📜 Verbum · 聖言
原文誦讀聖經與教父文獻
♥ 贊助

← 回書卷目次 · 希臘教父 › 屬靈講道集

屬靈講道集 第 1 章 第 5/36 段

希臘文原文.165 節.部分字詞可點開查義.本章太長已分段,此段為 1:634–1:798(全章共 5111 節)

← 上一段下一段 →
ℹ️ 本語料沒有逐節的詞法標註。原形主要取自同語言其他書卷的逐詞標註(不是這一節的標註),少數查不到的才回頭依字形比對詞典。同形的罕見字仍可能判錯,需要精確判斷時請覆核原文與專門詞典。
ℹ️ 中英對照為本站自譯,直接譯自本頁的原文(非和合本/WEB —— 那兩者譯自馬所拉文本,與本頁底本不同)。
1:634
εἰ οὖν κατὰ τὸ εἰρημένον εἰς τὴν σκιὰν οὕτω συνῆν τοῖς δικαίοις ἡ δύναμις τοῦ θεοῦ ποιοῦσα θαυμάσια φοβερὰ καὶ φανερὰ, ἀλλ' εἰ καὶ ἔξωθεν σημεῖα ἐποίουν διὰ τῆς θείας δυνάμεως, ἀλλ' ἔσωθεν δὲ ᾤκει ἐν αὐτοῖς ἡ θεία χάρις, ὁμοίως καὶ εἰς τοὺς προφήτας, ὅτε χρεία ἦν πράγματα μεγάλα εἰπεῖν τῷ κόσμῳ, ἐνήργει εἰς αὐτοὺς καὶ διηκόνει τὸ πνεῦμα ἐν ταῖς ψυχαῖς, τοῦ προφητεύειν καὶ λαλεῖν
既然如上所述,在影兒之中,神的大能尚且如此與義人同在,行出可畏而顯明的奇事——他們雖藉神聖大能行出外在的神蹟,但神聖的恩典卻住在他們裡面——照樣,對眾先知也是如此:每當有需要向世界宣講大事之時,聖靈就在他們裡面運行,並在他們的靈魂中作工,使他們能說預言、能說話。
If then, as has been said, in the shadow the power of God was thus present with the righteous, working wonders both fearful and manifest — even though they wrought outward signs by the divine power, yet within them the divine grace dwelt — likewise also with the prophets: whenever there was need to speak great things to the world, the Spirit worked in them and ministered in their souls, that they might prophesy and speak.
1:635
οὐ πάντοτε δὲ ἐλάλουν, ἀλλ' ὅτε ἤθελε τὸ.. ἐν αὐτοῖς πνεῦμα·
然而他們並非時時都說話,只在他們裡面的聖靈願意的時候才說話。
But they did not speak at all times, but only when the Spirit that was in them willed it.
1:636
πλὴν ἡ δύναμις πάντοτε συνῆν
然而那大能卻始終與他們同在。
Yet the power was always present with them.
1:637
εἰ οὖν εἰς τὴν σκιὰν τοσοῦτον ἐξεχύθη τὸ πνεῦμα, πόσῳ μᾶλλον εἰς τὴν καινὴν διαθήκην, εἰς τὴν ἔλευσιν τοῦ κυρίου, ὅπου ἐγένετο ἡ ἔκχυσις καὶ ἡ μέθη τοῦ πνεύματος
既然在影兒之中,聖靈尚且如此豐盛地澆灌下來,何況在新約之中,在主降臨之時,那聖靈的澆灌與陶醉更是何等的豐盛。
If then the Spirit was poured out so abundantly even in the shadow, how much more in the New Covenant, at the coming of the Lord, where the outpouring and the intoxication of the Spirit took place.
1:638
ἐκχέω, γάρ φησιν, ἀπὸ τοῦ πνεύματός μου ἐπὶ πᾶσαν σάρκα
因為經上說:「我要將我的靈澆灌凡有血氣的。」
For he says, 'I will pour out of my Spirit upon all flesh.'
1:639
μεθ' ὑμῶν ἔσομαι ἕως τῆς συντελείας τοῦ αἰῶνος
「我要常與你們同在,直到世界的末了。」
'I will be with you until the end of the age.'
1:640
εἰ γὰρ ὑμεῖς πονηροὶ ὄντες οἴδατε ἀγαθὰ δόματα διδόναι τοῖς τέκνοις ὑμῶν, πόσῳ μᾶλλον ὁ πατὴρ ὁ οὐράνιος δίδωσι πνεῦμα ἅγιον τοῖς αἰτοῦσιν αὐτόν
「你們雖然不好,尚且知道拿好東西給兒女,何況天父,豈不更將聖靈賜給求祂的人嗎?」
'For if you, being evil, know how to give good gifts to your children, how much more will the heavenly Father give the Holy Spirit to those who ask him?'
1:641
ἐκείνη ἡ δύναμις ἡ ἐξ ἀρχῆς γενομένη μετὰ τῶν πατέρων καὶ μετὰ τῶν ἀποστόλων, ἡ αὐτὴ ἵνα κατασκηνώσῃ εἰς ἡμᾶς καὶ ἀναπαύσῃ ἡμᾶς
願那從起初就與列祖同在、與眾使徒同在的大能,同樣地住在我們裡面,並使我們得安息。
That same power which from the beginning was with the fathers and with the apostles — may that very power dwell in us and give us rest.
1:642
Ἐπειδή τινες λέγουσιν, ὅτι οἱ θρόνοι καὶ οἱ στέφανοι κτίσματά εἰσι καὶ οὐχὶ πνεύματα, πῶς ὀφείλομεν ἀκοῦσαι; Ἀπόκρισις
既然有人說,寶座與冠冕都是受造之物,並非靈體,我們該如何理解這話呢?答。
Since some say that the thrones and the crowns are created things and not spirits, how ought we to understand this? Answer.
1:643
Ὁ θρόνος τῆς θεότητος ὁ νοῦς ἡμῶν ἐστι, καὶ πάλιν ὁ θρόνος τοῦ νοῦ ἡ θεότης ἐστὶ καὶ τὸ πνεῦμα
神性的寶座就是我們的心思,而心思的寶座也就是神性與聖靈。
The throne of the Godhead is our mind, and again, the throne of the mind is the Godhead and the Spirit.
1:644
ὁμοίως δὲ καὶ ὁ σατανᾶς καὶ αἱ δυνάμεις καὶ ἄρχοντες διὰ τῆς παραβάσεως τῆς ἐντολῆς ἐνεκάθισαν εἰς τὴν καρδίαν καὶ εἰς τὸν νοῦν καὶ εἰς τὸ σῶμα τοῦ Ἀδὰμ ὡς εἰς θρόνον ἴδιον
同樣地,撒但和那些權勢與掌權者,也藉著違背誡命,坐入亞當的心、心思與身體之中,如同坐上自己的寶座一般。
Likewise also Satan and the powers and rulers, through the transgression of the commandment, took their seat in the heart and in the mind and in the body of Adam, as upon their own throne.
1:645
λοιπὸν οὖν διὰ τοῦτο ἦλθεν ὁ κύριος καὶ ἔλαβεν ἐκ τῆς παρθένου τὸ σῶμα
因此,主便為此而來,從童女取了身體。
For this reason, then, the Lord came and took a body from the Virgin.
1:646
εἰ γὰρ ἠθέλησε γυμνῇ τῇ θεότητι κατελθεῖν, τίς ἠδύνατο ὑπενεγκεῖν; ἀλλὰ διὰ τοῦ ὀργάνου τοῦ σώματος λαλεῖ τοῖς ἀνθρώποις
因為倘若祂願意以赤裸的神性降臨,誰能承受得住呢?但祂卻藉著身體這個器具向人說話。
For if he had wished to come down in the bare Godhead, who could have endured it? But through the instrument of the body he speaks to men.
1:647
πνεύματα, ἀπεξέδυσεν ὁ κύριος καὶ ἐνεδύσατο τὸ σῶμα ἀπεκδυσάμενος τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας καὶ ἐποίησεν ἐκεῖνο τὸ σῶμα ἴδιον θρόνον τοῦ πνεύματος αὐτοῦ
……那些靈,主脫去了,穿上了身體,脫去了諸執政的、掌權的,並使那身體成為祂聖靈自己的寶座。
...spirits — the Lord stripped off and put on the body, stripping off the principalities and the authorities, and made that body the very throne of his Spirit.
1:648
ὥσπερ καὶ ἡ Μαρία λέγει ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ δυνατός
正如馬利亞所說:「那大能者為我行了大事。」
just as Mary also says, 'The Mighty One has done great things for me.'
1:649
καθεῖλε δυνάστας ἀπὸ θρόνων, τὰ ἀρχοντικὰ πνεύματα τῆς πονηρίας ἀπὸ τῶν θρόνων τῶν νοημάτων καὶ τῶν λογισμῶν, ὅπου ἐνεπολιτεύοντο, καθεῖλε καὶ ἐκαθάρισε τὴν συνείδησιν ὁ κύριος καὶ ἑαυτῷ θρόνον ἐποίησε τὸν νοῦν καὶ τὸ σῶμα καὶ τοὺς λογισμούς
「祂叫有權柄的失位」——就是把那些作亂的邪惡諸靈,從牠們盤踞為政的心念與思想的寶座上趕下來;主廢黜了牠們,潔淨了良心,並為自己造了一個寶座,就是心思、身體與思念。
'He has put down the mighty from their thrones' — the ruling spirits of wickedness, from the thrones of the thoughts and reasonings in which they had made their abode; the Lord put them down and cleansed the conscience, and made for himself a throne of the mind and the body and the thoughts.
1:650
καθήσεσθε ἐπὶ δώδεκα θρόνους κρίνοντες τὰς δώδεκα φυλὰς τοῦ Ἰσραήλ; Ἀπόκρισις
「你們要坐在十二個寶座上,審判以色列十二個支派」——這是什麼意思呢?答。
'You will sit on twelve thrones, judging the twelve tribes of Israel'? Answer.
1:651
Τοῦτο εὑρίσκομεν ὅτι ἐπὶ τῆς γῆς ἐγένετο, ὅτε ἀνελήφθη ὁ κύριος εἰς τοὺς οὐρανούς
我們發現,這事發生在地上,就是主被接升天之時。
We find that this took place on earth, when the Lord was taken up into the heavens.
1:652
ἔπεμψε γὰρ τὸ πνεῦμα τὸ παράκλητον ἐπὶ τοὺς δώδεκα ἀποστόλους, τὴν ἁγίαν αὐτοῦ δύναμιν, ἥτις ἐλθοῦσα κατεσκήνωσε καὶ ἐνεκαθέσθη εἰς τοὺς θρόνους τῶν νοημάτων αὐτῶν
因為祂差遣了那位保惠師聖靈,就是祂神聖的大能,降臨在十二使徒身上;這大能一來,就居住下來,坐在他們思念的寶座之上。
For he sent the Comforter, the Spirit, upon the twelve apostles — his holy power — which, having come, took up its dwelling and sat down upon the thrones of their thoughts.
1:653
καὶ ἴδε οἱ παρεστῶτες λέγουσιν·
看哪,旁觀的人就說:
And behold, those standing by said:
1:654
ὅτι γλεύκους μεμεστωμένοι εἰσί
「他們是被新酒灌滿了。」
'They are full of new wine.'
1:655
λοιπὸν ἤρξατο Πέτρος κρίνειν αὐτούς, λέγων περὶ τοῦ Ἰησοῦ ὅτι ἄνδρα δυνατὸν ἐν λόγῳ καὶ ἐν σημείοις ὑμεῖς ἐσταυρώσατε κρεμάσαντες ἐπὶ ξύλου, καὶ ποιεῖ θαυμάσια καὶ διαρρήσσει τοὺς λίθους τῶν μνημείων καὶ ἐγείρει τοὺς νεκρούς
於是彼得便開始審判他們,論到耶穌,說:這位在言語與神蹟上都大有能力的人,你們卻把祂釘在木頭上、掛死了;然而祂行奇事,使墳墓的石頭裂開,叫死人復活。
Then Peter began to judge them, saying concerning Jesus that a man mighty in word and in signs — him you crucified, hanging him upon a tree; and yet he works wonders, and splits the stones of the tombs, and raises the dead.
1:656
ἐν ταῖς ἐσχάταις ἡμέραις ἐκχεῶ ἀπὸ τοῦ πνεύματός μου ἐπὶ πᾶσαν σάρκα, καὶ προφητεύσουσιν οἱ υἱοὶ ὑμῶν καὶ αἱ θυγατέρες καὶ νῦν πληροῦται
「在末後的日子,我要將我的靈澆灌凡有血氣的,你們的兒女要說預言」——如今這話應驗了。
'In the last days I will pour out of my Spirit upon all flesh, and your sons and your daughters shall prophesy' — and now this is being fulfilled.
