό, ἵνα ἀξίους καρποὺς ἀποδῷ τῷ κυρίῳ ἡ ψυχή
因為在曠野中,眾人甚多而餅卻不足時,主以祂的美善將五個餅增多,使眾人都吃飽,還剩下許多;因為祂為身體預備食物,使它得安歇,好叫靈魂能將配得的果實獻給主。
For when bread was lacking in the desert, there being a great crowd, the Lord in his goodness multiplied it from five loaves, so that all were filled and much was left over; for he prepares food for the body and gives it rest, so that the soul may render worthy fruits to the Lord.
1:2573
ὥσπερ γὰρ ἐπὶ τῶν δένδρων τῶν ἐλαιῶν ἢ τῆς ἀμπέλου ἢ τῶν λοιπῶν καρποφόρων φυτῶν πρὸ τοῦ τὸν καρπὸν ἐνεγκεῖν εἰς βρῶσιν κάμνουσιν εἰς αὐτὰ οἱ γεωργοὶ πάσῃ ἐπιμελείᾳ φιλοκαλοῦντες, ἀκμὴν δὲ ὡς εἰπεῖν ἄκαρπα ξύλα ἐστὶ νεόφυτα ὄντα, ἀλλὰ μακροθυμησάντων εἰς αὐτὰ καὶ πᾶσαν ἐπιμέλειαν ποιουμένων, ἐν τῷ ἰδίῳ καιρῷ δι' αὐτῶν ἔνδοθεν καρπὸς εἰς βρῶσιν τοῖς ἀνθρώποις.. προέρχεταιτὸν αὐτὸν τρόπον καὶ ὁ κύριος πᾶσαν ἐπιμέλειαν ποιεῖται τοῦ σώματος καὶ πᾶσαν πρόνοιαν διὰ τῆς ὁρωμένης κτίσεως εἰς ἀνάπαυσιν αὐτοῦ, ἵνα ἡ ἔνδοθεν κρυπτὴ καὶ αὐτεξούσιος οὖσα ψυχὴ ἀξίους καρποὺς δικαιοσύνης ἐκ προαιρέσεως ἀποδῷ τῷ θεῷ
正如橄欖樹、葡萄樹或其他結果的植物,在結出可食之果實之前,農夫必先竭盡心力照料它們,悉心栽培;然而此時,可以說它們還是無果之樹,因為是新栽種的——但當農夫耐心對待它們、盡一切照料之後,到了適當的時候,果實便會從樹木內裡長出,供人食用。主也是以同樣的方式,對身體施予一切照料,藉著可見的受造之物施行一切眷顧,使身體得安歇,好叫那內裡隱藏、有自主意志的靈魂,能出於自己的抉擇,將配得的義果獻給神。
For just as, in the case of olive trees or the vine or the other fruit-bearing plants, before they bring forth their fruit for eating, the farmers labor over them with every care, cultivating them attentively, and yet for the time being, so to speak, they are fruitless trees, being newly planted—but when the farmers have been patient with them and exercised every care, in due season fruit for men to eat comes forth from within them—in the same way the Lord too exercises every care for the body and all providence through visible creation for its rest, so that the soul, which is hidden within and self-determining, may of its own free choice render worthy fruits of righteousness to God.
1:2574
πολλὴν γὰρ ἔχουσι παρρησίαν καὶ δόξαν οἱ ἀληθινοὶ Χριστιανοὶ ἐπὶ θεοῦ, οἱ ἰδίῳ θελήματι ἐξ ἀληθείας θεῷ εὐαρεστήσαντες καὶ διὰ τῆς χάριτος αὐτοῦ μεγίστην παρρησίαν κτησάμενοι
因為真正的基督徒在神面前擁有極大的坦然與榮耀——他們憑著自己的意志,真誠地使神喜悅,又藉著祂的恩典獲得了最大的坦然無懼。
For true Christians have great confidence and glory before God—those who, by their own will, have truly pleased God, and through his grace have acquired the greatest confidence.
