📜 Verbum · 聖言
原文誦讀聖經與教父文獻
♥ 贊助

← 回書卷目次 · 希臘教父 › 雅歌講道

尼撒的貴格利

雅歌講道 第 1 章 第 9/20 段

希臘文原文.135 節.部分字詞可點開查義.本章太長已分段,此段為 1:1074–1:1208(全章共 2527 節)

← 上一段下一段 →
1:1074
δι' ὧν ἀγάπη αὐτοῦ ἐνεργὸς γίνεται οὐ πάντων χωρούντων τὴν τῆς ἀγάπης ἐνέργειαν, ἀλλ' εἴ τις θυγάτηρ τῆς ἄνω Ἰερουσαλὴμ τῆς ἐλευθέρας διὰ τοῦ βίου γνωρίζοιτο
藉著這些,祂的愛就得以運行——並非在眾人裏面愛的運行都能找到容身之處,唯有那藉自己生活被認出是屬乎上面自由之耶路撒冷之女子的,才是如此。
through which His love becomes active—not in all does the activity of love find room, but only if some daughter of the Jerusalem above, the free one, be recognized through her life.
1:1075
ὅτι μὲν οὖν τὸν θεὸν ἐν ἑαυτῷ φέρων φορεῖόν ἐστι τοῦ ἐν αὐτῷ καθιδρυμένου, δῆλον καὶ πρὸ τῶν ἡμετέρων λόγων ἂν εἴη·
如此,那在自己裏面承載神的人,乃是那安坐在他裏面者的轎子;這一點即或不用我們的話語,也是顯而易見的;
That, then, he who bears God within himself is a litter of Him who is enthroned within him, would be plain even before our words;
1:1076
γὰρ κατὰ τὸν ἅγιον Παῦλον μηκέτι αὐτὸς ζῶν ἀλλὰ ζῶντα ἔχων ἐν ἑαυτῷ τὸν Χριστὸν καὶ δοκιμὴν διδοὺς τοῦ ἐν αὐτῷ λαλοῦντος Χριστοῦ οὗτος κυρίως φορεῖον λέγεταί τε καὶ γίνεται τοῦ ἐν αὐτῷ φερομένου καὶ ὑπ' αὐτοῦ βασταζομένου
因為那照著聖保羅所說、不再是自己活著、乃是有基督活在他裏面、並顯出那在他裏面說話之基督的憑據的人——這人才真正被稱為、並成為那在他裏面被承載、被他所托住者的轎子。
for he who, according to holy Paul, no longer lives himself but has Christ living within him and gives proof of Christ speaking in him—this man is properly called, and becomes, a litter of Him who is borne within him and carried by him.
1:1077
Ἀλλ' οὐ τοῦτό ἐστι τὸ ζητούμενον
然而這並不是我們所要探究的事;
But this is not the thing sought after;
1:1078
ἐκεῖνο δὲ μᾶλλον προσήκει δι' ἐπιμελείας κατανοῆσαι, τί βούλεται τὸ τῆς ὕλης ποικίλον τε καὶ πολυειδὲς καὶ πῶς συμπαραλαμβάνεται χρυσῷ καὶ ἀργύρῳ καὶ πορφύρᾳ καὶ λίθοις καὶ τοῦ ξύλου φύσις εἰς τὴν κατασκευὴν τοῦ φορείου
反倒更當殷勤地細察那材料的繽紛與多樣意指甚麼,以及金、銀、紫色、寶石與木頭的性質,如何一同被納入這轎的構造之中。
rather it is more fitting to consider carefully what the variety and manifoldness of the material intends, and how gold and silver and purple and stones, and the nature of the wood, are taken together into the construction of the litter.
1:1079
καίτοι γε τὸ ξύλον. σοφὸς ἀρχιτέκτων Παῦλος μετὰ τοῦ χόρτου καὶ τῆς καλάμης εἰς τὴν οἰκοδομὴν τοῦ οἴκου κρίνει ἀπόβλητον ὡς τῇ ἀναλωτικῇ τοῦ πυρὸς δυνάμει τῇ δοκιμαζούσῃ τὸ ἔργον ἐνδαπανώμενον
然而那智慧的工頭保羅,卻判定木頭連同乾草、禾稭,是要從房屋的建造中被丟棄的,因為它必被那試驗工程之火的焚燒之力所吞滅;
And yet Paul, the wise master-builder, judges the wood, along with the hay and stubble, to be rejected for the building of the house, as being consumed by the destructive power of the fire that tests the work;
1:1080
διαμένουσαν ἐν ἐστιν ἀλλὰ πρὸς χρυσὸν ἄργυρον ἄλλο τι τῶν τιμίων ἑαυτὴν μεταβάλλουσαν·
它並不停留在原本的樣式,乃是將自己變為金、或銀、或別樣寶貴的東西;
not remaining in what it is, but changing itself into gold or silver or some other of the precious things;
1:1081
ἐν γὰρ τῇ μεγάλῃ τοῦ θεοῦ οἰκίᾳ φησὶν ἀπόστολος τὰ μὲν εἶναι σκεύη χρυσᾶ τῇ φύσει καὶ ἀργυρᾶ, τὴν ἀσώματον ὡς οἶμαι καὶ νοερὰν κτίσιν διὰ τούτων ὑπαινισσόμενος, τὰ δὲ ξύλινά τε καὶ ὀστράκινα, ἡμᾶς τάχα διὰ τούτων ἀποσημαίνων, οὓς ἀπεγέωσε μὲν παρακοὴ καὶ ὀστρακίνους ἐποίησεν, δὲ διὰ τοῦ ξύλου ἁμαρτία ξύλινα ἡμᾶς σκεύη ἀντὶ χρυσῶν ἀπειργάσατο
因為使徒說,在神的大宅裏,有本質是金的、是銀的器皿——我想這是藉著這些暗示那無形而屬靈的受造之物——也有木的、瓦的器皿,或許是藉這些指著我們自己,就是那因悖逆而被弄成屬土、變為瓦器的人;那藉著樹木而來的罪,將我們造成木器,而非金器。
for in the great house of God, says the Apostle, there are vessels by nature of gold and of silver—hinting, as I think, through these at the incorporeal and intelligent creation—and others of wood and of clay, perhaps signifying through these ourselves, whom disobedience made earthen and turned into clay, while the sin that came through the tree wrought us into vessels of wood instead of gold.
1:1082
μεμέρισται δὲ πρὸς τὴν ἀξίαν τῆς ὕλης καὶ τῶν σκευῶν χρῆσις·
器皿的用途,也是照著材料的貴重來分配的;
And the use of the vessels is also apportioned according to the worth of the material;
1:1083
τὰ μὲν γὰρ τῆς τιμιωτέρας ὕλης εἰς τιμὴν ἀποτέτακται, τὰ δὲ εἰς τὴν ἄτιμον ὑπηρεσίαν ἀπέρριπται
因為那用較貴重材料製成的,被分別出來作貴重之用,而別的則被丟棄,作卑賤的用途。
for those of the more precious material are set apart for honour, while others are cast aside for dishonourable service.
1:1084
ἀλλὰ τί φησι περὶ τῶν τοιούτων Παῦλος; ὅτι ἐξουσίαν ἔχει τὸ σκεῦος ἐκ τῆς ἰδίας προαιρέσεως χρύσεον ἀπὸ ξυλίνου ἀργύρεον ἐξ ὀστρακίνου γενέσθαι·
但保羅論到這樣的事說甚麼呢?他說器皿有權柄,出於自己的意願,從木的變為金的,或從瓦的變為銀的;
But what does Paul say concerning such things? That the vessel has authority, out of its own free choice, to become golden instead of wooden, or silver instead of earthen;
1:1085
Ἐὰν γάρ τις, φησίν, ἐκκαθάρῃ ἑαυτόν, ἔσται σκεῦος εἰς. τιμὴν τῷ δεσπότῃ πρὸς πᾶν ἔργον ἀγαθὸν ἡτοιμασμένον
他說:「人若自潔,脫離卑賤的事,就必作貴重的器皿,為主人所用,預備行各樣的善事。」
'For if a man,' he says, 'purge himself, he shall be a vessel unto honour, prepared for the Master unto every good work.'
1:1086
τάχα τοίνυν διὰ τῶν εἰρημένων προσαγόμεθά πως τῇ προκειμένῃ θεωρίᾳ τοῦ λόγου·
或許藉著所說的這些,我們就以某種方式被引向對擺在我們面前之話語的默想;
Perhaps, then, through what has been said we are somehow brought toward the contemplation of the word set before us;
1:1087
τὸ ὄρος Λίβανος ἐν πολλοῖς τῆς ἁγίας γραφῆς εἰς ἔνδειξιν τῆς ἀντικειμένης δυνάμεως μνημονεύεται, ὡς ὅταν λέγῃ διὰ τοῦ προφήτου ὅτι Συντρίψει κύριος τὰς κέδρους τοῦ Λιβάνου καὶ λεπτυνεῖ αὐτάς τε καὶ τὸν Λίβανον ὡς τὸν μόσχον, ἐκεῖνον δηλαδὴ τὸν ἐν τῇ ἐρήμῳ καταλεανθέντα ὑπὸ τοῦ Μωϋσέως καὶ πότιμον διὰ λεπτότητα τοῖς Ἰσραηλίταις γενόμενον
黎巴嫩這山,在聖經許多處被提及,作為那敵對權勢的表徵,正如它藉先知所說:「耶和華必折斷黎巴嫩的香柏樹,將它們並黎巴嫩本身壓碎如牛犢」——顯然就是那在曠野被摩西碾碎、因磨得極細而成為可供以色列人飲用的牛犢。
the mountain Lebanon is mentioned in many places of Holy Scripture as an indication of the adverse power, as when it says through the prophet that 'The Lord shall break the cedars of Lebanon, and shall crush them and Lebanon itself as the calf'—clearly that calf which was ground down in the wilderness by Moses and became drinkable to the Israelites by reason of its fineness.
1:1088
δηλοῦται γὰρ ὧδε διὰ τῆς προφητείας ὅτι οὐ μόνον τὰ ἐκφυέντα παρὰ τῆς ἀντικειμένης δυνάμεως κακὰ ἀλλὰ καὶ αὐτὸ τὸ ὄρος, πρώτη τοῦ κακοῦ ῥίζα, Λίβανος ὑποτρέφων τῶν τοιούτων κέδρων τὴν ὕλην εἰς τὸ μὴ ὂν περιστήσεται
因為藉此預言顯明:不僅那從敵對權勢所生出的諸惡,就連那山本身——即罪惡的頭一個根源,就是滋養這等香柏樹之材料的黎巴嫩——也要歸於烏有。
For it is thereby shown through the prophecy that not only the evils that spring from the adverse power, but also the mountain itself—the first root of evil, Lebanon, which nourishes the material of such cedars—shall be brought to non-existence.
1:1089
οὐκοῦν ἡμεῖς ἦμέν ποτε τοῦ Λιβάνου τὰ ξύλα, ἕως ἐν ἐκείνῳ ἦμεν ἐρριζω μένοι διά τε τοῦ πονηροῦ βίου καὶ τῆς τῶν εἰδώλων ἀπάτης
如此,只要我們藉著邪惡的生活和偶像的欺騙紮根於黎巴嫩,我們便曾是黎巴嫩的樹木;
We, then, were once the trees of Lebanon, so long as we were rooted in it through the wicked life and the deceit of idols;
1:1090
ἀλλ' ἐπειδὴ ἐκεῖθεν ὑπὸ τῆς λογικῆς ἀξίνης ἐτμήθημεν καὶ ἐν ταῖς τοῦ τεχνίτου χερσὶν ἐγενόμεθα, φορεῖον ἑαυτοῦ ἡμᾶς ἐποίησε μεταστοιχειώσας τοῦ ξύλου τὴν φύσιν διὰ τῆς παλιγγενεσίας εἰς ἀργύριόν τε καὶ χρυσίον καὶ εἰς εὐανθῆ πορφύραν καὶ εἰς τὰς τῶν λίθων αὐγάς
但既然我們藉著理性的斧子從那裏被砍下,落入那匠人的手中,祂就使我們成為祂自己的轎,藉著重生將木頭的性質變化為銀和金,變為茂盛的紫色,並變為寶石的光輝。
but since we were cut from there by the rational axe and came into the hands of the Craftsman, He made us His own litter, transmuting the nature of the wood through regeneration into silver and gold and into flourishing purple and into the radiance of the stones.
