📜 Verbum · 聖言
原文誦讀聖經與教父文獻
♥ 贊助

← 回書卷目次 · 希臘教父 › 雅歌講道

尼撒的貴格利

雅歌講道 第 1 章 第 17/20 段

希臘文原文.131 節.部分字詞可點開查義.本章太長已分段,此段為 1:2100–1:2230(全章共 2527 節)

← 上一段下一段 →
1:2100
σαφὴς δὲ πάντως διὰ τῶν εἰρημένων ἐστὶν τοῖς ῥητοῖς τούτοις ἐνθεωρουμένη διάνοια ὅτι τῶν καθαρῶν τῆς ἐκκλησίας ὀμμάτων ἔστι τοιαύτην παρασκευά ζειν τῷ σώματι τὴν τροφὴν τῇ λεαντικῇ τῶν σιαγόνων δυνάμει ὡς μηδὲν βαθύ τε καὶ ὕπουλον ἐν τοῖς λεγομένοις ὁρᾶσθαι, ἀλλ' εἶναι πάντα τηλαυγῆ τε καὶ ἐλεύθερα καὶ πάσης δολερᾶς ἐπικρύψεως καὶ βαθύτητος κεχωρισμένα, ὡς καὶ νηπίοις εἶναι κατάδηλα, καθώς φησιν προφήτης ὅτιἩ μαρτυρία κυρίου πιστή, σοφίζουσα νήπια·
然而藉著以上所說,在這些經文中所默觀的意思是全然明白的:就是教會純潔的眼睛的本分,乃是藉兩腮磨細的能力為身體預備這樣的食物,使所講的話中毫無深藏潰爛之物可見,反倒一切都清晰、坦然、脫離一切詭詐的隱藏與深淵,以致連嬰孩也都明瞭,正如先知所說:「耶和華的法度確定,能使愚蒙人(原文作嬰孩)有智慧。」
But the meaning contemplated in these texts is altogether plain through what has been said: that it belongs to the pure eyes of the Church to prepare for the body such nourishment by the grinding power of the cheeks, so that nothing deep and festering may be seen in the things spoken, but all may be clear and free and separated from every deceitful concealment and depth, so as to be evident even to babes, as the prophet says: 'The testimony of the Lord is sure, making wise the babes.'
1:2101
καὶἩ ἐντολὴ κυρίου τηλαυγής, φωτίζουσα ὀφθαλμούς
「耶和華的命令清明,能光照人的眼目。」
'The commandment of the Lord is far-shining, enlightening the eyes.'
1:2102
τοιαῦται εἶεν αἱ φιάλαι τοῦ λόγου, οὐκ ἐκ τῆς γηΐνης ὕλης δηλονότι συστήσονται, ἀλλ' ἐκ τοῦ ἀρώματος αὐτοῖς ἔσται φύσις, ἐκείνου λέγω τοῦ ἀρώματος ὑπὲρ πάντα τὰ ἀρώματά φησιν εἶναι νύμφη ἐν τοῖς προοιμίοις τοῦ Ἄισματος
道的碗盞正是這樣的:顯然它們不是用屬地的材料造成的,乃是以那香氣為其本質,我所說的那香氣,就是新婦在《雅歌》開頭所說的、超越一切香氣的那香氣。
Such would be the bowls of the Word: plainly they will not be composed of earthly matter, but their very nature will consist of that fragrance—I mean that fragrance which the Bride declares, in the opening words of the Song, to be above all other perfumes.
1:2103
τοιαύτη φιάλη Παῦλος ἦν, μὴ ἐν πανουργίᾳ τὸν λόγον. δολῶν ἀλλὰ τῇ φανερώσει τῆς ἀληθείας ἑαυτὸν συνιστάνων
保羅正是這樣的一個碗盞,他不以詭詐待人,也不用巧計混亂道,乃是將真理表明出來,把自己薦與人。
Such a bowl was Paul, who did not handle the Word deceitfully in craftiness, but commended himself by the manifestation of the truth.
1:2104
οὗ ὕλη τὸ ἐκ γῆς εἶναι ἀπέθετο, ἀφ' οὗ διὰ τοῦ βαπτισμοῦ τὰς λεπίδας τῶν ὀφθαλμῶν τῇ σαρκὶ συναπέβαλεν, ἀλλ' ἐκ τοῦ εὐπνοοῦντος ἀρώματος ἀνεσκευάσθη τοῦ ἁγίου πνεύματος τέκνον γενόμενος·
他的材料自從藉著洗禮、連同肉體一同脫去了眼上的鱗片那時起,便捨棄了屬地的本質;他乃是由那芬芳的香氣重新造成的,成了聖靈的兒女。
The material of which him laid aside its being from the earth from the moment when, through baptism, he cast off together with his flesh the scales from his eyes; and he was refashioned out of the sweet-smelling fragrance, having become a child of the Holy Spirit.
1:2105
ὃς ἐπειδὴ διὰ τῆς τοιαύτης χαλκείας ἐκλογῆς σκεῦος κατεσκευάσθη, πρὸς τὴν οἰνοχοΐαν τοῦ λόγου φιάλη γενόμενος οὐκέτι χρείαν ἔσχεν ἀνθρώπου τὴν γνῶσιν αὐτῷ τῶν μυστηρίων ἐγχέοντος (Οὐ γὰρ προσανέθετο σαρκὶ καὶ αἵματι), ἀλλ' αὐτὸς ἔφυεν ἐν ἑαυτῷ καὶ ἀνέβρυε τὸ θεῖον ποτὸν διὰ τῆς τοῦ Χριστοῦ εὐωδίας τὰ ποικίλα τῶν ἀρετῶν ἄνθη μυρεψῶν τοῖς ἀκούουσιν, ὥστε κατὰ τὰς διαφοράς τε καὶ ἰδιότητας τῶν δεχομένων τὸν λόγον κατάλληλον εὑρίσκεσθαι πρὸς τὴν τοῦ ζητοῦντος χρείαν τὸ ἄρωμα τοῖς Ἰουδαίοις, τοῖς Ἕλλησι, ταῖς γυναιξί, τοῖς ἀνδράσι, τοῖς δεσπόταις, τοῖς δούλοις, τοῖς γονεῦσι, τοῖς τέκνοις, τοῖς ἀνόμοις, τοῖς ὑπὸ νόμον
當他藉著這樣一種銅匠般的揀選被造成器皿、成了斟酌道之美酒的碗盞時,他就不再需要任何人將奧祕的知識傾注給他(因為他沒有與屬血氣的人商量),乃是他自己在自身之內湧出、噴發出那神聖的飲品,藉著基督馨香之氣,如調香者一般為聽眾調製出眾德的各樣花朵;以致按著領受道之人的種種差異與特性,這香氣正合乎每一位尋求者的需要:對猶太人、對希臘人、對婦女、對男子、對主人、對奴僕、對父母、對兒女、對不法之人、對律法以下之人。
And when, through such a refining of choice metal, he was fashioned into a vessel and became a bowl for the wine-pouring of the Word, he no longer had need of any man to pour into him the knowledge of the mysteries (for he did not confer with flesh and blood); rather, he himself brought forth within himself and caused to gush up the divine draught, distilling like a perfumer, through the sweet savour of Christ, the manifold flowers of the virtues for his hearers—so that, according to the differences and peculiarities of those who received the Word, the fragrance was found suited to the need of each inquirer: to Jews, to Greeks, to women, to men, to masters, to slaves, to parents, to children, to the lawless, to those under the law.
1:2106
οὕτως αὐτῷ πολυειδὴς ἦν διὰ πάσης ἀρετῆς κεκραμένη τῆς διδασκαλίας χάρις, διὰ τῶν ποικίλων διδαγμάτων καταλλήλως τῇ ἑκάστου χρείᾳ μυρεψούσης τῆς φιάλης τοῖς δεχομένοις τὸν λόγον
他教訓的恩典就是這樣多樣,滲和著各樣的德行,因那碗盞藉著各式的教導,按著各人的需要,為領受道的人調製香氣。
Thus manifold was the grace of his teaching, blended with every virtue, since the bowl, through its varied instructions, distilled its perfume for those who received the Word in a manner suited to the need of each.
1:2107
τὰς οὖν τοιαύτας ἐπαινεῖ σιαγόνας τὸ τοῦ σώματος τοῦ νυμφίου κάλλος διαζωγραφοῦσα τῷ λόγῳ
所以,那用言語描繪新郎身體之美的,所稱讚的正是這樣的兩腮。
Such then are the cheeks which she praises who portrays in words the beauty of the Bridegroom's body.
1:2108
Καὶ ὅτι πρὸς τοῦτο βλέπει τῶν σιαγόνων ἔπαινος, ἐφεξῆς λόγος διὰ τῆς ἀκολουθίας μαρτύρεται·
而這對兩腮的稱讚正是著眼於此,接下來的話藉著其連貫的次序作了見證;
And that the praise of the cheeks looks to this, the following text bears witness by its sequence;
1:2109
ἐπαινεῖται γὰρ μετὰ τὰς σιαγόνας τὰ χείλη δι' ὧν ἀρωματίζων. λόγος προέρχεται
因為在兩腮之後,所稱讚的乃是嘴唇,那散發香氣的道正是藉著嘴唇發出的。
for after the cheeks the lips are praised, through which the fragrant Word comes forth.
1:2110
Χείλη αὐτοῦ κρίνα στάζοντα σμύρναν πλήρη
「他的嘴唇像百合花,滴下上好的沒藥。」
'His lips are lilies, dropping choice myrrh.'
1:2111
δύο κατὰ ταὐτὸν ἀρετὰς μαρτυρεῖ τῷ λόγῳ διὰ τοῦ διπλοῦ ὑποδείγματος, ὧν ἓν μέν ἐστιν ἀλήθεια λαμπρά τε καὶ φωτοειδὴς ἐν τοῖς λεγομένοις θεωρουμένη (τοιοῦτον γὰρ τοῦ κρίνου τὸ εἶδος, οὗ λαμπρότης αἴνιγμα τῆς τῶν λεγομένων καθαρότητός τε καὶ ἀληθείας ἐστίν), ἕτερον δὲ τὸ μόνην τὴν νοητήν τε καὶ ἄϋλον ζωὴν ὑπὸ τῆς διδασκαλίας προδείκνυσθαι, διὰ τῆς τῶν νοητῶν θεωρίας ἀπονεκρουμένης τῆς κάτω ζωῆς τῆς διὰ σαρκός τε καὶ αἵματος ἐνεργουμένης
她藉著這雙重的比喻,同時為道見證了兩樣德行:其一是真理,在所說的話中顯為光明燦爛(因百合花的形貌正是這樣,其光輝乃是所說之話的純潔與真實的隱喻);另一是唯有那可思議、非物質的生命,藉著教訓被彰顯出來,因藉著對可思議之事的默觀,那下界的生命——即藉肉體與血氣所行的生命——就被治死了。
By this double image she bears witness to two virtues at once in the Word: one of these is truth, bright and full of light, beheld in the things spoken (for such is the aspect of the lily, whose brightness is an enigma of the purity and truth of the things said); the other is that only the intelligible and immaterial life is set forth by the teaching, since through the contemplation of intelligible things the lower life—that which is carried on through flesh and blood—is put to death.
1:2112
γὰρ ἀπορ ρέουσα τοῦ στόματος σμύρνα καὶ πλήρη ποιοῦσα ἑαυτῆς τὴν τοῦ δεχομένου ψυχὴν τῆς τοῦ σώματος νεκρώσεως ἔμφασις γίνεται·
因那從口中流出、以自身充滿領受者靈魂的沒藥,就成了身體被治死的表徵;
For the myrrh that flows from the mouth, filling the soul of the recipient with itself, becomes a token of the mortification of the body;
1:2113
πολλαχῆ γὰρ τὸ τοιοῦτον ἐν τῇ καταχρήσει τῶν θεοπνεύστων λόγων παρατετήρηται τὸ τοῦ θανάτου σημαντικὸν εἶναι τῆς σμύρνης τὸ ὄνομα
因為在神所默示之話的慣常用法中,人多次留意到,沒藥這名稱乃是象徵死亡。
for it has often been observed in the customary usage of the God-inspired words that the name of myrrh is significant of death.