1:657
ἦλθον οὖν εἰς μετάνοιαν κατηχηθέντες ὑπὸ τοῦ Πέτρου πολλοί, ὡς γενέσθαι κόσμον θεοῦ ἐκλεκτόν
於是有許多人受了彼得的教導而歸向悔改,以致成了神所揀選的一個世界。
Many, then, having been instructed by Peter, came to repentance, so that a chosen world of God came into being.
1:658
Ὁρᾷς πῶς ἀρχὴ κρίσεως τότε γέγονεν, ἐκεῖ γὰρ ἐφάνη κόσμος καινός
你看,審判的開端就是在那時發生的;因為那裡顯現了一個新的世界。
Do you see how a beginning of judgment took place then? For there a new world appeared.
1:659
ὧδε δὲ ἐδόθη αὐτοῖς ἐξουσία τοῦ καθεσθῆναι ἐν τῷ κόσμῳ τούτῳ καὶ κρῖναι καίτοι μελλόντων αὐτῶν καθέζεσθαι καὶ ποιεῖν κρίσιν ἐπὶ τῆς παρουσίας αὐτοῦ ἐν τῇ ἀναστάσει τῶν νεκρῶν, ὧδε γίνεται τοῦ ἁγίου πνεύματος καθεσθέντος ἐν τῷ θρόνῳ τῶν νοημάτων αὐτῶν
在此,他們被賜下權柄,得以在這世上坐下施行審判;雖然他們日後還要在祂再來、死人復活之時坐著施行審判,但這事此刻已然發生,因為聖靈已經坐在他們思念的寶座之上了。
Here, then, authority was given to them to sit in this world and to judge — even though they are yet to sit and pass judgment at his coming, in the resurrection of the dead — this happens here, the Holy Spirit having taken his seat upon the throne of their thoughts.
1:660
ἀλλὰ καὶ τὰ διαδήματα, ἅπερ λαμβάνουσιν οἱ Χριστιανοὶ ἐν ἐκείνῳ τῷ αἰῶνι, οὐκ εἰσὶ κτίσματακαὶ οἱ λέγοντες κακῶς λέγουσιν, ἀλλὰ ταῦτα τὸ πνεῦμα μεταμορφούμενον ὑποδεικνύει
還有,基督徒在那世代所領受的冠冕,並非受造之物——那樣說的人是說錯了——而是聖靈變化自身、以此形像顯現出來的。
But also the diadems which Christians receive in that age are not created things — and those who say so speak wrongly — but these are shown forth by the Spirit, transformed into that likeness.
1:661
τί λέγει ὁ ἀπόστολος περὶ Ἱερουσαλὴμ τῆς ἐπουρανίου, ὅτι αὕτη ἐστὶ μήτηρ πάντων ἡμῶν, εἰς ἣν ὁμολογοῦμεν
使徒論到那屬天的耶路撒冷,說她是我們眾人的母親,是我們所承認歸屬的——這話是什麼意思呢?
What does the apostle say concerning the heavenly Jerusalem, that she is the mother of us all, unto whom we confess allegiance?
1:662
περὶ δὲ τοῦ ἐνδύματος, οὗ φοροῦσιν οἱ Χριστιανοί, δηλονότι αὐτὸ τὸ πνεῦμα ἀμφιάζει αὐτούς
至於基督徒所穿的衣袍,顯然就是聖靈親自為他們披上的。
And concerning the garment which Christians wear, it is clear that the Spirit itself clothes them.
1:663
Ὥσπερ ἐάν τις ἔλθῃ εἰς οἴκους βασιλικοὺς καὶ ἴδῃ τὰς ἐκεῖ ἱστορίας καὶ τὰ κάλλη, ἀλλαχοῦ θησαυροὺς ἀποκειμένους, καὶ ἀνακλιθῇ μετὰ τοῦ βασιλέως καὶ παρατεθῇ ἐδέσματα καὶ πόματα ἡδύτατα καὶ ἀναπαυθῇ παντοίως εἰς τὰς θεωρίας καὶ τὰ κάλλη, μετὰ ταῦτα δὲ ἀποσπασθεὶς ἔνθεν εὑρεθῇ εἰς δυσώδεις τόπους, λοιπὸν ἄρχεται ἐκχέειν δάκρυα ὡς ἀπὸ τοιούτων τόπων εἰς σκοτεινοὺς.. καὶ δυσώδεις τόπους ἀπαχθείς
這就好比有人進入王宮,看見那裡的圖畫與美麗景致,又見別處存放的珍寶,並與王同席而坐,有佳肴美酒擺在他面前,他因種種美景而完全得享安息;然而其後,他卻被從那裡拽走,發現自己置身於臭穢之地,於是便開始流淚,彷彿被人從那樣的地方帶到黑暗、惡臭之地一般。
It is as if someone were to enter royal houses and see the paintings there and the beauties, and elsewhere treasures stored up, and were to recline with the king, and delicacies and most sweet drinks were set before him, and he found rest in every way in those sights and beauties — but afterward, torn away from there, he found himself in foul-smelling places; then he begins to shed tears, as one led away from such places into dark and foul-smelling places.
1:664
ἢ ὥσπερ ἵνα ᾖ τις ὡραία καὶ σοφωτάτη καὶ πλουσιωτάτη ὑπὲρ πάσας, καὶ ἀναλάβῃ ἄνδρα πενιχρὸν καὶ ταπεινόν, δυσειδῆ, ἐνδεδυμένον ῥάκη, καὶ ἀποδύσῃ αὐτὸν τὰ ῥυπαρὰ ἐνδύματα καὶ ἐνδύσῃ βασιλικὴν ἐσθῆτα καὶ θῇ αὐτῷ διαδήματα καὶ γένηται αὐτῷ κοινωνική, λοιπὸν ἄρχεται ὁ πτωχὸς πτοεῖσθαι καὶ ξενίζεσθαι λέγων·
又好比有一位女子,美麗、極其智慧、且比眾人都更富有,她卻收納了一個貧窮、卑微、其貌不揚、衣衫襤褸的男子,脫去他污穢的衣服,給他穿上王袍,為他戴上冠冕,並與他結為伴侶;於是那貧窮的人便開始驚訝、詫異,說:
Or it is as if there were a woman most beautiful and wise and wealthy beyond all others, and she took to herself a poor and lowly man, ill-favored, clothed in rags, and she stripped off his filthy garments and clothed him in royal apparel and set diadems upon him and became his companion; then the poor man begins to be astonished and amazed, saying:
1:665
ἐμοὶ τῷ ταλαιπώρῳ καὶ ταπεινῷ καὶ μετρίῳ τοιαύτη κοινωνικὴ ἐδόθη; οὕτως ὁ θεὸς τῷ ταπεινῷ καὶ ταλαιπώρῳ ἀνθρώπῳ ἐποίησεν
「這樣一位伴侶,怎麼會賜給我這悲慘、卑微、平庸之人呢?」神就是這樣為那卑微、悲慘的人所行的。
'To me, wretched and lowly and of no account, has such a companion been given?' So God has done for the lowly and wretched man.
1:666
ἔγευσεν αὐτὸν ἄλλου αἰῶνος, ἄλλης τρυφῆς ἡδυτάτης, ἔδειξεν αὐτῷ δόξας καὶ κάλλη βασιλικά, ἄρρητα, ἐπουράνια, καὶ λοιπὸν ὁ ἄνθρωπος συγκρίνων ἐκεῖνα τὰ πνευματικὰ τοῖς τοῦ αἰῶνος τούτου, πάντα ἀποβάλλει, εἴτε βασιλέα βλέπει εἴτε δυνάστας εἴτε σοφούς, ὅλα σικχαίνει πρὸς ἐκεῖνον τὸν θησαυρὸν τὸν ἐπουράνιον·
祂使他嘗到了另一個世代的滋味,那極甘甜的另一種喜樂;祂向他顯明那無法言喻、屬天的榮耀與王者的美好;於是那人將那屬靈的事物與這世代的事物相比,便棄絕了一切——無論他看見的是君王、權貴,還是智者,他都因對比那屬天的至寶而心生厭棄。
He gave him a taste of another age, of another, most sweet delight; he showed him glories and royal beauties, ineffable and heavenly; and then the man, comparing those spiritual things with the things of this age, casts them all away — whether he beholds a king, or rulers, or wise men, he despises them all in comparison with that heavenly treasure.
1:667
ἐπειδὴ γὰρ ὁ θεὸς ἀγάπη ἐστίν, ἐδέξατο τὸ νοερὸν καὶ θεῖον πῦρ τοῦ Χριστοῦ καὶ ἀνεπαύθη καὶ ἐχάρη, καὶ ἐκεῖ ἐστιν ἀποδεδεμένος
因為神就是愛,他既領受了基督那屬靈、神聖的火,便得了安息,滿心喜樂,並被牢牢繫縛於此。
For since God is love, he received the intellectual and divine fire of Christ, and was given rest, and rejoiced, and there he remains bound.
1:668
Σύνεστιν ὁ σατανᾶς τῷ θεῷ εἴτε ἐν τῷ ἀέρι εἴτε ἐν ἀνθρώποις; Ἀπόκρισις
撒但是否與神同在,無論是在空中,還是在人裡面?答。
Does Satan exist alongside God, whether in the air or in men? Answer.
1:669
Ὁ ἥλιος οὗτος κτίσμα ὤν, καταλάμπων εἰς βορβορώδεις τόπους τί βλάπτεται; πόσῳ μᾶλλον τὸ θεῖον συνὸν τῷ σατανᾷ οὔτε ῥυποῦται οὔτε μιαίνεται·
這太陽雖是受造之物,照耀在污泥之地時,又受了什麼損害呢?何況那神性,即便與撒但同在,也絲毫不被污穢、不被玷染。
This sun, though a created thing, when it shines upon muddy places, in what way is it harmed? How much more, then, the Divine, though present alongside Satan, is neither soiled nor defiled.
1:670
κακὸν εἰς γυμνασίαν τῷ ἀνθρώπῳ
這乃是為了操練人的一種惡。
an evil permitted for the exercise and training of man
1:671
πλὴν τὸ κακὸν ἐσκότωται καὶ τετύφλωται καὶ οὐ δύναται ἰδεῖν τὸ καθαρὸν καὶ λεπτὸν τοῦ θεοῦ
然而,惡已經被弄黑、弄瞎了,無法看見神那純淨、精微的本質。
Yet evil has been darkened and blinded, and is not able to see the pure and subtle nature of God.
1:672
εἰ δὲ λέγεις ἴδιον τόπον ἔχειν τὸν σατανᾶν καὶ ἴδιον τὸν θεόν, ποιεῖς αὐτὸν μὴ ἐν παντὶ ὄντα καὶ περιγραπτὸν εἰς ἐκεῖνον τὸν τόπον, ἔνθα κατοικεῖ
但你若說撒但有牠自己的地方、神也有神自己的地方,那你就等於使神不再無所不在,而是被限定於祂所居住的那個地方了。
But if you say that Satan has his own place, and God his own, you make him not to be in all things, but circumscribed to that place in which he dwells.
1:673
ἡμεῖς δὲ λέγομεν τὸν θεὸν ἀκατάληπτον καὶ ἀπερίγραπτον καὶ πάντα ἐν αὐτῷ εἶναι, καὶ μὴ μιαίνεσθαι τὸ ἀγαθὸν ὑπὸ τοῦ κακοῦ
我們卻說,神是不可測度、不可限定的,萬有都在祂裡面,而善也不會因惡而受玷染。
But we say that God is incomprehensible and uncircumscribed, and that all things are in him, and that the good is not defiled by the evil.
1:674
μὴ γάρ, ἐπειδὴ ὁ οὐρανὸς καὶ ὁ ἥλιος καὶ τὰ ὄρη ἐν αὐτῷ τῷ θεῷ εἰσι καὶ δι' αὐτοῦ συνεστήκασι, μὴ καὶ αὐτὰ θεὸς ἐγένετο; τὰ δημιουργήματα εἰς τὴν ἰδίαν τάξιν πέπηκται, καὶ ὁ δημιουργὸς συνὼν τοῖς κτίσμασι θεός ἐστι
因為即使天、太陽與眾山都在神裡面、藉祂而立,難道它們就因此成了神嗎?受造之物固守在自己的秩序之中,而創造主雖與受造物同在,仍然是神。
For surely, since heaven and the sun and the mountains exist in God himself and consist through him, this does not mean that they themselves became God. The created things are fixed in their own order, and the Creator, though present with his creatures, is God.
1:675
Ἐπειδὴ ἡ ἁμαρτία μεταμορφοῦται εἰς ἄγγελον φωτὸς καὶ παρόμοια τῆς χάριτος φέρει, πῶς ἵνα νοήσῃ ἄνθρωπος τὰς μεθοδείας τοῦ διαβόλου, καὶ πῶς δέξηται καὶ διακρίνῃ τὰ τῆς χάριτος; Ἀπόκρισις
既然罪能變化裝作光明的天使,並帶出彷彿恩典之事,人要如何看透魔鬼的詭計,又當如何領受並分辨那屬乎恩典的事呢?答。
Since sin transforms itself into an angel of light and produces things resembling grace, how may a man understand the schemes of the devil, and how may he receive and discern the things of grace? Answer.
