內容伺服器目前離線,這是 2026-08-11 產生的離線快照;全文搜尋暫時無法使用。 The content server is offline; this is a 2026-08-11 snapshot. Full-text search is unavailable.
📜 Verbum · 聖言
原文誦讀聖經與教父文獻

← 回書卷目次 · 希臘教父 › 大要理書

尼撒的貴格利

大要理書 第 1 章 第 5/6 段

希臘文原文.123 節.部分字詞可點開查義.本章太長已分段,此段為 1:552–1:674(全章共 720 節)

← 上一段下一段 →
1:552
τὸ γὰρ μὴ ἐμμεῖναι τῷ θανάτῳ, καὶ τὰς διὰ τοῦ σιδήρου κατὰ τοῦ σώματος γενομένας πληγὰς μηδὲν ἐμπόδιον πρὸς τὸ εἶναι ποιήσασθαι, κατ' ἐξουσίαν τε φαίνεσθαι μετὰ τὴν ἀνάστασιν τοῖς μαθηταῖς, ὅτε βούλοιτο παρεῖναί τε αὐτοῖς μὴ ὁρώμενον καὶ ἐν μέσῳ γίγνεσθαι, μηδὲν τῆς εἰσόδου τῆς διὰ τῶν θυρῶν προσ δεόμενον, ἐνισχύειν τε τοὺς μαθητὰς τῇ προσφυσήσει τοῦ πνεύματος, ἐπαγγέλλεσθαί τε καὶ τὸ μετ' αὐτῶν εἶναι, καὶ μηδενὶ μέσῳ διατειχίζεσθαι, καὶ τῷ μὲν φαινομένῳ πρὸς τὸν οὐρανὸν ἀνιέναι, τῷ δὲ νοουμένῳ πανταχοῦ εἶναι, καὶ ὅσα τοιαῦτα περιέχει ἱστορία, οὐδὲν τῆς ἐκ τῶν λογισμῶν συμμαχίας προσδέεται πρὸς τὸ θεῖά τε εἶναι καὶ τῆς ὑψη λῆς καὶ ὑπερεχούσης δυνάμεως
因為祂並未停留在死亡中;那鐵器加在身體上的擊打,祂也使之絲毫無礙於祂的存在;祂在復活後隨意向門徒顯現,願意時就不被看見地與他們同在,又進到他們中間而不需從門進入;祂藉吹氣將聖靈賜下,使門徒得力,又應許與他們同在,不被任何隔牆所阻;就可見的方面祂升到天上,就所領會的方面祂無處不在——以及史中所載一切這類的事——都不需任何來自推理的支援,便顯為屬神的、出於那崇高超絕的能力。
For that he did not remain in death; and that he made the blows inflicted upon the body by the iron no impediment to his being; and that he appeared, after the resurrection, to the disciples at will, being present with them unseen when he wished, and coming to be in their midst with no need of entrance through the doors; and that he strengthened the disciples by the in-breathing of the Spirit, and promised to be with them, and to be walled off by no intervening barrier; and that to the visible eye he ascended to heaven, while to the understanding he is everywhere—and whatever such things history contains, needs nothing of the support drawn from reasonings in order to be divine and of the lofty and surpassing power.
1:553
περὶ ὧν οὐδὲν οἶμαι δεῖν καθ' ἕκαστον διεξιέναι, αὐτόθεν τοῦ λόγου τὸ ὑπὲρ τὴν φύσιν ἐμφαίνοντος
關於這些,我想無需逐一細述,因這敘述本身已顯出那超乎本性的。
Concerning which I think there is no need to go through each one in detail, the account of itself displaying what is beyond nature.
1:554
ἀλλ' ἐπειδὴ μέρος τι τῶν μυστικῶν διδαγμάτων καὶ κατὰ τὸ λουτρόν ἐστιν οἰκονομία, εἴτε βάπτισμα εἴτε φώτισμα εἴτε παλιγγενεσίαν βούλοιτό τις ὀνομάζειν, οὐδὲν πρὸς τὴν ὀνομασίαν διαφερόμεθα, καλῶς ἂν ἔχοι καὶ περὶ τούτου βραχέα διεξελθεῖν
但既然那神祕教訓的一部分,也包括關於洗的安排——無論人願稱它為浸禮、光照,或重生,我們對其名稱毫不爭辯——那麼,關於這事也略講幾句,乃是好的。
But since a certain part of the mystical teachings is also the dispensation concerning the washing—which, whether one wishes to name it baptism or illumination or regeneration, we dispute nothing as to the name—it would be well to go through a few things also concerning this.
1:555
Ἐπειδὰν γὰρ παρ' ἡμῶν τὸ τοιοῦτον ἀκούσωσιν, ὅτι, τοῦ θνητοῦ πρὸς τὴν ζωὴν μεταβαίνοντος, ἀκόλουθον ἦν τῆς πρώτης γενέσεως ἐπὶ τὸν θνητὸν παραγούσης βίον ἑτέραν γένεσιν ἐξευρεθῆναι, μήτε ἀπὸ φθορᾶς ἀρχομένην, μήτε εἰς φθορὰν καταλήγουσαν, ἀλλ' εἰς ἀθάνατον ζωὴν τὸν γεγεννημένον παράγουσαν, ἵν', ὥσπερ ἐκ θνητῆς γενέ σεως θνητὸν ἐξ ἀνάγκης τὸ γεγεννημένον ὑπέστη, οὕτως ἐκ τῆς μὴ παραδεχομένης φθορὰν τὸ γεννώμενον κρεῖττον γένηται τῆς ἐκ τοῦ θανάτου φθορᾶς·
因為每當他們從我們這裡聽見這樣的話——就是說,那必死者既要過渡到生命,按理就當這樣:既然頭一次的出生帶人進入必死的生命,便當尋出另一種出生,這出生既不從敗壞開始,也不以敗壞告終,乃是將那被生者帶入不朽的生命,好叫正如從必死的出生,那被生者必然成為必死的,照樣,從那不容敗壞之源所生的,便能勝過那從死亡而來的敗壞;
For whenever they hear such a thing from us—that, the mortal passing over to life, it was consistent that, since the first birth brings into a mortal life, another birth should be found out, beginning neither from corruption nor ending in corruption, but bringing the one born into immortal life, so that, just as from a mortal birth the one born necessarily came into being mortal, so from that which does not admit corruption the one born might become superior to the corruption from death;
1:556
ἐπειδὰν οὖν τούτων καὶ τῶν τοιούτων ἀκούσωσιν καὶ προδιδαχθῶσι τὸν τρόπον, ὅτι εὐχὴ πρὸς θεὸν καὶ χάριτος οὐρανίας ἐπίκλησις καὶ ὕδωρ καὶ πίστις ἐστὶ δι' ὧν τὸ τῆς ἀναγεννήσεως πληροῦ μυστήριον, δυσπειθῶς ἔχουσι πρὸς τὸ φαινόμενον βλέποντες, ὡς οὐ συμβαῖνον τῇ ἐπαγγελίᾳ τὸ σωματικῶς ἐνεργούμενον
那麼,每當他們聽見這些以及諸如此類的事,並預先受教其方式——就是向神禱告、呼求屬天的恩典、水,與信心,乃是那藉以成全重生奧祕之物——他們便難以被說服,因他們著眼於外在所見,彷彿那在身體上所行的與這應許不相符。
whenever, then, they hear these and such things, and are previously taught the manner—that prayer to God, and the invocation of heavenly grace, and water, and faith, are the things through which the mystery of regeneration is fulfilled—they are hard to persuade, looking to what appears, as though what is performed bodily did not accord with the promise.
1:557
πῶς γάρ, φασίν, εὐχὴ καὶ δυνάμεως θείας ἐπίκλησις ἐπὶ τοῦ ὕδατος γινομένη ζωῆς ἀρχηγὸς τοῖς μυηθεῖσι γίνεται; πρὸς οὕς, εἴπερ μὴ λίαν ἔχοιεν ἀντι τύπως, ἁπλοῦς ἐξαρκεῖ λόγος πρὸς τὴν τοῦ δόγματος ἀγαγεῖν συγκατάθεσιν
因為他們說,禱告與呼求神能臨於水上,怎能成為那受洗者之生命的源頭?對這些人,倘若他們不過分頑抗,一個簡單的論證便足以使他們同意這教義。
For how, they say, does prayer and the invocation of divine power upon the water become the author of life to those initiated? To whom, if indeed they should not be too resistant, a simple argument suffices to bring them to assent to the doctrine.