1:2114
τοίνυν τέλειος καὶ καθαρὸς ὀφθαλμός, τὴν σιαγόνα φιάλην ποιῶν τὴν τὰ μύρα ἐξ ἑαυτῆς φύουσάν τε καὶ πηγάζουσαν οὗτος ἀνθεῖ τὰ κρίνα τῶν λόγων διὰ τοῦ στόματος τῶν τῇ θείᾳ κεκαλλω πισμένων λαμπρότητι·
所以,那完全而純潔的眼目——就是使兩腮成為碗盞、從自身生發並湧出香膏的那眼目——這眼目藉著那些以神聖光輝為裝飾之人的口,使言語的百合花開放;
The perfect and pure eye, then—the one that makes the cheek a bowl which brings forth and causes to well up the perfumes from itself—this eye makes the lilies of words to blossom through the mouth of those who are adorned with the divine brightness;
1:2115
οὕτω γὰρ τοὺς καθαρούς τε καὶ δι' ἀρετῆς εὐπνοοῦντας ὀνομάζει λόγος, ἀφ' ὧν γίνεται τῆς σμύρνης σταγὼν ἀνελλιπῶς πληροῦσα τὴν τῶν δεχο μένων διάνοιαν, ὅπερ ἐστὶν τῆς ὑλικῆς ζωῆς ὑπεροψία πάντων τῶν τῇδε σπουδαζομένων διὰ τὴν τῶν ὑπερκειμένων ἀγαθῶν ἐπιθυμίαν ἀνενεργήτων τε καὶ νεκρῶν γινομένων
因為道正是這樣稱呼那些純潔、藉德行散發芬芳的人,那沒藥之滴正是從他們而出,毫無缺欠地充滿領受者的心思——這就是對物質生命的輕看,那時一切在此世所熱切追求的事物,因著對那超越之善的渴慕,都變為無用而死亡。
for thus does the Word name those who are pure and fragrant through virtue, from whom comes the drop of myrrh that unfailingly fills the understanding of those who receive it—which is the disdain of the material life, when all the things eagerly pursued here become inactive and dead through desire for the goods that lie above.
1:2116
τοιαύτην Παῦλός ποτε σμύρναν προέχει τοῦ στόματος μεμιγμένην τῷ καθαρῷ κρίνῳ τῆς σωφροσύνης ἐν ἀκοαῖς τῆς ἁγίας παρθένου ( Θέκλα δὲ ἦν παρθένος), καλῶς τῇ ψυχῇ τὰς ἀπορρεούσας τοῦ κρίνου σταγόνας ἐν ἑαυτῇ δεξαμένη θανάτῳ διαλαμβάνει τὸν ἔξωθεν ἄνθρωπον πᾶσαν σαρκώδη διάνοιάν τε καὶ ἐπιθυμίαν ἑαυτῆς ἀποσβέσασα
保羅曾在那聖潔童女的耳中,發出這樣的沒藥,滲和著貞潔的純淨百合(那童女便是特克拉);她美好地將那從百合流下的滴珠領受入己,藉此治死那外面的人,撲滅了自己一切屬肉體的思念與情慾。
Such myrrh did Paul once put forth from his mouth, mingled with the pure lily of chastity, in the ears of the holy virgin (and the virgin was Thecla), who, nobly receiving into herself the drops that flowed from the lily, put to death by them the outer man, quenching in herself every fleshly thought and desire.
1:2117
ἧς μετὰ τὴν ἀγαθὴν διδασκαλίαν νεκρὰ μὲν ἦν νεότης, νεκρὸν δὲ τὸ ἐπιφαινόμενον κάλλος, νεκρὰ δὲ πάντα τὰ σωματικὰ αἰσθητήρια μόνου ζῶντος ἐν αὐτῇ τοῦ λόγου, δι' οὗ τεθνήκει μὲν αὐτῇ ἅπας κόσμος, τεθνήκει δὲ καὶ παρθένος τῷ κόσμῳ
在那美善的教訓之後,她的青春已死,那顯露的美貌已死,一切身體的感官也都已死,唯有道活在她裡面;藉著道,全世界對她已死,那童女對世界也已死。
After that good teaching, her youth was dead, dead too the beauty that appeared upon her, dead all the bodily senses, the Word alone living in her; through whom the whole world was dead to her, and the virgin too was dead to the world.
1:2118
οὕτω ποτὲ παρὰ Κορνηλίῳ καὶ μέγας Πέτρος τὰ λαμπρὰ τοῦ λόγου κρίνα φθεγγόμενος πλήρεις τῆς σμύρνης τὰς τῶν ἀκουόντων ψυχὰς παρε σκεύασεν, οἳ παραχρῆμα τὸν λόγον δεξάμενοι τῷ Χριστῷ διὰ τοῦ βαπτίσματος συνετάφησαν νεκροὶ τῷ βίῳ γενόμενοι
照樣,那偉大的彼得曾在哥尼流家中,發出道的明亮百合花,使聽眾的靈魂充滿了沒藥;他們立即領受了道,藉著洗禮與基督同埋葬,成了向今世生命而死的人。
So too once, at the house of Cornelius, the great Peter, uttering the bright lilies of the Word, made the souls of his hearers full of myrrh; and they, straightway receiving the Word, were buried with Christ through baptism, having become dead to the life of this world.
1:2119
κοινοῦ σώματος τῆς ἐκκλησίας στόμα γενόμενοι τῆς νεκρωτικῆς τῶν παθημάτων σμύρνης πλήρεις τοὺς ἀκροωμένους ἐποίουν ἀνθοφοροῦντες διὰ τῶν κρίνων τοῦ λόγου, δι' ὧν οἱ μεγάλοι τῆς πίστεως πρόμαχοι διὰ τῆς ἀγαθῆς ὁμολογίας κατὰ τὸν τῆς μαρτυρίας, καιρὸν ἐν τοῖς ὑπὲρ. εὐσεβείας ἀγῶσι κατεσμυρνώθησαν
他們成了教會這共同身體的口,藉著道的百合花開放,使聽眾滿有那能治死諸情慾的沒藥;藉此,那些偉大的信仰勇士,在殉道的時候,藉著美好的認信,在為敬虔而爭戰之中被沒藥所膏抹。
Having become the mouth of the common body of the Church, they made their hearers full of the death-dealing myrrh of the passions, blossoming with the lilies of the Word; through these the great champions of the faith, by their good confession, were anointed with myrrh in the season of martyrdom, in the contests waged for the sake of true religion.
1:2120
καὶ τί χρὴ διὰ πλειόνων μηκύνειν τὸν περὶ τούτων λόγον φανερᾶς διὰ τῶν εἰρημένων γενομένης ἡμῖν τῆς διανοίας, πῶς τὸ στόμα τῆς ἐκκλησίας κρίνον γίνεται καὶ πῶς ἀποστάζει τοῦ κρίνου σμύρνα καὶ πῶς πληροῦται τῆς τοιαύτης σταγόνος τῶν δεχομένων ψυχή
既然藉著已說過的話,其意義已向我們顯明——即教會的口如何成為百合花,沒藥如何從百合花滴下,領受者的靈魂又如何被這樣的滴珠所充滿——我們又何必用更多的話來延長論述呢?
And why should we prolong the discourse on these matters with further words, since through what has been said the meaning has become plain to us—how the mouth of the Church becomes a lily, and how the myrrh drops from the lily, and how the soul of those who receive it is filled with such a drop?
1:2121
Ἀλλὰ πρὸς τὸν ἐφεξῆς ἤδη λόγον μετέλθωμεν
如今讓我們轉到接下來的經文吧。
But let us now pass on to the text that follows.
1:2122
Χεῖρες αὐτοῦ τορευταί, χρυσαῖ, πεπληρωμέναι θαρσεῖς
「他的手好像旋製的,是金的,滿有塔施石。」
'His hands are turned as on a lathe, golden, full of Tharsis.'
1:2123
ὅτι μὲν οὖν ἀτελής ἐστιν ἐπὶ τοῦ σώματος τῆς ἐκκλησίας τοῦ ὀφθαλμοῦ χάρις τῆς τῶν χειρῶν ὑπουργίας διεζευγμένη, σαφῶς παρὰ τοῦ μεγάλου μεμαθήκαμεν Παύλου ὅς φησιν ὅτι Οὐ δύναται ὀφθαλμὸς εἰπεῖν τῇ χειρί·
至於眼目的恩典在教會的身體上,若與手的服事分離便不完全,這是我們從偉大的保羅那裡清楚學到的,他說:「眼不能對手說〔我用不著你〕。」
Now that the grace of the eye is imperfect in the body of the Church when it is severed from the ministry of the hands, we have clearly learned from the great Paul, who says that 'the eye cannot say to the hand [I have no need of you].'
1:2124
τότε γὰρ μάλιστα τῶν ὀφθαλμῶν ἐνέργεια δείκνυται, ὅταν τὰ ἔργα μαρτυρῇ τὴν ὀξυωπίαν τῷ ὄμματι διὰ τῆς περὶ τὰ καλὰ σπουδῆς τὴν ἀγαθὴν ὁδηγίαν ἐπισημαίνοντα
因為唯有當行為藉著對美善之事的熱心,見證出眼目的敏銳、指明那美善的引導時,眼目的功用才顯得最為明確。
For then is the activity of the eyes most clearly shown, when the works bear witness to the keen-sightedness of the eye, indicating good guidance through zeal for what is noble.
1:2125
ἐπεὶ δὲ χρὴ προθέντας τὸν περὶ τῶν χειρῶν τοῦ θείου σώματος ἔπαινον ὁδηγηθῆναι διὰ τῶν εἰρημένων, ὅπως προσήκει κατηρτίσθαι τοὺς ἀντὶ χειρῶν ὄντας ἐπὶ τῆς ἐκκλησίας, αὐτὸ προθέντες τὸ θεῖον λόγιον, ὅπως ἂν οἷόν τε , τὴν ἐγκειμένην αὐτῷ θεωρῆσαι διάνοιαν διδόντος θεοῦ πειρασό μεθα
既然我們既已提出對這神聖身體之手的稱讚,就當藉著已說過的話得著引導,明白那些在教會中充當手的人應當如何被裝備;讓我們把這神聖的話語本身擺在面前,並在神的賜助下,盡我們所能來默觀其中所蘊含的意義。
But since, having set forth the praise of the hands of the divine body, we must be guided by what has been said as to how those who serve as hands in the Church ought to be equipped, let us, setting before us the divine oracle itself, endeavour, so far as may be possible, to contemplate the meaning laid up within it, God granting it.
1:2126
Χεῖρες αὐτοῦ, φησί, τορευταί, χρυσαῖ
她說:「他的手好像旋製的,是金的。」
'His hands,' she says, 'are turned as on a lathe, golden.'
1:2127
τέως μὲν οὖν τοσοῦτον πρόδηλόν ἐστιν ἐκ τῶν εἰρημένων τὸ νόημα, ὅτι οἷς τὸ τῆς κεφαλῆς εἶδος ἐγκωμιάζεται διὰ τῶν αὐτῶν. καὶ ταῖς χερσὶ πληροῦται ἔπαινος
所以,就目前而言,從已說過的話中有一點是明白的,就是那用來讚美頭之形貌的同樣事物,也在手上成全了這稱讚。
For the present, then, this much is plain from what has been said, that by the very same things by which the form of the head is extolled, the praise is fulfilled also in the hands.
1:2128
κεφαλὴν δὲ τὸν κατὰ. σάρκα Χριστὸν ἐνοήσαμεν, ἐν θεὸς ἦν τὸν κόσμον ἑαυτῷ καταλλάσσων κατὰ τὴν τοῦ Παύλου φωνήν, ἐν τῇ σαρκὶ διὰ τῶν δυνάμεών τε καὶ τῶν θαυμάτων ἑαυτὸν φανερώσας
我們既已明白,那頭就是按肉體說的基督,照保羅的話說,神在祂裡面叫世人與自己和好——祂在肉身中藉著大能與神蹟彰顯了自己。
And by the head we have understood Christ according to the flesh, in whom God was reconciling the world to himself, according to Paul's word—the one who, in the flesh, manifested himself through his mighty works and wonders.
