📜 Verbum · 聖言
原文誦讀聖經與教父文獻

← 回書卷目次 · 希臘教父 › 雅歌講道

尼撒的貴格利

雅歌講道 第 1 章 第 2/20 段

希臘文原文.150 節.部分字詞可點開查義.本章太長已分段,此段為 1:126–1:275(全章共 2527 節)

← 上一段下一段 →
1:126
λευκὸν γὰρ ὠχρὸν μέλαν ἐρυθρὸν κυάνεον ἄλλο τι χρῶμά ἐστι τὰ ῥήματα ταῦτα κατὰ τὰς προχείρους ἐμφάσεις, στόμα καὶ φίλημα καὶ μύρον καὶ οἶνος καὶ τὰ τῶν μελῶν ὀνόματα καὶ κλίνη καὶ νεάνιδες καὶ τὰ τοιαῦτα·
因為白的、淡黃的、黑的、紅的、藍的,或別種顏色,就是這些照其表面含義的言語:口、吻、香膏、酒、肢體的名稱、床、少女以及諸如此類的。
For white or pale or black or red or dark blue or some other color — such are these words according to their ready appearances: mouth and kiss and myrrh and wine and the names of the limbs, and bed and maidens and such things.
1:127
δὲ διὰ τούτων ἀποτελουμένη μορφὴ μακαριότης ἐστὶ καὶ ἀπάθεια καὶ πρὸς τὸ θεῖον συνάφεια καὶ τῶν κακῶν ἀλλοτρίωσις καὶ πρὸς τὸ ὄντως καλόν. τε καὶ ἀγαθὸν ἐξομοίωσις
但藉這些所成就的形貌,卻是福樂、無情欲、與神聖者的聯合、與諸惡的疏離,以及與那真正美善者的相似。
But the form brought to completion through these is blessedness, and passionlessness, and union with the divine, and estrangement from evils, and assimilation to that which is truly beautiful and good.
1:128
ταῦτά ἐστι τὰ νοήματα τὰ μαρ τυροῦντα τῷ Σολομῶντι τὴν σοφίαν ἐκείνην τὴν ὑπερβαίνουσαν τοὺς ὅρους τῆς ἀνθρωπίνης σοφίας
這些就是那些見證所羅門有那超越人智慧界限之智慧的意念。
These are the thoughts that testify to Solomon that wisdom which surpasses the bounds of human wisdom.
1:129
τί γὰρ ἂν γένοιτο τούτου παραδοξότερον τὸ αὐτὴν ποιῆσαι τὴν φύσιν τῶν ἰδίων παθημάτων καθάρσιον διὰ τῶν νομιζομένων ἐμπαθῶν ῥημάτων τὴν ἀπάθειαν νομοθετοῦσάν τε καὶ παιδεύουσαν; οὐ γὰρ λέγει τὸ δεῖν ἔξω τῶν τῆς σαρκὸς γίνεσθαι κινημάτων καὶ νεκροῦν τὰ μέλη τὰ ἐπὶ τῆς γῆς καὶ καθαρεύειν ἀπὸ τῶν ἐμπαθῶν ῥημάτων τῷ στόματι, ἀλλ' οὕτω διέθηκε τὴν ψυχήν, ὡς διὰ τῶν ἀπεμφαίνειν δοκούντων πρὸς τὴν καθα ρότητα βλέπειν, διὰ τῶν ἐμπαθῶν ῥήσεων τὴν ἀκήρατον ἑρμηνεύων διάνοιαν
因為還有什麼比這更奇妙的呢:就是本性藉那些被認為屬情欲的言語,作了它自身諸情欲的潔淨,既為無情欲立法,又加以教導?因為他並不是說必須出離肉體的活動、治死在地上的肢體、口中遠離屬情欲的言語,乃是這樣安置靈魂,使它藉那些看似不合宜的事來仰望純潔,藉屬情欲的言辭詮釋那無玷污的意義。
For what could be more paradoxical than this: that nature itself made a purification of its own passions, both legislating and teaching passionlessness through words reckoned to be passionate? For he does not say that one must come outside the movements of the flesh, and mortify the members that are upon the earth, and keep the mouth pure from passionate words; rather he so disposed the soul that, through the things that seem discordant, it looks toward purity, interpreting through the passionate expressions the undefiled meaning.
1:130
ἓν μὲν δὴ τοῦτο διὰ τῶν προοιμίων ἡμᾶς παιδευσάτω λόγος, τὸ μηκέτι ἀνθρώπους εἶναι τοὺς ἐπὶ τὰ ἄδυτα τῶν τοῦ βιβλίου τούτου μυστηρίων εἰσαγομένους ἀλλὰ μεταποιηθῆναι τῇ φύσει διὰ τῆς τοῦ κυρίου μαθητείας πρὸς τὸ θειότερον, καθὼς μαρτυρεῖ τοῖς ἑαυτοῦ μαθηταῖς λόγος, ὅτι κρείττους ἦσαν κατὰ ἄνθρω πον, οὓς διέκρινεν ἀπὸ τῶν ἀνθρώπων γενομένη πρὸς αὐτοὺς παρὰ τοῦ κυρίου διαστολή, ὅτε φησί·
那麼,但願這話語藉序言在這一件事上教導我們,就是:那些被引入這卷書奧祕之至聖所的人,不再是人,乃是藉主的門徒訓練,在本性上被變化,歸向更神聖之境,正如那話語為祂自己的門徒作見證,說他們比按人的樣式更美——主向他們所作的區別把他們從眾人中分別出來,那時祂說:
Let the word, then, through its prologue, teach us this one thing: that those who are led into the inner sanctuaries of the mysteries of this book are no longer men, but are transformed in their nature, through the discipleship of the Lord, toward what is more divine — even as the word testifies concerning His own disciples that they were better than after the manner of man, whom the distinction the Lord drew toward them separated from other men, when He says:
1:131
Τίνα με λέγουσιν οἱ ἄνθρωποι εἶναι; Ὑμεῖς δὲ τίνα με λέγετε εἶναι; ἀληθῶς. γὰρ διὰ τῶν τοιούτων ῥημάτων, ὧν πρόχειρος ἔμφασις τὰς σαρκώδεις ἡδυπαθείας ἐνδείκνυται, μὴ κατολισθαίνων εἰς τὴν ῥυπῶσαν διάνοιαν ἀλλὰ πρὸς τὴν τῶν θείων φιλοσοφίαν, ἐπὶ τὰς καθαρὰς ἐννοίας διὰ τῶν ῥημάτων τούτων χειραγω γούμενος δείκνυσι τὸ μηκέτι ἄνθρωπος εἶναι μηδὲ σαρκὶ καὶ αἵματι συμμεμιγμένην τὴν φύσιν ἔχειν, ἀλλὰ τὴν ἐλπιζομένην ἐν τῇ ἀναστάσει τῶν ἁγίων ζωὴν ἐπιδείκνυται ἰσάγγελος διὰ τῆς ἀπαθείας γενόμενος
「人說我是誰?你們說我是誰?」因為那藉這樣的言語——它們表面的含義指向肉體的逸樂——真正不滑落到污穢意義中的人,乃被藉這些言語引向對諸神聖之事的哲理、引向純潔的意念,就顯明他不再是人,其本性不再與血肉相混,乃顯出那在聖徒復活中所盼望的生命,藉無情欲而成為與天使同等。
'Whom do men say that I am? But whom do you say that I am?' For truly the one who, through such words — whose ready appearance indicates fleshly pleasures — does not slip down into the filthy meaning, but is led by the hand through these words toward the philosophy of divine things, toward pure conceptions, shows that he is no longer a man, nor has a nature mingled with flesh and blood, but exhibits the life hoped for in the resurrection of the saints, having become equal to the angels through passionlessness.
1:132
τοῖς νοήμασι πρὸς αὐτὴν ἐπιστρέφεσθαι, ἀλλὰ πρὸς μόνην τὴν ψυχὴν βλέπειν καὶ τὰς ἀγαπητικὰς τῶν ῥημάτων ἐμφάσεις καθαράς τε καὶ ἀμολύντους ἀνατιθέναι τῷ ὑπερέχοντι πάντα νοῦν ἀγαθῷ, μόνον ἐστὶν ὡς ἀληθῶς γλυκύ τε καὶ ἐπιθυμητὸν καὶ ἐράσμιον, οὗ ἀπόλαυσις ἀεὶ γινομένη ἀφορμὴ μείζονος ἐπιθυμίας γίνεται τῇ μετουσίᾳ τῶν ἀγαθῶν τὸν πόθον συνεπιτείνουσα
〔我們不當〕以意念轉向它,乃當單單仰望靈魂,並將那些言語中愛慕的含義,純潔無玷地獻給那超越一切心思的至善——唯有祂真正是甘甜、可渴慕、可愛戀的,對祂的享受既是不斷發生的,就成為更大渴望的緣由,藉著對諸善的分享,使那愛慕愈加強烈。
[We must not] turn toward it with our thoughts, but look only to the soul, and dedicate the loving significations of the words, pure and undefiled, to the Good that surpasses all mind — which alone is truly sweet and desirable and lovely, whose enjoyment, ever occurring, becomes an occasion of greater desire, intensifying the longing along with the participation in the good things.
1:133
οὕτως Μωϋσῆς, νύμφη, τὸν νυμφίον ἐφίλει κατὰ τὴν ἐν τῷ Ἄισματι παρθένον τὴν λέγουσαν Φιλησάτω με ἀπὸ φιλημάτων στόματος αὐτοῦ, ὃς διὰ τῆς στόμα κατὰ στόμα γινομένης αὐτῷ παρὰ τοῦ θεοῦ ὁμιλίας, καθὼς μαρτυρεῖ γραφή, ἔτι ἐν ἐπιθυμίᾳ μείζονι τῶν τοιούτων φιλημάτων ἐγίνετο μετὰ τοσαύτας θεοφανείας. ὡς μήπω τεθεαμένος ἰδεῖν ἀξιῶν τὸν ποθούμενον, οὕτως οἱ λοιποὶ πάντες, οἷς θεῖος πόθος διὰ βάθους ἐνέκειτο, οὐδαμοῦ τῆς ἐπιθυμίας ἵσταντο πᾶν τὸ θεόθεν αὐτοῖς εἰς ἀπόλαυσιν τοῦ ποθουμένου γινόμενον ὕλην καὶ ὑπέκκαυμα τῆς σφοδροτέρας ἐπιθυμίας ποιούμενοι
摩西這新婦,也是如此愛那新郎,正如《雅歌》中那說「願他用口與我親嘴」的童女;摩西藉著神與他面對面的交談,正如經上所見證的,在那麼多次神的顯現之後,仍在對這樣親吻的更大渴望中,好像尚未見過一般,切望得見那所愛慕者;照樣,其餘一切那些心底深處存有屬神愛慕的人,他們的渴望從未止息,乃將凡從神而來、為享受那所愛慕者的一切,都當作那更劇烈渴望的燃料與引火之物。
Thus Moses, the bride, loved the bridegroom, after the manner of the virgin in the Song who says, 'Let him kiss me with the kisses of his mouth' — he who, through the converse that came to him mouth to mouth from God, as the Scripture testifies, was still, even after so many theophanies, seized with a greater desire for such kisses, deeming it right to see the one he longed for as though he had not yet beheld him; and thus all the rest, in whom the divine longing lay deep, nowhere stood still in their desire, making everything that came to them from God for the enjoyment of the one longed for into matter and fuel for a still more vehement desire.
1:134
ὥσπερ δὴ καὶ νῦν τῷ θεῷ συναπτομένη ψυχὴ ἀκορέστως ἔχει τῆς ἀπολαύσεως, ὅσῳ δαψιλέστερον ἐμφορεῖται τοῦ κάλλους, τοσούτῳ σφοδρότερον τοῖς πόθοις ἀκμάζουσα
正如現今那與神聯合的靈魂,對這享受也是永不知足的:她愈豐盛地飽享那美,就愈劇烈地在愛慕中興盛。
Just as also now the soul joined to God has an insatiable enjoyment: the more abundantly it is filled with the beauty, the more vehemently it flourishes in its longings.
1:135
ἐπειδὴ γὰρ τὰ ῥήματα τοῦ νυμφίου πνεῦμά ἐστι καὶ ζωή ἐστι, πᾶς δὲ τῷ πνεύματι κολλώμενος πνεῦμα γίνεται καὶ τῇ ζωῇ συναπτόμενος ἀπὸ θανάτου εἰς ζωὴν μεταβαίνει κατὰ τὴν τοῦ κυρίου φωνήν, διὰ τοῦτο ποθεῖ προσεγ γίσαι τῇ πηγῇ τῆς πνευματικῆς ζωῆς παρθένος ψυχή
因為新郎的言語就是靈、就是生命,凡與那靈聯合的就成為靈,凡與那生命相連的就照主的話從死裡越入生命——為此緣故,這童女的靈魂渴望親近那屬靈生命的泉源。
For since the words of the bridegroom are spirit and are life, and everyone who cleaves to the spirit becomes spirit, and the one joined to the life passes from death into life according to the voice of the Lord — for this reason the virgin soul longs to draw near to the fountain of spiritual life.