1:676
Τὰ τῆς χάριτος χαρὰν ἔχει, εἰρήνην, ἀγάπην, ἀλήθειαν, καὶ ὅταν δέξηται τὴν ἀλήθειαν, ἀναγκάζει τὸν ἄνθρωπον ἀλήθειαν ἐπιζητεῖν
屬乎恩典之事帶有喜樂、平安、愛與真理;當人領受了真理,這真理便催逼他去尋求真理。
The things of grace have joy, peace, love, truth; and when the soul receives the truth, it compels the man to seek the truth.
1:677
τὰ δὲ τῆς ἁμαρτίας ἀειδή ἐστι, τεταραγμένα, οὐκ ἔχει ἀγάπην καὶ χαρὰν πρὸς τὸν θεόν
但屬乎罪之事卻是無形而混亂的,它們裡面沒有對神的愛,也沒有喜樂。
But the things of sin are formless and troubled; they have no love and joy toward God.
1:678
ὥσπερ ἐστὶν ἡ πικρὶς ὁμοία τῆς θρίδακοςἀλλὰ τὸ μὲν γλυκύ, τὸ δὲ πικρὸν εἶναι καὶ παρόμοιον, οὕτω καὶ ἐν αὐτῇ τῇ χάριτι ἔστιν ὁμοίωμα.. ἀληθείας καὶ ἔστιν αὐτὴ ἡ ὑπόστασις τῆς ἀληθείας
正如苦苣菜與萵苣相似——一種是苦澀的,另一種是甘甜的,雖然形似——恩典本身也是如此:其中既有真理的相似形像,也有真理本身的實質。
Just as wild bitter lettuce is like the garden lettuce — the one being bitter, the other sweet, though similar in appearance — so also in grace itself there is a likeness of truth, and there is the very substance of truth.
1:679
οἷον ἔστιν ἡ αὐγὴ τοῦ ἡλίου καὶ αὐτὸς ὁ κύκλος, ἄλλως ἡ αὐγὴ φαίνει καὶ ἄλλως τὸ φῶς τὸ ἀποκείμενον ἐν τῷ κύκλῳ
就如太陽的光輝與太陽本體:光輝以一種方式照耀,而蘊藏在日輪之中的光又以另一種方式存在。
As, for instance, there is the ray of the sun and the sun's disc itself — the ray shines in one way, and the light stored up in the disc in another.
1:680
ἔστι λύχνος ἅπτων εἰς οἶκον, ἄλλος ἐστὶν ἅπτων πανταχοῦ
有一盞燈是在屋內點著的,也有另一種是照亮四方的。
There is a lamp that is lit within a house, and there is another that is lit everywhere.
1:681
ἄλλη οὖν ἡ αὐγὴ ἡ ἁπτομένη ἐν αὐτῷ τῷ λύχνῳ, λαμπροτέρα καὶ φαιδροτέρα
因此,那在燈本身之中點燃的光輝,是不同的——它更明亮、更燦爛。
Different, then, is the brightness that is lit within the lamp itself — brighter and more radiant.
1:682
οὕτως ἐστίν, ὅτε ὡς μακρόθεν αὐτοῦ ὁράσεις τινὰς βλέπει ὁ ἄνθρωπος καὶ χαίρει ἐν αὐταῖς ταῖς ὁράσεσι, καὶ ἔστιν ἄλλος καὶ εἰσέρχεται εἰς αὐτὸν ἡ δύναμις τοῦ θεοῦ καὶ κατέχει αὐτοῦ τὰ μέλη καὶ τὴν καρδίαν καὶ αἰχμαλωτίζει τὸν νοῦν.. εἰς ἀγάπην θεοῦ
事情正是如此:有時人彷彿從遠處看見一些異象,並因這些異象而歡喜;而另有一種情形,是神的大能進入他裡面,掌管他的肢體與心,並擄獲他的心思,使之歸向對神的愛。
So it is: at one time a man sees certain visions, as it were, from afar, and rejoices in those visions; and at another time the power of God enters into him and takes hold of his members and his heart, and takes his mind captive to the love of God.
1:683
τὸν Πέτρον ὅτε ἐκράτησαν καὶ ἔβαλον εἰς φυλακήν, ὡς ἦν αὐτὸς ἐγκεκλεισμένος, ἦλθεν ἄγγελος καὶ διέρρηξε τὰ δεσμὰ αὐτοῦ καὶ ἐξέβαλεν αὐτόν, καὶ αὐτὸς ὥσπερ ἐν ἐκστάσει ὢν ἐνόμιζεν ὅραμα εἶναι
當他們捉拿彼得、把他關進監裡的時候,他被囚禁在那裡;有一位天使前來,扯斷他的鎖鏈,領他出去;他卻彷彿處於恍惚之中,以為這是一個異象。
When they seized Peter and cast him into prison, while he was shut up there, an angel came and broke his bonds and led him out; and he, as though in a trance, thought it was a vision.
1:684
Καὶ πῶς πίπτουσιν οἱ ἐνεργούμενοι ὑπὸ χάριτος θεοῦ; Ἀπόκρισις
那些被神的恩典所運行、感動的人,怎麼還會跌倒呢?答。
And how do those who are worked upon by the grace of God fall? Answer.
1:685
Αὐτοὶ οἱ λογισμοὶ οἱ καθαροὶ ἐν τῇ ἰδίᾳ φύσει αὐτοὶ ὀλισθαίνουσι καὶ πίπτουσιν
就連那些本性純潔的意念本身,也會滑跌、墮落。
The very thoughts that are pure in their own nature — these themselves slip and fall.
1:686
ἔρχεται γὰρ ἐπαίρεσθαι καὶ κατακρίνειν καὶ λέγειν·
因為它會變得高傲自滿,並且論斷別人,說:
For it comes to be lifted up, and to condemn, and to say:
1:687
σὺ ἁμαρτωλὸς εἶ, ἔχει δὲ ἑαυτὸν δίκαιον
「你是個罪人」——卻自視為義。
'You are a sinner' — while it holds itself to be righteous.
1:688
οὐκ οἶδας, τί λέγει Παῦλος·
你不知道保羅怎麼說嗎?
Do you not know what Paul says?
1:689
ἐδόθη μοι σκόλοψ τῇ σαρκί, ἄγγελος σατᾶν, ἵνα με κολαφίζῃ, ἵνα μὴ ὑπεραίρωμαι; ἔχει γὰρ ἡ καθαρὰ φύσις τὸ ἐπαίρεσθαι
「有一根刺加在我肉體上,就是撒但的差役,要攻擊我,免得我過於自高」——因為即使是純潔的本性,也會有自高自大的傾向。
'A thorn was given me in the flesh, a messenger of Satan, to buffet me, lest I should be exalted above measure'? For even a pure nature is liable to be lifted up.
1:690
Εἰ δύναταί τις διὰ φωτὸς ἰδεῖν τὴν ἑαυτοῦ ψυχήν, ἐπειδή τινες τὴν ἀποκάλυψιν ἀναιροῦσι καὶ λέγουσι, διὰ γνώσεως καὶ αἰσθήσεως εἶναι τὴν ὅρασιν; Ἀπόκρισις
人是否能藉著光看見自己的靈魂?因為有人否定啟示,說異象乃是藉知識與感知而來——這話是否成立呢?答。
Can anyone, through light, see his own soul, since some deny revelation and say that vision comes through knowledge and perception? Answer.
1:691
Ἔστιν αἴσθησις καὶ ἔστιν ὅρασις καὶ ἔστι φωτισμός
有感知,有異象,也有光照。
There is perception, and there is vision, and there is illumination.
1:692
καὶ οὗτος ὁ ἔχων τὸν φωτισμὸν μειζότερός ἐστι τοῦ ἔχοντος τὴν αἴσθησιν
那擁有光照的人,比那只擁有感知的人更大。
And the one who has illumination is greater than the one who has mere perception.
1:693
ἐφωτίσθη γὰρ ὁ νοῦς αὐτοῦ, ὅτι μερίδα τινὰ μειζοτέραν ἔλαβε παρὰ τοῦτον τὸν τὴν αἴσθησιν ἔχοντα, ἐπειδὴ εἶδέ τινα πληροφορίαν ἐν ἑαυτῷ ὁράσεων
因為他的心思被光照了,他所領受的分比那只有感知的人更大,因為他在自己裡面看見了異象的某種完全確據。
For his mind was illumined, because he received a greater portion than this one who has only perception, since he saw within himself a certain full assurance of visions.
1:694
πλὴν ἄλλο ἐστὶν ἀποκάλυψις καὶ ἄλλο φωτισμός
然而啟示是一回事,光照又是另一回事。
Yet revelation is one thing, and illumination another.
1:695
ἀνωτέρα δέ ἐστιν ἡ ἀποκάλυψις, ὅτι πράγματα μεγάλα καὶ μυστήρια θεοῦ ἀποκαλύπτεται τῇ ψυχῇ
啟示是兩者中更高的,因為藉著它,神的大事與奧秘向靈魂顯明。
Revelation is the higher of the two, because great things and the mysteries of God are revealed to the soul.
1:696
Εἰ βλέπει τις διὰ φωτὸς θεϊκοῦ καὶ ἀποκαλύψεως τὴν ψυχήν; Ἀπόκρισις
人是否能藉著神聖的光與啟示看見靈魂呢?答。
Does one see the soul through divine light and revelation? Answer.
1:697
Ὥσπερ οἱ ὀφθαλμοὶ οὗτοι βλέπουσι τὸν ἥλιον, οὕτω καὶ οἱ φωτισθέντες βλέπουσι τὴν εἰκόνα τῆς ψυχῆς, ἀλλὰ ταῦτα ὀλίγοι καὶ Χριστιανοί
正如這雙眼睛能看見太陽,照樣,那些被光照的人也能看見靈魂的形像;然而即使在基督徒之中,能如此的人也是少數。
Just as these bodily eyes see the sun, so also those who have been illumined see the image of the soul; but this is granted to few, even among Christians.
1:698
Εἰ ἔχει μορφὴν ἢ εἰκόνα ἡ ψυχή; Ἀπόκρισις
靈魂是否具有形狀或形像呢?答。
Does the soul have a form or an image? Answer.
1:699
Ἔχει εἰκόνα καὶ μορφὴν ὁμοιάζουσαν τῷ ἀγγέλῳ, ὥσπερ καὶ οἱ ἄγγελοι ἔχουσιν εἰκόνα καὶ μορφήν
靈魂具有形像與形狀,與天使相似,正如天使也有形像與形狀一樣。
It has an image and a form resembling an angel, just as the angels too have an image and a form.
1:700
καὶ ὥσπερ ὁ ἔξω ἄνθρωπος ἔχει εἰκόνα, οὕτω καὶ ὁ ἔσω ὁμοίαν τῷ ἀγγέλῳ ἔχει εἰκόνα καὶ οὐ τῷ ἔξω ἀνθρώπῳ
正如外在的人有其形像,照樣,內在的人也有形像,且與天使相似,而非與外在的人相似。
And just as the outward man has an image, so also the inward man has an image resembling the angel, and not the outward man.
1:701
Εἰ ἄλλος ἐστὶ νοῦς καὶ ἄλλη ψυχή; Ἀπόκρισις
心智與靈魂是否為兩個不同之物?答:
Whether mind and soul are different things? Answer:
1:702
Ὥσπερ τὰ μέλη τοῦ σώματος πολλὰ ὄντα εἷς ἄνθρωπος λέγεται, οὕτω καὶ μέλη ψυχῆς ἐστι πολλά, νοῦς, συνείδησις, λογισμοὶ θέλημα κατηγοροῦντες καὶ ἀπολογούμενοι
正如身體的肢體雖多,卻被稱為一個人,靈魂的肢體也是眾多的:心智、良知、思念與意志,彼此指控又彼此辯護。
Just as the members of the body, though many, are called one man, so too the members of the soul are many — mind, conscience, thoughts, will — accusing and defending one another.
1:703
ἀλλὰ ταῦτα εἰς ἕν εἰσιν ἀποδεδεμένα
但這些都被綁束合而為一。
But these are bound together into one.
1:704
μέλη ἐστὶ ψυχῆς, μία δέ ἐστι ψυχή, εἷς ὁ ἔσω ἄνθρωπος
這些是靈魂的肢體,但靈魂只有一個,內在的人只有一個。
They are members of the soul, but the soul is one, the inner man is one.
1:705
ἔξω ὀφθαλμοὶ βλέπουσι μακρὰν τὰς ἀκάνθας καὶ τοὺς κρημνοὺς καὶ τοὺς βόθρους, οὕτω καὶ ὁ νοῦς προβλέπει γοργότερος ὢν τῆς ἀντικειμένης δυνάμεως τὰς τέχνας καὶ τὰς ἐπισκευὰς καὶ προασφαλίζεται τὴν ψυχήν, ὡς ὀφθαλμὸς ὢν τῆς ψυχῆς
正如外在的眼睛能從遠處看見荊棘、懸崖與坑洞,心智也是如此,牠比那敵對的權勢更為敏銳,能預先察覺其詭計與圖謀,並預先保護靈魂,因為心智正是靈魂的眼睛。
As outward eyes see from afar thorns and precipices and pits, so also the mind, being quicker than the opposing power, foresees its wiles and devices and secures the soul beforehand, being as it were the eye of the soul.
