📜 Verbum · 聖言
原文誦讀聖經與教父文獻
♥ 贊助

← 回書卷目次 · 希臘教父 › 論人的本性

論人的本性 第 1 章 第 1/9 段

希臘文原文.179 節.部分字詞可點開查義.本章太長已分段,此段為 1:1–1:179(全章共 2247 節)

下一段 →
ℹ️ 本語料沒有逐節的詞法標註。原形主要取自同語言其他書卷的逐詞標註(不是這一節的標註),少數查不到的才回頭依字形比對詞典。同形的罕見字仍可能判錯,需要精確判斷時請覆核原文與專門詞典。
ℹ️ 中英對照為本站自譯,直接譯自本頁的原文(非和合本/WEB —— 那兩者譯自馬所拉文本,與本頁底本不同)。
1:1
Νεμεσίου ἐπισκόπου Ἐμέσης λόγος κεφαλαίωδης περὶ φύσεως ἀνθρώπου Τὸν ἄνθρωπον ἐκ ψυχῆς νοερᾶς καὶ σώματος ἄριστα κατεσκευασμένον καὶ οὕτω καλῶς ὡς οὐκ ἐνεδέχετο ἄλλως γενέσθαι συνεστάναι, πολλοῖς καὶ ἀγαθοῖς ἀνδράσιν ἔδοξεν
以墨撒主教尼米修斯所著《論人的本性》綱要論。人由智性的靈魂與身體所構成,其結構至為精妙,美好到無法以別樣方式存在——這是許多賢良之人所公認的。
A concise treatise on the nature of man, by Nemesius, bishop of Emesa. That man is most excellently constituted of an intellectual soul and a body, and so well framed that he could not have come into being in any better way, has been the judgment of many good men.
1:2
ἐκ τοῦ δὲ νοερὰν λέγεσθαι τὴν ψυχὴν ἀμφιβολίαν ἔχοντος πότερον προσελθὼν ὁ νοῦς τῇ ψυχῇ ὡς ἄλλος ἄλλῃ νοερὰν αὐτὴν ἐποίησεν, ἢ τὸ νοερὸν ἀφ' ἑαυτῆς ἡ ψυχὴ καὶ φύσει κέκτηται καὶ τοῦτό ἐστιν αὐτῆς τὸ κάλλιστον μέρος ὡς ὀφθαλμὸς ἐν σώματι, τινὲς μέν, ὧν ἐστιν καὶ Πλωτῖνος, ἄλλην εἶναι τὴν ψυχὴν καὶ ἄλλον τὸν νοῦν δογματίσαντες, ἐκ τριῶν τὸν ἄνθρωπον συνεστάναι βούλονται, σώματος καὶ ψυχῆς καὶ νοῦ, οἷς ἠκολούθησε καὶ Ἀπολινάριος ὁ τῆς Λαοδικείας γενόμενος ἐπίσκοπος, τοῦτον γὰρ πηξάμενος τὸν θεμέλιον τῆς ἰδίας δόξης καὶ τὰ λοιπὰ προσωκοδόμησεν κατὰ τὸ οἰκεῖον δόγμα·
然而,將靈魂稱為「智性的」卻引起一個疑問:究竟是理性(νοῦς)如同一物加於另一物般,從外而來臨到靈魂,使它成為智性的;抑或靈魂本身憑其本性即擁有智性,而這是它最美好的部分,正如眼睛之於身體。有些人——其中包括普羅提諾——主張靈魂是一回事、理性是另一回事,認為人由三者構成:身體、靈魂與理性。老底嘉主教亞波里拿留也跟從了他們;他既以此為自己教義的根基,便依其獨特的主張在其上建造其餘。
But since the soul's being called "intellectual" raises a doubt—whether the mind came to the soul from outside, as one thing joining another, and thus made it intellectual; or whether the soul possesses intellect from itself and by nature, this being its noblest part, like the eye in the body—some thinkers, among them Plotinus, who held that the soul is one thing and the mind another, maintain that man is composed of three things: body, soul, and mind. Apollinaris, who became bishop of Laodicea, followed them in this; for having laid this as the foundation of his own doctrine, he built the rest upon it according to his peculiar teaching.
1:3
τινὲς δὲ οὐ διεστείλαντο ἀπὸ τῆς ψυχῆς τὸν νοῦν, ἀλλὰ τῆς οὐσίας αὐτῆς ἡγεμονικὸν εἶναι τὸ νοερὸν ἡγοῦνται
但另一些人並不把理性與靈魂分開,反而認為智性乃是靈魂本質中的主導部分。
Others, however, did not separate the mind from the soul, but consider the intellectual element to be the governing part of the soul's very substance.
1:4
Ἀριστοτέλης δὲ τὸν μὲν δυνάμει νοῦν συγκατεσκευάσθαι τῷ ἀνθρώπῳ, τὸν δὲ ἐνεργείᾳ θύραθεν ἡμῖν ἐπεισιέναι δοξάζει, οὐκ εἰς τὸ εἶναι καὶ τὴν ὕπαρξιν τοῦ ἀνθρώπου συντελοῦντα ἀλλ' εἰς προκοπὴν τῆς τῶν φυσικῶν γνώσεως καὶ θεωρίας συμβαλλόμενον
亞里斯多德則主張:潛能中的理性與人一同被造,而實現中的理性卻是從外進入我們裡面的——它對人的存在與生命並無貢獻,而是有助於增進對自然事物的認識與默觀。
Aristotle holds that the mind in potentiality is created together with man, but that the mind in actuality enters into us from outside—contributing not to man's being and existence, but to the advancement of his knowledge and contemplation of natural things.
1:5
κομιδῆ γοῦν ὀλίγους τῶν ἀνθρώπων καὶ μόνους τοὺς φιλοσοφήσαντας τὸν ἐνεργείᾳ νοῦν ἔχειν διαβεβαιοῦται
因此他斷言:只有極少數的人,而且僅限於那些研究過哲學的人,才擁有實現中的理性。
Accordingly he affirms that very few men—and only those who have practiced philosophy—possess the mind in actuality.
1:6
Πλάτων δὲ οὐ δοκεῖ λέγειν τὸν ἄνθρωπον εἶναι τὸ συναμφότερον, ψυχὴν καὶ σῶμα, ἀλλὰ ψυχὴν σώματι τοιῷδε χρωμένην, ἀξιοπρεπέστερον φανταζόμενος τὰ κατὰ τὸν ἄνθρωπον καὶ αὐτόθεν ἡμᾶς ἐπιστρέφων ἐπὶ τὴν τῆς ψυχῆς μόνης θειότητα καὶ ἐπιμέλειαν, ἵνα τὴν ψυχὴν ἑαυτοὺς εἶναι πιστεύοντες τὰ τῆς ψυχῆς ἀγαθὰ μόνα μεταδιώκωμεν, τὰς ἀρετὰς καὶ τὴν εὐσέβειαν, καὶ μὴ τὰς τοῦ σώματος ἐπιθυμίας ἀγαπήσωμεν, ὡς οὐκ οὔσας ἀνθρώπου ᾗ ἄνθρωπος, ἀλλὰ ζῴου μὲν προηγουμένως, ἀνθρώπου δὲ ἑπομένως, ἐπειδὴ καὶ ζῷον ὁ ἄνθρωπος
柏拉圖卻似乎並不認為人是靈魂與身體二者的結合體,而認為人是運用某種身體的靈魂;因為他以更為尊貴的方式設想人的處境,從一開始就把我們引向那唯獨屬於靈魂的神性與看顧,好叫我們既相信自己就是靈魂,便只追求靈魂的善——眾德行與敬虔——而不貪愛身體的慾望,因為這些慾望不屬於作為人的人,乃是首先屬於動物,僅由此推及於人,因為人也是動物。
But Plato does not seem to say that man is the compound of both, soul and body, but rather a soul that makes use of such-and-such a body; for he conceives of man's condition more nobly, and from the outset turns us toward the divinity and care of the soul alone, so that, believing ourselves to be the soul, we may pursue only the goods of the soul—the virtues and piety—and not love the desires of the body, since these belong to man not insofar as he is man, but primarily to the animal, and to man only by consequence, seeing that man is also an animal.
1:7
καὶ ἄλλως δὲ κυριωτέρα τοῦ σώματος ἡ ψυχὴ πᾶσιν ἀνθρώποις εἶναι καθωμολόγηται, ἀπὸ ταύτης γὰρ ὡς ὄργανον κινεῖται τὸ σῶμα
並且無論如何,眾人都公認靈魂比身體更具主宰地位;因為身體乃是被靈魂當作器具來推動的。
And in any case it is agreed by all men that the soul is more authoritative than the body; for it is from the soul that the body is moved as its instrument.
1:8
χωρισθείσης γὰρ τῆς ψυχῆς ἀκίνητον μένει τὸ σῶμα παντελῶς καὶ ἀνενέργητον, ὡς τεχνίτου χωρισθέντος ἀκίνητα μένει τὰ ὄργανα
因為靈魂一旦離去,身體便完全靜止不動、毫無作為,正如工匠離開後,他的工具便靜止不動一樣。
For when the soul has departed, the body remains wholly motionless and inert, just as when the craftsman has departed his tools remain motionless.
1:9
γνώριμον δὲ ὅτι καὶ τοῖς ἀψύχοις κοινωνεῖ καὶ τῆς τῶν ἀλόγων ζῴων μετέχει ζωῆς καὶ τῆς τῶν λογικῶν μετείληφε νοήσεως
眾所周知,人既與無生命之物相通,又分享無理性動物的生命,更分得了有理性者的思維。
It is well known, too, that man has fellowship with inanimate things, shares in the life of irrational animals, and partakes of the reasoning of rational beings.
1:10
κοινωνεῖ γὰρ τοῖς μὲν ἀψύχοις κατὰ τὸ σῶμα καὶ τὴν ἀπὸ τῶν τεσσάρων στοιχείων κρᾶσιν·
因為人就身體以及四元素的混合而言,與無生命之物相通;
For he has fellowship with inanimate things in respect of the body and the blending of the four elements;
1:11
τοῖς δὲ φυτοῖς κατά τε ταῦτα καὶ τὴν θρεπτικὴν καὶ σπερματικὴν δύναμιν·
就這些方面以及滋養與生殖的官能而言,他與植物相通;
with plants both in these respects and through the nutritive and reproductive power;
1:12
τοῖς δὲ ἀλόγοις καὶ ἐν τούτοις μέν, ἐξ ἐπιμέτρου δὲ κατά τε τὴν καθ' ὁρμὴν κίνησιν καὶ κατὰ τὴν ὄρεξιν καὶ τὸν θυμὸν καὶ τὴν αἰσθητικὴν καὶ ἀναπνευστικὴν δύναμιν, ταῦτα γὰρ ἅπαντα κοινὰ τοῖς ἀνθρώποις καὶ τοῖς ἀλόγοις ἐστίν, εἰ καὶ μὴ πᾶσιν πάντα·
就這些方面而言,他也與無理性的動物相通,此外還在於依衝動而起的運動、慾望、血氣,以及感覺與呼吸的能力;因為這一切乃是人與無理性動物所共有的,縱然並非樣樣都為所有動物所共有。
with irrational animals in these too, but additionally in respect of voluntary movement, of appetite, of spiritedness, and of the sensory and respiratory faculties; for all these are common to men and to the irrational animals, even if not all of them belong to all.
1:13
συνάπτεται δὲ διὰ τοῦ λογικοῦ ταῖς ἀσωμάτοις καὶ νοεραῖς φύσεσιν, λογιζόμενος καὶ νοῶν καὶ κρίνων ἕκαστα καὶ τὰς ἀρετὰς μεταδιώκων καὶ τῶν ἀρετῶν τὸν κολοφῶνα τὴν εὐσέβειαν ἀσπαζόμενος
然而藉著他的理性,他與無形體的、智性的諸本性相連——他推理、思考、判斷萬事,追求眾德行,並珍愛那作為眾德行之冠冕的敬虔。
But through his rational element he is joined to the incorporeal and intellectual natures, reasoning and thinking and judging all things, pursuing the virtues, and embracing piety, the crown of the virtues.
1:14
διὸ καὶ ὥσπερ ἐν μεθορίοις ἐστὶν νοητῆς καὶ αἰσθητῆς οὐσίας, συναπτόμενος κατὰ μὲν τὸ σῶμα καὶ τὰς σωματικὰς δυνάμεις τοῖς ἄλλοις ζῴοις τε καὶ ἀψύχοις, κατὰ δὲ τὸ λογικὸν ταῖς ἀσωμάτοις οὐσίαις, ὡς εἴρηται πρότερον
因此,人彷彿置身於可知的本質與可感的本質的邊界之上:就其身體及身體的能力而言,他與其他動物及無生命之物相連;而就其理性而言,他則與無形體的諸本質相連,正如前面所說。
Therefore he stands as it were on the borderland between intelligible and sensible substance: joined according to his body and bodily powers to the other animals and to inanimate things, but according to his rational part to the incorporeal substances, as was said before.
1:15
ὁ γὰρ δημιουργὸς ἐκ τοῦ κατ' ὀλίγον ἔοικεν ἐπισυνάπτειν ἀλλήλαις τὰς διαφόρους φύσεις, ὥστε μίαν εἶναι καὶ συγγενῆ τὴν πᾶσαν κτίσιν
因為造物主似乎是循序漸進地將各不相同的本性彼此銜接起來,使整個受造界成為一個彼此相關的整體。
For the Creator seems, little by little, to link together the different natures with one another, so that the whole creation is one and akin.
