📜 Verbum · 聖言
原文誦讀聖經與教父文獻
♥ 贊助

← 回書卷目次 · 希臘教父 › 問答疑難

問答疑難 第 1 章 第 8/9 段

希臘文原文.186 節.部分字詞可點開查義.本章太長已分段,此段為 1:1107–1:1292(全章共 1317 節)

← 上一段下一段 →
ℹ️ 本語料沒有逐節的詞法標註。原形主要取自同語言其他書卷的逐詞標註(不是這一節的標註),少數查不到的才回頭依字形比對詞典。同形的罕見字仍可能判錯,需要精確判斷時請覆核原文與專門詞典。
ℹ️ 中英對照為本站自譯,直接譯自本頁的原文(非和合本/WEB —— 那兩者譯自馬所拉文本,與本頁底本不同)。
1:1107
Οἱ τοιοῦτοι οὖν οὐκ εἰσελεύσονται εἰς οἶκον Κυρίου ἕως τρίτης καὶ τετάρτης καὶ δεκάτης γενεᾶς καὶ ἕως εἰς τὸν αἰῶνα, τουτέστιν ὁ μὴ δι ἕξεως ἀγαθῆς καὶ πράξεως αὕτη γὰρ τρίτη καὶ τετάρτη γενεὰ τῶν ἀρετῶν καὶ διὰ τοῦ ὀνόματος καὶ τῆς πίστεως τοῦ Κυρίου Ἰησοῦ καὶ διὰ τὰς δέκα τοῦ νόμου ἐντολὰς καὶ διὰ τῆς τοῦ μέλλοντος αἰῶνος ἐσομένης παλιγγενεσίας ἑαυτὸν τῷ Θεῷ οἰκειῶν, οὐκ εἰσελεύσεται εἰς οἶκον Θεοῦ, τουτέστιν ἐν τῇ οὐρανίῳ πόλει, ἐν ᾗ πάντων εὐφραινομένων ἡ κατοικία
如此之人便不得進入主的殿,直到第三、第四、第十代,甚至直到永遠——這就是說,凡不藉著美善的定性與實踐——因這即是德行的第三、第四代——並藉著主耶穌的名與信,並藉著律法的十誡,並藉著來世將有的重生,使自己與神親近相屬的人,就不得進入神的殿,也就是那天上的城,在其中住著一切歡欣喜樂之人。
Such persons, then, shall not enter into the house of the Lord until the third and fourth and tenth generation, and even forever — that is, whoever does not, through good settled state and practice (for this is the third and fourth generation of the virtues), and through the name and faith of the Lord Jesus, and through the ten commandments of the law, and through the regeneration that is to be in the age to come, make himself akin to God, shall not enter into the house of God, that is, into the heavenly city, in which is the dwelling of all who rejoice.
1:1108
ΕΡΩΤΗΣΙΣ Α, Τί δήποτε ἐν μέρει λεπρὸς ἀκάθαρτός ἐστιν παρὰ ( Α_ > τοῦ νόμου, ὁ δὲ ὁλόλεπρος ὢν καθαρός ἐστιν; ΑΠΟΚΡΙΣΙΣ Ὁ κατά τι μέρος λεπρὸς νεκρὸν ἔχει τὸ μέρος ᾧ ἐστιν ἡ λέπρα·
問題一:為何按律法,局部患痲瘋的人為不潔,而全身患痲瘋的人卻為潔淨?答:局部患痲瘋者,他患痲瘋的那部位是死的;
QUESTION 1. Why in the world is one who is leprous in part unclean according to the law, while one who is wholly leprous is clean? ANSWER: One who is leprous in only a part has, dead, that part in which the leprosy is;
1:1109
ὑποφεύγοντος γὰρ τοῦ ζωτικοῦ αἵματος κοιλαίνεται ὁ τόπος, καὶ ἡνίκα τῇ ἁφῇ τοῦ ἱερέως ὑπέκυπτεν ἡ κοίλανσις τῆς λέπρας, ἐμίαινεν τὸν τοιοῦτον·
因為當有生命的血退去,那部位便凹陷;而每當祭司一觸摸,痲瘋的凹陷便顯露出來,這便使這樣的人成為不潔;
for as the living blood withdraws, the place becomes hollow, and when, at the touch of the priest, the hollowing of the leprosy showed itself, it defiled such a person;
1:1110
οὕτω καὶ ὁ κατά τι μέρος τῆς ψυχῆς λεπρωθεὶς κοιλανθείσης τῆς ψυχῆς, τουτέστιν ταπεινωθείσης διὰ τῆς ὑποχωρήσεως τῆς ζωτικῆς δυνάμεως τῆς ἀρετῆς, ἀκάθαρτος γίνεται
照樣,凡靈魂的某一部分患了痲瘋者,靈魂便凹陷——就是說,因德行那有生命之能力的退去,而變得卑下——便成為不潔。
so too, one who has become leprous in a part of his soul, the soul having been hollowed — that is, brought low through the withdrawal of the living power of virtue — becomes unclean.
1:1111
Ὁ δὲ ὁλόλεπρος τὴν μὲν χροιὰν τοῦ λεπροῦ ἔχει, τὸ δὲ ζωτικὸν αἷμα δι ὅλου τοῦ σώματος ἔχει ἐν τῇ ἐπιφανείᾳ ἐνεσπαρμένον
至於全身患痲瘋者,雖有痲瘋的顏色,但他有生命的血遍佈全身,散布於表皮之中。
But the one who is wholly leprous has the color of a leper, yet has the living blood scattered on the surface throughout the whole body.
1:1112
Τοῦτο οὖν σημαίνει ὅτι ὁ εἰς τὸ ἔσχατον πέρας τῆς κακίας ἐλθών, εἶτα μεταμεληθεὶς ἐπαναλαμβάνει τὴν ζωτικὴν τῆς ἀρετῆς δύναμιν, μόνον δὲ τὴν συνείδησιν ἔχει κεχρωσμένην ταῖς προτέραις προλήψεσιν·
這便指明:凡到達惡之極限的人,其後悔改,便重新獲得德行那有生命的能力,只是他的良心仍染有先前種種成見的顏色;
This, then, signifies that one who has come to the utmost limit of evil, and then, having repented, recovers the living power of virtue, has only his conscience colored by his former preconceptions;
1:1113
οὐ δύναται γὰρ ἅπερ ἔπραξεν μὴ λογίζεσθαι ὡς μὴ πράξας·
因為他無法將自己所行過的事,當作未曾行過一般看待;
for he cannot reckon the things he has done as though he had not done them;
1:1114
διὰ τοῦτο οὖν ὁ νόμος τὸν τοιοῦτον καθαρὸν ἀποφαίνει
因此律法便宣告這樣的人為潔淨。
for this reason, then, the law declares such a person clean.
1:1115
ΕΡΩΤΗΣΙΣ Α, Τί δήποτε ὁ Χὰμ ἔπταισεν καὶ ὁ Χαναὰν κατηράθη; καὶ εἰ κατὰ τὸ γράμμα τις τὴν τῆς Γραφῆς ἔννοιαν ἐκλάβοι, ἄδικος ἐν τούτῳ φανήσεται ὁ δίκαιος Νῶε, ἄλλου πταίσαντος ἐπ ἄλλῳ τὴν κατάραν φέρων·
問題一:為何哈姆犯了過失,被咒詛的卻是迦南?若有人按字面理解經文的意思,義人挪亞在此便顯得不義,因為是一人犯錯,卻使咒詛臨到另一人身上;
QUESTION 1. Why in the world did Ham stumble, yet Canaan was cursed? And if one takes the sense of Scripture according to the letter, righteous Noah will appear unjust in this, bringing the curse upon one man when another had sinned;
1:1116
ἄλλως τε δέ, καὶ εἰ ὁ Χαναὰν κατηράθη, ἔδει ( Α_ > πάντως καὶ τὸ ἐξ αὐτοῦ γένος κατηραμένον εἶναι, εὑρίσκομεν δὲ τὸ γένος αὐτοῦ μᾶλλον τῶν ἄλλων τῇ τοῦ Χριστοῦ προσδραμόν[τα] πίστει
此外,若迦南受了咒詛,那麼從他而出的後裔理當也全然受咒詛;然而我們卻發現,他的後裔比其他族更是奔向基督的信仰。
and moreover, if Canaan was cursed, it would altogether follow that the race descended from him should also be cursed; yet we find that his race, more than the others, ran to the faith of Christ.
1:1117
Εὑρίσκομεν πανταχοῦ τὸν Θεὸν καὶ πάντας τοὺς ἁγίους κατὰ τῆς κακίας ἀγωνιζομένους καὶ ταύτῃ καταρωμένους
我們處處都發現,神與眾聖徒皆與惡爭戰,並咒詛這惡。
We find everywhere that God, and all the saints, contend against evil, and curse it.
1:1118
Ἐπειδὴ οὖν αὐτὴ πρώτως κατὰ τὴν ἕξιν ἐν τῷ ἀνθρώπῳ λαμβάνει τὴν γένεσιν, ἐκ ταύτης δὲ ἡ κατ ἐνέργειαν προέρχεται ἁμαρτία, εἰκότως ὁ Χαναὰν ὡς τὴν κατ ἐνέργειαν χαρακτηρίζων ἁμαρτίαν τῆς κατάρας τετύχηκεν
既然罪最初是按著定性而在人裡面產生,而按運作而有的罪則由此而生,那麼迦南既是象徵那按運作而有的罪,理所當然便遭遇了咒詛。
Since, then, evil first takes its genesis in man according to settled state, and from this the sin according to operation proceeds, reasonably Canaan, as characterizing the sin according to operation, has met with the curse.
1:1119
Εἰ δὲ καὶ κατὰ μόνην τὴν κίνησιν τῆς ψυχῆς τοῦτο σκοπῆσαι θέλεις, ὅπερ ἐστὶν ἐν τῷ συναμφοτέρῳ, σώματός φημι καὶ ψυχῆς, ἕξις εἰς τέλος μὴ προελθοῦσα, τοῦτο ἐνέργεια ἐν τῇ ψυχῇ
但你若也單就靈魂的動來考量此事——就是說,在身體與靈魂二者結合中,那尚未臻於完成的定性——這在靈魂單獨而言,便是一種運作。
But if you wish to consider this also solely according to the movement of the soul — that which, in the compound of both, I mean of body and soul, is a settled state that has not proceeded to completion, this same thing is an operation in the soul alone.
1:1120
ΑΠΟΚΡΙΣΙΣ Πρόνοια τοίνυν ἐστὶν ἐκ Θεοῦ εἰς τὰ ὄντα γινομένη ἐπιμέλεια·
答:所謂天命,即是從神臨到萬有的眷顧;
ANSWER: Providence, then, is the care that comes from God toward existing things;
1:1121
πρόνοιά ἐστιν βούλησις Θεοῦ, δι ἣν πάντα τὰ ὄντα τὴν πρόσφορον διεξαγωγὴν λαμβάνει
天佑是神的旨意,藉著它,一切存有之物都獲得適切的引導。
Providence is the will of God, through which all things that exist receive their fitting administration.
1:1122
ΑΠΟΚΡΙΣΙΣ Ὤφθη τῷ Ἀβραὰμ δι ἀγγέλου, τῷ Μωυσῇ διὰ πυρὸς ἐν βάτῳ, Ἡσαΐᾳ διὰ τῶν σεραφίμ, Ἰεζεκιὴλ διὰ τῶν χερουβίμ·
答:祂藉一位天使向亞伯拉罕顯現,藉荊棘中的火向摩西顯現,藉撒拉弗向以賽亞顯現,藉基路伯向以西結顯現;
ANSWER: He appeared to Abraham through an angel, to Moses through fire in the bush, to Isaiah through the seraphim, to Ezekiel through the cherubim;
1:1123
διαφόροις τρόποις ἑωρακέναι μεμαρτυρήκασιν οὗτοι πάντες
這些人都見證,他們是以不同的方式看見的。
all these have testified that they saw him in different ways.
1:1124
ΠΑΡΑΛΛΑΓΗ Β' ΕΡΩΤΑΠΟΚΡΙΣΕΩΝ ( Α_ > ΕΡΩΤΗΣΙΣ Β, Τί ἐστι τὸ ἰδοὺ δὴ τί καλὸν ἢ τί τερπνὸν ἀλλ ἢ τὸ κατοικεῖν ἀδελφοὺς ἐπὶ τὸ αὐτό; ΑΠΟΚΡΙΣΙΣ Κατὰ μὲν τὸν πρόχειρον νοῦν ὅτ ἂν ὁμόπιστοι ὦσιν, ἰδοὺ τὸ καλόν·
〈問答集〉異本乙 ⟨A⟩ 問二:「看哪,弟兄和睦同居,何等的善,何等的美」,這是什麼意思?答:就淺顯的意思而言,當他們信仰相同時,那就是「善」;
VARIANT B OF THE QUESTIONS-AND-ANSWERS ⟨A⟩ QUESTION 2. What is the meaning of, 'Behold now, what is good or what is pleasant, but for brothers to dwell together'? ANSWER. According to the plain sense: whenever they are of one faith, behold, that is the good;
1:1125
ὅτ ἂν δὲ σύμφωνοι καὶ τοῖς ἔργοις, ἰδοὺ τὸ τερπνόν
而當他們在行為上也彼此協調時,那就是「美」。
and whenever they are also in harmony in their works, behold, that is the pleasant.