1:2575
Ὥσπερ γὰρ οἱ ἐπὶ γῆς ἄρχοντες τὰς εἰκόνας τοῦ βασιλέως λαμβάνοντες ὑπ' ἐξουσίαν ἔχουσι πάντας τοὺς οἰκήτορας τῶν χωρῶν, καὶ πᾶς ὁ δῆμος διὰ τὰς τοῦ βασιλέως εἰκόνας ἐν ὑποταγῇ αὐτοῖς ἐστι, καὶ ὅταν προέρχωνται, εἰσὶν οἱ προτρέχοντες καὶ πάντας διωθούμενοι, ὅπως ἐν πολλῷ ἀξιώματι καὶ τιμῇ.. μεγάλῃ ἀνεμποδίστως καὶ ἀνυβρίστως διοδεύσωσινοὕτω καὶ ψυχαὶ αἱ τὴν ἔνδοξον καὶ ἐπουράνιον καὶ φωτεινὴν τοῦ κυρίου εἰκόνα ἐν ἑαυταῖς φέρουσαι πάντα τὰ ἐναντία πνεύματα ἐν ὑποταγῇ τιθέασιν ὑπὸ τοὺς πόδας αὐτῶν ὑπο.. τασσόμενα καὶ πολλὴν τιμὴν καὶ παρρησίαν παρὰ τοῖς ἄνω κέκτηνται
正如世上的統治者接受了君王的畫像之後,便掌管那地區所有的居民,全體百姓也因君王的畫像而服從他們;每當他們出行時,便有人在前開道、驅散眾人,好使他們能以極大的尊榮與威嚴,暢通無阻、不受侵犯地前行——同樣地,那些在自己裡面承載著主那榮耀、屬天、光明形像的靈魂,也使一切敵對的靈都服在她們腳下,受制於她們,並且在上界那裡擁有極大的尊榮與坦然無懼。
For just as earthly rulers, upon receiving the images of the king, hold under their authority all the inhabitants of the regions, and the whole populace, on account of the king's images, is in subjection to them, and when they go forth, there are men running before them and pushing everyone aside, so that they may pass through unhindered and unmolested with great rank and great honor—so also the souls that bear within themselves the glorious and heavenly and luminous image of the Lord put all the opposing spirits into subjection, subduing them beneath their feet, and possess great honor and confidence with those above.
1:2576
ὅπου γὰρ τὸ τοῦ θεοῦ ἅγιον καὶ δεσποτικὸν πνεῦμα ἐνεργεῖ καὶ ἐνοικεῖ, ἀναγκαίως πᾶσα ἡ κτίσις τὴν ὑπακοὴν ἀποπληροῖ διὰ τὴν ἐπουράνιον καὶ δεσποτικὴν καὶ βασιλικὴν τοῦ πνεύματος εἰκόνα
因為神那聖潔而至尊的靈,無論在何處運行、居住,一切受造之物必然向祂效忠順服,因為那是靈的天上、至尊、君王般的形像。
For wherever the holy and sovereign Spirit of God works and dwells, all creation of necessity renders obedience, on account of the heavenly, sovereign, and royal image of the Spirit.