1:16
ἐξ οὗ μάλιστα δείκνυται εἷς ὢν ὁ πάντων τῶν ὄντων δημιουργός·
由此最清楚地顯明:萬有的造物主乃是獨一的;
From this it is most clearly shown that the Creator of all that exists is one;
1:17
οὐ γὰρ μόνον ἥνωσε τὴν ὕπαρξιν τῶν κατὰ μέρος ἀτόμων, ἀλλὰ καὶ ἕκαστα πρὸς ἄλληλα συνήρμοσεν οἰκείως
因為祂不僅使各別的個體得以存在,更使每一樣彼此適切地配合起來。
for he not only brought into being the existence of the individual things severally, but also fitted each to the others in a suitable manner.
1:18
τὰ ἄλλα τὰ ἀναίσθητα τοῖς αἰσθητικοῖς νεύροις, καὶ ἐποίησεν ἐξ ἀναισθήτων καὶ αἰσθητικῶν συγκείμενον τὸ ζῷον, καὶ οὐ μόνον συγκείμενον ἀλλὰ καὶ ἓν ὂν ἀπέδειξεν·
祂將其他無感覺的部分與有感覺的神經相連,使生物由無感覺與有感覺的部分組合而成,而且不僅是組合,更顯明它是一個整體;
[He joined] the other insensible things to the sensory nerves, and made the living creature compounded of insensible and sensory parts, and not only compounded but also showed it to be one;
1:19
οὕτω καὶ ἐπὶ τῆς ἄλλης κατ' εἶδος κτίσεως πεποίηκε, συνάπτων ἀλλήλοις τῇ κατ' ὀλίγον οἰκειότητι καὶ παραλλαγῇ τῆς φύσεως, ὡς μὴ κατὰ πολὺ διεστάναι τὰ πάντῃ ἄψυχα τῶν ἐχόντων φυτῶν τὴν θρεπτικὴν δύναμιν, μηδ' αὖ ταῦτα τῶν ἀλόγων καὶ αἰσθητικῶν ζῴων, μήτε μὴν τὰ ἄλογα τῶν λογικῶν ἀπηλλοτριῶσθαι πάντῃ καὶ ἀσύμβατα καὶ ἄνευ δεσμοῦ τινος εἶναι συμφυοῦς καὶ φυσικοῦ
祂在其餘按各類受造之物上也是如此行事,藉著本性上微小的相近與漸次的差異,把萬物彼此相連,以致全然無生命之物與擁有滋養官能的植物相去不遠,這些植物與無理性而有感覺的動物相去不遠,而無理性的動物也並非與有理性者全然疏離、彼此不相容、缺乏某種與生俱來、合乎本性的聯繫。
and so too in the rest of creation according to its kinds he has acted, joining things to one another by gradual affinity and slight variation of nature, so that the wholly inanimate things are not far removed from the plants that possess the nutritive power, nor again these from the irrational and sensory animals, nor indeed are the irrational creatures wholly estranged from the rational and incompatible with them and devoid of some innate and natural bond.
1:20
διαλλάττει μὲν γὰρ καὶ λίθος λίθου δυνάμει τινί, ἀλλ' ἡ μαγνῆτις λίθος ἐξεληλυθέναι δοκεῖ τὴν τῶν ἄλλων λίθων φύσιν τε καὶ δύναμιν ἐν τῷ προφανῶς ἕλκειν πρὸς ἑαυτὴν καὶ κατέχειν τὸν σίδηρον, ὥσπερ τροφὴν αὐτὸν ποιήσασθαι βουλομένη, καὶ μὴ μόνον ἐφ' ἑνὸς σιδήρου τοῦτο ποιεῖν, ἀλλὰ καὶ ἄλλον δι' ἄλλου κατέχειν τῷ μεταδιδόναι τοῖς ἐχομένοις πᾶσιν τῆς δυνάμεως ἑαυτῆς·
因為一塊石頭與另一塊石頭在某種能力上有別;然而磁石卻似乎超越了其他石頭的本性與能力,因為它顯然把鐵吸向自己並牢牢吸住,彷彿要把鐵當作自己的食物——而且它不只對一塊鐵如此,更藉著一塊鐵吸住另一塊,把自身的能力傳遞給一切與它相連的鐵;
For one stone differs from another in some power; yet the magnet seems to have gone beyond the nature and power of other stones, in that it visibly draws iron to itself and holds it, as though wishing to make it its food—and it does this not on one piece of iron only, but holds one piece by means of another, imparting its own power to all the pieces in contact with it;
1:21
κατέχει γοῦν καὶ ὁ σίδηρος σίδηρον ὅταν ὑπὸ τῆς μαγνήτιδος ἔχηται
因為當鐵被磁石吸住時,鐵也能吸住鐵。
for iron too holds iron, when it is held by the magnet.
1:22
εἶτα πάλιν ἑξῆς ἀπὸ τῶν φυτῶν ἐπὶ τὰ ζῷα μετιών, οὐκ ἀθρόως ἐπὶ τὴν μεταβατικὴν καὶ αἰσθητικὴν ὥρμησε φύσιν, ἀλλ' ἐκ τοῦ κατ' ὀλίγον ἐπὶ ταύτην ἐμμελῶς προῆλθεν·
其後,祂又從植物逐步轉到動物,並非驟然衝向那能移動、有感覺的本性,而是循序漸進、和諧有序地邁向它;
Then again, passing in turn from plants to animals, he did not abruptly hasten to the locomotive and sensory nature, but advanced toward it harmoniously and little by little;
1:23
τὰς γὰρ πίννας καὶ τὰς ἀκαλήφας ὥσπερ αἰσθητικὰ δένδρα κατεσκεύασεν ( ἐρρίζωσε μὲν γὰρ αὐτὰς ἐν τῇ θαλάσσῃ δίκην φυτῶν καὶ ὥσπερ ξύλα τὰ ὄστρακα περιέθηκε καὶ ἔστησεν ὡς φυτά, αἴσθησιν δὲ αὐταῖς ἐνέδωκε τὴν ἁπτικὴν τὴν κοινὴν πάντων ζῴων αἴσθησιν), ὡς κοινωνεῖν τοῖς μὲν φυτοῖς κατὰ τὸ ἐρριζῶσθαι καὶ ἑστάναι, τοῖς δὲ ζῴοις κατὰ τὴν ἁφήν
因為祂造了江珧蛤與海葵,彷彿是有感覺的樹木——祂把它們像植物一樣紮根在海中,又像木質外殼一樣給它們圍上介殼,使它們像植物一般立定,卻又賜給它們感覺,就是觸覺,這是一切動物所共有的感覺——以致它們既因紮根立定而與植物相通,又因觸覺而與動物相通。
for he fashioned the pinnae (pen-shells) and the sea-anemones as it were sentient trees—for he rooted them in the sea after the manner of plants and set shells around them like wooden coverings and fixed them in place like plants, yet gave them sensation, namely the sense of touch, the sense common to all animals—so that they share with plants in being rooted and stationary, and with animals in the sense of touch.
1:24
τὸν γοῦν σπόγγον, καίτοι προσπεφυκότα ταῖς πέτραις καὶ συστέλλεσθαι καὶ ἀμύνεσθαι ὅταν προσιόντος αἴσθηταί τινος Ἀριστοτέλης ἱστόρησεν·
亞里斯多德確實記載過海綿:它雖附生在岩石上,但每當察覺有人靠近時,便會收縮並自衛;
Aristotle, indeed, has recorded of the sponge that, though it grows attached to the rocks, it contracts and defends itself whenever it perceives someone approaching;
1:25
διὸ τὰ τοιαῦτα πάντα ζωόφυτα καλεῖν ἔθος ἔχουσιν οἱ παλαιοὶ τῶν σοφῶν
正因如此,古時的智者習慣把一切這類生物稱為「動植物」(zoophyta,介於動物與植物之間者)。
and this is why the ancient sages are accustomed to call all such creatures "zoophytes" (animal-plants).
1:26
πάλιν δὲ ταῖς πίνναις καὶ τοῖς τοιούτοις συνῆψε τὴν τῶν μεταβατικῶν μὲν ζῴων γένεσιν, μακρὰν δὲ προελθεῖν μὴ δυναμένων ἀλλ' αὐτόθεν αὐτοῦ που κινουμένων·
祂又把那能移動、卻不能走遠、只能在原處附近移動的動物,與江珧蛤之類相連;
Again, to the pinnae and such creatures he joined the generation of animals that do indeed move about, but are unable to go far, moving only here and there in their own place;
1:27
τοιαῦτα δέ ἐστιν τὰ πλεῖστα τῶν ὀστρακοδέρμων καὶ τὰ καλούμενα γῆς ἔντερα
大多數有甲殼的生物以及所謂的「地之腸」(蚯蚓)便屬此類。
such are most of the shell-covered creatures and what are called "earthworms" (the entrails of the earth).
1:28
εἶθ' οὕτω κατὰ μέρος προστιθεὶς τοῖς μὲν αἰσθήσεις πλείους, τοῖς δὲ τὸ μεταβατικὸν ἐπὶ πλεῖστον, εἰς τὰ τελειότερα τῶν ἀλόγων ζῴων κατήντησεν·
然後,祂便如此循序漸進,給某些動物增添更多的感覺,給另一些增添更強的移動能力,最終達到無理性動物中較為完備的那些;
Then, in this way, adding to some more senses and to others greater powers of locomotion, little by little, he arrived at the more perfect among the irrational animals;
1:29
λέγω δὲ τελειότερα τὰ πάσας ἔχοντα τὰς αἰσθήσεις καὶ προϊέναι μακρὰν δυνάμενα
我所謂「較為完備」的,是指那些擁有一切感覺、又能走遠的動物。
and by "more perfect" I mean those that have all the senses and are able to travel far.
1:30
πάλιν δὲ μετα βαίνων ἀπὸ τῶν ἀλόγων ἐπὶ τὸ λογικὸν ζῷον τὸν ἄνθρωπον, οὐδὲ τοῦτο ἀθρόως κατεσκεύασεν ἀλλὰ πρότερον καὶ τοῖς ἄλλοις ζῴοις φυσικάς τινας συνέσεις καὶ μηχανὰς καὶ πανουργίας πρὸς σωτηρίαν ἐνέθηκεν, ὡς ἐγγὺς λογικῶν αὐτὰ φαίνεσθαι, καὶ οὕτω τὸ ἀληθῶς λογικὸν ζῷον τὸν ἄνθρωπον προεβάλετο·
再者,祂從無理性的動物過渡到那有理性的動物——人——時,也並非驟然造成,而是先在其他動物裡面安置了某些天生的悟性、機巧與保全自己的詭計,使牠們看似接近有理性者;如此,祂才推出了那真正有理性的動物——人。
And once more, passing from the irrational animals to the rational animal, man, he did not fashion this one abruptly either, but first implanted in the other animals certain natural sagacities and contrivances and cunning devices for their preservation, so that they appear close to rational beings; and so he brought forth the truly rational animal, man.
1:31
τὸν αὐτὸν τρόπον καὶ ἐπὶ τῆς φωνῆς ζητῶν εὑρήσεις ἐξ ἁπλῆς καὶ μονοειδοῦς τῆς ἵππων καὶ βοῶν ἐκφωνήσεως κατὰ μέρος εἰς ποικίλην καὶ διάφορον προαχθεῖσαν τὴν τῶν κοράκων καὶ μιμηλῶν ὀρνέων φωνὴν ἕως εἰς τὴν ἔναρθρον καὶ τελείαν τὴν ἀνθρώπου κατέληξε·
你若同樣考察聲音這件事,也會發現:聲音從馬牛單純劃一的鳴叫,逐步被帶向烏鴉與善於模仿之鳥那繁雜多樣的聲音,直到最後達於人那分明完備的言語;
In the same way, if you examine the matter of voice as well, you will find that from the simple and uniform vocalizing of horses and oxen it was led on gradually to the varied and diverse voice of crows and mimicking birds, until at last it reached the articulate and perfect speech of man;
1:32
πάλιν δὲ τὴν ἔναρθρον διάλεκτον ἐξῆψε τῆς διανοίας καὶ τοῦ λογισμοῦ, ἐξάγγελον ποιήσας αὐτὴν τῶν κατὰ νοῦν κινημάτων
祂又把這分明的言語繫於思想與理性之上,使它成為心思活動的傳報者。
and again he attached articulate speech to thought and reasoning, making it the herald of the movements of the mind.
1:33
καὶ οὕτω πᾶσι πάντα μουσικῶς συνήρμοσε καὶ συνέδησε καὶ εἰς ἓν συνήγαγε τά τε νοητὰ καὶ τὰ ὁρατὰ διὰ μέσης τῆς τῶν ἀνθρώπων γενέσεως
如此,祂便如音樂般將萬物彼此配合、捆束起來,藉著居於中間的人的受造,把可知的與可見的合而為一。
And thus he fitted all things together musically with all, and bound them, and gathered into one both the intelligible and the visible, through the medium of the generation of man.