1:706
Οἱ Χριστιανοὶ ἄλλου αἰῶνός εἰσι, γέννημα καινόν, τέκνα πνεύματος ἁγίου, φωτεινοί, ὅμοιοι τοῦ πατρὸς αὐτῶν, τοῦ Ἀδὰμ τοῦ πνευματικοῦ, τοῦ φωτεινοῦ, ἐκείνης τῆς πόλεως, ἐκείνου τοῦ γένους, ἐκείνης τῆς δυνάμεως
基督徒屬於另一個世代,是嶄新的生成,是聖靈的兒女,是光明的,如同他們的父——那屬靈、光明的亞當一樣,屬於那城、那族類、那權能。
Christians are of another age, a new offspring, children of the Holy Spirit, luminous, like their Father, the spiritual Adam, the luminous one, of that city, of that race, of that power.
1:707
οὔκ εἰσι τοῦ κόσμου τούτου, ἄλλου κόσμου εἰσίν·
他們不屬這個世界,乃屬於另一個世界;
They are not of this world; they are of another world.
1:708
οὐκ ἐστὲ ἐκ τοῦ κόσμου.. τούτου, ὡς ἐγὼ οὔκ εἰμι ἐκ τοῦ κόσμου τούτου
你們不屬這個世界,正如我不屬這個世界一樣。
You are not of this world, just as I am not of this world.
1:709
ὥσπερ γὰρ ἔμπορος ἀπὸ πολλῶν μονῶν ἀπερχόμενος καὶ πολυπλασιάζων αὐτοῦ τὴν ἐμπορίαν ἀποστέλλει τοῖς ἰδίοις ἐπὶ τῷ κτισθῆναι αὐτῷ παραδείσους, οἴκους, ἐνδύματα ἀναγκαῖα, καὶ ὅταν ἀναλύσῃ εἰς τὰ ἴδια, πάλιν πλοῦτον πολὺν ἐπιφέρεται, καὶ μετὰ πολλῆς χαρᾶς δέχονται αὐτὸν οἱ ἴδιοι αὐτοῦ, οὕτω πολλῷ μᾶλλον εἰς τὸ πνευματικόν, ὅσοι ἐμπορεύονται τὸν πλοῦτον τὸν ἐπουράνιον, οἴδασι τούτους οἱ συμπολῖται αὐτῶν, τουτέστι τῶν ἁγίων τὰ πνεύματα καὶ τῶν ἀγγέλων, καὶ θαυμάζουσιν ὅτι εἰς μέγα πλοῦτον ἐνέπεσον οἱ ἀδελφοὶ ἡμῶν ἐπὶ τῆς γῆς
正如一個商人從許多驛站出發,不斷擴大他的生意,便先差人送信回去,為他建造樂園、房屋與必需的衣裳;等他返回自己家鄉時,又帶回大量的財富,他自己的家人便滿心歡喜地迎接他——照樣,在屬靈的事上更是如此:那些經營天上財富的人,被他們的同鄉——就是聖徒與天使們的靈——所認識,他們也驚訝,因為我們在地上的弟兄竟落入如此浩大的財富之中。
For just as a merchant, setting out from many way-stations and multiplying his trade, sends word ahead to his own people that gardens, houses, and needful garments be built for him, and when he returns home he brings back with him great wealth besides, and his own people receive him with much joy — so much more in the spiritual realm, those who trade in heavenly riches are known by their fellow citizens, that is, by the spirits of the saints and of the angels, who marvel that our brothers on earth have fallen into such great wealth.
1:710
ἔχοντες οὖν τὸν κύριον μεθ' ἑαυτῶν ἐν τῇ ἀναλύσει, ἐν πολλῇ χαρᾷ ἀπέρχονται πρὸς τοὺς ἄνω, καὶ δέχονται αὐτοὺς οἱ τοῦ κυρίου ἐκεῖ, εὐτρεπίσαντες αὐτοῖς οἴκους καὶ παραδείσους, ἐνδύματα ὁλόλαμπρα καὶ πολυτελῆ
他們既在離世時有主與自己同在,就滿心歡喜地前往上面去,主那裡的人便迎接他們,已為他們預備好房屋與樂園,以及極其光亮華貴的衣裳。
Having the Lord with themselves at their departure, they go up to those above with much joy, and the Lord's own there receive them, having prepared for them houses and gardens, garments wholly radiant and costly.
1:711
Ὅτι καὶ οἱ πνευματικοὶ καὶ οἱ ἔχοντες χαρίσματα πίπτουσιν ἐπαιρόμενοι
論屬靈之人與蒙恩賜之人,若心高氣傲也會跌倒
That even the spiritual, and those who have gifts of grace, fall when they are puffed up.
1:712
Καὶ οἱ χρηστοὶ κατὰ φύσιν, ἐὰν μὴ ἀσφαλίσωνται, κατὰ μικρὸν δι' αὐτῆς τῆς χρηστότητος ὑποσύρονται, καὶ οἱ ἔχοντες σοφίαν δι' αὐτῆς τῆς σοφίας κλέπτονται
即使那些天性善良的人,若不謹慎自守,也會漸漸被那良善本身所牽引而墮落;那些有智慧的人,也會被那智慧本身所欺哄。
Even those who are good by nature, if they do not guard themselves, are gradually dragged down through that very goodness, and those who have wisdom are deceived through that very wisdom.
1:713
χρὴ οὖν ἐν πᾶσι τοῖς μέρεσι συγκεκερασμένον εἶναι τὸν ἄνθρωπον, τὸ χρηστὸν μετὰ τοῦ ἀποτόμου, τὸ σοφὸν μετὰ διακρίσεως, τὸν λόγον μετὰ τοῦ ἔργου, τὸ ὅλον πεποιθέναι ἐπὶ τὸν θεὸν καὶ μὴ ἐφ' ἑαυτόν
所以人在各方面都應當調和適中:良善當與嚴正調和,智慧當與分辨調和,言語當與行為調和;當全心信靠神,而不信靠自己。
One must therefore be tempered in every part: goodness with severity, wisdom with discernment, word with deed, and one's whole trust placed upon God and not upon oneself.
1:714
Οἱ λέγοντες μὴ εἶναι ἁμαρτίαν ἐν ἀνθρώπῳ οὕτως εἰσὶν ὡς ὑπὸ πλημμύρας ὑδάτων πολλῶν καταπεποντισμένοι καὶ ἀπαγόμενοι καὶ λέγοντες ἤχους ὑδάτων ἠκούσαμεν. οὕτω καὶ οὗτοι καταπεποντισμένοι ὑπὸ τοῦ βυθοῦ τῆς κακίας καὶ τῶν κυμάτων οὐ λέγουσιν εἶναι ἐν τῷ νῷ αὐτῶν καὶ τοῖς λογισμοῖς τὴν ἁμαρτίαν
那些說人裡面沒有罪的人,就像被眾水的洪流淹沒沖走,卻仍說「我們聽見了眾水的響聲」的人一樣;照樣,這些人也被邪惡的深淵與波浪所淹沒,卻仍說在他們的心思與思念中並沒有罪。
Those who say there is no sin in man are like those submerged and swept away by a flood of many waters, who yet say, "We have heard the roar of the waters." So too these, submerged by the depths of wickedness and its waves, say that sin is not present in their mind and their thoughts.
1:715
Ἄλλοι εἰσὶν οἱ λόγον λαλοῦντες μὴ ἠρτυμένοι τῷ ἅλατι τῷ ἐπουρανίῳ, ὥστε διηγεῖσθαι περὶ τραπέζης βασιλικῆς καὶ μηδὲν φαγεῖν ἢ κτήσασθαι
另有一些人講論道理,卻未曾用天上的鹽調和,以致他們雖描述君王的筵席,自己卻毫無所食、毫無所得。
There are others who speak words not seasoned with the heavenly salt, so that they describe the royal table yet eat or possess nothing of it.
1:716
ἄλλος δέ ἐστιν ὁ θεασάμενος αὐτὸν τὸν βασιλέα ἀνοιγέντων τῶν θησαυρῶν καὶ εἰσελθὼν καὶ κληρονομήσας καὶ φαγὼν καὶ πιὼν ἐκ τῶν ἐδεσμάτων τῶν πολυτελῶν
但另有一人,親眼見過君王本身,寶庫既已敞開,他便進去承受了產業,並吃喝了那些珍貴的食物。
But another is he who has beheld the King himself, when the treasuries were opened, and has entered in, and inherited, and eaten and drunk of the costly dishes.
1:717
Ὥσπερ δὲ ἵνα ᾖ μήτηρ ἔχουσα υἱὸν μονογενῆ, εὐειδέστατον, σοφόν, ἐφ' ᾧ ἔχει πάσας τὰς ἐλπίδας, καὶ συμβῇ τοῦτον θάψαι, πόνον ἔχει ἄπαυστον καὶ πένθος ἀπαραμύθητον, οὕτω καὶ ὁ νοῦς ὡς ἀποθανούσης τῆς ψυχῆς ἀπὸ.. θεοῦ ὀφείλει ἔχειν πένθος καὶ πόνον καὶ δάκρυα ἄπαυστα, συντετριμμένην ἔχειν τὴν καρδίαν καὶ εἶναι ὑπὸ φόβον καὶ μέριμναν, ἔχειν πείναν καὶ δίψαν τοῦ ἀγαθοῦ πάντοτε
正如假設有一位母親,有一個獨生子,容貌俊美、聰慧過人,她把一切盼望都寄託在他身上,若碰巧要將他安葬,她便有無盡的痛苦與無法安慰的哀傷——照樣,心智也當如此,彷彿靈魂已從神那裡死去一般,應當懷有哀傷、痛苦與不止息的眼淚,當有破碎的心,處於懼怕與掛慮之中,時常對美善之事有飢渴。
Just as, suppose there were a mother with an only-begotten son, most comely and wise, on whom she had set all her hopes, and it happened that she must bury him — she would have unceasing pain and inconsolable grief — so too the mind, as though the soul had died away from God, ought to have grief and pain and unceasing tears, to have a broken heart and to be under fear and anxiety, having hunger and thirst for the good always.
1:718
καὶ τὸν τοιοῦτον λοιπὸν διαδέχεται χάρις θεοῦ καὶ ἐλπίς, καὶ οὐκέτι ἐστὶν ἐν τῷ τοιούτῳ πένθει, ἀλλ' ὡς εὑρὼν τὸν θησαυρὸν χαίρει καὶ πάλιν τρέμει, μήπως ἀπολέσῃ αὐτόν
這樣的人,此後便有神的恩典與盼望相繼臨到,他就不再處於那樣的哀傷之中了,反倒像尋得了寶藏一般歡喜,卻又戰兢,恐怕失去它。
And then the grace of God and hope succeed such a one, and he is no longer in such grief, but rejoices as one who has found a treasure, and yet again trembles lest he lose it.
1:719
Ὥσπερ ἵνα τις εἰς πολλὰς λειτουργίας καὶ ζημίας ἐμπεσὼν μετὰ πολλοῦ καμάτου διαφύγῃ καὶ μετὰ ταῦτα ἐμπέσῃ εἰς περιουσίαν μεγάλην καὶ ὑπόστασιν πολλήν, καὶ οὗτος οὐκέτι δέδοικε ζημίας ἢ πενίαν διὰ τὸν πλεονάσαντα πλοῦτον, οὕτω καὶ οἱ πνευματικοί, πρῶτον διελθόντες εἰς τόπους φοβερούς, εἶτα μεμεστωμένοι χάριτος οὐκέτι δεδοίκασι τοὺς θέλοντας συλῆσαι αὐτούς, ἐπειδὴ ὁ πλοῦτος σύνεστιν αὐτοῖς, ἔχουσι δὲ φόβον, οὐ τὸν τῶν ἀρχαρίων τῶν φοβουμένων τὰ πονηρὰ πνεύματα, ἀλλὰ τὸν φόβον καὶ τὴν μέριμναν, πῶς διοικήσωσι.. τὰ ἐμπιστευθέντα αὐτοῖς πνευματικὰ χαρίσματα
正如假設有人陷入許多公役與損失之中,經過極大的勞苦才得以脫身,此後又獲得龐大的產業與豐厚的家資,他便不再因那增添的財富而懼怕損失或貧窮——照樣,屬靈之人也是如此:他們起初經歷可畏之境,此後充滿了恩典,就不再懼怕那些想要掠奪他們的人,因為財富與他們同在;然而他們仍有懼怕,卻不是初學者懼怕邪靈那樣的懼怕,而是懼怕並掛慮,該如何管理那託付給他們的屬靈恩賜。
Just as, suppose someone, falling into many public burdens and losses, escapes with much toil, and afterward falls into great abundance and much substance, and he no longer fears loss or poverty because of his abounding wealth — so too the spiritual, having first passed through fearful places, and then, filled full with grace, no longer fear those who wish to plunder them, since wealth abides with them; yet they do have fear — not the fear of beginners who fear the evil spirits, but the fear and anxiety of how they should administer the spiritual gifts entrusted to them.