1:2577
καὶ γὰρ ἡ θάλασσα τοῦ σκότους τῆς πικρίας τῶν πονηρῶν πνευμάτων τοῦ ἀέρος τούτου διαμερίζεται ἀπέμπροσθεν αὐτῶν, ὥστε ἀνεμποδίστως τὴν ψυχὴν εἰς οὐρανοὺς διοδεύειν καὶ τείχη σιδηρὰ καὶ ὀχυρώματα καὶ μοχλοὶ ἀόρατοι διαρρήγνυνται καὶ καθαιροῦνται ὑπὸ τῆς δυνάμεως τοῦ πνεύματος (λογισμοὺς, γάρ φησι, καθαιροῦντες καὶ πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ θεοῦ) καὶ τὸ ἔνδον τῆς κακίας τῶν παθῶν πῦρ σβεννύμενον ἀεργὲς καὶ ἄτονον ἀποδείκνυται καὶ οἱ ἄγριοι θῆρες τῶν πνευματικῶν τῆς πονηρίας λεόντων ὑπὸ τοὺς πόδας αὐτῶν ὑπόκεινται
因為那充斥著黑暗與苦毒的空中邪靈之海,會在她們面前分開,使靈魂得以暢通無阻地前行進入諸天;那看不見的鐵牆、堡壘與門閂,也被聖靈的大能摧毀拆除(正如經上所說:「攻破一切心思,和那自高、抵擋神真知的一切事」);情慾邪惡的內在之火也被撲滅,顯出無用且無力;那屬靈的邪惡獅子般的猛獸,也伏在她們腳下降服。
For indeed the sea of the darkness and bitterness of the wicked spirits of this air is parted before them, so that the soul travels unhindered into the heavens, and invisible iron walls and strongholds and bars are broken through and torn down by the power of the Spirit ('casting down,' as it says, 'reasonings, and every high thing that is raised up against the knowledge of God'), and the inner fire of the wickedness of the passions, being quenched, is shown to be inactive and powerless, and the fierce beasts of the spiritual lions of wickedness lie subdued beneath their feet.
1:2578
πᾶσα γὰρ ἡ κτίσις πρὸ τῆς τοῦ Ἀδὰμ παραβάσεως ὑπ' αὐτοῦ ἐβασιλεύετο
因為在亞當墮落之前,一切受造之物都曾受他統治。
For all creation, before Adam's transgression, was ruled by him.
1:2579
Ἀλλὰ καὶ ὑμεῖς, ἀγαπητοὶ ἀδελφοί, ἐὰν ἐμμείνητε νῦν ἐν τῷ λόγῳ τῆς ἀληθείας καὶ τῇ πτωχείᾳ καὶ τῷ ταπεινῷ φρονήματι καὶ πάσαις ταῖς τῶν ἐντολῶν ἀρεταῖς, νυκτὸς καὶ ἡμέρας κρούοντες εἰς τὴν πνευματικὴν θύραν τοῦ ἐπουρανίου βασιλέως καὶ ἐκεῖθεν πάντα τὰ ἀγαθὰ ζητοῦντες οὐδενὸς ὑστερη.. θήσεσθε, ἀλλὰ πάντα ὅσα ζητεῖτε ἀφθόνως ὑμῖν ὁ κύριος χαρίζεται
但你們也是如此,親愛的弟兄們,你們若如今持守真理的道、持守貧窮與謙卑的心志,以及誡命一切的美德,晝夜叩那天上君王屬靈的門,並從那裡尋求一切美善之事,你們必一無所缺,主必毫不吝惜地將你們所求的一切都賜給你們。
But you too, beloved brethren, if you now remain steadfast in the word of truth and in poverty and lowliness of mind and in all the virtues of the commandments, knocking night and day at the spiritual door of the heavenly King and seeking from there all good things, you will lack nothing, but the Lord will grant you freely everything you seek.
1:2580
μακροθυμίᾳ καὶ ὑπομονῇ οὐ στεροῦνται ὧν ἐπιθυμοῦσι, πόσῳ μᾶλλον ἡμεῖς εἰς τὴν θύραν τοῦ ἐπουρανίου καὶ εὐσπλάγχνου καὶ ἀληθινοῦ βασιλέως ἑστῶτες μετὰ πάσης μακροθυμίας ἐν πάσῃ ὑπομονῇ μετὰ πίστεως καὶ ἐλπίδος καὶ ἐν πληροφορίᾳ ζητοῦντες παρ' αὐτοῦ τὰ ἐπουράνια τοῦ.. πνεύματος χαρίσματα ληψόμεθα τὰ αἰτήματα ἡμῶν
憑著恆忍與忍耐,他們尚且不致失去所渴望的;何況我們站在那天上、滿有憐憫、真實的君王門前,懷著一切恆忍、一切忍耐,存著信與望並全備的確據,向祂尋求那屬天聖靈的恩賜,豈不更要得著我們所求的呢?
through patience and endurance they are not deprived of what they desire—how much more shall we, standing at the door of the heavenly, compassionate, and true King, with all patience, in all endurance, with faith and hope and full assurance, seeking from him the heavenly gifts of the Spirit, receive our requests.