1:558
ἀντερωτήσωμεν γάρ, τοῦ τρόπου τῆς κατὰ σάρκα γεννήσεως πᾶσιν ὄντος προδήλου, πῶς ἄνθρωπος ἐκεῖνο γίνεται τὸ εἰς ἀφορμὴν τῆς συστάσεως τοῦ ζῴου καταβαλλόμενον
因為讓我們反問:那按肉體出生的方式既為眾人所明知,那為構成活物之機緣而被撒下之物,怎樣成為人呢?
For let us ask in turn, the manner of birth according to the flesh being evident to all, how that which is cast down for the occasion of the constitution of the living being becomes man.
1:559
ἀλλὰ μὴν οὐδεὶς ἐπ' ἐκείνου λόγος ἐστὶν λογισμῷ τινὶ τὸ πιθανὸν ἐφευρίσκων
然而,論到那事,斷沒有任何能藉推理找出其合理解釋的說法。
But surely there is no account concerning that which finds out the plausible by any reasoning.
1:560
τί γὰρ κοινὸν ἔχει ὅρος ἀνθρώπου πρὸς τὴν ἐν ἐκείνῳ θεωρουμένην ποιότητα συγκρινόμενος; ἄνθρωπος λογικόν τι χρῆμα καὶ διανοητικόν ἐστι, νοῦ καὶ ἐπιστήμης δεκτικόν·
因為人的定義,與那物中所見的性質相比,有甚麼共通之處呢?人是有理性、有靈智之物,能領受心思與知識;
For what has the definition of man in common, when compared with the quality contemplated in that? Man is a rational and intellectual thing, receptive of mind and knowledge;
1:561
ἐκεῖνο δὲ ὑγρᾷ τινὶ ἐνθεωρεῖται ποιότητι, καὶ πλεῖον οὐδὲν τοῦ κατ' αἴσθησιν ὁρωμένου καταλαμβάνει ἔννοια
但那物卻是在某種液態的性質中被看見,思想所把握的不過是那憑感官所見的。
but that is contemplated in a certain liquid quality, and the thought grasps nothing more than what is seen by sense-perception.
1:562
ἣν τοίνυν εἰκός ἐστιν ἀπόκρισιν ἡμῖν γενέσθαι παρὰ τῶν ἐρωτηθέν των ὅτι πῶς ἐστὶ πιστὸν ἐξ ἐκείνου συστῆναι ἄνθρωπον, τοῦτο καὶ περὶ τῆς διὰ τοῦ ὕδατος γινομένης ἀναγεννήσεως ἐρωτηθέντες ἀποκρινούμεθα
那麼,無論那些被問的人,對「一個人怎能從那物構成」這問題可能給我們甚麼回答——對於那藉著水而有的重生,我們被問時也要給出同樣的回答。
Whatever answer, then, is likely to be given to us by those questioned—as to how it is credible that a man is constituted from that—this same answer we too, being questioned concerning the regeneration that comes about through water, will give.
1:563
ἐκεῖ τε γὰρ πρόχειρόν ἐστιν ἑκάστῳ τῶν ἠρωτημένων εἰπεῖν ὅτι θείᾳ δυνάμει ἐκεῖνο ἄνθρωπος γίνεται, ἧς μὴ παρούσης ἀκίνητόν ἐστιν ἐκεῖνο καὶ ἀνενέργητον
因為在那事上,每一位被問者都現成可說:是藉神的能力,那物才成為人;若無此能力,那物便毫無動靜、毫無作用。
For there too it is ready to hand for each of those questioned to say that by divine power that becomes man, in whose absence that thing is motionless and inactive.
1:564
εἰ οὖν ἐκεῖ οὐ τὸ ὑποκείμενον ποιεῖ τὸν ἄνθρωπον, ἀλλ' θεία δύναμις πρὸς ἀνθρώπου φύσιν μεταποιεῖ τὸ φαινόμενον, τῆς ἐσχάτης ἂν εἴη ἀγνωμοσύνης ἐκεῖ τοσαύτην τῷ θεῷ προσμαρτυροῦντας δύναμιν ἀτονεῖν ἐν τῷ μέρει τούτῳ τὸ θεῖον οἴεσθαι πρὸς τὴν ἐκπλήρωσιν τοῦ θελήματος
那麼,若在那事上,並非那底層的物質造成了人,乃是神的能力將那所見之物轉化為人的本性,那麼,在那事上既將如此大能歸給神,卻又設想神性在這事上無力成就其旨意,便是極大的無理了。
If, then, there it is not the underlying matter that makes the man, but the divine power transforms what appears into the nature of man, it would be of the utmost senselessness, while there attributing to God so great a power, to suppose that in this matter the Deity is too feeble for the accomplishment of its will.
1:565
τί κοινόν, φασίν, ὕδατι καὶ ζωῇ; τί δὲ κοινόν, πρὸς αὐτοὺς ἐροῦμεν, ὑγρότητι καὶ εἰκόνι θεοῦ; ἀλλ' οὐδὲν ἐκεῖ τὸ παράδοξον, εἰ θεοῦ βουλομένου πρὸς τὸ τιμιώτατον ζῷον τὸ ὑγρὸν μεταβαίνει
他們說:「水與生命有甚麼共通之處?」我們要對他們說:那麼,水液與神的形像又有甚麼共通之處呢?然而那事毫不希奇,倘若神願意,那水液便過渡成為那最尊貴的活物。
"What has water in common with life?" they say. And what, we shall say to them, has moisture in common with the image of God? But there is nothing strange there, if, God willing, the liquid passes over into the most honored of living beings.
1:566
φαμὲν μηδὲν εἶναι θαυμαστὸν εἰ θείας δυνάμεως παρουσία πρὸς ἀφθαρσίαν μετασκευάζει τὸ ἐν τῇ φθαρτῇ φύσει γενόμενον
我們說,若神能的臨在將那存於可朽本性中之物重塑為不朽,這毫不希奇。
We say that it is nothing wondrous, if the presence of divine power refashions into incorruption that which came to be in corruptible nature.
1:567
Ἀλλὰ ζητοῦσιν ἀπόδειξιν τοῦ παρεῖναι τὸ θεῖον ἐπὶ ἁγιασμῷ τῶν γινομένων καλούμενον
但他們尋求一個憑證,證明那被呼求來使所行之事成聖的神性確實臨在。
But they seek a proof of the Deity's being present when invoked for the sanctification of the things performed.
1:568
δὲ τοῦτο ζητῶν ἀναγνώτω πάλιν τὰ κατόπιν ἐξητασμένα
求這憑證的人,就讓他再讀一遍上面所考察過的事。
And let the one who seeks this read again the things examined above.
1:569
γὰρ κατασκευὴ τοῦ τὴν διὰ σαρκὸς ἡμῖν ἐπιφανεῖσαν δύναμιν ἀληθῶς θείαν εἶναι τοῦ παρόντος λόγου συνηγορία γίνεται
因為「那藉肉身向我們顯現的能力確是屬神的」這一確立,便成了眼前這論證的辯護。
For the establishment of the fact that the power which appeared to us through the flesh is truly divine becomes an advocate for the present argument.
1:570
δειχθέντος γὰρ τοῦ θεὸν εἶναι τὸν ἐν σαρκὶ φανερωθέντα, τοῖς διὰ τῶν γινομένων θαύμασι τὴν φύσιν ἑαυτοῦ δεί ξαντα, συναπεδείχθη τὸ παρεῖναι τοῖς γινομένοις αὐτὸν κατὰ πάντα καιρὸν ἐπικλήσεως
因為既已顯明那在肉身中顯現者就是神——祂藉所發生的神蹟彰顯了自己的本性——便一同證明了:祂在每次呼求時都臨在於所行之事中。
For it having been shown that the one manifested in flesh was God, who through the miracles that came to pass displayed his own nature, there was demonstrated together with it that he is present at the things performed at every season of invocation.
1:571
ὥσπερ γὰρ ἑκάστου τῶν ὄντων ἔστι τις ἰδιότης τὴν φύσιν γνωρίζουσα, οὕτως ἴδιον τῆς θείας φύσεώς ἐστιν ἀλήθεια
因為正如萬有中每一物都有某種使其本性為人所知的特性,照樣,作真實乃是神聖本性所固有的。
For just as there is for each of the things that exist a certain property that makes its nature known, so it is proper to the divine nature to be truth.
1:572
ἀλλὰ μὴν ἀεὶ παρέσεσθαι τοῖς ἐπικαλουμένοις ἐπήγγελται, καὶ ἐν μέσῳ τῶν πιστευόντων εἶναι, καὶ ἐν πᾶσι μένειν καὶ ἑκάστῳ συνεῖναι
然而祂確已應許:要常與那呼求祂的人同在,要在那些信的人中間,要存於眾人之中,並與各人同在。
But surely he has promised always to be present to those who call upon him, and to be in the midst of those who believe, and to remain in all and to be with each one.