1:720
ἀτάκτους, καὶ ὅσῳ εἰς πλοῦτον χάριτος καὶ φωτός ἐστι, τοσοῦτον ἔχει ἑαυτὸν πένητα καὶ ἐμφυτευθέντα ἐν αὐτῷ ὡς φυσικὸν τὸν τοιοῦτον λογισμόν, καὶ ὅσον εἰσβαίνει εἰς γνῶσιν θεοῦ τοσοῦτον ἔχει ἑαυτὸν ἰδιώτην, καὶ ὅσῳ μανθάνει ὡς μηδὲν εἰδὼς διάκειται
……那些混亂無序的人。而一個人在恩典與光明的財富上越豐富,就越把自己看為貧乏的,這樣的思念彷彿天性一般被植入他裡面;他越進入對神的認識,就越把自己看作無知之人;他學得越多,就越覺得自己彷彿一無所知。
...the disorderly. And the more one abounds in the wealth of grace and light, the more he considers himself poor — this thought being implanted in him as though it were natural; and the more he advances into the knowledge of God, the more he considers himself unlearned; and the more he learns, the more he is disposed as one who knows nothing.
1:721
ταῦτα δὲ ἡ χάρις διακονοῦσα ὡς φύσιν τινὰ ἀπεργάζεται ἐν τῇ ψυχῇ
這一切,恩典藉著服事,在靈魂中造成彷彿本性一般的果效。
These things grace, in its ministry, works into the soul as though they were a kind of nature.
1:722
Ὥσπερ ἵνα ᾖ παιδίον ὑπὸ νεανίσκου ὀξυδρόμου βασταζόμενον οὐκέτι τὸ παιδίον ὃ θέλει πράσσει, ἀλλ' ὁ βαστάζων αὐτὸ περιφέρει ὡς θέλει, οὕτω καὶ ἡ κατὰ βάθος ἐνεργοῦσα χάρις βαστάζει τὸν νοῦν καὶ ἀναφέρει εἰς τοὺς οὐρανοὺς καὶ ἀναφέρει εἰς τὸν ἴδιον κόσμον, εἰς τὴν τελείαν κατάπαυσιν
正如假設有一個孩童被一位健步如飛的青年抱著,那孩童不再照自己的意願行動,而是那抱他的人隨心所欲地帶著他到處走——照樣,那在深處運行的恩典也抱著心智,將它提升到諸天之上,提升到它自己所屬的世界,進入完全的安息之中。
Just as, suppose a child were carried by a swift-running young man, the child no longer does what it wishes, but the one carrying it bears it about as he wishes — so too grace, working in the depths, carries the mind and lifts it up to the heavens, and lifts it up into its own world, into perfect rest.
1:723
Οἱ γὰρ Χριστιανοὶ οὐδὲ ἐν τοῖς θλιβεροῖς πράγμασιν ἄχθονται ἢ λυποῦνται
因為基督徒即使在患難的事上,也不憂愁也不哀傷。
For Christians are not burdened or grieved even in afflictive circumstances.
1:724
ἐὰν ἐξετασθῶσιν ἐν πενίᾳ καὶ κακουχίᾳ ἢ ἐν ἀστοχήμασιν, οὐκ ὀφείλουσιν ἀηδίζεσθαι, ἀλλὰ μᾶλλον χαίρειν καὶ προτιμᾶν τὴν πενίαν ἀντὶ πλούτου, τὴν νηστείαν ἀντὶ τρυφῆς, τὴν ἀδοξίαν ἀντὶ δόξης
若他們在貧窮、困苦或失敗之中受試驗,他們不應心生厭煩,反倒更當喜樂,寧可選擇貧窮而非富足,禁食而非奢華,無名而非榮耀。
If they are tested in poverty and hardship or in failures, they ought not to be displeased, but rather to rejoice and to prefer poverty to wealth, fasting to luxury, dishonor to glory.
1:725
καὶ πάλιν ὅταν ἐμπέσωσιν εἰς πράγματα τρυφηλὰ καὶ ἔνδοξα τοῦ βίου τούτου, ἅπερ προτρέπεται αὐτοὺς εἰς ἀνάπαυσιν ἐλθεῖν τὴν φαινομένην ἢ δόξαν ἢ πλοῦτον ἢ τρυφήν, οὐκ ὀφείλουσιν ἥδεσθαι ἐν τούτοις καὶ ἐπαναπαύεσθαι, ἀλλὰ μᾶλλον ἀποφεύγειν ὡς ἀπὸ πυρός
反過來,當他們陷入今生奢華榮耀的境況之中,這些境況引誘他們去得那外顯的安逸、榮耀、財富或奢華時,他們不應在其中喜悅並安歇,反倒應當像逃離火焰一樣逃離它們。
And again, when they fall into the luxurious and glorious circumstances of this life, which urge them to come to visible rest, or glory, or wealth, or luxury, they ought not to take pleasure in these and rest upon them, but rather to flee from them as from fire.
1:726
Τιμία γάρ ἐστιν ἡ ψυχὴ ὑπὲρ ὅλα τὰ δημιουργήματα
因為靈魂比一切受造之物都更為寶貴。
For the soul is more precious than all created things.
1:727
μόνος γὰρ ὁ ἄνθρωπος κατ' εἰκόνα καὶ ὁμοίωσιν θεοῦ ἐγένετο
因為唯獨人是照著神的形像與樣式被造的。
For man alone was made according to the image and likeness of God.
1:728
ἰδοὺ γὰρ ὁ οὐρανὸς οὗτος πόσος ἐστὶν ὑπερμεγέθης καὶ ἡ γῆ, ὡς τίμια σκεύη τῶν κτισμάτων, ἀλλ' ὁ ἄνθρωπος παρὰ πάντα κτίσματα τίμιός ἐστιν, ἐπειδὴ εἰς αὐτὸν μόνον εὐδόκησεν ὁ κύριος, εἰ καὶ τὰ κήτη τῆς θαλάσσης καὶ τὰ ὄρη καὶ τὰ θηρία εἰς τὸ φαινόμενον μείζω αὐτοῦ εἰσι
看哪,這穹蒼何等浩大無邊,大地也是如此,它們不過是受造之物中珍貴的器皿;但人比一切受造之物都更為寶貴,因為主唯獨喜悅人;縱然海中的巨獸、群山與野獸,就外表看來比人更為龐大。
For behold, how immense is this heaven, and the earth also, being but precious vessels among created things; yet man is more precious than all creatures, since the Lord was well pleased in him alone, even though the sea-monsters and the mountains and the wild beasts are, in outward appearance, greater than he.
1:729
ποιήσωμεν, γάρ φησιν ὁ θεός, ἄνθρωπον κατ' εἰκόνα καὶ ὁμοίωσιν ἡμετέραν
因神說:「我們要照著我們的形像、樣式造人。」
For God says, "Let us make man according to our image and likeness."
1:730
βλέπε οὖν σοῦ τὸ ἀξίωμα, πῶς εἰ τίμιος καὶ παρ' ἀγγέλους, ὁπότε αὐτὸς δι' ἑαυτοῦ εἰς σὴν πρεσβείαν καὶ λύτρωσιν παρεγένετο ἐπὶ τῆς γῆς
你且看看你的尊貴何等,你竟比天使還更寶貴,因祂親自來到地上,為你的代求與救贖而來。
See then your own dignity, how precious you are, even above the angels, since he himself in person came to earth on an embassy for your redemption.
1:731
Ὁ θεὸς οὖν καὶ οἱ ἄγγελοι εἰς τὴν σὴν λύτρωσιν καὶ σωτηρίαν ἦλθον
所以神與眾天使,都是為了你的救贖與拯救而來的。
God, therefore, and the angels came for your redemption and salvation.
1:732
βασιλεὺς υἱὸς βασιλέως συμβούλιον ἐποιήσατο καὶ ἐλθὼν ἔθηκε τὴν ψυχὴν αὐτοῦ ἐπὶ τοῦ σταυροῦ
一位君王、君王之子,設立了計謀,親自前來,將自己的性命放在十字架上。
A king, the son of a king, took counsel, and coming, laid down his soul upon the cross.
1:733
καὶ τοσαύτη ἐστὶν ἀγάπη θεοῦ πρὸς ἄνθρωπον, ὅτι ὁ ἀθάνατος σταυροῦται διὰ σέ
神對人的愛是如此浩大,以致那不死者竟為你被釘十字架。
And so great is the love of God for man, that the Immortal One is crucified for your sake.
1:734
οὕτω γὰρ ἠγάπησεν ὁ θεὸς τὸν κόσμον, ὅτι τὸν υἱὸν αὐτοῦ μονογενῆ ἔδωκεν ὑπὲρ αὐτοῦ·
因神愛世人,甚至將祂的獨生子為世人賜下;
For God so loved the world, that he gave his only-begotten Son for it;
1:735
πῶς οὐχὶ καὶ σὺν αὐτῷ πάντα ἡμῖν χαρίσηται; καὶ ἀλλαχοῦ πάλιν λέγει·
豈不也要與祂一同白白地賜給我們萬物嗎?在別處祂又說:
how will he not also, along with him, freely give us all things? And elsewhere again he says:
1:736
ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι ἐπὶ πᾶσι τοῖς ὑπάρχουσιν αὐτοῦ καταστήσει αὐτόν
我實實在在告訴你們:他要派他管理自己一切所有的。
Amen, amen, I say to you, that he will set him over all his possessions.
1:737
καὶ γὰρ Ἐλισσαῖος ὅτε ἦν εἰς τὸ ὄρος καὶ ἦλθον κατ' αὐτοῦ οἱ ἀλλόφυλοι, τὸ παιδίον ἔλεγε·
當以利沙在山上,異族人前來攻擊他時,那僕童說:
For indeed, when Elisha was on the mountain and the foreigners came against him, the servant boy said:
1:738
πολλοὶ ἔρχονται καθ' ἡμῶν
「有許多人來攻擊我們。」
"Many are coming against us."
1:739
καὶ ἡμεῖς μόνοι ἐσμέν· ἀπεκρίνατο Ἐλισσαῖος·
「而我們卻孤立無援。」以利沙回答說:
"And we are alone." Elisha answered:
1:740
οὐχ ὁρᾷς παρεμβολὰς καὶ πλήθη ἀγγέλων κύκλῳ ἡμῶν βοηθοῦντα ἡμῖν; ὁρᾷς ὅτι τὰ πάντα καὶ πλήθη ἀγγέλων σύνεστι τοῖς τοῦ θεοῦ δούλοις
「你豈不看見四圍有軍營與眾多天使在幫助我們嗎?」你看,萬物,連同眾多天使,都與神的僕人同在。
"Do you not see the encampments and multitudes of angels round about us, helping us?" You see that all things, even multitudes of angels, are present with the servants of God.
1:741
πόση οὖν ἐστιν ἡ ψυχή, ὅτι ὁ θεὸς καὶ οἱ ἄγγελοι ταύτην ἐπιζητοῦσιν εἰς κοινωνίαν ἰδίαν καὶ εἰς τὴν βασιλείαν, καὶ ὁ σατανᾶς καὶ αἱ δυνάμεις αὐτοῦ ταύτην ἐπιζητοῦσιν εἰς τὸ ἴδιον μέρος
靈魂何等尊貴啊,以致神與眾天使都尋求它,要與它有屬己的團契,並要它進入國度;而撒但與牠的權勢也在尋求它,要據為己有。
How great, then, is the soul, that God and the angels seek it for their own fellowship and for the kingdom, while Satan and his powers seek it for their own portion.
1:742
Ἐν τοῖς φαινομένοις γὰρ ὁ βασιλεὺς οὐ διακονεῖται ὑπὸ ἀγελιμαίων, ἀλλ' ὑπὸ ὡραίων, πεπαιδευμένων, οὕτω καὶ εἰς τὸ ἐπουράνιον παλάτιον οἱ ἄμωμοι, οἱ ἀνεπίληπτοι, οἱ καθαροὶ τῇ προαιρέσει καὶ ὡραῖοι, μὴ ἔχοντες μῶμόν τινα, οἱ εὐειδέστατοι, ἐκεῖνοι εἰς κοινωνίαν βασιλέως ἀπέρχονται, οὕτω καὶ εἰς τὸ πνευματικόν·
在世上的事上,君王不由粗鄙的鄉民伺候,而是由俊美、有教養的人伺候;照樣,在那天上的宮殿中,也是那些無瑕的、無可指摘的、心志純潔而俊美的、毫無瑕疵的、極其美麗的人,才得以進入與君王的團契。在屬靈的事上也是如此:
For among visible things, a king is not attended by rustic churls, but by comely, cultivated ones; so also in the heavenly palace, the blameless, the irreproachable, those pure in purpose and comely, having no blemish, the most beautiful — these go to the fellowship of the King. So it is also in the spiritual realm:
1:743
ψυχαὶ αἱ ἐν πᾶθεσιν ἤθεσι καὶ τρόποις χρηστοῖς κεκοσμημέναι αὗται κοινωνοῦσι τῷ ἐπουρανίῳ βασιλεῖ
那些在諸般情感之中,仍以良好的品格與舉止為裝飾的靈魂,這些人才與那位天上的君王有團契。
Souls that, amid the passions, are adorned with good character and manners — these have fellowship with the heavenly King.