1:34
διὸ καὶ καλῶς ὁ Μωυσῆς τὴν δημιουργίαν ἐκτιθέμενος τελευταῖον ἔφησε τὸν ἄνθρωπον γεγενῆσθαι, οὐ μόνον ὅτι πάντων δι' αὐτὸν γενομένων ἀκόλουθον ἦν πρῶτον τὰ πρὸς τὴν χρῆσιν αὐτοῦ παρασκευασθῆναι καὶ οὕτως αὐτὸν τὸν χρησόμενον παραχθῆναι, ἀλλ' ὅτι νοητῆς γενομένης οὐσίας καὶ πάλιν ὁρατῆς ἔδει γενέσθαι τινὰ καὶ σύνδεσμον ἀμφοτέρων, ἵνα ἓνᾖ τὸ πᾶν καὶ συμπαθὲς ἑαυτῷ καὶ μὴ ἀλλότριον αὐτὸ ἑαυτοῦ
因此,摩西在陳述創造之工時也說得好:人是最後被造的——這不僅因為既然萬物都是為人而造,理當先預備供人使用之物,然後才把那將要使用之人帶出來;更因為當可知的本質與可見的本質都已造成之後,必須有某種把二者聯繫起來之物,好叫整全成為一個、彼此相通、不致自相疏離。
Therefore Moses too rightly, in setting forth the creation, said that man was made last—not only because, since all things were made for his sake, it was fitting that first the things for his use should be prepared and that thus the one who was to use them should be brought forward, but also because, when an intelligible substance and again a visible one had come into being, there had to be some bond of both, so that the whole might be one and in sympathy with itself and not alien to itself.
1:35
ἐγένετο οὖν τὸ συνδέον ἀμφοτέρας τὰς φύσεις ζῷον ὁ ἄνθρωπος
於是,人就成了把這兩種本性聯結起來的生物。
Man, then, became the living creature that binds together both natures.
1:36
τὰ μὲν οὖν τῆς σοφίας τοῦ δημιουργοῦ συντόμως εἰπεῖν τοιαῦτα
簡而言之,造物主智慧的作為便是如此。
Such, to speak briefly, are the works of the Creator's wisdom.
1:37
ἐν μεθορίοις οὖν τῆς ἀλόγου καὶ λογικῆς φύσεως ὁ ἄνθρωπος ταχθείς, ἐὰν μὲν ἐπὶ τὸ σῶμα ῥέψῃ καὶ τὰ τοῦ σώματος πλέον ἀγαπήσῃ, τὸν τῶν ἀλόγων ἀσπάζεται βίον καὶ τούτοις συναριθμηθήσεται καὶ χοϊκὸς κληθήσεται κατὰ Παῦλον καὶ ἀκούσεται·
這樣,人既被安置在無理性本性與有理性本性的邊界之上,他若偏向身體、更貪愛身體之事,便是擁抱了無理性動物的生活,要與牠們同列,並如保羅所說要被稱為「屬土的」,又要聽見這話:
Man, then, having been stationed on the borderland of the irrational and rational natures, if he inclines toward the body and loves the things of the body more, embraces the life of the irrational creatures and will be numbered with them and will be called "of the earth" (earthy), according to Paul, and will hear:
1:38
γῆ εἶ καὶ εἰς γῆν ἀπελεύσῃ, καί·
「你本是塵土,仍要歸於塵土」;又有:
"You are dust, and to dust you shall return"; and:
1:39
παρασυνεβλήθη τοῖς κτήνεσι τοῖς ἀνοήτοις καὶ ὡμοιώθη αὐτοῖς·
「他好像那無知的畜類,與牠們相似。」
"He was compared to the senseless beasts and was made like them."
1:40
λογικὸν χωρήσῃ καταφρονήσας τῶν σωματικῶν πασῶν ἡδονῶν, τὴν θείαν τε καὶ θεοφιλεστάτην ζωὴν μετέρχεται καὶ τὴν ὡς ἀνθρώπου προηγουμένως, καὶ ἔσται οἷος ὁ ἐπουράνιος κατὰ τὸ εἰρημένον·
但他若邁向理性,輕看一切身體的歡愉,便會進入那神聖的、最蒙神所愛的生命,就是首先作為人所當有的生命,他要像那屬天的一樣,正如經上所說:
But if he advances toward the rational, despising all bodily pleasures, he attains the divine life most beloved of God, the life proper to him as man primarily, and he will be such as is the heavenly one, according to what is said:
1:41
οἷος ὁ χοϊκὸς τοιοῦτοι καὶ οἱ χοϊκοί, καὶ οἷος ὁ ἐπουράνιος τοιοῦτοι καὶ οἱ ἐπουράνιοι
「那屬土的怎樣,凡屬土的也就怎樣;那屬天的怎樣,凡屬天的也就怎樣。」
"As is the earthy, such also are those who are earthy; and as is the heavenly, such also are those who are heavenly."
1:42
τῆς δὲ λογικῆς φύσεως τὸ κεφάλαιόν ἐστι φεύγειν μὲν καὶ ἀποστρέφεσθαι τὰ κακά, μετιέναι δὲ καὶ αἱρεῖσθαι τὰ καλά
理性本性的要旨,乃在於躲避並轉離諸惡,卻去追求並揀選諸善。
The chief point of the rational nature is to flee and turn away from evil things, but to pursue and choose the good.
1:43
τῶν δὲ καλῶν τὰ μέν ἐστι κατὰ κοινωνίαν ψυχῆς καὶ σώματος, ἐχόντων καὶ τούτων ἐπὶ τὴν ψυχὴν τὴν ἀναφοράν, οἷον ψυχῆς προσχρωμένης σώματι, ὡς αἱ ἀρεταί·
在諸善之中,有些是靠靈魂與身體的共通而存在的,不過這些也都歸回到靈魂——如同靈魂運用身體之時——例如眾德行;
Of the good things, some exist by the communion of soul and body, though even these have their reference back to the soul—as when the soul makes use of the body—such as the virtues;
1:44
τὰ δὲ τῆς ψυχῆς αὐτῆς καθ' ἑαυτὴν μόνης μὴ προσδεομένης σώματος, ὡς ἡ εὐσέβεια καὶ ἡ τῶν ὄντων θεωρία
另有些則唯獨屬於靈魂自身、無須身體——例如敬虔以及對萬有的默觀。
but others belong to the soul itself by itself alone, without needing the body—such as piety and the contemplation of things that are.
1:45
ὅσοι τοίνυν τὸν ἀνθρώπου βίον ὡς ἀνθρώπου ζῆν προαιροῦνται καὶ μὴ ὡς ζῴου μόνου τὰς ἀρετὰς μετέρχονται καὶ τὴν εὐσέβειαν
因此,凡選擇以人的身分、而非僅以動物的身分來度人之生活的,都追求眾德行與敬虔。
All those, therefore, who choose to live the life of man as man, and not as a mere animal, pursue the virtues and piety.
1:46
τίνα δέ ἐστι τὰ τῶν ἀρετῶν καὶ τίνα τὰ τῆς εὐσεβείας ἐν τοῖς ἑξῆς διακριθήσεται ὅταν τὸν περὶ τῆς ψυχῆς καὶ τοῦ σώματος ἀποδῶμεν λόγον·
至於什麼是德行之事、什麼是敬虔之事,將在以下論及靈魂與身體時加以分辨;
But what the things of the virtues are, and what those of piety, will be distinguished in what follows, when we render our account concerning the soul and the body;
1:47
οὐδέπω γὰρ ἐγνωσμένου τί ποτε ἡμῶν ἐστιν ἡ ψυχὴ κατ' οὐσίαν οὐκ ἔστιν ἀκόλουθον περὶ τῆς ἐνεργείας αὐτῆς διαλαμβάνειν
因為只要我們的靈魂在本質上究竟為何尚未為人所知,就不宜論及它的運作。
for as long as it is not yet known what our soul is in respect of its substance, it is not consistent to treat of its activity.
1:48
Ἑβραῖοι δὲ τὸν ἄνθρωπον ἐξ ἀρχῆς οὔτε θνητὸν ὁμολογουμένως οὔτε ἀθάνατον γεγενῆσθαί φασιν ἀλλ' ἐν μεθορίοις ἑκατέρας φύσεως, ἵνα ἂν μὲν τοῖς σωματικοῖς ἀκολουθήσῃ πάθεσι περιπέσῃ καὶ ταῖς σωματικαῖς μεταβολαῖς, ἂν δὲ τὰ τῆς ψυχῆς προτιμήσῃ καλὰ τῆς ἀθανασίας ἀξιωθῇ
希伯來人說,人從起初被造時,既非確然會死,也非不死的,而是處於這兩種本性的邊界之上,好叫他若跟從身體的情慾,便會陷入身體的種種變遷;但他若看重靈魂的善,便配得不朽。
The Hebrews say that man was from the beginning made neither confessedly mortal nor immortal, but on the borderland of each nature, so that, if he should follow the bodily passions, he might fall also into the bodily changes, but if he should prefer the goods of the soul, he might be deemed worthy of immortality.
1:49
εἰ γὰρ ἐξ ἀρχῆς αὐτὸν θνητὸν ἐποίησεν ὁ θεός, οὐκ ἂν ἁμαρτόντα θανάτῳ κατεδίκασε, τοῦ γὰρ θνητοῦ θνητότητα οὐδεὶς καταδικάζει·
因為若神從起初就造他為會死的,那麼當他犯罪時,神就不會判他死亡;因為沒有人會把會死之物判為必死的;
For if God had made him mortal from the beginning, he would not have condemned him to death when he sinned; for no one condemns a mortal to mortality;
1:50
εἰ δ' αὖ πάλιν ἀθάνατον, οὐδ' ἂν τροφῆς αὐτὸν ἐνδεᾶ κατεσκεύασεν ( οὐδὲν γὰρ τῶν ἀθανάτων τροφῆς σωματικῆς δεῖται) οὐδ' ἂν οὕτω ῥᾳδίως μετενόησε καὶ τὸν γενόμενον ἀθάνατον θνητὸν εὐθέως ἐποίει, οὐδὲ γὰρ ἐπὶ τῶν ἁμαρτησάντων ἀγγέλων τοῦτο φαίνεται πεποιηκὼς ἀλλὰ κατὰ τὴν ἐξ ἀρχῆς φύσιν ἀθάνατοι διέμειναν, ἄλλην τῶν ἡμαρτημένων ἀπεκδεχόμενοι δίκην ἀλλ' οὐ τὸν θάνατον
反之,若神造他為不死的,便不會把他造成需要食物的(因為不死者中沒有一個需要身體的食物),也不會這樣輕易就改變心意,立刻把那已造為不死的造成會死的;因為即便對那些犯了罪的天使,神似乎也並未如此行,而是讓他們按起初的本性仍舊不死,等候為其罪而來的另一種刑罰,而非死亡。
and if, on the other hand, he had made him immortal, he would not have constituted him in need of food (for none of the immortals needs bodily nourishment), nor would he so easily have changed his mind and at once made mortal the one he had made immortal; for not even in the case of the angels who sinned does he appear to have done this, but they remained immortal according to their original nature, awaiting another penalty for their sins, but not death.
1:51
βέλτιον οὖν ἢ τοῦτον τὸν τρόπον νοεῖν τὸ προκείμενον, ἢ ὅτι θνητὸς μὲν κατεσκευάσθη, δυνάμενος δὲ ἐκ προκοπῆς τελειούμενος ἀθάνατος γενέσθαι, τουτέστι δυνάμει ἀθάνατος
因此,最好是這樣理解所論之事:人被造為會死的,卻能藉著長進與成全而得以成為不死的——也就是說,是潛能上的不死。
It is better, therefore, to understand the matter in this way: that he was made mortal, yet capable, through advancement and being perfected, of becoming immortal—that is, immortal in potentiality.
1:52
ἐπειδὴ δὲ οὐ συνέφερεον αὐτῷ πρὸ τῆς τελειώσεως γνῶναι τὴν φύσιν ἑαυτοῦ, ἀπηγόρευσε μὴ γεύσασθαι τοῦ ξύλου τῆς γνώσεως
並且,由於在他得成全之前,認識自己的本性對他並無益處,神就禁止他吃那知識樹的果子。
And since it was not expedient for him, before his perfecting, to know his own nature, God forbade him to taste of the tree of knowledge.
1:53
ἦσαν γὰρ μᾶλλον δέ εἰσιν ἔτι καὶ νῦν δυνάμεις ἐν τοῖς φυτοῖς μέγισται·
因為從前——更確切地說,直到如今——植物裡面仍有極大的能力;
For there were—or rather there still are even now—very great powers in plants;
1:54
τότε δὲ ὡς ἐν ἀρχῇ τῆς κοσμοποιΐας ἀκραιφνεῖς οὖσαι ἰσχυροτάτην εἶχον τὴν ἐνέργειαν
而那時,這些能力既在世界受造之初純淨無雜,便具有最強大的效力。
and then, being unalloyed as at the beginning of the world's creation, they had the most powerful operation.