1:2581
καθὼς καὶ ὁ κύριος ἐνετείλατο λέγων·
正如主也曾吩咐說:
just as the Lord also commanded, saying:
1:2582
αἰτεῖτε καὶ δοθήσεται ὑμῖν·
「你們祈求,就給你們;」
Ask, and it shall be given you;
1:2583
κρούετε καὶ ἀνοιγήσεται ὑμῖν, καὶ διεξελθὼν ἐπάγει·
「叩門,就給你們開門;」接著又繼續說:
knock, and it shall be opened to you; and having gone on, he adds:
1:2584
εἰ οὖν ὑμεῖς πονηροὶ ὄντες οἴδατε δόματα ἀγαθὰ διδόναι τοῖς τέκνοις ὑμῶν, πόσῳ μᾶλλον ὁ πατὴρ ὑμῶν ὁ οὐράνιος δώσει ἀγαθὰ τοῖς αἰτοῦσιν αὐτόν, καὶ πάλιν·
「你們雖然不好,尚且知道拿好東西給兒女,何況你們天上的父,豈不更把好東西給求祂的人嗎?」又說:
If then you, being evil, know how to give good gifts to your children, how much more shall your heavenly Father give good things to those who ask him? And again:
1:2585
ὁ καταλιπὼν πατέρα ἢ μητέρα ἢ ἀδελφοὺς ἢ ἀδελφὰς ἕνεκεν ἐμοῦ ἑκατονταπλασίονα λήψεται.. ἐν τῷ αἰῶνι τούτῳ καὶ ζωὴν αἰώνιον κληρονομήσει
「凡為我的緣故撇下父親、或母親、或弟兄、或姊妹的,今生必得百倍,並要承受永生。」
Whoever leaves father or mother or brothers or sisters for my sake shall receive a hundredfold in this age, and shall inherit eternal life.
1:2586
δίδωσιν οὖν τὰς κληρονομίας ὁ ἐπουράνιος βασιλεὺς (ἀληθὴς γάρ ἐστι) μόνον εἴ τις ἐν ἀγάπῃ καὶ ὑπομονῇ καὶ ἀληθείᾳ ζητεῖ αὐτόν
因此,那天上的君王必賜下這些基業(因為祂是真實的),只要人以愛、忍耐與真理來尋求祂。
The heavenly King, then, gives the inheritances (for he is true), only if one seeks him in love and endurance and truth.
1:2587
αὐτὸς γὰρ προτρέπεται ἕκαστον λέγων·
因為祂親自勸勉每一個人說:
For he himself exhorts each one, saying:
1:2588
εἴ τις οὐκ ἔχει ὄμματα, ζητήσει παρ' ἐμοῦ καὶ λάβῃ ὀφθαλμοὺς μακαρίους ὁρῶντας τὴν ἐμὴν δόξαν, οἵτινες ἀναβλέψαντες σκοτισθή.. σονται οὐκέτι
「若有人沒有眼睛,就當向我尋求,並要領受那看見我榮耀的有福眼睛,這眼睛一旦得以看見,便永不再昏暗。」
If anyone has no eyes, let him seek from me and receive blessed eyes that see my glory, which, having received sight, shall never again be darkened.