1:136
δὲ πηγή ἐστι τοῦ νυμφίου τὸ στόμα, ὅθεν τὰ ῥήματα τῆς αἰωνίου ζωῆς ἀναβρύοντα πληροῖ τὸ στόμα τὸ ἐφελκόμενον, καθὼς ἐποίει προφήτης διὰ τοῦ στόματος ἕλκων τὸ πνεῦμα
而這泉源就是新郎的口,永生的言語從那裡湧出,充滿那牽引它的口,正如那先知所行的,藉口吸入那靈。
And the fountain is the mouth of the bridegroom, whence the words of eternal life, gushing up, fill the mouth that draws them, even as the prophet did, drawing in the spirit through his mouth.
1:137
ἐπειδὴ τοίνυν χρὴ προσθεῖναι τὸ στόμα τῷ στόματι τὸν ἐκ τῆς πηγῆς ποτὸν ἐφελκόμενον, πηγὴ δὲ κύριος εἰπὼν Εἴ τις διψᾷ, ἐρχέσθω πρός με καὶ πινέτω, διὰ τοῦτο ψυχὴ διψῶσα προσαγαγεῖν τὸ ἑαυτῆς στόμα τῷ τὴν ζωὴν πηγάζοντι. στόματι βούλεται λέγουσα Φιλησάτω με ἀπὸ φιλημάτων στόματος αὐτοῦ
那麼,既然那從泉源汲飲的人必須將口貼近口,而那泉源就是那說「人若渴了,可以到我這裡來喝」的主,為此緣故,這乾渴的靈魂就願將自己的口貼近那湧出生命的口,說:「願他用口與我親嘴。」
Since, therefore, the one who draws the drink from the fountain must set mouth to mouth, and the fountain is the Lord, who said, 'If anyone thirsts, let him come to me and drink,' for this reason the thirsting soul wishes to bring its own mouth to the mouth that pours forth life, saying, 'Let him kiss me with the kisses of his mouth.'
1:138
καὶ πᾶσι τὴν ζωὴν βρύων καὶ πάντας σωθῆναι θέλων οὐδένα βούλεται τῶν σῳζομένων τοῦ τοιούτου φιλήματος εἶναι ἀμέτοχον·
那將生命湧給眾人、願萬人得救的主,並不願得救者中有一人在這樣的親吻上無份。
And He who gushes forth life to all, and wills all to be saved, wills that none of those being saved should be without a share in such a kiss;
1:139
καθάρσιον γάρ ἐστι ῥύπου παντὸς τοῦτο τὸ φίλημα
因為這親吻乃是一切污穢的潔淨。
for this kiss is a purification of every defilement.
1:140
διό μοι δοκεῖ τῷ λεπρῷ Σίμωνι τὸ τοιοῦτον ὀνειδιστικῶς προφέρειν κύριος, ὅτι Φίλημά μοι οὐκ ἔδωκας
因此在我看來,主才帶著責備向那長大痲瘋的西門提起這樣的事,說:「你沒有與我親嘴。」
Wherefore it seems to me that the Lord brought this reproachfully against Simon the leper, that 'You gave me no kiss.'
1:141
γὰρ ἂν ἐκαθαρίσθης τοῦ πάθους τῷ στόματι σπάσας τὴν καθαρότητα
因為你若藉著口吸取那潔淨,你必已從情慾中得潔淨了。
For surely you would have been cleansed of your passion, had you drawn purity into yourself through the mouth.
1:142
ἀλλ' ἐκεῖνος μὲν εἰκότως ἀνέραστος ἦν ὑπερσαρ κήσας διὰ τῆς νόσου καὶ πρὸς τὴν θείαν ἐπιθυμίαν μένων ὑπὸ τοῦ πάθους ἀκίνητος, δὲ κεκαθαρμένη ψυχὴ μηδεμιᾶς σαρκώ δους λέπρας ἐπιπροσθούσης βλέπει τὸν τῶν ἀγαθῶν θησαυρόν
然而那人因疾病而過度沉溺於肉體,理所當然地無法生發愛,且因情慾之故對神聖的渴慕毫不動心;但那已被潔淨的靈魂,既無肉身的痲瘋阻擋在前,便得以觀看那眾善的寶藏。
But that man was, fittingly, incapable of love, having become overly carnal through his disease and remaining, because of his passion, unmoved toward the divine desire; whereas the soul that has been purified, with no leprosy of the flesh standing in the way, beholds the treasure of good things.
1:143
ὄνομα δέ ἐστι τῷ θησαυρῷ καρδία, ἀφ' ἧς ἐστι τοῖς μαζοῖς χορηγία τοῦ θείου γάλακτος, τρέφεται ψυχὴ κατὰ τὴν ἀναλογίαν τῆς πίστεως ἐφελκομένη τὴν χάριν
這寶藏的名字就是心,那神聖之奶的供應正是從心經由雙乳而來;靈魂便以此得著滋養,按著信心的分量吸取恩典。
Now the name of this treasure is the heart, from which, through the breasts, comes the supply of divine milk, whereby the soul is nourished, drawing grace in proportion to its faith.
1:144
διὰ τοῦτό φησιν ὅτι Ἀγαθοὶ μαστοί σου ὑπὲρ οἶνον, ἐκ τῆς τοπικῆς θέσεως διὰ τῶν μαζῶν τὴν καρδίαν ὑποσημαίνουσα
為此她說:「你的雙乳比酒更美」,藉著雙乳所在的部位暗指那心。
For this reason she says, 'Your breasts are better than wine,' indicating the heart by means of the breasts through their bodily location.
1:145
πάντως δὲ καρδίαν μὲν τὴν κεκρυμμένην τε καὶ ἀπόρρητον τῆς θεότητος δύναμιν νοῶν τις οὐχ ἁμαρτήσεται
凡以「心」領會為神性那隱藏而不可言喻之能力的人,斷不至於出錯。
And one will assuredly not err who understands by 'heart' the hidden and ineffable power of the Godhead.
1:146
μαζοὺς δὲ τὰς ἀγαθὰς τῆς θείας δυνάμεως ὑπὲρ ἡμῶν ἐνεργείας εἰκότως ἄν τις ὑπονοήσειε, δι' ὧν τιθηνεῖται τὴν ἑκάστου ζωὴν θεὸς κατάλληλον ἑκάστῳ τῶν δεχομένων τὴν τροφὴν χαριζόμενος
而以「雙乳」,人或可恰當地推想為神聖能力為我們所行的美善作為;神藉此養育各人的生命,將合宜的滋養賜給每一個領受者。
And by 'breasts' one might fittingly suppose the good workings of the divine power on our behalf, by which God nurtures the life of each, bestowing on each of those who receive it the nourishment suited to him.
1:147
Μανθάνομεν δέ τι κατὰ πάροδον καὶ ἕτερον δόγμα διὰ τῆς τοῦ βιβλίου τούτου φιλοσοφίας, ὅτι διπλῆ τίς ἐστιν ἐν ἡμῖν αἴσθησις, μὲν σωματικὴ δὲ θειοτέρα, καθώς φησί που τῆς Παροιμίας λόγος ὅτι αἴσθησιν θείαν εὑρήσεις·
我們也順帶藉這卷書的哲理學到另一項教義:在我們裡面有雙重的感知,一為屬身體的,一為更屬神的,正如《箴言》某處所說:「你必尋得神聖的感知。」
In passing we also learn another teaching through the philosophy of this book: that there is in us a twofold perception, the one bodily, the other more divine, even as the word of Proverbs somewhere says, 'You shall find a divine perception.'
1:148
ἀναλογία γάρ τίς ἐστιν ἐν τοῖς ψυχικοῖς ἐνεργήμασι πρὸς τὰ τοῦ σώματος αἰσθητήρια
因為在靈魂的作為與身體的感官之間,有著某種對應關係。
For there is a certain correspondence in the workings of the soul to the sense organs of the body.
1:149
καὶ τοῦτο ἐκ τῶν παρόντων < ῥημάτων> μανθάνομεν·
這一點我們也從眼前的話語中學到。
And this too we learn from the present words.
1:150
μὲν γὰρ οἶνός τε καὶ τὸ γάλα τῇ γεύσει κρίνεται, νοητῶν δὲ ὄντων ἐκείνων νοητὴ πάντως καὶ ἀντιληπτικὴ τούτων τῆς ψυχῆς ἐστι δύναμις
酒與奶乃是憑味覺來辨別;但既然那些乃是屬心智的事物,靈魂那領受它們的能力也全然是屬心智的。
For wine and milk are judged by the sense of taste; but since those things are objects of the mind, the soul's faculty that apprehends them is likewise wholly of the mind.
1:151
τὸ δὲ φίλημα διὰ τῆς ἁπτικῆς αἰσθήσεως ἐνεργεῖται·
而親嘴乃是藉著觸覺而成就的;
But the kiss is effected through the sense of touch;
1:152
ἐφάπτεται γὰρ ἀλλήλων τὰ χείλη ἐν τῷ φιλήματι
因為在親嘴時,嘴唇彼此相觸。
for in the kiss the lips touch one another.
1:153
ἔστι δέ τις καὶ ἁφὴ τῆς ψυχῆς ἁπτομένη τοῦ λόγου διά τινος ἀσωμάτου καὶ νοητῆς ἐπαφήσεως ἐνεργουμένη, καθὼς εἶπεν εἰπὼν ὅτι Αἱ χεῖρες ἡμῶν ἐψηλάφησαν περὶ τοῦ λόγου τῆς ζωῆς
靈魂也有某種觸摸,藉著一種無形而屬心智的接觸而運作,抓住那道,正如那說「我們的手曾摸過生命之道」的人所言。
There is also a certain touch of the soul, which lays hold of the Word, being effected through a bodiless and intelligible contact, even as he said who declared, 'Our hands have handled concerning the Word of life.'
1:154
δυνάμεως τῇ τοῦ πνεύματος ὁλκῇ τὴν τοῦ Χριστοῦ συνεφελκομένης εὐωδίαν
藉著聖靈的吸引,那能力也一同引來基督的馨香。
with power drawing along the fragrance of Christ by the attraction of the Spirit.
1:155
οὕτω γὰρ ἀκολουθία τῆς παρθενικῆς εὐχῆς ἐν προοιμίοις ἔχει Ὅτι ἀγαθοὶ μαστοί σου ὑπὲρ οἶνον καὶ ὀσμὴ. μύρων σου ὑπὲρ πάντα τὰ ἀρώματα
因為那童貞者禱告的次序,在其開端如此說:「因為你的雙乳比酒更美,你膏油的香氣勝過一切香料。」
For thus the sequence of the virgin's prayer runs in its opening words: 'For your breasts are better than wine, and the scent of your ointments is above all spices.'
1:156
δηλοῦται δὲ διὰ τούτων, καθὼς ἡμεῖς ὑπειλήφαμεν, οὐ μικρόν τι οὐδὲ εὐκαταφρόνητον νόημα·
照我們所領會的,藉著這些話語所顯明的,乃是一個絕不微小也不可輕忽的意念;
And through these words there is disclosed, as we have understood it, no small nor contemptible thought;
1:157
τάχα γὰρ ἐν τῷ ὑπερθεῖναι διὰ συγκρίσεως τὸ ἐκ τῶν θείων μαστῶν γάλα τῆς ἐκ τοῦ οἴνου γινομένης ἡμῖν εὐφρο σύνης μανθάνομεν διὰ τῶν εἰρημένων, ὅτι πᾶσα ἀνθρωπίνη σοφία καὶ ἐπιστήμη τῶν ὄντων καὶ πᾶσα δύναμις θεωρητικὴ καὶ καταληπτικὴ φαντασία ἀδυνάτως ἔχει παρισωθῆναι διὰ συγκρίσεως τῇ ἁπλουστέρᾳ τῶν θείων μαθημάτων τροφῇ
或許在藉比較把那出於神聖雙乳的奶置於那由酒所生的歡愉之上時,我們從所說的話學到:一切屬人的智慧、對萬有的知識、一切默觀的能力與領悟的想像,都無法藉比較與那更為單純的神聖教訓之滋養相提並論。
for perhaps in setting the milk from the divine breasts above, by comparison, the gladness that comes to us from wine, we learn through what has been said that all human wisdom and knowledge of things that are, and every contemplative power and comprehending imagination, is incapable of being set on a par, by comparison, with the simpler nourishment of the divine teachings.