1:1091
καὶ ὥσπερ φησὶν ἀπόστολος ὅτι καταλλήλως ἐμέρισεν θεὸς ἑκάστῳ. τὰς τοῦ ἁγίου πνεύματος δωρεὰς καὶ μὲν δίδωσι προφητείαν. κατὰ τὴν ἀναλογίαν τῆς πίστεως, ἄλλῳ δὲ ἄλλο τι τῶν ἐνεργημάτων, πρὸς πέφυκέ τε καὶ δύναται ἕκαστος τὴν χάριν δέξασθαι ὀφθαλμὸς τοῦ σώματος τῆς ἐκκλησίας γινόμενος εἰς χεῖρα τασσόμενος ἀντὶ ποδὸς ὑποστηρίζων, οὕτω καὶ ἐν τῇ τοῦ φορείου κατασκευῇ μέν τις στῦλος, δὲ ἐπίβασις γίνεται, ἕτερος δὲ τὸ πρὸς τῇ κεφαλῇ μέρος, ἀνάκλιτον προσηγόρευσεν, εἰσὶ δέ τινες οἱ εἰς τὸ ἐντὸς τεταγμένοι
正如使徒所說,神相稱地將聖靈的恩賜分給各人,賜給這人先知講道之能,是照著信心的程度;賜給那人別樣的功用,是照著各人本性所配、所能領受恩典的度量——有的成為教會身體的眼睛,有的被安置作手,有的作腳來支撐——照樣,在這轎的構造中,有的成為柱子,有的成為踏板,還有的成為靠近頭部的部分,就是他所稱的「靠背」;也有些人被派定在轎的內部。
And just as the Apostle says that God apportioned to each fittingly the gifts of the Holy Spirit, and to one He gives prophecy according to the proportion of faith, and to another some other of the operations, according to that for which each is fitted and able to receive the grace—becoming either an eye of the body of the Church, or set as a hand, or supporting in the place of a foot—so also in the construction of the litter one becomes a pillar, another a step, and another the part at the head, which he called the 'back' (or headrest); and there are some who are appointed to the interior.
1:1092
ὧν ἁπάντων κατά τινα λόγον τεχνίτης οὐ μονοειδῆ πρὸς τὸν καλλωπισμὸν ἐπινοεῖ τὴν ὕλην, ἀλλὰ πάντα μὲν κατακοσμεῖταί τῳ κάλλει, διάφορος δὲ καὶ κατάλληλος ἑκάστῳ τούτων ἐπινοεῖται ὥρα
為著這一切,那匠人按著某種道理,為裝飾所設計的材料並非單一的一種,而是使一切都以美加以裝飾,卻為其中每一項設計出各異而相稱的華美。
For all of these, according to a certain reason, the Craftsman devises the material not of one single kind for the adornment, but all are indeed adorned with beauty, while for each of these a different and suitable comeliness is devised.
1:1093
εἰσὶ τοίνυν ἀργύριον μὲν οἱ στῦλοι τοῦ φορείου, αἱ δὲ τούτων ἐπιβάσεις πορφύρα, ἐκ χρυσίου δὲ τὸ ἀνάκλιτον τὸ τὴν κεφαλὴν ὑποβαῖνον, ἐν κλίνει τὴν ἑαυτοῦ κεφαλὴν νυμφίος, τοῖς δὲ τιμίοις λίθοις τὸ ἔνδον ἅπαν καταποικίλλεται
如此,這轎的柱子是銀的;它們的踏板是紫色的;那托在頭下、新郎斜倚自己頭之處的靠背是金的;而整個內部都以寶石裝飾。
The pillars of the litter, then, are silver; their steps, purple; the headrest that goes beneath the head, on which the Bridegroom reclines His own head, is of gold; and all the interior is adorned with the precious stones.
1:1094
οὐκοῦν στύλους μὲν νοητέον τοὺς στύλους τῆς ἐκκλησίας, οἷς ἀκριβῶς ἀργύριον καθαρόν τε καὶ πεπυρωμένον λόγος ἐστίν, οἳ τῆς βασιλείας ἐν τῷ ὑψηλῷ τῆς πολιτείας ἐπιβεβή κασιν (ἐξαίρετον γὰρ γνώρισμα τῆς βασιλείας πορφύρα. νομίζεται), τὸ δὲ ἡγεμονικὸν αὐτῶν, ἐν τὴν κεφαλὴν ἑαυτοῦ κλίνει τὸ φορεῖον κατασκευάσας, τὸ τῶν καθαρῶν δογμάτων χρυσίον ἐστίν, ὅσα δὲ ἀφανῆ τε καὶ κρύφια, τῇ καθαρᾷ συνειδήσει τῶν τιμίων λίθων ἐνωραΐζεται, δι' ὧν ἁπάντων ἀπὸ τῶν θυγατέρων Ἰερουσαλὴμ ἀγάπη συνίστα
因此,當把柱子理解為教會的柱石,對他們而言,話語乃是精純、被火煉淨的銀子,他們藉著生活的崇高而登上了國度(因為紫色被視為王權的特殊記號);而他們的居首部分,就是那造轎者斜倚其頭之處,乃是純正教義的金子;至於一切隱藏、隱密之事,則以寶石那潔淨的良心得著裝飾;藉著這一切,愛便由耶路撒冷的眾女子鋪成。
One must therefore understand as pillars the pillars of the Church, for whom the word is silver, precisely pure and refined by fire, who have ascended to the kingdom in the loftiness of their conduct (for purple is reckoned a special mark of kingship); and their governing part, on which He who fashioned the litter reclines His head, is the gold of the pure doctrines; while whatever things are hidden and secret are beautified by the pure conscience of the precious stones, through all of which love was composed from the daughters of Jerusalem.
1:1095
καθ' ἕκαστον πάντα πρὸς τὸν καταρτισμὸν τῶν ἁγίων), ὡς διὰ τῶν ὀνομάτων τούτων τῶν πρὸς τὴν τοῦ φορείου κατασκευὴν συντελούντων ἱερέας νοεῖσθαι καὶ διδασκάλους καὶ τὴν σεμνὴν παρθενίαν τὴν ἐντὸς τοῦ φορείου τῇ καθαρότητι τῶν ἀρετῶν οἷόν τισι λίθων αὐγαῖς ἐναστράπτουσαν
(每一樣都全然指向聖徒的成全),以致藉著這些有助於轎之構造的名稱,人可以理解為祭司和教師,以及那在轎內、憑著美德的潔淨如同寶石的光輝般閃耀的、可敬的貞潔。
(each thing wholly directed toward the perfecting of the saints), so that through these names of the things that contribute to the construction of the litter one may understand priests and teachers, and the venerable virginity within the litter, flashing forth by the purity of the virtues as by certain radiances of stones.
1:1096
Ἀλλὰ περὶ μὲν τούτων τοσαῦτα
關於這些事,就說到這裏。
But concerning these things, so much.
1:1097
δὲ ἐφεξῆς λόγος προτροπὴν περιέχει πρὸς τὰς θυγατέρας Ἰερουσαλὴμ παρὰ τῆς νύμφης γινόμενος
接下來的話語,包含著由新婦向耶路撒冷眾女子所發出的勸勉。
The word that follows contains an exhortation addressed to the daughters of Jerusalem, made by the bride.
1:1098
ὡς γὰρ μέγας Παῦλος ζημίαν. ἡγεῖτο, εἰ μὴ πᾶσι τῶν ἰδίων ἀγαθῶν ἐκοινώνησεν ( διὸ τὰ τοιαῦτα πρὸς τοὺς ἀκούοντας ἔλεγεν ὅτι Γίνεσθε ὡς ἐγώ, καὶ γὰρ αὐτὸς ἤμην ποτὲ καθ' ὑμᾶς·
因為正如那偉大的保羅,若不與眾人分享自己所擁有的美善,便視之為損失(故此他對聽見的人說這樣的話:「你們要像我一樣,因為我也曾像你們一樣」;
For just as the great Paul counted it a loss if he did not share his own good things with all (wherefore he said such things to those who heard: 'Be as I am, for I also was once as you are;'
1:1099
καὶ ὅτι Μιμηταί μου γίνεσθε καθὼς κἀγὼ Χριστοῦ), οὕτω καὶ φιλάνθρωπος αὕτη νύμφη τῶν θείων τοῦ νυμφίου μυστηρίων ἀξιωθεῖσα, ὅτε τὴν κλίνην εἶδε καὶ φορεῖον τοῦ βασιλέως ἐγένετο, βοᾷ πρὸς τὰς νεάνιδας (αὗται δ' ἂν εἶεν αἱ τῶν σῳζομένων ψυχαί) ἕως πότε λέγουσα τῷ σπηλαίῳ τοῦ βίου ἐναποκλείεσθε; ἐξέλθετε τῶν προκαλυμμάτων τῆς φύσεως καὶ ἴδετε τὸ θαυμαστὸν θέαμα Σιὼν θυγατέρες γενόμεναι, θεάσασθε περιπρέποντα τῇ κεφαλῇ τοῦ βασιλέως τὸν στέφανον, ὃν μήτηρ αὐτῷ περιέθηκε κατὰ τὴν τοῦ προφήτου φωνήν, ὅς φησιν Ἔθηκας ἐπὶ τὴν κεφαλὴν αὐτοῦ στέφανον ἐκ λίθου τιμίου
又說:「你們該效法我,像我效法基督一樣」),照樣,這愛人的新婦,既被算為配得新郎屬神的奧祕,當她看見那榻、並成了王的轎時,就向那些少女(這些便是得救之人的靈魂)呼喊說:你們要把自己關在這今生的洞穴裏到幾時呢?從自然的遮蔽中出來,觀看那奇妙的景象,作錫安的女子吧;你們要瞻仰那相稱地戴在王頭上的冠冕,就是照著先知的話,祂母親為祂所戴上的,先知說:「你把精金的冠冕戴在祂頭上。」
and that 'Be imitators of me, even as I also am of Christ'), so also this bride, who loves mankind, having been counted worthy of the divine mysteries of the Bridegroom, when she saw the couch and became the litter of the King, cries out to the young maidens (and these would be the souls of those being saved), saying: How long will you shut yourselves within the cave of this life? Come forth from the veils of nature and behold the wondrous sight, becoming daughters of Zion; gaze upon the crown fittingly resting upon the head of the King, which His mother placed upon Him according to the voice of the prophet, who says, 'Thou hast set upon His head a crown of precious stone.'
1:1100
πάντως δὲ οὐδεὶς τῶν κρίνειν τοὺς περὶ θεοῦ λόγους ἐπεσκεμμένων ἀκριβολογεῖται περὶ τὴν τοῦ ὀνόματος ἔμφασιν, ὅτι μήτηρ ἀντὶ τοῦ πατρὸς μνημονεύεται, μίαν. ἀφ' ἑκατέρας φωνῆς ἀναλαμβάνων διάνοιαν
凡曾留心判斷關於神之言論的人,斷不會在這名稱的含義上吹毛求疵,說此處提及母親而非父親;他們乃是從這兩個字中領取同一個意思。
By all means, none of those who have given thought to judging discourses concerning God will quibble over the sense of the name—that a mother is mentioned instead of a father—taking one and the same meaning from either word.
1:1101
ἐπειδὴ γὰρ οὔτε ἄρρεν οὔτε θῆλυ τὸ θεῖόν ἐστιν ( πῶς γὰρ ἂν ἐπὶ τῆς θεότητός τι νοηθείη τοιοῦτον, ὁπότε οὐδὲ ἡμῖν τοῖς ἀνθρώποις τοῦτο εἰς τὸ διηνεκὲς παραμένει, ἀλλ' ὅταν ἐν Χριστῷ πάντες εἷς γενώμεθα, τὰ σημεῖα τῆς διαφορᾶς ταύτης μετὰ ὅλου τοῦ παλαιοῦ ἀνθρώπου συνεκδυόμεθα;), τούτου χάριν ἰσοδυναμεῖ πρὸς τὴν ἔνδειξιν τῆς ἀφράστου φύσεως πᾶν τὸ εὑρισκόμενον ὄνομα οὔτε θήλεος οὔτε ἄρρενος τὴν σημασίαν τῆς ἀκηράτου καταμολύνοντος φύσεως
因為那神性既非男、亦非女(既然這樣的分別連在我們人類中間也不能永久存留,反倒當我們眾人在基督裏合而為一時,便連同整個舊人一同脫去了這差異的標記,那麼關於神性又怎能想像有這樣的事呢?),為此緣故,凡所找到的名稱,就其對那不可言喻之本性的表達而言,都有同等的效力,因為無論陰性抑或陽性的含義,都不能玷污那純淨無瑕的本性。
For since the Divine is neither male nor female (for how could anything of this sort be conceived concerning the Godhead, when this does not even remain permanently among us human beings, but when we all become one in Christ we put off the marks of this difference together with the whole old man?), for this reason, for the indication of the ineffable nature, every name that is found is of equal force, since neither the meaning of the feminine nor that of the masculine defiles the undefiled nature.