1:2589
εἴ τις κωφὸς τυγχάνει τῷ ἔσω ἀνθρώπῳ, αἰτήσει καὶ διανοιγήσεται αὐτοῦ τὰ ὦτα, ἅπερ διανοιγέντα οὐκέτι εἰς τοὺς αἰῶνας κωφωθήσονται
「若有人在內心之人上是聾的,就當祈求,他的耳朵必要開啟;這耳朵一旦開啟,就永永遠遠不再變聾。」
If anyone happens to be deaf in the inner man, let him ask, and his ears shall be opened, which, once opened, shall never again through the ages become deaf.
1:2590
εἴ τις χωλὸς ὑπάρχει, ζητήσει παρ' ἐμοῦ πόδας πνευματικοὺς περιπατοῦντας εἰς τὴν γῆν τῶν ζώντων
「若有人是瘸腿的,就當向我尋求屬靈的腳,使他能行走進入活人之地。」
If anyone is lame, let him seek from me spiritual feet that walk into the land of the living.
1:2591
εἴ τις ὅπλα οὐκ ἔχει, παρ' ἐμοῦ ζητήσει, ἵνα ἐνδυσάμενος ὑπὸ τῶν πολεμίων μὴ ἀδικηθῇ
若有人沒有兵器,就當向我求取,好叫他穿戴上之後,不致被仇敵所害。
If anyone does not have weapons, let him seek them from me, so that, having put them on, he may not be harmed by the enemies.
1:2592
καὶ πᾶν ὅ τις παρ' ἐμοῦ ζητεῖ, ἐγὼ δίδωμι
凡人向我所求的,我都賜給。
And whatever anyone seeks from me, I give.
1:2593
πάντα γὰρ παρ' ἐμοὶ πεπλήρωται καὶ ὑστερεῖ παρ' ἐμοὶ οὐδέν... ἑστῶτες τοίνυν ἐν τῇ βασιλικῇ θύρᾳ πάντοτε καὶ αἰτοῦντες πνευματικὰς δωρεὰς οὐδενὸς ὧν χρῄζετε ὑστερηθήσεσθε, καὶ πάντα τὰ κτίσματα συγχαίρει ὑμῖν καὶ συναγάλλεται τὰ ἐπουράνια καὶ τὰ ἐπίγεια, ὑμῶν πρὸς τὸν δεσπότην καὶ πατέρα προσκολλωμένων καὶ τὸ θέλημα αὐτοῦ ποιεῖν μόνον ἐπιθυμούντων
因為在我這裡萬物已經滿足,在我這裡毫無缺乏……所以你們要常站在王的門前,祈求屬靈的恩賜,就必不缺乏你們所需用的任何東西;並且一切受造之物都要與你們一同歡喜,天上的和地上的都要與你們一同快樂,因為你們緊緊依附主宰與父,並且只願意遵行祂的旨意。
For with me all things have been fulfilled, and with me nothing is lacking... Standing, then, always at the royal door and asking for spiritual gifts, you will lack none of the things you need, and all creation rejoices together with you, both heavenly and earthly things exult together with you, as you cling to the Master and Father and desire only to do his will.
1:2594
Πάντοτε τοίνυν τὸν ἀγῶνα ἔχετε πρὸς τὰ πνευματικὰ τῆς πονηρίας πᾶσι τοῖς πάθεσι ἀνταγωνιζόμενοι καὶ πᾶσαν κακίαν ἀποστρεφόμενοι τὰ παρὰ τοῦ κυρίου τε ὅπλα ἐνδυόμενοι δι' αὐτῶν τὴν νίκην τῶν ἐναντίων ποιῆσαι δύνασθε
所以你們要常常與那邪惡的屬靈勢力爭戰,與一切情慾對抗,遠避一切邪惡,穿戴上主所賜的兵器,藉著這些兵器就能勝過仇敵,得著勝利。
Always, then, wage the contest against the spiritual forces of wickedness, striving against all the passions and turning away from all evil, and putting on the weapons that come from the Lord, that through them you may be able to win the victory over the adversaries.