1:2129
εἰ οὖν νοηθεῖσα ἡμῖν αὕτη κεφαλὴ χρυσίον ἀκήρατον παρὰ τοῦ λόγου κατωνομάσθη διὰ τὸ πάσης ἁμαρτίας ἐκτὸς εἶναι ( Ὃς ἁμαρτίαν γάρ, φησίν, οὐκ ἐποίησεν οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ), χρυσᾶς δὲ εἶναί φησι καὶ τὰς χεῖρας λόγος, πρόδηλόν ἐστι τὸ διὰ τούτων νοούμενον ὅτι τὸ καθόλου καθαρόν τε καὶ ἀναμάρτητον καὶ πάσης κακίας ἀμιγές τε καὶ ἀπαράδεκτον νομοθετεῖ τῇ χειρὶ λόγος
既然我們所領會的這頭,被道稱為「精金」,因祂全然無罪(因經上說:「祂並沒有犯罪,口裡也沒有詭詐」),而道又說手也是金的,那麼藉此所表明的就明顯了:道為手所命定的,乃是一種全然的、無罪的、不與任何惡混雜、也不容惡的純潔。
If, then, this head which we have understood was named by the Word 'pure gold' because of its being wholly without sin (for it says, 'He did no sin, neither was guile found in his mouth'), and the Word says that the hands too are golden, it is plain what is signified by these: that the Word ordains for the hand a purity that is universal, sinless, unmixed with any evil and admitting none of it.
1:2130
χεῖρα δὲ νοοῦμεν πάντως τὴν τὰ κοινὰ τῆς ἐκκλησίας εἰς τὰς τῶν ἐντολῶν χρείας διαχειρίζουσαν, ἧς ἔπαινός ἐστι τὸ ὁμοιωθῆναι τῇ τῆς κεφαλῆς φύσει κατὰ τὸ καθαρόν τε καὶ ἀναμάρτητον
而所謂「手」,我們正是指那管理教會公共財物、以應付誡命所需的;它的稱讚就在於,在純潔與無罪這方面,被造得與頭的本性相似。
And by 'hand' we understand precisely that which administers the common goods of the Church for the needs of the commandments; and its praise consists in being made like the nature of the head in respect of purity and sinlessness.
1:2131
καθαρὰ δὲ γίνεται τότε χείρ, ὅταν διὰ τῆς τορείας ἅπαν ἀποξύσηται τὸ ἐμποδίζον τῷ κάλλει·
手在何時成為純潔呢?就是當它藉著旋製的工夫,刮去一切妨礙其美麗的東西時;
And the hand becomes pure then, when through the lathe-work it scrapes away everything that hinders its beauty;
1:2132
καθάπερ γὰρ οἱ πρός τινα ζῴου μορφὴν ἀποτυποῦντες τὸ μάρμαρον ἐκεῖνα διὰ τῆς τορείας ἐκγλύφουσι τοῦ λίθου. καὶ ἐκκολάπτουσιν ὧν περιαιρεθέντων πρὸς τὸ ἀρχέτυπον εἶδος ἀποτυποῦται τὸ μίμημα, οὕτω καὶ ἐπὶ τοῦ κάλλους τῶν τοῦ σώματος τῆς ἐκκλησίας χειρῶν πολλὰ χρὴ διὰ τῆς τῶν λογισμῶν τορείας ἀποξυσθῆναι, ἵνα γένηται χεὶρ χρυσῆ ὡς ἀληθῶς καὶ ἀκήρατος
因為正如那些把大理石雕成某種動物形狀的人,藉著旋琢的工夫從石頭中刻出、鑿去某些部分,當這些被除去之後,那摹本便按著原型的形貌被造成;照樣,在教會身體之手的美麗這件事上,也必須藉著思慮的旋琢刮去許多東西,好叫那手真正成為金的、純潔的。
for just as those who model marble into the shape of some animal carve those parts out of the stone by their lathe-work and chisel them away, and when these have been removed the copy is fashioned after the form of the archetype, so also in the case of the beauty of the hands of the Church's body, many things must be scraped off through the lathe-work of the reasonings, that the hand may become gold in truth, and pure.
1:2133
πάντως δὲ πρόδηλα πᾶσίν ἐστιν, ὅσα μὴ περιαιρεθέντα τῆς χειρὸς τῷ κάλλει λυμαίνεται, οἷον τὸ ἀνθρωπάρεσκον, τὸ φιλοκερδές, τὸ φιλό δοξον, τὸ μόνον πρὸς τὸ φαινόμενον βλέπειν, τὸ περιφανείας τινὰς ἑαυτῷ διὰ τῶν ἐν χερσὶ πραγματεύεσθαι, τὸ εἰς τρυφὴν καὶ ἀπόλαυσιν ἰδίαν τῇ τῶν ἐντολῶν ἀποκεχρῆσθαι παρασκευῇ·
凡有哪些事物若不除去便損壞手之美麗,這對眾人都是明顯的,例如:討人喜歡、貪財、好名、只看外表、藉著手中所經辦的事為自己謀取某種顯赫、把為誡命所預備的資源濫用於自己的宴樂與享受;
And it is surely plain to all what things, if not removed, mar the beauty of the hand: such as the desire to please men, love of gain, love of glory, looking only to appearances, procuring for oneself some distinction through the affairs in one's hands, misusing the provision made for the commandments for one's own luxury and enjoyment;
1:2134
χρὴ πάντα ταῦτα καὶ τὰ τοιαῦτα τοῖς τῶν λογισμῶν ὀργάνοις περιξυσάμενον ἐκεῖνο καταλιπεῖν μόνον τὸ καθαρόν τε καὶ ἀκιβδήλευτον χρυσίον τῆς προαιρέσεως τὸ τῇ ἀκηράτῳ κεφαλῇ ὁμοιούμενον
凡這一切以及類似的事,人都當用思慮的器具刮除淨盡,只留下意志那純潔、不摻雜的精金,就是那被造得與那純潔之頭相似的。
all these things and the like one must scrape away with the tools of the reasonings, and leave behind only that pure and unadulterated gold of the will, which is made like unto the pure head.
1:2135
σαφέστερον δ' ἂν γένοιτο ἡμῖν τὸ λεγόμενον διὰ τῆς τοῦ ἀποστόλου φωνῆς, ὃς πιστὸν τὸν θεὸν ὀνομάσας οὐδὲν ἄλλο καὶ ἐν τοῖς οἰκονόμοις ζητεῖν ἀξιοῖ τὸ πιστὸν εὑρεθῆναι, οὑτωσὶ γράψας τῷ ῥήματι·
我們所說的,藉著使徒的話語必更加明白;他既稱神為信實的,就認為在管家身上,除了要人被查出是忠心的以外,別無所求,他這樣寫道:
And what is being said would become clearer to us through the voice of the Apostle, who, having named God faithful, deems it right to seek nothing else in stewards than that they be found faithful, writing thus in these words:
1:2136
Ὧδε λοιπὸν ζητεῖται ἐν τοῖς οἰκονόμοις, ἵνα πιστός τις εὑρεθῇ
「所求於管家的,是要他有忠心。」
'Here, moreover, it is required in stewards, that a man be found faithful.'
1:2137
οὐκοῦν πιστὸς καὶ φρόνιμος οἰκονόμος ἀντὶ χειρὸς ὢν τῇ ἐκκλησίᾳ χρυσῆν καθ' ὁμοιότητα τῆς κεφαλῆς δείκνυσι τὴν χεῖρα τοῦ σώματος τὸν σοφὸν ἑαυτοῦ δεσπότην διὰ τοῦ βίου μιμούμενος
所以那忠心又精明的管家,作教會的手,藉著他的生活效法他智慧的主人,就顯明身體的手是照著頭的樣式為金的。
Therefore the faithful and prudent steward, who serves as a hand to the Church, shows the hand of the body to be golden after the likeness of the head, imitating in his life his wise Master.
1:2138
μᾶλλον δὲ στυγητός τε καὶ ἀποτρόπαιος, ὃς οἰκονομίαν. πτωχῶν πεπιστευμένος τὸν τῆς φιλοχρηματίας λίθον οὐκ ἀπεξύσατο, ἀλλὰ φύλαξ ὢν τοῦ γλωσσοκόμου διὰ τοὺς κλέπτοντας αὐτὸς ἑαυτοῦ κλέπτης ἐγένετο, ἐν ταῖς ἑαυτοῦ χερσὶν εἶχε διὰ τῶν ἰδίων χειρῶν ὑφαιρούμενος καὶ οὐ πρὸς τὴν ἐντολὴν ἀλλὰ πρὸς τὰ χρήματα βλέπων
反倒是那可憎可惡的人,他既受託管理窮人的事,卻不刮去貪財的頑石,反倒身為錢囊的看守者,藉口有賊,自己竟成了偷自己東西的賊,用自己的手竊取自己手中所握有的,不看誡命,只看銀錢——
But rather the loathsome and abominable one, who, having been entrusted with the stewardship of the poor, did not scrape away the stone of avarice, but, being keeper of the money-box, on account of the thieves became himself his own thief, pilfering with his own hands what he held in his own hands, and looking not to the commandment but to the money—
1:2139
ὧν ἀπόλαυσις ἐγένετο τίς; ἀγχόνη ἑκούσιος, ζωῆς ἀλλοτρίωσις, πανωλεθρία ψυχῆς, μνημόσυνον πονηρὸν παντὶ τῷ μετ' αὐτὸν χρόνῳ συνεκτεινόμενον
而享受這些的結局是甚麼呢?是自己選擇的絞索,是與生命的隔絕,是靈魂的徹底毀滅,是一個惡名,與他以後的一切時代一同延續。
and what was the enjoyment of these things? A self-chosen noose, estrangement from life, utter destruction of the soul, an evil memorial stretching out together with all the time that comes after him.
1:2140
οὐκοῦν χρὴ τορευτὰς εἶναι καὶ διαγλύφους τὰς χεῖρας, ἵνα περιαιρεθέντων τῶν κακῶς συμπεφυκότων τὸ λειπόμενον χρυσὸςᾖ τῷ τῆς κεφαλῆς κάλλει κατὰ τὸ εἶδος συμβαῖνον
所以,手必須是旋製、雕琢的,好叫那些與之一同滋生的惡被除去之後,所剩下的可以是金,在形貌上與頭之美相合。
Therefore the hands must be turned as on a lathe and chiselled, so that, when the evils that have grown up with them are removed, what remains may be gold, corresponding in form to the beauty of the head.
1:2141
δὲ τοῦ θαρσεῖς λέξις πολύσημός ἐστιν ἐν τῇ γραφικῇ συνηθείᾳ οὐ κατὰ τῆς αὐτῆς πάντοτε διανοίας εὑρισκομένη·
「塔施」這個詞在聖經的用法中含有多重意義,並非總是帶著同一含義;
Now the word 'Tharsis' is of many meanings in scriptural usage, not always found bearing the same sense;
1:2142
ἀλλὰ πολλάκις μὲν πρὸς τὸ κατεγνωσμένον, πολλάκις δὲ πρὸς τὸ θεῖόν τε καὶ μακάριον σημασία μεταλαμβάνεται
有時它的含義是指那被定罪的事,有時卻是指那神聖而蒙福的事。
but often its signification is taken with reference to what is condemned, and often with reference to what is divine and blessed.
1:2143
οἷον ὅτε φεύγει ἀπὸ προσώπου τοῦ θεοῦ Ἰωνᾶς προφήτης, ζητεῖ πλοῖον ἐπὶ θαρσεῖς πορευόμενον·
例如,當先知約拿逃避神的面時,他尋找一隻往塔施去的船;
For instance, when the prophet Jonah flees from the presence of God, he seeks a ship going to Tharsis;
1:2144
ταῦτα μὲν οὖν ἐστι δι' ὧν τῷ ὀνόματι τούτῳ τὰ χείρω σημαίνεται, δὲ μέγας Ἰεζεκιὴλ εἰς ὑπογραφὴν ἄγων τῆς γενομένης αὐτῷ ποτε θεοφανείας τὴν ὀπτασίαν ἑνὸς τῶν θείων θεαμάτων τὸ εἶδος τῇ λέξει ταύτῃ διασημαίνει λέγων·
這些便是藉此名稱表示較壞之事的例子;但那偉大的以西結,在描述那曾臨到他的神顯之異象時,卻用這詞來表明眾神聖景象中之一的形貌,說:
these, then, are instances in which the worse things are signified by this name; but the great Ezekiel, in setting forth in writing the vision of the theophany that once came to him, indicates by this word the aspect of one of the divine sights, saying:
1:2145
Καὶ τὸ εἶδος αὐτῶν ὡς εἶδος θαρσεῖς
「牠們的形狀好像塔施石的形狀。」
'And their appearance was as the appearance of Tharsis.'