1:158
ἐκ γὰρ τῶν μαστῶν τὸ γάλα φέρεται·
因為奶乃是從雙乳而出;
For milk is borne from the breasts;
1:159
νηπίων δέ ἐστι τὸ γάλα τροφή
而奶乃是嬰孩的食物。
and milk is the nourishment of infants.
1:160
δὲ οἶνος δι' εὐτονίαν τε καὶ θερμότητα τῶν τελειοτέρων ἀπόλαυσις γίνεται
至於酒,因其烈性與溫熱,便成為更成熟之人的享受。
But wine, by reason of its strength and heat, becomes the enjoyment of the more mature.
1:161
ἀλλ' ὅμως τὸ ἐν τῇ ἔξω σοφίᾳ τέλειον τῆς νηπιώδους τοῦ θείου λόγου διδασκαλίας ἐστὶ μικρότερον
然而,外邦智慧中至為完全的,仍不及神聖之道那嬰孩般的教導。
Nevertheless, that which is perfect in the wisdom that is without is less than the infant-like teaching of the divine Word.
1:162
διὰ τοῦτο κρείττους οἱ θεῖοι μαστοὶ τοῦ ἀνθρωπίνου οἴνου
為此,那神聖的雙乳勝過屬人的酒。
For this reason the divine breasts are better than human wine.
1:163
δὲ ὀσμὴ τῶν θείων μύρων καλλίων ἐστὶ πάσης τῆς ἐν τοῖς ἀρώμασιν εὐωδίας
而那神聖膏油的香氣,比一切香料中的芬芳更為美好;
And the scent of the divine ointments is fairer than all the fragrance found in spices;
1:164
ὅπερ τοιοῦτόν μοι δοκεῖ νοῦν ὑποδεικνύειν·
在我看來,這似乎指示出如此的一種意義:
which seems to me to indicate some such meaning as this:
1:165
ἀρώματα νοοῦμεν τὰς ἀρετὰς οἷον σοφίαν σωφροσύνην δικαιοσύνην ἀνδρείαν φρόνησιν καὶ τὰ τοιαῦτα, οἷς προσχρωννύμενος κατὰ τὴν ἑαυτοῦ δύναμιν καὶ προαίρεσιν ἕκαστος ἄλλος ἄλλως ἐν εὐωδίᾳ γινόμεθα·
我們以「香料」領會為眾德行,如智慧、節制、公義、勇敢、明達,以及諸如此類;各人按自己的能力與意願以此為色而染上,就各以不同的方式成為馨香;
we understand by 'spices' the virtues, such as wisdom, temperance, righteousness, courage, prudence, and the like, by tinting ourselves with which, each according to his own power and choice, we become in a fragrance, one in one way and another in another;
1:166
. μὲν ἐκ σωφροσύνης σοφίας, δὲ ἐκ δικαιοσύνης ἀνδρείας ἄλλου τινὸς τῶν κατ' ἀρετὴν νοουμένων, δὲ τυχὸν καὶ ἐκ πάντων τῶν τοιούτων ἀρωμάτων συγκεκραμένην ἔχει ἐν ἑαυτῷ τὴν εὐωδίαν
有人是出於節制或智慧,另一人是出於公義、勇敢,或別的照著德行所領會的事;或許還有人在自己裡面有著由這一切香料調和而成的馨香。
the one from temperance or wisdom, another from righteousness or courage or some other of the things conceived according to virtue, and perhaps another has within himself the fragrance blended together out of all such spices.
1:167
ἀλλ' ὅμως ταῦτα πάντα οὐκ ἂν εἰς σύγκρισιν ἔλθοι τῆς παντελοῦς ἀρετῆς ἐκείνης, ἣν τοὺς οὐρανοὺς διειληφέναι φησὶν Ἀμβακοὺμ προφήτης εἰπὼν Ἐκάλυψεν οὐρανοὺς ἀρετὴ αὐτοῦ, ἥτις ἐστὶν αὐτοσοφία καὶ αὐτοδικαιοσύνη καὶ αὐτοαλήθεια καὶ τὰ καθ' ἕκαστον πάντα
然而,這一切都無法與那全然完美的德行相比——先知哈巴谷說這德行充滿諸天,他說:「祂的德行遮蓋了諸天」——這德行就是智慧之本體、公義之本體、真理之本體,並各樣事物之本體。
But nevertheless all these could not come into comparison with that all-perfect virtue which the prophet Habakkuk says has filled the heavens, saying, 'His virtue has covered the heavens'—which is very Wisdom itself and very Righteousness and very Truth and all things individually.
1:168
τῶν οὖν σῶν μύρων ὀσμή, φησίν, ἀπαράθετον ἔχει τὴν χάριν πρὸς ταῦτα τὰ ἀρώματα τὰ παρ' ἡμῶν γινωσκόμενα
她說:「所以你膏油的香氣所具的恩美,是我們所認識的這些香料無可比擬的。」
'Therefore,' she says, 'the scent of your ointments has a grace beyond comparison with these spices that are known among us.'
1:169
Πάλιν ἐν τοῖς ἐφεξῆς ὑψηλοτέρας ἅπτεται φιλοσοφίας ψυχή, νύμφη, τὸ ἀπρόσιτόν τε καὶ ἀχώρητον λογισμοῖς ἀνθρωπίνοις τῆς θείας δυνάμεως ἐνδεικνυμένη, ἐν οἷς φησι Μύρον ἐκκενωθὲν ὄνομά σοι·
接著在下文中,那靈魂,就是新婦,抓住了更高的哲理,顯明神聖能力那無法親近、非人的思慮所能容納的本性,她說:「你的名如同倒出來的膏油」;
Again in what follows the soul, the bride, lays hold of a loftier philosophy, showing forth the inaccessible and incomprehensible-to-human-reasonings nature of the divine power, in the words in which she says, 'Your name is ointment poured out';
1:170
τοιοῦτον γάρ τι δοκεῖ μοι διὰ τοῦ λόγου τούτου σημαίνεσθαι, ὅτι οὐκ ἔστιν ὀνοματικῇ σημασίᾳ περιληφθῆναι δι' ἀκριβείας τὴν ἀόριστον φύσιν·
因為在我看來,這句話似乎指示出這樣的事:那無限的本性無法被一個名稱的意義精確地涵括;
for something like this seems to me to be signified through this saying: that the boundless nature cannot be precisely comprehended within the signification of a name;
1:171
ἀλλὰ πᾶσα νοημάτων δύναμις καὶ πᾶσα ῥημάτων τε καὶ ὀνομάτων ἔμφασις, κἄν τι μέγα καὶ θεοπρεπὲς ἔχειν δόξῃ, αὐτοῦ τοῦ ὄντος ἐφάψασθαι φύσιν οὐκ ἔχει·
而一切思想的能力、一切話語與名稱所傳達的意象,縱使似乎含有某種偉大而合乎神的意味,仍無法觸及那存有本身的本性;
but every power of thoughts, and every impression conveyed by words and names, even if it seem to possess something great and befitting God, cannot lay hold of the nature of Being itself;
1:172
ἀλλ' ὥσπερ ἐξ. ἰχνῶν τινων καὶ ἐναυσμάτων λόγος ἡμῶν τοῦ ἀδήλου καταστοχάζεται διὰ τῶν καταλαμβανομένων εἰκάζων ἔκ τινος ἀναλογίας τὸ ἀκατάληπτον
乃是彷彿藉著某些痕跡與火種,我們的理性對那不可見的作出揣測,藉著所領悟的事物、憑某種類比來推想那不可領悟的。
but as if from certain traces and kindling-sparks, our reason makes its conjecture about the unseen, guessing at the incomprehensible from things comprehended by means of some analogy.
1:173
τι γὰρ ἂν ἐπινοήσωμεν, φησίν, ὄνομα γνωριστικὸν τοῦ τῆς θεότητος μύρου, οὐκ αὐτὸ τὸ μύρον διὰ τῆς ἐμφάσεως τῶν λεγομένων σημαίνομεν, ἀλλὰ βραχύ τι λείψανον ἀτμοῦ τῆς θείας εὐωδίας τοῖς θεολογι κοῖς ὀνόμασιν ἐνδεικνύμεθα
她說:「因為凡我們所能構想、用以表明那神性膏油的名稱,我們並非藉所說之言的意象指明那膏油本身,乃是藉著神學的名稱指出那神聖馨香之蒸氣的些微餘留。」
'For whatever name we may devise,' she says, 'as making known the ointment of the Godhead, we do not by the impression of what is said signify the ointment itself, but by our theological names we point to some scant remnant of the vapor of the divine fragrance.'
1:174
ὡς ἐπὶ τῶν ἀγγείων, ὧν ἂν ἐκκενωθῇ τὸ μύρον, αὐτὸ μὲν τῇ ἑαυτοῦ φύσει ἀγνοεῖται τὸ μύρον τὸ ἐκκενωθὲν τῶν ἀγγείων, οἷόν ἐστιν·
正如那些膏油已被倒出的器皿:那從器皿中倒出的膏油本身,就其本性而言,究竟是甚麼,乃是無從知曉的;
As in the case of vessels from which the ointment has been poured out: the ointment itself, in its own nature, that has been poured out from the vessels, is unknown as to what it is;
1:175
ἐξ ἀμυδρᾶς δέ τινος τῆς ὑπολειφθείσης ἐκ τῶν ἀτμῶν τῷ ἀγγείῳ ποιότη τος στοχασμόν τινα περὶ τοῦ ἐκκενωθέντος μύρου ποιούμεθα
但我們憑著那留存於器皿中的蒸氣所遺下的某種微弱氣質,對那倒出的膏油作出某種揣測。
but from a certain faint quality of the vapors that has been left behind in the vessel, we make some conjecture about the ointment that has been poured out.
1:176
τοῦτο οὖν ἐστιν διὰ τῶν εἰρημένων μανθάνομεν, ὅτι αὐτὸ μὲν τὸ τῆς θεότητος μύρον, τί ποτε κατ' οὐσίαν ἐστίν, ὑπὲρ πᾶν ἐστιν ὄνομά τε καὶ νόημα·
這就是我們藉所說之言所學到的:那神性的膏油本身,無論按其本質是甚麼,乃是超乎一切名稱、一切意念之上的;
This, then, is what we learn through what has been said: that the very ointment of the Godhead, whatever it may be according to its essence, is above every name and every thought;
1:177
τὰ δὲ τῷ παντὶ ἐνθεωρούμενα θαύματα τῶν θεολογικῶν ὀνομάτων τὴν ὕλην δίδωσι, δι' ὧν σοφόν, δυνατόν, ἀγαθόν, ἅγιον, μακάριόν τε καὶ ἀΐδιον καὶ κριτὴν καὶ σωτῆρα καὶ τὰ τοιαῦτα κατονομάζομεν·
而那在宇宙中所見的種種奇妙,供給了神學名稱的材料,我們藉此稱祂為智慧的、大能的、良善的、聖潔的、有福的、永遠的、審判者、救主,以及諸如此類;
but the wonders beheld in the universe furnish the matter for the theological names, by which we name Him wise, powerful, good, holy, blessed, eternal, judge, savior, and the like;
1:178
ἅπερ πάντα ποιότητά τινα βραχεῖαν τοῦ θείου μύρου ἐνδεί. κνυται, ἣν πᾶσα κτίσις διὰ τῶν ἐνθεωρουμένων θαυμάτων σκεύους τινὸς μυρεψικοῦ δίκην ἐν ἑαυτῇ ἀπεμάξατο
這一切都指向那神聖膏油的些微氣質,全受造之物藉著在其中所見的種種奇妙,如同一個曾盛過膏油的器皿一般,將這氣質印刻在自己裡面。
all which point to some scant quality of the divine ointment, which all creation, through the wonders beheld in it, has impressed within itself after the manner of a certain vessel that has held ointment.
1:179
εἶπε τὴν αἰτίαν τῆς ἐπαινετῆς ἐπιθυμίας καὶ τῆς ἀγαπητικῆς διαθέσεως
她已述明那可稱讚之渴慕與那愛慕之心境的緣由。
She has stated the cause of the praiseworthy desire and of the loving disposition.