1:1102
διὰ τοῦτο ἐν μὲν τῷ εὐαγγελίῳ πατὴρ λέγεται ποιεῖν τῷ υἱῷ τοὺς γάμους, δὲ προφήτης πρὸς τὸν θεὸν λέγει ὅτι Ἔθηκας ἐπὶ τὴν κεφαλὴν αὐτοῦ στέφανον ἐκ λίθου τιμίου, ἐνταῦθα δὲ παρὰ τῆς μητρός φησιν ἐπιτεθεῖσθαι τῷ νυμφίῳ τὸν στέφανον
為此緣故,在福音書中,是說父為子擺設婚筵;先知對神說:「你把精金的冠冕戴在祂頭上」;而此處卻說那冠冕是母親為新郎戴上的。
For this reason, in the Gospel the Father is said to make the marriage for the Son, and the prophet says to God that 'Thou hast set upon His head a crown of precious stone,' while here it is said that the crown was placed upon the Bridegroom by the mother.
1:1103
ἐπεὶ οὖν εἶς ἐστιν γάμος καὶ μία νύμφη καὶ παρὰ ἑνὸς ἐπιβάλλεται τῷ νυμφίῳ στέφανος, διαφέρει πάντως οὐδὲν υἱὸν τοῦ θεοῦ τὸν μονογενῆ λέγειν θεὸν υἱὸν τῆς ἀγάπης αὐτοῦ κατὰ τὴν Παύλου φωνὴν μιᾶς οὔσης καθ'. ἑκάτερον ὄνομα τῆς νυμφοστολούσης αὐτὸν ἐπὶ τῇ ἡμετέρᾳ συνοικήσει δυνάμεως
既然這婚姻是同一個,新婦是同一位,冠冕也是由同一位加在新郎頭上,那麼無論人稱那獨生神為神的兒子,或照保羅的說法稱之為祂所愛者的兒子,都毫無分別——因為那為我們的同居而將祂裝飾為新郎的能力,在這兩個名稱之下乃是同一位。
Since, then, the marriage is one, and the bride is one, and the crown is set upon the Bridegroom by one, it makes no difference at all whether one calls the Only-begotten God the Son of God or the Son of His love, according to Paul's expression—the power that arrays Him as bridegroom for our cohabitation being one under either name.
1:1104
ἐξέλθετε οὖν φησὶν νύμφη πρὸς τὰς νεάνιδας, καὶ θυγατέρες Σιὼν γένεσθε, ὥστε ἀπὸ σκοπιᾶς ὑψηλῆς ( οὕτω γὰρ Σιὼν ἑρμηνεύεται) δυνηθῆναι τὸ θαυμαστὸν ἰδεῖν θέαμα στεφανηφοροῦντα τὸν νυμφίον
新婦於是對那些少女說:「你們出來,作錫安的女子吧」,好叫你們從高聳的守望台上(因為錫安是這樣解釋的),能夠觀看那奇妙的景象——就是那戴著冠冕的新郎。
'Come forth, then,' says the bride to the young maidens, 'and become daughters of Zion,' so that from a lofty watchtower (for so is Zion interpreted) you may be able to behold the wondrous sight—the Bridegroom bearing the crown.
1:1105
στέφανος δὲ αὐτῷ ἐκκλησία γίνεται διὰ τῶν ἐμψύχων λίθων τὴν κεφαλὴν ἐν κύκλῳ διαλαμβάνουσα, στεφανηπλόκος δὲ τοῦ τοιούτου στεφάνου ἀγάπη ἐστίν, ἣν εἴτε μητέρα εἴτε ἀγάπην τις λέγοι, οὐχ ἁμαρτήσεται·
教會便成了祂的冠冕,藉著那些有生命的石頭在四圍環繞祂的頭;而編織這樣冠冕的,乃是愛;人無論稱它為「母親」或「愛」,都不算錯;
And the Church becomes His crown, encircling His head all around through the ensouled stones; and the weaver of such a crown is love, which, whether one calls it 'mother' or 'love,' he will not err;
1:1106
θεὸς γάρ ἐστιν ἀγάπη κατὰ τὴν Ἰωάννου φωνήν
因為照約翰的話,「神就是愛」。
for 'God is love,' according to the voice of John.
1:1107
τούτῳ δὲ τῷ στεφάνῳ ἐνευφραίνεσθαι λέγει αὐτὸν νύμφη τῷ νυμφικῷ κόσμῳ ἐναγαλλόμενον·
新婦又說,祂因這冠冕而喜樂,以那婚娶的裝飾為樂;
And the bride says that He rejoices in this crown, exulting in the bridal adornment;
1:1108
χαίρει γὰρ ὡς ἀληθῶς σύνοικον τὴν ἐκκλησίαν ἑαυτῷ ποιησάμενος ταῖς ἀρεταῖς τῶν διαπρεπόντων ἐν αὐτῇ στεφανούμενος
因為那使教會作自己配偶的,實在歡喜,因祂以教會中那些卓越之人的美德為冠冕。
for He who has made the Church His consort truly rejoices, being crowned with the virtues of those who are eminent in her.
1:1109
κρεῖττον δ' ἂν εἴη αὐτὰς παραθέσθαι τὰς θείας φωνὰς ἐπὶ λέξεως ἐχούσας οὕτως·
然而更好的是把那神聖的話語本身逐字陳明,其文如下:
But it would be better to set forth the divine words themselves, verbatim, which run thus:
1:1110
Ἐξέλθετε καὶ ἴδετε, θυγατέρες Σιών, ἐν τῷ βασιλεῖ Σαλωμὼν ἐν τῷ στεφάνῳ, ἐστεφάνωσεν αὐτὸν μήτηρ αὐτοῦ ἐν ἡμέρᾳ νυμφεύσεως αὐτοῦ καὶ ἐν ἡμέρᾳ εὐφροσύνης καρδίας αὐτοῦ
「錫安的女子啊,你們出去觀看所羅門王,頭戴他母親在他婚娶的日子、心中喜樂的日子為他所戴的冠冕。」
'Go forth and behold, O daughters of Zion, King Solomon in the crown wherewith his mother crowned him in the day of his espousals, and in the day of the gladness of his heart.'
1:1111
Τὴν οὖν τοιαύτην φιλανθρωπίαν τῆς νύμφης λόγος ἀποδεξάμενος, ὅτι κατὰ μίμησιν τοῦ δεσπότου καὶ. αὐτὴ Πάντας θέλει σωθῆναι καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν, σεμνοτέραν αὐτὴν ἀπεργάζεται κῆρυξ τοῦ κάλλους αὐτῆς καὶ ζωγράφος γινόμενος·
如此,那話語既欣然接納新婦這樣愛人的心——因為她效法主,也願意「萬人得救,明白真理」——就使她更顯尊貴,作了她美貌的傳令官與描繪者;
The word, then, having welcomed such love for mankind on the part of the bride—since in imitation of the Master she too wills that 'all be saved and come to the knowledge of the truth'—renders her more venerable, becoming a herald of her beauty and a painter of it;
1:1112
οὐ γὰρ ἁπλῶς τῆς ὥρας ἔπαινος γίνεται καθολικήν τινα τὴν εὐφημίαν περιέχων τοῦ κάλλους, ἀλλ' ἐμφιλοχωρεῖ τῷ λόγῳ τοῖς καθ' ἕκαστον μέλεσιν ἴδιον ἑκάστῳ μέλει διὰ συγκρίσεώς τε καὶ ὁμοιώσεως χαριζόμενος τὸ ἐγκώμιον
因為那對她華美的稱讚,並非僅僅泛泛地包含對她美貌的一般讚許,而是那話語滿懷愛意地細述她的每一個肢體,藉著比較與比擬,將專屬的頌讚賜給每一個肢體。
for not simply is the praise of her comeliness given, containing some general commendation of her beauty, but the word dwells lovingly upon each of her members, bestowing upon each member its own encomium through comparison and likeness.
1:1113
Ἰδοὺ εἶ καλή, πλησίον μου, ἰδοὺ εἶ καλή·
「看哪,我的鄰舍,你是美麗的;看哪,你是美麗的;」
'Behold, thou art fair, my neighbour; behold, thou art fair;'
1:1114
μιμησαμένη τοῦ δεσπότου τὸ φιλάνθρωπον βούλημα καὶ ἐξελθεῖν ἐγκελευσαμένη καθ' ὁμοιότητα τοῦ Ἀβραὰμ τὰς νεάνιδας, ἑκάστην ἀπὸ τῆς γῆς ἑαυτῆς καὶ ἀπὸ τῆς περὶ τὰ αἰσθητήρια συγγενείας αὐτῆς, ὥστε ἰδεῖν τὸν καθαρὸν νυμφίον στεφανηφοροῦντα τὴν ἐκκλησίαν, ἀληθῶς πλησίον γίνεται τῆς δεσποτικῆς ἀγαθότητος διὰ τῆς πρὸς τὸν πλησίον ἀγάπης τῷ θεῷ προσεγγίσασα
她既效法了主愛人的心,又仿效亞伯拉罕吩咐那些少女出來——各人離開自己的本地,離開那與感官相關的親屬——好叫她們得見那潔淨的新郎為教會加冕,她便真正成為那主宰之良善的鄰舍,藉著對鄰舍的愛而親近了神。
having imitated the Master's love for mankind and, in likeness to Abraham, bidden the young maidens to go forth—each from her own land and from the kinship pertaining to the senses—so that they might see the pure Bridegroom crowning the Church, she truly becomes a neighbour to the lordly goodness, having drawn near to God through love toward her neighbour.
1:1115
καλὴ οὖν εἶ, φησὶ πρὸς αὐτὴν λόγος, τῇ ἀγαθῇ προαιρέσει τῷ καλῷ πλησιάσασα
那話語於是對她說:「你是美麗的,因你以良善的意願親近了那良善者。」
'Thou art fair, then,' says the word to her, 'having drawn near to the good by thy good purpose.'
1:1116
δὲ ἐπανάληψις τοῦ ἐπαίνου τὸ ἄψευστον τῆς μαρτυρίας ἐνδείκνυται·
而那稱讚的重複,顯明了這見證的真實無偽;
And the repetition of the praise shows the truthfulness of the testimony;
1:1117
ἐν γὰρ τῇ διπλῇ μαρτυρίᾳ βεβαιοῦσθαι τὴν ἀλήθειαν θεῖος ἀποφαίνεται. νόμος
因為那神聖的律法宣告,真理是憑兩個見證得以確立的。
for the divine law declares that the truth is confirmed by double testimony.
1:1118
διὰ τοῦτό φησιν Ἰδοὺ εἶ καλή, πλησίον μου, ἰδοὺ εἶ καλή
為此緣故它說:「看哪,我的鄰舍,你是美麗的;看哪,你是美麗的。」
For this reason it says, 'Behold, thou art fair, my neighbour; behold, thou art fair.'
1:1119
Ἀλλ' ἐπειδὴ ἓν σῶμα τοῦ Χριστοῦ ἐκκλησία πᾶσα, ἐν δὲ τῷ ἑνὶ σώματι, καθώς φησιν ἀπόστολος, μέλη ἐστὶ πολλά, πάντα δὲ τὰ μέλη οὐ τὴν αὐτὴν ἔχει πρᾶξιν, ἀλλὰ τὸν μὲν ὀφθαλμὸν ἔπλασεν θεὸς ἐν τῷ σώματι, ἕτερος δέ τις οὖς ἐφυτεύθη, εἰσὶ δέ τινες διὰ τῆς ἐνεργείας τῶν δυνάμεων χεῖρες γινόμενοι καὶ πόδες λέγονταί τινες οἱ τὰ βάρη βαστά ζοντες, εἴη δ' ἄν τι καὶ γεύσεως ἔργον καὶ ὀσφρήσεως καὶ τὰ καθ' ἕκαστον πάντα, δι' ὧν τὸ ἀνθρώπινον σύγκειται σῶμα, δυνατόν ἐστιν εὑρεῖν ἐν τῷ κοινῷ σώματι τῆς ἐκκλησίας χείλη τε καὶ ὀδόντας καὶ γλῶσσαν, μαζούς τε καὶ κοιλίαν καὶ τράχηλον, ὡς δὲ Παῦλός φησι καὶ αὐτὰ τὰ δοκοῦντα ἀσχήμονα εἶναι τοῦ σώματος
然而,既然全教會是基督的一個身體,而照使徒所說,在這一個身體裏有許多肢體,且眾肢體並不都有同樣的功用,乃是神在身體上安置了眼,又栽植了別的作耳,還有些藉著各樣能力的運行成為手,另有些被稱為腳、擔負重擔,也當有味覺與嗅覺的功用,以及構成人體的一切各樣部分——照樣,在教會這共同的身體裏,也可以找到嘴唇、牙齒、舌頭、乳房、腹部與頸項,並如保羅所說,甚至那些看為不俊美的肢體。
But since the whole Church is one body of Christ, and in the one body, as the Apostle says, there are many members, and all the members do not have the same function, but God formed the eye in the body, and another member was planted as an ear, and there are some who through the operation of the powers become hands, and some are called feet who bear the burdens, and there would be also some work of taste and of smell, and all the several parts of which the human body is composed—it is possible to find in the common body of the Church lips and teeth and tongue, breasts and belly and neck, and, as Paul says, even those very parts of the body that seem to be unseemly.