1:2595
ἰδοὺ γὰρ ὡς ἐν τοῖς ὁρωμένοις ὁ βασιλεὺς τιμᾷ τοὺς πολεμιστὰς καὶ ἀγωνιστὰς καὶ τούτοις δίδωσιν ἐνδύματα καὶ ὅπλα ἐνδύει αὐτοὺς καὶ εἰσάγει πρῶτον εἰς γυμνασίαν τοῦ πολέμου, ὅπως παιδευθῶσιν, ἵνα ἐν τῷ καιρῷ τοῦ πολέμου δόκιμοι ἀποδειχθῶσιν, οὕτω καὶ ὁ κύριος τοὺς ἱσταμένους καὶ ἀγωνιζομένους εἰς τὸν πρὸς τὰ πνευματικὰ τῆς πονηρίας πόλεμον ἐκτρέφει ἄρτῳ ἐπουρανίῳ καὶ ἐλαίῳ ἀγαλλιάσεως πνευματικῷ ἀλείφει καὶ καθαροῖς πνευματικοῖς ὕδασιν ἀποσμήχει καὶ ἀποπλύνει ἐξ αὐτῶν πάντα ῥύπον παθῶν ἁμαρτίας καὶ δίδωσιν αὐτοῖς ἐπουράνια ὅπλα τοῦ πνεύματος καὶ ἐνδύματα φωτὸς θεϊκοῦ, ὅπως εἰσελθόντες πρὸς τὸν πνευματικὸν τῆς πονηρίας πόλεμον ἐπαινεθῶσι καὶ τὴν.. νίκην ἀράμενοι στεφανωθῶσι
因為看哪,正如在有形之事上,君王尊榮戰士與競技者,賜給他們衣裳,為他們穿戴兵器,並且先帶領他們進行戰爭的操練,使他們受教,好叫他們在戰爭之時顯為得勝可嘉;照樣,主也用天上的糧食餵養那些站立、與邪惡的屬靈勢力爭戰的人,用歡樂的屬靈膏油膏抹他們,用潔淨的屬靈之水洗滌、沖淨他們身上一切罪惡情慾的污穢,並賜給他們屬靈的天上兵器與屬神之光的衣裳,好叫他們進入與邪惡的屬靈爭戰時得蒙稱許,並且得勝之後戴上冠冕。
For behold, just as among visible things the king honors his warriors and combatants, and gives them garments and arms them with weapons, and first brings them into training for war, that they may be instructed, so that in the time of war they may be shown approved—so also the Lord nourishes with heavenly bread those who stand and contend in the war against the spiritual forces of wickedness, and anoints them with the spiritual oil of gladness, and washes and cleanses them with pure spiritual waters, and washes away from them all the filth of the passions of sin, and gives them heavenly weapons of the Spirit and garments of divine light, so that entering into the spiritual war against wickedness they may be commended, and having won the victory, may be crowned.
1:2596
τούτοις δίδωσι καὶ κληρονομίας ἐπουρανίους
祂又賜給這些人天上的基業。
To these he also gives heavenly inheritances.
1:2597
οἱ τοιοῦτοι δῆλον ὅτι ἐκ θεοῦ γεννῶνται, καὶ δίδοται αὐτοῖς ἄλλη πόλις ἐπουράνιος καὶ καταξιοῦνται ἀδελφοὶ τοῦ Χριστοῦ γενέσθαι καὶ κληρονόμοι τοῦ πατρός
這樣的人顯然是從神而生的,並且另有一座天上的城賜給他們,他們也蒙算為配得作基督的弟兄,並作父的後嗣。
Such people are clearly born of God, and another, heavenly city is given to them, and they are counted worthy to become brothers of Christ and heirs of the Father.