1:1126
Ἀδελφοὺς δὲ ἐπὶ τὸ αὐτὸ κατοικοῦντας νόησον τὰς τρεῖς τῆς ψυχῆς δυνάμεις ἢ τὴν ψυχὴν καὶ τὸ σῶμα, ὅτ ἂν σύμφωνα ὦσι περὶ τὴν τῶν θείων γνῶσιν καὶ περὶ τὰς ἀγαθὰς πράξεις·
又當理解「弟兄同居」是指靈魂的三種能力,或指靈魂與身體,當它們在對神聖事物的知識、以及在善行上彼此協調時;
But understand 'brothers dwelling together' to mean the three powers of the soul, or the soul and the body, whenever they are in harmony concerning the knowledge of divine things and concerning good deeds;
1:1127
ὅτ ἂν γὰρ εὖ πράττωσιν, ἰδοὺ τὸ καλόν·
因為當它們行事良善時,那就是「善」;
for whenever they act well, behold, that is the good;
1:1128
ὅτ ἂν δὲ καὶ ἡ γνῶσις συμφωνεῖ, ἰδοὺ τὸ τερπνόν
而當知識也彼此協調時,那就是「美」。
and whenever the knowledge also is in harmony, behold, that is the pleasant.
1:1129
( Α_ > ΕΡΩΤΗΣΙΣ Β, Ὡς μύρον ἐπὶ κεφαλῆς τὸ καταβαῖνον ἐπὶ πώγωνα, τὸν πώγωνα τὸν Ἀαρών, τὸ καταβαῖνον ἐπὶ τὴν ᾤαν τοῦ ἐνδύματος αὐτοῦ
⟨A⟩ 問二:「如同膏油澆在頭上,流到鬍鬚,就是流到亞倫的鬍鬚,又流到他的衣襟」,這是什麼意思?
⟨A⟩ QUESTION 2. What is the meaning of, 'Like ointment upon the head, running down upon the beard, the beard of Aaron, running down upon the hem of his garment'?
1:1130
ΑΠΟΚΡΙΣΙΣ Μύρον ἐστὶ τὸ Πνεῦμα τὸ ἅγιον, κεφαλὴ δὲ ὁ νοῦς, πώγων δὲ ὁ λόγος·
答:膏油是聖靈,頭是心智,鬍鬚是理性;
ANSWER: The ointment is the Holy Spirit; the head is the mind; and the beard is reason;
1:1131
ἐμπεριέχει γὰρ τὴν καρδίαν ὁ λόγος
因為理性環抱著心。
for reason encompasses the heart.
1:1132
Πώγων δὲ Ἀαρὼν ὁ κατασφάττων ἐστὶ τὰ πάθη λόγος καὶ ἱερουργῶν τὰς ἀρετὰς τῷ Θεῷ
而亞倫的鬍鬚,是那宰殺情、又將德行獻祭與神的理性。
And the beard of Aaron is the reason that slays the passions and offers up the virtues to God as a sacred rite.
1:1133
Καταβαίνει δὲ ἡ τοῦ Πνεύματος χάρις καὶ ἐπὶ τὴν ᾤαν τοῦ ἐνδύματος, τουτέστι διαδίδοται διὰ τῆς πρακτικῆς καὶ ἐπὶ τὴν ἠθικὴν φιλοσοφίαν·
而聖靈的恩典也降到衣襟,就是說,藉著實踐生活,直至於道德哲學,恩典都得以分授;
And the grace of the Spirit descends also upon the hem of the garment, that is, it is imparted through the practical life also unto moral philosophy;
1:1134
ἡ γὰρ ᾤα τοῦ ἐνδύματος τὸ πέρας ἐστίν
因為衣襟就是盡頭。
for the hem of the garment is the limit.
1:1135
ΕΡΩΤΗΣΙΣ Β, Ὡς δρόσος Ἀερμὼν ἡ καταβαίνουσα ἐπὶ τὰ ὄρη Σιών
問二:「如同黑門的甘露降在錫安山」,這是什麼意思?
QUESTION 2. What is the meaning of, 'Like the dew of Hermon that descends upon the mountains of Zion'?
1:1136
ΑΠΟΚΡΙΣΙΣ Ὄρη Σιών εἰσιν οἱ τὰ ὑψηλὰ σκοπεύοντες ἅγιοι·
答:錫安山就是那些注視高處事物的聖徒;
ANSWER: The mountains of Zion are the saints who gaze upon the lofty things;
1:1137
ἐπὶ τούτους καταβαίνει ἡ δρόσος τοῦ Ἀερμών
黑門的甘露就降在他們身上。
upon these descends the dew of Hermon.
1:1138
Ἀερμὼν δὲ θηρίων ἑρμηνεύεται ἀποστροφή. Φασὶ δὲ καὶ τὸν Ἰορδάνην ἐκεῖ γεννᾶσθαι ποταμόν·
黑門解作「野獸的驅離」。又有人說約旦河就發源於彼;
And Hermon is interpreted 'turning-away of beasts.' And they say that the river Jordan is born there;
1:1139
σημαίνει δὲ διὰ τούτων τὴν τοῦ ἁγίου βαπτίσματος χάριν·
而藉這些,它預表聖洗的恩典;
and through these it signifies the grace of holy baptism;
1:1140
αὕτη γὰρ ἀεὶ καταβαίνει ἐπὶ τοὺς ἁγίους καὶ δι αὐτῆς γίνεται ἡ τῶν νοητῶν θηρίων ἀποστροφή
因為這恩典常常降在聖徒身上,並藉著它,那些屬靈可悟的野獸得以被驅離。
for this always descends upon the saints, and through it comes about the turning-away of the intelligible beasts.
1:1141
Ὅτι ἐκεῖ ἐνετείλατο Κύριος τὴν εὐλογίαν, ζωὴν ἕως τοῦ αἰῶνος
「因為耶和華在那裡命定了福,就是直到永遠的生命。」
'For there the Lord commanded the blessing, life forevermore.'
1:1142
ΑΠΟΚΡΙΣΙΣ Ἀρραβὼν γὰρ καὶ τῶν ἀγαθῶν πάντων καὶ τῆς ἀϊδίου ζωῆς ἐστιν ἡ διὰ τοῦ ἁγίου βαπτίσματος διδομένη χάρις, ἧς μέτοχοι γενοίμεθα χάριτι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ
答:因為藉聖洗所賜的恩典,乃是一切美善之事並永恆生命的擔保,願我們因我主耶穌基督的恩典而成為這恩典的有分者。
ANSWER: For the grace given through holy baptism is the pledge both of all good things and of everlasting life, of which may we become partakers by the grace of our Lord Jesus Christ.
1:1143
Κυρίως γὰρ ἐπ αὐτοῦ λέγεται τὸ μὴ ὄν, ἐπειδὴ οὐδέν ἐστι τῶν ὄντων
因為「非有」正是恰當地論及祂而說的,因祂並非諸有之中的任何一者。
For it is properly of him that 'non-being' is said, since he is none of the things that exist.
1:1144
εὐκοπώτερόν ἐστι κάμηλον διὰ τρυμαλιᾶς ῥαφίδος εἰσελθεῖν ἢ πλούσιον εἰς τὴν βασιλείαν τῶν οὐρανῶν; ΑΠΟΚΡΙΣΙΣ Εὐκολώτερόν ἐστι, φησί, τὸ σκολιὸν τῶν ἐθνῶν τοῦτο γὰρ ἡ κάμηλος εἰσελθεῖν διὰ τῆς στενῆς καὶ τεθλιμμένης, ὅπερ ἐστὶν ἡ τρυμαλιά, εἰς τὴν τῶν οὐρανῶν βασιλείαν ἢ τῶν Ἰουδαίων τὸν λαὸν ἔχοντα νόμον καὶ προφήτας·
「駱駝穿過針的眼,比財主進天國還容易嗎?」答:他說,容易的乃是:外邦人那彎曲的民族——這即是駱駝——穿過那又窄又擠的通道,就是針眼,進入天國,較之擁有律法和先知的猶太民族進入天國更為容易;
'Is it easier for a camel to go through the eye of a needle than for a rich man to enter into the kingdom of heaven?' ANSWER: It is easier, he says, for the crooked nation of the Gentiles — for this is the camel — to enter through the narrow and constricted passage, which is the eye of the needle, into the kingdom of heaven, than for the people of the Jews, who have the law and the prophets;
1:1145
ὥσπερ δὲ ἡ ῥαφὶς πίπτει εἰς δύο σχίσματα καὶ ἀποτελεῖ ἕν, οὕτω καὶ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστός, ὅς ἐστιν ἡ ῥαφίς, συνῆψε τοὺς δύο λαούς, κατὰ τὸν Ἀπόστολον ποιήσας τὰ ἀμφότερα ἕν
正如針落在兩道裂縫之中卻成就為一,我們的主耶穌基督也是如此——祂就是那針——祂使兩個民族相連合,照使徒所說,使兩者成為一個。
And just as the needle falls into two slits and produces one opening, so also our Lord Jesus Christ, who is the needle, joined together the two peoples, making, according to the Apostle, both one.
1:1146
Ἀλλὰ καὶ ὁ δι ἐγκρατείας λεπτύνας ἑαυτὸν καὶ κλώσας εὐκολώτερον εἰσέρχεται διὰ τῆς στενῆς πύλης εἰς τὴν βασιλείαν τῶν οὐρανῶν ἢ πλούσιος ὁ τραπέζῃ καὶ ἀνθρωπίνῃ δόξῃ ἑαυτὸν ἐμπλατύνων ἀεί
而那藉節制使自己變得纖細、如紡線般細瘦的人,也比那不斷以筵席與人的榮耀使自己肥胖增廣的財主,更容易穿過窄門進入天國。
But also he who through self-control has made himself slender and spun thin enters more easily through the narrow gate into the kingdom of heaven than the rich man who is forever fattening himself with the table and with human glory.
1:1147
Ἡ δὲ τελευταία γενεά, ἐπειδὴ γνῶσιν ἔλαβε τοῦ τε γραπτοῦ νόμου καὶ τοῦ πνευματικοῦ, διὰ τοῦτο οὐ παρακατέχεται τῇ πολυχρονίῳ ζωῇ
而最後一個世代,既已領受了成文律法與屬靈律法二者的知識,因此便不再被長久的壽命所留住。
But the last generation, since it had received knowledge both of the written law and of the spiritual law, for this reason is not held fast by a long span of life.
1:1148
κατ εἰκόνα Θεοῦ καὶ ὁμοίωσιν, καὶ ὑποκαταβὰς λέγει καὶ ἐποίησεν ὁ Θεὸς τὸν ἄνθρωπον, κατ εἰκόνα Θεοῦ ἐποίησεν αὐτὸν καὶ παρέλειπεν τὸ καθ ὁμοίωσιν; ΑΠΟΚΡΙΣΙΣ Ἐπειδὴ ὁ πρῶτος τοῦ Θεοῦ σκοπὸς ἦν τὸ ἄνθρωπον γενέσθαι κατ εἰκόνα Θεοῦ καὶ ὁμοίωσιν, ἔστι δὲ τὸ κατ εἰκόνα ἡ ἀφθαρσία, ἡ ἀθανασία, τὸ ἀόρατον, ἅπερ εἰκονίζει τὸ θεῖον, ταῦτα δέδωκεν ἔχειν τῇ ψυχῇ, δεδωκὼς αὐτῇ μετὰ τούτων καὶ τὸ αὐτοδέσποτον καὶ αὐτεξούσιον, ἅπερ πάντα τῆς οὐσίας τοῦ Θεοῦ εἰσιν εἰκονίσματα
「照神的形像、按著樣式」;而在其後又說:「神就照著自己的形像造人」,卻只造他「照神的形像」,卻略去了「按著樣式」這一項。答:因神最初的心意,是要人按著神的形像與樣式而成,而「照著形像」即是不朽壞、不死、不可見——這些正描摹著神性——這些祂已賜給靈魂擁有,並隨之也賜給靈魂自主與自決之權,這一切皆是神本體的影像。
'According to the image of God and likeness'; and further on it says, 'And God made man; according to the image of God he made him,' and omitted 'according to the likeness.' ANSWER: Since God's first purpose was that man should come to be according to the image of God and likeness, and since 'according to the image' is incorruptibility, immortality, invisibility — which things depict the divine — these he gave the soul to possess, and together with them he gave it also self-mastery and self-determination, all of which are images of the essence of God.
1:1149
Τὸ δὲ καθ ὁμοίωσίν ἐστιν ἡ ἀπάθεια, τὸ πρᾶον, τὸ μακρόθυμον καὶ τὰ λοιπὰ τῆς ἀγαθότητος τοῦ Θεοῦ γνωρίσματα, ἅπερ πάντα ἐνεργείας Θεοῦ εἰσιν παραστατικά
而「按著樣式」則是無激情(不受情慾攪動)、溫柔、恆忍,以及神之良善的其餘記號,這一切都彰顯著神的種種運作。
But 'according to the likeness' is dispassion, gentleness, long-suffering, and the rest of the marks of God's goodness, all of which represent the operations of God.