1:2146
φασὶ δὲ οἱ δι' ἀκριβείας τῶν Ἑβραϊκῶν λέξεων τὰς ἐμφάσεις ἐπεσκεμμένοι τὸ ἀχρω μάτιστόν τε καὶ νοητὸν καὶ ἀσώματον διὰ τῆς λέξεως ταύτης ἐν τῇ προφητείᾳ σημαίνεσθαι
那些精確考察希伯來語詞含義的人說,在這段預言中,這詞所表示的乃是那無顏色的、可思議的、非物質的東西。
And those who have accurately investigated the connotations of the Hebrew words say that by this word, in the prophecy, is signified that which is colourless, intelligible, and incorporeal.
1:2147
διπλῆς τοίνυν οὔσης ἐν τῇ λέξει ταύτῃ τῆς σημασίας, ἐπειδὴ πρόδηλόν ἐστιν ὅτι πρὸς τὸ κρεῖττον νῦν παρελήφθη τὸ ταύτης τῆς φωνῆς σημαινό μενον ( οὐ γὰρ ἂν εἰς ἔπαινον ἐλαμβάνετο τὸ ὑπαίτιον), ἀκόλουθον ἂν εἴη τοῦτο περὶ τῶν ἐγκωμιαζομένων ἐννοῆσαι χειρῶν ὅτι ἀκριβῶς ἀφ' ἑαυτῶν πᾶν τὸ περιττόν τε καὶ σωματῶδες ἀποτορεύσασαι πρὸς τὸ θεῖόν τε καὶ νοητὸν μεταβαίνουσι τὴν ὑλώδη πᾶσαν καὶ βαρεῖαν περὶ τὰ πράγματα σχέσιν ἐκτιναξάμεναι
既然這詞的含義是雙重的,又既然明顯地在此這話語的含義是取其較佳的意思(因為那可責備的絕不會被用作稱讚),那麼就當一貫地這樣來領會那些被稱讚的手:它們既已在旋盤上精確地把一切多餘的、屬物質的東西從自身削去,就過渡到那神聖而可思議的境地,抖落了對世事一切物質而沉重的牽掛。
Since, then, the signification in this word is twofold, and since it is plain that here the meaning of this expression has been taken in the better sense (for what is blameworthy would not have been taken as praise), it would be consistent to understand this concerning the hands that are being extolled: that, having accurately turned away from themselves on the lathe everything superfluous and corporeal, they pass over to what is divine and intelligible, having shaken off every material and heavy attachment to affairs.
1:2148
οἷον δή φασι καὶ ἐπὶ τῆς. σμαραγδίνης βώλου τοὺς λιθογλύφους ἐργάζεσθαι·
他們說,寶石匠加工翡翠原石時正是這樣做的;
Just so, they say, do the lapidaries work upon the mass of emerald;
1:2149
τὸ γὰρ ἀφεγγὲς καὶ γεῶδες διὰ τῆς ἀκόνης ἐκδαπανήσαντές τε καὶ ἀποψήξαντες ἐκεῖνο μόνον καταλείπουσιν ἀδαπάνητον, καθορᾶταί τις αὐγὴ χλοερά τε ἅμα καὶ ἐλαιάζουσα
因他們藉著磨石把那無光、屬土的部分耗去、磨掉之後,只留下那不被耗損的部分,在其中可見到某種光輝,既翠綠又如油般發亮。
for having consumed and worn away, by means of the whetstone, whatever is lightless and earthy, they leave undiminished only that in which is beheld a certain radiance, green and at the same time oily-glistening.
1:2150
ὅπερ μοι δοκεῖ σαφέστερον ἑρμηνεύων θεῖος ἀπόστολος τοῦτο συμβουλεύειν ἔν τινι τῶν ἑαυτοῦ λόγων ὅτι χρὴ ἀποσκευά ζεσθαι τὴν περὶ τὰ βλεπόμενα σχέσιν, πρὸς δὲ τὸ ἀόρατον ταῖς ἐπιθυμίαις ὁρμᾶν·
在我看來,那神聖的使徒在他的某篇論述中,把這事解釋得更為明白,勸勉我們必須除去對可見之物的牽掛,而以我們的渴慕奔向那不可見的;
And this, it seems to me, the divine Apostle counsels, interpreting it more plainly in one of his discourses, when he says that we must put away the attachment to things seen, and press with our desires toward the invisible;
1:2151
Μὴ σκοπούντων γὰρ ἡμῶν, φησί, τὰ βλεπόμενα, ἀλλὰ τὰ μὴ βλεπόμενα·
他說:「原來我們不是顧念所見的,乃是顧念所不見的;」
'For while we look not,' he says, 'at the things which are seen, but at the things which are not seen;'
1:2152
τὰ γὰρ βλεπόμενα πρόσκαιρα, τὰ δὲ μὴ βλεπόμενα αἰώνια
「因為所見的是暫時的,所不見的是永遠的。」
'for the things which are seen are temporal, but the things which are not seen are eternal.'
1:2153
ταῦτα μὲν οὖν ἐν τῷ ἐπαίνῳ τῶν χειρῶν ἐνοήσαμεν, πῶς τῆς ὑλώδους προσπα θείας ἐκτορευθεῖσαι ἀκήρατοι γίνονται πρὸς τὸ ἄϋλόν τε καὶ νοητὸν ἀλλοιούμεναι διὰ τῆς προαιρέσεως·
所以,我們在對手的稱讚中領會了這些事:手如何藉著旋製、脫離了物質的貪戀而成為純潔,藉著意志被轉化,歸向那非物質、可思議的境界;
These things, then, we have understood in the praise of the hands: how, being turned on the lathe away from material attachment, they become pure, being transformed toward the immaterial and intelligible through the will;
1:2154
Χεῖρες γὰρ αὐτοῦ, φησί, τορευταί, χρυσαῖ, πεπληρωμέναι θαρσεῖς
她說:「因他的手好像旋製的,是金的,滿有塔施石。」
'For his hands,' she says, 'are turned as on a lathe, golden, full of Tharsis.'
1:2155
Ἀκόλουθον δ' ἂν εἴη καὶ τὸν ἐφεξῆς λόγον διασκοπῆσαι, ὃν περὶ τῆς κοιλίας πεποίηται
接下來論到腹部的話,也應當一貫地加以考察。
It would be consistent to examine also the text that follows, which she has composed concerning the belly.
1:2156
Κοιλία αὐτοῦ πυξίον ἐλεφάντινον ἐπὶ λίθου σαπφείρου
「他的肚腹如象牙板,安在藍寶石上。」
'His belly is an ivory tablet upon a sapphire stone.'
1:2157
ὅτε τῷ Μωϋσῇ τὸν ταῖς λιθίνοις δέλτοις ἐγχαραχθέντα νόμον τῆς φύσεως δίδωσι νομοθέτης, πυξία λίθινα τὰς πλάκας ὠνόμασεν, αἷς ἐνετυπώθη τὰ θεῖα χαράγματα,. οὕτως εἰπόντος τοῦ πρὸς τὸν Μωϋσέα περὶ αὐτῶν χρηματίσαν τος ὅτι Ἀνάβηθι πρός με εἰς τὸ ὄρος καὶ ἴσθι ἐκεῖ, καὶ δώσω σοι τὰ πυξία τὰ λίθινα, τὸν νόμον καὶ τὰς ἐντολάς
當那自然界的立法者將刻在石版上的律法賜給摩西時,祂稱那版為「石版」,神聖的字跡就刻印在其上,正如那向摩西發諭旨論到石版的主這樣說:「你上山到我這裡來,在那裡等候,我要將石版並律法和誡命賜給你。」
When the Lawgiver of nature gives to Moses the law engraved upon tablets of stone, he called the tablets 'stone tablets' (pyxia), on which the divine inscriptions were impressed, since the one who gave the oracle to Moses concerning them spoke thus: 'Come up to me into the mountain, and be there, and I will give thee the stone tablets, the law and the commandments.'
1:2158
μετὰ ταῦτα δέ, ἐπειδὴ πᾶν τὸ σωματικὸν καὶ γεῶδες ἀπεξύσατο διὰ τῆς εὐαγγελικῆς σαφηνείας νόμος, οὐκέτι λίθινον τὸ δεχόμενον τὰ γράμματα πυξίον ἐστὶν ἀλλ' ἐκ τοῦ λαμπροῦ τε καὶ νεοξύστου ἐλέφαντος·
但後來,既然律法藉著福音的清晰,把一切屬身體、屬地的東西刮去了,那承受字跡的版便不再是石頭的,乃是用明亮、新削的象牙作成的;
But afterward, since the law scraped away everything corporeal and earthy through the clarity of the Gospel, the tablet that receives the writing is no longer of stone, but of bright and newly-scraped ivory;
1:2159
δεκτικὸν τῶν ἐντολῶν καὶ τῶν νόμων, ὅπερ κοιλίαν ὠνόμασε, πυξίον εἶναί φησιν ἐλεφάντινον ἐπὶ λίθου σαπφείρου
而那能容納誡命與律法、被他稱為「肚腹」的,他說是安在藍寶石上的象牙板。
and that which is receptive of the commandments and the laws, which he named the 'belly,' he says is an ivory tablet upon a sapphire stone.
1:2160
πρῶτον δὲ οἶμαι χρῆναι τὸ σωματικὸν ὑπόδειγμα φανερὸν τῷ λόγῳ ποιῆσαι, εἶθ' οὕτως ἐπὶ τὴν θεωρίαν τῶν εἰρημένων ἐλθεῖν
但我想,首先必須向論述說明這屬身體的例證,然後才這樣進到對所說之事的默觀。
But first, I think, we must make the corporeal illustration plain to the discourse, and then thus proceed to the contemplation of what has been said.
1:2161
πυκνόν τι ξύλον πύξος ἐστὶ καὶ ὑπόλευκον, ἀφ' ἧς φιλοτε χνοῦσιν ἑαυτοῖς πίνακας οἷς τῶν γραμμάτων μέλει
黃楊木(pyxos)是一種緻密而略白的木頭,那些以文字為業的人,用它巧妙地為自己製作書寫用的板。
The box-tree (pyxos) is a dense and whitish wood, from which those who are concerned with letters skilfully fashion for themselves writing-tablets.
1:2162
τὸ τοίνυν τοιοῦτον πινάκιον τὸ πρὸς τὴν τῶν γραμμάτων χρείαν κατεσκευασμένον, κἂν ἀφ' ἑτέρας ὕλης τύχῃ γενόμενον, πυξίον καταχρηστικῶς ὀνομάζεται
所以,這樣一塊為書寫文字之用而預備的小板,即使碰巧是用別的材料作成的,也藉著詞語的引申用法被稱為 pyxion(板)。
Such a little tablet, then, prepared for the use of letters, even if it happens to be made of another material, is called a pyxion by extension of usage.
1:2163
οὐκοῦν πυξίον ἀκούσαντες λεῖόν τι σκεῦος ἐπιτήδειον πρὸς γραμμάτων ὑποδοχὴν ἐνοήσαμεν
所以,我們一聽見「板」這字,就領會為某種平滑、適合承受文字的器具。
Therefore, on hearing 'tablet,' we have understood a certain smooth implement suitable for the reception of letters.
1:2164
ἐπεὶ τοίνυν γενικόν τι τῶν τοιούτων πινάκων ὄνομα τὸ πυξίον ἐστίν, ἐνταῦθα καὶ τὸ εἶδος τῆς ὕλης τῷ. ὑποδείγματι λόγος προστίθησι, οὐκ ἀπὸ ξύλου λέγων ἀλλ' ἐξ ἐλέφαντος εἶναι τὴν κατασκευὴν τοῦ πυξίου
既然「板」是這類書寫板的通稱,道在此便向這例證加上材料的種類,說這板不是用木頭、乃是用象牙作成的。
Since, then, 'tablet' is a generic name for such writing-boards, here the Word adds to the illustration the kind of material as well, saying that the tablet is made not of wood but of ivory.
1:2165
φασὶ δὲ διὰ πολλὴν πυκνότητα καὶ στερρότητα τὸ τοιοῦτον ὀστέον ἀδιάφθορον διαμένειν ἐφ' ὅτι μήκιστον μηδεμίαν ἐκ χρόνου βλάβην παραδεχόμενον
他們說,這樣的骨頭因其極為緻密堅硬,能長久保持不朽壞,不因時光的流逝而受損。
And they say that, on account of its great density and firmness, such bone remains incorruptible for the longest time, receiving no injury from the passage of time.