1:180
ὑλικὸς ἔρως τῶν ἔτι νηπιαζόντων οὐχ ἅπτεται (οὐ γὰρ χωρεῖ τὸ πάθος νηπιότης), οὐδὲ μὴν τοὺς ἐν ἐσχάτῳ γήρᾳ πεπονηκότας ἐν τοῖς τοιούτοις ἔστιν ἰδεῖν, οὕτω καὶ ἐπὶ τοῦ θείου κάλλους τε νήπιος ἔτι καὶ κλυδωνιζό μενος καὶ περιφερόμενος παντὶ ἀνέμῳ τῆς διδασκαλίας καὶ παλαιὸς καὶ γηράσας καὶ τῷ ἀφανισμῷ προσεγγίσας ἀκίνητοι πρὸς τὴν ἐπιθυμίαν ταύτην εὑρίσκονται·
屬物質的愛不會抓住那些仍是嬰孩的人(因嬰孩期容不下那情愫),也不能在那些於極老之年衰殘的人身上見到這樣的事;照樣,在那神聖之美方面,那仍是嬰孩、被各樣教訓之風飄來飄去的人,以及那年邁衰老、臨近消亡的人,都被見為對這渴慕毫不動心;
Material love does not lay hold of those who are still infants (for infancy has no room for the passion), nor again is it possible to see such things among those worn out in extreme old age; so likewise, with regard to the divine beauty, both he who is still an infant, tossed about and carried about by every wind of teaching, and the old man, aged and drawn near to dissolution, are found unmoved toward this desire;
1:181
οὐ γὰρ ἅπτεται τῶν τοιούτων τὸ ἀόρατον κάλλος, μόνη δὲ τοιαύτη ψυχὴ διαβᾶσα μὲν τὴν νηπιώδη κατάστασιν καὶ διὰ τῆς πνευματικῆς ἡλικίας ἀκμάσασα, μὴ προσλαβοῦσα δὲ σπίλον ῥυτίδαἤ τι τῶν τοιούτων, μήτε ὑπὸ νηπιότητος ἀναισθη τοῦσα μήτε ὑπὸ παλαιότητος ἀδρανοῦσα, ἣν νεᾶνιν ὀνομάζει λόγος, αὕτη πείθεται τῇ μεγάλῃ καὶ πρώτῃ ἐντολῇ τοῦ νόμου ἐξ ὅλης καρδίας τε καὶ δυνάμεως ἀγαπῶσα τὸ κάλλος ἐκεῖνο, οὗ ὑπογραφὴν καὶ ὑπόδειγμα καὶ ἑρμηνείαν οὐχ. εὑρίσκει ἀνθρωπίνη διάνοια
因為那不可見的美不會抓住這樣的人;惟有這樣的靈魂——就是已越過嬰孩之境、藉屬靈的成熟達到盛年,卻未沾染任何污點、皺紋或諸如此類之物,既不因嬰孩期而麻木,也不因衰老而軟弱,那道稱之為少女的——這靈魂遵守律法中那又大又首要的誡命,盡心盡力愛那美;對於那美,人的悟性尋不著任何描摹、樣式或解釋。
for the invisible beauty does not lay hold of such persons; only such a soul as this—one that has passed beyond the infant state and reached its prime through spiritual maturity, yet has taken on no spot or wrinkle or any such thing, one that neither is insensible through infancy nor grown feeble through age, whom the Word names a maiden—this soul obeys the great and first commandment of the law, loving with the whole heart and strength that beauty of which the human mind finds no outline, no representation, and no interpretation.
1:182
αἱ τοιαῦται τοίνυν νεάνιδες αἱ διὰ τῶν ἀρετῶν αὐξηθεῖσαι καὶ καθ' ὥραν ἤδη τῶν μυστηρίων τοῦ θείου θαλάμου γενόμεναι ἀγαπῶσι τοῦ νυμφίου τὸ κάλλος καὶ διὰ τῆς ἀγάπης πρὸς ἑαυτὰς ἐπιστρέφουσι
這樣的少女,既藉眾德行長大,且已在適時之際來到那神聖新房的奧祕,便愛那新郎的美,並藉著愛使祂轉向自己。
Such maidens, then, having grown through the virtues and having already come, in due season, to the mysteries of the divine bridal chamber, love the beauty of the Bridegroom and, through love, turn Him toward themselves.
1:183
τοιοῦτος γὰρ νυμφίος, ὡς ἀντιδιδόναι τοῖς ἀγαπῶσι τὸν πόθον, οὕτως εἰπὼν ἐκ προσώπου τῆς σοφίας ὅτι Ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ·
因為那新郎正是如此,對那愛祂的人以渴慕相報——祂正是那以智慧的身分如此說的:「我愛那些愛我的人」;
For such is the Bridegroom, as to give back longing in return to those who love Him—He who thus spoke in the person of Wisdom: 'I love those who love me';
1:184
καὶ ὅτι Μεριῶ τοῖς ἐμὲ ἀγαπῶσιν ὕπαρξιν ( αὐτὸς δέ ἐστιν ὕπαρξις) καὶ τοὺς θησαυροὺς αὐτῶν ἐμπλήσω ἀγαθῶν
又說:「我要把資業分給那些愛我的人」(祂自己就是那資業),「並要用美物充滿他們的倉庫。」
and: 'I will apportion substance to those who love me' (and He Himself is the Substance), 'and I will fill their treasuries with good things.'
1:185
ἕλκουσι τοίνυν αἱ ψυχαὶ πρὸς ἑαυτὰς τοῦ ἀφθάρτου νυμφίου τὸν πόθον ὀπίσω, καθὼς γέγραπται, κυρίου τοῦ θεοῦ πορευόμεναι
所以,眾靈魂把對那不朽新郎的渴慕引向自己,正如經上所記,跟隨耶和華他們的神而行。
The souls, therefore, draw after themselves the longing for the incorruptible Bridegroom, walking, as it is written, after the Lord their God.
1:186
τῆς δὲ ἀγάπης αὐτῶν αἰτία τοῦ μύρου εὐωδία γίνεται, πρὸς ἣν ἀεὶ τρέχουσαι τοῖς ἔμπροσθεν ἐπεκτείνονται τοῦ κατόπιν λήθην ποιούμεναι
而她們之愛的緣由乃是那膏油的香氣;她們不斷向著它奔跑,竭力追求前面的事,忘記背後的事。
And the cause of their love becomes the fragrance of the ointment, toward which, ever running, they stretch forward to the things before, making forgetfulness of the things behind.
1:187
Ὀπίσω γάρ σου, φησίν, εἰς ὀσμὴν μύρων σου δραμούμεθα
她說:「因為我們要跟隨你,向著你膏油的香氣奔跑。」
'For after you,' she says, 'toward the scent of your ointments will we run.'
1:188
ἀλλὰ αἱ μὲν οὔπω τῆς ἀρετῆς τὸ τέλειον ἔχουσαι καὶ καθ' ἡλικίαν ἔτι νεάζουσαι δραμεῖσθαι πρὸς τὸν σκοπόν, ὃν ὑποδείκνυσιν ὀσμὴ τῶν μύρων, κατεπαγγέλλονται ( λέγουσι γὰρ ὅτι Εἰς ὀσμὴν μύρων σου δραμούμεθα), δὲ τελειοτέρα ψυχὴ σφοδρότερον ἐπεκταθεῖσα τοῖς ἔμπροσθεν ἤδη τυγχάνει τοῦ σκοποῦ, δι' ὃν δρόμος ἀνύεται, καὶ τῶν ἐν τοῖς ταμείοις θησαυρῶν. ἀξιοῦται
但那些尚未擁有德行之完全、年歲仍幼的,應許要向那膏油香氣所指示的目標奔跑(因她們說:「向著你膏油的香氣我們要奔跑」);然而那更為完全的靈魂,既更加激切地竭力追求前面的事,便已達到那賽跑所奔向的目標,並被算為配得那內室中的寶藏。
But those who do not yet possess the perfection of virtue and are still young in age promise that they will run toward the goal which the scent of the ointments points out (for they say, 'Toward the scent of your ointments will we run'); whereas the more perfect soul, having stretched forward more vehemently to the things before, already attains the goal for which the race is run, and is deemed worthy of the treasures in the storerooms.
1:189
φησὶ γὰρ ὅτι Εἰσήγαγέ με βασιλεὺς εἰς τὸ ταμεῖον αὐτοῦ
因為她說:「王領我進了他的內室。」
For she says, 'The King has brought me into his storeroom.'
1:190
γὰρ ἄκροις χείλεσι τοῦ ἀγαθοῦ ψαῦσαι ποθήσασα καὶ τοσοῦτον μόνον ἐφαψαμένη τοῦ κάλλους, ὅσον τῆς εὐχῆς ἐνδείκνυται δύναμις (ηὔξατο δὲ οἷόν τινος φιλήματος ἀξιωθῆναι διὰ τῆς τοῦ λόγου ἐλλάμψεως), αὕτη δι' ὧν ἔτυχε καὶ ἐπὶ τὸ ἐνδότερον τῶν ἀπορρήτων τῷ λογισμῷ διαδυεῖσα βοᾷ τὸ μὴ μόνον ἐν προθύροις τῶν ἀγαθῶν εἶναι τὸν δρόμον, ἀλλὰ τῇ ἀπαρχῇ τοῦ πνεύματος, οὗ διὰ τῆς πρώτης χάριτος οἷον διά τινος φιλήματος ἠξιώθη, διερευνᾶν τοῦ θεοῦ τὰ βάθη καὶ ἐν τοῖς ἀδύτοις γενομένη τοῦ παραδείσου κατὰ τὸν μέγαν Παῦλον ὁρᾶν τέ φησι τὰ ἀθέατα καὶ τῶν ἀλαλήτων ἐπακροᾶσθαι ῥημάτων
因為那渴望用嘴唇的尖端觸及那善、且僅照她禱告之能力所示的分量觸及那美的靈魂(她曾禱告要藉那道的光照被算為配得某種親嘴),這靈魂憑著她所已得著的,藉思想甚至潛入那不可言喻之事的最深處,便呼喊說:她的賽程不僅在眾善的門廊,乃是藉那聖靈的初熟果子——她曾藉那頭一次恩典、如同某種親嘴而被算為配得——她探究神的深奧,並且既已來到樂園的至深聖所,就如那偉大的保羅一般,說她既看見那看不見的事,又聽見那說不出來的言語。
For she who longed to touch the good with the very tips of her lips, and touched of the beauty only so much as the power of her prayer signifies (for she prayed to be deemed worthy of a kind of kiss through the illumination of the Word), this soul, by the very means she had obtained, having slipped by reasoning even into the innermost of the ineffable things, cries out that her race is not only at the vestibule of good things, but that, by the firstfruits of the Spirit—of which through the first grace, as through a kind of kiss, she was deemed worthy—she searches the depths of God, and, having come to be in the inmost sanctuaries of paradise, like the great Paul she says she both sees things unseen and hearkens to unspeakable words.
1:191
δὲ ἐφεξῆς ῥῆσις τὴν ἐκκλησιαστικὴν οἰκονομίαν ἐκκαλύπτει τῷ λόγῳ
接下來的話語,向這論述揭開了教會的安排(經綸)。
The saying that follows uncovers to the word the economy of the Church.
1:192
οἱ γὰρ πρῶτοι μαθητευθέντες τῇ χάριτι καὶ αὐτόπται τοῦ λόγου γενόμενοι οὐκ ἐν ἑαυτοῖς τὸ ἀγαθὸν περιώρισαν, ἀλλὰ καὶ τοῖς μετ' ἐκείνους ἐκ διαδόσεως τὴν αὐτὴν ἐνεποίησαν χάριν
因為那些首先藉恩典作了門徒、並成為那道之親眼見證者的人,並未把那善局限在自己裡面,乃是藉著傳遞,也在那些後來之人身上成就了同樣的恩典。
For those who were first made disciples by grace and became eyewitnesses of the Word did not confine the good within themselves, but by transmission wrought the same grace also in those who came after them.
1:193
διὰ τοῦτο πρὸς τὴν νύμφην φασὶν αἱ νεάνιδες τὴν πρώτην διὰ τοῦ κατὰ στόμα γενέσθαι τοῦ λόγου τῶν ἀγαθῶν πληρωθεῖσαν καὶ τῶν κεκρυμμένων μυστηρίων ἀξιωθεῖσαν ὅτι Ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν σοί ( κοινὴ γὰρ ἡμῶν ἐστι χαρὰ. τὸ σὸν ἀγαλλίαμα) καὶ ὅτι ὡς σὺ ἀγαπᾶς ὑπὲρ οἶνον τοὺς μαζοὺς τοῦ λόγου, οὕτω καὶ ἡμεῖς σὲ μιμησώμεθα καὶ τοὺς σοὺς μαζούς, δι' ὧν τοὺς νηπίους ἐν Χριστῷ γάλα ποτίζεις, ὑπὲρ τὸν ἀνθρώπινον ἀγαπήσωμεν οἶνον
為此,那些少女對新婦,就是那頭一個藉與那道口對口的接觸而被眾善充滿、並被算為配得那隱藏奧祕的,說:「我們要因你歡喜快樂」(因你的歡騰乃是我們共同的喜樂),又說:「你怎樣愛那道的雙乳勝過酒,我們也要照樣效法你,愛你的雙乳——你藉此把奶給在基督裡的嬰孩喝——勝過屬人的酒。」
For this reason the maidens say to the bride, the first, who through mouth-to-mouth contact with the Word was filled with good things and deemed worthy of the hidden mysteries: 'Let us rejoice and be glad in you' (for your exultation is our common joy), and: 'As you love the breasts of the Word above wine, so let us also imitate you and love your breasts—through which you give the infants in Christ milk to drink—above human wine.'