1:1120
τούτου χάριν ἀκριβὴς τοῦ κάλλους δοκιμαστὴς τῶν ἀρεσάντων αὐτῷ μελῶν ἐξ ὅλου τοῦ σώματος ἴδιόν τε καὶ πρόσφορον ἑκάστῳ ποιεῖται τὸν ἔπαινον
為此緣故,那位對美精確的鑒賞者,從整個身體中,就那些使祂喜悅的肢體發出稱讚,並使這稱讚對每一個肢體都是專屬而相稱的。
For this reason the exact appraiser of beauty makes his praise of those members that please him, out of the whole body, proper and suitable to each.
1:1121
ἄρχεται δὲ τῶν ἐγκωμίων ἀπὸ τῶν κυριωτέρων μελῶν
祂從最重要的肢體開始祂的稱讚。
He begins his praises from the most important of the members.
1:1122
τί γὰρ ὀφθαλμῶν ἐν τοῖς μέλεσιν ἡμῶν ἐστι τιμιώτε ρον, δι' ὧν τοῦ φωτὸς ἀντίληψις γίνεται, παρ' ὧν ἐστιν τῶν φιλίων τε καὶ πολεμίων ἐπίγνωσις, οἷς τὸ ἴδιόν τε καὶ τὸ. ἀλλότριον διακρίνομεν, οἳ πάσης ἐργασίας ὑφηγηταὶ καὶ διδάσκαλοι γίνονται καὶ τῆς ἀπλανοῦς ὁδοιπορίας ὁδηγοὶ συμφυεῖς καὶ ἀχώριστοι, ὧν θέσις τῶν ἄλλων αἰσθητηρίων ὑπερκειμένη τὸ προτιμότερον τῆς ἀπ' αὐτῶν γινομένης ἡμῖν πρὸς τὸν βίον ὠφελείας ἐνδείκνυται
在我們的肢體之中,還有什麼比眼睛更為寶貴呢?藉著眼睛,我們得以領受光明;藉著眼睛,我們認出朋友與仇敵;藉著眼睛,我們分辨何為自己的、何為別人的。眼睛成了一切工作的引導者與教師,是那不迷路旅程中同生共存、不可分離的嚮導。眼睛在其餘感官之上的位置,正顯明它們為我們生活所帶來的益處是何等尊貴。
For what among our members is more precious than the eyes, through which the perception of light comes to be, from which arises the recognition of both friends and foes, by which we distinguish what is our own from what is another's, which become the guides and teachers of every work, and the connatural, inseparable escorts of an unerring journey? Their placement, set above the other organs of sense, demonstrates the superior worth of the benefit that comes to us from them for the conduct of life.
1:1123
πάντως δὲ πρόδηλόν ἐστι τοῖς ἀκούουσιν εἰς ποῖα μέλη τῆς ἐκκλησίας τῶν ὀφθαλμῶν ἔπαινος βλέπει·
對聽者而言,這對眼睛的稱讚所指的是教會中的哪些肢體,乃是十分明顯的。
It is altogether plain to the hearers to what members of the Church the praise of the eyes refers.
1:1124
ὀφθαλμὸς ἦν Σαμουὴλ βλέπων (οὕτω γὰρ ὠνομάζετο), ὀφθαλμὸς Ἰεζεκιὴλ σκοπεῖν ὑπὸ τοῦ θεοῦ τεταγμένος ἐπὶ τῇ τῶν φυλασσομένων παρ' αὐτοῦ σωτηρίᾳ, ὀφθαλμὸς Μιχαίας ὁρῶν καὶ Μωϋσῆς θεώμενος διὰ τοῦτο καὶ θεὸς ὠνομασμένος, ὀφθαλμοὶ πάντες ἐκεῖνοι οἱ εἰς ὁδηγίαν τοῦ λαοῦ τεταγμένοι
先見撒母耳是眼睛(他正是這樣被稱呼的);以西結是眼睛,是神所派定的守望者,為要看顧那些交託在他手下之人的救恩;先見彌迦是眼睛,那觀看的摩西也是眼睛——他正因此還被稱為神——凡那些被派來引導百姓的,都是眼睛。
Samuel the seer was an eye (for so he was called); Ezekiel was an eye, appointed by God to watch over the salvation of those kept in his charge; Micah the seer was an eye, and Moses who beheld—he who for this reason was even named a god—was an eye; and eyes were all those who were appointed to lead the people.
1:1125
οὓς καὶ ὁρῶντας ὠνόμαζον οἱ τότε ἄνθρωποι·
那時代的人也稱這些人為「先見」。
These the men of that time used to call 'seers.'
1:1126
καὶ νῦν οἱ τὸν ἐκείνων τόπον ἀναπληροῦντες < ἐν> τῷ σώματι τῆς ἐκκλησίας ὀφθαλμοὶ κυρίως κατονομάζονται, ἐὰν ἀκριβῶς πρὸς τὸν τῆς δικαιο σύνης βλέπωσιν ἥλιον μηδαμοῦ τοῖς ἔργοις τοῦ σκότους ἐναμβλυώττοντες, καὶ εἰ διακρίνοιεν τοῦ ἀλλοτρίου τὸ ἴδιον ἐν τῷ γινώσκειν ὅτι πᾶν ἀλλότριόν ἐστι τῆς φύσεως ἡμῶν τὸ φαινόμενόν τε καὶ πρόσκαιρον, ἴδιον δὲ τὸ δι' ἐλπίδος. προκείμενον, οὗ κτῆσις μένει πρὸς τὸ διηνεκὲς ἀναφαίρετος
如今那些在教會身體中填補那些人之位分的,也正當被稱為眼睛——只要他們準確地仰望公義的日頭,絕不因黑暗的作為而昏花,並且能分辨何為自己的、何為別人的:即知道凡顯而易見、暫時的事物,都與我們的本性無關,惟有那藉盼望擺在我們前頭的,才是屬於我們自己的,其所得的產業乃是永遠常存、不能奪去的。
And now those who fill the place of those men in the body of the Church are properly named eyes, if they look accurately toward the Sun of righteousness, in no way dimmed by the works of darkness, and if they distinguish their own from another's, in knowing that everything apparent and temporary is alien to our nature, while what is our own is that which is set before us through hope, whose possession abides perpetually and cannot be taken away.
1:1127
ὀφθαλμῶν ἔργον καὶ τὸ διαγινώσκειν τὸ φίλιόν τε καὶ τὸ πολέμιον, ὥστε ἀγαπᾶν μὲν τὸν ἀληθινὸν φίλον ἐξ ὅλης καρδίας τε καὶ ψυχῆς καὶ δυνάμεως, τέλειον δὲ μῖσος κατὰ τοῦ ἐχθροῦ τῆς ζωῆς ἡμῶν ἐπιδείκνυσθαι
分辨朋友與仇敵也是眼睛的工作,以致能盡心、盡性、盡力愛那真正的朋友,卻對那與我們生命為敵的仇敵顯出完全的恨惡。
It is also the work of eyes to discern the friendly from the hostile, so as to love the true friend with the whole heart and soul and strength, but to show a perfect hatred against the enemy of our life.
1:1128
ἀλλὰ καὶ τῶν πρακτέων ὑφηγητὴς καὶ τῶν συμφερόντων διδάσκαλος καὶ τῆς ἐπὶ τὸν θεὸν πορείας χειραγωγὸς τοῦ καθαροῦ τε καὶ ὑγιαίνοντος ὀφθαλμοῦ τὸ ἔργον δι' ἀκριβείας ποιεῖ καθ' ὁμοιότητα τῶν σωματικῶν ὀμμάτων διὰ τῆς ὑψηλῆς πολιτείας τῶν λοιπῶν προφαινόμενος
並且那引導人當行之事、教導人何為有益、且在通往神的路程上牽引人前行的,也準確地執行那潔淨而健全之眼的工作,藉著他崇高的生活方式,如同肉身的眼睛一般,被顯明在其餘肢體之上。
But he too who is the guide of what must be done, the teacher of what is profitable, and the one who leads by the hand on the journey to God, accurately performs the work of the pure and healthy eye, being displayed above the rest, in the likeness of the bodily eyes, through his lofty manner of life.
1:1129
διὰ τοῦτο ἐντεῦθεν ἐπαινεῖν λόγος τὸ τῆς νύμφης ἄρχεται κάλλος καί φησιν Ὀφθαλμοί σου περιστεραί·
因此,道從此處開始稱讚新婦的美麗,說:「你的眼睛好像鴿子。」
Therefore, from this point the Word begins to praise the beauty of the bride, and says, 'Your eyes are doves.'
1:1130
ἀκεραίους γὰρ εἰς τὸ κακὸν τοὺς ἐν ὀφθαλμῶν τάξει προβεβλημένους ὁρῶν τὴν ἁπλότητά τε καὶ τὸ ἀκέραιον τοῦ ἤθους αὐτῶν ἀποδεξάμενος περιστερὰς αὐτοὺς κατωνό μασεν·
因為祂見那些被立在眼睛之職分上的人,在惡事上是純真無邪的,就悅納他們品格中的單純與純潔,稱他們為鴿子。
For seeing that those set forth in the rank of eyes were guileless as regards evil, and approving the simplicity and integrity of their character, He named them doves.
1:1131
ἴδιον γάρ ἐστι περιστερῶν τὸ ἀκέραιον
因為純真無邪正是鴿子所特有的。
For guilelessness is proper to doves.
1:1132
τάχα καὶ τοιοῦτόν τινα λόγος μαρτυρεῖ τοῖς ὄμμασιν ἔπαινον·
又或許道對眼睛所作的稱讚是如下這般的:
Or perhaps the Word bears witness to some such praise of the eyes as this:
1:1133
τούτου τὴν μορφὴν ἀναλαμβάνειν διὰ τοῦ ὀφθαλμοῦ κατόπτρου δίκην τοῦ ὁρατοῦ τὸ εἶδος. ἀναμασσόμενον
即眼睛如同鏡子一般,藉著自身接納並印取那可見之物的形象。
that this one takes up its form through the eye, in the manner of a mirror, receiving the impression of the visible shape.
1:1134
ὅταν τοίνυν τὴν ὀπτικὴν ταύτην ἐξουσίαν ἐπὶ τῆς ἐκκλησίας λαβὼν πρὸς μηδὲν ὑλῶδες καὶ σωματικὸν βλέπῃ, πνευματικός τε καὶ ἄϋλος ἐν αὐτῷ κατορθοῦται βίος
所以,凡在教會中領受這觀看之能力的人,若不看任何屬物質、屬肉體的事物,那屬靈而非物質的生命就在他裡面得以端正。
Whenever, then, the one who has received this power of sight in the Church looks toward nothing material or corporeal, the spiritual and immaterial life is set aright within him.
1:1135
δὲ τοιαύτη ζωὴ τῇ τοῦ ἁγίου πνεύματος χάριτι καταμορφοῦται
而這樣的生命乃是藉聖靈的恩典得以塑成的。
And such a life is conformed by the grace of the Holy Spirit.
1:1136
οὐκοῦν τελεώτατος τῶν ὀφθαλμῶν ἐστιν ἔπαινος τὸ πρὸς τὴν τοῦ πνεύματος τοῦ ἁγίου χάριν μεμορφῶσθαι αὐτῶν τῆς ζωῆς τὸ εἶδος·
因此,對眼睛最完全的稱讚,就是他們生命的樣式得以按聖靈的恩典被塑造成形。
Therefore the most perfect praise of the eyes is that the form of their life should be conformed to the grace of the Holy Spirit.
1:1137
περιστερὰ γὰρ τὸ πνεῦμα τὸ ἅγιον
因為鴿子就是聖靈。
For the dove is the Holy Spirit.