1:573
οὐκέτ' οὖν ἂν ἑτέρας εἰς τὸ παρεῖναι τὸ θεῖον τοῖς γινομένοις ἀποδείξεως προσδεοίμεθα, τὸ μὲν θεὸν εἶναι διὰ τῶν θαυμάτων αὐτῶν πεπιστευκότες, ἴδιον δὲ τῆς θεότητος τὸ ἀμίκτως πρὸς τὸ ψεῦδος ἔχειν εἰδότες, ἐν δὲ τῷ ἀψευδεῖ τῆς ὑποσχέσεως παρεῖναι τὸ ἐπηγ γελμένον οὐκ ἀμφιβάλλοντες
那麼,我們再不需任何別的憑證來證明神性臨在於所行之事中了——我們既藉那些神蹟本身相信了祂是神,又知道與虛謊無分乃是神性所固有的,且不懷疑:因那應許的真實可信,那所應許的便確實臨在。
No longer, then, should we need any other proof for the Deity's being present at the things performed—having believed that he is God through the miracles themselves, and knowing that it is proper to the Deity to be unmixed with falsehood, and not doubting that, in the truthfulness of the promise, the thing promised is present.
1:574
τὸ δὲ προηγεῖσθαι τὴν διὰ τῆς εὐχῆς κλῆσιν τῆς θείας οἰκονομίας περιουσία τίς ἐστι τῆς ἀποδείξεως τοῦ κατὰ θεὸν ἐπιτελεῖσθαι τὸ ἐνεργού μενον
而那藉禱告而有的呼求先於神聖的安排,這事乃是那「所行之事是按神而成就」之憑證的某種充溢有餘。
And that the calling through prayer precedes the divine dispensation is a certain superabundance of the proof that what is being worked is accomplished according to God.
1:575
εἰ γὰρ ἐπὶ τοῦ ἑτέρου τῆς ἀνθρωποποιίας εἴδους αἱ τῶν γεννώντων ὁρμαί, κἂν μὴ ἐπικληθῇ παρ' αὐτῶν δι' εὐχῆς τὸ θεῖον, τῇ τοῦ θεοῦ δυνάμει, καθὼς ἐν τοῖς ἔμπροσθεν εἴρηται, διαπλάσσουσι τὸ γεννώμενον, ἧς χωρισθείσης ἄπρακτός ἐστιν σπουδὴ καὶ ἀνόνητος, πόσῳ μᾶλλον ἐν τῷ πνευματικῷ τῆς γεννήσεως τρόπῳ, καὶ θεοῦ παρέσεσθαι τοῖς γινομένοις ἐπηγγελμένου καὶ τὴν παρ' ἑαυτοῦ δύναμιν ἐντεθεικότος τῷ ἔργῳ, καθὰ πεπιστεύκαμεν, καὶ τῆς ἡμετέρας προαιρέσεως πρὸς τὸ σπουδαζόμενον τὴν ὁρμὴν ἐχούσης, εἰ συμπαραληφθείη καθηκόντως διὰ τῆς εὐχῆς συμμαχία, μᾶλλον ἐπιτελὲς ἔσται τὸ σπουδαζόμενον; καθάπερ γὰρ οἱ ἐπιφαῦσαι τὸν ἥλιον αὐτοῖς εὐχόμενοι τῷ θεῷ οὐδὲν ἀμβλύνουσι τὸ πάντως γινόμενον, οὐδὲ μὴν ἄχρηστον εἶναί τις φήσει τὴν τῶν προσευχομένων σπουδήν, εἰ περὶ τοῦ πάντως ἐσομένου τὸν θεὸν ἱκετεύουσιν, οὕτως οἱ πεπεισμένοι κατὰ τὴν ἀψευδῆ τοῦ ἐπαγγειλαμένου ὑπόσχεσιν πάντως παρεῖναι τὴν χάριν τοῖς διὰ τῆς μυστικῆς ταύτης οἰκονομίας ἀνα γεννωμένοις προσθήκην τινὰ ποιοῦνται τῆς χάριτος, τὴν οὖσαν οὐκ ἀποστρέφουσιν
因為若在另一種人的生育中,那生育者的衝動——縱使他們未藉禱告呼求神性——尚且如前所說,藉神的能力形成那被生者(若無此能力,這努力便無效無益),那麼,何況在那屬靈的出生方式中——神既應許要臨在於所行之事中,又如我們所信,將自己的能力栽植於這工作中,而我們的自由意志又對所切慕之事有其衝動——倘若那藉禱告而有的相助被恰當地一同帶入,那所切慕之事豈不更得成就嗎?因為正如那向神禱告求日照在他們身上的人,絲毫不減損那無論如何都會發生之事,也沒有人會說禱告者的熱心是無用的(即使他們為那必定成就之事懇求神),照樣,那些按那應許者不虛的應許、確信恩典必然臨到藉這神祕安排而重生之人的人,或是對那恩典有所增添,或是不至於使那臨在的恩典轉離。
For if, in the other kind of human procreation, the impulses of the begetters—even if the Deity be not invoked by them through prayer—form the one being born by the power of God, as was said before, in whose absence the effort is ineffective and profitless, how much more, in the spiritual manner of birth—God both having promised to be present at the things performed and having implanted his own power in the work, as we have believed, and our free choice having its impulse toward what is earnestly pursued—if the assistance through prayer be fittingly taken along, will the thing pursued be the more accomplished? For just as those who pray to God that the sun may shine upon them in no way blunt what comes to pass in any case, nor will anyone say that the zeal of those who pray is useless, if they entreat God concerning what will assuredly be, so those who have been persuaded, according to the unlying promise of the One who promised, that grace is by all means present to those regenerated through this mystical dispensation, either make some addition to the grace, or do not turn away the grace that is present.
1:576
τὸ γὰρ πάντως συνεῖναι διὰ τὸ θεὸν εἶναι τὸν ἐπαγγειλάμενον πεπίστευται·
因為祂必然臨在,乃是因那應許者是神,故此可信;
For the being by all means present is believed because the one who promised is God;
1:577
δὲ τῆς θεότητος μαρτυρία διὰ τῶν θαυμάτων ἐστίν
而神性的見證,乃是藉著神蹟。
and the testimony of the Deity is through the miracles.
1:578
ὥστε διὰ πάντων τὸ παρεῖναι τὸ θεῖον οὐδεμίαν ἀμφιβολίαν ἔχει
因此,從各方面看,神性的臨在毫無可疑。
So that, through all, the Deity's being present admits no doubt.
1:579
δὲ εἰς τὸ ὕδωρ κάθοδος καὶ τὸ εἰς τρὶς ἐν αὐτῷ γενέσθαι τὸν ἄνθρωπον, ἕτερον ἐμπεριέχει μυστήριον
但那進入水中、人在其中三次沉入,含有另一個奧祕。
But the descent into the water, and the man's coming to be in it thrice, contains another mystery.
1:580
ἐπειδὴ γὰρ τῆς σωτηρίας ἡμῶν τρόπος οὐ τοσοῦτον ἐκ τῆς κατὰ τὴν διδαχὴν ὑφηγήσεως ἐνεργὸς γέγονεν ὅσον δι' αὐτῶν ὧν ἐποίησεν τὴν πρὸς τὸν ἄνθρωπον ὑποστὰς κοινωνίαν, ἔργῳ τὴν ζωὴν ἐνεργήσας, ἵνα διὰ τῆς ἀναλη φθείσης παρ' αὐτοῦ καὶ συναποθεωθείσης σαρκὸς ἅπαν συνδιασωθῇ τὸ συγγενὲς αὐτῇ καὶ ὁμόφυλον, ἀναγκαῖον ἦν ἐπινοηθῆναί τινα τρόπον, ἐν τις ἦν συγγένειά τε καὶ ὁμοιότης ἐν τοῖς γινομένοις παρὰ τοῦ ἑπομένου πρὸς τὸν ἡγούμενον
因為我們得救的方式,與其說是藉教導的訓誨而生效,不如說是藉著那位取了與人相交者所親自行的事——祂以行為成就了生命,好叫藉著祂所取、並與祂一同被神化的肉身,凡與這肉身相親、同族的都一同得救——既然如此,就必須設計某種方式,使那跟隨者在所行之事上,與那引領者之間有某種親緣與相似。
For since the manner of our salvation became effective not so much by the instruction of teaching as through the very things which he did who took upon himself fellowship with man, having by deed wrought life, so that through the flesh taken up by him and deified together with him all that is kindred and of the same race with it might be saved together—it was necessary that some manner should be devised in which there should be a certain kinship and likeness, in the things performed, of the follower toward the leader.