1:744
Εἰ εἰς τὸ φαινόμενον ὅπου ἀπέρχεται ἄρχων μεῖναι, καὶ συμβῇ ἐκείνην τὴν οἰκίαν ἔχειν ἀκαθαρσίαν, εὐτρεπίζεται καὶ διακόσμησις πολλὴ γίνεται καὶ ἀρώματα βάλλεται, πόσῳ μᾶλλον ὁ οἶκος τῆς ψυχῆς, εἰς ὃν ὁ κύριος ἀναπαύεται, πολλῆς διακοσμήσεως χρῄζει, ἵνα δυνηθῇ ἐκεῖ εἰσελθεῖν ὁ ἄμωμος καὶ ἄσπιλος καὶ ἀναπαυθῆναι·
在世上的事上,若君王要駐留的地方,恰逢那房屋不潔淨,人便會將它整理妥當,做出許多的裝飾,並灑上香料;何況那靈魂的居所——主要在其中安息的地方——豈不更需要許多的裝飾,好叫那無瑕無疵者能夠進入其中並得安息?
If, in the visible realm, where a ruler goes to stay, it happens that the house has some uncleanness, it is made ready and much adornment takes place and perfumes are put in it — how much more does the house of the soul, in which the Lord rests, need much adornment, so that the Blameless and Spotless One may be able to enter there and find rest.
1:745
εἰς γὰρ τοιαύτην καρδίαν ὁ θεὸς καὶ ὅλη ἡ ἐπουράνιος ἐκκλησία ἐπαναπαύεται
因為神與整個天上的教會,都要安息在這樣的心上。
For upon such a heart God, and the whole heavenly church, rest.
1:746
οὕτω καὶ ὁ θεὸς τὴν ἰδίαν φύσιν μετὰ τῶν ἑαυτοῦ τιμίων ἐμπιστεύει τῇ ψυχῇ
照樣,神也將自己的本性,連同祂自己那些寶貴之物,都託付給了靈魂。
So too God entrusts his own nature, together with his own precious things, to the soul.
1:747
Εἰς τὸ φαινόμενον, ἐὰν ᾖ πόλεμος (καὶ ἔλθῃ ὁ βασιλεὺς μετὰ τοῦ στρατοῦ εἰς τὸ πολεμῆσαι), καὶ ἐὰν ᾖ τὸ ἓν μέρος ἐλάχιστον, εὐθέως ἀποστέλλει πρεσβείαν τὰ πρὸς εἰρήνην ζητῶν
在世上的事上,若有戰爭(君王率軍前來爭戰),若有一方力量甚為弱小,便立刻差遣使者,尋求和平;
In the visible realm, if there is war (and the king comes with his army to fight), and if the one side is very small, it immediately sends an embassy, seeking terms of peace.
1:748
ἐὰν δὲ ᾖ ἔθνος μέγιστον πρὸς ἔθνος μέγιστον, οἷον βασιλεὺς Περσῶν πρὸς βασιλέα Ῥωμαίων, ἀνάγκη ὅτι οἱ δύο βασιλεῖς μετὰ ὅλων τῶν στρατοπέδων κινοῦνται
但若是大國對大國,如波斯王對羅馬王,那麼兩位君王必然率領全軍出動。
But if it is a very great nation against a very great nation, such as the king of the Persians against the king of the Romans, it is inevitable that the two kings move with all their armies.
1:749
βλέπεις ὁποῖον σοῦ ἐστι τὸ ἀξίωμα, ὅτι ὁ θεὸς ἐκινήθη μετὰ τοῦ ἰδίου στρατοπέδου, μετὰ τῶν ἀγγέλων καὶ τῶν πνευμάτων συμβαλεῖν τῷ ἀντικειμένῳ, ἵνα σε λυτρώσηται ἐκ τοῦ θανάτου
你看你的尊貴何等:神竟率領自己的軍隊、眾天使與眾靈,前來與那敵對者交戰,為要救贖你脫離死亡。
You see what sort of dignity is yours, that God moved with his own army, with the angels and the spirits, to engage the adversary in battle, so that he might redeem you from death.
1:750
Ὥσπερ ἵνα ᾖ βασιλεὺς καὶ εὕρῃ πτωχὸν ἔχοντα λέπραν εἰς ὅλα τὰ μέλη, καὶ μὴ ἐπαισχυνθῇ, ἀλλὰ θῇ αὐτῷ φάρμακα εἰς ὅλα τὰ τραύματα καὶ ἰάσηται αὐτοῦ τὰς πληγὰς καὶ εἰς τράπεζαν βασιλικὴν ἀπενέγκῃ καὶ περιθῇ αὐτῷ πορφύραν καὶ ποιήσῃ αὐτὸν βασιλέα, οὕτω καὶ ὁ θεὸς ἐποίησε τῷ γένει τῶν ἀνθρώπων
正如假設有一位君王,遇見一個渾身長滿痲瘋的窮人,他不但不以為恥,反倒為他一切的傷口敷上藥物,醫治他的創傷,領他到王的筵席上,給他披上紫袍,使他成為君王——照樣,神也如此對待人類。
Just as, suppose there were a king who found a poor man covered with leprosy in all his members, and he was not ashamed, but applied medicines to all his wounds, and healed his sores, and brought him to the royal table, and clothed him in purple, and made him a king — so also God has done for the race of men.
1:751
ἀπέπλυνεν αὐτῶν τὰ τραύματα καὶ ἰάσατο αὐτοὺς καὶ εἰσ.. ήγαγεν αὐτοὺς εἰς τὸν ἐπουράνιον νυμφῶνα
祂洗淨了他們的創傷,醫治了他們,並領他們進入那天上的新房。
He washed away their wounds, and healed them, and led them into the heavenly bridal chamber.
1:752
μέγα οὖν ἐστι τὸ ἀξίωμα τῶν Χριστιανῶν τοιοῦτον, ὅτι ἀπ' ἀρχῆς ( ἐξ οὗ ἐκτίσθη ὁ Ἀδάμ) ἕως τῆς συντελείας τοῦ κόσμου εἰ ἠγωνίζετο πρὸς τὸν σατανᾶν, οὐδὲν ἄξιον ἐποίει πρὸς τὸ δόμα, πρὸς τὴν δωρεὰν καὶ τὴν δόξαν, ἣν μέλλει κληρονομεῖν ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν, ἀντιπράττων καὶ ἀντιμαχόμενος
基督徒的尊貴是如此浩大,以致從起初(自亞當受造之時)直到世界的終末,若有人與撒但爭戰,抵擋牠、與牠交鋒,他所做的一切,都比不上那將要在諸天之國中承受的恩賜、白白的贈與與榮耀,配不上分毫。
Great, then, is the dignity of the Christians, of such a kind that even if, from the beginning — from when Adam was created — until the consummation of the world, one were to struggle against Satan, resisting and fighting against him, he would do nothing worthy in comparison to the gift, the free gift and the glory that he is destined to inherit in the kingdom of the heavens.
1:753
Ἐὰν δὲ μετεωρίζῃ καὶ ἐκλύῃ, ἔοικας τινί; ὥσπερ γὰρ ἵνα ᾖ πόλις μὴ ἔχουσα τεῖχος καὶ οἱ λῃσταὶ ὅθεν θέλουσιν εἰσέρχονται μὴ ἐμποδιζόμενοι καὶ ἐρημοῦσι καὶ ἐμπυρίζουσιν, οὕτως ἀμελοῦντός σου καὶ μὴ ἑαυτῷ ὀργιζομένου εἰσέρχονται τὰ πνεύματα τῆς πονηρίας καὶ ἀφανίζουσι καὶ ἐρημοῦσι τὸν νοῦν, σκορπίζοντες τοὺς διαλογισμοὺς εἰς τὸν αἰῶνα τοῦτον
但你若心神渙散、鬆懈下來,你像什麼呢?正如假設有一座沒有城牆的城,強盜便從任何地方毫無阻攔地進入,將它蹂躪並焚燒——照樣,當你疏忽大意、不對自己動怒時,邪惡的靈便乘虛而入,摧毀並蹂躪你的心智,將你的思念驅散於這個世代之中。
But if you become distracted and slack, what are you like? For just as, suppose there were a city having no wall, and robbers enter from wherever they wish, unhindered, and lay it waste and set it on fire — so, while you are negligent and not angry at yourself, the spirits of wickedness enter and destroy and lay waste the mind, scattering your thoughts into this present age.
1:754
Πολλοὶ γὰρ περὶ τὰ ἔξωθεν ἀκριβευόμενοι καὶ ἐπιστήμην ἀσκοῦντες καὶ βίου ὀρθοῦ ἐπιμελούμενοι τοῦτο νομίζουσιν εἶναι τὸ τέλειον, μὴ ἐγκύπτοντες εἰς τὴν ἑαυτῶν καρδίαν καὶ ὁρῶντες τὰ ἐκεῖ συνέχοντα τὴν ψυχὴν κακά
因為許多人只在外表的事上一絲不苟,操練學問,並謹守正直的生活,就以為這樣便是完全,卻不俯身察看自己的內心,看不見那裡糾纏靈魂的種種罪惡。
For many, being scrupulous about outward things, and practicing knowledge, and taking care for an upright life, suppose this to be perfection, not stooping to look into their own heart and to see the evils there that hold the soul fast.
1:755
ἐπειδὴ ἡ ῥίζα τῆς κακίας ἐνδότερον τῶν μελῶν τοῦ σώματός ἐστι, καὶ ὁ λῃστὴς ἐν τῇ οἰκίᾳ ἐστί, τοῦτό ἐστιν ἡ ἐναντία δύναμις ὑποστατικὴ οὖσα νοερά, καὶ ἐὰν μή τις θῇ ἀγῶνα κατὰ τῆς ἁμαρτίας, κατὰ μέρος ὑπερεκχυνομένη ἡ ἔσωθεν κακία διὰ τὸν πλεονασμὸν φέρει τὸν ἄνθρωπον καὶ εἰς τὸ φανερὰς ἁμαρτίας κατεργάζεσθαι
因為邪惡的根,深植在身體肢體的更深之處;強盜就在屋內,這就是那敵對的權勢,是一個具位格、有理性的實體;若人不與罪爭戰,那內在的邪惡便會逐漸氾濫,因其增多而把人帶到犯下明顯之罪的地步。
For the root of wickedness lies deeper within than the members of the body, and the robber is in the house — that is, the opposing power, which is a subsistent, intelligent reality; and if one does not wage a struggle against sin, the evil within, overflowing bit by bit, through its increase carries the man on even to committing manifest sins.
1:756
ἐπειδὴ ὡς ὀφθαλμὸς πηγῆς ἐστι πάντοτε βρύων καὶ εὐθὺς οὐ γίνῃ ἐπὶ τὸ ἐπισχεῖν τὰ ῥεύματα, ἀλλὰ συντίθῃ καὶ συνηδύνῃ καὶ λοιπὸν ἐμπίπτων εἰς μυρία κακὰ ὡς θαμβούμενος εἶ καὶ ἔκφρων γενόμενος
因為這正如泉眼常年湧流一般,你若不立刻設法攔阻那水流,反倒與它同意、與它一同享樂,最終便會陷入無數的邪惡之中,如同昏眩失神、喪失心智一般。
Since it is like the mouth of a spring that is always welling up, and if you do not immediately set yourself to check the flowing streams, but instead consent to them and take pleasure in them, then, falling into countless evils, you are as one dazed and out of your senses.
1:757
Ὃν τρόπον ἵνα ᾖ τις εὐγενής, ἀμέριμνος πλούσιος, καὶ τοῦτον οἱ διάκονοι τοῦ ἄρχοντος, οἱ ὀφφικιάλιοι, ἁρπάσουσιν ἀποφέροντες, πρὸς αὐτὸν λέγοντες ὅτι κατηγορήθης ἐπὶ ἐγκλήματι καὶ θανάτῳ ὑπόκεισαι, λοιπὸν ἐκ τοῦ φόβου ἀπώλεσεν ὅλας αὐτοῦ τὰς ἐνθυμήσεις καὶ ὥσπερ τεθαμβωμένος ἐστίν
正如假設有一位出身高貴、無憂無慮的富人,君王的僕役、官吏卻將他捉拿帶走,對他說他已被控犯罪,性命難保——於是他因懼怕而喪失了一切心思,如同呆若木雞一般;
In the manner that, suppose there were a certain nobleman, carefree and wealthy, and the ruler's officers, the officials, seize him and carry him off, telling him that he has been accused of a crime and is liable to death — thereupon, out of fear, he loses all his thoughts, and is as one utterly stunned;
1:758
οὕτως ὑπολάμβανέ μοι καὶ περὶ τῶν πνευμάτων τῆς πονηρίας
你也當這樣理解關於邪惡諸靈的事。
in this way, understand for me also concerning the spirits of wickedness.