1:2166
δὲ σάπφειρος τῷ κυανοειδεῖ τῆς χρόας εἰς παραμυθίαν τοῦ καμάτου τῶν ὀφθαλμῶν ἐπινοεῖται, τοῖς φιλοπόνως προσανέχουσι τῷ καταγεγραμ μένῳ πυξίῳ φυσικῶς τῆς τοιαύτης αὐγῆς τὰς ὄψεις δι' ἑαυτῆς ἀναπαυούσης
藍寶石因其深藍的顏色,被認為是眼睛疲勞的慰藉,因為對那些勤奮專注於所寫之板的人,這樣的光輝自然而然地藉其自身使視力得著安息。
And the sapphire, by the dark-blue of its colour, is conceived of as a solace for the fatigue of the eyes, since for those who diligently apply themselves to the written tablet such a radiance naturally rests the sight by itself.
1:2167
τὸ μὲν οὖν ὑπόδειγμα, διὰ συγκρίσεως ὁμοιοῦται ἐγκωμιαζομένη τῆς ἐκκλησίας κοιλία, τοιοῦτόν ἐστιν, ἐγὼ δὲ παρὰ τῆς προφητείας ἀκούσας τοῦτο διακελευο μένης ἐκ προσώπου τοῦ θεοῦ ὅτι Γράψον ὅρασιν καὶ σαφῶς εἰς πυξίον, ἔννοιαν λαμβάνω, τί διὰ τοῦ ὀνόματος τῆς κοιλίας ἐν τῷ ἐπαινουμένῳ σώματι τοῦ κυρίου προσήκει νοεῖν·
這便是那用來比擬教會被稱讚之腹部的例證;但我既聽見那從神的位格所發出、命令這事的預言——「將默示寫下,並要明明地寫在版上」——便領會到,在主那受稱讚的身體上,藉「腹部」這名稱所當領會的是甚麼;
Such, then, is the illustration by comparison with which the extolled belly of the Church is likened; but I, having heard the prophecy that enjoins this from the person of God—'Write the vision, and clearly, upon a tablet'—take up the notion of what it is fitting to understand, in the praised body of the Lord, by the name of the belly;
1:2168
εἰ γὰρ τὴν θείαν ὅρασιν σαφῶς ἐγγράφειν τῷ πυξίῳ λόγος διακελεύεται, τάχα τὸ καθαρὸν τῆς καρδίας, διὰ τῆς μνήμης τὰς θείας ὁράσεις ἀπογραφόμεθα, τῷ τῆς κοιλίας ὀνόματι διασημαίνει
因為若道吩咐要把那神聖的默示明明地刻在版上,那麼祂或許藉「腹部」這名稱所表明的,乃是心的純潔,我們正是藉著記憶把神聖的默示刻寫在其上的。
for if the Word enjoins that the divine vision be clearly inscribed upon the tablet, perhaps he indicates by the name of the belly the purity of the heart, upon which, through memory, we inscribe the divine visions.
1:2169
καθάπερ καὶ διαστείλας τὸ στόμα τοῦ μεγάλου Ἰεζεκιὴλ καὶ ἐνθεὶς αὐτῷ τὴν κεφαλίδα τοῦ βιβλίου πλήρη γραμμάτων καθ' ἑκάτερον οὖσαν, κατά τε τὸ ἔξωθεν αὐτοῦ καὶ τὸ ἔσωθεν, φησὶ πρὸς αὐτὸν ὅτι Τὸ στόμα σου φάγεται καὶ κοιλία σου πλησθήσεται, τὸ. διανοητικὸν καὶ τὸ λογιστικὸν τῆς ψυχῆς, ἐναπέθετο τὰ θεῖα μαθήματα, κοιλίαν προσαγορεύσας
正如那位張開偉大以西結的口、把兩面都寫滿字(外面和裡面都寫滿)的書卷放進他口中的那位,對他說:「你的口要吃,你的肚腹要充滿」——祂稱靈魂中那思想與推理的部分為「腹部」,神聖的教訓正是存放在其中的。
Just as also he who opened the mouth of the great Ezekiel and put into it the roll of the book, full of writing on both sides, both without and within, says to him: 'Thy mouth shall eat, and thy belly shall be filled'—calling the intellectual and reasoning part of the soul, in which the divine lessons were laid up, the 'belly.'
1:2170
παραπλησίως δὲ καὶ τὸν μέγαν Ἰερεμίαν τὴν ὑπὸ τῶν σκυθρωπῶν ἐκείνων νοημάτων ὀδυνωμένην καρδίαν κοιλίαν ἔγνωμεν ὀνομάζοντα, δι' ὧν φησιν ὅτι Τὴν κοιλίαν μου ἀλγῶ καὶ τὰ αἰσθητήρια τῆς καρδίας μου μαιμάσσει
同樣,我們知道偉大的耶利米也把那因那些愁苦思念而傷痛的心稱為「腹部」,他說:「我的肚腹疼痛,我心中的知覺翻騰不安。」
And in like manner we know that the great Jeremiah too names as 'belly' the heart that is pained by those sorrowful thoughts, when he says: 'I am pained in my belly, and the senses of my heart are in turmoil.'
1:2171
εἰ δὲ χρὴ τὸ κυριώτερον τῶν εἰς τὴν διάνοιαν ταύτην ὁδηγούντων ἡμᾶς ἀπὸ τῆς θείας παραθέ σθαι φωνῆς, τοῦτό φαμεν ὅπερ πρὸς τοὺς πεπιστευκότας εἶπεν κύριος ποταμοὺς λέγων ἐκ τῆς κοιλίας ἀπορρέειν ὕδατος ζῶντος τῶν εἰς αὐτὸν πιστευόντων
但若當從神聖的話語中,將引導我們得著這領悟的、最具權威的憑據陳明出來,我們便要說主對那些信入祂之人所說的話,就是祂論到有活水的江河要從信入祂之人的腹中流出來。
But if it is fitting to set before you, from the divine voice, the most authoritative of the things that lead us to this understanding, we say this: what the Lord said to those who had believed, when he spoke of rivers of living water flowing forth from the belly of those who believe in him.
1:2172
πιστεύων εἰς ἐμέ, καθὼς εἶπεν γραφή, ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος
「信入我的人,就如經上所說,從他腹中要流出活水的江河來。」
'He who believes in me, as the Scripture said, out of his belly shall flow rivers of living water.'
1:2173
διὰ πάντων τοίνυν τῶν εἰρημένων τὴν καθαρὰν καρδίαν διὰ τοῦ τῆς κοιλίας ὀνόματος νοεῖν ἐναγόμεθα, ἥτις πυξίον τοῦ θείου γίνεται νόμου, τῶν, καθώς φησιν ἀπόστολος, Ἐνδεικνυ μένων τὸ ἔργον τοῦ νόμου γραπτὸν ἐν ταῖς καρδίαις αὐτῶν, Οὐ μέλανι ἀλλὰ πνεύματι θεοῦ ζῶντος ἐγχαρασσομένων τῇ ψυχῇ τῶν τοιούτων γραμμάτων, Οὐκ ἐν πλαξὶ λιθίναις, καθώς φησιν ἀπόστολος, ἀλλ' ἐν τῷ τῆς καρδίας πυξίῳ. καθαρῷ τε ὄντι καὶ λείῳ καὶ στίλβοντι·
因此,藉著所說的這一切,我們被引導以「腹」這名稱來領會那潔淨的心,這心成了神聖律法的書板;正如使徒所說,這樣的人「顯出律法的功用刻在他們心裡」,這樣的字乃是「不用墨,而是用永生神的靈」刻在魂裡的,「不是刻在石版上」,如使徒所說,而是刻在心的書板上,這書板是潔淨、平滑而發亮的。
Through all these things, then, we are led to understand by the term 'belly' the pure heart, which becomes a tablet of the divine law—the heart of those who, as the Apostle says, 'show the work of the law written in their hearts,' such letters being inscribed upon the soul 'not with ink, but with the Spirit of the living God,' 'not on tablets of stone,' as the Apostle says, but on the tablet of the heart, which is pure and smooth and gleaming.
1:2174
τοιοῦτον γὰρ εἶναι χρὴ τὸ ἡγεμονικὸν τῆς ψυχῆς, ὥστε τρανὴν ἐν αὐτῷ καὶ ἀσύγχυτον τῶν θείων λογίων ἐντυποῦσθαι τὴν μνήμην οἷόν τισι γράμμασιν εὐσήμοις διηρθρωμένην
因為魂的主導部分必須是這樣的,好叫神聖言語的記念能清晰而不混亂地銘刻在其上,彷彿以某些清楚可辨的字分明地表達出來。
For such must the governing part of the soul be, so that upon it the memory of the divine oracles may be imprinted clearly and without confusion, articulated as it were in well-marked letters.
1:2175
καλῶς δὲ συμπαρείληπται τῷ τοιούτῳ πυξίῳ πρὸς τὸν τῆς κοιλίας ἔπαινον καὶ σάπφειρος·
藍寶石與這樣的書板一同被列入對「腹」的稱讚,實在是恰當的;
And well has the sapphire been joined together with such a tablet in praise of the belly;
1:2176
οὐρανοειδὴς γὰρ τοῦ σαπφείρου αὐγή
因為藍寶石的光輝是像天的顏色。
for the gleam of the sapphire is like the color of heaven.
1:2177
τὸ δὲ τοιοῦτον αἴνιγμα σύμβολον γίνεται τοῦ τὴν καρδίαν ἡμῶν τὰ ἄνω φρονεῖν τε καὶ βλέπειν, ὅπου τὸν θησαυρὸν ἀποτίθεται, κἀκεῖ τὰς ὄψεις προσαναπαύειν, ὥστε μὴ κάμνειν ἐν τῇ προσοχῇ τῶν θείων παραγγελμάτων τῆς οὐρανίας ἐλπίδος τὸ ὀπτικὸν τῶν τῆς ψυχῆς ὀμμάτων ἀναπαυούσης
這樣的隱謎乃是一個表徵,表明我們的心思念並仰望上面的事,就是它積存財寶之處,並在那裡使它的視線得安息,好叫它在留意神聖的誡命時不至困倦,因為屬天的盼望使魂之眼睛的視覺得著安息。
Such a riddle becomes a symbol of this: that our heart minds and looks upon the things above, where it lays up its treasure, and there rests its gaze, so that in attending to the divine commandments it does not grow weary, since the heavenly hope gives rest to the seeing power of the soul's eyes.
1:2178
Εἶτα διαδέχεται τὸν τῆς κοιλίας ἔπαινον τὰ τῆς κνήμης ἐγκώμια·
隨後,對「腹」的稱讚便被對「腿」的頌讚所接續;
Then the praise of the belly is succeeded by the encomium of the legs;
1:2179
φησὶ γὰρ ὅτι Κνῆμαι αὐτοῦ στῦλοι μαρμάρινοι τεθεμελιωμένοι ἐπὶ βάσεις χρυσᾶς
因為她說:「祂的腿是大理石的柱子,安在金座上。」
for she says, 'His legs are pillars of marble, set upon bases of gold.'
1:2180
πολλοὶ δὲ καὶ οἱ τὴν τοῦ μαρτυρίου σκηνὴν διερείδοντες στῦλοι διαφόροις ὕλαις κεκοσμημένοι, ὧν κεφαλίδες μὲν ἦσαν καὶ βάσεις χρυσαῖ, τὸ δὲ μέσον τῇ τοῦ ἀργυρίου περιβολῇ κεκαλλώπιστο
支撐見證帳幕的柱子也有許多,都以不同的材料裝飾,其頂端與座是金的,而中間部分則以銀的包裹加以美化。
Many too were the pillars that supported the tabernacle of testimony, adorned with various materials, whose capitals and bases were of gold, while the middle part was beautified with a covering of silver.