1:1150
Τὰ οὖν τῆς οὐσίας αὐτοῦ, ἅπερ τὸ κατ εἰκόνα δηλοῦσιν, δέδωκε φυσικῶς τῇ ψυχῇ·
所以那些屬於祂本體、彰顯「照著形像」的事物,祂是按本性賜給了靈魂;
Therefore, the things belonging to his essence, which manifest 'according to the image,' he gave to the soul by nature;
1:1151
χαρακτηρίζοντα, ταῦτα τῇ ἡμετέρᾳ αὐτεξουσίῳ ἀφῆκε γνώμῃ, ἀναμένων τοῦ ἀνθρώπου τὸ τέλος, εἴ πως ἑαυτὸν διὰ τῆς μιμήσεως τῶν θεοπρεπῶν τῆς ἀρετῆς γνωρισμάτων τῷ Θεῷ ὅμοιον καταστήσῃ·
而那些標誌著〔樣式〕的事物,祂卻留給我們自主的意念抉擇,等候人最終的結果——看他是否能藉著效法那合乎神的德行記號,使自己與神相似;
but those that characterize the likeness he left to our self-determining gnomic will, awaiting the outcome of man — whether he would somehow render himself like God through imitation of the God-befitting marks of virtue;
1:1152
διὰ τοῦτο οὖν παρέλειπεν ἡ θεία Γραφὴ ἐν τοῖς μετὰ ταῦτα λεχθεῖσιν τὸ καθ ὁμοίωσιν
正因如此,神聖經文才在其後所述之處,略去了「按著樣式」一語。
for this reason, then, the divine Scripture omitted 'according to the likeness' in what was said afterward.
1:1153
( Α_ > ΠΡΟΣ ΘΕΟΠΕΜΠΤΟΝ ΣΧΟΛΑΣΤΙΚΟΝ Ἐρωτήσαντα περί τοῦ κριτοῦ τῆς ἀδικίας καί τοῦ, ἐάν τίς σε ῥαπίσῃ ἐπί τήν δεξιάν σιαγόνα, καί τοῦ, μή μου ἅπτου, οὕπω γάρ ἀναβέβηκα πρός τόν Πατέρα
⟨A⟩ 致經師提歐彭普托——他曾詢問關於那不義的審判官,以及「有人打你的右臉」,並「不要摸我,因我還沒有升到父那裡」等語。
⟨A⟩ TO THEOPEMPTOS THE SCHOLASTIKOS, who had asked concerning the unjust judge, and concerning 'if anyone strikes you on the right cheek,' and concerning 'Do not touch me, for I have not yet ascended to the Father.'
1:1154
Οἷς Λόγος ὑπάρχει τό προσκυνούμενον, τούτοις καί βίος ἐκφάντωρ Λόγου τό κατορθούμενον·
凡以「道」為敬拜對象的人,對他們而言,行事端正的生命也就是彰顯「道」的顯明者;
For those to whom the Word is the object of worship, for them also a rightly-ordered life is a revealer of the Word;
1:1155
ἵνα σφραγῖδα γνώσεως ἀληθοῦς τήν πεῖραν λαβόντες τῆς πράξεως, μάθωσιν ἀφ ὧν, ὡς θέμις, πεπόνθασιν, ὅσον τοῦ τί εἰδέναι, μεῖζον τό γίνεσθαι·
好叫他們藉著領受實踐的經歷,作為真知識的印記,從他們理當經歷的事上學到:「成為」該事,遠比「知道」該事是什麼更為重大;
so that, having received the experience of practice as a seal of true knowledge, they may learn, from what they have rightly undergone, how much greater than knowing what a thing is, is the becoming it;
1:1156
καί τούτου μᾶλλον, τό ἀεί καί μᾶλλον, ἕως ἄν αὐτοῖς ἡ πρός τόν αἴτιον ἀδίστακτος οἰκείωσις, κατορθωθείη, στάσει τήν κίνησιν περιγράφουσα καί ἀτρεψίᾳ γνώμης τήν ἔφεσιν·
且不僅如此,更要日益增進,直到他們對那「因」(原因者)毫不遲疑的契合,得以在他們身上成就,以靜止界定運動,以意念抉擇之不變界定慾望;
and more than this, ever more and more, until their unwavering affinity toward the Cause should be brought to perfection in them, circumscribing motion by rest, and desire by the immutability of the gnomic will;
1:1157
οἷς καί ἡ κατά χάριν ἐκθέωσις, ἱερᾶς τῆς κατά τόνδε τόν βίον καί θεοειδοῦς ἀγωγῆς, ἔπαθλον ἀντιδίδοται
對這些人,按恩典而有的成神,也就作為此生聖潔且肖神之操守的獎賞而回賜給他們。
to whom also, deification according to grace is given in return as the prize of the sacred and God-formed conduct of this life.
1:1158
Πρός οὕς μάλα σοφῶς καὐτός ἀπευθύνων τόν βίον, θεοφύλακτε δέσποτα, ζητεῖν ἐπείγῃ τό πᾶσι προκείμενον δι ἀγαθότητα, καί πάντας δι ἀπειρίαν διαδιδράσκον·
蒙神看顧的主人啊,您親自也極其明智地以此為生命的方向,殷勤尋求那因神的良善而擺在眾人面前、卻又因其無限而逃避眾人的那一位;
Directing your own life toward these things most wisely, O God-guarded master, you are eager to seek that which, through divine goodness, lies open before all, yet through its infinity eludes all;
1:1159
τό μέν, ἵν ἑλκύσῃ πρός ἑαυτό, τῷ ἀμηχάνῳ τῆς ὡραιότητος κεντρίζων τήν ἔφεσιν·
一方面,為要將人吸引向自己,以其美麗那無法言喻之處刺激人的渴慕;
on the one hand, so that it may draw them to itself, goading desire by the ineffable quality of its beauty;
1:1160
τό δέ, ἵνα στομώσῃ, τῇ τῆς ὑπεραπείρου καταπλήξει καί θείας ὑπεροχῆς περιστέλλον τόν κόρον, ὕβρεως ὄντα πατέρα καί διαχύσεως γέννημα, τοῖς τήν φλογίνην ῥομφαίαν οὐ προθεωροῦσι σύν τοῖς Χερουβίμ τεταγμένην καί στρεφομένην, οὐκ ἄλλοις, ἤ τοῖς δίχα φόβον πρός ( Α_ > ἀρετήν ἐπιστρέφουσιν·
另一方面,為要使之受到約束,藉著對其超乎無限之神聖崇高的驚駭,抑制那饜足——饜足乃傲慢之父、放縱之子——這是為了那些未曾預見那與基路伯一同安置、旋轉的火焰之劍的人,這劍所指向的不是別人,正是那些毫無懼怕便轉向德行 ⟨A⟩ 的人;
and on the other, so that it may restrain that desire, checking satiety — which is the father of insolence and the offspring of dissipation — by the astonishment at its transcendent, infinite and divine superiority, for those who do not foresee the flaming sword stationed and turning with the Cherubim, aimed at none other than those who turn toward virtue without fear;
1:1161
ἔνθεν τῷ μεγέθει τῆς ἐπί τά καλά προκοπῆς συνεπεκτείνων τό μέτριον, ᾧ καί μᾶλλον ἐπαύξεις σύν ἀσφαλείᾳ τήν πρόοδον·
因此,您使節制與您向善所進之偉大彼此相稱地延展,並藉此更加穩妥地增進您的進程;
whence, extending together moderation with the greatness of your progress toward what is good, by which also you increase your advance the more, with safety;
1:1162
ἠξίωσας ἀγνώτην ὄντα με καί ταπεινόν ἐπιγνῶναι, δι οὗ τοῖς κατ αὐτήν ἡ φύσις τρόπου παρείχετο·
您竟以我這無名而卑微之人為配得知悉——藉此,本性得以獲得合乎其自身的方式;
you have deemed me, unknown and lowly as I am, worthy to come to know that by which nature was furnished with the manner proper to it;
1:1163
φημί δέ, τοῦ γράμματος ὅ λόγος συνδεκτικός τῶν ἀπόντων ἐστί, καί τῶν οὐ βλεπομένων ἐμφανιστικός·
我指的是文字的意涵,它能涵括那不在場的事物,又能顯明那看不見的事物;
I mean the sense of the written word, which comprehends things absent, and manifests things unseen;
1:1164
τοσοῦτον νοήσει παραδιδούς καί συνάπτων τόν τέως αἰσθήσει μή γνωριζόμενον, ὅσον διά ταύτης αὐτός χαραττόμενος παχύνεται σωματούμενος·
使理解得以承接、連結那先前未能被感官所知的事物,其分量恰與它藉此被銘刻、因而凝厚、成為有形之量相稱;
handing over to the understanding, and joining to it, as much of what was formerly unknown to sense-perception, as, through being inscribed by it, it itself is thickened, becoming embodied;
1:1165
ᾧ καί τήν ἐμήν οὐδένειαν εἰς πόθον ἤγαγες τόν ὑμέτερον πλέον, ᾗ θέαν τήν οἰκείαν ἀσωμάτως κεκίνηκας·
藉此,您也使我這虛無之人對您生出更深的渴慕,因您已無形地在我心中激起了對您自身之景象的觀視;
by which you have also led my nothingness to a greater desire of you, in that you have incorporeally stirred a vision of your own self in me;
1:1166
προδείξας αὐτόν ἐπ ἀμφοῖν τούτοιν ἔχειν μᾶλλον τό ἴσον περί τόν λόγον, ἤ ὅσον ἕτεροι περί σέ τήν τοῦ λόγου χάριν παρά τούς ἄλλους προτερήματα·
您已預先顯明,文字在這兩方面所具有的、關乎理性的份量,勝過他人在您面前所擁有的種種優勢——即那超乎他人的言語之恩;
having shown beforehand that it, the written word, in both these respects, possesses an equal share concerning reason rather more than the advantages which others have concerning you — namely, the grace of speech beyond others;
1:1167
οἷς διά βίου κοσμούμενος, (==) πῶς ποτε τήν ἐμήν ἀμβλυωπίαν πρός θεωρίαν ἐνάγειν ἐσπούδασας, ἱερῶν καί ταῦτα λόγων, καί ὧν ἡ ἐπίβασις, κρεῖττον ἤ κατά ἄνθρωπον, τόν οὔπω τελείως ὑπεραναβάντα τήν τῶν ἀστάτων καί διαστατῶν φύσιν καί γένεσιν·
您以此終生自飾,⟨==⟩ 竟又如何殷勤地要引領我這昏眊的視力進入默觀——並且是關乎那些神聖的言論——其登臨之途,超乎一個尚未完全超越那不穩定、有廣延之事物的本性與生成的人所能及;
by which, being adorned throughout your life, ⟨==⟩ how you were ever eager to lead my dim sight to contemplation — and this concerning sacred discourses too — whose approach is beyond what belongs to a man who has not yet perfectly transcended the nature and coming-to-be of unstable and extended things;
1:1168
μή ὅτι γ ἐμοί τῷ φορυτῷ τούτων ἑκουσίως συμφυρομένῳ, καί σκώληκος δίκην τῇ σήψει τῶν ἀκαθάρτων καλινδουμένῳ καί ἡδομένῳ παθῶν
更何況是我這甘願與這些穢物相混、如蟲豸一般在不潔之情的腐朽中打滾、並以此為樂的人。
much less me, who am willingly mingled with the refuse of these things, and who, like a worm, wallow in the corruption of unclean passions, and take delight in them.
1:1169
Πλήν τῆς εὐπειθείας χάριν, καί τῆς ὑμετέρας ἀγάπης τιμήν, τῶν ὑπέρ ἀξίαν κατατολμῶν, ἐκεῖνά φημι περί ὧν ἐκελεύσατε·
然而,為著順服之故,也為尊重您的愛,我斗膽論及那超乎我身份的事,述說您所吩咐的那些事;
Nevertheless, for the sake of obedience, and in honor of your love, daring to speak things beyond my worth, I shall say those things concerning which you commanded;
1:1170
στοχαστικῶς, ἀλλ οὐκ ἀποφαντικῶς
是揣測性地說,而非斷言式地說。
conjecturally, but not assertively.
1:1171
Τό κείμενο προέρχεται ἀπό τήν πατρολογία τοῦ, τόμος ος (τό δ α κ τ υ λ ο γ ρ ά φ η σ ε ἡ μ η τ έ ρ α τ ο ῦ π
本文取自〔 〕教父集,第七十六卷(由 P〔 〕之母打字輸入
This text is taken from the Patrology of [ ], volume 76 (it was typed by the mother of P[ ]
1:1172
Ἀ ρ σ ε ν ί ο υ Μ έ σ κ ο υ), σέ ἀντιπαράθεση μέ τό κείμενο τῶν ἐκδόσεων ʺΤΟ ΒΥΖΑΝΤΙΟΝʺ τῆς σειρᾶς ʺΓΡΗΓΟΡΙΟΣ Ο ΠΑΛΑΜΑΣʺ Θεσσαλονίκη, ΦΙΛΟΚΑΛΙΑ ΤΩΝ ΝΗΠΤΙΚΩΝ ΚΑΙ ΑΣΚΗΤΙΚΩΝ, τόμος Α
阿爾塞尼奧斯・梅斯庫斯),並與「拜占庭出版社」(ΤΟ ΒΥΖΑΝΤΙΟΝ)「額我略・帕拉馬斯」(ΓΡΗΓΟΡΙΟΣ Ο ΠΑΛΑΜΑΣ)叢書之版本對照,帖撒羅尼迦,《靜修與苦修諸聖文集》(ΦΙΛΟΚΑΛΙΑ ΤΩΝ ΝΗΠΤΙΚΩΝ ΚΑΙ ΑΣΚΗΤΙΚΩΝ),第一卷。
Arsenios Meskos), collated against the text of the editions 'TO BYZANTION' of the series 'GREGORIOS PALAMAS,' Thessaloniki, PHILOKALIA OF THE WATCHFUL AND ASCETIC FATHERS, volume A.