1:55
ἦν οὖν καὶ ἀπόγευσίς τινος καρποῦ γνῶσιν ἐμποιοῦσα τῆς οἰκείας φύσεως·
因此,也有那能使人認識自己本性的某種果子可供品嘗;
There was, then, also the tasting of a certain fruit that produced the knowledge of one's own nature;
1:56
οὐκ ἐβούλετο δὲ αὐτὸν ὁ θεὸς πρὸ τῆς τελειώσεως γνῶναι τὴν οἰκείαν φύσιν ἵνα μὴ γνοὺς ἑαυτὸν ἐνδεᾶ πολλῶν ὄντα τῆς σωματικῆς ἐπιμεληθῇ χρείας καταλιπὼν τὴν τῆς ψυχῆς πρόνοιαν, καὶ διὰ ταύτην τὴν αἰτίαν ἐκώλυσεν αὐτὸν μεταλαβεῖν τοῦ καρποῦ τῆς γνώσεως
但神不願他在得成全之前認識自己的本性,免得他一旦認清自己原是諸多匱乏的,就只顧料理身體的需用,撇下對靈魂的看顧;正因這緣故,神攔阻他去吃那知識的果子。
but God did not wish him to know his own nature before his perfecting, lest, on coming to know himself as being in need of many things, he should attend to the body's needs and abandon the care of the soul; and for this reason he prevented him from partaking of the fruit of knowledge.
1:57
παρακούσας δὲ καὶ γνοὺς ἑαυτὸν τῆς μὲν τελειώσεως ἐξέπεσε, τῆς δὲ σωματικῆς χρείας ἐγένετο·
然而他既違命,並認清了自己,便從成全中墜落,淪於身體的需用之下;
But having disobeyed and come to know himself, he fell away from perfecting and became subject to bodily need;
1:58
σκέπασμα γοῦν εὐθέως ἐπεζήτησε
總之,他立刻就尋求遮蔽之物;
at any rate, he straightway sought a covering;
1:59
φησὶ γὰρ ὁ Μωυσῆς ὅτι γυμνός ἐστιν ἔγνω
因為摩西說,他知道自己是赤身露體的。
for Moses says that he came to know he was naked.
1:60
πρότερον δὲ ἐν ἐκστάσει αὐτὸν ἐποίησε καὶ ἐν ἀγνωσίᾳ ἑαυτοῦ
而在此之前,神曾使他進入恍惚之中,並對自己懵然無知。
And beforehand God had put him in a trance and in ignorance of himself.
1:61
ἐκπεσὼν οὖν τῆς τελειώσεως ἐξέπεσεν ὁμοίως καὶ τῆς ἀθανασίας, ἣν ὕστερον ἀναλήψεται χάριτι τοῦ ποιήσαντος αὐτόν
於是,他既從完全的境地墮落,也照樣失去了不朽;但這不朽,他日後將藉著造他者的恩典重新得回。
Having fallen, then, from his perfection, he likewise fell from immortality as well—which he will afterward recover by the grace of the One who made him.
1:62
μετὰ δὲ τὴν ἔκπτωσιν καὶ ἡ τῶν κρεῶν ἀπόλαυ σις συνεχωρήθη
墮落之後,吃肉的享用也獲准許可了。
After the fall the enjoyment of meat was also conceded to him.
1:63
πρότερον μὲν γὰρ τοῖς ἀπὸ τῆς γῆς μόνοις ἐκέλευσεν αὐτὸν ἀρκεῖσθαι (ταῦτα γὰρ ἦν ἐν τῷ παραδείσῳ)·
因為起初神吩咐他單以地上所出產的為足(這些正是樂園中所有的);
For at first He commanded him to be content with the produce of the earth alone (for these were what was in paradise);
1:64
ἀπεγνωσμένης δὲ τῆς τελειώσεως τῇ συγκαταβάσει λοιπὸν συνεχωρήθη τὰ τῆς ἀπολαύσεως
但既然完全的境地已成絕望,此後便藉著俯就,准許了種種口腹的享用。
but once perfection had been despaired of, the things of bodily enjoyment were thereafter conceded by way of condescension.
1:65
ἐπειδὴ δὲ ἐκ σώματός ἐστιν ὁ ἄνθρωπος, πᾶν δὲ σῶμα ἐκ τῶν τεσσάρων στοιχείων συνέστηκεν, ἀνάγκη τούτοις τοῖς πάθεσι περιπίπτειν αὐτὸν οἷς καὶ τὰ στοιχεῖα, τομῇ καὶ μεταβολῇ καὶ ῥεύσει, ἅπερ ἐστὶ μόνου τοῦ σώματος·
既然人是由身體構成的,而每一個身體都是由四種元素組合而成,他就必然要遭遇那些元素所遭遇的情狀,就是分割、變化與流失——這些都是單屬於身體的;
Now since man consists of a body, and every body is composed of the four elements, he must necessarily fall subject to the very affections to which the elements are also subject—namely division, change, and flux—which belong to the body alone;
1:66
μεταβολῇ μὲν τῇ κατὰ ποιότητα, ῥεύσει δὲ τῇ κατὰ κένωσιν, κενοῦται γὰρ ἀεὶ τὸ ζῷον διά τε τῶν προδήλων πόρων καὶ διὰ τῶν ἀδήλων, περὶ ὧν ὕστερον ἐροῦμεν
變化是就性質而言的,流失則是就排空而言的;因為這活物總是不斷地排空,既藉著明顯的孔道,也藉著隱密的孔道——關於後者我們以後再講。
change in respect of quality, and flux in respect of emptying; for the living creature is continually being emptied both through the evident passages and through the hidden ones, of which we shall speak later.
1:67
ἀνάγκη τοίνυν ἢ τοῖς κενουμένοις ἀντεισφέρεσθαι τὰ ἴσα ἢ διαλύεσθαι τὸ ζῷον ἐνδείᾳ τῶν ἐπεισιόντων
因此,必須有相等的份量補進來,以替代所排空的;否則這活物便會因缺乏外來補給而瓦解。
It is therefore necessary either that an equal amount be brought in to replace what is emptied out, or else that the living creature dissolve through lack of what comes in from outside.
1:68
ξηρῶν δὲ ὄντων καὶ ὑγρῶν καὶ πνεύματος τῶν κενουμένων, ἀνάγκη καὶ ξηρᾶς καὶ ὑγρᾶς τροφῆς δεῖσθαι τὸ ζῷον καὶ πνεύματος
既然所排空的乃是乾的、濕的,以及氣息,這活物就必然需要乾的食物、濕的食物,以及空氣。
And since the things emptied out are dry, moist, and breath, the living creature must necessarily require both dry and moist nourishment as well as air.
1:69
στοιχείων ἐξ ὧν καὶ συνετέθημεν
——也就是我們自身所由以組合而成的那些元素。
—that is, of the very elements out of which we too were compounded.
1:70
ἕκαστον γὰρ τῷ μὲν οἰκείῳ καὶ ὁμοίῳ τρέφεται, τῷ δὲ ἐναντίῳ θεραπεύεται
因為每樣事物都靠與它同類相似的來滋養,卻靠與它相反的來醫治。
For each thing is nourished by what is akin and like to it, but is treated and remedied by its opposite.
1:71
τῶν δὲ στοιχείων τὰ μὲν προσεχῶς τε ἅμα, τὰ δὲ καὶ διὰ μέσων τινῶν προσφερόμεθα, ὡς ὕδωρ ποτὲ μὲν καθ' ἑαυτὸ ποτὲ δὲ καὶ διὰ μέσου τοῦ οἴνου καὶ τοῦ ἐλαίου καὶ πάντων τῶν καλουμένων ὑγρῶν καρπῶν ( οὐδὲν γὰρ ἕτερον οἶνός ἐστιν ἢ ὕδωρ ὑπ' ἀμπέλου πεποιωμένον)
至於這些元素,有些我們是直接同時攝取的,有些則是藉著某種中介物攝取的——譬如水,我們有時是單獨飲用的,有時則是藉著酒、油,以及一切所謂的液態果實為中介來攝取的(因為酒不外乎就是被葡萄樹賦予了性質的水)。
Of the elements, some we take in directly and immediately, while others we take by means of certain intermediaries—as water, which we sometimes drink by itself, and sometimes through the medium of wine and oil and all the so-called liquid fruits (for wine is nothing other than water given quality by the vine).
1:72
ὁμοίως δὲ καὶ πυρὸς μεταλαμβάνομεν, ποτὲ μὲν προσεχῶς ὑπ' αὐτοῦ θαλπόμενοι ποτὲ δὲ διὰ μέσων ὧν ἐσθίομεν ἢ πίνομεν ( ἐν πᾶσι γὰρ ἢ πλείων ἢ ἐλάττων μοῖρα τοῦ πυρὸς ἐγκατέσπαρται)·
我們也照樣分受火,有時是直接被火溫暖的,有時則是藉著我們所吃或所喝之物為中介(因為在一切事物之內,都播散著或多或少一份的火);
Likewise we also partake of fire, sometimes being warmed by it directly, and sometimes through the medium of the things we eat or drink (for in everything a greater or lesser portion of fire is sown within);
1:73
τὸν αὐτὸν τρόπον καὶ τοῦ ἀέρος, προσεχῶς μὲν ἀναπνέοντες καὶ περικε χυμένον ἡμῖν ἔχοντες καὶ ἐν τῷ ἐσθίειν καὶ πίνειν ἕλκοντες, διὰ μέσων δὲ τῶν ἄλλων πάντων ὧν προσφερόμεθα·
我們也照樣分受空氣:直接藉著呼吸它、被它環繞著,並在吃喝之時把它吸入,又藉著我們所攝取的其餘一切之物為中介而分受它;
and in the same way also of air: directly by breathing it and by having it poured around us, and by drawing it in while we eat and drink, and through the medium of all the other things we take in;
1:74
τὴν δὲ γῆν προσεχῶς μὲν ἡμεῖς οὐδαμῶς, διὰ μέσων δέ τινων (γῆ μὲν γὰρ σῖτος γίνεται, σῖτον δὲ ἡμεῖς ἐσθίομεν)·
至於土,我們從不直接攝取,只藉著某種中介物攝取(因為土變成了穀物,而我們吃的乃是穀物);
but earth we never take directly at all, only through certain intermediaries (for earth becomes grain, and the grain we eat);
1:75
κόρυδοι μὲν γὰρ καὶ περιστεραὶ πολλάκις καὶ πέρδικες τὴν γῆν σιτοῦνται·
因為雲雀、鴿子和鷓鴣常常是直接以泥土為食的,
for larks and doves and partridges often do feed on the earth itself,
1:76
ἄνθρωπος δὲ διὰ μέσων τῶν σπερμάτων καὶ τῶν ἀκροδρύων καὶ τῶν σαρκῶν
但人卻是藉著種子、樹上的果實和肉類這些中介物為食的。
whereas man feeds through the intermediaries of seeds and tree-fruits and flesh.
1:77
ἐπειδὴ δὲ οὐ μόνον δι' εὐπρέπειαν ἀλλὰ καὶ δι' εὐαισθησίαν τὴν κατὰ τὴν ἁφὴν ᾗ μάλιστα πλεονεκτεῖ πάντα τὰ ζῷα ὁ ἄνθρωπος οὐ περιέθηκεν ἡμῖν οὔτε δέρμα παχὺ ὡς τοῖς βουσὶ καὶ τοῖς ἄλλοις τοῖς παχυδέρμοις, οὔτε τρίχας μεγάλας καὶ πυκνὰς ὡς ταῖς αἰξὶ καὶ τοῖς προβάτοις καὶ λαγωοῖς, οὔτε φολίδας ὡς τοῖς ὄφεσι καὶ τοῖς ἰχθύσιν, οὔτε ὄστρακα ὡς ταῖς χελώναις καὶ τοῖς ὀστρέοις, οὔτε ἁπαλόστρακα ὡς τοῖς καράβοις, οὔτε πτέρυγας ὡς τοῖς ὀρνέοις, ἀναγκαίως ἐσθῆτος ἐδεή θημεν, τῆς ἀναπληρούσης ἐν ἡμῖν ὅπερ ἡ φύσις τοῖς ἄλλοις ἐδωρήσατο
再者,造物主沒有給我們配備那些動物所有的覆蓋,這不僅是為了端莊得體,更是為了那敏銳的觸覺——在這觸覺上人勝過一切動物:祂既沒有給我們披上像牛和其他厚皮獸那樣的厚皮,也沒有給我們披上像山羊、綿羊和野兔那樣又長又密的毛,也沒有像蛇和魚那樣的鱗甲,也沒有像龜和牡蠣那樣的硬殼,也沒有像龍蝦那樣的軟殼,也沒有像鳥類那樣的翅膀;於是我們便必然需要衣服,衣服在我們身上補足了自然賦予其他受造物的那一切。
And since, not only for the sake of seemliness but also for the sake of the keen sense of touch—in which, above all the animals, man excels—the Creator did not clothe us either with a thick hide as He did the oxen and the other thick-skinned beasts, nor with long, dense hair as He did the goats and sheep and hares, nor with scales as He did the serpents and fishes, nor with shells as He did the tortoises and oysters, nor with soft shells as He did the crayfish, nor with wings as He did the birds, we of necessity came to need clothing, which makes up in us for that which nature bestowed upon the other creatures.