1:2181
τοὺς δὲ τῆς ἐκκλησίας στύλους (οἶκος δέ ἐστιν ἐκκλησία, καθώς φησιν ἀπόστολος ὅτι Πῶς δεῖ ἐν οἴκῳ θεοῦ ἀναστρέφεσθαι) μαρμαρίνους εἶναί φησιν νύμφη ἐπὶ. χρυσῶν βεβηκότας τῶν βάσεων, ὅτι μὲν οὖν συμφωνεῖ τῇ τοῦ Βεσελεὴλ σοφίᾳ νύμφη κατὰ τὴν τοῦ κάλλους ὑπογραφὴν παραπλησίως ἐκείνῳ τὴν κεφαλὴν καὶ τὰς βάσεις τῷ χρυσίῳ κοσμήσασα, παντὶ δῆλόν ἐστι τῷ τοῖς περὶ τῆς σκηνῆς εἰρημένοις καθομιλήσαντι·
但新婦說,教會的柱子(照使徒所說,教會乃是神的家,就是「當怎樣在神的家中行事為人」)是大理石的,立在金座上。新婦在描寫這美麗時,正像比撒列一樣,用金裝飾頭與座,與那智慧相合;凡曾留心思想那論到帳幕之話的人,都能明白這事;
But the bride says that the pillars of the Church—and the Church is a house, as the Apostle says: 'how one ought to behave in the house of God'—are of marble, standing upon golden bases. That the bride agrees with the wisdom of Bezalel, in the description of the beauty adorning the head and the bases with gold just as he did, is plain to everyone who has attentively studied what was said about the tabernacle;
1:2182
ὡς γὰρ ἐκεῖνος χρυσῆν ἑκάστῳ τῶν στύλων τὴν κεφαλὴν ἐφαρμόσας ἐπὶ χρυσῆς ἵστησι βάσεως, οὕτω καὶ ἐνταῦθά φησιν καθαρῶς πρὸς τὸ τοῦ νυμφίου βλέπουσα κάλλος κεφαλὴν μὲν αὐτοῦ εἶναι χρυσίον καθαρὸν καὶ ἀκήρατον ( τοῦτο γὰρ τοῦ κεφὰζ λέξις ἐνδείκνυται), τεθεμελιῶσθαι δὲ τὰς κνήμας ἐπὶ χρυσῶν λέγει τῶν βάσεων
因為正如那人為每根柱子配上金頂,安在金座上,照樣在這裡,那純潔地仰望新郎之美的,也說祂的頭是純淨無雜的精金(因為kephaz這字正指這事),並說祂的腿是根基立在金座上的。
for as he fitted a golden capital to each of the pillars and set it upon a golden base, so here also she who looks purely upon the beauty of the Bridegroom says that his head is pure and undefiled gold (for this is what the word kephaz signifies), and that his legs are grounded upon golden bases.
1:2183
πρὸς τι δὲ χρὴ μεταληφθῆναι τὰ περὶ τῶν στύλων αἰνίγματα, τῷ ἁγίῳ Παύλῳ μαθητευόμενοι τῆς ἀληθοῦς ἐννοίας οὐκ ἐκπεσούμεθα, ὃς τοὺς προέχοντας ἐν τοῖς ἀποστόλοις Πέτρον καὶ Ἰάκωβον καὶ Ἰωάννην στύλους τῆς ἐκκλησίαςὠνόμασεν
至於這論到柱子的隱謎當如何轉解,我們若以聖保羅為師,就不至偏離真義;因為他稱那些在使徒中為首的—彼得、雅各與約翰—為教會的柱石。
But as to what the riddles concerning the pillars are to be transferred, if we take St. Paul as our teacher we shall not fall away from the true meaning; for he named those who were pre-eminent among the apostles—Peter and James and John—the pillars of the Church.
1:2184
ἐπεὶ δὲ καὶ τοῦτο προσήκει μαθεῖν, πῶς ἔστι γενέσθαι στῦλον, ὡς ἂν καὶ ἡμεῖς ἄξιοι τῆς τοιαύτης γενοίμεθα κλήσεως, πάλιν καὶ τοῦτο παρὰ τῆς τοῦ Παύλου σοφίας ἀκούομεν, ὅς φησι στῦλον εἶναι τὸ ἑδραίωμα τῆς ἀληθείας
既然也當學習這事—人怎樣才能成為柱石,好叫我們也配得這樣的呼召—我們就再從保羅的智慧聽見這話,他說柱石乃是真理的根基。
And since it is fitting also to learn this—how one may become a pillar, so that we too may be worthy of such a calling—again we hear this from the wisdom of Paul, who says that the pillar is the ground of the truth.
1:2185
οὐκοῦν χρυσίον μέν ἐστιν ἀλήθεια, καὶ βάσις τῶν κνημῶν γινομένη καὶ τὰς χεῖρας καὶ τὴν κεφαλὴν δι' ἑαυτῆς καλλωπίζουσα, τὸ δὲ ἑδραίωμα εἰς τὴν τοῦ μαρμάρου. φύσιν μεταλαβών τις οὐχ ἁμαρτήσεται
所以,金子就是真理,它成了腿的座,並藉著自己美化了雙手與頭;而人若將那「根基」轉解為大理石的性質,也不至有錯。
Gold, therefore, is the truth, which becomes the base of the legs and beautifies through itself both the hands and the head; and one will not err in taking the 'ground' as transferred to the nature of the marble.
1:2186
ὡς εἶναι τοιαύτην τὴν τῶν λεγομένων διάνοιαν ὅτι αἱ κνῆμαι τοῦ σώματος, οἱ μαρμάρινοι στῦλοι (τουτέστιν οἱ τῷ λαμπρῷ βίῳ καὶ τῷ ὑγιαίνοντι λόγῳ τὸ κοινὸν σῶμα τῆς ἐκκλησίας βαστάζοντές τε καὶ διερείδοντες, δι' ὧν τε βάσις τῆς πίστεως ἔχει τὸ πάγιον καὶ κατ' ἀρετὴν δρόμος ἀνύεται καὶ ἐν τοῖς ἅλμασι τῶν θείων ἐλπίδων ὅλον τὸ σῶμα μετέωρον γίνεται) διὰ τῶν δύο κατορθοῦνται τούτων, ἀληθείας καὶ βεβαιότητος, τοῦ μὲν χρυσοῦ μεταλαμβανομένου πρὸς τὴν ἀλήθειαν, ἥτις κατὰ τὴν τοῦ Παύλου φωνὴν θεμέλιος τῆς θείας οἰκοδομῆς γίνεταί τε καὶ ὀνομάζεται (οὕτω γάρ φησιν ὅτι Θεμέλιον ἄλλον οὐδεὶς δύναται θεῖναι παρὰ τὸν κείμενον, ὅς ἐστιν Ἰησοῦς Χριστός
所以所說之話的意思乃是:身體的腿,那大理石的柱子(就是那些以光明的生活和純正的教訓擔負並支撐教會這公共身體的人,藉著他們,信仰的根基得以堅固,屬美德的路程得以完成,並在神聖盼望的躍升中,全身被高舉起來),乃是藉著這兩件事—真理與堅定—得以立正;金子被轉解為真理,照保羅的話,真理成了、也被稱為神聖建造的根基(因為他這樣說:「除了那已立好的根基以外,沒有人能立別的根基,這根基就是耶穌基督」;
So that the meaning of what is said is this: that the legs of the body, the marble pillars (that is, those who by a brilliant life and by sound teaching bear up and support the common body of the Church, through whom the foundation of the faith holds firm and the course according to virtue is accomplished, and in the leaps of divine hopes the whole body is lifted on high), are set aright through these two things, truth and steadfastness—the gold being transferred to signify truth, which according to Paul's word becomes and is called the foundation of the divine building (for thus he says: 'other foundation can no one lay than that which is laid, which is Jesus Christ';
1:2187
Ἰησοῦς Χριστὸς δέ ἐστιν ἀλήθεια, ἐνθεμελιοῦνται αἱ κνῆμαι, οἱ στῦλοι τῆς ἐκκλησίας), διὰ δὲ τοῦ μαρμάρου νοούντων ἡμῶν τό τε λαμπρὸν τοῦ βίου καὶ τὸ πρὸς τὴν τῶν ἀγαθῶν διάθεσιν ἐμβριθές τε καὶ ἀμετάθετον
而耶穌基督就是真理,教會的柱子—就是那些腿—乃是立在其上的),而我們藉著大理石,領會生活的光明,以及它在向著良善之心志上的持重與不可動搖。
and Jesus Christ is the truth, upon which the legs, the pillars of the Church, are grounded), while by the marble we understand both the brilliance of the life and its weightiness and unshakeableness with respect to the disposition toward the good.
1:2188
ἀλλ' ἐπειδὴ πολλοὶ μὲν οἱ στῦλοι τῆς τοῦ μαρτυρίου σκηνῆς, πολλοὶ δὲ καὶ οἱ τὸν τῆς σοφίας οἶκον διαβαστάζοντες, δύο δὲ νῦν ἐξαρκοῦσιν ὅλον ἀνέχειν ἐφ' ἑαυτῶν τὸ σῶμα, τάχα πρὸς ἄλλην τινὰ διάνοιαν χρὴ μεταγαγεῖν τὸν σκοπὸν τοῦ αἰνίγματος·
但既然見證帳幕的柱子有許多,支撐智慧之家的也有許多,如今卻有兩根足以在其上擎起全身,或許我們當將這隱謎的用意轉到某個別的意思上;
But since the pillars of the tabernacle of testimony were many, and many too were those bearing up the house of wisdom, yet now two suffice to hold up upon themselves the whole body, perhaps we should transfer the aim of the riddle to some other meaning;
1:2189
οἶμαι γὰρ διὰ. τούτων ἐκεῖνο κατασκευάζεσθαι τὸ πολυειδεῖς μὲν γίνεσθαι τὰς ἐκ τοῦ νόμου πρὸς ἀρετὴν ὁδηγίας, πολλὰ δὲ καὶ τῆς σοφίας εἶναι τὰ παραγγέλματα πρὸς τὸν αὐτὸν ὁρῶντα σκοπόν, τὸν δὲ συντετμημένον τοῦ εὐαγγελίου λόγον εἰς εὐαρίθμητόν τε καὶ συνεσταλμένον ἀγαγεῖν πᾶσαν τοῦ κατ' ἀρετὴν βίου τὴν τελειότητα οὕτως εἰπόντος τοῦ κυρίου ὅτι Ἐν ταύταις ταῖς δυσὶν ἐντολαῖς ὅλος νόμος καὶ οἱ προφῆται κρέμανται
因為我想,藉著這些,所要確立的乃是:從律法而來、引人歸向美德的指引成了眾多,智慧的訓誡也有許多是看著同一目標的,而福音那簡縮的話卻將屬美德之生活的全部完全,帶進為數不多且簡約的形式裡—主如此說:「這兩條誡命,是全律法和先知的總綱。」
for I think that by these things this is being established: that the guidings from the law toward virtue become manifold, and many too are the precepts of wisdom that look to the same end, whereas the abbreviated word of the Gospel brings all the perfection of the virtuous life into something few in number and compressed—the Lord thus saying that 'on these two commandments hang the whole law and the prophets.'
1:2190
ἴσον δὲ πάντως ἐστὶν εἰς δύναμιν ὑποκρεμάμενον ἀνέχειν τὸ βάρος ἐπικείμενον·
就能力而言,無論是承托一件從下面懸垂的重擔,還是承托一件安放在上面的重擔,其實全然相同;
And it is altogether the same, as regards power, whether one holds up a weight hanging from below or one lying upon it;
1:2191
εἷς γὰρ δι' ἀμφοτέρων τῆς δυνάμεως θεωρεῖται τόνος τοῦ καθ' ἑκάτερον τρόπον τὸ ἄχθος βαστάζοντος·
因為無論以哪一種方式擔負重擔的人,在這兩者中所顯出的,乃是同一種能力的力量;
for in both cases one and the same strength of power is seen in the one who bears the burden in either manner;
1:2192
φέρει γὰρ ὁμοίως δι' ἑαυτοῦ, εἴτε ἀπηρτημένον ἔχει τὸ βάρος εἴτε ὑπολαμβάνει τῇ παλάμῃ τὸ βασταζόμενον
因為他都是照樣憑著自己承擔,無論那重擔是懸垂在他身上,還是他以手掌托著那被擔負之物。
for he carries it in like manner by himself, whether he has the weight suspended from him or supports upon his palm what is being borne.
1:2193
πρώτην ἐντολὴν εἶναι, τὸ δὲ τὸν πλησίον ὡς ἑαυτὸν. ἰσοδυναμεῖν τῇ πρώτῃ
〔祂說〕愛神是第一條誡命,而愛人如己這條,在力量上與第一條相等。
[He said that] to love God is the first commandment, and that to love one's neighbor as oneself is equal in force to the first.