1:1173
Κριτήν ἀδικίας ἐν τῷ Εὐαγγελίῳ παραβολικῶς ὑπάρχειν καί λέγεσθαι, τόν ἡμέτερον λογισμόν, ἀρχῆθεν ἐκ παραβάσεως ἄδικων πεποιημένον τήν κρίσιν·
〔我是說:〕福音書中那不義的審判官,其存在與所指,乃是以比喻論及我們自己的念頭,這念頭自起初、因那過犯之故,便已作出不義的判斷;
[I say] that the unjust judge in the Gospel is, and is spoken of parabolically as, our own thought, which from the beginning, as a result of the transgression, has rendered its judgment unjustly;
1:1174
ὡς τήν τοῦ Κτίσαντος μέν οὐ δεξάμενον ἐντολήν·
因它未曾領受造物主的誡命;
in that it did not receive the commandment of the Creator;
1:1175
τήν δέ τοῦ φθείροντος ἑλόμενον συμβουλήν·
卻選擇了那敗壞者的建議;
but chose the counsel of the corrupter;
1:1176
ἐξ οὗ καί τό χοϊκός εἶναι, τοῦ εἶναι, καί τοῦ θεός γενέσθαι πάμπολυ προετίμησε
因此之故,它也遠遠更偏好作屬塵土的,而非真實地「存在」,也不願「成神」。
from which it also preferred, by far, to be earthy, rather than to be in the true sense, and rather than to become god.
1:1177
Πόλιν δέ εἶναι τούτου, τήν αἴσθησιν, ἤ τόν ὁρώμενον κόσμον·
他說,這審判官的城邑,就是感官,或即可見的世界;
And he says the city of this judge is sense-perception, or the visible world;
1:1178
οἷς παραλόγως κατά σχέσιν ἐπαναπαυόμενος, ( Α_ > τῆς κατοικίας τήν παροικίαν ἠλλάξατο·
他不合理性地依戀而安歇於這些事物之上,⟨A⟩ 便以寄居代換了真實的安居;
resting irrationally upon these according to mere attachment, ⟨A⟩ he exchanged true dwelling for a sojourning;
1:1179
μήτε Θεόν φοβούμενος, μήτε μήν ἄνθρωπον τόν αὐτόν γεγενημένον δι ἡμᾶς ἐντρεπόμενος·
既不懼怕神,也不敬重那位為我們緣故而成為人的神;
neither fearing God, nor indeed respecting man — the very God who became man for our sake;
1:1180
τό δέ, διά τήν καταφρόνησιν·
這是出於輕慢之故;
and this, on account of contempt;
1:1181
ἐκείνην τε μή προορωμένην τῶν κριμάτων τό μέγεθος καί ταύτην οὐκ εἰργομένην, ἥν τέως ἡ χρηστότης προσμένουσα τήν μεταβολήν ἀναστέλλει, τήν βάσανον·
既不預見那些審判的浩大,也不因那尚被良善——等候人回轉——所暫時攔阻的酷刑而受約束;
neither foreseeing the greatness of the judgments, nor being restrained from that torment which, for the present, God's goodness, awaiting a change of heart, holds back;
1:1182
αἷς ἑαυτόν αὐθαδῶς περιέσπειρε, τῇ δεδομένῃ παρά τοῦ Κτίσαντος εἰς ἐξάνυσιν τῶν καθηκόντων αὐτεξουσίῳ τιμῇ παρά τό δέον ἀποχρησάμενος·
他任性地將自己散播於這些事上,誤用了造物主為成就本分而賜下的自主之尊榮,違背了應有之道;
in which he has willfully scattered himself about, having misused, contrary to what was fitting, the self-determining honor given by the Creator for the accomplishment of his proper duties;
1:1183
καί τοῦ νοουμένου τό φανέν ἀγαθόν κρίνας, ὅ μή θέμις ἦν, αἱρετώτερον
並判定那顯而易見的善——那本不應當的——比那真正被理解的善更值得揀選。
having judged the apparent good, which was not lawful, more choiceworthy than the truly conceived good.
1:1184
Χήραν δέ διοχλοῦσαν, τήν λογικήν ψυχήν ἅτε δή πρός καρπογονίαν ἱερῶν καί ὁσίων ἔργων οὐκ ἔχουσαν τόν τά καλά κατά φύσιν σπείροντα λόγον
他說,那纏擾他的寡婦,就是理性的靈魂,因為它缺乏那按本性播撒美善之事的理性,以致無法結出神聖聖潔之工的果實。
And he says the widow who troubles him is the rational soul, inasmuch as it does not have, for the bearing of fruit in sacred and holy works, the reason that sows what is good according to nature.
1:1185
Μόνῃ τῇ πρός αὐτήν ὁλικῇ ταύτῃ στοργῇ καί διαθέσει κρατούμενον·
審判官唯獨被這種對她全然的摯愛與心志所挾持;
the judge being held only by this wholehearted affection and disposition toward her;
1:1186
ἀλλ οὐ προσμένοντα διά τήν ἀπόνευσιν, καί τήν αὐθαίρετον πρός τά τῆδε ῥοπήν
卻因他的轉離,以及那出於自願、傾向此世諸事的意向,而不予理睬。
but not attending to her because of his turning away, and the self-chosen inclination toward the things here below.
1:1187
Ἀντίδικον δέ ταύτης, φημί τῆς ψυχῆς, τό τῆς δυστήνου σαρκός ἔνυλον κίνημά τε καί φρόνημα, δι οὗ τῆς ἐν ἡμῖν θείας εἰκόνος καί τοῦ κατ αὐτήν ἀξιώματος, τό τε κάλλος καταμολύνειν σπουδάζουσι, καί τό διαυγές ἀμαυροῦν οἱ ἀκάθαρτοι δαίμονες, ὁπηνίκα, δι ἡδονῆς ὑποπίπτουσιν, ἐπεισφρήσουσι δεινῶς ἡμῖν τά τῆς ἀτιμίας αἴσχη καί πάθη·
他說,靈魂的對頭——乃是那可悲肉體所懷有的、屬物質的動向與意念;污穢的鬼魔藉此極力玷污我們裡面神聖形像及其相稱尊嚴之美,並使其明澈變得黯淡,每當牠們藉著逸樂侵襲我們,便會可怕地將那屬乎羞辱的恥辱與情帶入我們裡面;
And he says the adversary of this — I mean of the soul — is the material motion and mindset of the wretched flesh, through which the unclean demons are eager to defile the beauty, and to dim the translucence, of the divine image in us and of the dignity that belongs to it, whenever, falling upon us through pleasure, they shall terribly bring in upon us the shames and passions of dishonor;
1:1188
δι ἅ καί ὁ θάνατος κατεκρίθη τῆς φύσεως, οὐχ ἑλομένης τό ἀπαρχῆς τῆς ὄντως κατατρυφῆσαι ζωῆς
正因這些緣故,死亡也被判定加諸於本性,因本性自起初便未曾揀選要充分享受那真實的生命。
on account of which things also death was pronounced against nature, since nature had not chosen, from the beginning, to delight fully in the truly good life.
1:1189
Ὑπωπιασμούς δέ τούς ἐκ τῆς συνειδήσεως μεθ ὑποφωνήσεώς τινος παρακλητικούς αἰκισμούς, οἷς προτινομένοις ἐκ τῆς ψυχῆς, ἡρέμα πως εἴωθεν κάμπτεσθαι τό αὐστηρόν τοῦ λογισμοῦ, καί πρός τά καλά διά τήν χρονιωτέραν ἕξιν ἀνύπεικτον, οὐ φέροντος ἐνδομυχοῦσαν, (==) καί οἷον αἰκίζουσάν τε συνεχῶς καί διοχλοῦσαν τήν βάσανον·
他說,那「擊打」,就是良心所發出、帶著某種內在呼聲的勸誡性責罰;這責罰若從靈魂中發出,那原本因長久所成的定性而對善頑固不化之念頭的嚴峻,便漸漸慣於溫和地屈服,因它無法承受那潛伏於內、⟨==⟩ 彷彿不斷折磨與擾亂它的酷刑;
And he says the 'blows' are the exhortatory chastisements from conscience, together with a certain inward voice, by which, when offered from the soul, the sternness of thought — otherwise unyielding toward the good on account of a more long-standing habitus — is accustomed gently to be bent, not enduring the torment lurking within, ⟨==⟩ and, as it were, continually afflicting and harassing it;
1:1190
ἕως λυμῄνηται τά τήν ψυχήν λυμαινόμενα πάθη, δι ἐγκρατείας, καί τῆς πρός τά μέλη τῆς σαρκός ( Α_ > ἑκουσίου νεκρώσεως
直到藉著節制,以及對肉體肢體 ⟨A⟩ 出於甘願的治死,那些殘害靈魂的情本身也被殘害殆盡。
until, through self-control and the voluntary ⟨A⟩ mortification of the members of the flesh, the passions that ravage the soul are themselves ravaged.
1:1191
Εἶτα καί πρός ἀγχιστείαν αὐτοῦ τοῦ λόγου δι εὐσεβείας, καί τῆς περί τά κρείττω τελεωτέρας ἀγάγοι σπουδῆς, οἷς φυσικῶς ἐνεργουμένοις, τά οἰκεῖα καί πατρικά παραβάλλων, ὁ ὑπέρ οὐσίαν καί φύσιν Θεός Κύριος ἡμῶν Ἰησοῦς Χριστός, ὁ δέ Θεός οὐ μή ποιήσῃ, φησί, τήν ἐκδίκησιν ὑμῶν, δι ἐμοῦ σαρκωθέντος, καί τήν τοῦ καθαιρέτου τῆς φύσεως ποιουμένου καθαίρεσιν
隨後,祂或許也藉虔敬,引我們親近這道理本身,並引至一種對更美善之事更為完全的熱忱——將祂自己那屬於父的恩賜,與我等本性中自然運作的能力相比較——祂,我等的主耶穌基督,那超越實體與本性的神:「神卻要為你們伸冤」——祂如此說——乃是藉著我成了肉身,並成就那本性之毀壞者被廢黜之事。
Then he might also lead us to a kinship with this discourse through piety, and to a more perfect zeal for the better things — comparing, to those powers at work in us by nature, his own paternal gifts — he, our Lord Jesus Christ, the God who is above being and nature: "But God," he says, "will surely execute your vengeance" — through me having been made flesh, and effecting the deposition of the destroyer of nature.
1:1192
Οὕτω μέν οὖν τά περί τούτου διεξῆλθον ἐπιτόμως ἐγώ, καθ ὅσον τό ἐγχωροῦν τῆς διανοίας μέτρον ἐπήρκεσεν·
我便如此簡略地講述了關於此事的內容,就我心智所能及的限度而已;
Thus, then, I have gone through the matters concerning this briefly, to the extent that the available measure of understanding sufficed;
1:1193
εἰ καί ἄλλως ἄλλοι τόν τόπον κατανοήσαντες·
儘管另有他人以不同方式理解這段經文;
even though others, understanding the passage otherwise, [have taken it differently];
1:1194
οἱ δέ τοὔμπαλιν, εἰς τόν Ἀντίχριστον ἐξειλήφασι
另有人則相反,將其解作論及敵基督。
while others, on the contrary, have taken it to refer to the Antichrist.
1:1195
μείζων δέ Πατρός, ἡ ἐκδίκησις·
難道報應竟大於父嗎?
But is the vengeance, then, greater than the Father?
1:1196
ἤ δι ἄλλου, καί ἄλλη τό σύνολον, πλήν τοῦ Υἱοῦ
抑或是藉由另一位、且完全不同的一位而行,並非藉子?
Or is it through another, and altogether different one, apart from the Son?
1:1197
Καί πῶς ἐπί τῆς αὐτῆς συγκριτικῶς φησι, τό, ὁ δέ Θεός, φησίν, οὐ ποιήσει τήν ἐκδίκησιν ὑμῶν
這話怎能以比較的口吻論及同一位,說:「神卻不為你們伸冤」呢?
And how does it say, in a comparative sense, concerning the very same one: "But God," it says, "will not execute your vengeance"?
1:1198
ἤ διάφορος πάντως δειχθήσεται, καί μετά τῆς φύσεως οὐ δυναμένης τό ἴσον δρᾷν·
或者,祂豈不將被證明為完全不同的一位,且連同其本性,皆無能行同等之事?
Or will he altogether be shown to be different, and, together with his nature, unable to do the like?
1:1199
καί διά τοῦτο λοιπόν οὐ συντασσομένης·
並且因此,該本性便不再與之同列;
and for this reason, then, not being ranked together with it;
1:1200
εἰκονιζούσης δέ μόνον, ὡς ὑπερκειμένην, τήν ὑπερέχουσαν
而僅僅映現那超越者,將其顯為凌駕於己之上者。
but only imaging, as one set above it, that which surpasses it.