1:194
καί, ὡς ἄν τις ἐπὶ τὸ σαφέστερον προαγάγοι τὸ νόημα, τοιοῦτόν ἐστι τὸ λεγόμενον·
而且,若有人要把這意念說得更為明白,所說的大致如此:
And, if one were to bring the thought forward to greater clarity, what is said is something like this:
1:195
ἠγάπησε τοὺς μαζοὺς τοῦ λόγου ἐπὶ τὸ στῆθος τοῦ κυρίου ἀναπεσὼν Ἰωάννης καὶ οἷόν τινα σπογγιὰν τὴν ἑαυτοῦ καρδίαν παραθεὶς τῇ πηγῇ τῆς ζωῆς καὶ πλήρης ἔκ τινος ἀρρήτου διαδόσεως τῶν ἐγκειμένων τῇ τοῦ κυρίου καρδίᾳ μυστηρίων γενόμενος καὶ ἡμῖν ἐπέχει τὴν πληρωθεῖ σαν ὑπὸ τοῦ λόγου θηλὴν καὶ πλήρεις ποιεῖ τῶν ἐντεθέντων αὐτῷ παρὰ τῆς πηγῆς ἀγαθῶν κηρύσσων ἐν μεγαλοφωνίᾳ τὸν ἀεὶ ὄντα λόγον
那靠在主胸前的約翰,愛那道的雙乳;他把自己的心如同一塊海綿一般貼在生命的泉源上,並藉著某種不可言喻的傳遞被那存於主心中的奧祕充滿,就也向我們遞出那被那道充滿的乳頭,用那從泉源置於其中的美物充滿我們,以宏亮的聲音宣揚那永遠常存的道。
John, who reclined upon the breast of the Lord, loved the breasts of the Word; and setting his own heart, like a kind of sponge, against the fountain of life, and having become full, through a certain ineffable transmission, of the mysteries lying within the heart of the Lord, he holds out to us also the nipple that has been filled by the Word, and makes us full of the good things placed within it from the fountain, proclaiming with a great voice the ever-existing Word.
1:196
ἡμεῖς πρὸς αὐτὸν ἐροῦμεν ὅτι Ἀγαπήσωμεν μαστούς σου ὑπὲρ οἶνον, εἴπερ δὴ τοιοῦτοι γεγόναμεν, ὡς νεάνιδες εἶναι καὶ μήτε ταῖς φρεσὶ νηπιάζειν ὑπὸ τῆς τῇ ματαιότητι συνεζευγμένης νεότητος μήτε ῥυτιδοῦσθαι δι' ἁμαρτίας ἐν παλαιότητι τῇ εἰς ἀφανισμὸν καταληγούσῃ·
我們要對他說:「我們要愛你的雙乳勝過酒」,只要我們確已成為這樣的人,能作少女,既不因那與虛妄相連的年少而在心思上如嬰孩,也不因罪而在那終歸消亡的衰老中生出皺紋;
We shall say to him: 'Let us love your breasts above wine,' if indeed we have become such as to be maidens, and neither to be childish in mind through the youth that is yoked to vanity, nor to be wrinkled through sin in an old age that ends in dissolution;
1:197
διὰ τοῦτο δὲ ἀγαπῶμεν τὴν τῶν σῶν. διδαγμάτων ἐπιρροήν, ὅτι Σὲ εὐθύτης ἠγάπησεν
我們愛你教訓的湧流,乃是為此緣故:因為「正直愛了你。」
and we love the outpouring of your teachings for this reason: because 'Uprightness has loved you.'
1:198
οὗτος γάρ ἐστιν μαθητής, ὃν ἠγάπα Ἰησοῦς
因為這就是耶穌所愛的那門徒。
For this is the disciple whom Jesus loved.
1:199
Ἰησοῦς δέ ἐστιν εὐθύτης
而耶穌就是那正直。
And Jesus is Uprightness.
1:200
μὲν γάρ φησιν ὅτι Εὐθὺς κύριος θεός, οὗτος δὲ εὐθύτητα ὀνομάζει, πᾶν τὸ σκολιὸν πρὸς τὸ ὀρθὸν ἀπευθύνεται, ἀλλὰ γένοιτο καὶ ἡμῖν πᾶν τὸ σκολιὸν εἰς εὐθεῖαν καὶ τὰ τραχέα εἰς ὁδοὺς λείας χάριτι τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ·
因為一處說:「耶和華神是正直的」,而這裡則稱祂為正直,凡彎曲的都藉祂被引正向直;願我們也得如此,藉著我們主耶穌基督的恩典,叫一切彎曲的成為平直,崎嶇的成為平坦的路;
For the one says, 'Upright is the Lord God,' and this one names Him Uprightness, by whom everything crooked is made straight toward the right; but may it come to pass for us also that everything crooked be made into a straight path, and the rough places into smooth ways, by the grace of our Lord Jesus Christ;
1:201
δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων
願榮耀歸與祂,直到世世代代。
to whom be glory unto the ages of ages.
1:202
Λόγος βʹ Μέλαινά εἰμι καὶ καλή, θυγατέρες Ἰερουσαλήμ, ὡς σκηνώματα κηδάρ, ὡς δέρρεις Σολομών
第二篇講道。「耶路撒冷的眾女子啊,我雖然黑,卻是秀美的,如同基達的帳棚,如同所羅門的幔子。」
Homily 2. 'I am black and beautiful, O daughters of Jerusalem, as the tents of Kedar, as the curtains of Solomon.'
1:203
Μὴ βλέψητέ με ὅτι ἐγώ εἰμι μεμελανωμένη, ὅτι παρέβλεψέ με ἥλιος·
「不要因我發黑而輕看我,因為日頭曾斜眼看我;
'Do not look upon me because I am darkened, because the sun has looked askance at me;
1:204
υἱοὶ μητρός μου ἐμαχέσαντο ἐν ἐμοί, ἔθεντό με φυλάκισσαν ἐν ἀμπελῶσιν·
我同母的弟兄向我發怒,他們派我看守葡萄園;
the sons of my mother strove against me, they set me as a keeper in the vineyards;
1:205
ἀμπελῶνα ἐμὸν οὐκ ἐφύλαξα
我自己的葡萄園我卻沒有看守。」
my own vineyard I did not keep.'
1:206
Ἀπάγγειλόν μοι, ὃν ἠγάπησεν ψυχή μου,. ποῦ ποιμαίνεις, ποῦ κοιτάζεις ἐν μεσημβρίᾳ, μήποτε γένωμαι ὡς περιβαλλομένη ἐπ' ἀγέλαις ἑταίρων σου
「我心所愛的啊,求你告訴我,你在何處牧放羊群,晌午在何處使羊群躺臥;我何必在你同伴的羊群旁像蒙著臉的人呢?」
'Tell me, you whom my soul has loved, where you shepherd, where you make your flock lie down at noon, lest I become as one veiled beside the flocks of your companions.'
1:207
Ἐὰν μὴ γνῷς σεαυτήν, καλὴ ἐν γυναιξίν, ἔξελθε σὺ ἐν πτέρναις τῶν ποιμνίων καὶ ποίμαινε τὰς ἐρίφους ἐπὶ σκηνώμασι τῶν ποιμνίων
「你這女子中極美麗的,你若不認識自己,就當隨著羊群的腳蹤出去,在牧人的帳棚旁牧放你的山羊羔。」
'If you do not know yourself, O fair one among women, go forth in the tracks of the flocks and shepherd your kids by the tents of the shepherds.'
1:208
Τῆς ἱερᾶς τοῦ μαρτυρίου σκηνῆς οὐχ ὁμότιμον ἦν τῷ ἔνδοθεν κεκρυμμένῳ κάλλει τὸ ἐκτὸς προφαινόμενον·
論到那神聖的會幕,其外面所顯露的,與那隱藏在內的美相比,並不同等貴重;
Of the sacred tabernacle of the testimony, that which appeared outwardly was not of equal honor with the beauty hidden within;
1:209
αὐλαῖαι μὲν γὰρ ἐκ λινῶν ὑφασμάτων καὶ αἱ διὰ τῶν τριχῶν τῶν αἰγῶν δέρρεις καὶ αἱ τῶν ἐρυθρῶν δερμάτων περιβολαὶ τὸν ἔξωθεν τῆς σκηνῆς κόσμον ἐπλήρουν καὶ οὐδὲν ἦν μέγα καὶ τίμιον τοῖς τὰ ἐκτὸς ὁρῶσι παρὰ ταῦτα φαινόμενον, ἔσωθεν δὲ χρυσῷ καὶ ἀργύρῳ καὶ τοῖς τιμίοις τῶν λίθων πᾶσα τοῦ μαρτυρίου σκηνὴ κατελάμπετο·
因為那用細麻織物作的帷子、用山羊毛作的幔子、用染紅皮子作的罩棚,構成了會幕外面的裝飾,對那些觀看外表之物的人而言,此外並無甚麼偉大或寶貴之物顯現;但在裡面,整個會幕卻以金、銀和寶石閃耀奪目;
for the hangings of linen weavings, and the curtains made of goats' hair, and the coverings of red skins made up the outer adornment of the tabernacle, and there was nothing great or precious appearing to those who looked at the outward things beyond these; but within, the whole tabernacle of the testimony was ablaze with gold and silver and precious stones;
1:210
οἱ στῦλοι, αἱ βάσεις, αἱ κεφαλίδες, τὸ θυμιατήριον, τὸ θυσιαστήριον,. κιβωτός, λυχνία, τὸ ἱλαστήριον, οἱ λουτῆρες, τὰ τῶν εἰσόδων καταπετάσματα, οἷς τὸ κάλλος ἐκ παντὸς εἴδους τῆς εὐχροούσης βαφῆς συνεκίρνατο, νῆμα χρύσεον ὑακίνθῳ καὶ πορφύρᾳ καὶ βύσσῳ καὶ κόκκῳ διά τινος τεχνικῆς λεπτουργίας εὐκόσμως συνυφαινόμενον, σύγκρατον ἐκ πάντων, καθάπερ ἐν ἴριδος αὐγαῖς ἀποστίλβειν ἐποίει τὴν αὐγὴν τοῦ ὑφάσματος
那些柱子、卯座、柱頂、香壇、祭壇、約櫃、燈臺、施恩座、洗濯盆、各入口的簾幕——其美乃是由各樣色澤鮮明的染料調和而成,金線藉著某種精巧細膩的手工,與藍色、紫色、細麻和朱紅線秀麗地交織在一起,由這一切調和起來,使那織物的光彩如彩虹的光輝般閃爍生輝。
the pillars, the bases, the capitals, the altar of incense, the altar of sacrifice, the ark, the lampstand, the mercy seat, the lavers, the veils of the entrances—in which the beauty was blended from every kind of well-colored dye, a golden thread being gracefully interwoven with hyacinth and purple and fine linen and scarlet through a certain skillful fine-working, a blend from them all, causing the gleam of the fabric to glisten as in the rays of a rainbow.
1:211
πρὸς τι δὲ βλέπων ἐντεῦθεν προοιμιάζομαι, πρόδηλον ὑμῖν πάντως ἐκ τῶν ῥηθησομένων γενήσεται
我從此處作為序言究竟著眼於何事,必將從接下來所要說的話中,向你們完全顯明。
What I have in view in prefacing my discourse from this point will become entirely clear to you from what is about to be said.
1:212
πάλιν πρόκειται ἡμῖν τὸ Ἆισμα τῶν Ἀισμάτων εἰς πᾶσαν φιλοσοφίας τε καὶ θεογνωσίας ὑφήγησιν
雅歌再次擺在我們面前,作為引領我們進入一切哲理與對神之認識的嚮導。
Once again the Song of Songs is set before us as a guide unto all philosophy and knowledge of God.
1:213
αὕτη ἐστὶν ἀληθινὴ τοῦ μαρτυρίου σκηνή, ἧς προκαλύμματα μὲν καὶ δέρρεις καὶ τῆς αὐλαίας περιβολὴ ἐρωτικοί τινες γίνονται λόγοι καὶ ῥήματα τὴν πρὸς τὸ ποθούμενον σχέσιν ἐμφαίνοντα καὶ κάλλους ὑπογραφὴ καὶ μνήμη σωματικῶν μελῶν, τῶν τε προφαινομένων ἐν τῷ προσώπῳ καὶ τῶν ὑποκεκρυμ μένων τῇ τῆς ἐσθῆτος περιβολῇ
這就是那真正的見證帳幕,它的外幔、皮罩和圍繞的帷子,彷彿是某些愛的言語與話語,顯明對所愛者的情繫;也是對美的描繪,與對身體肢體的提及——既有那些顯露於面容上的,也有那些藏於衣袍遮蓋之下的。
This is the true tabernacle of testimony, whose outer coverings and hides and the enclosing curtain are, as it were, certain words of love and sayings that display the relation toward the Beloved, and a sketching of beauty and a mention of bodily members, both those that appear openly in the face and those hidden beneath the covering of the garment.