1:2194
ἀλλὰ καὶ Παῦλος οἷόν τινα οἶκον δεκτικὸν τοῦ θεοῦ κατασκευάζων τὸν μέγαν Τιμόθεον τοὺς δύο τούτους ἐν αὐτῷ ἵστησι στύλους, τῷ μὲν ὄνομα θέμενος πίστιν τῷ δὲ ἑτέρῳ συνείδησιν, διὰ μὲν τῆς πίστεως τὴν εἰς θεὸν ἀγάπην τὴν ἐξ ὅλης καρδίας τε καὶ ψυχῆς καὶ δυνάμεως σημαίνων, διὰ δὲ τῆς ἀγαθῆς συνειδήσεως τὴν ἀγαπητικὴν εἰς τὸν πλησίον διάθεσιν
但保羅也是這樣,他建造那位偉大的提摩太,如同建造一座能容納神的家,在他裡面立起這兩根柱子,給一根起名叫信,給另一根起名叫良心;藉著信,指明那從全心、全魂、全力向著神的愛,而藉著無虧的良心,指明那向著鄰舍之愛的心志。
But Paul also, constructing as it were a house fit to receive God—namely the great Timothy—sets up in him these two pillars, giving to the one the name of faith and to the other conscience; by faith signifying love toward God from the whole heart and soul and strength, and by the good conscience the loving disposition toward one's neighbor.
1:2195
τάχα δὲ οὐκ ἐναντιοῦται τῷ προτέρῳ νοήματι νῦν ἐφευρεθεῖσα διάνοια·
或許如今所發現的這意思,並不與前面的意思相牴觸;
And perhaps the meaning now discovered does not contradict the former sense;
1:2196
δι' ἀμφοτέρων γὰρ τούτων ἐστὶ τὸ γενέσθαι στύλους τοὺς κατὰ Πέτρον καὶ Ἰάκωβον καὶ Ἰωάννην καὶ εἰ δή τις ἄλλος κατ' ἐκείνους τοῦ τοιούτου ὀνόματος ἄξιος γέγονεν γενήσεται·
因為彼得、雅各與約翰之所以成為柱石,正是藉著這兩件事;凡別人像他們一樣,已經或將要配得這名的,也是如此;
for it is through both of these that Peter and James and John became pillars, and whoever else, like them, has become or shall become worthy of such a name;
1:2197
γὰρ ἐν ταύταις ταῖς δυσὶν ἐντολαῖς τελειωθεὶς στῦλος καὶ ἑδραίωμα τῆς ἀληθείας κατασκευάζεται κατὰ τὴν τοῦ ἀποστόλου φωνήν, ὥστε τοῖς δύο τούτοις κατορθώμασιν ὅλον τὸ σῶμα τῆς ἀληθείας καθάπερ κνήμαις τισὶν ἐπερεί δεσθαι, τοῦ χρυσοῦ θεμελίου τῆς κατὰ τὴν πίστιν βάσεως τὸ ἀκλινές τε καὶ ἀμετάθετον καὶ τὸ ἐν παντὶ ἀγαθῷ πάγιον τοῖς λογισμοῖς ἐμποιοῦντος
因為那在這兩條誡命上得以完全的人,照使徒的話,就被立為真理的柱石與根基,好叫真理的全身藉著這兩項善行,如同立在某些腿上被支撐起來,因為那按著信之座的金根基,在人的思想中植入那不偏、不動、並在一切善事上堅定的性質。
for he who has been perfected in these two commandments is constituted a pillar and ground of the truth, according to the Apostle's word, so that by these two right achievements the whole body of the truth is propped up as upon certain legs, since the golden foundation of the base according to faith implants in the thoughts what is unbending and immovable and firm in every good.
1:2198
Μετὰ δὲ τοὺς ἐπαίνους τούτους καθάπερ ἀνακεφαλαιου μένη ὅλον τοῦ νυμφίου τὸ κάλλος φησίν·
在這些稱讚之後,她彷彿將新郎的全副美麗總括起來,說:
And after these praises, as though recapitulating the whole beauty of the Bridegroom, she says:
1:2199
Εἶδος αὐτοῦ ὡς Λίβανος ἐκλεκτός, ὡς κέδροι·
「祂的容貌像黎巴嫩,佳美如香柏樹;」
'His appearance is like Lebanon, choice as the cedars;'
1:2200
φάρυγξ αὐτοῦ γλυκασμὸς καὶ ὅλος ἐπιθυμία, οὗτος ἀδελφιδός μου καὶ οὗτος πλησίον. μου, θυγατέρες Ἰερουσαλήμ
「祂的口是甘甜的,祂全然可愛。耶路撒冷的眾女子啊,這是我的良人,這是我的朋友。」
'his throat is sweetness, and he is altogether desire. This is my beloved, and this is my dear one, O daughters of Jerusalem.'
1:2201
ἐν τούτῳ γὰρ οἶμαι σαφέστε ρον αὐτὴν διασημαίνειν ὅτι περὶ τὸ βλεπόμενον τοῦ νυμφίου κάλλος ἐστὶν ἔπαινος ( ἐκεῖνό φημι τὸ βλεπόμενον, διὰ τῶν καθ' ἕκαστον μελῶν τῶν συμπληρούντων τὴν ἐκκλησίαν σωματοποιεῖ ἀπόστολος
因為在這裡,我想她更清楚地表明,這稱讚乃是關乎新郎那可見的美麗(我是指那可見之物,就是使徒藉著構成教會的各個肢體所組成為身體的);
For in this, I think, she indicates more clearly that the praise concerns the visible beauty of the Bridegroom (I mean that visible thing which the Apostle forms into a body through the several members that make up the Church);
1:2202
ἓν γὰρ εἶδος αὐτοῦ φησιν εἶναι τὰς μυριάδας τῶν κέδρων, αἷς διείληπται πανταχόθεν Λίβανος, δηλοῦσα διὰ τῶν λεγομένων ὅτι οὐδὲν ταπεινὸν καὶ χαμαίζηλον συντελεῖ πρὸς τὴν εὐμορφίαν τοῦ σώματος, ἐὰν μή τι κατὰ τὴν κέδρον ὑψηλὸνᾖ καὶ πρὸς τὸ ἄνω τῇ κορυφῇ ἐπειγόμενον
因為她說,祂那一副容貌就是那無數的香柏樹,黎巴嫩四圍都被這些樹遍佈,藉此所說的話表明:凡卑下而伏於地上的,都無助於身體的秀美,除非它像香柏樹一樣高聳,並以其樹頂向上竭力伸展。
for she says that his one appearance is the myriads of cedars, by which Lebanon is filled on every side, showing through what is said that nothing lowly and earthbound contributes to the shapeliness of the body, unless it be, like the cedar, lofty and pressing upward with its crown.
1:2203
Μᾶλλον δὲ τὸ παρατεθὲν ἐν τοῖς εἰρημένοις πρῶτον κατανοήσωμεν·
然而,讓我們先思想那在所說之話中所陳明的;
But rather let us first consider what has been set forth in what was said;
1:2204
Εἶδος αὐτοῦ, φησίν, ὡς Λίβανος ἐκλεκτός
她說:「祂的容貌像佳選的黎巴嫩。」
'His appearance,' she says, 'is like choice Lebanon.'
1:2205
ἐκλογὴ δὲ παντὸς πράγματος διὰ τῆς τοῦ ἐναντίου παραθέσεως γίνεται
但對任何事物的揀選,乃是藉著將其相反者擺在旁邊比較而成就的。
But the choosing of anything comes about through the setting of its opposite alongside it.
1:2206
ἐπεὶ οὖν ὁμώνυμόν ἐστι τὸ ἀγαθὸν ἐπί τε τοῦ ὄντως ὄντος τοιούτου καὶ ἐπὶ τοῦ μὴ ὄντος μέν, ὑποκρινομένου δὲ δι' ἀπάτης καὶ δοκοῦντος εἶναι οὐκ ἔστιν, μὴ διαμαρτὼν τῆς τοῦ καλοῦ κρίσεως τὸ ἐξειλεγμένον ἀγαθὸν ἀντὶ τοῦ ἠπατημένου προείλετο
既然「善」這名稱既用於那真正是善的,也用於那並非是善、卻藉欺騙裝出假面、似乎是它所不是之物的,那麼,凡在辨別美善上沒有失誤的人,就揀選那經過甄別的善,而不揀選那虛假的。
Since, then, the term 'good' is used in common both of what is truly such and of what is not, but through deceit puts on a false face and seems to be what it is not, he who has not failed in the judgment of the beautiful chose the selected good in preference to the deceptive one.
1:2207
ἐπεὶ οὖν ἐνταῦθα τῷ ἐκλεκτῷ Λιβάνῳ τὸ εἶδος τοῦ νυμφίου προσείκασε, δύο κατὰ τὸ ἀκόλουθον Λιβάνους λόγος νοεῖν ὑποτίθεται·
既然她在這裡將新郎的容貌比作佳選的黎巴嫩,經文便隨之暗示我們要領會有兩座黎巴嫩;
Since, then, she here likens the appearance of the Bridegroom to choice Lebanon, the text consequently suggests that we understand two Lebanons;
1:2208
ἕνα μὲν τὸν. πονηρὸν καὶ ἀπόβλητον, τὸν ἴσα τῷ μόσχῳ κατὰ τὴν προφητείαν μετὰ τῶν κέδρων τῶν ἐφ' ἑαυτοῦ συντριβόμενον, ἕτερον δὲ τὸν ἐκλεκτόν τε καὶ τίμιον, οὗ τὸ κάλλος θεοπρεπές ἐστι καὶ θεοείκελον
一座是邪惡、當被丟棄的,就是照著預言與其上的香柏樹一同像牛犢被摧毀的那座;另一座則是佳選而寶貴的,其美麗是配得神、並像神的。
the one wicked and to be cast away, that which according to the prophecy is broken to pieces like the calf together with the cedars upon it; the other choice and precious, whose beauty is befitting God and like unto God.
1:2209
δὲ νοοῦμεν διὰ τῶν εἰρημένων τοιοῦτόν ἐστιν·
如今,我們藉著所說之話所領會的,乃是這樣:
Now what we understand through what has been said is this:
1:2210
εἷς βασιλεὺς κυρίως τε καὶ ἀληθινῶς καὶ πρώτως ἐστὶν βασιλεὺς πάσης τῆς κτίσεως
有一位王,是本義上、真實上、並首要意義上的王—就是全受造之物的王;
There is one king, properly and truly and primarily so—the King of all creation;
1:2211
ἀλλ' ὅμως καὶ κοσμοκράτωρ τοῦ σκότους σεμνύνει ἑαυτὸν τῷ τῆς βασιλείας ὀνόματι
然而,那黑暗的世界掌權者,卻也以王權的名稱自尊自大。
yet nevertheless the world-ruler of the darkness also dignifies himself with the name of kingship.
1:2212
λεγεῶνες ἀγγέλων παρὰ τῷ ἀληθινῷ βασιλεῖ καὶ λεγεῶνες δαιμόνων παρὰ τῷ ἄρχοντι τῆς ἐξουσίας τοῦ σκότους
在那真王那裡有天使的軍團,而在那黑暗權勢的首領那裡則有鬼魔的軍團。
There are legions of angels with the true King, and legions of demons with the ruler of the authority of darkness.
1:2213
ἀρχαὶ καὶ ἐξουσίαι καὶ δυνάμεις ὑπὸ τὸν βασιλέα τῶν βασιλευόντων καὶ κύριον τῶν κυριευόντων
在那萬王之王、萬主之主之下,有執政的、掌權的與有能的。
There are principalities and authorities and powers under the King of those who reign and the Lord of those who rule.
1:2214
ἔχει κἀκεῖνος κατὰ τὴν τοῦ ἀποστόλου φωνὴν ἀρχάς τε καὶ ἐξουσίας καὶ δυνάμεις τὰς καταργουμένας, ὅταν μέλλῃ τὸ κακὸν εἰς τὸ μὴ ὂν ἀφανίζεσθαι (Ὅταν γὰρ καταργήσῃ, φησί, πᾶσαν ἀρχὴν καὶ ἐξουσίαν καὶ δύναμιν)
而那另一位,照使徒的話,也有那些正被廢去的執政、掌權與有能的,就是當惡注定要消滅歸於烏有之時(因為他說:「當祂廢去一切執政的、掌權的、有能的」)。
And that other one too has, according to the Apostle's word, principalities and authorities and powers that are being abolished, when evil is destined to vanish into non-being (for 'when he shall have abolished,' he says, 'all rule and all authority and power').
1:2215
ἐπὶ θρόνου βλέπει προφήτης τὸν βασιλέα τῆς δόξης καθήμενον ὑψηλοῦ τε καὶ ἐπηρμένου
先知看見榮耀的王坐在那至高並被高舉的寶座上;
Upon a throne high and lifted up the prophet beholds the King of glory seated;
1:2216
κἀκεῖνος ἐπαγγέλλεται θήσειν ἐπάνω τῶν ἄστρων τὸν ἴδιον θρόνον, ὥστε εἶναι ὅμοιον τῷ ὑψίστῳ
而那另一位也應許要將自己的寶座設在眾星之上,好使自己像至高者。
and that other one too promises to set his own throne above the stars, so as to be like the Most High.