1:581
χρὴ τοίνυν ἰδεῖν ἐν τίσιν τῆς ζωῆς ἡμῶν καθηγησάμενος ἐθεωρήθη, ἵνα, καθώς φησιν ἀπόστολος, κατὰ τὸν ἀρχηγὸν τῆς σωτηρίας ἡμῶν κατορθωθῇ τοῖς ἑπομένοις μίμησις
那麼,就必須看那我們生命的引領者是在甚麼事上被看見的,好叫如使徒所說,跟隨者能照著那我們救恩的元帥,正確地成就那效法。
It is needful, then, to see in what things the leader of our life was contemplated, so that, as the apostle says, according to the author of our salvation the imitation may be rightly accomplished by the followers.
1:582
ὥσπερ γὰρ παρὰ τῶν πεπαιδευ μένων τὰ τακτικὰ πρὸς τὴν ὁπλιτικὴν ἐμπειρίαν ἀνάγονται οἱ δι' ὧν βλέπουσιν πρὸς τὴν εὔρυθμόν τε καὶ ἐνόπλιον κίνησιν παιδευόμενοι, δὲ μὴ πράττων τὸ προδεικνύμενον ἀμέτοχος τῆς τοιαύτης ἐμπειρίας μένει, κατὰ τὸν αὐτὸν τρόπον τῷ πρὸς τὴν σωτηρίαν ἡμῶν ἐξηγουμένῳ πάντως οἷς ἴση πρὸς τὸ ἀγαθόν ἐστιν σπουδὴ ὁμοίως ἐπάναγκες διὰ μιμήσεως ἕπεσθαι, τὸ παρ' αὐτοῦ προδειχθὲν εἰς ἔργον ἄγοντας
因為正如那些受戰術訓練以求兵器之技的人被引導入此技——他們藉所觀看的而受訓,學那有節奏、持械的動作——而那不照所示去行的,便無分於這技藝;照樣,對那引領我們得救的,凡心中對良善有同等熱心的人,都同樣有必要藉效法去跟隨,將祂所顯示的付諸行動。
For just as those instructed in tactics for skill in arms are led up to it—they who are trained, through the things they watch, toward the rhythmic and armed movement—while the one who does not do what is shown remains without share in such skill, in the same way for the one who guides toward our salvation, all in whom there is an equal zeal for the good are alike under necessity to follow by imitation, bringing into deed what was shown by him.
1:583
οὐ γὰρ ἔστι πρὸς τὸ ἴσον καταντῆσαι πέρας, μὴ διὰ τῶν ὁμοίων ὁδεύσαντας
因為人若不藉同樣的路徑而行,便不可能達到同樣的終局。
For it is not possible to come to the same end without having journeyed by the same paths.
1:584
λαβυρίνθων πλάνας διεξελθεῖν ἀμηχανοῦντες, εἴ τινος ἐμπείρως ἔχοντος ἐπιτύχοιεν, κατόπιν ἑπόμενοι τὰς ποικί λας τε καὶ ἀπατηλὰς τῶν οἴκων ἀναστροφὰς διεξέρχονται, οὐκ ἂν διεξελθόντες, μὴ κατ' ἴχνος ἑπόμενοι τῷ προάγοντι, οὕτω μοι νόησον καὶ τὸν τοῦ βίου τούτου λαβύρινθον ἀδιεξίτητον εἶναι τῇ ἀνθρωπίνῃ φύσει, εἰ μή τις τῆς αὐτῆς ὁδοῦ λάβοιτο δι' ἧς ἐν αὐτῷ γενόμενος ἔξω κατέστη τοῦ περιέχοντος
那些因無法穿過迷宮的曲折而迷路的人,若偶遇一位有經驗的,便跟在他後面,穿過那房屋變化莫測、迷惑人的轉折——倘若他們不一步一步跟隨那走在前頭的,便不能穿過——你也照樣想:這人生的迷宮對人的本性是無路可出的,除非有人取那同一條路,就是那進入迷宮之中者藉以站立到那環抱之物之外的路。
Those who, being unable to find their way through the wanderings of labyrinths, if they should chance upon someone experienced, following behind him pass through the varied and deceptive turnings of the passages—which they would not have passed through, had they not followed step by step the one going before—so consider to me also that the labyrinth of this life is impassable to human nature, unless one should take the same way by which the one who came to be in it stood outside of what encompasses it.
1:585
λαβύρινθον δέ φημι τροπικῶς τὴν ἀδιέξοδον τοῦ θανάτου φρουράν, τὸ δείλαιον τοῦ ἀνθρώπου γένος περιεσχέθη
我以「迷宮」一詞比喻地指那死亡之無可逃脫的牢獄,可憐的人類就被它所環抱。
And I call "labyrinth" figuratively the inescapable prison of death, by which the wretched human race was encompassed.
1:586
τί οὖν περὶ τὸν ἀρχηγὸν τῆς σωτηρίας ἡμῶν ἐθεασάμεθα; τριήμερον νέκρωσιν καὶ πάλιν ζωήν
那麼,論到那我們救恩的引領者,我們看見了甚麼?就是三日的死狀,與隨後的生命。
What, then, did we behold concerning the leader of our salvation? A three-day deadness and again life.
1:587
οὐκ οῦν χρή τι τοιοῦτον καὶ ἐν ἡμῖν ἐπινοηθῆναι ὁμοίωμα
因此,在我們裡面也必須設計某種這樣的相似。
Therefore there must be devised some such likeness also in us.
1:588
τίς οὖν ἐστὶν ἐπίνοια δι' ἧς καὶ ἐν ἡμῖν πληροῦται τοῦ παρ' ἐκείνου γεγονότος μίμησις; ἅπαν τὸ νεκρωθὲν οἰκεῖόν τινα καὶ κατὰ φύσιν ἔχει χῶρον, τὴν γῆν, ἐν κλίνεταί τε καὶ κατακρύπτεται
那麼,那使祂所行之事的效法也在我們裡面得以成全的方法是甚麼呢?凡被治死之物都有某種固有而合本性的處所,就是地,它被安放並藏於其中。
What, then, is the device through which the imitation of what was done by him is fulfilled also in us? Everything that has been put to death has a certain proper and natural place, the earth, in which it is laid and hidden away.
1:589
πολλὴν δὲ πρὸς ἄλληλα τὴν συγγένειαν ἔχει γῆ τε καὶ ὕδωρ, μόνα τῶν στοιχείων βαρέα τε ὄντα καὶ κατωφερῆ, καὶ ἐν ἀλλήλοις μένοντα καὶ δι' ἀλλήλων κρατούμενα
地與水彼此有很大的親緣,在諸元素中唯獨這二者是沉重而向下的,又彼此存於對方之中、被彼此所持守。
And earth and water have much kinship with one another, being alone of the elements heavy and downward-tending, and remaining in one another and held fast by one another.
1:590
ἐπεὶ οὖν τοῦ καθηγουμένου τῆς ζωῆς ἡμῶν θάνατος ὑπόγειος κατὰ τὴν κοινὴν γέγονε φύσιν, τοῦ θανάτου μίμησις παρ' ἡμῶν γινομένη ἐν τῷ γείτονι διατυποῦται στοιχείῳ
既然那我們生命之引領者的死,按其共通的本性是在地下發生的,那麼我們所行的對那死亡的效法,便在那相鄰的元素(水)中被表明出來。
Since, then, the death of the leader of our life came to be under the earth according to the common nature, the imitation of the death which is performed by us is figured in the neighboring element.
1:591
καὶ ὡς ἐκεῖνος ἄνωθεν ἄνθρωπος ἀναλαβὼν τὴν νεκρότητα μετὰ τὴν ὑπόγειον θέσιν τριταῖος ἐπὶ τὴν ζωὴν πάλιν ἀνέδραμεν, οὕτω πᾶς συνημμένος κατὰ τὴν τοῦ σώματος φύσιν ἐκείνῳ πρὸς τὸ αὐτὸ κατόρθωμα βλέπων, τὸ κατὰ τὴν ζωὴν λέγω πέρας, ἀντὶ γῆς τὸ ὕδωρ ἐπιχεάμενος καὶ ὑποδὺς τὸ στοιχεῖον ἐν τρισὶ περιόδοις τὴν τριήμερον τῆς ἀνα στάσεως χάριν ἀπεμιμήσατο
正如那從上面而來的人,取了死狀、被安置在地下之後,在第三日又奔回生命,照樣,凡按身體的本性與祂相聯的人,望向那同一的成就——我是指那合乎生命的終局——便以水代替地澆在自己身上,在三次沉浸中沒入那元素,效法那三日復活的恩典。
And as that Man from above, having taken on the deadness, after the placing under the earth, on the third day ran back again to life, so everyone who is joined to him according to the nature of the body, looking toward the same achievement—I mean the end that is according to life—pouring water over himself instead of earth, and sinking under the element in three immersions, imitated the grace of the three-day resurrection.