1:759
Καὶ γὰρ ὁ φαινόμενος κόσμος ἀπὸ βασιλέως καὶ ἕως πτωχοῦ ἐν θορύβῳ εἰσὶ καὶ ἀκαταστασίᾳ καὶ μάχῃ, καὶ οὐδεὶς αὐτῶν οἶδε τὴν αἰτίαν, ἐπειδὴ οὐκ ἔστι φαινόμενον τὸ κακὸν τὸ παρεισελθὸν διὰ τῆς παρακοῆς τοῦ Ἀδάμ, τὸ κέντρον τοῦ θανάτου ἡ ἁμαρτία
因為這可見的世界,從君王直到窮人,都處於喧嚷、紊亂與爭鬥之中,卻無人知道其緣故,因為那藉著亞當的悖逆潛入的邪惡——那死亡的毒鉤,就是罪——並不是可見的。
For indeed the visible world, from king to pauper, is in tumult and disorder and conflict, and none of them knows the cause, since the evil that stole in through the disobedience of Adam — sin, the sting of death — is not something visible.
1:760
ἡ γὰρ παρεισελθοῦσα δύναμις λογικὴ καὶ οὐσία νοερὰ τοῦ σατανᾶ ἐνέσπειρε πάντα τὰ κακά, ἐπειδὴ λεληθότως εἰς τὸν ἔσω ἄνθρωπον καὶ εἰς τὸν νοῦν ἐνεργεῖ καὶ μάχεται τοῖς λογισμοῖς, καὶ οὐκ οἴδασιν οἱ ἄνθρωποι, ὅτι ὑπὸ ἀλλοτρίας δυνάμεως ἐλαυνόμενοι ταῦτα πράττουσιν, ἀλλὰ νομίζουσι φυσικὰ ταῦτα εἶναι καὶ ἀπὸ ἰδίας φύσεως ταῦτα ποιεῖν
因為那潛入的、屬撒但的理性權勢與有靈之實體,播撒了一切邪惡,因牠在內心之人與心智中暗中運行,與人的思念爭戰;人們卻不知道,他們是被一種外來的權勢所驅使而如此行事,反倒以為這些是天性使然,是出於自己本性而做的。
For the rational power and intelligent essence of Satan, having stolen in, has sown all the evils, since it works secretly upon the inner man and upon the mind, and fights against the thoughts; and men do not know that they do these things being driven by an alien power, but they suppose these things to be natural, and that they do them from their own nature.
1:761
οἱ δὲ ἔχοντες τὴν εἰρήνην τοῦ Χριστοῦ ἐν αὐτῷ τῷ νῷ καὶ τὸν φωτισμὸν αὐτοῦ.. οἴδασι, πόθεν ταῦτα κινεῖται
但那些在心智之中懷有基督的平安、並蒙祂光照的人,卻知道這些事是從何而來被激動的。
But those who have the peace of Christ in the mind itself, and his illumination, know from where these things are stirred.
1:762
πάσχει γὰρ οὗτος ὁ κόσμος πάθος κακίας καὶ οὐκ οἴδασιν
因為這世界正遭受邪惡之苦,卻渾然不知。
For this world suffers the affliction of wickedness, and they do not know it.
1:763
οἱ οὖν συγγαργαλιζόμενοι καὶ συνηδόμενοι ἔνδον ἐν τῇ καρδίᾳ ἐπιτελοῦσι τὴν πορνείαν, καὶ οὕτω νεμομένου τοῦ κακοῦ καταπίπτουσι καὶ εἰς φανερὰν πορνείαν
那些在心中暗自竊喜、彼此取樂的人,其實已在心裡成就了淫亂;如此,邪惡便逐漸滋長蔓延,他們也隨之墮入明顯的淫亂之中。
Those, then, who are inwardly tickled and take pleasure together within the heart, accomplish fornication there; and thus, as the evil spreads, they fall also into manifest fornication.
1:764
τὸ αὐτὸ νόει καὶ περὶ τῆς φιλαργυρίας καὶ.. κενοδοξίας, τυφώσεως, ζήλου, θυμοῦ
關於貪愛錢財、虛榮、自負、嫉妒與忿怒,也當作如是想。
Understand the same also concerning love of money, and vainglory, conceit, envy, and anger.
1:765
ὥσπερ ἵνα τις κληθῇ εἰς ἄριστον καὶ παρατεθῇ ἐδέσματα πολλά
正如假設有人被邀赴宴,面前擺滿了許多美食,
Just as, suppose someone were invited to a banquet, and many dishes were set before him,
1:766
λοιπὸν ἡ ἁμαρτία ὑποβάλλει πάντων ἅψασθαι,.. καὶ οὕτως ἡ ψυχὴ συνηδομένη βαρύνεται
於是罪便慫恿他樣樣都嘗一嘗……如此靈魂因與之同樂,便沉重不堪。
then sin suggests that he partake of them all, and thus the soul, taking pleasure along with it, is weighed down.
1:767
ὄρη γάρ ἐστι δύσβατα ἐν μέσῳ καὶ ποταμοὶ καὶ πλῆθος δρακόντων καὶ θηρίων ἰοβόλων καὶ ἑρπετῶν
因為途中有難以穿越的高山、江河,並有成群的巨蟒、毒蟲與爬蟲。
For there are impassable mountains in between, and rivers, and a multitude of serpents and venomous beasts and reptiles.
1:768
καὶ ὥσπερ ἵνα ᾖ κῆτος καὶ καταπίῃ τὸν ἄνθρωπον ἐν τῇ κοιλίᾳ, οὕτω καὶ ἡ ἁμαρτία καταπίνει τὰς ψυχάς
正如假設有一條巨獸,把人吞入腹中,照樣,罪也吞噬人的靈魂。
And just as, suppose there were a sea-monster that swallowed a man into its belly, so too sin swallows up souls.
1:769
φλόγες πυρός εἰσι καίουσαι καὶ βέλη πεπυ.. ρωμένα
有燃燒的火焰,也有火燙的箭矢。
There are flames of fire, burning, and fiery darts.
1:770
ἐνεμήθη γὰρ τὸ κακὸν ἐν ταῖς ψυχαῖς καὶ ἐθεμελίωσεν
因為邪惡已在諸靈魂之中蔓延,並且立下了根基。
For the evil has spread itself among souls and has laid its foundation.
1:771
οἱ δὲ φρόνιμοι, ὅταν ἐπαναστῇ τὰ πάθη, οὐχ ὑπακούουσιν, ἀλλὰ μετὰ τὸ ἄρξασθαι ὑποβάλλειν ἀπωθοῦνται καὶ ὀργίζονται ταῖς κακαῖς ἐπιθυμίαις καὶ ἑαυτῶν ἔχοροι γίνονται
但明智的人,當情慾興起時,並不順從,反而在情慾開始煽動之後便將其推開,對邪惡的慾望動怒,甚至與自己為敵。
But the prudent, when the passions rise up, do not obey them; rather, once the passions begin to insinuate themselves, they thrust them away and grow angry at the evil desires, becoming enemies to themselves.
1:772
ὁ γὰρ σατανᾶς πολὺ θέλει τῇ ψυχῇ ἐπαναπαυθῆναι καὶ ἐφαπλωθῆναι,.. καὶ θλίβεται καὶ στενοχωρεῖται μὴ ὑπακουούσης αὐτῆς τῆς ψυχῆς
因為撒但極其渴望棲息在靈魂之中並在其中舒展開來……當靈魂不順從他時,他便感到苦惱和窘迫。
For Satan greatly desires to rest upon the soul and to spread himself out in it... and he is afflicted and constrained when the soul does not obey him.
1:773
εἰσὶ δέ τινες κρατούμενοι ὑπὸ θείας δυνάμεως, οἱ ἐὰν ἴδωσι νέον μετὰ γυναικός, εἰ καὶ οὐ λογίζονταί τινα ὅλως, οὐδὲ μιαίνεται ὁ νοῦς αὐτῶν, οὐδὲ ἐπιτελοῦσιν ἔνδον ἁμαρτίαν, ἀλλ' οὔπω ἐστὶ τῷ τοιούτῳ πράγματι θαρρῆσαι
然而也有一些人被神聖的能力所把持,他們即使看見少年與婦人在一起,雖然絲毫不起邪念,心思也不被玷污,內心也不犯罪,但對這樣的境況尚不可掉以輕心。
But there are some held fast by divine power, who, even if they see a young man with a woman, though they entertain no thought at all, nor is their mind defiled, nor do they commit sin within themselves, yet it is not yet safe to have confidence in such a state.
1:774
εἰσὶ δὲ ἄλλοι, εἰς οὓς τελείως πέπαυται τὰ πάθη καὶ κατεσβέσθη καὶ ἐξηράνθη·
但也有另一些人,在他們裡面情慾已經完全止息,被撲滅,枯乾了。
But there are others in whom the passions have completely ceased and been quenched and dried up.
1:775
ἀλλὰ τὰ μέτρα ταῦτα τῶν μεγάλων εἰσίν
然而這樣的境界乃是屬於偉大之人的。
But these measures belong to the great.
1:776
Ὥσπερ οἱ ἔμπειροι γυμνοὶ κατέρχονται εἰς βυθὸν θαλάσσης καὶ εἰς θάνατον τοῦ ὕδατος, ἵνα ἐκεῖ εὕρωσι μαργαρίτας προχωροῦντας εἰς τὸν στέφανον τοῦ βασιλέως καὶ εἰς τὴν πορφύραν, οὕτω καὶ οἱ μονάζοντες γυμνοὶ ἐξέρχονται ἐκ τοῦ κόσμου καὶ κατέρχονται εἰς βυθὸν θαλάσσης τῆς κακίας καὶ εἰς τὴν ἄβυσσον τοῦ σκότους καὶ ἀπὸ τῶν βαθέων λαμβάνουσι καὶ ἀναφέρουσι λίθους τιμίους καὶ μαργαρίτας προχωροῦντας εἰς τὸν στέφανον τοῦ Χριστοῦ, εἰς τὴν ἐκκλησίαν τὴν ἐπουράνιον, εἰς αἰῶνα καινὸν καὶ πόλιν φωτεινὴν καὶ δῆμον ἀγγελικόν
正如經驗豐富的潛水者赤身下潛到海的深處,進入水的死域,為要在那裡尋得珍珠,好進入君王的冠冕與紫袍之中;同樣,修士們也赤身出離世界,下降到邪惡之海的深處,進入黑暗的深淵,從那深處取出並帶上寶石與珍珠,好進入基督的冠冕之中,進入那屬天的教會,進入嶄新的世代、光明之城與天使的群體之中。
Just as experienced divers descend naked into the depth of the sea and into the death of the water, that there they may find pearls fit to enter the crown of the king and the purple, so also monks go forth naked out of the world and descend into the depth of the sea of wickedness and into the abyss of darkness, and from the depths they take and bring up precious stones and pearls fit to enter the crown of Christ, into the heavenly church, into a new age and a city of light and an assembly of angels.
1:777
Ὥσπερ γὰρ ἐν τῇ σαγήνῃ πολλὰ εἴδη ἐμπίπτει, καὶ τὰ ἀχρηστότερα πάλιν ὁ θηρατὴς εἰς τὸν βυθὸν ῥίπτει, οὕτω καὶ ἡ σαγήνη τῆς χάριτος ἐφαπλοῦται εἰς πάντας καὶ ζητεῖ ἀνάπαυσιν, καὶ οἱ ἄνθρωποι οὐχ ὑπακούουσιν·
正如許多種類落入大網之中,漁夫又把那較無用的拋回深處;照樣,恩典的大網也向眾人張開,尋求安歇之處,但人卻不順從。
For just as many kinds of creatures fall into the dragnet, and the more useless ones the fisherman again throws back into the deep, so also the dragnet of grace is spread out over all and seeks rest, but men do not obey.
1:778
διὰ τοῦτο πάλιν εἰς αὐτὸν τὸν βυθὸν τοῦ σκότους ῥίπτονται
因此他們又被拋回黑暗的深淵之中。
Therefore they are thrown back again into that very depth of darkness.
1:779
Ὥσπερ γὰρ ὁ χρυσὸς ἀπὸ πολλῆς ἄμμου πλυνόμενος εὑρίσκεται ὡς κέγχρος,.. οὕτω καὶ ἀπὸ πολλῶν ὀλίγοι εἰσὶ δόκιμοι, ἐπειδὴ οἱ ἔχοντες τὸ ἔργον τῆς βασιλείας φανεροί εἰσι καὶ οἱ κοσμοῦντες τὸν λόγον αὐτῶν φαίνονται, ὁμοίως δὲ καὶ οἱ ἠρτυμένοι τῷ ἅλατι τῷ ἐπουρανίῳ καὶ ἐκ τῶν θησαυρῶν τοῦ πνεύματος λαλοῦντες
正如金子從許多沙中淘洗出來,所得不過如粟粒大小……同樣,眾多人中蒙試驗合格的也只是少數,因為那些擁有天國之工的人是顯明的,那些以言語裝點自己教訓的人也是顯而易見的;同樣,那些用屬天的鹽調和、從聖靈的寶庫中發言的人也是如此。
For just as gold, washed out from much sand, is found only the size of a millet seed... so also out of many, few are found approved, since those who possess the work of the kingdom are manifest, and those who adorn their teaching appear clearly; likewise also those who are seasoned with the heavenly salt and speak out of the treasuries of the Spirit.