1:1201
Τό δέ, ὡς ἀνέκδεκτον καί ἀμήχανον, τό καλόν ποιεῖν τόν κακίας εὑρετήν καί διδάσκαλον·
至於「惡的發明者與教師竟能行善」一事,此乃不可接受、亦無法成立之事;
But as for the objection that it is inadmissible and impossible for the inventor and teacher of evil to do what is good;
1:1202
οὐ γάρ δύναται, φησί, δένδρον σαπρόν καρπούς καλούς ποιεῖν·
因為經上說,壞樹不能結好果子;
for a rotten tree, it says, cannot produce good fruit;
1:1203
καλόν δέ ἡ ἐκδίκησις, καί τόν τήν ὄχλησιν ἀφοσιοῦσθαι δεόντως τοῦ προσπελάζοντος·
然而報應本是善事,適當地擯除那逼近者所加之騷擾,亦屬善事;
but vengeance is good, as is duly warding off the annoyance of the one who presses in aggressively;
1:1204
ἤ τούτῳ παραβάλλεσθαι τυχόν, ὅ μή θέμις, τόν Πατέρα, καί πάσης ἀρετῆς καί ζωῆς χορηγόν ἐξ Υἱοῦ, καί ταῦτα μονογενοῦς, καί ἴσου τήν φύσιν καί τήν ἀγαθότητα
抑或竟要將父——這是不合宜的——比擬於此〔惡者〕嗎?父乃是藉著子——且此子是獨生的,於本性與良善上皆與父同等——而為一切德行與生命之供應者。
or is the Father — which is not lawful — perhaps to be compared to this one, [the Father] who through the Son, and this the only-begotten Son, equal in nature and goodness, is the provider of all virtue and life?
1:1205
καί τοῦ μηδαμῶς ὄντος, τό ὄν
並將「存有」比擬於那全然不存在者嗎?
and being to that which in no way exists at all?
1:1206
Καί οὐ λέγω ταῦτα πρός τήν ἐκείνων ἀθέτησιν·
我說這些話,並非為要駁斥那些人〔的見解〕;
And I do not say these things toward the refutation of those views;
1:1207
ἔχομαι ( Α_ > γάρ καί ἀντέχομαι ζωῆς πλέον, τῆς τῶν φαμένων διδασκαλίας·
因為我持守並更加緊握生命,勝於持守那些立論者的教導;
for I hold to, and cling to, life more than to the teaching of those who assert such things;
1:1208
ἀλλά τό οἰκεῖον μέτριον δι ἄκραν δειλίαν ἀσφαλιζόμενος
而是出於極度的戰兢謹慎,以確保自己所持之適度立場。
but rather, on account of extreme timidity, securing what is proper and moderate to myself.
1:1209
Τήν δέ ἀνάγνωσιν τοῦ ὑπωπιάζειν κανονίζειν οὐ πρέπον ἐμοί, διά τήν ἐν τούτοις ἀμαθίαν, ἤ τοῖς ἠσκημένοις καί σπουδῇ προελομένοις τήν παίδευσιν·
至於「捶打〔己身〕」(ὑπωπιάζειν)一詞讀法之規範,因我於此道學識淺陋,不宜由我決定,而應交予受過訓練、並以熱忱選擇專攻此學問之人;
But it is not fitting for me, on account of my inexperience in these matters, to regulate the reading of "buffet [my body]," but rather for those who have been trained and have chosen instruction with zeal;
1:1210
οἵ ταύτην ὀφείλειν φασί κανονίζεσθαι βαρυτόνως μᾶλλον, ἤ περισπωμένως, ὅτι τέ φασι τῶν ῥημάτων οὐδέν περισπᾶται, πλήν εἰ μή ἐκ συναιρέσεως βαρυτόνου καθέστηκεν, ὡς τό, νοῶ, καί ποιῶ, καί χρυσῶ, καί ὅσα τοιαῦτα, φυλάσσοντα καί μετά προθέσεως ἐπί τῆς αὐτῆς τόν τόνον
他們說,此詞應以重讀音(非揚抑調)為正讀,而非以揚抑調(circumflex)讀之;並說動詞中沒有一個本應讀揚抑調,除非是由重讀音形式緊縮而成,如「νοῶ〔我明白〕」、「ποιῶ〔我做〕」、「χρυσῶ〔我鍍金〕」等類此之詞,即使加上前綴,仍在同一音節上保持同一重音。
who say that this word ought to be marked rather with the grave accent than with the circumflex, and say also that none of the verbs takes a circumflex except when it arises from the contraction of a grave-accented form, as in "I understand," and "I make," and "I gild," and however many are of that sort, which keep the same accent on the same syllable even when a preposition is prefixed.
1:1211
Τήν δεξιάν, σιαγόνα, τήν δεξιάν πρᾶξίν φημι, καί ὅσην ἐνθέος ἡμῖν διά τῶν ἐντολῶν συνιστάμενος βίος χαρακτηρίζει, ῥαπιζομένην ὑπό τοῦ πονηροῦ τῇ προλήψει τῆς ἐνεργουμένης καλοκαγαθίας·
右頰,我是指右邊的行為,亦即那藉誡命在我等內建立、屬神之生活所彰顯之一切行為;此行為受惡者所擊打,乃是藉著對所行之善德所生的自負妄念而然;
The right cheek — I mean the right action, that is, as much as the life divinely established in us through the commandments displays — being struck by the evil one through the presumptuous preconception born of the good deed being performed;
1:1212
(==) καί τῇ πληγῇ τῆς ἐντεῦθεν οἰήσεως, φλεγμαίνουσάν πως διά κενοδοξίας, καί ἐπαιρομένην κατά τῶν μηδεμίαν, ἅ μή τήν ἴσην τυχόν κεκτημένων·
又因由此而生的自恃所帶來的打擊,此行為因虛榮而某種程度地發炎腫脹,並因此高舉自己以抗那些或許尚未獲得同等〔份量〕之人;
and, by the blow of the self-conceit that thence results, being somehow inflamed through vainglory, and lifted up in pride against those who have perhaps not acquired an equal portion of these things;
1:1213
δι ἥν ὥσπερ ἄλλην καί οἷον ἀριστεράν στρέφειν προσήκει, τόν ἤδη πρότερον ἡμᾶς κατά τήν ἀπάτην τοῦ αἰῶνος τούτου καταμολύναντα βίον, τούτῳ τε πλήττεσθαι συνεχῶς διά τῆς μνήμης·
因此之故,理當轉過另一邊,猶如左頰者,即我等先前按此世之欺罔而使我等玷污的生活,並藉記念而不斷受此〔生活〕所擊打;
on account of which it is fitting to turn, as it were, another and as-it-were left cheek — namely the life which formerly already defiled us according to the deceit of this age — and to be struck continually by this, through memory;
1:1214
καί ὡς ἁμαρτωλούς μᾶλλον συστέλλεσθαι καί μετριάζειν, ἤ ὡς ἁγίους μετεωρίζεσθαι, καί δι ἔπαρσιν καταπίπτειν, οὐκ ἔχοντας πῆξιν ἱεράν τήν ταπείνωσιν
並如罪人般自我收斂、謙抑自守,而非如聖人般自我高舉,以致因驕矜而跌倒,因未以謙卑為聖潔之根基。
and to draw ourselves in and be moderate as sinners, rather than to be lifted up as saints, and, through pride, to fall — since we do not have humility as a sacred foundation.
1:1215
Τιμάσθω δέ μετά τῶν κατά θεωρίαν λαμβανομένων·
然此〔誡命〕亦當與依默觀所領受之義一併受尊崇;
But let it also be honored together with the things received according to contemplation;
1:1216
μᾶλλον δέ καί πρό τούτων, εἰς ἑτοιμασίαν ἱεράν καί προκάθαρσιν, καί σωματικῶς ταῦτα τελούμενα διά τόν ἐντειλάμενον Κύριον·
甚或應在此之先,即使照字面、就身體而行此事,亦當視為神聖之預備與事前潔淨,因那頒此誡命之主的緣故;
or rather, even before these, as these things are accomplished bodily also, for holy preparation and prior purification, on account of the Lord who commanded them;
1:1217
προσπαθείας ἐντεῦθεν ἕξιν τοῖς κατορθοῦσι δορούμενον, καί τῆς τοῦ πλήττοντος περιγραφήν ἀπιστίας, τῷ ἑτοίμῳ τῆς παραδοχῆς τό πρόθυμον τῆς πληγῆς ἀναστέλλοντα, αἰδομένου τυχόν, εἰ μή τι ἄλλο, τό ὑπερβάλλον τῆς ὑποπτώσεως·
由此為成就此事者賜予一種堅定不移的定性,並限制那擊打者的不信;以〔受擊者〕樂於承受之心,抑止那擊打之熱切,使〔擊打者〕或許因那過度的順服而生羞愧,縱使別無其他緣故;
granting thereby to those who succeed in it a settled state of attachment, and setting a limit to the unbelief of the one who strikes, by restraining, through the readiness of one's acceptance, the eagerness of the blow — the striker perhaps feeling shame, if nothing else, at the surpassing degree of the other's submission;
1:1218
καί τό μηδαμῶς ἀντιτείνεν τόν δυνάμενον τοῦτο ποιεῖν, εἰργόμενον δέ διά τήν πρόσαξιν
且那能夠抵抗者絕不抵抗,反而因〔那藉此所要成就的〕目的而受到約束。
and that the one who is able to resist in no way resists, but is restrained on account of what is thereby being brought about.
1:1219
Τό δέ, μή μου ἅπτου, πρός τήν Μαγδαληνήν λέλεκται ( Α_ > Μαρίαν παρά τοῦ Κυρίου, κηπουρόν αὐτόν εἶναι νομίσασαν·
至於「不要摸我」一語,乃主對抹大拉的馬利亞所說,因她誤以為祂是園丁;
"Touch me not" was said by the Lord to Mary Magdalene, who supposed him to be the gardener;
1:1220
δηλοῦντος τοῦ μυστηρίου, καί ὑπεκφαίνοντος, ὡς ψυχή πᾶσα νοερά, μήπω τό συμφυές σκῆνος ὑπεραναβᾶσα, καί διά τοῦτο τῶν ἐν γενέσει καί φθορᾷ μόνον, οὐδέν οὐδαμῶς διαφερόντων λαχάνων κηπευομένων·
此奧秘表明並隱約顯示:凡屬理智的靈魂,若尚未超越與之同生的形骸〔身體〕,便因此與那些僅存於生成與朽壞之中、栽於園中之蔬菜毫無分別;
the mystery making clear and intimating that every intellectual soul, not yet having risen above its connatural tent, is for this reason in no way at all different from garden vegetables that exist only amid generation and corruption;
1:1221
ἴση γάρ ἐπ ἀμφοῖν ἤ τε ῥοή καί ἀποῤῥοή, καί ἡ τοῦ χρόνου περιγραφή καί περίοδος·
因為在二者〔靈魂與蔬菜〕之中,其流動與消逝、以及時間之限度與周期,皆是相等的;
for equal in both is the flowing and the ebbing, and the circumscription and cycle of time;
1:1222
δημιουργόν εἶναι τόν Λόγον ὑπολαμβάνουσα, διά τήν περί ταῦτα, καί ἕως τούτων πρόοδον αὐτοῦ καί συγκατάβασιν·
〔靈魂〕遂以為道乃是〔僅止於此類事物的〕造作者,因其向此等事物所行之進發與俯就,且僅止於此;
supposing the Word to be [only] a craftsman, on account of his procession and condescension concerning, and only as far as, these things;
1:1223
οὐκ ἀξία τῆς τούτου κατά πνεῦμα καθέστηκεν ἐπαφῆς, καί ταῦτα τοῖς φαινομένοις αὐτόν ἐπιζητοῦσα·
故此靈魂尚不配得與祂按聖靈而有的接觸,況且她乃是在顯現之物〔可見之事物〕中尋求祂;
she has proven unworthy of contact with him according to the Spirit, and this while seeking him among the things that appear;
1:1224
καί σάρκα δι ἡμᾶς γεγενημένον γινώσκουσα μόνον αὐτόν·
僅僅認識祂為因我等緣故而成了肉身者;
knowing him only as having become flesh for our sake;
1:1225
ἀλλ οὐχί πρεπόντως καί Θεόν ἐκ Θεοῦ τοῦ Πατρός γεγεννημένον γινώσκουσα
卻未能相稱地也認識祂為由父神所生的神。
but not fittingly knowing him also as God begotten of God the Father.