1:592
εἴρηται δὲ τὸ τοιοῦτον καὶ ἐν τοῖς φθάσασιν, ὅτι κατ' οἰκονομίαν ἐπῆκται τῇ ἀνθρωπίνῃ φύσει παρὰ τῆς θείας προνοίας θάνατος, ὥστε τῆς κακίας ἐν τῇ διαλύσει τοῦ σώματος καὶ τῆς ψυχῆς ἐκρυείσης πάλιν διὰ τῆς ἀναστάσεως σῶον καὶ ἀπαθῆ καὶ ἀκέραιον καὶ πάσης τῆς κατὰ κακίαν ἐπιμιξίας ἀλλότριον ἀναστοιχειωθῆναι τὸν ἄνθρωπον
這樣的話在前面也曾說過——就是死亡乃是神聖的眷顧按一種安排加在人性之上的,好叫惡在身體與靈魂的分解中流出之後,人能藉著復活重新被構成,得以完整、無受苦、不朽壞,且與一切惡的摻雜無分。
And such a thing has been said also in what preceded—that according to a dispensation death was brought upon human nature by the divine providence, so that, vice having flowed out in the dissolution of body and soul, man might again, through the resurrection, be re-constituted whole and free from passion and uncorrupted and alien to all admixture with vice.
1:593
ἀλλ' ἐπὶ μὲν τοῦ καθηγουμένου τῆς σωτηρίας ἡμῶν τὸ τέλειον κατὰ τὸν θάνατον ἔσχεν οἰκονομία, κατὰ τὸν ἴδιον σκοπὸν ἐντελῶς πληρωθεῖσα
但在那我們救恩之引領者的情形上,那按死亡而行的安排臻於完備,照其固有的目的完全成全了。
But in the case of the leader of our salvation, the dispensation according to death had its perfection, having been completely fulfilled according to its proper aim.
1:594
διεστάλη τε γὰρ διὰ τοῦ θανάτου τὰ ἡνωμένα καὶ πάλιν συνήχθη τὰ διακεκριμένα, ὡς ἂν καθαρθείσης τῆς φύσεως ἐν τῇ τῶν συμφυῶν διαλύσει, ψυχῆς τε λέγω καὶ σώματος, πάλιν τῶν κεχωρισμένων ἐπάνοδος τῆς ἀλλοτρίας ἐπιμιξίας καθα ρεύουσα γένοιτο·
因為那聯合之物藉死亡被分離,那分離之物又被重新聚合,好叫本性在那本性相聯之物(我是指靈魂與身體)的分解中得了潔淨,那分離之物的重新歸回得以脫離那異質的摻雜而成為純淨;
For the things united were separated through death, and the things separated were again brought together, so that, nature having been cleansed in the dissolution of the things naturally joined—I mean soul and body—the return again of the things separated might come to be pure from the alien admixture;
1:595
ἐπὶ δὲ τῶν ἀκολουθούντων τῷ καθηγου μένῳ οὐ χωρεῖ τὴν ἀκριβῆ μίμησιν δι' ὅλων φύσις, ἀλλ' ὅσον δυνατῶς ἔχει, τοσοῦτον νῦν παραδεξαμένη, τὸ λεῖπον τῷ μετὰ ταῦτα ταμιεύεται χρόνῳ
但在那些跟隨引領者之人的情形上,本性不容許全然精確的效法,乃是如今領受其所能領受的,將其餘的存留到此後的時候。
but in the case of those who follow the leader, nature does not admit the exact imitation throughout, but, having now received as much as it is able, reserves the remainder for the time thereafter.
1:596
τί οὖν ἔστιν μιμεῖται; τὸ τῆς ἐμμιχθείσης κακίας ἐν τῇ τῆς νεκρώσεως εἰκόνι τῇ γενομένῃ διὰ τοῦ ὕδατος τὸν ἀφανισμὸν ἐμποιῆσαι, οὐ μὴν τελείως ἀφανισμόν, ἀλλά τινα διακοπὴν τῆς τοῦ κακοῦ συνεχείας, συνδραμόντων δύο πρὸς τὴν τῆς κακίας ἀναί ρεσιν, τῆς τε τοῦ πλημμελήσαντος μεταμελείας καὶ τῆς τοῦ θανάτου μιμήσεως, δι' ὧν ἐκλύεταί πως ἄνθρωπος τῆς πρὸς τὸ κακὸν συμφυίας, τῇ μεταμελείᾳ μὲν εἰς μῖσός τε καὶ ἀλλοτρίωσιν τῆς κακίας χωρῶν, τῷ δὲ θανάτῳ τοῦ κακοῦ τὸν ἀφανισμὸν ἐργαζόμενος
那麼,它所效法的是甚麼呢?就是在那藉水而成就的死狀之形像中,成就那所摻雜之惡的消除——不是全然的消除,乃是惡之連續性的某種中斷,有兩樣事一同促成惡的廢除:就是犯過者的悔改,與對死亡的效法——藉這二者,人便在某種程度上從那向惡的本性生長中得釋放,藉悔改進入對惡的恨惡與疏遠,又藉死亡成就惡的消除。
What, then, is it that it imitates? To work, in the image of the deadness brought about through the water, the doing away of the mingled vice—not indeed a perfect doing away, but a certain interruption of the continuity of the evil, two things having concurred toward the abolition of vice: the repentance of the one who has trespassed and the imitation of death—through which the man is in a way loosed from the natural growth toward evil, advancing by repentance into hatred of and estrangement from vice, and by death working the doing away of evil.
1:597
ἀλλ' εἰ μὲν ἦν δυνατὸν ἐν τελείῳ τῷ θανάτῳ γενέσθαι τὸν μιμούμενον, οὐδ' ἂν μίμησις, ἀλλὰ ταὐτότης τὸ γινόμενον ἦν, καὶ εἰς τὸ παν τελὲς τὸ κακὸν ἐκ τῆς φύσεως ἡμῶν ἠφανίζετο, ὥστε, καθώς φησιν ἀπόστολος, ἐφάπαξ ἀποθανεῖν τῇ ἁμαρτίᾳ
但若那效法者能進入完全的死亡,那所成就的便不再是效法,乃是同一,惡便要從我們的本性中被徹底除去,以致如使徒所說,人當向罪一次而永遠地死。
But if it were possible for the one imitating to come to be in perfect death, what came to pass would no longer be imitation, but identity, and evil would be utterly done away from our nature, so that, as the apostle says, one should die once for all to sin.
1:598
ἐπεὶ δέ, καθὼς εἴρηται, τοσοῦτον μιμούμεθα τῆς ὑπερε χούσης δυνάμεως ὅσον χωρεῖ ἡμῶν πτωχεία τῆς φύσεως, τὸ ὕδωρ τρὶς ἐπιχεάμενοι καὶ πάλιν ἀναβάντες ἀπὸ τοῦ ὕδατος, τὴν σωτήριον ταφὴν καὶ ἀνάστασιν τὴν ἐν τριημέρῳ γενομένην τῷ χρόνῳ ὑποκρινόμεθα, τοῦτο λαβόντες κατὰ διάνοιαν ὅτι, ὡς ἡμῖν ἐν ἐξουσίᾳ τὸ ὕδωρ ἐστί, καὶ ἐν αὐτῷ γενέσθαι καὶ ἐξ αὐτοῦ πάλιν ἀναδῦναι, κατὰ τὸν αὐτὸν τρόπον ἐπ' ἐξουσίας ἦν τοῦ παντὸς ἔχων τὴν δεσποτείαν, ὡς ἡμεῖς ἐν τῷ ὕδατι, οὕτως ἐκεῖνος ἐν τῷ θανάτῳ καταδυείς, πάλιν ἐπὶ τὴν ἰδίαν ἀναλύειν μακαριό τητα
但既然如前所說,我們效法那超絕的能力只能達到我們本性之貧乏所能容納的程度,便將水三次澆在自己身上,又從水中上來,藉此演示那在三日時段中所成就的拯救之埋葬與復活,並思想這事:正如我們有能力既進入水中、又從水中上來,照樣,那掌管宇宙之主權者也有此能力——正如我們在水中,祂也照樣沒入死亡,又再度歸回祂自己的福樂。
But since, as has been said, we imitate the surpassing power only so far as the poverty of our nature has room, pouring the water thrice over ourselves and again coming up from the water, we enact the saving burial and resurrection which came to pass in the three-day period of time, taking this to mind: that, as it is in our power both to come to be in the water and again to rise up out of it, so it was in the power of the One who holds the sovereignty over the universe—as we in the water, so he, having gone down into death, again to return to his own blessedness.