1:78
διὰ ταῦτα μὲν οὖν τροφῆς καὶ ἐσθῆτος δεόμεθα·
因此,基於這些緣故,我們需要食物和衣服;
For these reasons, then, we have need of food and clothing;
1:79
οἰκήσεως δὲ καὶ διὰ ταῦτα μὲν δι'ἃ καὶ ἐσθῆτος καὶ τροφῆς ἐδεήθημεν, οὐχ ἥκιστα δὲ καὶ διὰ τὰς τῶν θηρίων ἀποφυγάς·
我們也需要住所,這既是出於那些使我們需要衣服和食物的同樣緣故,更尤其是為了躲避野獸;
and of a dwelling-place too, both for the same reasons for which we needed clothing and food, and not least for the sake of escaping from wild beasts;
1:80
διὰ δὲ τὰς δυσκρασίας τῶν ποιοτήτων καὶ τὴν λύσιν τῆς συνεχείας τοῦ σώματος ἰατρῶν καὶ θεραπείας ἐν χρείᾳ κατέστημεν·
又因著種種性質的失調,以及身體連續性的破壞,我們便陷入需要醫生和醫治的境地;
and because of the bad blends of the qualities and the disruption of the body's continuity, we came to stand in need of physicians and of medical treatment;
1:81
τῆς δὲ μεταβολῆς κατὰ ποιότητα γινομένης, ἀνάγκη διὰ τῆς ἀντικειμένης ποιότητος εἰς τὸ σύμμετρον ἀγαγεῖν τὴν κατάστασιν τοῦ σώματος
既然這變化是就性質而發生的,就必須藉著相反的性質,把身體的狀況引回到均衡適中的地步。
and since the change occurs in respect of quality, the body's condition must necessarily be brought back to its due proportion by means of the opposite quality.
1:82
οὐ γάρ, ὡς οἴονταί τινες, τὸ θερμανθὲν σῶμα καταψύξαι πρόκειται τοῖς ἰατροῖς, ἀλλ' εἰς τὸ εὔκρατον μεταστῆσαι
因為醫生的目的並不像某些人所想的,是要把已經發熱的身體冷卻下來,乃是要把它轉化到調和適中的狀態;
For it is not, as some suppose, the physicians' aim to cool down the body that has become heated, but rather to bring it over to a well-tempered state;
1:83
εἰ γὰρ καταψύξειαν, εἰς τὴν ἐναντίαν περιΐσταται νόσον ἡ δίαθεσις
因為他們若把它冷卻下來,這體質便會轉變成相反的疾病了。
for if they were to cool it down, the disposition would shift round into the opposite disease.
1:84
χρεία τοίνυν ἀνθρώπῳ τροφῆς μὲν καὶ ποτοῦ, διὰ τὰς κενώσεις καὶ διαφορήσεις·
所以人需要食物和飲料,乃是因著種種排空與耗散;
Man, then, has need of food and drink, on account of the emptyings and dissipations;
1:85
ἐσθῆτος δὲ, διὰ τὸ μηδεμίαν ἔχειν ἐκ φύσεως ἰσχυρὰν περιβολήν·
需要衣服,乃是因為他生來沒有任何堅固的遮蓋;
of clothing, because he has no strong covering by nature;
1:86
οἴκου δὲ, διά τε τὰς δυσκρασίας τοῦ περιέχοντος καὶ διὰ τὰ θηρία·
需要房屋,乃是既因著周遭環境氣候的失調,也因著野獸;
of a house, both on account of the bad blends of the surrounding air and on account of the wild beasts;
1:87
θεραπείας δὲ, διὰ τὰς μεταβολὰς τῶν ποιοτήτων καὶ τὴν αἴσθησιν τὴν ἐνδοθεῖσαν τῷ σώματι
需要醫治,乃是因著種種性質的變化,以及那植入身體中的感覺。
of treatment, on account of the changes of the qualities and the sensation that has been implanted in the body.
1:88
εἰ γὰρ μὴ προσῆν ἡμῖν αἴσθησις οὔτ' ἂν ἠλγοῦμεν οὔτ' ἂν θεραπείας ἐδεήθημεν μὴ ἀλγοῦντες καὶ διεφθάρημεν ἂν ἐν ἀγνωσίᾳ τοῦ κακοῦ τὸ πάθος οὐκ ἰώμενοι
因為我們裡面若沒有感覺,就不會感到疼痛;既不感到疼痛,就不會需要醫治,於是便會在不知有害的情況下毀滅,因為不曾去治療那病患。
For if sensation were not present in us, we would feel no pain; and feeling no pain we would have no need of treatment, and we would perish—in ignorance of the harm—not curing the affliction.
1:89
διὰ δὲ τὰς τέχνας καὶ τὰς ἐπιστήμας καὶ τὰς ἀπὸ τούτων χρείας ἀλλήλων δεόμεθα
又因著種種技藝、學問,以及由此而生的種種需要,我們便彼此需要。
And on account of the arts and the sciences and the needs arising from them, we have need of one another.
1:90
διὰ δὲ τὸ δεῖσθαι ἀλλήλων, εἰς ταὐτὸ πολλοὶ συνελθόντες κοινωνοῦμεν ἀλλήλοις κατὰ τὰς τοῦ βίου χρείας ἐν τοῖς συναλλάγμασιν, ἥντινα σύνοδον καὶ συνοικίαν πόλιν ὠνόμασαν, ἵνα ἐγγύθεν καὶ μὴ πόρρωθεν τὰς παρ' ἀλλήλων ὠφελείας καρπώμεθα
正因我們彼此需要,許多人便聚集到同一處,在生活所需上藉著彼此的往來而互相分享;人們就把這樣的聚集與共居稱為城邦,好叫我們能就近、而非從遠處,享受彼此所帶來的益處。
And because we have need of one another, many of us come together into the same place and share with one another in the necessities of life through mutual dealings; and this coming-together and joint-dwelling they named a city, so that we might reap the benefits we afford one another from close at hand and not from afar.
1:91
φύσει γὰρ συναγελαστικὸν καὶ πολιτικὸν ζῷον γέγονεν ὁ ἄνθρωπος
因為人生來就是一種群居的、過城邦生活的活物。
For man has come into being by nature a gregarious and political creature.
1:92
εἷς γὰρ οὐδεὶς αὐτάρκης ἑαυτῷ πρὸς ἅπαντα
因為沒有任何一個人,能在一切事上自給自足。
For no single individual is self-sufficient unto himself for all things.
1:93
δῆλον οὖν ὡς αἱ πόλεις διὰ τὰ συναλλάγματα καὶ τὰ μαθήματα συνέστησαν
由此可見,城邦的建立乃是為了彼此的往來和學問。
It is clear, then, that cities were established on account of mutual dealings and of learning.
1:94
δύο δὲ τούτων πρεσβείων ὁ ἄν θρωπος ἐξαιρέτων ἔτυχεν
而人在這些事上得了兩項特殊的尊榮。
And man has obtained two exceptional privileges among these.
1:95
καὶ γὰρ μόνος οὗτος συγγνώμης τυγχάνει μετανοῶν, καὶ τὸ σῶμα τούτου μόνου θνητὸν ὂν ἀπαθανατίζεται, καὶ τοῦ μὲν σωματικοῦ, διὰ τὴν ψυχὴν, τοῦ δὲ ψυχικοῦ, διὰ τὸ σῶμα
因為惟有他在悔改時得蒙赦免;又惟有他的身體,雖是會死的,卻得以成為不朽——身體的部分是因著魂得救,而魂的部分是因著身體得救。
For he alone, when he repents, obtains pardon; and his body alone, though mortal, is made immortal—the bodily part being saved on account of the soul, and the soul on account of the body.
1:96
μόνος γὰρ ὁ ἄνθρωπος τῶν λογικῶν ἐξαίρετον ἔσχε τὸ συγγνώμης ἐν τῷ μετανοεῖν ἀξιοῦσθαι
因為在一切有理性的存有中,惟獨人有這特殊的恩賜,就是在悔改時被算為配得赦免。
For man alone, among rational beings, has the exceptional gift of being deemed worthy of pardon in his repenting.
1:97
οὔτε γὰρ δαίμονες, οὔτε ἄγγελοι μετανοοῦντες συγγνώμης ἀξιοῦνται
因為無論是鬼魔還是天使,他們悔改時都不被算為配得赦免。
For neither daemons nor angels, when they repent, are deemed worthy of pardon.
1:98
καὶ ἐν τούτῳ μάλιστα καὶ δίκαιος καὶ ἐλεήμων ὁ Θεὸς δείκνυταί τε καὶ λέγεται
正是在這件事上,神尤其被顯明、也被稱為又公義又有憐憫。
And in this above all God is both shown and declared to be just and merciful.
1:99
τοῖς μὲν γὰρ ἀγγέλοις, μηδὲν ἔχουσιν ἐπανάγκασμα περιέλκον εἰς ἁμαρτίαν, ἀλλ' ἐλευθέροις οὖσιν ἐκ φύσεως τῶν σωματικῶν παθῶν τε καὶ χρειῶν καὶ ἡδονῶν, εἰκότως οὐδεμία δίδοται συγγνώμη μετανοοῦσιν·
因為對天使而言,他們既沒有任何脅迫的力量拖他們去犯罪,反倒生來就脫離了身體的種種情慾、需要和快樂,所以他們悔改時得不到任何赦免,乃是合理的;
For to the angels, who have no compelling force dragging them into sin, but are by nature free from bodily affections and needs and pleasures, no pardon is reasonably given when they repent;
1:100
ὁ δὲ ἄνθρωπος, οὐ μόνον ἐστὶ λογικὸν, ἀλλὰ καὶ ζῷον
然而人不只是有理性的,他也是一種活物(動物)。
but man is not only a rational being—he is also an animal.
1:101
ὅταν οὖν ἀνανήψας ἀποφύγῃ μὲν ταῦτα, χωρήσῃ δὲ ἐπὶ τὰς ἀρετὰς, ἐλέου δικαίου τυγχάνει, τῆς συγγνώμης
因此當他清醒過來,逃離這些事,轉而趨向諸般美德時,便得著公義的憐憫,就是赦免。
So when, having sobered up, he escapes from these things and advances toward the virtues, he obtains just mercy—that is, pardon.
1:102
καὶ ὥσπερ ἴδιόν ἐστιν τῆς οὐσίας αὐτοῦ τὸ γελαστικὸν, ἐπειδὴ καὶ μόνῳ τούτῳ πρόσεστι καὶ παντὶ καὶ ἀεί·
正如能笑乃是專屬於人本質的特性——因為這只屬於人,屬於每一個人,且時常如此——
And just as the capacity for laughter is proper to his essence—since it belongs to him alone, to every man, and always—
1:103
οὕτως ἐν τοῖς κατὰ χάριν ἴδιον ἀνθρώπου παρὰ πᾶσαν τὴν λογικὴν κτίσιν, τὸ διὰ τῆς μετανοίας ἀποδύεσθαι τῶν προημαρτημένων τὰς αἰτίας
照樣,在那些憑恩典而有的事上,人有一項超乎一切有理性受造之物的特性,就是藉著悔改脫去他先前所犯諸罪的罪責。
so, among the things that come by grace, it is proper to man, beyond all the rational creation, to put off through repentance the guilt of his former sins.
1:104
καὶ γὰρ μόνῳ ἀνθρώπῳ τοῦτο δεδώρηται καὶ παντὶ καὶ ἀεὶ παρὰ τὸν καιρὸν τῆς ἐγκοσμίου ζωῆς·
因為這是惟獨賜給人的,賜給每一個人,並且在他今世生命的全程中時常如此;
For this has been granted to man alone, and to every man, and always, throughout the whole span of his earthly life;
1:105
οὕτω δέ τινες καὶ τοὺς ἀγγέλους βούλονται μηκέτι μετὰ τὴν ἔκπτωσιν τυγχάνειν τῆς ἐκ μετανοίας συγγνώμης·
因此也有些人主張,連天使在墮落之後,也不再得著那從悔改而來的赦免;
and thus some hold that even the angels, after their fall, no longer obtain the pardon that comes from repentance;
1:106
θάνατος γὰρ τούτων ἡ ἔκπτωσις·
因為他們的墮落,對他們而言就是死亡;
for their fall is for them a death;
1:107
πρὸ δὲ τῆς ἐκπτώσεως, καθ' ὁμοιότητα τῆς ζωῆς τῆς τῶν ἀνθρώπων, καὶ αὐτοὺς ἀξιοῦσθαι συγγνώμης·
但在墮落之前,按著與人的生命相似的樣式,他們也曾被算為配得赦免;
but before the fall, in likeness to the life of men, they too were deemed worthy of pardon;
1:108
ὅπερ μὴ ποιήσαντες, ἀσύγγνωστον καὶ διαιωνίζουσαν ἔχουσι τὸ λοιπὸν τῆς τιμωρίας τὴν προσήκουσαν δίκην
然而既然他們沒有這樣行,此後便要承受那無可赦免、永遠長存的刑罰,作為他們應得的報應。
having failed to do this, however, they henceforth bear, as their fitting penalty, an unpardonable and everlasting retribution.
1:109
δῆλον οὖν ἐκ τούτων, ὡς οἱ τὴν μετάνοιαν οὐ δεχόμενοι τὴν ἐξαίρετον δωρεὰν καὶ τὴν ἰδίαν ἀνθρώπου περιγράφουσιν
由此可見,那些不接受悔改之說的人,就把人這特殊的恩賜和他專有的特性給抹煞了。
It is clear from these things, then, that those who do not admit repentance thereby circumscribe man's exceptional gift and his proper distinction.