1:2217
σκεύη ἐκλογῆς ἐν τῇ μεγάλῃ ἑαυτοῦ οἰκίᾳ τοῦ παντὸς ἔχει δεσπότης
那萬有的主宰在祂的大宅裡有貴重的器皿;
The Master of all has vessels of choice in his great house;
1:2218
ἔχει κἀκεῖνος σκεύη ὀργῆς κατηρτισμένα εἰς ἀπώλειαν
而那另一位也有忿怒的器皿,是預備遭毀滅的。
and that other one too has vessels of wrath fitted for destruction.
1:2219
πάλιν ζωὴν καὶ εἰρήνην δι' ἀγγέ. λων χορηγεῖ τοῖς ἀξίοις τῶν ἀγγέλων κύριος
再者,眾天使的主藉著祂的使者將生命與平安賜給那些配得的人;
Again, the Lord of the angels bestows life and peace upon the worthy through his angels;
1:2220
κἀκεῖνος θυμὸν καὶ ὀργὴν καὶ θλῖψιν ἀποστέλλει διὰ τῶν ἀγγέλων τῶν πονηρῶν
而那另一位也藉著惡使者打發忿怒、惱恨與患難。
and that other one too sends forth wrath and anger and affliction through the evil angels.
1:2221
συνηρεφής τε καὶ δάσκιος, τούτου χάριν πρὸς τὰς ἐναντίας ἐννοίας διὰ τῶν κατὰ τὸ φαινόμενον ὑποδειγμάτων ὑπὸ τῆς γραφῆς τὸ ὄρος μερίζεται προσφόρως λαμβανόμενον καθ' ἑκάτερον
由於(那座山)枝葉茂密、濃蔭遮蔽,因此這山被聖經按著兩個相反的意思區分開來,照著其外表所顯的樣子,恰當地在兩種意義上被領會。
Being densely shaded and thickly covered, for this reason the mountain is divided by Scripture toward opposite meanings, being fittingly taken in either sense according to what appears outwardly.
1:2222
καὶ οὕτως ἔστι παρὰ τοῖς αὐτοῖς προφήταις ἰδεῖν τὸ αὐτὸ ὄνομα κατὰ τὴν τῶν δηλουμένων διαφορὰν ἐπαινούμενόν τε καὶ κακιζόμενον·
這樣,在同一批先知那裡,就可以看見同一個名稱,按著所指之事的不同,既被稱讚,又被責備;
And thus it is possible, in the same prophets, to see the same name both praised and censured according to the difference of the things signified;
1:2223
νῦν μὲν γὰρ συντρίβει κύριος τὰς κέδρους τοῦ Λιβάνου καὶ ὅλον τὸν Λίβανον μετὰ τῶν ἐν αὐτῷ κέδρων λεπτύνει καθ' ὁμοιότητα τοῦ εἰδωλο ποιηθέντος μόσχου ἐν τῇ ἐρήμῳ (δι' οὗ τοῦτο προφητεία παρίστησιν ὅτι αὐτή τε κακία καὶ πᾶν ἐξ αὐτῆς ὕψωμα τὸ κατὰ τῆς γνώσεως τοῦ θεοῦ ἐπαιρόμενον εἰς τὸ μὴ ὂν περιστήσεται), νῦν δὲ πρὸς τὸ κρεῖττον αὐτοῦ μεταλαμβάνει. τὴν σημασίαν λέγων·
因為主有時折斷黎巴嫩的香柏樹,並將全黎巴嫩連同其中的香柏樹磨成細粉,如同曠野中被造成偶像的牛犢一般(藉此,預言陳明這事:惡本身以及一切自高抵擋神知識的高處,都要歸於烏有),而另有時,祂卻將其含義轉為更佳的意思,說:
for at one time the Lord breaks the cedars of Lebanon and grinds fine all Lebanon together with the cedars in it, after the likeness of the calf made into an idol in the wilderness (by which the prophecy sets forth this: that evil itself and every height exalting itself against the knowledge of God shall be reduced to non-being), while at another time he transfers its signification to the better meaning, saying:
1:2224
γὰρ ἀληθῶς δίκαιος (κύριος δέ ἐστιν δίκαιος δι' ἡμᾶς ἐκ γῆς ἀνασχών), ἐκεῖνος ὑψίκομος φοῖνιξ ἐν τῇ ὕλῃ τῆς φύσεως ἡμῶν ἀνατείλας ὄρος γίνεται ταῖς κέδροις τῶν ῥιζουμένων διὰ πίστεως ἐν αὐτῷ πληθυνόμενος, αἵτινες ὅταν ἐν τῷ οἴκῳ τοῦ θεοῦ φυτευθῶσιν, Ἐν ταῖς αὐλαῖς τοῦ θεοῦ ἐξανθήσουσιν
因為那真正公義者(主就是那公義者,祂為我們的緣故從地上生長出來),那高冠的棕櫚樹,就是那在我們性情的質料中興起的,成了那些香柏樹的山,藉著那些憑信在祂裡面生根的人繁增起來;這些人栽於神的家中時,「要在神的院中發旺」。
for the truly righteous one (and the Lord is the righteous one, who for our sake sprang up from the earth), that lofty-crowned palm who arose in the matter of our nature, becomes a mountain to the cedars, being multiplied by those who are rooted in him through faith; and these, when they are planted in the house of God, 'shall flourish in the courts of God.'
1:2225
οἶκον δὲ τὴν ἐκκλησίαν κατὰ τὴν τοῦ ἀποστόλου ὑφήγησιν ἐνοήσαμεν, ἐν γίνεται τῶν κέδρων τοῦ θεοῦ φυτεία, αὐλὰς δὲ τὰς αἰωνίους σκηνάς, ἐν αἷς τῶν ἀγαθῶν ἐλπίδων ἐξάνθησίς τε καὶ φανέρωσις τοῖς καθήκουσι χρόνοις γενήσεται
而我們照使徒的指引,以「家」領會為教會,神的香柏樹就是栽種於其中;並以「院」領會為那永遠的帳幕,美好盼望的發旺與顯明,要在合宜的時候在其中成就。
And by 'house' we understood the Church, according to the Apostle's instruction, in which comes about the planting of the cedars of God; and by 'courts' the eternal dwellings, in which the flourishing and manifestation of good hopes shall come to pass at the fitting times.
1:2226
ἐπειδὴ τοίνυν τὸ σῶμα τοῦ Χριστοῦ διὰ τῶν καθ' ἕκαστον ἐκπληροῦται μελῶν ( τὰ γὰρ πολλὰ μέλη ἓν σῶμα γίνεται, καθώς φησιν ἀπόστολος), τούτου χάριν ὅλον τὸ τοῦ νυμφίου κάλλος τὸν ἐκλεκτὸν ὠνόμασε Λίβανον τὴν πρὸς τὸν ἀπόβλητον Λίβανον διαφορὰν τῷ ἐκλεκτὸν διαστείλασα·
既然基督的身體是藉著各個肢體被充滿(因為照使徒所說,許多肢體成為一個身體),因此她便將新郎的全副美麗稱為佳選的黎巴嫩,藉著「佳選」一詞區別它與那被棄之黎巴嫩的不同;
Since, then, the body of Christ is filled up through the several members (for the many members become one body, as the Apostle says), for this reason she named the whole beauty of the Bridegroom the choice Lebanon, marking off the difference from the rejected Lebanon by the word 'choice';
1:2227
ἐκεῖνος γάρ ἐστιν Λίβανος κατὰ τὸν Ἠσαΐαν σὺν τοῖς ὑψηλοῖς πεσούμενος, ὅταν ἐκ τῆς τοῦ Ἰεσσαὶ ῥίζης ἀνατείλῃ τὸ ἄνθος καὶ τῆς ἐξουσίας ῥάβδος ἀναφύῃ, δι' ἧς μεταβάλλε. τοῦ τε λέοντος καὶ τῆς παρδάλεως καὶ τῶν ἀσπίδων φύσις πρὸς τὸ τιθασόν τε καὶ ἥμερον, ὥστε συνδιαιτᾶσθαι μὲν τῷ μόσχῳ τὸν λέοντα, συναναπαύεσθαι δὲ τῷ ἐρίφῳ τὴν πάρδαλιν, ἐπιστατεῖν δὲ τούτων τὸ παιδίον ἐκεῖνο τὸ νήπιον ἐγεννήθη ἡμῖν, οὗ χεὶρ ἐν τῇ τρώγλῃ τῶν ἀσπίδων γίνεται καὶ τῶν ἐγγόνων τῆς ἀσπίδος ἐφαπτομένη καὶ τὸν ἰὸν αὐτῶν ἀπαμβλύνουσα, ὧν γινομένων φησὶν προφήτης ὅτι καὶὉ Λίβανος σὺν τοῖς ὑψηλοῖς πεσεῖται
因為那另一座乃是照以賽亞所說、要與那些高聳者一同傾倒的黎巴嫩,就是當那花從耶西的根生出、那權柄的杖長出之時;藉著它,獅子、豹與虺蛇的性情都變為馴良而溫和,以致獅子與牛犢同住,豹與山羊羔一同躺臥,並有那小孩子—就是那為我們而生的嬰孩—治理牠們;祂的手伸入虺蛇的洞,摸那蝮蛇的卵,消解牠們的毒;這些事成就時,先知說:「黎巴嫩也要與那些高聳者一同傾倒。」
for that other is the Lebanon which, according to Isaiah, shall fall together with the lofty ones, when out of the root of Jesse the flower shall spring up and the rod of authority shall grow, through which the nature of the lion and the leopard and the asps is changed to what is tame and gentle, so that the lion dwells together with the calf, and the leopard rests together with the kid, and there presides over these that little child, the infant that was born to us, whose hand is put into the hole of the asps, laying hold of the offspring of the adder and blunting their venom; and when these things come to pass, the prophet says that 'Lebanon also shall fall together with the lofty ones.'
1:2228
ὅσα δὲ μηνύει διὰ τῶν αἰνιγμάτων τούτων προφητεία, ὡς πρόδηλα πᾶσιν ὄντα περιττὸν ἂν εἴη δι' ἀκριβείας ἐκτίθεσθαι
至於這預言藉這些隱謎所宣告的一切,既然對眾人都是顯而易見的,若要精確地一一陳明,就是多餘的了。
But as for all that the prophecy declares through these riddles, since they are manifest to all, it would be superfluous to set them forth with precision.
1:2229
τίς γὰρ οὐκ οἶδε τὸ γεννηθὲν ἡμῖν παιδίον τὸ τῶν ἀσπίδων τῇ χειρὶ ἐφαπτόμενον, οὗ ἐπιστασία τὰ δηλητήρια τῶν θηρίων ποιεῖ τοῖς ἡμέροις ὁμόσκηνα τῆς φυσικῆς πικρίας λήθην ποιούμενα; ἐπεὶ οὖν πίπτει διὰ τούτων Λίβανος, κακία, καὶ συγκαταπίπτει τῇ πρώτῃ τῶν κακῶν ἀρχῇ τὰ κατὰ τῆς ἀληθείας ὑψώματα, διὰ τοῦτο τῷ ἐκλεκτῷ Λιβάνῳ παρεικάζει νύμφη τοῦ κυρίου τὸ κάλλος οὕτως εἰποῦσα τοῖς ῥήμασιν·
因為誰不認識那為我們而生的孩子,就是那以手摸虺蛇的,祂的治理使那些致命的野獸與馴良者同住一帳,叫牠們忘記自己天然的苦毒?既然藉著這些,黎巴嫩—就是惡—傾倒了,並與那罪惡的起初一同,那些抵擋真理的高處也一同倒塌,因此新婦便將主的美麗比作佳選的黎巴嫩,用這話如此說:
For who does not know the child born to us, the one who lays hold with his hand of the asps, whose presiding makes the deadly beasts share the tent with the tame, causing them to forget their natural bitterness? Since, then, through these Lebanon falls—that is, evil—and together with the first beginning of evils there fall down also the heights raised against the truth, for this reason the bride likens the beauty of the Lord to choice Lebanon, speaking thus in these words:
1:2230
Εἶδος αὐτοῦ ὡς Λίβανος ἐκλεκτός, ὡς κέδροι
「祂的容貌像佳選的黎巴嫩,像香柏樹。」
'His appearance is like choice Lebanon, like the cedars.'
← 上一段下一段 →
1