1:599
εἰ οὖν τις πρὸς τὸ εἰκὸς βλέποι καὶ κατὰ τὴν ἐν ἑκατέρῳ δύναμιν τὰ γινόμενα κρίνοι, οὐδεμίαν ἐν τοῖς γινομένοις εὑρήσει
那麼,若有人著眼於那合乎情理的,並按各自的能力來評斷那所發生之事,他在這些所發生之事中便找不到
If, then, anyone should look to what is likely, and judge the things that come to pass according to the power in each, he will find in the things that come to pass no
1:600
διαφοράν, ἑκατέρου κατὰ τὸ τῆς φύσεως μέτρον ἐξεργαζομένου τὰ κατὰ δύναμιν
任何分別,因各自都按其本性的尺度,成就那合乎其能力的事。
difference, each working out what is according to its power according to the measure of its nature.
1:601
ὡς γὰρ ἔστιν ἀνθρώπῳ τὸ ὕδωρ πρὸς τὸ ἀκινδύνως ἐπιθιγγάνειν, εἰ βούλοιτο, ἀπειροπλασίως τῇ θείᾳ δυνάμει κατ' εὐκολίαν θάνατος πρόκειται, καὶ ἐν αὐτῷ γενέσθαι καὶ μὴ τρα πῆναι πρὸς πάθος
正如水隨時供人取用,他若願意便可毫無危險地觸碰;照樣,對於神聖的大能而言,死亡也以無可比擬的輕易擺在面前——祂既能進入其中,又不至於轉而受其苦害。
For just as water is at hand for a man, that he may touch it without danger if he wishes, so death lies ready, with immeasurably greater ease, to the divine power, both to enter into it and not to be turned aside into suffering.
1:602
Διὰ τοῦτο τοίνυν ἀναγκαῖον ἡμῖν τὸ ἐν τῷ ὕδατι προμελετῆσαι τὴν τῆς ἀναστάσεως χάριν, ὡς ἂν εἰδείημεν ὅτι τὸ ἴσον ἡμῖν εἰς εὐκολίαν ἐστὶν ὕδατί τε βαπτισθῆναι καὶ ἐκ τοῦ θανάτου πάλιν ἀναδῦναι
因此,我們必須在水中預先演習復活的恩典,好叫我們知道:對我們而言,在水中受洗與從死裡再度浮升,乃是同樣容易的事。
For this reason, then, it was necessary for us to rehearse beforehand in the water the grace of the resurrection, so that we might know that it is equally easy for us both to be baptized in water and to rise up again out of death.
1:603
ἀλλ' ὥσπερ ἐν τοῖς κατὰ τὸν βίον γινομένοις τινὰ τινῶν ἐστὶν ἀρχηγικώτερα, ὧν ἄνευ οὐκ ἂν τὸ γινόμενον κατορ θωθείη, καίτοι, εἰ πρὸς τὸ πέρας ἀρχὴ κρίνοιτο, ἀντ' οὐδενὸς εἶναι δόξει τοῦ πράγματος ἀρχὴ συγκρινομένη τῷ τέλει·
然而正如在人生所發生的事中,有些事比別的更為根本,沒有它們所成之事便無法達成;縱然若以結局來衡量起頭,起頭與終局相比,似乎在那件事上算不得什麼——
But just as among the things that occur in life some are more foundational than others—things without which the result could not be accomplished, even though, if the beginning be judged by its end, the beginning seems to be nothing of the matter when compared with the end—
1:604
τί γὰρ ἴσον ἄνθρωπος καὶ τὸ πρὸς τὴν σύστασιν τοῦ ζῴου καταβαλλόμενον; ἀλλ' ὅμως, εἰ μὴ ἐκεῖνο εἴη, οὐδ' ἂν τοῦτο γένοιτο·
因為一個人與那為構成生命所投下之物,二者豈能相比?然而那物若不存在,這人也就無從產生——
for what comparison is there between a man and that which is laid down for the constitution of the living being? And yet, unless that existed, neither would this come to be—
1:605
οὕτως καὶ τὸ κατὰ τὴν μεγάλην ἀνάστασιν, μεῖζον ὂν τῇ φύσει, τὰς ἀρχὰς ἐντεῦθεν καὶ τὰς αἰτίας ἔχει·
照樣,那關乎大復活之事,雖在本性上更為偉大,卻是在此處有其起頭與根由。
so too that which pertains to the great resurrection, though greater by nature, has its beginnings and causes here.
1:606
οὐ γάρ ἐστι δυνατὸν ἐκεῖνο γενέσθαι, εἰ μὴ τοῦτο προκαθηγήσαιτο
因為那事若沒有這事先行開路,便不可能成就。
For it is not possible for that to come to pass, unless this had first led the way.
1:607
μὴ δύνασθαι δέ φημι δίχα τῆς κατὰ τὸ λουτρὸν ἀναγεννήσεως ἐν ἀναστάσει γενέσθαι τὸν ἄνθρωπον, οὐ πρὸς τὴν τοῦ συγκρίματος ἡμῶν ἀνά πλασίν τε καὶ ἀναστοιχείωσιν βλέπων·
我所說的是:人若沒有那藉著洗禮的重生,便不能進入復活之中——這並非著眼於我們這複合形體的重塑與重新組合;
And I say that man cannot come to be in the resurrection apart from the regeneration that takes place in the laver—not looking to the refashioning and re-elementing of our composite frame;
1:608
πρὸς τοῦτο γὰρ δεῖ πάντως πορευθῆναι τὴν φύσιν οἰκείαις ἀνάγκαις κατὰ τὴν τοῦ τάξαντος οἰκονομίαν συνωθουμένην, κἂν προσλάβῃ τὴν ἐκ τοῦ λουτροῦ χάριν, κἂν ἄμοιρος μείνῃ τῆς τοιαύτης μυήσεως·
因為按著那設立者的安排,本性被其自身的必然所驅迫,無論已領受洗禮之恩,或仍未得這聖禮,終必都要走到那一步;
for to this nature must by all means proceed, driven by its own necessities according to the dispensation of Him who appointed it, whether it has received the grace from the laver or has remained without a share in such initiation;
1:609
ἀλλὰ τὴν ἐπὶ τὸ μακάριόν τε καὶ θεῖον καὶ πάσης κατηφείας κεχωρισμένον ἀποκατάστασιν
我所指的乃是那回復到蒙福、神聖、脫離一切愁苦的境地。
but I mean the restoration to the blessed and divine state, set apart from all gloom.
1:610
οὐ γὰρ ὅσα δι' ἀναστάσεως τὴν ἐπὶ τὸ εἶναι πάλιν ἐπάνοδον δέχεται, πρὸς τὸν αὐτὸν ἐπάνεισι βίον, ἀλλὰ πολὺ τὸ μέσον τῶν τε κεκαθαρμένων καὶ τῶν τοῦ καθαρσίου προσδεομένων ἐστίν
因為並非凡藉復活得以重返存在的,都回到同樣的生命;那已被潔淨者與那仍需潔淨者之間,乃有極大的差別。
For not all who receive their return to existence again through the resurrection come back to the same kind of life; rather, there is a great difference between those who have been purified and those who still stand in need of purification.
1:611
ἐφ' ὧν γὰρ κατὰ τὸν βίον τοῦτον διὰ τοῦ λουτροῦ προκαθηγήσατο κάθαρσις, πρὸς τὸ συγγενὲς τούτοις ἀναχώρησις ἔσται·
凡在今生有那藉著洗禮的潔淨先行開路的人,他們的歸宿將是與他們同類的境地;
For those in whom the purification through the laver led the way during this life, their withdrawal will be to that which is akin to them;
1:612
τῷ δὲ καθαρῷ τὸ ἀπαθὲς προσῳκείωται, ἐν δὲ τῇ ἀπαθείᾳ τὸ μακάριον εἶναι οὐκ ἀμφιβάλλεται
潔淨與無情欲相連,而在無情欲之中存有福樂,這是無可爭辯的。
and to the pure belongs passionlessness, and in passionlessness it is beyond dispute that blessedness consists.
1:613
οἷς δὲ προσεπωρώθη τὰ πάθη καὶ οὐδὲν προσήχθη τῆς κηλῖδος καθάρσιον, οὐχ ὕδωρ μυστικόν, οὐκ ἐπίκλησις θείας δυνάμεως, οὐχ ἐκ μετα μελείας διόρθωσις, ἀνάγκη πᾶσα καὶ τούτους ἐν τῷ καταλλήλῳ γενέσθαι
但那些情欲已在其身上頑硬結痂、又未曾施加任何污穢之潔淨的人——既無奧秘的水,又無對神聖大能的呼求,也無出於悔改的矯正——這等人也必然要落入與他們相稱的境地。
But for those upon whom the passions have grown hard, and to whom no cleansing of the stain has been applied—neither the mystical water, nor the invocation of the divine power, nor the correction that comes from repentance—it is altogether necessary that these too come into that which is suited to them.