1:110
ἴδιον δὲ αὐτοῦ καὶ ἐξαίρετον καὶ τὸ μόνον τῶν ἄλλων ζῴων τὸ τούτου σῶμα μετὰ θάνατον ἀνίστασθαι καὶ εἰς ἀθανασίαν χωρεῖν·
另有一項專屬於人、且特殊的事,就是:在一切其他動物中,惟獨他的身體在死後復活,並進入不朽;
Proper and exceptional to him also is this: that of all the other animals his body alone rises again after death and passes over into immortality;
1:111
τυγχάνει δὲ τούτου, διὰ τὴν τῆς ψυχῆς ἀθανασίαν, ὥσπερ ἐκείνου, διὰ τὴν τοῦ σώματος ἀσθένειάν τε καὶ πολυπάθειαν
他之所以得著這事,乃是因著魂的不朽;正如那其他的活物之所以得不著,乃是因著其身體的軟弱和多受苦難。
and he obtains this on account of the immortality of the soul, just as the other creature lacks it on account of the weakness and manifold suffering of its body.
1:112
ἴδια δὲ αὐτοῦ καὶ τὰ τῶν τεχνῶν τε καὶ ἐπιστημῶν μαθήματα, καὶ αἱ κατὰ τὰς τέχνας ταύτας ἐνέργειαι
另有一些事也是專屬於人的,就是種種技藝與學問的研習,以及按著這些技藝而有的種種運作。
Proper to him also are the studies of the arts and sciences, and the activities exercised in accordance with these arts.
1:113
διὸ καὶ τὸν ἄνθρωπον ὁρίζονται, ζῷον λογικὸν, θνητὸν, νοῦ καὶ ἐπιστήμης δεκτικόν·
因此人們也給人下定義說:人是有理性的、會死的活物(動物),能領受理智與知識;
Therefore they also define man as a rational, mortal animal, capable of receiving intellect and knowledge;
1:114
ζῷον μὲν ὅτι καὶ ὁ ἄνθρωπος οὐσία ἐστὶν ἔμψυχος, αἰσθητική
說「活物(動物)」,是因為人也是一個有魂的、能感覺的實體;
“animal,” because man too is an ensouled, sentient substance;
1:115
λογικὸν δὲ, ἵνα χωρισθῇ τῶν ἀλόγων·
說「有理性的」,是要把他與沒有理性的活物分別出來;
“rational,” so that he may be distinguished from the irrational creatures;
1:116
καὶ θνητὸν, ἵνα χωρισθῇ τῶν ἀθανάτων λογικῶν
說「會死的」,是要把他與不死的、有理性的存有分別出來。
and “mortal,” so that he may be distinguished from the immortal rational beings.
1:117
τὸ δὲ νοῦ καὶ ἐπιστήμης δεκτικόν, ὅτι διὰ μαθήσεως προσγίνονται ἡμῖν αἱ τέχναι καὶ ἐπιστῆμαι, ἔχουσι μὲν δύναμιν δεκτικὴν καὶ τοῦ νοῦ καὶ τῶν τεχνῶν, τὴν δὲ ἐνέργειαν κτωμένοις ἐκ τῶν μαθημάτων
至於「能領受理智與知識」這一句:因為種種技藝和學問乃是藉著學習而臨到我們的。人天生具有領受理智與技藝的官能,卻要從學習中獲得其實際的運作。
And as for “capable of receiving intellect and knowledge”: because it is through learning that the arts and sciences come to us. Men have a faculty receptive both of intellect and of the arts, but they acquire the actual exercise of it from instruction.
1:118
λέγουσι δὲ τοῦτο τῷ ὅρῳ προστεθῆναι ὕστερον
不過人們說,這一句乃是後來才加進這定義裡的。
They say, however, that this clause was added to the definition later.
1:119
ἐρρῶσθαι μὲν γὰρ καὶ χωρὶς τούτου τὸν ὅρον·
因為他們說,即使沒有這一句,這定義仍然站立得穩;
For even without it, they say, the definition holds good;
1:120
ἀλλ' ἐπειδὴ καὶ νύμφας καὶ ἄλλα τινὰ γένη δαιμόνων τινὲς εἰσάγουσι, πολυχρόνια μὲν οὐ μὴν ἀθάνατα, ἵνα καὶ ἀπὸ τούτων διαστείλωσι τὸν ἄνθρωπον προσέθηκαν τὸ νοῦ καὶ ἐπιστήμης δεκτικόν
但既然有些人引進了精靈,以及某些其他種類的鬼魔——這些是長壽卻並非不朽的——為要把人與這些也分別出來,便加上了「能領受理智與知識」這一句。
but since some people introduce nymphs and certain other kinds of daemons—long-lived, yet not immortal—in order to distinguish man from these as well, they added the clause “capable of receiving intellect and knowledge.”
1:121
οὐδὲν γὰρ ἐκείνων μανθάνει ἀλλὰ φύσει οἶδενἃ οἶδεν
因為那些受造之物並不是學來的,乃是憑著本性就知道牠們所知道的。
For none of those creatures learns these things, but by nature it knows what it knows.
1:122
Ἑβραίων δὲ δόγμα τὸ πᾶν τοῦτο διὰ τὸν ἄνθρωπον γεγενῆσθαι·
希伯來人的教訓說,這整個宇宙都是為著人而被造的:
It is a teaching of the Hebrews that this whole universe came into being for the sake of man:
1:123
προσεχῶς μὲν δι' αὐτὸν οἷον νωτοφόρα καὶ βόας τοὺς πρὸς γεωργίαν, χόρτον δὲ διὰ ταῦτα
有些是直接為著人,例如馱重的牲畜和耕田的牛;而青草則是為著這些牲畜而有的。
directly for his sake, such as beasts of burden and oxen for farming; and grass for the sake of these.
1:124
τῶν γὰρ γενομένων τὰ μὲν δι' ἑαυτὰ γέγονεν, τὰ δὲ δι' ἄλλα
因為在一切受造之物中,有些是為著自己而存在,有些則是為著別的而存在。
For of the things that have come into being, some exist for their own sake, and others for the sake of something else.
1:125
δι' ἑαυτὰ μὲν τὰ λογικὰ πάντα·
凡有理性的,都是為著自己而存在;
For their own sake exist all rational beings;
1:126
δι' ἕτερα δὲ τά τε ἄλογα καὶ τὰ ἄψυχα
至於無理性的和無生命的,則是為著別的而存在。
but for the sake of other things exist both the irrational and the inanimate.
1:127
εἰ δὲ ταῦτα δι' ἄλλα γέγονε, διὰ ποῖα γέγονε σκοπήσωμεν
倘若這些是為著別的而被造,讓我們考查一下,牠們究竟是為著怎樣的對象而被造。
And if these came into being for the sake of others, let us consider for what kind of beings they came to be.
1:128
ἆρ' οὖν δι' ἀγγέλους; ἀλλ' οὐκ ἄν τις εὖ φρονῶν εἴποι δι' ἀγγέλους αὐτὰ γεγενῆσθαι
莫非是為著天使麼?然而凡心思清明的人,斷不會說這些是為著天使而被造的。
Is it then for the sake of the angels? But no one in his right mind would say that they came into being for the angels' sake.
1:129
τὰ γὰρ δι' ἄλλα γενόμενα πρὸς σύστασιν ἐκείνων καὶ διαμονὴν καὶ ἄνεσιν γέγονεν
因為凡為著別的而被造的,都是為著那些對象的維生、存續與安舒而存在的。
For things that come into being for the sake of others come to be for those beings' subsistence, preservation, and ease.
1:130
ἢ γὰρ τῆς διαδοχῆς τοῦ γένους ἕνεκεν ἢ τροφῆς ἢ σκέπης ἢ θεραπείας ἢ διαγωγῆς καὶ ἀναπαύσεως
也就是說,或是為著種類的傳衍,或是為著食物,或是為著蔽護,或是為著醫治,或是為著生活的料理與安歇。
That is, either for the succession of the race, or for nourishment, or for shelter, or for healing, or for occupation and rest.
1:131
ἄγγελος δὲ οὐδενὸς τούτων δεῖται·
可是天使並不需要這一切:
But an angel needs none of these:
1:132
οὔτε γὰρ διαδοχὴν ἔχει γένους οὔτε τροφῆς ἐνδεής ἐστι σωματικῆς οὔτε σκέπης οὔτε τῶν ἄλλων
因為天使既沒有種類的傳衍,也不需要肉身的食物,不需要蔽護,也不需要其餘的任何一樣。
for it neither has succession of race, nor is it in need of bodily nourishment, nor of shelter, nor of any of the other things.
1:133
εἰ δὲ μὴ ἄγγελος δῆλον ὡς οὐδὲ ἄλλη τις φύσις ὑπεραναβεβηκυῖα τὸν ἄγγελον·
若不是為著天使,那麼顯然也不是為著任何超越天使的更高本性;
And if it is not for the angel, it is clear that it is not for any other nature that surpasses the angel either;
1:134
ὅσῳ γὰρ ὑπέρκειται, τοσούτῳ μᾶλλον αὐτῇ καὶ τὸ ἀνενδεὲς πρόσεστιν
因為一個性體越是超越,無所匱乏的性質就越是屬於它。
for the higher a being stands, the more does freedom from need belong to it.
1:135
ζητητέον οὖν φύσιν λογικὴν μὲν ἐνδεᾶ δὲ τῶν προειρημένων
因此我們必須尋找一種本性:牠固然是有理性的,卻又需要上面所提到的那些東西。
We must therefore seek a nature that is indeed rational, yet stands in need of the things mentioned above.
1:136
τίς ἂν οὖν ἑτέρα τοιαύτη φανείη παραλιπόντων ἡμῶν τὸν ἄνθρωπον; οὐκοῦν συνάγεται διὰ τοῦτον τά τε ἄλογα καὶ τὰ ἄψυχα γεγενῆσθαι
若把人撇開不算,還能有哪一種這樣的存在呢?由此可見,無理性的和無生命的,都是為著人而被造的。
What other such being could appear, once we leave man out of account? It follows, then, that both the irrational and the inanimate came into being for his sake.
1:137
ἐπειδὴ τοίνυν δι' αὐτὸν ὡς ἐδείχθη γέγονεν διὰ τοῦτο καὶ ἄρχων αὐτῶν κατέστη
既然如上所示,這一切都是為著人而被造的,所以人也就被立為牠們的管理者。
Since, then, they came into being for his sake, as has been shown, for this reason he was also appointed their ruler.
1:138
ἄρχοντος δὲ ἔργον πρὸς μέτρον χρείας τοῖς ἀρχομένοις κεχρῆσθαι καὶ μὴ πρὸς ἡδυπάθειαν ἀκολάστως ἐξυβρίζειν μηδὲ φορτικῶς καὶ ἐπαχθῶς προσφέρεσθαι τοῖς ἀρχομένοις
管理者的本分,乃是按所需的分量使用他所管理的,而不可放縱無度地為著享樂而濫用,也不可粗暴苛刻地對待他所管理的。
Now it is the work of a ruler to use his subjects in due measure of need, and not to abuse them wantonly for self-indulgence, nor to treat his subjects in a harsh and oppressive manner.
1:139
ἁμαρτάνουσι τοίνυν ὅσοι τοῖς ἀλόγοις οὐκ εὖ κέχρηνται, οὐ γὰρ ποιοῦσιν ἄρχοντος ἔργον οὐδὲ δικαίου κατὰ τὸ γεγραμμένον·
所以凡不善待無理性之牲畜的人,就是犯了罪;因為他們既沒有盡管理者的本分,也沒有行義人所當行的,正如經上所記:
Those, therefore, sin who do not treat the irrational creatures well; for they do not act as a ruler should, nor as a righteous man, according to that which is written:
1:140
δίκαιος οἰκτείρει ψυχὰς κτηνῶν αὐτοῦ
「義人顧惜他牲畜的命。」
"A righteous man has regard for the lives of his beasts."
1:141
ἀλλ' ἴσως ἐρεῖ τις ὡς οὐδὲν δι' ἄλλο, ἀλλ' ἕκαστον δι' ἑαυτὸ γέγονεν
但或許有人會說,沒有一物是為著別的而存在,乃是每一物都為著自己而被造。
But perhaps someone will say that nothing exists for the sake of anything else, but that each thing came into being for its own sake.
1:142
οὐκοῦν χωρίσαντες πρῶτον τὰ ἔμψυχα ἀπὸ τῶν ἀψύχων ἴδωμεν εἰ δύναται τὰ ἄψυχα δι' ἑαυτὰ γεγενῆσθαι
那麼,讓我們先把有生命的與無生命的分開,看看那無生命之物能否是為著自己而被造的。
Let us then first separate the animate from the inanimate, and see whether the inanimate things can have come into being for their own sake.