1:1138
δὲ δυὰς τῶν ὀφθαλμῶν ἐπαινεῖται, ὡς ἂν ὅλος γένοιτο ἐν ἐπαίνῳ ἄνθρωπος, φαινόμενός τε καὶ νοούμενος
這一對眼睛之所以受稱讚,是為使那整全的人——無論是那可見的,還是那可思想的——都得以處於受稱讚之中。
And the pair of eyes is praised, so that the whole person, both the visible and the intelligible, might come to be in a state of praise.
1:1139
διὰ τοῦτο γὰρ προσέθηκε τῷ ἐπαίνῳ καὶ ἄλλην ὑπερβολὴν εἰπὼν ὅτι Ἐκτὸς τῆς σιωπήσεώς σου·
為此,祂又在稱讚上加添了另一項極致之詞,說:「在你的靜默之外。」
For this reason he added yet another superlative to the praise, saying, 'Besides your silence.'
1:1140
τοῦ γὰρ ἀγαθοῦ βίου τὸ μέν τι πρόδηλόν ἐστιν, ὡς καὶ ἀνθρώποις γνώριμον εἶναι, τὸ δὲ κρύφιόν τε καὶ ἀπόρρη τον μόνῳ θεῷ καθορώμενον
因為在美善的生活中,有一部分是顯明的,以致連人也能知道;但另一部分卻是隱藏且不可言傳的,惟有神能看見。
For of the good life, one part is manifest, so as to be known even to men, but another is hidden and ineffable, beheld by God alone.
1:1141
τοίνυν τὸ ἀκατέργαστον βλέπων καὶ εἰς τὰ κρύφια καθορῶν μαρτυρεῖ ἐπὶ τοῦ ἐπαινου μένου προσώπου πλέον εἶναι τοῦ ὁρωμένου τὸ σιωπώμενον
所以那看見那尚未成形之事、並洞察那隱藏之事的,便為那受稱讚之人作見證:那被靜默隱藏的,遠勝於那可見的。
He, then, who beholds the unwrought and sees into what is hidden, bears witness that in the person being praised the thing kept silent is more than what is seen.
1:1142
δι' ὧν φησιν ὅτι Ὀφθαλμοί σου περιστεραὶ ἐκτὸς τῆς σιωπήσεώς σου·
藉此祂說:「你的眼睛好像鴿子,在你的靜默之外。」
Through which he says, 'Your eyes are doves besides your silence.'
1:1143
ἔξωθεν γάρ ἐστι τοῦ ἐπαινεθέντος ἤδη τὸ διὰ τῆς σιωπῆς θαυμαζόμενον
因為那藉靜默而受驚嘆的,乃是超乎那已受稱讚之事的。
For that which is marveled at through silence is beyond what has already been praised.
1:1144
Ὁδῷ δὲ προάγει καθεξῆς τὸ τοῦ κάλλους ἐγκώμιον ἐπὶ τὰς τρίχας μεταγαγὼν τὸν λόγον καί φησι Τρίχωμά. σου ὡς ἀγέλαι τῶν αἰγῶν, αἳ ἀνεκαλύφθησαν ἀπὸ τοῦ Γαλαάδ
祂循序漸進地推展這對美麗的頌讚,將話題轉到頭髮上,說:「你的頭髮如同山羊群,從基列山顯露出來。」
In due course he advances the encomium of beauty, transferring the discourse to the hair, and says, 'Your hair is like flocks of goats that have been revealed from Gilead.'
1:1145
νοῆσαι δὲ προσήκει πρῶτον τῆς τριχὸς τὴν φύσιν, εἰθ' οὕτως ἐπιγνῶναι τὸν ἔπαινον, ὃν διὰ τῶν τριχῶν λόγος τῇ νύμφῃ χαρίζεται
我們宜先明白頭髮的本性,然後才如此認出道藉頭髮所賜給新婦的稱讚。
It is fitting first to understand the nature of hair, and then in this way to recognize the praise that the Word bestows on the bride through the hair.
1:1146
οὐκοῦν δόξα μὲν γυναικὸς θρὶξ παρὰ τοῦ Παύλου ὠνόμασται καὶ ἀντὶ περιβολαίου δεδόσθαι τῇ γυναικὶ τὴν κόμην λέγει
保羅稱頭髮為女人的榮耀,並說頭髮是賜給女人作為遮蓋的。
Now, hair has been named by Paul the glory of a woman, and he says that the hair has been given to the woman in place of a covering.
1:1147
αἰδῶ δὲ καὶ σωφροσύνην τὸ πρέπον εἶναί φησι ταῖς γυναιξὶ περιβόλαιον οὕτω γράψας τῷ ῥήματι ὅτι Ὡς πρέπει γυναιξὶν ἐπαγγελλομέναις θεοσέ βειαν Μετὰ αἰδοῦς καὶ σωφροσύνης κοσμεῖν ἑαυτάς, ὡς διὰ τούτων τὰς ἐπὶ τῆς κεφαλῆς τρίχας, αἷς κομᾷ γυνή, αἰδῶ καὶ σωφροσύνην διὰ τῆς τοῦ Παύλου σοφίας καταλαμ βάνεσθαι·
他又說端莊與自制是女人合宜的遮蓋,這樣寫道:「這才與那些自稱敬虔的女人相宜,就是要用端莊與自制來妝飾自己。」——如此,藉著保羅的智慧,頭上的頭髮,即女人所引以為榮的秀髮,就被領會為端莊與自制。
And he says that modesty and self-control are the fitting covering for women, writing thus in these words: that 'as is proper for women who profess godliness, they should adorn themselves with modesty and self-control'—so that through these, the hair upon the head, in which the woman glories, is understood, by Paul's wisdom, to be modesty and self-control.
1:1148
οὐδὲ γὰρ ἄλλην τινὰ πρέπει δόξαν ὀνομάζεσθαι ἐπὶ τῆς ἐπαγγελλομένης θεοσέβειαν ψυχῆς εἰ μὴ τὴν αἰδῶ τε καὶ σωφροσύνην, ἣν κόμην ὠνόμασεν, ἣν ὅταν μὴ ἔχῃ Καταισχύνει τὴν κεφαλὴν ἑαυτῆς, καθώς φησιν ἀπόστολος
因為在那自稱敬虔的靈魂之上,不宜稱任何別的榮耀,惟有端莊與自制,就是他所稱為頭髮的;女人若沒有這頭髮,正如使徒所言,「就羞辱了自己的頭」。
For it is not fitting that any other glory be named upon the soul that professes godliness, except modesty and self-control, which he named hair, and which, when she does not have it, 'she shames her own head,' as the Apostle says.
1:1149
εἰ δὲ ταῦτα περὶ τῶν τριχῶν Παῦλος ἐφιλοσόφησε,. προσακτέον ἂν εἴη τὰ τοῦ ἀποστόλου νοήματα τῷ ἐπαίνῳ τῆς ἐκκλησίας ἐν τῷ περὶ τοῦ τριχώματος λόγῳ κατὰ τὴν προκειμένην φωνὴν φησιν ὅτι Τρίχωμά σου ὡς ἀγέλαι τῶν αἰγῶν, αἳ ἀνεκαλύφθησαν ἀπὸ τοῦ Γαλαάδ·
既然保羅論及頭髮闡發了這些道理,那麼在這論頭髮的話語中,就當按著眼前所引的話——即「你的頭髮如同山羊群,從基列山顯露出來」——將使徒的思想應用在對教會的稱讚上。
But if Paul philosophized these things concerning hair, then the Apostle's thoughts ought to be brought to bear on the praise of the Church in the discourse about the hair, according to the present utterance which says, 'Your hair is like flocks of goats that have been revealed from Gilead.'
1:1150
διὰ τούτων γὰρ τὴν ἐνάρετον πολιτείαν ἐν ἐπαίνῳ ποιεῖται λόγος
因為道藉著這些事,使那有德行的生活成為受稱讚的對象。
For through these things the Word makes the virtuous manner of life the object of praise.
1:1151
ἀλλὰ κἀκεῖνο προστεθῆναι τῷ περὶ τῶν τριχῶν λόγῳ προσήκει ὅτι πάσης αἰσθήσεως ζωτικῆς ἀμοιροῦσιν αἱ κόμαι·
然而,論頭髮的話語中還當加上這一點:頭髮全然沒有任何生命的感覺。
But it is fitting that this also be added to the discourse about hair: that the locks are devoid of all vital sensation.
1:1152
οὐ μικρὸν γὰρ εἰς ἐπαύξησιν ἐγκωμίων καὶ τοῦτο τὸ μήτε πόνου μήτε ἡδονῆς αἴσθησιν ἐν ταῖς θριξὶν εἶναι·
因為頭髮中既無痛苦也無快樂的感覺,這一點對增添頌讚而言,絕非小事。
For it is no small thing toward the increase of the encomium, that there is in the hairs no perception either of pain or of pleasure.
1:1153
τὸ μὲν γὰρ σῶμα, ὅθεν ἐκφύονται, ὀδυνᾶται παρατιλλόμενον, αὐτὴ δὲ θρὶξ οὔτε εἰ τέμνοιτο οὔτε εἰ φλέγοιτο οὔτε εἰ διά τινος κομμωτικῆς ἐπιμελείας καταλεαίνοιτο τῶν γινο μένων αἴσθησιν δέχεται
因為頭髮所從之生長的身體,在被拔時會覺疼痛;但頭髮本身,無論被剪、被燒,或被某種美容之術梳理平順,都毫無知覺。
For the body, from which they grow, is pained when they are plucked out, but the hair itself receives no perception of what happens to it, whether it be cut, or burned, or smoothed by some cosmetic care.
1:1154
τὸ δὲ ἀμοιρεῖν τῆς αἰσθήσεως τῶν νεκρῶν ἐστιν ἴδιον
而毫無感覺乃是死人所特有的。
And to be devoid of sensation is proper to the dead.
1:1155
οὐκοῦν μηδεμίαν τῶν ἐν τῷ κόσμῳ τούτῳ σπουδαζομένων παραδεχόμενος αἴσθησιν μήτε ὑπὸ δόξης τε καὶ τιμῆς ἐξογκούμενος μήτε δι' ὕβρεώς τε καὶ ἀτιμίας ἀλγεινῶς διατιθέμενος, ἀλλ' ἐν ὁμοίῳ καθ' ἑκάτερον τῶν ἐναντίων ἑαυτὸν φυλάσσων, οὗτός ἐστιν ἐπαινουμένη τῆς νύμφης κόμη, νεκρὸς ἄντικρυς καὶ ἀκίνητος πρὸς τὰ τοῦ κόσμου φαινόμενος πράγματα, εἴτε οὕτως εἴτε ὡς ἑτέρως ἔχοι
因此,凡對這世上人所熱切追求之事全無知覺的人——既不因榮耀與尊貴而自高,也不因羞辱與卑賤而悲痛,反倒在兩種相反的境遇中都持守自己於同一狀態——這人就是那受稱讚之新婦的秀髮,在世上的事上顯為徹底死了、毫不動搖的,無論那些事是這樣還是那樣。
Therefore, he who admits no perception of the things eagerly pursued in this world—neither puffed up by glory and honor, nor grievously affected by insult and dishonor, but keeping himself in the same state with respect to each of the opposites—this man is the praised hair of the bride, appearing outright dead and unmoved toward the affairs of the world, whether they be thus or otherwise.
1:1156
Εἰ δὲ τὸ πλεονέκτημα τῶν τριχῶν ἀγέλαις αἰγῶν παρα. βάλλεται ταῖς ἀπὸ τοῦ Γαλαὰδ ἀνακαλυφθείσαις, μὲν χρὴ δι' ἀκριβείας περὶ τούτων γινώσκειν, οὔπω καταλαβεῖν ἠδυνήθημεν, στοχαζόμεθα δὲ ὅτι ὥσπερ τὰ ξύλα τοῦ Λιβάνου εἰς χρυσόν τε καὶ ἄργυρον καὶ πορφύραν καὶ λίθους τιμίους μεταποιήσας φορεῖον βασιλεὺς κατεσκεύασεν ἑαυτῷ, οὕτως οἶδεν ποιμὴν καλὸς αἰγῶν ἀγέλας παραλαβὼν εἰς ποίμνια μεταβαλεῖν τὰ αἰπόλια τοῦ Γαλαὰδ ὄρους
但頭髮的優異之處若被比作那從基列顯露出來的山羊群——關於這些事該當準確知道的,我們尚未能領會;不過我們揣測:正如那君王將黎巴嫩的木料轉化為金、銀、紫色布與寶石,為自己造了一乘轎子,照樣,那美善的牧人也曉得如何在收取山羊群之後,將基列山那些山羊的群改變成羊群。
But if the excellence of the hair is compared to flocks of goats revealed from Gilead—what one ought to know accurately about these things we have not yet been able to grasp; yet we conjecture that, just as the king, having transformed the woods of Lebanon into gold and silver and purple and precious stones, fashioned for himself a litter, so likewise the good Shepherd knows how, having received flocks of goats, to change into sheepfolds the goatherds' flocks of Mount Gilead.