1:614
κατάλληλον δὲ τῷ κεκιβδηλευ μένῳ χρυσίῳ τὸ χωνευτήριον, ὡς τῆς ἐμμιχθείσης αὐτοῖς κακίας ἀποτακείσης μακροῖς ὕστερον αἰῶσι καθαρὰν ἀποσωθῆναι τῷ θεῷ τὴν φύσιν
與摻雜雜質的金子相稱的,便是熔煉的爐火,好使那摻入他們裡面的惡,在悠長的世代之後被熔去,叫本性得以為神保全純淨。
And suited to debased gold is the smelting-furnace, so that, the evil mingled in them being melted away after long ages, nature may be preserved pure for God.
1:615
ἐπεὶ οὖν ῥυπτική τίς ἐστι δύναμις ἐν τῷ πυρὶ καὶ τῷ ὕδατι, οἱ διὰ τοῦ ὕδατος τοῦ μυστικοῦ τὸν τῆς κακίας ῥύπον ἀποκλυσάμενοι τοῦ ἑτέρου τῶν καθαρσίων εἴδους οὐκ ἐπιδέονται·
既然在火與水中都有某種潔淨的功能,那些藉奧秘的水洗去罪惡污穢的人,便不需要另一種潔淨;
Since, then, there is a certain cleansing power in fire and in water, those who have washed away the filth of evil through the mystical water do not need the other kind of purification;
1:616
οἱ δὲ ταύτης ἀμύητοι τῆς καθάρσεως ἀναγκαίως τῷ πυρὶ καθαρίζονται
至於那未領受這潔淨之禮的人,則必然要被火所煉淨。
but those uninitiated in this cleansing are of necessity purified by fire.
1:617
Μὴ γὰρ εἶναι δυνατὸν τε κοινὸς δείκνυσι λόγος καὶ τῶν γραφῶν διδασκαλία ἐντὸς τοῦ θείου γενέσθαι χοροῦ τὸν μὴ καθαρῶς πάντας τοὺς ἐκ κακίας σπίλους ἀπορρυψάμενον
因為無論是常理或聖經的教訓都顯明:凡未曾潔淨地洗去一切由惡而生之污點的人,斷不能進入那神聖的歌詠團之中。
For that it is not possible—both common reason and the teaching of the Scriptures show this—for one to come within the divine choir who has not purely washed away all the stains arising from evil.
1:618
τοῦτό ἐστιν μικρὸν ὂν καθ' ἑαυτὸ μεγάλων ἀγαθῶν ἀρχή τε καὶ ὑπόθεσις γίνεται
這就是那本身雖小、卻成為諸般大善之起頭與根基的事。
This is that which, small in itself, becomes the beginning and ground of great goods.
1:619
μικρὸν δέ φημι τῇ εὐκολίᾳ τοῦ κατορθώματος
我說它小,乃是就成就它的容易而言。
I call it small in respect of the ease of accomplishing it.
1:620
τίς γὰρ πάρεστι πόνος τῷ πράγματι, πιστεῦσαι πανταχοῦ τὸν θεὸν εἶναι, ἐν πᾶσι δὲ ὄντα, παρεῖναι καὶ τοῖς ἐπικαλουμένοις τὴν ζωτικὴν αὐτοῦ δύναμιν, παρόντα δὲ τὸ οἰκεῖον ποιεῖν; ἴδιον δὲ τῆς θείας ἐνεργείας τῶν δεομένων ἐστὶ σωτηρία
這事有什麼勞苦呢?只不過是相信神無所不在,既在萬有之中,也臨到那些呼求祂賜生命之大能的人,並且既已臨在,便行祂所當行的;而拯救有需要的人,正是神聖作為所獨有的。
For what toil is there in the matter—to believe that God is everywhere, and being in all things, is present also to those who call upon His life-giving power, and being present, does what is proper to Him? And it is proper to the divine activity to bring salvation to those in need.
1:621
αὕτη δὲ διὰ τῆς ἐν ὕδατι καθάρσεως ἐνεργὸς γίνεται
這拯救乃是藉著水中的潔淨而生效。
And this becomes operative through the cleansing in water.
1:622
δὲ καθαρθεὶς ἐν μετουσίᾳ τῆς καθαρότητος ἔσται, τὸ δὲ ἀληθῶς καθαρὸν θεότης ἐστίν
那被潔淨的人,要進入對純潔的分享之中,而真正純潔者乃是神性自身。
And he who has been cleansed will be in participation of purity, and that which is truly pure is the Godhead.
1:623
ὁρᾷς ὅπως μικρόν τι τὸ κατὰ τὴν ἀρχήν ἐστι καὶ εὐκατόρθωτον, πίστις καὶ ὕδωρ, μὲν ἐντὸς τῆς προαιρέσεως ἡμῶν ἀποκειμένη, τὸ δὲ σύντροφον τῇ ἀνθρωπίνῃ ζωῇ
你看見那居於起頭的是何等微小且易於成就麼——信心與水;前者在於我們自己的意志抉擇,後者則是人類生命天然的伴侶。
Do you see how small and easy to accomplish is that which lies at the beginning—faith and water; the one lying within our own free choice, the other being the natural companion of human life?
1:624
ἀλλὰ τὸ ἐκ τούτων ἀναφυόμενον ἀγαθὸν ὅσον καὶ οἷον, ὡς πρὸς αὐτὸ τὸ θεῖον ἔχειν τὴν οἰκειότητα
然而由這二者所生發的善是何等之大、何等之美,竟至於與神性本身有了親緣!
But the good that springs up from these—how great and of what sort it is, so as to have kinship with the Divine itself!
1:625
Ἀλλ' ἐπειδὴ διπλοῦν τὸ ἀνθρώπινον, ψυχῇ τε καὶ σώματι συγκεκραμένον, δι' ἀμφοτέρων ἀνάγκη τοῦ πρὸς τὴν ζωὴν καθηγουμένου τοὺς σωζομένους ἐφάπτεσθαι
但既然人是雙重的,由靈魂與身體所合成,那麼凡得救的人就必須藉著這二者來抓住那位引人入生命的主。
But since the human being is twofold, compounded of soul and body, it is necessary that those who are being saved should lay hold of the One who leads to life by means of both.
1:626
οὐκοῦν ψυχὴ μὲν διὰ πίστεως πρὸς αὐτὸν ἀνακραθεῖσα τὰς ἀφορμὰς
於是,靈魂藉著信心與祂相融,便從此處取得
Accordingly, the soul, being mingled with Him through faith, derives therefrom
1:627
ἐντεῦθεν τῆς σωτηρίας ἔχει·
其得救的源頭與憑藉;
the starting-points of its salvation;
1:628
γὰρ πρὸς τὴν ζωὴν ἕνωσις τὴν τῆς ζωῆς κοινωνίαν ἔχει·
因為與生命聯合,便帶來在生命中的相通。
for union with the Life entails fellowship in the Life.
1:629
τὸ δὲ σῶμα ἕτερον τρόπον ἐν μετουσίᾳ τε καὶ ἀνακράσει τοῦ σώζοντος γίνεται
至於身體,則以另一種方式進入與那拯救者的分享和相融之中。
But the body comes to be in participation and commingling with the Saving One in another manner.
1:630
ὥσπερ γὰρ οἱ δηλητήριον δι' ἐπιβουλῆς λαβόντες ἄλλῳ φαρμάκῳ τὴν φθοροποιὸν δύναμιν ἔσβεσαν, χρὴ δὲ καθ' ὁμοιότητα τοῦ ὀλεθρίου καὶ τὸ ἀλεξητήριον ἐντὸς τῶν ἀνθρωπίνων γενέσθαι σπλάγχνων, ὡς ἂν δι' ἐκείνων ἐφ' ἅπαν καταμερισθείη τὸ σῶμα τοῦ βοηθοῦντος δύναμις, οὕτω τοῦ διαλύοντος τὴν φύσιν ἡμῶν ἀπογευσάμενοι πάλιν ἀναγκαίως καὶ τοῦ συνάγοντος τὸ διαλελυμένον ἐπεδεήθημεν, ὡς ἂν ἐν ἡμῖν γενόμενον τὸ τοιοῦτον ἀλεξη τήριον τὴν προεντεθεῖσαν τῷ σώματι τοῦ δηλητηρίου βλάβην διὰ τῆς οἰκείας ἀντιπαθείας ἀπώσοιτο
因為正如那些遭暗算而服了毒的人,藉著另一種藥來撲滅毒的破壞之力——而那解藥也必須像那致命之物一樣進入人的臟腑,好叫救治之力藉著臟腑遍佈全身——照樣,我們既嘗了那分解我們本性之物,便也必然需要那聚合所已分解之物者,好使這樣的解藥進入我們裡面,藉其自身相反的作用,將先前注入身體之毒所造成的傷害驅逐出去。
For just as those who have taken poison by treachery quench its destructive power by another drug, and it is necessary that, like the deadly thing, the antidote too should come within the human inward parts, so that through them the power of the remedy may be distributed throughout the whole body—so too, having tasted of that which dissolves our nature, we again necessarily had need of that which gathers together what had been dissolved, so that such an antidote, coming to be within us, might by its own counter-action drive out the injury of the poison previously introduced into the body.