1:1226
Τοῦτο γάρ κατὰ τό εἰκός νοεῖν ὑποβάλλει, τό, οὔπω ἀναβέβηκα πρός τόν Πατέρα μου, τό μή δι ἄκρας θεολογίας καί πίστεως, οἷς ἡ τῶν ὁρωμένων περιγράφεται φύσις, ὑψωθῆναι πρός τῆς οὕτω διακειμένης ψυχῆς·
因為「我尚未升到我父那裡」一語,按情理當作如此理解:即如此存想之靈魂,尚未藉那能超越可見之物之本性所限的至極神學與信仰,被提升〔至父那裡〕;
For this is what "I have not yet ascended to my Father" plausibly suggests we understand: that the soul so disposed has not been raised up through the utmost theology and faith, by which the nature of visible things is transcended;
1:1227
ἀλλ ἔτι παιδαγωγικῶς δεομένης εἰς ἐντελεστέραν τούτου κατάληψιν, ἐπί τήν ἀποκαλυπτικήν ἕξιν τῶν θείων ὡσεί τινα Γαλιλαίαν διά θεωρίας ἀναδραμεῖν·
而是仍需按啟蒙教導之法,為求對此事更完全之領悟,藉默觀奔向那彷彿加利利一般、屬神奧秘之啟示性定性;
but still needing, in a pedagogical manner, for a more complete comprehension of this, to run back up, as it were to a certain Galilee, through contemplation, to the revelatory settled state of divine things;
1:1228
καί σύν τοῖς ὑπαὐτοῦ προτετυπωμένοις καί προβεβλημένοις λόγοις, ὅλον ὡς θέμις περιληφθῆναι, καί γενέσθαι τοσοῦτον ὅπερ αὐτός ἦν ὁ γενόμενος ὅπερ ἡμεῖς, ὅσον ἐδείχθη τοῦτο γενόμενος πλήν μόνης τῆς ἁμαρτίας, ὡς καί ἡμεῖς ἐκείνῳ δίχα μόνης τῆς φύσεως, ἡνίκα τῆς δωρεᾶς τῆς ἐπιτύχοιμεν·
並與那由祂事先預表、預示之本理一同,如理當然般被全然涵括,且成為那位「成為我等所是者」本身所曾顯明成就之份量——唯獨罪除外——正如我等也能成為那位之所是,僅本性有別,及至我等獲得那恩賜之時;
and, together with the inner principles previously prefigured and set forth by him, to be wholly embraced, as is lawful, and to become as much as he himself, who became what we are, was shown to have become — except for sin alone — even as we too become like him, differing only in nature, whenever we attain to the gift;
1:1229
ἥν δι ἐλπίδος νῦν προσδεχόμενος, καί προσήκουσι τῶν ἐντολῶν ἔργοις δεόντως ἀποσεμνύνων, ἀπολαύσαις ὅσον ἐπίστευσας, καί τρυφήσαις ὅσον ἐπόνησας·
此恩賜,你如今當懷望而期待之,並以誡命相稱之善工恰如其分地加以尊榮,願你享受所信之份,願你甘飴所勞之功;
which gift, now awaited through hope, and duly adorned with fitting works of the commandments — mayest thou enjoy as much as thou hast believed, and delight in as much as thou hast labored;
1:1230
μᾶλλον δέ πλέον καί ἀπειράκις ὅσον καί ὁ ταύτης δοτήρ ὑπερουσίως ὑπερανέστηκε καί φύσεως κίνησιν, καί παντός αἰῶνος περίληψιν
或者不如說,更甚於此,且是無限倍之甚,一如那賜此恩賜者,以超越實體之方式,超越了本性之運動與一切時代〔永世〕之涵括範圍。
or rather, more — infinitely more — by as much as the giver of this gift has, in a manner above being, surpassed both the motion of nature and the compass of every age.
1:1231
Εἰς τὸ τέλος, τοῖς ἀλλοιωθησομένοις ὁ παρὼν ἐπιγέγραπται ψαλμός, διά τε τὴν ἐπὶ τέλει τῶν χρόνων διὰ τῆς ἐπιδημίας τοῦ Χριστοῦ γενομένην τοῖς ἀνθρώποις ἐξ ἀπιστίας εἰς πίστιν καὶ ἀπὸ κακίας εἰς ἀρετὴν καὶ ἀγνοίας εἰς γνῶσιν Θεοῦ γνωμικήν τε καὶ προαιρετικὴν μεταβολὴν καὶ ἀλλοίωσιν, διά τε τὴν εἰς ὕστερον ἐπὶ τέλει τῶν αἰώνων γενησομένην δι αὐτοῦ τοῦ Σωτῆρος ἡμῶν Θεοῦ καθολικὴν τοῦ παντὸς γένους τῶν ἀνθρώπων ἐν χάριτι φυσικὴν ἐκ θανάτου καὶ φθορᾶς εἰς ζωὴν ἀθάνατον καὶ ἀφθαρσίαν διὰ τῆς προσδοκωμένης ἀναστάσεως ἀλλοίωσίν τε καὶ ἀνανέωσιν·
「致終」:本詩篇之所以題為「論那將被改變的人」,一則是因著在末世藉基督之降臨臨世,人類獲得了由不信轉向信、由惡轉向德、由無知轉向認識神的、屬意念抉擇與抉擇之轉變與改易;一則是因著日後、於萬世之終、藉我等救主神自身將要臨到全人類、在恩典中依本性而成的普遍轉變——即藉所期待之復活,由死亡與朽壞轉入不死的生命與不朽——之改易與更新。
Unto the end: the present psalm is entitled "For those who are to be changed," both because of the change and alteration in gnomic will and choice that came upon human beings at the end of the times, through the sojourn of Christ — from unbelief to faith, and from vice to virtue, and from ignorance to the knowledge of God; and because of the universal, natural change and renewal in grace of the whole human race, which is to come afterward, at the end of the ages, through our Savior God himself — from death and corruption to immortal life and incorruption, through the resurrection that is awaited.
1:1232
Εἰς διδαχὴν δέ, ὁπόταν ἐνεπύρισε τὴν Μεσοποταμίαν καὶ τὴν Συρίαν Σωβά
至於「為要教訓人」:乃指當〔大衛〕焚燬美索不達米亞與瑣巴的敘利亞之時。
And "for instruction": when he set fire to Mesopotamia and Syria of Zobah.
1:1233
Μόνος γὰρ αὐτὸς ἀληθινὸς βασιλεὺς ὑπάρχων τοῦ Ἰσραὴλ καὶ ὁρῶντος Θεόν, ὡς πάσης ἀναιρέτης κακίας καὶ ἀγνωσίας καὶ νικητὴς παντὸς χρόνου καὶ φύσεως, δι ὧν ἐν ἡμῖν ἡ κακία συνίστασθαι πέφυκεν, ἐνεπύρισε τὴν Μεσοποταμίαν, διὰ σαρκὸς ἡμῖν ὁμιλήσας, τουτέστι τὴν ἐπικλυζομένην τοῖς παρὰ φύσιν πάθεσι τῆς σαρκὸς ἕξιν τῆς κακίας, καὶ τὴν Συρίαν Σωβά, τουτέστι τὴν δεδουλωμένην τῷ χρόνῳ ἤγουν ἠπατημένην τῷ αἰῶνι τούτῳ διάθεσιν·
因為唯獨祂,身為以色列與那「見神者」之真君王,既是一切惡與無知之消滅者,又是一切時間與本性之得勝者——惡本是藉此〔時間與本性〕而在我等內自然構成——祂藉肉身與我等交往,因而焚燬了美索不達米亞,此即那被違反本性之情所淹沒的、屬肉身之惡之定性;並焚燬瑣巴的敘利亞,此即那被奴役於時間、或者說被此世所欺惑的心境;
For he alone, being the true king of Israel and of him who sees God, as the destroyer of all vice and ignorance and the victor over all time and nature — through which vice is naturally constituted in us — set fire to Mesopotamia, having conversed with us through flesh; that is, the settled state of vice belonging to the flesh, which is flooded by passions contrary to nature; and Syria of Zobah, that is, the disposition enslaved to time, or rather deceived by this age;
1:1234
ἑπτὰ γὰρ ἡ Σωβὰ ἑρμηνεύεται, σαφῶς δὲ τοῦτο δηλοῖ τὴν χρονικὴν ἰδιότητα·
因為「瑣巴」譯為「七」,此清楚表明其屬於時間之特性;
for Zobah is interpreted as "seven," and this clearly signifies the property belonging to time;
1:1235
ἄνευ γὰρ τῶν ὑπὸ φύσιν καὶ χρόνον μάχεσθαι τοῖς ἀνθρώποις παντελῶς οὐ δύναται
因為若無時間與本性之下的種種憑藉,〔惡者〕便完全無法與人爭戰。
for without the things that are under nature and time, it is altogether unable to make war against human beings.
1:1236
Καὶ ἐπέστρεψεν Ἰωὰβ καὶ ἐπάταξε τὴν φάραγγα τῶν Ἁλῶν, δώδεκα χιλιάδας
「約押回來,在鹽谷擊殺了一萬二千人。」
"And Joab returned, and struck the Valley of Salt, twelve thousand men."
1:1237
Φάραγξ δέ ἐστιν Ἁλῶν ἡ σάρξ, ὡς χωρίον παθῶν ἀτιμίας διὰ τῆς παρακοῆς γενομένη, ἐν ᾗ, καθάπερ φάραγγι, διὰ λόγου καὶ θεωρίας πᾶς εὐσεβὴς καὶ φιλόθεος πατάσσει φύσιν καὶ χρόνον, ἤγουν τὴν ἐπ αὐτοῖς τῆς ψυχῆς παράλογον πρόληψιν, μηδαμῶς ἐμμένων ( Α_ > διὰ τὸ ὕψος τῆς ἀρετῆς καὶ τῆς γνώσεως τοῖς ὑπὸ φύσιν καὶ χρόνον νόμοις
鹽谷即是肉身,因悖逆而成為羞辱之情之所在;凡虔敬愛神之人,皆在此處如在山谷中一般,藉理性與默觀擊殺本性與時間,亦即擊殺靈魂對此二者所懷的非理性成見,因德行與知識之崇高,而絕不屈從於受本性與時間所轄制者之律法。
Now the Valley of Salt is the flesh, having become a place of dishonorable passions through disobedience, in which, as in a valley, every pious and God-loving person, through reason and contemplation, strikes down nature and time — that is, the irrational preconception of the soul concerning them — in no way abiding, on account of the height of virtue and knowledge, by the laws of those who are under nature and time.
1:1238
Ὁ γὰρ δώδεκα ἀριθμὸς τὴν φύσιν δηλοῖ καὶ τὸν χρόνον, Τό κείμενο προέρχεται ἀπό τήν πατρολογία τοῦ, σέ ἀντιπαράθεση μέ τό κείμενο τῶν ἐκδόσεων ʺΤΟ ΒΥΖΑΝΤΙΟΝʺ τῆς σειρᾶς ʺΓΡΗΓΟΡΙΟΣ Ο ΠΑΛ ΑΜΑΣʺ Θεσσαλονίκη, ΦΙΛΟΚΑΛΙΑ ΤΩΝ ΝΗΠΤΙΚΩΝ ΚΑΙ ΑΣΚΗΤΙΚΩΝ, τόμος Α
因為十二這數目乃表明本性與時間。〔本文取自……之教父文庫,並與「拜占庭」出版社「額我略・帕拉瑪斯」系列《靜修與苦行教父集》(帖撒羅尼迦版)第一卷之文本相對校。〕
For the number twelve signifies nature and time. [The text derives from the Patrology of —, collated against the text of the "To Vyzantion" editions in the series "Gregorios ho Palamas," Thessaloniki, Philokalia of the Neptic and Ascetic Fathers, volume A.]
1:1239
εἴπερ πενταδικὴ μὲν ἡ φύσις διὰ τὰς αἰσθήσεις, ἑβδοματικὸς δὲ ὁ χρόνος, ὡς πᾶσι καθέστηκεν εὔδηλον, πέντε δὲ τοῖς ἑπτὰ συνθείς, τὸν δώδεκα πληρώσαις ἂν σαφῶς ἀριθμόν
蓋本性因五種感官而為五數,時間則為七數,此於眾人皆屬顯明之事;將五與七相加,便顯然湊成十二之數;
since nature is fivefold on account of the senses, while time is sevenfold, as is evident to all; and by adding five to seven, one would clearly complete the number twelve;
1:1240
πᾶσα γὰρ ψυχῆς δύναμις, παρὰ φύσιν κινουμένη, τοῖς αἰσθητοῖς συμπλέκεσθαι πέφυκεν
因為靈魂的每一種能力,一旦違反本性而動,便自然而然與感官之物糾纏交結。
for every power of the soul, when moved contrary to nature, is naturally disposed to become entangled with sensible things.
1:1241
Ἐπειδὰν οὖν ὅ τε λόγος καὶ ὁ θυμὸς καὶ ἡ ἐπιθυμία, τρεῖς τὸν ἀριθμὸν οὖσαι γενικαὶ τῆς ψυχῆς δυνάμεις, τοῖς αἰσθητοῖς ἡττηθῶσι, τέσσαρσιν οὖσι, τὸν δώδεκα ἀριθμὸν ἀποτελεῖ·
所以,當理性、忿情與慾望——此三者乃靈魂之三種總類能力——為感官之物(其數為四)所征服之時,便構成十二之數;
Whenever, then, reason and spiritedness and desire — being three in number, the generic powers of the soul — are overcome by the sensible things, which are four in number, this produces the number twelve;
1:1242
τέσσαρα γὰρ ἐπὶ τρία καὶ τρία ἐπὶ τέσσαρα συντιθέμενα, τοῦτον πληροῖ τὸν ἀριθμόν, ὃν ἀναιρεῖ ὁ τῷ Κυρίῳ πιστῶς προσχωρῶν καὶ καλῶς ἀριστεύων κατὰ παντὸς ἀφανοῦς καὶ πολεμίου πνεύματος
因為四乘三、三乘四相合,便湊成此數;而那忠心歸附於主、並勇猛奮戰以抗一切隱形敵對之靈者,便消滅此數;
for four multiplied by three, and three by four, when combined, fulfill this number, which the one who faithfully adheres to the Lord and nobly excels against every unseen and hostile spirit destroys;
1:1243
ἀνάρρησιν γὰρ κατορθωμάτων ἡ στηλογραφία δηλοῖ κατὰ τοὺς ἐπιστήμονας τῶν τοιούτων ὀνομάτων ἐξηγητάς
因為按精通此類名稱之解經家所言,「柱銘」乃表明對美善成就之公開宣揚。
for the inscription upon a pillar signifies the proclamation of right achievements, according to those interpreters skilled in such names.