1:143
εἰ γὰρ ταῦτα δι' ἑαυτά, πῶς ἢ πόθεν τραφήσεται τὰ ζῷα; ὁρῶμεν γὰρ τὴν φύσιν ἐπιχορηγοῦσαν τοῖς ζῴοις τροφὰς ἐκ τῆς γῆς καρπῶν τε καὶ φυτῶν πλὴν ἐλαχίστων τῶν σαρκοφάγων·
因為這些若是為著自己而存在,那麼動物要如何、又從何處得餵養呢?我們看見大自然從地上的果實和植物供應動物食物,只有極少數食肉的動物例外;
For if these exist for their own sake, how or from where will the animals be fed? For we see that nature furnishes the animals with nourishment from the fruits and plants of the earth, except for a very few of the flesh-eating kinds;
1:144
καὶ αὐτὰ δὲ ταῦτα τὰ σαρκοφάγα τροφὴν ποιεῖται τῶν ζῴων τὰ τὴν γῆν νεόμενα, ὡς λύκοι μὲν καὶ λέοντες ἄρνας καὶ αἶγας καὶ σῦς καὶ ἐλάφους, ἀετοὶ δὲ πέρδικας καὶ φάσσας καὶ λαγωοὺς καὶ τὰ ὅμοια, ἅτινα τοὺς καρποὺς τῆς γῆς νέμεται
而這些食肉的動物自己,又以那些在地上覓食的動物為食物——如狼和獅子吃羊羔、山羊、野豬和鹿,鷹吃鷓鴣、斑鳩、野兔等類,這些都是以地上的出產為食的。
and these flesh-eating creatures themselves make their food of the animals that graze on the earth—as wolves and lions feed on lambs and goats and pigs and deer, and eagles on partridges and wood-pigeons and hares and the like, all of which feed on the fruits of the earth.
1:145
καὶ γὰρ τῶν ἰχθύων ἡ φύσις, ἀλληλοφάγος οὖσα, οὐ μέχρι πάντων διήκει σαρκοφαγοῦσα, ἀλλὰ κατέληξεν ἐν τοῖς νεμομένοις φυκία καὶ ἄλλα τινὰ ἐν τῷ ὕδατι φυόμενα
就連魚類的本性,雖是彼此相食的,也沒有把食肉一直貫徹到底,乃是終止於那些以海藻和其他水中所生之物為食的魚。
Indeed, even the race of fishes, though it preys on its own kind, does not carry flesh-eating through to the very end of the chain, but it terminates in those that graze on seaweed and certain other things that grow in the water.
1:146
εἰ γὰρ ἦν πάντα τὰ γένη τῶν ἰχθύων σαρκοφάγα, καὶ μηδὲν ἦν ἐκφεῦγον τὴν τῆς σαρκὸς σίτησιν, οὐκ ἂν οὐδ' ἐπ' ὀλίγον ἐπήρκεσεν, ἀλλὰ διεφθάρη, τὰ μὲν ὑπ' ἀλλήλων, τὰ δὲ διὰ τροφῆς ἔνδειαν
因為若所有種類的魚都是食肉的,沒有一種能脫離以肉為食的境況,牠們連短暫的存續也維持不住,反倒要滅絕——有的彼此相殘而亡,有的因缺乏食物而死。
For if all the kinds of fish were flesh-eating, and none escaped the diet of flesh, they would not have been able to sustain themselves even for a little while, but would have perished—some destroyed by one another, others through lack of food.
1:147
ἵνα δὲ μὴ τοῦτο γένηται, τινὲς τῶν ἰχθύων κατεσκευάσθησαν σαρκῶν μὲν ἀπεχόμενοι, τὴν δὲ ὡς ἄν τις εἴποι θαλασσίαν βοτάνην νεμόμενοι, ἵν' ἐκ τούτων καὶ τἆλλα διασώζηται
為叫這事不致發生,便有一些魚被造成不吃肉的,反而以人所謂的「海中牧草」為食,好叫其餘的魚也得以藉著牠們存活。
But so that this might not happen, some of the fishes were so constituted as to abstain from flesh and to graze instead on what one might call "sea-pasture," so that by means of these the rest also might be preserved.
1:148
γίνεται γὰρ βορὰ μὲν τούτων τὰ φυκία, ἐκεῖνα δὲ τῶν ἄλλων, καὶ πάλιν ταῦτα τῶν ἄλλων, ὡς διὰ τὴν τῶν τελευταίων τροφὴν ἀδιαλείπτως ἐκ τοῦ γεώδους τοῦ κατὰ τὴν θάλασσαν παρεχομένην καὶ τὴν τῶν ἄλλων ὑπόστασιν σώζεσθαι
海藻成了這些魚的食物,這些魚又成了別的魚的食物,而這些再成了另一些的食物;如此,為著食物鏈末端那些魚的餵養,其餘各類的存續也得以不斷地保全,乃是由海中所含的地質之物源源供應的。
For the seaweed becomes food for these, and these in turn for others, and again these for yet others; so that, for the nourishment of the last in the chain, the substance of all the others is unfailingly preserved, supplied without interruption from the earthy matter found in the sea.
1:149
ἀπέδειξεν οὖν ὁ λόγος, τὴν τῶν φυτῶν γένεσιν μὴ δι' ἑαυτήν, ἀλλ' εἰς τροφὴν καὶ σύστασιν ἀνθρώπων καὶ τῶν ἄλλων ζῴων γεγενημένην
如此,這番推論便顯明,植物之被造並非為著自己,乃是為著人和其餘動物的食物與維生而有的。
The argument has thus shown that the coming-into-being of plants is not for their own sake, but came about for the nourishment and sustenance of men and of the other animals.
1:150
εἰ δὲ ταῦτα διὰ τὸν ἄνθρωπον καὶ τὰ ζῷα, δῆλον ὡς καὶ τὰ τῆς τούτων αὐξήσεως καὶ γενέσεως αἴτια διὰ ταῦτα γέγονεν
這些既是為著人和動物而存在,那麼顯然,使這些得以生長與繁衍的種種原因,也是為著這些而被造的。
And if these things exist for the sake of man and the animals, it is clear that the causes of their growth and generation also came into being for their sake.
1:151
οὐκοῦν ἀστέρων κινήσεις καὶ οὐρανὸς καὶ ὧραι καὶ ὄμβροι καὶ πάντα τὰ τοιαῦτα διὰ ταῦτα γέγονεν, ἵνα τῶν τροφῶν, ὡς ἐν κύκλῳ, διηνεκῶς χορηγουμένων, ἀνελλιπὴς καὶ ἡ τῶν προσφερομένων τοὺς καρποὺς διαμείνῃ φύσις·
所以眾星的運行、天空、四季、雨水以及一切這類事物,都是為著這些而被造的,好叫食物如同循環一般不斷地得著供應,使那出產果實之物的本性也得以毫無缺乏地存續下去;
Therefore the movements of the stars, and the heaven, and the seasons, and the rains, and all such things came into being for the sake of these, so that, the nourishment being continually supplied as in a cycle, the nature of the things that bear the fruits might also remain without deficiency;
1:152
ὡς εὑρίσκεσθαι ταῦτα μὲν διὰ τοὺς καρποὺς, τοὺς δὲ καρποὺς διὰ τὰ ζῷα καὶ τὸν ἄνθρωπον
如此便可看出,這一切是為著果實而有,而果實是為著動物和人而有。
so that these are found to exist for the sake of the fruits, and the fruits for the sake of the animals and of man.
1:153
λοιπόν ἐστιν ἐπιδιασκέψασθαι πότερον καὶ ἡ τῶν ἀλόγων φύσις δι' ἑαυτὴν γέγονεν ἢ διὰ τὸν ἄνθρωπον
剩下要進一步考查的,乃是無理性之動物的本性,究竟是為著自己而被造,還是為著人而被造。
It remains to inquire further whether the nature of the irrational animals too came into being for its own sake, or for the sake of man.
1:154
ἀλλ' ἴσως ἄτοπον τὰ φρονήσεως ἄμοιρα καὶ καθ' ὁρμὴν φυσικὴν μόνην ζῶντα καὶ πρὸς γῆν κάτω κεκυφότα, καὶ τὴν δουλείαν διὰ τοῦ σχήματος ἐνδεικνύμενα λέγειν δι' ἑαυτὰ παρῆχθαι
然而,要說那些毫無心思、單憑本能衝動而活、俯首向著地、並且單從牠們的形態就顯出其役屬地位的受造物,竟是為著自己而被帶到世上來的,這未免荒謬。
But surely it is absurd to say that creatures devoid of reason, living by natural impulse alone, stooping down toward the earth, and displaying their servitude by their very posture, were brought forth for their own sake.
1:155
πολλῶν δὲ ὄντων τῶν ἐνδεχομένων εἰς τοῦτο ῥηθῆναι, καὶ σχεδὸν ἰδίας συγγραφῆς διὰ τὸ πλῆθος δεομένων, μὴ χωρούσης τῆς προκειμένης ὑποθέσεως τὸ μῆκος τῶν λόγων, ἐπὶ τὰ σύντομα μέν, καίρια δὲ καταντῆσαι προσήκει
關於這一點可說的話甚多,多到幾乎需要另寫一篇專論;但既然目前所論的題目容不下這樣長篇的議論,就當扼要而中肯地略加陳述為宜。
Many things might be said on this point—so many, indeed, that they would almost require a treatise of their own; but since the present subject does not allow such length of discourse, it is fitting to come to what is brief yet to the point.
1:156
εἰ τοίνυν ὡς ἐν εἰκόνι τῷ ἀνθρώπῳ καὶ τὰ τῶν ἔξωθεν ἐσοπτρισθείημεν, ἐξ αὐτῆς ἂν εἴημεν τῆς τῶν ζητουμένων οὐσίας τὰς ἀποδείξεις ποιούμενοι
倘若我們能彷彿在鏡中,從人身上也照見外界之物的影像,我們便是從所探究之事物的本質本身,引出我們的論證了。
If, then, as in a mirror, we were to behold reflected in man the things of the outer world as well, we should be drawing our proofs from the very essence of the matters under inquiry.
1:157
ὁρῶμεν οὖν ἐν τῇ καθ' ἡμᾶς ψυχῇ τὴν ἀλογίαν καὶ τὰ ταύτης μέρη, λέγω δὲ τὴν ὄρεξιν καὶ τὸν θυμόν, πρὸς ὑπηρεσίαν δεδομένα τῷ λογικῷ, καὶ τὸ μὲν ἄρχον τὰ δὲ ἀρχόμενα, καὶ τὸ μὲν κελεῦον τὰ δὲ κελευόμενα καὶ ὑπηρετούμενα ταῖς χρείαις αἷς ἂν ὁ λόγος ὑποβάλῃ, ὅταν σῴζῃ τὸ κατὰ φύσιν ὁ ἄνθρωπος
我們在自己的魂裏,便看見那無理性的部分和牠的各肢——我是指情慾和血氣——是被賜下來服事那有理性之部分的:一個作主管轄,其餘的受其管轄;一個發號施令,其餘的聽命受差,照著理性所派定的需要供其使用,這是每逢人保守那合乎本性之境時所有的情形。
We observe, then, in our own soul the irrational part and its members—I mean appetite and the spirited element—given to serve the rational part: the one ruling and the others ruled, the one commanding and the others commanded and rendering service to whatever needs reason may set before them, whenever a man preserves that which is according to nature.
1:158
εἰ δὲ τῶν ἐν ἡμῖν ἀλόγων τὸ ἐν ἡμῖν ἄρχει λογικόν, πῶς οὐκ εἰκὸς καὶ τῶν ἔξωθεν ἀλόγων αὐτὸ κρατεῖν καὶ πρὸς τὰς χρείας αὐτῷ δεδόσθαι; ὑπηρετεῖσθαι γὰρ φύσει τέτακται τὸ ἄλογον τῷ λογικῷ, ὡς ἐν τοῖς καθ' ἡμᾶς ἐδείχθη
我們裏面那有理性的,既管轄我們裏面那無理性的,那麼牠豈不也理當管轄外界那無理性之物,並且這些豈不也是被賜下來供牠所需的麼?因為無理性的按其本性,原是被派定來服事有理性的,正如在我們自己身上所顯明的。
And if the rational element within us rules over the irrational elements within us, how is it not reasonable that it should also master the irrational creatures outside, and that they should be given to it for its needs? For the irrational is by nature ordained to serve the rational, as has been shown in our own case.
1:159
δηλοῖ δὲ τοῦτο καὶ ἡ τῶν πολλῶν ζῴων κατασκευή, πρὸς ὑπηρεσίαν τῷ ἀνθρώπῳ ἐπιτήδειος γενομένη, βόες μὲν καὶ πάντα τὰ νωτοφόρα πρὸς γεωργίαν καὶ ἀχθοφορίαν, τὰ πολλὰ δὲ τῶν πτηνῶν καὶ τῶν ἐνύδρων καὶ τῶν χερσαίων πρὸς ἀπόλαυσιν, τὰ δὲ μιμηλὰ πρὸς τέρψιν καὶ ἄνεσιν
這也由許多動物的構造顯明出來,牠們被造成極適合服事人:牛和一切馱重的牲畜,是為著耕田和負重;多數飛鳥、水族和陸上的走獸,是供人享用;而那些善於摹仿的,則是供人取樂和消遣。
This is shown also by the constitution of many of the animals, which has been made well suited for service to man: oxen and all beasts of burden for farming and the carrying of loads; the greater part of the birds and of the water-creatures and of the land-creatures for enjoyment; and the imitative ones for delight and recreation.