1:2598
Ὥσπερ γὰρ ὁ καύσων τοῦ ἡλίου ἐπιλάμπων τοῖς φύμασι τοῦ σπόρου τὰ μὲν εἰς τὴν πετρώδη γῆν σπαρέντα εὐθὺς ξηραίνει μὴ ἔχοντα νοτίαν μηδὲ βάθος γῆς, τὰ δὲ ἐν καλῇ καὶ ἐν βαθείᾳ γῇ ἐσπαρμένα οὐ βλάπτεται ( ἐρρίζωνται γὰρ ἐν αὐτῇ κατὰ βάθος), οὕτω καὶ οἱ τεθεμελιωμένοι ἰσχυρῶς ἐν τῇ πίονι γῇ, τῇ ἀγαθῇ προαιρέσει καὶ τῇ πίστει τῇ ὀρθῇ καὶ τῇ χάριτι τοῦ θεοῦ, οὐδὲν βλαβήσονται ὑπὸ τοῦ καύσωνος τῶν πειρασμῶν, ἀλλὰ μᾶλλον ἰσχυροποιοῦνται.. καὶ πλείονα καρπὸν ἀποδιδόασιν
正如烈日的暑熱照射在發芽的種子上,撒在石頭地上的立刻枯乾,因為沒有水分,也沒有土壤的深度;但撒在肥沃深土裡的卻不受損害,因為根已經深深扎在土中;照樣,那些堅固地立根於肥沃土地──就是美善的心志、正直的信心,以及神的恩典──的人,也絕不會被試探的炎熱所傷害,反而更加剛強,結出更多的果子。
For just as the scorching heat of the sun, shining upon the sprouted seed, immediately withers what was sown on rocky ground, since it has no moisture nor depth of earth, but what is sown in good and deep earth is not harmed (for it is rooted deeply in it), so also those who are strongly founded on the rich earth—good will, right faith, and the grace of God—will suffer no harm from the scorching heat of temptations, but rather are strengthened all the more and yield greater fruit.
1:2599
οἱ τοιοῦτοι εἰσὶ τεθεμελιωμένοι εἰς τὴν ἀσάλευτον πέτραν, αὐτὸν τὸν Χριστόν
這樣的人乃是立根於那不能動搖的磐石──基督自己──之上。
Such people are founded upon the unshakable rock, Christ himself.
1:2600
τῷ γὰρ Πέτρῳ εἶπεν ὁ κύριος·
因為主曾對彼得說:
For the Lord said to Peter:
1:2601
μοχλοὶ ᾅδου οὐ κατισχύσουσιν αὐτῆς
陰間的門閂必不能勝過它。
the bars of Hades shall not prevail against it.
1:2602
οἱ γὰρ μοχλοὶ εἰς τὸ ἐκριζῶσαι καὶ ἀνατρέψαι τὸν θεμέλιον τοῦ οἴκου εἰσίν, οὕτω καὶ ὁ πονηρὸς τὰς πιστὰς καὶ τεθεμελιωμένας ψυχὰς ἐκριζοῦν ἀπὸ τοῦ θεοῦ ἐπιχειρεῖ καὶ βούλεται αὐτὰς εἰς ἑαυτὸν.. περιτρέψαι
因為門閂是用來拔除、傾覆房屋根基的;照樣,那惡者也企圖將信實而立定根基的靈魂從神那裡連根拔起,並要使它們轉向自己。
For the bars are for uprooting and overturning the foundation of the house; so also the evil one attempts to uproot faithful and well-founded souls from God, and wishes to turn them over to himself.
1:2603
ὁμοίως πάλιν ὁ κύριος παρεικάζων τὸν ποιοῦντα τὰς ἐντολὰς αὐτοῦ ἀνθρώπῳ φρονίμῳ θεμελιοῦντι τὴν οἰκίαν αὐτοῦ ἐπὶ τὴν πέτραν
同樣地,主又把那遵行祂誡命的人比作一個聰明人,將自己的房屋蓋在磐石上。
Likewise again the Lord compares the one who does his commandments to a wise man who builds his house upon the rock.