1:1244
Ὁ Θεός, ἀπώσω ἡμᾶς καὶ καθεῖλες ἡμᾶς, ὠργίσθης καὶ ᾠκτείρησας ἡμᾶς
「神啊,你丟棄了我們,你拆毀了我們;你曾發怒,又曾憐恤我們。」
"O God, you have cast us off, and cast us down; you were angered, and had compassion on us."
1:1245
Ἀπώσατο ἡμᾶς ὁ Θεός, ὅταν, μὴ φυλάξαντες κατ ἀρχὰς ( Α_ > τὴν ἐντολήν, ἀνάξιοι ἐφάνημεν τῆς κατὰ πρόσωπον αὐτοῦ ὁμιλίας·
神丟棄我們,是在我等起初未曾遵守誡命,以致顯明不配與祂面對面交談之時;
God cast us off, when, not having kept the commandment from the beginning, we were shown unworthy of converse with him face to face;
1:1246
καθεῖλεν ἡμᾶς, ὅταν τοῦ ὕψους τῆς ἐν τῷ παραδείσῳ δόξης διὰ τὴν ἡμῶν κακίαν ἀπεξένωσεν·
祂拆毀我們,是在祂因我等之惡,而使我等與樂園中榮耀之高處相隔絕之時;
he cast us down, when, because of our wickedness, he estranged us from the height of the glory in Paradise;
1:1247
ὠργίσθη, ὅταν ἐπὶ τιμωρίᾳ καὶ κολάσει τῆς κακίας τῷ τοῦ θανάτου ἐπιτιμίῳ ἡμᾶς καθυπέβαλεν·
祂發怒,是在祂為懲罰與責罰我等之惡,而使我等服於死亡之刑罰之下之時;
he was angered, when, for the punishment and chastisement of our wickedness, he subjected us to the penalty of death;
1:1248
ᾠκτείρησεν ἡμᾶς, ὅταν διὰ τοῦ μονογενοῦς αὐτοῦ Υἱοῦ Θεοῦ Λόγου σαρκωθέντος καὶ τὴν ὑπὲρ πάντων ἡμῶν ὀφειλὴν καταδεξαμένου ἐλυτρώσατο ἡμᾶς τοῦ θανάτου καὶ εἰς τὴν ἑαυτοῦ δόξαν πάλιν ἐπανήγαγεν
祂憐憫我們,是藉著祂的獨生子——道,即神——成了肉身,並承擔了我們眾人所虧欠的債,救贖我們脫離死亡,重新領我們進入祂自己的榮耀之時。
he had mercy on us, when, through his only-begotten Son, God the Word, who was made flesh and took upon himself the debt owed on behalf of us all, he redeemed us from death and led us back again into his own glory.
1:1249
Συνέσεισας τὴν γῆν καὶ συνετάραξας αὐτήν·
「你震動了地,你使地震撼;
"You shook the earth, and troubled it;
1:1250
ἴασαι τὰ συντρίμματα αὐτῆς, ὅτι ἐσαλεύθη
求你醫治地的裂口,因為地搖動了。」
heal its breaches, for it has been shaken."
1:1251
Συνέσεισεν ἡμῶν τὴν γῆν καὶ συνετάραξε, τουτέστι τὴν καρδίαν, δοὺς ἡμῖν τὴν μάχαιραν τοῦ Πνεύματος τὴν τὸ χεῖρον τοῦ κρείττονος γνωστικῶς διακρίνουσαν καὶ τὸν νόμον τοῦ Πνεύματος κατὰ τοῦ νόμου τῆς σαρκὸς ἐπεγείρουσαν καὶ τὸν κατὰ τῶν παθῶν ἐπαινετὸν πόλεμον ἐν ἡμῖν δημιουργοῦσαν καὶ τὴν ἐν ἡμῖν τῶν παθῶν συνέχειαν συσσείουσαν καὶ συνταράσσουσαν ἐπὶ ταῖς κατὰ πρόληψιν ἀτόποις μνήμαις τὴν συνείδησιν·
祂震動並攪動了我等的地,亦即我等的心,賜給我等聖靈的寶劍,此劍憑知識辨明較劣者與較優者,並激起聖靈的律以抗肉體的律,且在我等內造就那可稱許的、與情慾對抗的爭戰,並震撼攪動我等內情慾之持續,且因那按〔情慾〕成見而生的不當記憶而攪擾良心;
He shook our earth and troubled it, that is, our heart, by giving us the sword of the Spirit, which discerningly distinguishes the worse from the better, and rouses the law of the Spirit against the law of the flesh, and creates in us the praiseworthy warfare against the passions, and shakes together the persistence of the passions in us, and troubles the conscience over its improper preconceived memories;
1:1252
ἰᾶται δὲ τὰ συντρίμματα τῆς ἡμῶν καρδίας, ἅπερ σαλευθεῖσά τε καὶ ὀλισθήσασα διὰ τῆς παρακοῆς κατ ἀρχὰς ἐκ τῆς ἐν τῷ παραδείσῳ παραβάσεως ὑπέμεινε, διὰ τῆς ἐν χάριτι πνευματικῆς ἀναγεννήσεως
祂又醫治我等心中的裂口,此心因起初悖逆而動搖滑落,乃是由樂園中之過犯所致;而祂藉恩典中屬靈的重生,醫治此心。
and he heals the breaches of our heart, which, having been shaken and having slipped through disobedience, it suffered from the beginning, from the transgression in Paradise, through the spiritual regeneration that comes in grace.
1:1253
Ἔδειξας τῷ λαῷ σου σκληρά·
「你叫你的百姓遇見艱難;
"You have shown your people hard things;
1:1254
ἐπότισας ἡμᾶς οἶνον κατανύξεως·
你叫我們喝了令人痛悔的酒;
you have made us drink the wine of compunction;
1:1255
ἔδωκας τοῖς φοβουμένοις σε σημείωσιν τοῦ φυγεῖν ἀπὸ προσώπου τόξου, ὅπως ἂν ῥυσθῶσιν οἱ ἀγαπητοί σου
你把旌旗賜給敬畏你的人,使他們可以逃避弓箭,好叫你所親愛的人得以搭救。」
you have given to those who fear you a banner, that they might flee from before the bow, so that your beloved might be delivered."
1:1256
ποτίζει δὲ οἶνον κατανύξεως, ἤγουν τὴν ἑπομένην τῇ διὰ τῆς πρακτικῆς καθάρσει κατὰ τὴν πνευματικὴν θεωρίαν χαριζόμενος γνῶσιν·
祂使人喝那令人痛悔的酒,亦即賜下那伴隨著藉實踐生活所得之潔淨、依循屬靈默觀而來的知識;
He gives to drink the wine of compunction, that is, granting the knowledge that follows, according to spiritual contemplation, upon the purification through the practical life;
1:1257
πᾶσα γὰρ γνῶσις πνευματικὴ κατανύσσει τὴν καρδίαν, εἰς συναίσθησιν ἄγουσα τοῦ μεγέθους τῶν ἐφ ἡμῖν θείων εὐεργεσιῶν·
因為一切屬靈的知識,皆能刺透人心,引人體悟神加諸我等之恩惠是何等浩大;
for all spiritual knowledge pierces the heart, bringing it to a perception of the greatness of the divine benefits bestowed upon us;
1:1258
Ἰησοῦ ἐν τῷ σώματι περιφέρειν διδάσκων τοὺς φοβουμένους αὐτόν, καθ ἣν ἡ παντελὴς τῆς ἁμαρτίας ἀπραξία συνέστηκε·
教導敬畏祂的人,將耶穌帶在身上四處攜行,依此而使罪完全止息不動之事得以成立;
teaching those who fear him to carry Jesus about in the body, according to which the complete cessation of sin from action is constituted;
1:1259
σημείωσις γὰρ ἀληθὴς ἡ διὰ σταυροῦ νεκροῦσα τὸ φρόνημα τῆς σαρκὸς καθέστηκε δύναμις
因為那真實的旌旗,正是那藉十字架使肉體之思念致死的能力。
for the true banner is the power, which through the cross puts to death the mind-set of the flesh.
1:1260
Πρὸς τὸ φυγεῖν ἀπὸ προσώπου τόξου
論「逃避弓箭」。
Concerning "to flee from before the bow."
1:1261
Τουτέστιν ἀπὸ τῆς ἐμφαινομένης τοῖς οὖσιν ἀπατηλῆς ἐπιφανείας·
意即:出於在萬有之中顯現的那虛幻表相。
That is, from the deceptive surface that appears in the things that exist.
1:1262
πρόσωπον γὰρ τόξου, φημὶ δὲ ἑκάστου δαιμονιώδους πάθους, ἡ τὴν αἴσθησιν ἐρεθίζουσα τῶν σωμάτων ἐστὶν ἐπιφάνεια, καθάπερ ἀκὶς βέλους τὴν αἴσθησιν τιτρώσκουσα καὶ πρὸς τὰ πάθη τὴν ψυχὴν ἀπρεπῶς διερεθίζουσα
因為弓的「臉面」——我是指每一種魔性之情的臉面——就是刺激感官知覺的形體表相,如同箭鏃刺傷感官,又不當地使靈魂躁動趨向諸情。
For the face of the bow — I mean, of each demonic passion — is the surface of bodies that irritates the sense-perception, wounding perception like the barb of an arrow, and unfittingly stirring the soul toward the passions.
1:1263
τὸ γὰρ τόξον τῆς ἁμαρτίας ἄνευ προσώπου τυχὸν οὐδέ τι δράσειε κατὰ τῶν φοβουμένων τὸν Κύριον
因為罪惡之弓若無「臉面」,或許對敬畏主的人便一無所能。
For the bow of sin, without a face, would perhaps accomplish nothing at all against those who fear the Lord.
1:1264
Ἐφ ᾧ ῥυσθῆναι τοὺς ἀγαπητοὺς τοῦ θεοῦ
論「神所愛的人得蒙拯救」一事。
Concerning the fact that the beloved of God are delivered.
1:1265
Ἀγαπητοὶ δὲ Θεοῦ εἰσὶν οἱ κατὰ θεωρίαν συνεκτικοὶ τῆς θείας γνώσεως λογισμοί, οὓς ῥύονται οἱ κατὰ τὴν πρακτικὴν συνιστάμενοι τρόποι τῶν ἀρετῶν ἀπὸ πάσης πλάνης καὶ πασῶν τῶν διοχλουσῶν τῇ ψυχῇ κατὰ πρόληψιν τῆς ἁμαρτίας μνημῶν
神所愛的乃是那按默觀持守神聖知識的諸般念頭;而按實踐生活所成立的德行諸法,則使這些念頭脫離一切迷惑,並脫離一切因預先意想罪惡而擾亂靈魂的記憶。
The beloved of God are the thoughts which, according to contemplation, sustain the divine knowledge — thoughts which the modes of the virtues established according to the practical life deliver from all error and from all the memories that trouble the soul by anticipating sin.
1:1266
Σῶσον τῇ δεξιᾷ σου καὶ ἐπάκουσόν μου
求你用右手施行拯救,垂聽我。
Save with your right hand, and hear me.
1:1267
Ὁ Θεὸς ἐλάλησεν ἐν τῷ ἁγίῳ αὐτοῦ·
神在祂的聖者裡說話。
God has spoken in his Holy One.
1:1268
Ἀγαλλιάσομαι καὶ διαμεριῶ ( Α_ > Σίκημα καὶ τὴν κοιλάδα τῶν σκηνῶν διαμετρήσω
我要歡躍,要分開示劍,要量出帳幕之谷。
I will exult, and will divide Shechem, and will measure out the valley of the tabernacles.
1:1269
Σώζει ὁ Θεὸς τῇ δεξιᾷ αὐτοῦ, διδοὺς τὸν μονογενῆ αὐτοῦ Υἱόν δεξιὰ γὰρ τοῦ Πατρὸς ὁ Υιός λύτρον ὑπὲρ τῆς τοῦ κόσμου σωτηρίας·
神以祂的右手施行拯救,賜下祂的獨生子;因為子乃是父的右手,是為世界得救而獻上的贖價。
God saves with his right hand, giving his only-begotten Son; for the Son is the right hand of the Father, a ransom for the salvation of the world.
1:1270
ἐπακούει δέ, διδοὺς τῷ δικαίῳ πρὸς τῇ ἀφέσει τῶν ἁμαρτημάτων καὶ πνευματικὰ χαρίσματα ἀκούει μὲν γὰρ τοῦ ἱκετεύοντος αὐτὸν ὁ Θεός, πρῶτον διὰ τῆς μετανοίας ἄφεσιν διδοὺς ἁμαρτημάτων, ἐπακούει δέ, πρὸς τῇ ἀφέσει τῶν ἁμαρτημάτων καὶ τὰ διὰ χάριτος πνευματικῆς διδοὺς ἐνεργήματα ·
而祂垂聽,賜給義人的,除了赦免罪愆之外,還有屬靈的恩賜。因為神垂聽向祂懇求的人:首先藉著悔改賜下罪的赦免;然後垂聽,除了赦免罪愆之外,也賜下藉屬靈恩典而來的運作。
And he hearkens, giving to the righteous, besides the remission of sins, spiritual gifts as well. For God hears the one who entreats him: first he gives remission of sins through repentance, and then he hearkens by giving, besides the remission of sins, also the operations that come through spiritual grace.