1:1157
τοῦ τῆς νύμφης κάλλους, δι' ὧν σωφροσύνη τε καὶ αἰδὼς καὶ ἐγκράτεια καὶ τοῦ σώματος νέκρωσις κατὰ τὸν προθεωρηθέντα λόγον διασημαίνεται
——這是新婦的美麗,藉此按著先前所思考的解釋,表明了自制、端莊、節制與身體的治死。
—of the beauty of the bride, through which self-control and modesty and continence and the mortification of the body are signified, according to the previously contemplated interpretation.
1:1158
τάχα συμβάλλεταί τι πρὸς τὴν τῶν αἰγῶν θεωρίαν καὶ Ἠλίας τῷ ὄρει τῷ Γαλαὰδ ἐμφι λοσοφήσας χρόνον πολύν, ὃς μάλιστα τοῦ κατ' ἐγκράτειαν καθηγήσατο βίου αὐχμηρὸς τὸ εἶδος, λάσιος τὴν τρίχα, ἀντὶ μαλακῆς τινος ἐσθῆτος δέρματι αἰγὸς σκεπαζόμενος; πάντες οὖν οἱ κατὰ τὸν προφήτην ἐκεῖνον τὸν ἑαυτῶν κατορθοῦντες βίον κόσμος γίνονται τῆς ἐκκλησίας, ἀγεληδὸν. κατὰ τὸν νῦν ἐπικρατοῦντα τῆς φιλοσοφίας τρόπον μετ' ἀλλήλων τὴν ἀρετὴν ἐκπονοῦντες
又或許以利亞對這山羊的默想也有所助益——他在基列山上默想哲思長久,尤其在節制的生活上作了首倡者,其形貌乾枯、頭髮蓬亂,不著任何柔軟衣裳,反倒以山羊皮遮體。所以凡按那先知端正自己生活的人,都成了教會的妝飾,照著如今通行的修道生活方式,成群結隊、彼此同心地操練德行。
Or perhaps Elijah too contributes something toward the contemplation of the goats, who philosophized for a long time upon Mount Gilead—he who above all led the way in the life of continence, arid in appearance, shaggy in hair, covered with a goat's skin instead of any soft garment. All, then, who order their own life according to that prophet become an adornment of the Church, laboring together at virtue with one another, in flock-like fashion, according to the manner of the ascetic life now prevailing.
1:1159
τὸ δὲ ἐκ τοῦ Γαλαὰδ τὰς τοιαύτας ἀποκαλυφθῆναι ἀγέλας μείζονα τοῦ θαύματος τὴν ὑπερβολὴν ἔχει, ὅτι ἐκ τοῦ ἐθνικοῦ βίου γέγονεν ἡμῖν πρὸς τὴν κατὰ θεὸν φιλοσοφίαν μετάστασις·
但這樣的群竟是從基列顯露出來,這一點所含的極致更勝於那奇妙,因為我們歸向那合乎神之哲學的轉變,乃是出於外邦人的生活。
But that such flocks were revealed from Gilead holds a superlative even greater than the wonder, because our transition to the philosophy according to God came out of the gentile life.
1:1160
οὐ γὰρ Σιὼν ὄρος τὸ ἅγιον αὐτοῦ τῆς τοιαύτης καθηγήσατο πολι τείας, ἀλλὰ τὸ τοῖς εἰδώλοις ἀνακείμενον ἔθνος εἰς τοσαύτην ἦλθε τοῦ βίου μεταβολήν, ὥστε τὴν κεφαλὴν κοσμῆσαι τῆς νύμφης τοῖς κατ' ἀρετὴν προτερήμασιν
因為引領這樣生活方式的,並非祂的聖山錫安;反倒是那獻身於偶像的邦國,經歷了如此重大的生命轉變,以致以合乎德行的美善妝飾了新婦的頭。
For it was not Zion, His holy mountain, that led the way in such a manner of life; rather, the nation devoted to idols came to so great a transformation of life that it adorned the head of the bride with the excellences that accord with virtue.
1:1161
Εἶτα τοὺς ὀδόντας τῇ ἀκολουθίᾳ τῶν ἐπαίνων λόγος προτίθησι παραδραμὼν τοῦ στόματός τε καὶ τῶν χειλῶν τὰ ἐγκώμια, ὅπερ ἄξιον μὴ παριδεῖν ἀνεξέταστον
接著,道在稱讚的次序中提出了牙齒,卻越過了對口與嘴唇的頌讚——這是不宜不加考察便放過的。
Then the Word sets forth the teeth in the sequence of praises, having passed over the encomia of the mouth and the lips—which it is worthy not to leave unexamined.
1:1162
τί δή ποτε τῶν χειλῶν οἱ ὀδόντες ἐν τοῖς ἐπαίνοις προτίθενται; τάχα μὲν οὖν εἴποι τις ἂν γλαφυρώτερον τὸ κάλλος δεῖξαι βουλόμενος μειδίαμα στόματος διὰ τῆς τῶν ὀδόντων ὑπο γραφῆς κατὰ τὸ λεληθὸς συνενδείκνυσθαι, ἐγὼ δὲ πρὸς ἕτερον βλέπων προτερεύειν ἐν τοῖς ἐπαίνοις τὸ τῶν ὀδόντων κάλλος πρὸ τῶν τοῦ στόματος ἐγκωμίων λογίζομαι·
為何牙齒竟在稱讚中被排在嘴唇之前呢?或許有人為要更雅緻地展示這美麗,會說:口中的微笑是藉牙齒的描繪而隱約一同顯出的;但我卻著眼於別的緣由,認為牙齒之美在稱讚中理當先於對口的頌讚。
Why ever are the teeth set before the lips in the praises? Perhaps one might say, wishing to display the beauty more elegantly, that a smile of the mouth is subtly indicated together through the sketch of the teeth; but I, looking to something else, reckon that the beauty of the teeth takes precedence in the praises before the encomia of the mouth.
1:1163
μετὰ τοῦτο γὰρ οὐδὲ τὸ χεῖλος ἀφῆκεν ἀνεγκωμίαστον, σπαρτίον εἰπὼν κόκκινον εἶναι τὰ χείλη αὐτῆς καὶ τὴν λαλιὰν ὡραίαν
因為在這之後,祂也沒有讓嘴唇不受頌讚,說她的嘴唇是一條朱紅線,她的言語秀美。
For after this he did not leave even the lip un-praised, saying that her lips are a scarlet cord and her speech comely.
1:1164
τί οὖν ἐστιν περὶ τούτου στοχάζομαι; ἀρίστη τάξις ἐστὶν. ἐν τοῖς μαθήμασι πρῶτον διδάσκεσθαι καὶ τότε φθέγγεσθαι
那麼,關於這點我所揣測的是什麼呢?在學習上最好的次序,乃是先受教,然後才開口說話。
What, then, is it that I conjecture concerning this? The best order in learning is first to be taught, and then to speak.
1:1165
τὰ δὲ μαθήματα ψυχῆς βρώματά τις εἰπὼν εἶναι τοῦ εἰκότος οὐχ ἁμαρτήσεται
凡說學問乃是靈魂之糧食的人,並不致偏離真理。
And one who says that lessons are the food of the soul will not miss the truth.
1:1166
ὥσπερ δὲ τὴν σωματικὴν τροφὴν τοῖς ὀδοῦσι καταλεάναντες κατάλληλον αὐτὴν τοῖς σπλάγχνοις γενέσθαι παρασκευάζομεν, κατὰ τὸν αὐτὸν τρόπον ἔστι τις λεπτοποιητικὴ τῶν διδαγμάτων δύναμις ἐν τῇ ψυχῇ, δι' ἧς ὠφέλιμον γίνεται τῷ δεχομένῳ τὸ μάθημα
正如我們用牙齒磨碎肉身的食物,使其適合被內臟吸收,照樣,靈魂中也有一種將教訓細細磨碎的能力,藉此那教訓便對領受它的人有益。
And just as, having ground the bodily nourishment with the teeth, we make it suitable to be assimilated by the inward parts, in the same way there is a certain finely-grinding power of teachings in the soul, through which the lesson becomes profitable to the one who receives it.
1:1167
τοὺς τοίνυν κριτικούς τε καὶ διαιρετικοὺς τῶν διδαγμάτων καθηγητάς, δι' ὧν εὔληπτος γίνεται ἡμῖν καὶ ἐπωφελὴς διδασκαλία, ὀδόντας ὑπὸ τοῦ λόγου φημὶ τροπικῶς ὀνομάζε σθαι
所以,那些能批判且辨析教義的教師——藉著他們,教導對我們變得易於領受且有益——我說,道乃是用比喻稱他們為牙齒。
The critical and discerning instructors of doctrines, then, through whom teaching becomes readily grasped and profitable to us, I say are figuratively named teeth by the Word.
1:1168
οὗ χάριν προλαμβάνει τῶν ὀδόντων ἔπαινος, εἶθ' οὕτως ἐπάγεται τῶν χειλῶν τὸ ἐγκώμιον·
為此緣故,對牙齒的稱讚居先,然後才如此帶入對嘴唇的頌讚。
For which reason the praise of the teeth comes first, and then in this way the encomium of the lips is brought in.
1:1169
οὐ γὰρ ἂν ἐπήνθιστο τῷ λογικῷ κάλλει τὸ χεῖλος μὴ τῶν ὀδόντων ἐκείνων διὰ τῆς φιλοπονωτέρας τῶν μαθημάτων κατανοήσεως τὴν ἐν τοῖς λόγοις χάριν ἐπιβαλλόντων τοῖς χείλεσιν, αἰτίαν μὲν οὖν τῆς ἐν τοῖς ἐπαίνοις ἀκολουθίας ταύτην ἐπὶ τῶν ὀδόντων κατενοήσαμεν
因為嘴唇若非藉那些牙齒——透過對學問更為勤勉的領悟——將言語中的恩典賦予嘴唇,就不會綻放出屬理性的美麗。這便是我們所察覺到、關於牙齒在稱讚次序中的緣由。
For the lip would not have blossomed with rational beauty, had not those teeth, through the more diligent understanding of the lessons, cast upon the lips the grace that is in words. This, then, we have observed to be the reason for the sequence in the praises concerning the teeth.
1:1170
καιρὸς δ' ἂν εἴη καὶ αὐτὸν ἐξετάσαι τὸν ἔπαινον, πῶς παραβάλλει τὸ ἐν τοῖς ὀδοῦσι κάλλος ταῖς κεκαρμέναις ἀγέλαις, αἳ νῦν τοῦ λουτροῦ ἀναδυεῖσαι διδύμοις ἐπαγάλλονται τόκοις κατὰ τὸ ἴσον αἱ πᾶσαι
但如今也正是考察這稱讚本身的時候:它如何將牙齒之美比作那些剪過毛的群,就是那如今從洗濯之處上來、全都一樣地以雙生為喜樂的群。
But it would be timely to examine the praise itself: how it compares the beauty in the teeth to the shorn flocks, which now, having come up from the washing, all alike exult in twin births.
1:1171
ἔχει δὲ κατὰ. τὴν λέξιν οὕτως ἔπαινος·
按經文,這稱讚是這樣說的:
The praise runs thus according to the text:
1:1172
Ὀδόντες σου ὡς ἀγέλαι τῶν κεκαρμένων, αἳ ἀνέβησαν ἀπὸ τοῦ λουτροῦ, αἱ πᾶσαι διδυμεύουσαι καὶ ἀτεκνοῦσα οὐκ ἔστιν ἐν αὐταῖς
「你的牙齒如同剪毛的羊群,就是從洗濯之處上來的,都是雙生的,其中沒有一隻不生育的。」
'Your teeth are like flocks of the shorn, which have come up from the washing, all of them bearing twins, and there is no barren one among them.'
1:1173
τοῦτο τοίνυν εἰ πρὸς τὸ σωματικὸν τοῦ ὑποδείγματος βλέποιμεν, οὐκ οἶδα πῶς ἄν τις ἐπαινεῖσθαι τοὺς ὀδόντας εἴποι διὰ τῆς πρὸς τὰς πολυγονούσας ἀγέλας συγκρίσεως·
那麼,我們若著眼於這比喻中屬肉體的層面,我不知道人怎能說牙齒是藉著與多產之群相比而受稱讚的。
If, then, we were to look to the corporeal aspect of the image, I do not know how anyone could say that the teeth are praised through the comparison with prolific flocks.