1:214
τὰ δὲ ἐντὸς πολύφωτός τίς ἐστιν ὡς ἀληθῶς λυχνία καὶ κιβωτὸς μυστηρίων πλήρης
但其內在者,實在是一座滿有眾多燈火的燈臺,也是一個充滿奧祕的約櫃。
But the things within are truly a lampstand full of many lights, and an ark full of mysteries.
1:215
ἁψάμενοι ἀθέατοι τῶν ἐντὸς τῆς σκηνῆς θαυμάτων ἀποκλεισθῶμεν
讓我們謹慎,免得我們摸了外面的東西之後,反被關在外面,無法目睹帳幕內的種種奇妙。
Let us take care lest, having touched the outer things, we be shut out, unable to behold the wonders within the tabernacle.
1:216
οὐ γὰρ παραδέχεται τῶν τοιούτων τὴν εἴσοδον τοῦ πνεύματος νόμος, ἐὰν μή τις πλύνῃ τὸ τῆς συνειδήσεως ἑαυτοῦ ἱμάτιον κατὰ τὸ Μωϋσέως παράγγελμα νεκρᾶς τινος καὶ βδελυκτῆς ἐννοίας ἁψάμενος
因為聖靈的律法不容許這樣的人進入,除非有人洗淨自己良心的衣裳——正如摩西的吩咐——倘若他曾摸過某種死的、可憎的念頭。
For the law of the Spirit does not admit the entrance of such persons, unless one wash the garment of his own conscience—according to the commandment of Moses—if he has touched some dead and abominable thought.
1:217
Ἄγει δὲ τὸν λόγον ἀκολουθία τῶν προεξητασμένων πρὸς τὴν θεωρίαν τῶν παρὰ τῆς νύμφης πρὸς τὰς νεάνιδας εἰρημένων
先前所已考察之事的次序,將我們的論述引向對新婦向眾童女所說之話語的默想。
The sequence of what has already been examined leads our discourse to the contemplation of the words spoken by the bride to the maidens.
1:218
Μέλαινά εἰμι καὶ καλή, θυγατέρες Ἰερουσαλήμ, ὡς σκηνώματα κηδάρ, ὡς δέρρεις Σολομών
「耶路撒冷的眾女子啊,我是黑的,卻是秀美的,如同基達的帳棚,如同所羅門的幔子。」
'I am black and beautiful, O daughters of Jerusalem, as the tents of Kedar, as the curtains of Solomon.'
1:219
καλῶς διδάσκαλος ἀφ' ὧν ἔδει ταῖς μαθητευομέναις ψυχαῖς. ἄρχεται ποιεῖσθαι τῶν ἀγαθῶν τὴν ὑφήγησιν·
這位教師開始從那些正該作為受教之靈魂起點的事上,來引導她們進入善德,實在是美好的。
Well does the teacher begin to make her guidance in good things start from those very points from which the souls being instructed ought to begin.
1:220
αἱ μὲν γὰρ προθύμως ἔχουσι, δι' ὧν ἐπαγγέλλονται, παντὸς ἀνθρωπίνου λόγου, ὃν οἶνον τροπικῶς ὀνομάζουσι, προτιμοτέραν ποιεῖσθαι τὴν ἐκ τῶν λογικῶν αὐτῆς μαζῶν ἀπορρέουσαν χάριν οὕτως εἰποῦσαι τῷ ῥήματι ὅτι Ἀγαπήσωμεν μαστούς σου ὑπὲρ οἶνον, ἐπειδὴ σὲ εὐθύτης ἠγάπησεν, δὲ προσθήκην ποιεῖ ταῖς μαθητευομέναις τοῦ περὶ αὑτὴν θαύματος, ὡς ἂν μᾶλλον μάθοιμεν τὴν ἀμέτρητον τοῦ νυμφίου φιλανθρωπίαν τοῦ διὰ τῆς ἀγάπης ἐπιβάλλοντος τῇ ἀγαπηθείσῃ τὸ κάλλος·
因為眾童女殷切地,藉著她們所宣認的,寧願重看那從她理性乳房流出的恩典,過於任何人的言語——她們比喻地稱之為酒——如此用話語說:「我們要愛你的乳房過於愛酒,因為正直的愛了你」;而她這一方面,則向受教者增添關於她自身的奇妙,好叫我們更能學到那新郎對人無可測度的慈愛,祂藉著愛將美賜給所愛的人。
For the maidens are eager, in what they profess, to esteem more highly than any human speech—which they figuratively call wine—the grace that flows from her rational breasts, speaking thus in their utterance: 'Let us love your breasts more than wine, for uprightness has loved you'; while she, for her part, adds to what her disciples know of the wonder concerning herself, so that we may the more learn the immeasurable love for mankind of the Bridegroom, who through love bestows beauty upon the one beloved.
1:221
μὴ θαυμάσητε γάρ φησι, ὅτι ἐμὲ εὐθύτης ἠγάπησεν, ἀλλ' ὅτι μέλαιναν οὖσαν ἐξ ἁμαρτίας καὶ προσῳκειωμένην τῷ ζόφῳ διὰ τῶν ἔργων καλὴν διὰ τῆς ἀγάπης ἐποίησε τὸ ἴδιον κάλλος πρὸς τὸ ἐμὸν αἶσχος ἀνταλλαξάμενος
她說:「你們不要希奇正直的愛了我,倒要希奇祂使我這因罪而黑、因行為而與幽暗為親的人,藉著愛成為秀美的,以祂自己的美換取了我的羞恥。」
'For do not marvel,' she says, 'that uprightness has loved me, but that, being black from sin and made akin to darkness through my works, He made me beautiful through love, exchanging His own beauty for my shame.'
1:222
μεταθεὶς γὰρ πρὸς ἑαυτὸν τὸν τῶν ἐμῶν ἁμαρτιῶν ῥύπον μετέδωκέ μοι τῆς ἑαυτοῦ καθαρότητος κοινωνόν με τοῦ ἑαυτοῦ κάλλους ἀπεργασάμενος, ὃς πρῶτον ἐποίησεν ἐξ εἰδεχθοῦς ἐρασμίαν καὶ οὕτως ἠγάπησεν
因為祂把我罪孽的污穢挪移到自己身上,將祂自己的潔淨分給我,使我作了祂自己美的分享者——祂先使那可憎的成為可愛的,然後才愛了她。
For having transferred to Himself the filth of my sins, He imparted to me His own purity, making me a partaker of His own beauty—He who first made the loathsome one lovely, and so loved her.
1:223
μετὰ ταῦτα προτρέπεται τὰς νεάνιδας καὶ αὐτὰς γενέσθαι καλὰς τὸ καθ' ἑαυτὴν προδεικνύουσα κάλλος καθ' ὁμοιότητα τοῦ μεγάλου Παύλου τοῦ λέγοντος Γίνεσθε ὡς ἐγώ, ὅτι καὶ ἐγὼ ὡς ὑμεῖς·
此後她勸勉眾童女她們自己也要成為秀美的,並顯明那屬她自己的美,效法那位偉大的保羅,他說:「你們要像我一樣,因為我也像你們一樣。」
After this she exhorts the maidens themselves also to become beautiful, showing forth the beauty that is her own, after the likeness of the great Paul, who says, 'Become as I am, for I also have become as you are.'
1:224
καὶ Μιμηταί μου. γίνεσθε καθὼς κἀγὼ Χριστοῦ
又說:「你們該效法我,像我效法基督一樣。」
And, 'Be imitators of me, as I also am of Christ.'
1:225
διὰ τοῦτο γὰρ οὐκ ἐᾷ τὰς μαθητευομένας αὐτῇ ψυχὰς πρὸς τὸ παρῳχηκὸς τοῦ βίου βλεπούσας ἀπελπίζειν τοῦ γίνεσθαι καλάς, ἀλλὰ πρὸς αὐτὴν ὁρώσας τοῦτο μανθάνειν διὰ τοῦ ὑποδείγματος, ὅτι τὸ παρὸν γίνεται τοῦ παρῳχηκότος προκάλυμμα, ἐὰν ἄμωμονᾖ
因為為此緣故,她不容許那些受她教導的靈魂,因回顧自己過去的生活而絕望於成為秀美的;反倒要她們仰望她,藉著這榜樣學到:現今若能無瑕疵,便成為過去的遮蓋。
For on this account she does not permit the souls being taught by her, looking to the past of their life, to despair of becoming beautiful; but rather, looking to her, to learn this through the example: that the present becomes a covering for the past, if it be without blemish.
1:226
λέγει γὰρ ὅτι κἂν νῦν μοι ἐπιλάμπῃ τὸ κάλλος, μοι διὰ τοῦ ἀγαπηθῆναι παρὰ τῆς εὐθύτητος ἐπεμορφώθη, ἀλλ' οἶδα ἐμαυτὴν οὐ λαμπρὰν οὖσαν τὸ κατ' ἀρχὰς ἀλλὰ μέλαιναν
因為她說:「縱然如今美光照在我身上——就是那因被正直所愛而在我身上被塑成的美——我卻知道自己起初並非光明的,乃是黑的。」
For she says: 'Even if now beauty shines upon me—that beauty which was formed upon me through being loved by uprightness—yet I know myself to have been not radiant at the beginning, but black.'
1:227
τὸ δὲ τοιοῦτον εἶδος περὶ ἐμέ, τὸ σκοτεινὸν καὶ ζοφῶδες, προλαβὼν βίος ἐποίησεν
我身上這樣的樣式——那幽暗而昏黑的——是我先前的生活所造成的。
Such a form about me—the dark and gloomy one—my former life produced.
1:228
ἀλλ' ὅμως ἐκεῖνο οὖσα τοῦτό εἰμι
然而,我雖曾是那樣的,如今卻是這樣的。
But nevertheless, having been that, I am now this.
1:229
μετεσκευάσθη γὰρ τὸ ὁμοίωμα τοῦ σκότους εἰς κάλλους μορφήν
因為那黑暗的形像被改變成了美的樣式。
For the likeness of darkness was transformed into the form of beauty.
1:230
καὶ ὑμεῖς τοίνυν, θυγατέρες Ἰερουσαλήμ, ἀναβλέψατε πρὸς τὴν μητέρα ὑμῶν Ἰερουσαλήμ
「所以耶路撒冷的眾女子啊,你們也當仰望你們的母親耶路撒冷。」
'And you therefore also, O daughters of Jerusalem, look up toward your mother Jerusalem.'
1:231
κἂν σκηνώματα τοῦ κηδὰρ ἦτε διὰ τοῦ ἐνοικῆσαι ὑμῖν τὸν ἄρχοντα τῆς ἐξουσίας τοῦ σκότους (σκοτασμὸς γὰρ τοῦ κηδὰρ λέξις διερμηνεύεται), δέρρεις τοῦ Σολομῶντος γενή σεσθε, τουτέστι ναὸς τοῦ βασιλέως ἔσεσθε ἐνοικήσαντος ὑμῖν. τοῦ βασιλέως Σολομῶντος
縱然你們曾是基達的帳棚——因那黑暗權勢的首領住在你們裡面(因為「基達」一詞譯出來就是「昏暗」)——你們也必成為所羅門的幔子;就是說,當所羅門王住在你們裡面時,你們必成為那王的殿。
Even if you were tents of Kedar—through the ruler of the authority of darkness dwelling within you (for the word 'Kedar' is interpreted as 'darkening')—you shall become curtains of Solomon; that is, you shall be a temple of the King, when King Solomon has taken up His dwelling within you.
1:232
Σολομὼν δὲ εἰρηνικός ἐστιν, τῇ εἰρήνῃ ἐπώνυμος
所羅門就是那和平的一位,是以和平為名的。
And Solomon is the peaceable one, he who is named after peace.
1:233
δέρρεις γὰρ Σολομῶντος ἀπὸ μέρους πᾶσαν τὴν βασιλικὴν σκηνὴν κατωνόμασεν
因為她以「所羅門的幔子」,藉著部分指稱整座王的帳幕。
For by 'curtains of Solomon' she named, by way of a part, the whole royal tabernacle.