1:2604
ἦλθον, φησίν, οἱ ποταμοὶ καὶ ἔπνευσαν οἱ ἄνεμοι καὶ προσέρρηξαν τῇ οἰκίᾳ ἐκείνῃ καὶ οὐκ ἔπεσε·
祂說:「雨水沖來,風也吹襲,撞著那房屋,房屋卻不倒塌;」
"The floods came," he says, "and the winds blew and beat upon that house, and it did not fall;"
1:2605
τεθεμελίωτο γὰρ ἐπὶ τὴν πέτραν
因為它是立根在磐石上的。
for it had been founded upon the rock.
1:2606
Καὶ ἡμεῖς τοίνυν τὸν θεμέλιον τῆς καρδίας καὶ τῆς προαιρέσεως ἡμῶν ἐπὶ τὴν ἀσάλευτον τοῦ Χριστοῦ πέτραν θεμελιώσωμεν, ὅπως δι' αὐτοῦ ἰσχυροποιούμενοι καὶ ἐνδυναμούμενοι καὶ στερεοὶ καὶ δόκιμοι πρὸς τοὺς ἐπεγειρομένους ἡμῖν πειρασμοὺς εὑρεθέντες καὶ νικηταὶ ἀποδειχθέντες τῶν ἐπουρανίων ἀγαθῶν ἄξιοι γενώμεθα σὺν Χριστῷ ἀπολαῦσαι εἰς τοὺς ἀπεράντους αἰῶνας
所以,讓我們也將自己心思與心志的根基立在基督那不能動搖的磐石上,好叫我們藉著祂得以剛強、得力,在興起攻擊我們的試探面前顯為堅固可靠,並顯明為得勝者,配得與基督一同享受天上的美善,直到無窮的世代。
Let us, then, also found the foundation of our heart and will upon the unshakable rock of Christ, so that, being strengthened and empowered by him, and being found firm and approved against the temptations that rise up against us, and being shown to be victors, we may become worthy to enjoy the heavenly goods together with Christ unto the boundless ages.
1:2607
Περὶ τοῦ πῶς δεῖ πάσας τὰς γραφὰς πνευματικῶς ἀναλαμβάνειν πρὸς τὴν ὠφέλειαν τῆς ψυχῆς ἡμῶν, δι' ἣν πάντα ἐγράφη, καὶ μηδὲν σαρκικὸν ἢ Ἰουδαϊκὸν ἐννοεῖν
論應當如何從屬靈的角度領受一切經文,為要使我們的靈魂得益處──萬事都是為此而寫的──並且絕不可作屬肉體或猶太式的理解。
Concerning how one must understand all the Scriptures spiritually for the benefit of our soul, for whose sake all things were written, and think nothing carnal or Jewish.
1:2608
ταῦτα πάντα τυπικῶς συνέβαινον ἐκείνοις, ἐγράφη δὲ πρὸς νουθεσίαν ἡμῶν, εἰς οὓς τὰ τέλη τῶν αἰώνων κατήντησεν
這一切事都是預表性地臨到他們身上,卻是為我們的訓誨而寫的,因為世代的終局已經臨到我們身上了。
All these things happened to them typologically, but were written for our admonition, upon whom the ends of the ages have come.
1:2609
εἰ οὖν δι' ἡμᾶς ἐγράφη, πνευματικῶς πάντα ὀφείλομεν ἀναλαμβάνειν καὶ μηδὲν Ἰουδαϊκὸν ἢ σαρκικόν
既然這是為我們而寫的,我們就當從屬靈的角度來領受一切,絕不可作猶太式或屬肉體的理解。
If, then, it was written for our sake, we ought to understand all things spiritually, and nothing in a Jewish or carnal manner.
1:2610
ὁ νόμος πνευματικός ἐστιν
律法是屬靈的。
The law is spiritual.
← 上一段下一段 →
1

新的原文誦讀上線時通知我

每次有新章節誦讀影片就寄一封信。採雙重確認,隨時可一鍵取消。