1:1174
ὀδόντων μὲν γὰρ ἔπαινος στερρότης ἐστὶ καὶ ἐναρμόνιος θέσις καὶ τὸ παγίως δι' ὁμαλῆς καὶ ἀκολούθου τῆς ἁρμονίας ἐμπεφυκέναι τοῖς οὔλοις, αἱ δὲ ἀναβαίνουσαι τοῦ λουτροῦ ἀγέλαι μετὰ τῆς διδύμου γονῆς ἐπισκεδασθεῖσαι ταῖς νάπαις ποίαν ὀδόντων ὑπογράφουσιν ὥραν τῷ καθ' ἑαυτὰς ὑποδείγματι, οὐκ ἔστιν ἐκ τοῦ προχείρου κατανοῆσαι·
因為牙齒受稱讚之處,在於它們的堅固、和諧的排列,以及藉著整齊而一致的次序穩固地生於牙齦之中;但那些從洗濯之處上來的群,帶著牠們雙生的小羊,四散在林間的谷地裡,牠們憑自身的形象又描繪出牙齒何等的秀美呢?這不是一眼就能領會的。
For the praise of teeth is their firmness, and their harmonious placement, and their being firmly implanted in the gums through an even and consistent arrangement; but the flocks coming up from the washing, scattered with their twin offspring over the wooded glens, what sort of comeliness of teeth do they sketch by their own image? It is not easy to grasp offhand.
1:1175
οὗτοι στοιχηδὸν συνεστήκασιν ἐναρμονίως ἀλλήλων ἐχόμενοι, ἐκεῖναι δὲ ἀπ' ἀλλήλων διασκεδάννυνται πρὸς τὴν χρείαν τῆς νομῆς ἀραιούμεναι
牙齒是成排並立、彼此和諧相接的;羊群卻是彼此分散、為了牧食的需要而疏落開來的。
These stand together in rows, harmoniously holding to one another; but those are scattered apart from one another, spread thin for the need of pasturing.
1:1176
ἀλλὰ καὶ γυμνῷ τῷ ὀδόντι κατὰ φύσιν ὄντι εἰς σύγκρισιν τὸ ἐριοφοροῦν οὐκ εὐάρμοστον
而且,那長有羊毛的,與那本性光潔的牙齒相比,也並不相稱。
But also, in comparison to the tooth, which is bare by nature, that which bears wool is not well-matched.
1:1177
τὸ ἔριον καὶ λουτρῷ τὸν ῥύπον ἀποκλυσαμέναις τοῦ σώματος
即羊毛,以及那些在洗濯之處洗去了身上污穢的群。
the wool, and to those that have washed off the filth of the body in the washing.
1:1178
τί οὖν περὶ τούτων ὑπενοήσα μεν; οἱ τὰ θεῖα μυστήρια διὰ σαφεστέρας ἐξηγήσεως λεπτο ποιοῦντες, ὡς εὐπαράδεκτον τὴν πνευματικὴν ταύτην τροφὴν γενέσθαι τῷ σώματι τῆς ἐκκλησίας, οὗτοι τὸ τῶν ὀδόντων ἔργον ἀποτελοῦσι παχύν τε καὶ συνεστῶτα τοῦ λόγου τὸν ἄρτον τῷ ἑαυτῶν λαμβάνοντες στόματι καὶ διὰ. τῆς λεπτομερεστέρας θεωρίας εὔβρωτον ταῖς ψυχαῖς τῶν δεχομένων παρασκευάζοντες, οἷον (κρεῖττον γὰρ ἐπὶ ὑπο δειγμάτων παραστῆσαι τὸ νόημα) μακάριος Παῦλος νῦν μὲν ἁπλῶς τε καὶ ἀκατασκεύως ὥσπερ τινὰ ψωμὸν ἀκατέργα στον προτίθησιν ἡμῖν τὸ τοῦ νόμου παράγγελμα λέγων Οὐ φιμώσεις βοῦν ἀλοῶντα, πάλιν δὲ διὰ τῆς ἐπεξηγήσεως ἁπαλύνας εὐπαράδεκτον ποιεῖ τοῦ νόμου τὸ βούλημα λέγων Μὴ τῶν βοῶν μέλει τῷ θεῷ; δι' ἡμᾶς πάντως ἐγράφη καὶ ἄλλα τοιαῦτα πολλά, οἷον Ἀβραὰμ δύο υἱοὺς ἔσχεν, ἕνα ἐκ τῆς παιδίσκης καὶ ἕνα ἐκ τῆς ἐλευθέρας
那麼,關於這些事我們作了怎樣的推想呢?那些藉更清晰的講解將神聖奧祕細細磨碎、使這屬靈的食物易於被教會的身體所領受的人——他們正成就了牙齒的工作,將道那厚實密結的餅接入自己的口中,並藉著更精細的默觀,使之易於被領受之人的靈魂所嚥食;例如(因為以例證來闡明這意思更為妥當),蒙福的保羅有時只是質樸而未加修飾地,如同尚未磨碎的一塊粗糧,將律法的誡命擺在我們面前,說:「牛在場上踹穀的時候,不可籠住牠的嘴」;但他又藉著進一步的解釋將其軟化,使律法的旨意易於領受,說:「難道神所掛念的是牛麼?這不全是為我們寫的麼?」——以及其他許多這樣的事,例如:「亞伯拉罕有兩個兒子,一個是使女生的,一個是自主之婦人生的。」
What, then, have we supposed concerning these things? Those who, through clearer exposition, finely grind the divine mysteries, so that this spiritual food may become readily receivable by the body of the Church—these accomplish the work of the teeth, taking the thick and compacted bread of the Word into their own mouth and, through more subtle contemplation, rendering it easily eaten by the souls of those who receive it; as, for example (for it is better to set forth the thought by way of illustrations), the blessed Paul at one point sets before us simply and without elaboration, like some unwrought morsel, the precept of the Law, saying, 'You shall not muzzle an ox that treads out the grain'; but again, softening it through his further explanation, he makes the intent of the Law readily receivable, saying, 'Is it for oxen that God is concerned? Surely it was written altogether for our sakes'—and many other such things, as, 'Abraham had two sons, one by the slave woman and one by the free woman.'
1:1179
τοῦτο ἀκατέργαστος ἄρτος
這就是那尚未磨碎的餅。
This is the unwrought bread.
1:1180
ἀλλὰ πῶς αὐτὸν διαλεπτύνων ἐδώδιμον ποιεῖ τοῖς τρεφομένοις; εἰς δύο διαθήκας μεταλαμβάνει τὴν ἱστορίαν, τὴν μὲν εἰς δουλείαν γεννῶσαν, τὴν δὲ τῆς δουλείας ἐλευθεροῦσαν
但他如何將其細細磨碎,使那些受餵養的人可以食用呢?他將這歷史記載提升為兩約:一約是為奴役而生子的,另一約是使人脫離奴役得自由的。
But how does he, finely grinding it, make it edible for those being nourished? He takes the narrative up into two covenants, the one bearing children for slavery, the other setting free from slavery.
1:1181
οὕτω καὶ πάντα τὸν νόμον ( ἵνα μὴ τὰ καθ' ἕκαστον λέγοντες διατρίβωμεν) παχυμερὲς σῶμα λαβὼν λεπτύνει διὰ τῆς θεωρίας πνευματικὸν αὐτὸν ἐκ σωματικοῦ ἐργαζόμενος, Οἴδαμεν, λέγων, ὅτι νόμος πνευματικός ἐστιν
他也照樣,將整部律法當作一個厚實的身體(免得我們逐條細說而虛耗時日),藉默觀將其磨細,使它從屬肉體的變為屬靈的,說:「我們原曉得律法是屬靈的。」
In this way also, taking the whole Law as a thick body (that we may not spend our time speaking of each particular), he grinds it fine through contemplation, working it into something spiritual out of what was corporeal, saying, 'We know that the Law is spiritual.'
1:1182
ὅπερ τοίνυν ἐπὶ τοῦ Παύλου κατενοήσαμεν. ὡς ὀδόντων χρείαν τῇ ἐκκλησίᾳ πληροῦντος ἐν τῷ διαλε πτύνειν τὴν τῶν δογμάτων σαφήνειαν, τοῦτο καὶ ἐπὶ παντὸς τοῦ κατὰ μίμησιν ἐκείνου διασαφοῦντος ἡμῖν τὰ μυστήρια λέγομεν
所以,我們在保羅身上所察覺的——即他在細細磨碎教義的明晰上,為教會盡了牙齒的功用——這一點我們也照樣論及每一位效法他、向我們闡明奧祕的人。
What, then, we have observed in the case of Paul—that he fulfilled the function of teeth for the Church in finely grinding the clarity of the doctrines—this we say also of everyone who, in imitation of him, makes the mysteries plain to us.
1:1183
οὐκοῦν ὀδόντες εἰσὶ τῆς ἐκκλησίας οἱ τὴν ἀκατ έργαστον τῶν θείων λογίων πόαν λεπτοποιοῦντες ἡμῖν καὶ μηρυκίζοντες
因此,教會的牙齒就是那些為我們細細磨碎、並如反芻般咀嚼神聖聖言那尚未磨碎之草料的人。
Therefore the teeth of the Church are those who finely grind for us and chew as cud the unwrought herbage of the divine oracles.
1:1184
ὥσπερ τοίνυν ὑπογράφει τῶν τοῦ καλοῦ ἔργου τῆς ἐπισκοπῆς ὀρεγομένων τὸν βίον θεῖος ἀπόστολος λέγων τὰ καθ' ἕκαστον, οἷον εἶναι προσήκει τὸν τῆς ἱερωσύνης ἐπειλημμένον, ὡς μετὰ πάντων καὶ τὴν διδακτικὴν χάριν ἔχειν, οὕτως ἐνταῦθα τοὺς εἰς ὀδόντων ὑπηρεσίαν τεταγμένους ἐν τῇ ἐκκλησίᾳ βούλεται λόγος πρῶτον κεκαρμένους εἶναι, τουτέστι πάσης ὑλικῆς ἀχθηδόνος γεγυμνωμένους, εἶτα τῷ λουτρῷ τῆς συνειδήσεως παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος καθαρεύοντας, πρὸς τούτοις ἀεὶ διὰ προκοπῆς ἀναβαίνοντας καὶ μηδέποτε πρὸς τὸ ἔμπαλιν κατασυρομένους ἐπὶ τὸ βάραθρον, ἐπὶ πᾶσι δὲ διπλαῖς ταῖς τῶν ἀγαθῶν κυημάτων γοναῖς κατὰ πᾶν εἶδος ἀρετῆς ἐπαγάλλεσθαι καὶ ἐν μηδενὶ τῶν καλῶν ἐπιτηδευμάτων ἀγονεῖν
正如那神聖的使徒描繪那些渴慕監督善工之人的生活,逐條說明那擔任聖職的人當是怎樣的人——以致除了其餘一切之外,還要有教導的恩賜——照樣,道在此處也願那些在教會中被派任牙齒之職事的人,首先要被剪過,就是脫去一切屬物質的重擔;其次,藉良心的洗濯,得潔淨、脫離肉體與靈魂一切的污穢;此外,還要常藉長進而上升,永不被拖拉倒退墜入深坑;並且在這一切之上,要以美善念頭的雙重後裔為喜樂,在各樣德行上、在美善追求之事上,沒有一件是不生育的。
Just as, then, the divine Apostle sketches the life of those who reach out for the good work of the episcopate, saying in each particular what sort of person the one who has taken hold of the priesthood ought to be—so as, along with all else, to have also the gift of teaching—so here the Word wishes those appointed to the service of teeth in the Church to be, first, shorn, that is, stripped of every material burden; then, cleansed by the washing of conscience from every defilement of flesh and spirit; besides this, always ascending through progress and never dragged back into the pit; and, above all, to exult in the twofold offspring of good conceptions, in every form of virtue, and to be barren in none of the noble pursuits.
1:1185
τὸ δὲ διπλοῦν κύημα αἴνιγμα γίνεται τῆς καθ' ἑκάτερον τῶν ἐν ἡμῖν. νοουμένων εὐδοκιμήσεως, ὥστε διδυμοτόκους εἶναι τοὺς τοιούτους ὀδόντας, τῇ μὲν ψυχῇ τὴν ἀπάθειαν, τῷ δὲ σωμα τικῷ βίῳ τὴν εὐσχημοσύνην γεννῶντας
這雙重的後裔成了一個謎語,指我們裡面所思想的兩方面都得美名,以致這樣的牙齒乃是雙生的:在靈魂中生出不動情慾之境(無累),在肉身生活中生出端正合宜。
And the twofold offspring becomes a riddle of good repute in each of the things understood within us, so that such teeth are bearers of twins, begetting in the soul dispassion, and in the bodily life seemliness.