1:780
καὶ φαίνεται σκεύη, ἐν οἷς ὁ θεὸς εὐδοκεῖ καὶ δίδωσι τὴν ἑαυτοῦ χάριν
於是便顯出那些器皿,神喜悅他們,並將自己的恩典賜給他們。
And there appear vessels in which God is well pleased and gives his own grace.
1:781
καὶ ἄλλοι μετὰ πολλῆς ὑπομονῆς δέχονται τὴν ἁγιαστικὴν δύναμιν, καθὼς ὁ κύριος θέλει πολυτρόπως
另有人則以極大的忍耐領受那使人成聖的能力,正如主以多樣的方式所願意的那樣。
And others receive the sanctifying power with much patience, just as the Lord wills, in many different ways.
1:782
ὁ οὖν λαλῶν, ἐὰν μὴ ᾖ ὁδηγούμενος ὑπὸ φωτὸς οὐρανίου καὶ σοφίας, οὐ δύναται πληροφορεῖν τὸν ἑκάστου νοῦν, ἐπειδὴ πολλαί εἰσιν αἱ προαιρέσεις, αἱ μὲν ἐν πολέμῳ, ἄλλαι ἐν ἀναπαύσει
因此,說話的人若不是被屬天的光與智慧所引導,就不能使每個人的心思得著充分的確據,因為人的心志各有不同,有的正處於爭戰之中,有的則處於安息之中。
He who speaks, then, if he is not guided by heavenly light and wisdom, cannot fully assure the mind of each hearer, since the dispositions of souls are many—some are in warfare, others at rest.
1:783
Ὥσπερ ἵνα ᾖ πόλις ἠρημωμένη, καὶ θέλῃ τις ταύτην ἀνακτίσαι, εὐθέως τὰ ὑπεκρεύσαντα καὶ καταπεσόντα τελείως καταβάλλει, καὶ οὕτως ἄρχεται σκάπτειν καὶ προβάλλεσθαι τὴν οἰκοδομήν·
正如若有一座荒廢的城,有人想要重建它,他必先將那已經崩塌傾頹的部分徹底拆除,然後才開始挖掘、奠立建築的根基。
Just as if there were a desolate city, and someone wished to rebuild it, he would first completely tear down the parts that had crumbled and fallen away, and thus begin to dig and lay out the foundation of the building;
1:784
ἢ ὥσπερ τις παράδεισον οἰκοδομεῖ εἰς τόπους ἐρήμους καὶ δυσώδεις, πρῶτον ἄρχεται καθαρίζειν καὶ φραγμὸν περιτιθέναι καὶ ἑτοιμάζειν ὀχετοὺς καὶ φυτεύειν, ἵνα μετὰ πολὺν χρόνον ἐξενέγκῃ καρποὺς ὁ παράδεισος, οὕτω καὶ αἱ προαιρέσεις τῶν ἀνθρώπων μετὰ τὴν παράβασιν κεχερσωμέναι εἰσίν, ἠρημωμέναι, ἀκανθώδεις·
又如有人在荒蕪而惡臭之地開闢一座園子,他先要清理、築起籬笆、預備水道並栽種,好叫這園子經過長時間之後結出果子;照樣,人的心志在犯罪之後也是荒廢、荒蕪、長滿荊棘的。
or just as someone builds a garden in desolate and foul-smelling places, he first begins to clear it and set a fence around it and prepare water channels and plant, so that after a long time the garden may bring forth fruit—so also the dispositions of men, after the transgression, are untilled, desolate, thorny.
1:785
τριβόλους καὶ ἀκάνθας ἀνατελεῖ σοι ἡ γῆ
地必給你長出荊棘和蒺藜來。(參創世記3:18)
Thorns and thistles shall the earth bring forth for you (cf. Genesis 3:18).
1:786
χρεία οὖν καμάτου καὶ κόπου πολλοῦ, ἵνα τις ζητήσῃ καὶ θῇση τὸν θεμέλιον, ἕως οὗ ἔλθῃ εἰς τὰς καρδίας τὸ ἐπουράνιον πῦρ καὶ ἄρξηται περικαθαίρειν τὰς ἀκάνθαςκαὶ οὕτως ἄρχονται ἁγιάζεσθαι
因此需要極大的勞苦與辛勞,使人尋求並奠立根基,直等到那屬天的火進入心中,開始清除荊棘,如此他們才開始成聖。
There is need, then, of much labor and toil, that one may seek out and lay the foundation, until the heavenly fire comes into the hearts and begins to clear away the thorns—and thus they begin to be sanctified.
1:787
εἰσι, προθυμοποιοῦντες τὴν ψυχήν, αὐτοὶ δὲ οὗτοι οἱ λόγοι ἔργων χρῄζουσιν
有些話語能激發靈魂的熱忱,然而這些話語本身仍需要行為的配合。
There are words that stir up eagerness in the soul, but these very words have need of works.
1:788
ἰδοὺ γὰρ γραφαὶ καὶ νόμος καὶ διδάσκαλοι καὶ ὁ θεὸς λαλοῦσι λόγους, ἵνα οὗτοι οἱ λόγοι ἐν ἔργῳ γένωνται τῇ.. ψυχῇ
看哪,經卷、律法、教師,以及神自己都說出話語,為要使這些話語在靈魂中成為實際的行為。
For behold, the Scriptures and the Law and teachers and God speak words, so that these words may become deed within the soul.
1:789
καὶ γὰρ ἐλθὼν ὁ κύριος ἐπὶ τῆς γῆς ἔργον ἐποίησεν ἐν αὐτῇ, εἰργάσατο γὰρ τὴν χερσωθεῖσαν γῆν καὶ ἐρημωθεῖσαν καὶ ἐξέβαλεν ἐξ αὐτῆς ἀκάνθας καὶ τριβόλους καὶ ἔλαβεν ἐξ αὐτῆς φυτὸν νέον καὶ ἐφύτευσεν ἐν αὐτῇ οὐράνιον φυτείαν καινήν
因為主降臨地上,在地上做成了一件工作:他耕耘那荒蕪廢棄之地,從其中除去荊棘和蒺藜,清除了那野生的雜草,又在其中栽種了嶄新屬天的園圃。
For indeed the Lord, having come upon the earth, performed a work on it: he tilled the fallow and desolate earth, and cast out from it thorns and thistles, and removed from it the wild growth, and planted in it a new, heavenly planting.
1:790
εἰ γὰρ ἤθελε γυμνῇ τῇ θεότητι κατελθεῖν ἐπὶ γῆς, οὔτε οἱ ἄνθρωποι ἠδύναντο ἰδεῖν τὴν δόξαν αὐτοῦ οὔτε αὐτὸς ὁ θάνατος ἠδύνατο ὑπενεγκεῖν οὔτε ὑποστῆναι ἡ κτίσις
因為倘若他願意以赤裸的神性降臨地上,人就無法看見他的榮耀,死亡本身也無法承受,受造之物也無法承受得住。
For if he had wished to come down upon the earth with his bare divinity, neither could men have seen his glory, nor could death itself have endured it, nor could creation have withstood it.
1:791
ἀλλ' εἰς ἓν μέρος ἔθηκε τῆς δόξης αὐτοῦ τὸ μέγεθος καὶ ἐχρήσατο ἐργαλείοις γεωργικοῖς καὶ σχῆμα ἀνέλαβε γεωργοῦ, ὁμοίως δὲ καὶ ἐνδύματα ἐνεδύσατο τὰ σκεύη τοῦ σώματος καὶ τῆς ψυχῆς καὶ οὕτως εἰσελθὼν τὴν ἔρημον γῆν τῆς καρδίας εἰργάσατο
他反而在某種程度上收斂了自己榮耀的浩大,運用了農耕的器具,取了農夫的形像;同樣,他也穿上了身體與靈魂這些器皿作為衣裳,如此進入,耕耘了心靈那荒蕪之地。
But he set aside, in one respect, the greatness of his glory, and made use of farming tools, and took up the form of a farmer; and likewise he put on as garments the vessels of body and soul, and thus, entering in, he worked the desolate earth of the heart.
1:792
εἰ γὰρ τὴν δόξαν Μωϋσέως ὑπενεγκεῖν Ἰσραὴλ οὐκ ἠδυνήθη, πόσῳ μᾶλλον τὴν θεϊκὴν δόξαν οὐδεὶς ἐδύνατο ὑποστῆναι
若以色列人尚且不能忍受摩西臉上的榮光,何況那神性的榮耀,更沒有人能承受得住。
For if Israel could not endure the glory of Moses, how much more could no one withstand the divine glory.
1:793
ἀνέλαβεν οὖν σχῆμα γεωργοῦ καὶ ἔνδυμα ζευγηλάτου
因此他取了農夫的形像,穿上了扶犁牽牛者的衣裳。
He therefore took up the form of a farmer and the garment of a plowman.
1:794
ὥσπερ ἵνα ᾖ ἐργάτης καὶ λάβῃ τὰ ἐργατικὰ σκεύη καὶ τὰ τοῦ ἀρότρου καὶ οὕτω σκάψῃ τὴν γῆν, οὕτως ὁ κύριος λαβὼν τὸ ἔνδυμα τὸ ἐργατικὸν ἔβαλεν ἐργάτας εἰς τὴν γῆν καὶ εἰργάσατο καὶ ἔσκαψε κατὰ βάθους καὶ ἔβαλε σπόρον ἐπουράνιον
正如若有一個工人拿起勞作的器具與犁具,如此挖掘土地;照樣,主披上工人的衣裳,差遣工人進入地裡,親自耕耘,深深挖掘,撒下屬天的種子。
Just as if there were a laborer who took up the tools of labor and those of the plow, and thus dug the ground, so the Lord, taking on the garment of a laborer, sent laborers into the ground, and worked and dug deep, and cast in heavenly seed.
1:795
Ὥσπερ γὰρ ἐν δικαστηρίῳ καθέζεται ὁ ἄρχων πρὸ βήματος καὶ λοιπὸν εἰς τὴν θύραν τίθεται παραπέτασμα, ἵνα οἱ ἔξωθεν προθυμότεροι ὦσι καὶ ἄφοβοι, οὕτως αὐτὴ ἡ θεότης ἐκρύβη εἰς τὴν ἀνθρωπότητα καὶ ὡς καλύμματι ἢ παραπετάσματι τοῦ ἀνθρώπου τῷ σώματι ἀπεχρήσατο
正如在法庭中,官長坐在審判座前,門口便掛上帷幔,使外面的人更加踴躍而無所畏懼;照樣,神性本身也隱藏在人性之中,將人的身體當作遮蓋或帷幔來使用。
For just as in a courtroom the ruler sits before the judgment seat, and then a curtain is set at the door, so that those outside may be more eager and unafraid, so also the divinity itself was hidden within the humanity, and made use of the human body as a covering or veil.
1:796
καὶ κελεύει ἔξωθεν καὶ γίνεται εἰς ἄλλο πρόσωπον
他在帷幔之後發出命令,而事情卻藉著另一個人面前的那位得以成就。
And he gives commands from behind the veil, and it is accomplished through another person.
1:797
ἁλιεύς ἐστι βαλὼν τὸ δίκτυον εἰς τὸ βάθος τῆς θαλάσσης καὶ ἀπὸ τοῦ σκοτεινοῦ βάθους ἀνήνεγκε τὸν Ἀδάμ, καὶ ἴδε ἐπάνω τοῦ ὕδατος κολυμβᾷ
他是一位漁夫,將網撒入海的深處,從那黑暗的深淵中把亞當拉了上來;看哪,他如今在水面上游泳。
He is a fisherman who cast the net into the depth of the sea, and from the dark depth brought up Adam; and behold, he now swims upon the water.
1:798
Τίς γὰρ ἦν κάματος τῇ θεότητι, ὡς ἦν καθ' ἑαυτὴν γυμνή, ἀποκτεῖναι τὸν θάνατον; ἀλλὰ καὶ λαβὼν τὸ σῶμα μᾶλλον ὑβρίσθη καὶ ἔπαθεν
神性若獨自赤裸存在,消滅死亡對它而言豈有何等的辛勞呢?然而他既取了身體,反而更受了侮辱,並且受了苦。
For what labor would it have been for the divinity, being bare in itself, to kill death? But rather, having taken on the body, he was all the more outraged and suffered.
← 上一段下一段 →
1

新的原文誦讀上線時通知我

每次有新章節誦讀影片就寄一封信。採雙重確認,隨時可一鍵取消。