1:234
τούτοις μοι δοκεῖ τοῖς νοήμασιν μέγας Παῦλος προσεχέστερον ἐν τῷ πρὸς Ῥωμαίους φιλοχωρῆσαι λόγῳ, ἐν οἷς συνίστησι τοῦ θεοῦ τὴν περὶ ἡμᾶς ἀγάπην, ὅτι ἁμαρτωλοὺς ὄντας ἡμᾶς καὶ μέλανας φωτοειδεῖς τε καὶ ἐρασμίους διὰ τοῦ ἐπιλάμψαι τὴν χάριν ἐποίησεν
在我看來,偉大的保羅在他致羅馬人的書信中,正是更貼近地停留在這些思想上——就在他稱揚神對我們之愛的那些段落裡:當我們還是罪人、還是黑的時候,祂藉著恩典的照耀使我們成為如光一般、可愛的。
It seems to me that the great Paul dwelt more closely upon these very thoughts in his Epistle to the Romans, in those passages where he commends God's love toward us: that, while we were sinners and black, He made us light-like and lovely through the shining forth of His grace.
1:235
ὥσπερ γὰρ ἐν νυκτὶ πάντα τῷ ἐπικρατοῦντι συμμελαίνεται ζόφῳ, κἂν λαμπρὰ κατὰ φύσιν ὄντα τύχῃ, φωτὸς δὲ ἐπιλαβόντος οὐ παραμένει τοῖς ἐν τῷ ζόφῳ σκοτισθεῖσιν πρὸς τὸ σκότος ὁμοίωσις, οὕτω μετατεθείσης τῆς ψυχῆς ἀπὸ τῆς πλάνης πρὸς τὴν ἀλήθειαν καὶ σκοτεινὴ τοῦ βίου μορφὴ πρὸς τὴν φωτεινὴν χάριν συμμεταβάλλεται
因為正如在夜間,萬物都與那當令的幽暗一同變黑,即使它們按本性本是明亮的;但一旦光照臨,那在幽暗中變黑者便不再存有與黑暗相似的樣子——照樣,當靈魂從迷誤被遷到真理時,其生活的黑暗樣式也一同被改變成光明的恩典。
For just as in the night all things are darkened together with the prevailing gloom, even though by nature they happen to be bright, but when light takes hold, the likeness to darkness no longer remains for those who were darkened in the gloom—so, when the soul has been transferred from error to truth, the dark form of its life is likewise changed together into radiant grace.
1:236
ἐποίησε τὸ ζοφῶδες αὐτῶν εἶδος ἀποκλύσας τῷ ὕδατι·
祂用水將他們幽暗的樣式洗淨,使之明亮。
He made their gloomy form bright, having washed it away with water.
1:237
ἄνθρωπος ἐγεννήθη ἐν αὐτῇ; κἀκεῖ γὰρ φυλέται τῆς πόλεως γίνονται οἱ ἀλλόφυλοι καὶ Ἱεροσολυμῖται οἱ Βαβυλώνιοι καὶ παρθένος πόρνη καὶ λαμπροὶ οἱ Αἰθίοπες καὶ Τύρος ἄνω πόλις·
「有人生在其中嗎?」因為在那裡,外邦人也成了那城的同胞,巴比倫人成了耶路撒冷人,妓女成了童女,古實人(衣索比亞人)成了光明的,推羅成了那在上的城。
'Was a man born in her?' For there also the aliens become fellow-citizens of the city, and the Babylonians become Jerusalemites, and the harlot a virgin, and the Ethiopians radiant, and Tyre the city above.
1:238
οὕτω καὶ ἐνταῦθα τὰς θυγατέρας Ἰερουσαλὴμ προθυμοποιεῖται νύμφη συνιστῶσα τοῦ νυμφίου τὴν ἀγαθότητα, ὅτι κἂν μέλαινάν τινα λάβῃ ψυχήν, τῇ πρὸς ἑαυτὸν κοινωνίᾳ καλὴν ἀπεργάζεται, κἄν τις σκήνωμαᾖ κηδάρ, φωτὸς οἰκητήριον γίνεται τοῦ ἀληθινοῦ Σολομῶντος, τουτέστι τοῦ εἰρηνικοῦ. βασιλέως ἐν αὐτῇ κατοικήσαντος
照樣,在這裡新婦也激勵耶路撒冷的眾女子殷勤起來,稱揚新郎的良善:即使祂取了某個黑的靈魂,藉著與祂自己的相交,祂也使之成為秀美的;縱然有人是基達的帳棚,當那真所羅門——就是和平的王——住在她裡面時,她也成為祂之光的居所。
So also here the bride rouses to eagerness the daughters of Jerusalem, commending the goodness of the Bridegroom: that even if He should take some black soul, by fellowship with Himself He makes it beautiful; and if any be a tent of Kedar, it becomes a dwelling-place of the light of the true Solomon—that is, of the peaceable King—when He has taken up His abode within her.
1:239
διὰ τοῦτό φησι Μέλαινά εἰμι καὶ καλή, θυγατέρες Ἰερουσαλήμ, ἵνα πρὸς ἐμὲ βλέπουσαι καὶ ὑμεῖς γένησθε δέρρεις Σολομῶντος, κἂν σκηνώματα ἦτε κηδάρ
為此緣故她說:「耶路撒冷的眾女子啊,我是黑的,卻是秀美的」,好叫你們也仰望我,成為所羅門的幔子,縱然你們曾是基達的帳棚。
For this reason she says, 'I am black and beautiful, O daughters of Jerusalem,' so that you also, looking to me, may become curtains of Solomon, even if you were tents of Kedar.
1:240
Εἶτα ἐπάγει τοῖς εἰρημένοις τὰ ἐφεξῆς, δι' ὧν ἀναγκαίως ἀσφαλίζεται τὴν τῶν μαθητευομένων διάνοιαν μὴ τῷ δημιουργῷ τὴν αἰτίαν τοῦ σκοτεινοῦ εἴδους ἀνατιθέναι ἀλλὰ τὴν ἑκάστου προαίρεσιν τοῦ τοιούτου εἴδους τὰς ἀρχὰς καταβάλλεσθαι
接著她在已說之事上補充下文,藉此穩妥地保守她門徒的心思,使之不將那黑暗樣式的緣由歸咎於造物主,反倒認定各人自己的意志抉擇,才是這樣樣式的根源。
Then she adds to what has been said the words that follow, by which she necessarily secures the understanding of her disciples against ascribing the cause of the dark form to the Creator, but rather that each one's own free choice lays down the beginnings of such a form.
1:241
Μὴ βλέψητε γὰρ πρός με, φησίν, ὅτι ἐγώ εἰμι μεμελανωμένη
她說:「因為你們不要看我,因為我被曬黑了。」
'For do not look upon me,' she says, 'because I am blackened.'
1:242
οὐ τοιαύτη γέγονα παρὰ τὴν πρώτην·
「我起初並非如此。」
'I did not become such at the first.'
1:243
οὐδὲ γὰρ εἰκὸς ἦν ταῖς φωτειναῖς τοῦ θεοῦ χερσὶ πλασσομένην σκοτεινῷ τινι καὶ μέλανι περιχρωσθῆναι τῷ εἴδει
因為那被神光明之手所塑造的,斷不至於通體被染上某種幽暗黑色的樣式。
For it was not likely that one fashioned by the luminous hands of God should be tinged all over with some dark and black form.
1:244
οὐκ ἤμην τοίνυν τοιαύτη, φησίν, ἀλλὰ γέγονα
她說:「那麼,我本不是這樣的,乃是後來變成這樣的。」
'I was not, then, such,' she says, 'but I have become so.'
1:245
οὐ γὰρ ἐκ φύσεώς εἰμι μεμελανωμένη, ἀλλ' ἐπείσακτόν μοι τὸ τοιοῦτον αἶσχος ἐγένετο τοῦ ἡλίου πρὸς τὸ μέλαν ἐκ λαμπροῦ τὴν μορφὴν μεταχρώσαντος
因為我並非本性黑的,這羞恥乃是從外面加給我的,是那太陽把我的樣式從明亮變成了黑色。
For I am not blackened by nature, but this shame came upon me as something imported from without, the sun having changed my form from bright to black.
1:246
ἥλιος γάρ, φησί, παρέβλεψέ με
她說:「因為太陽斜視了我。」
'For the sun,' she says, 'has looked askance upon me.'
1:247
τί οὖν ἐστιν διὰ τούτων μανθάνομεν; λέγει διὰ παραβολῆς τοῖς ὄχλοις κύριος ὅτι σπείρων τὸν λόγον οὐ τὴν ἀγαθὴν. μόνον κατασπείρει καρδίαν, ἀλλὰ κἂν λιθώδης τιςᾖ κἂν ταῖς ἀκάνθαις ὑλομανοῦσα κἂν παρόδιός τε καὶ πεπατημένη, πᾶσιν ὑπὸ φιλανθρωπίας ἐπιβάλλει τοῦ λόγου τὰ σπέρματα
那麼,我們藉這些話學到甚麼呢?主用比喻對群眾說,那撒種撒道的,不僅撒在好的心田上,即使有人是石頭地,或是荊棘叢生的,或是路旁被踐踏的,祂也出於對人的慈愛,將道的種子撒在眾人身上。
What, then, is it that we learn through these words? The Lord says by way of parable to the crowds that the sower of the word does not sow only upon the good heart, but even if one be stony, or overgrown with thorns, or a wayside trodden underfoot, out of love for mankind He casts the seeds of the word upon all.
1:248
καὶ ἑκάστου τὰ ἰδιώματα ἑρμηνεύων τῷ λόγῳ τοῦτό φησιν ἐπὶ τῆς λιθώδους συμβαίνειν ψυχῆς, ὅτι οὐκ ἐν βάθει ῥιζοῦται τὸ ἐσπαρμένον, ἀλλὰ παραχρῆμα μὲν δι' ἐπιπολαίου βλάστης τὸν στάχυν κατεπαγγέλλεται, θερμότερον δὲ τοῦ ἡλίου τὸ ὑποκείμενον θάλψαντος τῷ μὴ ὑποκεῖσθαι ταῖς ῥίζαις ἰκμάδα καταξηραίνεται
祂在論述中解釋各地的特性,論到石頭地的靈魂,說是這樣:所撒的種子沒有紮根於深處,反倒立刻藉著淺薄的萌芽應許結穗;但當太陽把底下的土地曬得太熱時,因根下沒有蓄存水分,那苗就枯乾了。
And, interpreting the peculiar properties of each in his discourse, He says this happens in the case of the stony soul: that what is sown is not rooted in depth, but at once, by a superficial sprouting, it promises the ear; yet when the sun has warmed the underlying ground too hotly, because no moisture is stored up for the roots, it is dried up.
1:249
πειρασμὸν δὲ διὰ τῆς ἑρμηνείας ὀνομάζει τὸν ἥλιον
祂在解釋中以「太陽」指稱試探。
And by 'sun,' in His interpretation, He names temptation.
1:250
οὐκοῦν τοῦτο παρὰ τῆς διδασκάλου τὸ δόγμα μανθάνομεν, ὅτι γέγονε μὲν ἀνθρωπίνη φύσις τοῦ ἀληθινοῦ φωτὸς ἀπεικόνισμα πόρρω τῶν σκοτεινῶν χαρακτή ρων τῇ τοῦ ἀρχετύπου κάλλους ὁμοιότητι στίλβουσα, δὲ πειρασμὸς τὸν φλογώδη καύσωνα δι' ἀπάτης ἐπιβαλὼν ἁπαλὴν ἔτι καὶ ἄρριζον τὴν πρώτην βλάστην κατέλαβε καί, πρὶν ἕξιν τινὰ τοῦ ἀγαθοῦ κτήσασθαι καὶ διὰ τῆς τῶν λογισμῶν γεωργίας δοῦναι ταῖς ῥίζαις τόπον ἐπὶ τὸ βάθος, εὐθὺς διὰ τῆς παρακοῆς ἀποξηράνας τὸ χλοερόν τε καὶ εὐθαλὲς εἶδος διὰ τῆς καύσεως μέλαν ἐποίησεν
所以我們從我們的教師學到這道理:人的本性受造時,原是那真光的仿像,遠離幽暗的特徵,閃耀著與原型之美相似的光輝;但試探藉著詭詐投下它火般的灼熱,趁那頭一次的萌芽尚且柔嫩無根時抓住了它,並在它還未能獲得任何善的定性、未能藉理性的耕耘讓根伸入深處之先,就立刻藉著悖逆,使那青翠茂盛的樣式枯乾,藉著焚燒使它變黑了。
Therefore we learn this doctrine from our teacher: that human nature came into being as an image of the true light, far from dark characters, gleaming with the likeness of the archetypal beauty; but temptation, casting through deceit its fiery scorching heat, seized the first sprout while it was still tender and rootless, and—before it could acquire any settled habit of the good and, through the husbandry of reasonings, give the roots room to reach into the depths—straightway, through disobedience, drying up the green and flourishing form, made it black by the burning.