1:1186
Ἐπάγει τούτοις δι' ἀκολούθου τὸν ἐπιπρέποντα τοῖς χείλεσιν ἔπαινον σπαρτίῳ κοκκοβαφεῖ παρεικάζων τὸ κάλλος, οὗ τὴν ἑρμηνείαν αὐτὸς ἐπήγαγε λαλιὰν ὡραίαν τὸ σπαρτίον κατονομάσας
祂在這些之後循序加上那配得嘴唇的稱讚,將這美麗比作一條染朱紅的線,並且祂自己供給了解釋,稱這線為秀美的言語。
To these he adds, in due sequence, the fitting praise of the lips, likening the beauty to a scarlet-dyed cord, of which he himself supplied the interpretation, naming the cord a comely speech.
1:1187
τοῦτο δὲ ἐν τοῖς φθάσασιν ἤδη προτεθεώρηται, ὅπως τῇ τῶν ὀδόντων ὑπηρεσίᾳ τὸ ἐν τοῖς χείλεσιν ὡραΐζεται κάλλος·
但這一點在前文中已先思考過了,就是嘴唇之美如何藉牙齒的服事而變得秀美。
But this has already been contemplated beforehand in what preceded, how the beauty in the lips is made comely by the service of the teeth.
1:1188
τῇ γὰρ τῶν ὀδόντων ( τουτέστι τῇ τῶν διδασκάλων) ὑφηγήσει τὸ στόμα τῆς ἐκκλησίας συμφθέγγεται
因為藉著牙齒(即教師)的引導,教會的口便同聲齊發。
For by the guidance of the teeth (that is, of the teachers) the mouth of the Church speaks in unison.
1:1189
διὰ τοῦτο πρῶτον οἱ ὀδόντες κείρονται καὶ λούονται καὶ οὐκ ἀτεκνοῦσι καὶ διδυμεύουσι, καὶ τότε τῷ κοκκίνῳ εἴδει τὰ χείλη περιανθίζεται, ὅταν γένηται πᾶσα ἐκκλησία κατὰ τὴν τοῦ ἀγαθοῦ συμφωνίαν χεῖλος ἓν καὶ φωνὴ μία
為此緣故,牙齒先被剪過、被洗濯,並且不是不生育的、乃是雙生的,然後嘴唇才染上朱紅的色彩——就是當整個教會照著美善的和諧,成為一個嘴唇、一個聲音的時候。
For this reason the teeth are first shorn and washed and are not barren and bear twins, and then the lips are flushed with the scarlet hue, whenever the whole Church, according to the harmony of the good, becomes one lip and one voice.
1:1190
διπλοῦν δὲ τοῦ κάλλους ἐστὶ τὸ ὑπόδειγμα·
而這美麗的比喻乃是雙重的。
And the image of the beauty is twofold.
1:1191
οὐ γὰρ μόνον ἁπλῶς σπαρτίον φησὶν εἶναι τὰ χείλη, ἀλλὰ προσέθηκε καὶ τῆς εὐχροίας τὸ ἄνθος, ὥστε δι' ἀμφοτέρων καλλωπισθῆναι τῆς ἐκκλησίας τὸ στόμα διά τε τοῦ σπαρτίου καὶ τοῦ κοκκίνου ἰδιαζόντως καθ' ἑκάτερον μέρος·
因為他不是單單說嘴唇像一條繩子,而是又加上了美好色澤的花采,好叫教會的口能藉這兩者一同得裝飾,就是藉繩子與朱紅,各按其獨特之處,分別在這兩方面。
For he does not say simply that the lips are a cord, but he added also the bloom of their fair color, so that the mouth of the Church might be adorned by both together, by the cord and by the scarlet, each in its own distinctive way in either respect.
1:1192
τῷ μὲν γὰρ σπαρτίῳ τὴν ὁμογνωμο σύνην παιδεύεται, ὥστε πᾶσαν αὐτὴν ἓν σπαρτίον καὶ μίαν γενέσθαι σειρὰν ἐκ διαφόρων νημάτων συγκεκλωσμένην,. διὰ δὲ τοῦ κοκκίνου πρὸς τὸ αἷμα δι' οὗ ἐλυτρώθημεν βλέπειν διδάσκεται καὶ ἀεὶ τὴν ὁμολογίαν διὰ στόματος φέρειν τοῦ ἐξαγοράσαντος ἡμᾶς διὰ τοῦ αἵματος·
因為她藉那繩子被教導同心合意,好使她全體成為一條繩子、一股由不同絲線捻成的繩索;又藉那朱紅被教導要仰望我們藉以得贖的血,並常在口中傳揚那藉自己的血救贖我們者的認信。
For by the cord she is taught unanimity of mind, so that the whole may become one cord and a single strand twisted together out of diverse threads; while through the scarlet she is taught to look toward the blood by which we were redeemed, and always to carry upon her lips the confession of him who bought us back through his blood.
1:1193
τούτων ἐστὶ πληρουμένη τοῖς τῆς ἐκκλησίας χείλεσιν εὐπρέπεια, ὅταν καὶ πίστις τῆς ὁμολογίας προλάμπῃ καὶ ἀγάπη τῇ πίστει συμπλέκηται
教會嘴唇的秀美就是藉著這些得以成全,就是當她認信的信心先發光,而愛又與信心交織相連的時候。
By these things the comeliness of the Church's lips is fulfilled, whenever both the faith of her confession shines forth and love is interwoven with faith.
1:1194
καὶ εἰ χρὴ ὥσπερ ὁρισμῷ τινι περιλαβεῖν τὸ ὑπόδειγμα, οὕτω τὸ ῥηθὲν ὁριούμεθα·
若當如同以某種界說來把這比喻圈定,我們就這樣為所說的下定義:
And if it is fitting, as it were by a certain definition, to encompass the illustration, we shall thus define what has been said:
1:1195
κόκκινον σπαρτίον ἐστὶ Πίστις δι' ἀγάπης ἐνεργουμένη, ὡς τῇ πίστει μὲν δηλοῦσθαι τὸ κόκκινον, τῇ δὲ ἀγάπῃ τὸ σπαρτίον διερμηνεύεσθαι
那朱紅的繩子就是「藉著愛運行的信心」,好使那朱紅是藉信心來表明,而那繩子則藉愛來解釋。
The scarlet cord is faith working through love, so that by the faith the scarlet is signified, and by the love the cord is interpreted.
1:1196
τούτοις κεκοσμῆσθαι τὰ χείλη τῆς νύμφης μαρτυρεῖ ἀλήθεια
新婦的嘴唇被這些所裝飾,這事有真理自己作見證。
That the lips of the bride are adorned with these things, the Truth itself bears witness.
1:1197
δὲ ὡραία λαλιὰ θεωρίας τινὸς λεπτοτέρας ἑρμηνείας ἄλλης οὐκ ἐπιδέεται·
但「你的言語美好」這話,卻不需要任何更精細的默想,也不需要別的解釋;
But the phrase 'thy speech is comely' has no need of any subtler contemplation or of any other interpretation;
1:1198
φθάσας γὰρ διεσάφησεν ἀπόστολος ὅτι λαλιὰ αὕτη τὸ ῥῆμα τῆς πίστεώς ἐστιν κηρύσσομεν, λέγων Ἐὰν ὁμολογήσῃς τῷ στόματί σου κύριον Ἰησοῦν καὶ πιστεύσῃς ἐν τῇ καρδίᾳ σου ὅτι θεὸς αὐτὸν ἤγειρεν ἐκ νεκρῶν, σωθήσῃ·
因為使徒在前面已經講明,這言語就是我們所傳信心的道,他說:「你若口裏認耶穌為主,心裏信神叫他從死人中復活,就必得救。」
for the Apostle, going before, has already made plain that this speech is the word of faith which we preach, saying: 'If thou shalt confess with thy mouth the Lord Jesus, and shalt believe in thy heart that God hath raised him from the dead, thou shalt be saved.'
1:1199
καρδίᾳ γὰρ πιστεύεται εἰς δικαιοσύνην, στόματι δὲ ὁμολογεῖ εἰς σωτηρίαν
因為人心裏相信就可稱義,口裏承認就可得救。
For with the heart one believes unto righteousness, and with the mouth one confesses unto salvation.
1:1200
αὕτη ἐστὶν ὡραία λαλιά, δι' ἧς τὰ χείλη τῆς ἐκκλησίας κατὰ τὸ κόκκινον ἐκεῖνο σπαρτίον εὐπρεπῶς ἐπανθίζεται
這就是那美好的言語,教會的嘴唇藉此,如同那朱紅的繩子一般,秀美地開出花來。
This is the comely speech, through which the lips of the Church, after the manner of that scarlet cord, are beautifully brought into bloom.
1:1201
Ἀρέσκεται δὲ μετὰ τὴν τοῦ στόματος ὥραν νυμφίος καὶ τῷ τῆς παρειᾶς ἐρυθήματι
但在嘴的秀美之後,新郎也喜悅那面頰的紅潤。
But after the beauty of the mouth, the Bridegroom is also well pleased with the ruddy hue of the cheek.
1:1202
μῆλον δὲ τοῦτο τοῦ προσώπου τὸ μέρος ἐκ καταχρήσεως καλεῖ συνήθεια
面上這一部分,習俗藉著轉借的用法稱之為「蘋果(腮頰)」。
This part of the face common usage calls, by a loose extension of the term, an 'apple.'
1:1203
προσεικάζει. τοίνυν τὸ τῆς παρειᾶς μῆλον τῷ λεπύρῳ τῆς ῥόας γράψας οὕτω τὸν ἔπαινον αὐτὸν ἐπὶ λέξεως·
於是他把面頰的這蘋果比作石榴的皮,並照著字句這樣寫出那讚美:
Accordingly he likens the apple of the cheek to the rind of the pomegranate, writing the praise itself thus in these very words:
1:1204
Ὡς λέπυρον ῥόας μῆλόν σου ἐκτὸς τῆς σιωπήσεώς σου
「除你的靜默以外,你的腮頰如同石榴的皮。」
'Thy cheek is like the rind of a pomegranate, apart from thy silence.'
1:1205
ὅτι μὲν οὖν αἰδώς ἐστι τὸ ἐπαινούμενον παντὶ ῥᾴδιον ἐκ τῆς ἀκολουθίας τῶν τεθεωρημένων λογίσασθαι·
如今那被讚美的乃是端莊羞澀,人人都容易從已默想過的內容之次序推想出來;
Now that what is praised is modesty, it is easy for anyone to reckon from the sequence of what has been contemplated;
1:1206
σωματοποιήσας γὰρ τὴν ἐκκλησίαν λόγος εἰς τὸ τῆς νύμφης εἶδος καὶ τὰς καθ' ἕκαστον ἀρετὰς καταλλήλως τῇ ὑπογραφῇ τῆς κατὰ τὸ πρόσωπον ὥρας ἐπιμερίσας νῦν διὰ τοῦ ἐρυθήματος τοῦ ταῖς παρειαῖς ἐπιζέοντος προσφόρως ἐπαινεῖ τὴν σωφροσύνην αἰδοῖ κατακοσμήσας ἐν τῷ τῆς ῥόας αἰνίγματι·
因為那道既把教會塑成新婦的形像,又把各樣美德按其相稱之處分配於面容之美的描繪之上,如今便藉著在雙頰上煥發的紅潤,合宜地讚美那節制自守,並在石榴的隱喻之下以羞澀來裝飾它;
for the Word, having given the Church a body in the form of the bride and having apportioned each of the virtues suitably to the sketch of the beauty of the countenance, now, through the ruddiness that glows upon the cheeks, fittingly praises self-control, having adorned it with modesty under the riddle of the pomegranate;
1:1207
γὰρ καρπὸς οὗτος στυφῇ τε καὶ ἀβρώτῳ τῇ ἐπιφανείᾳ ἐντρέφεται
因為這果子的外表是澀而不可食的。
for this fruit is nourished with a surface that is astringent and inedible.
1:1208
διὸ καλῶς τε καὶ οἰκείως εἰς τὸ τῆς σωφροσύνης κατόρθωμα διὰ τῆς θεωρίας μεταλαμβάνεται·
因此,藉著默想,它就被美好而合宜地轉用來指節制的美德成就;
Wherefore it is well and fittingly transferred, by way of contemplation, to the achievement of self-control;
← 上一段下一段 →
1