1:1271
λαλεῖ δὲ ἐν τῷ ἁγίῳ αὐτοῦ, τουτέστιν ἐν τῷ σαρκωθέντι αὐτοῦ Λόγῳ, τὸν θεῖον αὐτοῦ σκοπόν, τὸν ἀποκεκρυμμένον ἀπὸ τῶν αἰώνων καὶ ἀπὸ τῶν γενεῶν κατὰ τὴν ἔνσαρκον αὐτοῦ τοῦ Χριστοῦ οἰκονομίαν, διὰ τῆς καθ ἡμᾶς ἀνθρωποπρεποῦς αὐτοῦ ἀναστροφῆς οἱονεὶ διαρρήδην βοῶν καὶ τῷ βίῳ διδοὺς εἰς ὑποτύπωσιν αἰωνίου ζωῆς εἰκόνα, πάσης γεγωνοτέραν φωνῆς, τὴν τῶν ἀγαθῶν ἔργων ἐπίδειξιν·
祂在祂的聖者——亦即在祂那已經成了肉身的道——之中,說出祂那按照基督本身道成肉身之聖工、自歷世歷代以來隱藏未顯的神聖旨意;祂藉著那合乎人性、在我們中間的生活舉止,彷彿明明地呼喊出來,並將一個形像賜給我們的生命,作為永生的範型——這形像比一切聲音都更為響亮,那就是善行的彰顯。
He speaks in his Holy One — that is, in his incarnate Word — his divine purpose, hidden from the ages and from the generations, according to the incarnate economy of Christ himself, crying out, as it were, explicitly through his human-befitting conduct among us, and giving to our life, as a pattern of eternal life, an image louder than any voice: the display of good works.
1:1272
λαλεῖ δὲ καὶ ἐν ἑκάστῳ ἁγίῳ φυλάττοντι αὐτοῦ τὰς ἐντολάς, οἷον ζῶντας δεικνὺς διὰ τῶν ἔργων τοὺς λόγους καὶ πάσης φωνῆς γεγωνοτέρους
祂也在每一位謹守祂誡命的聖徒裡說話,彷彿藉著行為將祂的話語顯為活生生的,且比一切聲音都更為響亮。
And he also speaks in each saint who keeps his commandments, showing, as it were, his words to be living through their works, and louder than every voice.
1:1273
Ἀγαλλιᾶται δὲ ὁ δίκαιος, ἡνίκα, τελειωθεὶς τῇ χάριτι τοῦ Μονογενοῦς, ἱκανὸς γένηται διαμερίσαι τὴν Σίκημα, τουτέστιν ἄλλοις ἀναλόγως ἐκ πείρας ἐπιστήμονος ὑποθέσθαι τοὺς κατὰ τὴν πρακτικὴν ἀνδρικοὺς τῶν ἀρετῶν τρόπους·
義人歡躍,是在他因獨生子的恩典得以成全、而能夠「分開示劍」之時——亦即憑著經驗所得的知識,按各人的程度,向他人指授實踐生活中德行的剛毅諸法。
The righteous one exults when, having been perfected by the grace of the Only-begotten, he becomes able to "divide Shechem" — that is, to prescribe to others, each according to his measure, out of experienced knowledge, the manly modes of the virtues in the practical life.
1:1274
ὠμίασις γὰρ ἡ Σίκημα ἑρμηνεύεται, ὅπέρ ἐστιν ἡ πάντων μὲν ἐφεκτικὴ τῶν παθῶν, πασῶν δὲ ἐνεργητικὴ τῶν ἀρετῶν ἕξις πράξεως γὰρ σύμβολον τὸν ὦμον εἶναι φασίν
因為「示劍」譯為「肩負」,那就是抑制一切情、且成就一切德行的定性;因為他們說,肩膀乃是實行的表徵。
For "Shechem" is interpreted "shouldering," which is the settled state that restrains all the passions and produces all the virtues; for they say the shoulder is a symbol of action.
1:1275
Καὶ τὴν κοιλάδα τῶν Σκηνῶν διαμετρεῖ, τοὺς προσφόρους ἑκάστῳ τῶν ὄντων κατὰ τὴν φυσικὴν θεωρίαν λόγους ἀπονέμων·
祂又「量出帳幕之谷」,就是按著自然默觀,將合宜的本理分授給每一受造之物。
And he measures out the valley of the Tabernacles, apportioning to each of the beings, according to the contemplation of nature, the principles that are fitting to it.
1:1276
ἡ γὰρ κοιλὰς τῶν Σκηνῶν ὁ παρών ἐστι κόσμος, ἐν ᾧ πάντων κατὰ τὴν ἑκάστου διάφορον γνώμην τὲ καὶ διάθεσιν ἀπαγὴς ὑπάρχει καὶ πρόσκαιρος, σκηνῶν δίκην, ἡ παροῦσα ζωή
因為「帳幕之谷」就是這現今的世界,在其中,按各人不同的意念抉擇與傾向,這現今的生命對眾人而言都是不穩定且短暫的,如同帳幕一般。
For the valley of the Tabernacles is the present world, in which, for all, according to each one's differing gnomic will and disposition, the present life is unstable and transient, after the manner of tents.
1:1277
Ἢ πάλιν Σκηναὶ τυγχάνουσι τῆς παρούσης κοιλάδος οἱ ( Α_ > τῶν ἀρετῶν τρόποι, οὓς διαιρεῖ γνωστικῶς τοῖς διδασκομένοις, πρὸς τὴν ἑκάστου ἕξιν κατάλληλον διδοὺς ἀγωγὴν καὶ προσφυλακὴν τῶν τιμίων, ὁ διανέμειν εἰδὼς ἑκάστῳ διὰ τῆς καλῆς διδασκαλίας τὴν ἁρμόζουσαν πρὸς σωτηρίαν ὁδόν
又或者,這現今山谷中的「帳幕」就是德行的諸般樣式;他憑知識將這些樣式分授給受教的人,按各人的定性給予相稱的引導與對珍寶的守護——他曉得如何藉美善的教導,把合宜通向救恩的道路分派給每一個人。
Or again, the tabernacles of the present valley are the modes of the virtues, which he divides, with understanding, to those being taught, giving to each a training and a safeguarding of what is precious suited to his settled state — he who knows how to apportion to each, through good teaching, the way that is fitting for salvation.
1:1278
Ἢ Σκηναὶ κοιλάδος ὑπάρχουσιν αἱ διὰ Χριστοῦ τοῦ Σωτῆρος ἡμῶν Θεοῦ παγεῖσαι κατὰ πᾶσαν τὴν οἰκουμένην τῶν πιστευσάντων ἐθνῶν Ἐκκλησίαι, ὃ καὶ μᾶλλον, ὡς οἶμαι, τῶν ἄλλων ἐστὶν ἐπιφανέστερον
又或者,「谷中的帳幕」就是藉著我們的救主暨神基督、在普天下信主萬國中所建立的眾教會——我以為,這解釋比其餘的更為顯明。
Or the tabernacles of the valley are the Churches of the believing nations, established through Christ our Savior and God throughout the whole inhabited world — which interpretation, I think, is even more evident than the others.
1:1279
Ἢ πάλιν κοιλάδα Σκηνῶν διαμετρεῖ ὁ τὸν κόσμον τῶν σωμάτων καθάπερ κοιλάδα σκηνῶν γνώσει περιλαμβάνων·
又或者,那以知識將形體世界理解為帳幕之谷的人,便是在「量度帳幕之谷」。
Or again, he "measures out the valley of the Tabernacles" who comprehends, by knowledge, the world of bodies as a valley of tents.
1:1280
σκῆνος γὰρ πολλαχοῦ τῆς Γραφῆς τὸ σῶμα προσηγορεύθη
因為聖經多處都稱身體為「帳棚」。
For in many places of Scripture the body has been called a "tent."
1:1281
Ἐμός ἐστι Γαλαὰδ καὶ ἐμός ἐστι Μανασσῆς καὶ Ἐφραΐμ κραταίωσις τῆς κεφαλῆς μου
基列是我的,瑪拿西也是我的;以法蓮是我頭的保障。
Gilead is mine, and Manasseh is mine; Ephraim also is the strength of my head.
1:1282
Γαλαὰδ κατὰ μίαν τῶν ἐπὶ τῷ ὀνόματι τούτῳ ἑρμηνειῶν ἐστὶν ἀποκάλυψις, Μανασσῆς δὲ ἑρμηνεύεται λήθη·
基列,按這名字諸解之一,意為「啟示」;瑪拿西則譯為「遺忘」。
Gilead, according to one of the interpretations of this name, means "revelation"; and Manasseh is interpreted "forgetfulness."
1:1283
ἀποκάλυψις δὲ καὶ λήθη εἰκότως προσγίνονται τῷ δικαίῳ, λαμβάνοντι μὲν διὰ θεωρίας τῶν ἀπορρήτων τὴν μύησιν, τῶν δὲ κατ ἀρετὴν πόνων τὴν λήθην διὰ τὴν διαδεχομένην τοὺς πόνους τῶν ἀρετῶν εὐφροσύνην τῆς πνευματικῆς θεωρίας
啟示與遺忘理所當然地臨到義人:他一面藉默觀領受奧秘的啟蒙,一面則因接續德行勞苦而來的屬靈默觀之喜樂,而遺忘了德行的勞苦。
Revelation and forgetfulness fittingly befall the righteous man: revelation, in that he receives through contemplation initiation into the hidden mysteries; and forgetfulness of the labors of virtue, because of the joy of spiritual contemplation that succeeds those labors.
1:1284
Ἐφραΐμ δὲ ἑρμηνεύεται πλατυσμός, ὅπέρ ἐστιν ἡ κατὰ πίστιν ἐπὶ τοῖς μέλλουσιν ἀγαθοῖς ἄπτωτος ἐλπίς, ἥτις ἐστὶν ἀντίληψις τῆς κεφαλῆς τοῦ δικαίου, τουτέστι τῆς πίστεως·
以法蓮譯為「寬廣」,那就是照著信心、對將來美善之事不至跌倒的盼望——這盼望乃是義人頭〔即他的信〕的保障。
Ephraim is interpreted "enlargement," which is the unfaltering hope, in accordance with faith, for the good things to come — and this is the support of the righteous man's head, that is, of his faith.
1:1285
παντὸς γὰρ δικαίου κεφαλὴ ἡ πίστις ἐστὶ καὶ παντὸς ἔργου ἀγαθοῦ, κραταίωσις δὲ ταύτης καθέστηκεν ἀσφαλὴς ἡ τῶν μελλόντων ἀγαθῶν ἀδιάπτωτος ἐλπίς·
因為信乃是每一個義人之首,也是每一善工之首;而這信穩固的保障,正在於對將來美善之事永不動搖的盼望。
For faith is the head of every righteous man, and of every good work, and the sure support of that faith is the unfaltering hope of the good things to come.
1:1286
καθ ἣν ὡς παρόντα τὰ μέλλοντα θεωροῦντες, ἐμπλατυνόμεθα ταῖς θλίψεσιν, ἀκατάπτωτοι ἐν τοῖς πειρασμοῖς διαμένοντες
正因這盼望,我們將將來之事觀如現今,便在患難中得以寬廣,在試探中仍屹立不搖。
By this hope, beholding the things to come as though present, we are enlarged amid our afflictions, remaining unshaken in our trials.
1:1287
Ἰούδας βασιλεύς μου, Μωὰβ λέβης τῆς ἐλπίδος μου
猶大是我的王;摩押是我盼望的鍋。
Judah is my king; Moab is the pot of my hope.
1:1288
Ἰούδας ἐξομολόγησις ἑρμηνεύεται·
猶大譯為「認信」。
Judah is interpreted "confession."
1:1289
ἄρχει γὰρ ἡ δι εὐχῶν ἐξομολόγησις ἐν τοῖς ἁγίοις παντὸς ἀγαθοῦ
因為藉禱告而發的認信,在聖徒中乃是一切美善之事的開端。
For confession offered through prayers is, among the saints, the beginning of every good thing.
1:1290
ἐξομολογοῦμαί σοι, Πάτερ ἅγιε
我向你認信,聖潔的父啊。
I confess to you, Holy Father.
1:1291
Μωὰβ δὲ ' ἔντερον πατρὸς' ἑρμηνεύεται, νοεῖται δὲ τὸ ἡμέτερον σῶμα, δι οὗ κατὰ τὴν πρακτικὴν φιλοσοφίαν, λουτροῦ δίκην ὅπερ δηλοῖ σαφῶς ὁ λέβης, ἡ κάθαρσις πέφυκε γίνεσθαι τῶν ἁμαρτημάτων·
摩押譯為「父之腹」,指的是我們的身體;藉著這身體,按著實踐哲學,罪惡的潔淨得以自然發生,如同沐浴一般——這正是「鍋」所清楚表明的。
Moab is interpreted "the father's belly," and is understood to mean our body, through which, according to the practical philosophy, the cleansing of sins naturally takes place, after the manner of a bath — which is clearly signified by the "pot."
1:1292
κάθαρσις γάρ ἐστιν ὁ λέβης τῆς ἐλπίδος, τουτέστιν ἡ διὰ βίου κατὰ τὴν κάθαρσιν πρὸς κληρονομίαν τῶν κατ ἐλπίδας ἀποκειμένων ἡμῖν ἀγαθῶν ἑτοιμότης
因為「盼望之鍋」就是潔淨,也就是藉著一生的潔淨、為承受那按我們的盼望為我們存留的美善所預備的妥當。
For the "pot of hope" is cleansing, that is, the readiness, through a life of purification, for the inheritance of the goods laid up for us according to our hopes.
← 上一段下一段 →
1

新的原文誦讀上線時通知我

每次有新章節誦讀影片就寄一封信。採雙重確認,隨時可一鍵取消。