1:251
εἰ δὲ ἥλιος ἀντικειμένη τοῦ πειρασμοῦ προσβολὴ ὀνομάζεται, μηδεὶς. ξενιζέσθω τῶν ἀκουόντων ἐν πολλοῖς τὸ τοιοῦτον παρὰ τῆς θεοπνεύστου γραφῆς διδασκόμενος
但倘若那試探的仇敵攻擊被稱為「太陽」,聽的人中不必有誰感到希奇,因為他在受神默示的聖經多處都受此教導。
But if the hostile assault of temptation is named 'sun,' let none of the hearers be astonished, being taught such a thing by the God-inspired Scripture in many places.
1:252
καὶ γὰρ ἐν δευτέρᾳ τῶν ἀναβαθμῶν ᾠδῇ ταύτην ποιεῖται τὴν εὐλογίαν τῷ τὴν βοήθειαν ἔχοντι παρὰ κυρίου, τοῦ ποιήσαντος τὸν οὐρανὸν καὶ τὴν γῆν, τὸ μὴ συγκαίεσθαι αὐτὸν ὑπὸ τοῦ ἡλίου διὰ τῆς ἡμέρας
因為在上行之詩的第二首中,祂向那從造天地的耶和華得幫助的人宣告這祝福:他白日必不被太陽灼傷。
For in the second song of the Steps He pronounces this blessing upon him who has his help from the Lord, who made heaven and earth: that he is not scorched by the sun through the day.
1:253
καὶ προφήτης Ἠσαΐας τὴν τῆς ἐκκλησίας κατάστα σιν προφητεύων ὥσπερ τινὰ πομπὴν ὑπογράφει τὴν πολιτείαν φαιδρύνων τὸν λόγον τῷ διηγήματι
先知以賽亞在預言教會的建立時,把它的治理描繪成一種列隊行進,用這敘述使他的話語生輝。
And the prophet Isaiah, prophesying the establishment of the Church, sketches its polity as a kind of procession, brightening his discourse with the narrative.
1:254
λέγει γὰρ θυγατέρας ἐπ' ὤμων αἰρομένας καὶ παῖδας ἐν λαμπήναις κομιζομένους καὶ σκιαδείοις τὸν φλογμὸν ἀποκρούοντας·
因為他說到女兒被扛在肩上,兒女被抬在轎子裡,並用遮陽篷擋開那炙熱。
For he speaks of daughters carried upon shoulders and children conveyed in litters and warding off the burning heat with sunshades.
1:255
δι' ὧν μανθάνομεν ὅτι χρὴ ἐπ' ὤμων αἴρεσθαι τὴν τῷ θεῷ νυμφοστολουμένην ψυχήν, οὐ πατουμένην ὑπὸ τῆς σαρκὸς ἀλλ' ἐπικαθημένην τῷ ὄγκῳ τοῦ σώματος
藉這些事我們學到:那被裝飾為神之新婦的靈魂,當被扛在肩上,不被肉體踐踏於腳下,反倒高坐於身體的重擔之上。
Through these things we learn that the soul being adorned as a bride for God ought to be carried upon shoulders, not trodden underfoot by the flesh, but seated above the mass of the body.
1:256
λαμπήνην δὲ ἀκούοντες τὴν ἐκλαμπτικὴν τοῦ φωτίσματος χάριν μανθάνομεν, δι' ἧς παῖδες γινόμεθα οὐκέτι. τῇ γῇ τὸ ἴχνος ἐρείδοντες, ἀλλ' ἀπ' ἐκείνης πρὸς τὴν οὐρανίαν ζωὴν κομιζόμενοι
我們聽見「轎子」時,便學到那照耀而出的光照之恩典,藉此我們成為兒女,不再把腳踏在地上,反倒從地被抬向那屬天的生命。
And hearing 'litter,' we learn the grace of illumination that shines forth, through which we become children no longer planting our footstep upon the earth, but conveyed from it toward the heavenly life.
1:257
σκιερὸς δὲ γίνεται ἡμῖν καὶ δροσώδης βίος διὰ τῶν τῆς ἀρετῆς σκιαδείων κατασβεννυμένου τοῦ καύσωνος
藉著德行的遮陽篷,那炙熱既被熄滅,我們的生活便成為陰涼而滋潤的。
And our life becomes shady and dewy for us through the sunshades of virtue, the scorching heat being quenched.
1:258
οὗτος οὖν ἐστιν παραβλάπτων ἥλιος, ὅταν μὴ διατειχίζηται παρ' αὐτοῦ φλογμὸς τῇ νεφέλῃ τοῦ πνεύματος, ἣν διεπέτασε τοῖς τοιούτοις κύριος εἰς σκέπην αὐτοῖς·
那麼,這就是那傷害人的太陽——每當那從它而來的炙熱沒有被聖靈的雲彩隔開時;那雲彩是主為這樣的人所張開,作他們遮蔽的。
This, then, is the sun that harms, whenever the scorching heat from it is not walled off by the cloud of the Spirit, which the Lord has spread out over such persons for a shelter to them.
1:259
οὗτος γάρ ἐστιν ἥλιος τὴν λαμπρὰν τοῦ σώματος ἐπιφάνειαν τῇ προσβολῇ τῶν πειρασμῶν ἐπικαίων καὶ μελαίνων ἐν δυσμορφίᾳ τὸ εἶδος
因為這就是那太陽,藉著試探的攻擊灼傷身體明亮的外表,並使那樣式變黑成為醜陋。
For this is the sun that scorches the bright appearance of the body by the assault of temptations and blackens the form into deformity.
1:260
Εἶτα διηγεῖται, ὅθεν τὴν ἀρχὴν ἔσχεν πρὸς τὸ μέλαν τῆς εὐχροίας ἡμῶν μεταποίησις
接著她敘述我們美好膚色轉為黑色,究竟是從何處起始的。
Then she relates from what source the changing of our fair complexion toward blackness took its beginning.
1:261
Υἱοὶ μητρός μου, φησίν, ἐμαχέσαντο ἐν ἐμοί, ἔθεντό με φυλάκισσαν ἐν ἀμπελῶσιν·
她說:「我母親的眾子向我爭鬧,他們使我看守葡萄園。」
'The sons of my mother,' she says, 'fought against me; they set me as a keeper in the vineyards.'
1:262
ἀμπελῶνα ἐμὸν οὐκ ἐφύλαξα
「我自己的葡萄園,我卻沒有看守。」
'My own vineyard I did not keep.'
1:263
καί μοι τοῦτο παρασχέσθω ἀκοή, μὴ λίαν ἀκριβολογεῖσθαι πρὸς τὴν τῆς λέξεως σύνταξιν ἀλλὰ πρὸς τὸν εἱρμὸν τοῦ νοήματος βλέπειν
願聽者容我這一點:不要對這措辭的句法過於斤斤計較,而要著眼於思想連貫的脈絡。
And let the hearing grant me this: not to be over-scrupulous concerning the construction of the phrasing, but to look to the connected sequence of the thought.
1:264
εἰ δέ τι μὴ ἀκριβῶς συνηρτημένον ἐστὶν ἐκ τῆς συμφράσεως, τῇ ἀσθενείᾳ λογισάσθω τῶν τὴν Ἑβραίων γλῶτταν μεταβαλόντων εἰς τὴν Ἑλλάδα φωνήν·
倘若在文句上有甚麼銜接得不夠精確,就當歸於那些把希伯來文轉譯成希臘話語者的軟弱。
And if anything is not precisely joined together in the phrasing, let it be reckoned to the weakness of those who translated the Hebrew tongue into the Greek speech.
1:265
οἷς γὰρ ἐν ἐπιμελείᾳ γέγονε παιδευθῆναι τὴν Ἑβραίων διάλεκτον, οὐδὲν εὑρίσκεται τοιοῦτον, οἷον δοκεῖν ἀσυναρτήτως ἔχειν
因為對那些用心受教於希伯來方言的人而言,找不到任何這類似乎不連貫之處。
For to those who have taken pains to be instructed in the Hebrew dialect, nothing of the sort is found that would seem to be disjointed.
1:266
δὲ σχηματισμὸς. τῆς ἡμετέρας γλώττης μὴ συμβαίνων τῷ σχήματι τῆς Ἑβραϊκῆς εὐγλωττίας σύγχυσίν τινα ποιεῖ τοῖς ἐπιπολαιότε ρον ἀκολουθοῦσι τῇ σημασίᾳ τῆς λέξεως
但我們語言的結構,因與希伯來雄辯的形式不相符,便給那些過於膚淺地追隨文句意義的人造成某種混亂。
But the configuration of our tongue, not agreeing with the shape of the Hebrew eloquence, produces a certain confusion for those who follow the meaning of the phrasing too superficially.
1:267
μὲν οὖν διάνοια τῶν προκειμένων ῥημάτων αὕτη ἐστίν, ὅσον ἡμεῖς κατειλήφα μεν, ὅτι·
如今這擺在我們面前之話語的意思,就我們所領會的,乃是這樣,就是說:
Now the sense of the words set before us is this, as far as we have grasped, namely that:
1:268
γέγονε τὸ κατ' ἀρχὰς ἄνθρωπος οὐδενὸς τῶν θείων ἀγαθῶν ἐνδεής, ἔργον ἦν φυλάξαι μόνον τὰ ἀγαθά, οὐχὶ κτήσασθαι
人起初受造時,並不缺少神的任何美善;他的職責只是看守那些美善,而非去獲取它們。
Man came into being at the first in need of none of the divine good things, whose task was only to guard the good things, not to acquire them.
1:269
δὲ τῶν ἐχθρῶν ἐπιβουλὴ γυμνὸν αὐτὸν τῶν προσόντων ἐποίησε μὴ φυλάξαντα τὴν δοθεῖσαν αὐτῷ φύσει παρὰ τῷ θεῷ εὐκληρίαν
但仇敵的陰謀剝奪了他所擁有的,因為他沒有看守神照著他本性所賜給他的福分。
But the plotting of the enemies stripped him of the things he possessed, since he did not guard the good fortune given him by God according to his nature.
1:270
αὕτη μὲν οὖν ἐστιν τῶν ῥημάτων διάνοια, δὲ διὰ τῶν αἰνιγματικῶν λόγων τοῦ νοήματος τούτου παράδοσις τοῦτον ἔχει τὸν τρόπον·
那麼,這就是這些話語的意思;然而藉著那些隱晦言語傳達這思想的方式,則是如此:
This, then, is the sense of the words; but the handing down of this thought through the enigmatic sayings has this manner:
1:271
Υἱοὶ μητρός μου, φησίν, ἐμαχέσαντο ἐν ἐμοί, ἔθεντό με φυλάκισσαν ἐν ἀμπελῶσιν·
她說:「我母親的眾子向我爭鬧,他們使我看守葡萄園。」
'The sons of my mother,' she says, 'fought against me; they set me as a keeper in the vineyards.'
1:272
ἀμπελῶνα ἐμὸν οὐκ ἐφύλαξα
「我自己的葡萄園,我卻沒有看守。」
'My own vineyard I did not keep.'
1:273
πολλὰ δι' ὀλίγων δογματικῶς ἡμᾶς ἐκπαιδεύει λόγος
這論述用寥寥數語,在許多道理上教導了我們。
In few words the discourse instructs us doctrinally in many things.
1:274
πρῶτον μὲν ὅπερ καὶ μέγας ἀποφαίνεται Παῦλος, ὅτι τὰ πάντα ἐκ τοῦ θεοῦ καὶ Εἷς θεὸς πατὴρ ἐξ οὗ τὰ πάντα, καὶ οὐδὲν τῶν ὄντων ἐστὶν μὴ δι' ἐκείνου τε καὶ ἐξ ἐκείνου τὸ εἶναι ἔχει. (Πάντα γάρ, φησί, δι' αὐτοῦ ἐγένετο καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδέν·
首先,就是那偉大的保羅所宣告的:萬有都是本於神,並「一位父神,萬有都本於祂」,而在存在之物中,沒有一樣不是藉著祂、也本於祂而有其存在的。(因為他說:「萬物是藉著祂造的;凡被造的,沒有一樣不是藉著祂造的。」)
First, that very thing which the great Paul also declares: that all things are from God, and 'One God the Father, from whom are all things,' and that there is nothing among existing things which does not have its being both through Him and from Him. ('For all things,' he says, 'came into being through Him, and without Him nothing came into being.')
1:275
ἀλλ' ἐπειδὴ πάντα ἐποίησεν θεός, καλὰ λίαν ἐστί
但既然神造了萬物,它們就都甚好。
But since God made all things, they are very good.
← 上一段下一段 →
1