1:160
εἰ δὲ μὴ πάντα ταῖς τοιαύταις χρείαις ὑπηρετεῖται, ἀλλ' ἔνια καὶ λυμαίνεται τὸν ἄνθρωπον·
倘若並非所有動物都供這類用途,反倒有些甚至加害於人,
But if not all of them serve such uses, but some even do harm to man,
1:161
ἰστέον ὡς προηγου μένως τῶν δι' ὑπηρεσίαν γενομένων καὶ τἆλλα πάντα τὰ ἐνδεχόμενα κατεσκεύασται ἵνα μηδὲν ἐλλείπῃ τῇ κτίσει τῶν ἐνδεχομένων γενέσθαι
就當明白,在那些為著服事人而被造的之外,凡一切可能存在的種類也都被造了出來,好叫一切可能受造之物,在這受造界裏無一缺少。
one must understand that, in addition to those made for service, all the other possible kinds have also been formed, so that nothing among the things that could possibly come into being should be lacking in the creation.
1:162
οὐδὲ ταῦτα δὲ παντάπασιν ἐκπέφευγε τὴν τῶν ἀνθρώπων ὄνησιν, ἀλλὰ καὶ τὰ δηλητηριώδη πρὸς οἰκείαν ὠφέλειαν ὁ λόγος καρποῦται
然而連這些動物,也未嘗完全脫離為人帶來益處的境地;反而連那些含毒的,理性也能用以獲益。
Yet not even these have altogether escaped being of benefit to men; rather, even the venomous and poisonous creatures reason turns to its own profit.
1:163
κατακέχρηται γὰρ αὐτοῖς πρὸς θεραπείαν τῆς ἐξ αὐτῶν ἐκείνων βλάβης καὶ τῆς τῶν ἄλλων ἀρρωστημάτων ἰάσεως
因為人已經利用牠們,來醫治那由牠們自身而來的傷害,也醫治其他的疾病。
For he has put them to use for the healing of the very harm that comes from those creatures themselves, and for the cure of other ailments as well.
1:164
τοιαῦταί τινές εἰσιν αἱ θηριακαὶ καλούμεναι κατασκευαὶ ἃς ὁ λόγος ἐπενόησεν ἵνα καὶ τούτων κρατῇ δι' αὐτῶν, καὶ ὡς παρὰ τῶν πολεμίων κρατηθέντων ὠφελοῖτο, ἔχει δὲ μυρίας ὁ ἄνθρωπος ἀντιπαθεῖς τούτων δυνάμεις δεδομένας παρὰ τοῦ δημιουργοῦ εἴργειν καὶ ἀμύνεσθαι καὶ διορθοῦσθαι τὰς ἐπιβουλὰς αὐτῶν δυναμέ νας
那些所謂「解毒劑」的配製,正是這一類,乃是理性所構想出來的,好叫人藉著這些毒物本身來制伏牠們,並且從已被征服的仇敵身上得著好處。人從造物主領受了無數與這些毒物相剋的能力,足以抵禦、反擊並矯治牠們的算計。
Such are the preparations called "antidotes" (theriacae), which reason has devised, so that by means of these very creatures it might master them, and might gain advantage from enemies once they have been overcome. And man has countless powers, given him by the Creator, that are antagonistic to these creatures and able to ward off, repel, and remedy their assaults.
1:165
ἄλλα μὲν γὰρ ἄλλαις ἁρμόζει χρείαις·
因為不同的東西適合於不同的用途;
For different things are suited to different uses;
1:166
πρὸς θεραπείαν ἀνθρώπου συντελεῖν πέφυκεν, καὶ τὰ μὴ ταῖς ἄλλαις χρείαις χρήσιμα
甚至連那些對別的用途毫無用處的東西,按其本性也適於促成人的醫治。
even those things that are useless for other purposes are by nature fitted to contribute to the healing of man.
1:167
καὶ ταῦτα μὲν ὡς πρὸς τὴν νῦν κατάστασιν τοῦ καθ' ἡμᾶς βίου λεγέσθω·
如今所說的這一切,都是就我們現今生活的光景而言的;
Now let all this be said with reference to the present condition of our human life;
1:168
ἐπεὶ τό γε ἀρχαῖον οὐδὲν τῶν ἄλλων ζῴων ἐτόλμα καταβλάπτειν τὸν ἄνθρωπον·
因為在起初,其餘的動物沒有一樣膽敢加害於人,
for in the beginning none of the other animals dared to do man any harm,
1:169
ἀλλ' ἦν αὐτῷ πάντα δοῦλα καὶ ὑποτεταγμένα καὶ πειθήνια ἕως ἐκράτει τῶν οἰκείων παθῶν καὶ τῆς ἀλογίας τῆς ἐν αὐτῷ·
反倒一切都作他的奴僕,順服而馴良,只要他還能制伏自己的情慾和他裏面那無理性的成分;
but all were to him slaves, subject and obedient, so long as he kept mastery over his own passions and over the irrationality within himself;
1:170
μὴ κρατῶν δὲ τῶν ἰδίων παθῶν ἀλλὰ κρατούμενος ὑπ' αὐτῶν, ἐκρατήθη καὶ παρὰ τῶν ἔξωθεν εὐλόγως θηρίων
可是當他不再制伏自己的情慾,反倒被情慾所制伏時,他理所當然地也被外面的野獸所制伏了。
but when he no longer mastered his own passions, and was instead mastered by them, with good reason he was also mastered by the beasts from without.
1:171
συνεισῆλθε γὰρ τῇ ἁμαρτίᾳ καὶ ἡ παρὰ τούτων βλάβη
因為隨著罪一同進來的,還有從這些動物而來的傷害。
For together with sin there entered also the harm that comes from these creatures.
1:172
ὅτι δὲ τοῦτό ἐστιν ἀληθὲς δῆλον ἐκ τῶν τὸν ἄριστον μετελθόντων βίον
這事的真確,從那些度了最美好生活之人的事例,便可看得清楚。
And that this is true is clear from the case of those who have lived the most excellent life.
1:173
κρείττους γὰρ ἀδηρίτως ὤφθησαν οὗτοι τῆς τῶν θηρίων ἐπιβουλῆς, ὡς λεόντων μὲν ὁ Δανιήλ, Παῦλος δὲ τοῦ δήγματος τῆς ἐχίδνης
因為這些人顯然無可爭辯地勝過了野獸的攻擊——如但以理勝過獅子,保羅勝過毒蛇的咬。
For these were seen to be unquestionably superior to the assaults of beasts—as Daniel was over the lions, and Paul over the bite of the viper.
1:174
τίς ἂν οὖν ἀξίως θαυμάσειεν τὴν εὐγένειαν τούτου τοῦ ζῴου, τοῦ συνδέοντος ἐν ἑαυτῷ τὰ θνητὰ τοῖς ἀθανάτοις καὶ τὰ λογικὰ τοῖς ἀλόγοις συνάπτοντος, τοῦ φέροντος ἐν τῇ καθ' ἑαυτὸν φύσει τῆς πάσης κτίσεως τὴν εἰκόνα δι'ἃ καὶ μικρὸς κόσμος εἴρηται, τοῦ τοσαύτης ἠξιωμένου παρὰ τοῦ θεοῦ προνοίας δι' ὃν πάντα καὶ τὰ νῦν καὶ τὰ μέλλοντα δι' ὃν καὶ θεὸς ἄνθρωπος γέγονεν, τοῦ λήγοντος εἰς ἀφθαρσίαν καὶ τὸ θνητὸν διαφεύγοντος·
那麼,誰能配得上來驚歎這活物的尊貴呢?牠在自己裏面把必死的與不死的聯結起來,把有理性的與無理性的接合在一起;牠在自己的本性裏負載著全受造界的形像,因此也被稱為「小宇宙」;牠蒙神看為配得如此浩大的眷顧,無論現今的或將來的萬有都是為著牠,甚至神也為著牠成了人,並且牠終要歸於不朽,脫離必死的境地。
Who, then, could fittingly marvel at the nobility of this living creature, which binds together in itself the mortal with the immortal and joins the rational with the irrational; which bears within its own nature the image of the whole creation—for which reason it is also called a "little world" (microcosm); which has been deemed worthy of so great a providence on God's part, for whose sake are all things, both those of the present and those to come, for whose sake even God became man, and which ends in incorruption and escapes mortality?
1:175
οὐρανῶν βασιλεύει κατ' εἰκόνα καὶ ὁμοίωσιν θεοῦ γεγονώς, Χριστῷ συνδιάγει, θεοῦ τέκνον ἐστί, πάσης ἀρχῆς καὶ ἐξουσίας προκάθηται; τίς δ' ἂν ἐξειπεῖν δύναιτο τὰ τούτου τοῦ ζῴου πλεονεκτήματα; πελάγη διαβαίνει, οὐρανὸν ἐμβατεύει τῇ θεωρίᾳ, ἀστέρων κίνησιν καὶ διαστήματα καὶ μέτρα κατανοεῖ, γῆν καρποῦται καὶ θάλασσαν, θηρίων καὶ κητῶν καταφρονεῖ, πᾶσαν ἐπιστήμην καὶ τέχνην καὶ μέθοδον κατορθοῖ, ὑπερόριον διὰ τῶν γραμμάτων οἷς βούλεται προσομιλεῖ μηδὲν ὑπὸ τοῦ σώματος ἐμποδιζόμενον, προφητεύει τὰ μέλλοντα
人既是照著神的形像和樣式被造的,便要在諸天之上掌權;他與基督同住,他是神的兒女,他位居一切執政掌權者之上。誰能盡述這活物的種種優越呢?他橫渡海洋,憑著默觀遨遊穹蒼,洞察眾星的運行、距離與度量;他收取陸地與海洋的出產,蔑視猛獸與巨鯨;他精通一切學問、技藝與方法;他藉著文字與遠在邊界之外、凡他所願的人交談,絲毫不受身體的攔阻;他預言將來的事。
He reigns over the heavens, having been made according to the image and likeness of God; he keeps company with Christ; he is a child of God; he is set above all rule and authority. Who could fully declare the privileges of this living creature? He crosses the seas; he ranges over heaven in contemplation; he discerns the motion of the stars, their distances and measures; he reaps the harvest of land and sea; he despises beasts and sea-monsters; he masters every science and art and method; through writing he converses with whomever he wishes beyond all borders, in no way hindered by the body; he prophesies things to come.
1:176
πάντων ἄρχει, πάντων κρατεῖ, πάντων ἀπολαύει, ἀγγέλοις καὶ Θεῷ διαλέγεται, τῇ κτίσει κελεύει, δαίμοσιν ἐπιτάττει, τὴν τῶν ὄντων φύσιν ἐρευνᾷ, Θεὸν περιεργάζεται, οἶκος καὶ ναὸς γίνεται Θεοῦ·
他管理萬有,制伏萬有,享用萬有;他與天使並與神交談,他向受造界發令,差遣鬼魔,探究萬有的本性,孜孜尋求神,並且成為神的居所和殿宇;
He rules over all things, masters all things, enjoys all things; he converses with angels and with God; he gives orders to creation, commands the daemons, investigates the nature of all that exists, busies himself with the search for God, and becomes a house and a temple of God;
1:177
καὶ ταῦτα πάντα τῶν ἀρετῶν ὠνεῖται καὶ τῆς εὐσεβείας
而這一切,都是他藉著美德與敬虔換取得來的。
and all these things he purchases by means of the virtues and of godliness.
1:178
ἀλλ' ἵνα μὴ δόξωμέν τισιν ἀπειροκάλως ἀνθρώπου γράφειν ἐγκώμιον καὶ μὴ μόνον τὴν φύσιν ἐκτίθεσθαι καθὰ προε θέμεθα, αὐτοῦ που καταπαύσωμεν τὸν λόγον, εἰ καὶ τὰ μάλιστα τὰ τῆς φύσεως πλεονεκτήματα λέγοντες τὴν φύσιν αὐτὴν διηγούμεθα
但恐怕有人以為我們是不合宜地在為人撰寫頌辭,而非單單按起初所定的去闡述他的本性,我們就在此把這番話打住——儘管我們在述說他本性的種種優越時,所闡述的正是那本性本身。
But lest we should seem to some to be writing an encomium of man without good taste, and not merely setting forth his nature as we proposed, let us here bring the discourse to a close—even though, in speaking of the excellences of his nature, it is that very nature itself that we have been expounding.
1:179
εἰδότες οὖν ὅσης εὐγενείας μετειλήφαμεν καὶ ὅτι φυτόν ἐσμεν οὐράνιον, μὴ καταισχύνωμεν τὴν φύσιν μηδὲ τῶν τοσούτων δωρεῶν ἀποφανθῶμεν ἀνάξιοι μηδὲ ἑαυτοὺς τοσαύτης ἐξουσίας καὶ δόξης καὶ μακαριότητος ἀποστερήσωμεν ὀλίγου καιροῦ καὶ βραχείας ἡδονῆς πάντων τῶν αἰωνίων καταπροδόντες τὴν ἀπόλαυσιν·
因此,我們既知道自己已分受了何等的尊貴,又知道我們是屬天的栽種,就不要羞辱我們的本性,也不要顯為配不上這樣浩大的恩賜,更不要為著片刻的光陰和短暫的享樂,出賣了那一切永恆之物的福分,以致剝奪了自己這樣大的權柄、榮耀與福祉;
Knowing, therefore, of how great a nobility we have come to partake, and that we are a heavenly plant, let us not bring shame upon our nature, nor show ourselves unworthy of such great gifts, nor deprive ourselves of so great an authority, glory, and blessedness by betraying, for a brief moment and a fleeting pleasure, the enjoyment of all things eternal;
下一段 →
1

新的原文誦讀上線時通知我

每次有新章節誦讀影片就寄一封信。採雙重確認,隨時可一鍵取消。