1:631
τί οὖν ἐστι τοῦτο; οὐδὲν ἕτερον ἐκεῖνο τὸ σῶμα τοῦ τε θανάτου κρεῖττον ἐδείχθη καὶ τῆς ζωῆς ἡμῖν κατήρξατο
那麼這解藥是什麼呢?無非就是那身體——那被顯明為勝過死亡、又為我們開了生命之端的身體。
What, then, is this? Nothing other than that Body which was shown to be mightier than death and which became for us the beginning of life.
1:632
Καθάπερ γὰρ μικρὰ ζύμη, καθώς φησιν ἀπόστολος, ὅλον τὸ φύραμα πρὸς ἑαυτὴν ἐξομοιοῖ, οὕτως τὸ ἀθανατισθὲν ὑπὸ τοῦ θεοῦ σῶμα ἐν τῷ ἡμετέρῳ γενόμενον ὅλον πρὸς ἑαυτὸ μεταποιεῖ καὶ μετατίθησιν
正如使徒所說,一點麵酵能使全團都與自己同化(林前五6);照樣,那被神賜以不朽的身體,進入我們的身體之內,便將全體轉化、遷移歸於自身。
For just as a little leaven, as the apostle says, assimilates the whole lump to itself, so the Body that was made immortal by God, coming to be within ours, transforms and translates the whole to itself.
1:633
ὡς γὰρ τῷ φθοροποιῷ πρὸς τὸ ὑγιαῖνον ἀναμιχθέντι ἅπαν τὸ ἀνακραθὲν συνη χρείωται, οὕτως καὶ τὸ ἀθάνατον σῶμα ἐν τῷ ἀναλαβόντι αὐτὸ γενόμενον πρὸς τὴν ἑαυτοῦ φύσιν καὶ τὸ πᾶν μετε ποίησεν
因為正如那破壞之物與健全之物相摻時,整個相混的便都歸於無用;照樣,那不朽的身體進入領受它的人裡面,也將全體轉化成它自己的本性。
For as, when the destructive thing is mixed with the healthy, the whole that was commingled is rendered useless, so too the immortal Body, coming to be in the one who has received it, transformed the whole also into its own nature.
1:634
ἀλλὰ μὴν οὐκ ἔστιν ἄλλως ἐντός τι γενέσθαι τοῦ σώματος, μὴ διὰ βρώσεως καὶ πόσεως τοῖς σπλάγχνοις καταμιγνύμενον
但實在說來,任何東西要進入身體之內,除非藉著飲食與臟腑相摻,否則是不可能的。
But indeed it is not otherwise possible for anything to come to be within the body, except by being mingled with the inward parts through eating and drinking.
1:635
οὐκοῦν ἐπάναγκες κατὰ τὸν δυνατὸν τῇ φύσει τρόπον τὴν ζωοποιὸν δύναμιν τῷ σώματι δέξασθαι
因此就必須照著本性所能的方式,將那賜生命的大能領受到身體之內。
It is therefore necessary, in the manner possible to nature, to receive the life-giving power into the body.
1:636
μόνου δὲ τοῦ θεοδόχου σώματος ἐκείνου ταύτην δεξαμένου τὴν χάριν, ἄλλως δὲ δειχθέντος μὴ εἶναι δυνατὸν ἐν ἀθανασίᾳ γενέσθαι τὸ ἡμέτερον σῶμα, μὴ διὰ τῆς πρὸς τὸ ἀθάνατον κοινωνίας ἐν μετουσίᾳ τῆς ἀφθαρσίας γινόμενον, σκοπῆσαι προσήκει, πῶς ἐγένετο δυνατὸν τὸ ἓν ἐκεῖνο σῶμα ταῖς τοσαύταις τῶν πιστῶν μυριάσι κατὰ πᾶσαν τὴν οἰκουμένην εἰς ἀεὶ καταμεριζόμενον ὅλον ἑκάστου διὰ τοῦ μέρους γίνεσθαι καὶ αὐτὸ μένειν ἐφ' ἑαυτοῦ ὅλον
但既然惟有那承受神的身體領受了這恩典,而我們的身體若不藉著與那不朽者的相通而進入對不朽的分享,便已被證明無法達於不朽;那麼就當思想:那一個身體既永遠分施給遍及全世界、千千萬萬的信徒,怎能藉著各人所得的一份而在每個人裡面成為整全,自身又仍存留為整全。
But since that God-receiving Body alone received this grace, while it has been shown otherwise impossible for our body to come to be in immortality unless it comes to share in incorruption through communion with the immortal, it is fitting to consider how it became possible for that one Body, distributed forever among so many myriads of the faithful throughout the whole inhabited world, to come to be whole in each one through the portion, and itself to remain whole in itself.
1:637
οὐκοῦν ὡς ἂν πρὸς τὸ ἀκόλουθον ἡμῖν πίστις βλέπουσα μηδεμίαν ἀμφιβολίαν περὶ τοῦ προκειμένου νοήματος ἔχοι, μικρόν τι προσήκει παρασχολῆσαι τὸν λόγον εἰς τὴν φυσιολογίαν τοῦ σώματος
因此,為叫我們的信心在留意下文時,對眼前所論之題不存疑惑,當稍稍停下話題,論一論身體的自然構造。
Accordingly, in order that our faith, looking to what follows, may have no doubt concerning the proposition before us, it is fitting to delay the discourse a little upon the natural constitution of the body.
1:638
τίς γὰρ οὐκ οἶδεν ὅτι τοῦ σώματος ἡμῶν φύσις αὐτὴ καθ' ἑαυτὴν ἐν ἰδίᾳ τινὶ ὑπο στάσει ζωὴν οὐκ ἔχει, ἀλλὰ διὰ τῆς ἐπιρρεούσης αὐτῇ δυνάμεως συνέχει τε ἑαυτὴν καὶ ἐν τῷ εἶναι μένει, ἀπαύστῳ κινήσει τό τε λεῖπον πρὸς ἑαυτὴν ἐφελκομένη καὶ τὸ περιττεῦον ἀπωθουμένη; καὶ ὥσπερ τις ἀσκὸς ὑγροῦ τινὸς πλήρης ὤν, εἰ κατὰ τὸν πυθμένα τὸ ἐγκείμενον ὑπεξίοι, οὐκ ἂν φυλάσσοι τὸ περὶ τὸν ὄγκον ἑαυτοῦ σχῆμα, μὴ ἀντεισιόντος ἄνωθεν ἑτέρου πρὸς τὸ κενού μενον, ὥστε τὸν ὁρῶντα τὴν ὀγκώδη τοῦ ἀγγείου τούτου περιοχὴν εἰδέναι μὴ ἰδίαν εἶναι τοῦ φαινομένου, ἀλλὰ τὸ εἰσρέον ἐν αὐτῷ γινόμενον σχηματίζειν τὸ περιέχον τὸν ὄγκον·
誰不知道我們身體的本性自身在任何個別的存在中並不擁有生命,而是藉著流入其中的力量維繫自身、得以存留;藉著不止息的運動,將所缺的吸引到自身,又將多餘的排出去?正如一個盛滿液體的皮囊,倘若其中所盛的從底部漏出,若沒有別的從上面進來補滿那空缺,便不能保持其體積的形狀;以致看見這器皿膨脹輪廓的人就知道,那輪廓並非那顯露之物自身所固有,而是那流入並在其中存留之物,才賦予那包裹體積之物以形狀——
For who does not know that the nature of our body has no life in itself in any individual subsistence, but holds itself together and continues in existence through the power that flows into it, by ceaseless motion drawing to itself what is lacking and thrusting away what is superfluous? And just as a wineskin full of some liquid, if the contents should escape at the bottom, would not keep the shape about its bulk unless another came in from above to replace what was being emptied—so that one who beheld the swollen compass of this vessel might know that it does not belong properly to what appears, but that what flows in, coming to be within it, gives shape to that which contains the mass—
1:639
οὕτω καὶ τοῦ σώματος ἡμῶν κατασκευὴ ἴδιον μὲν πρὸς τὴν ἑαυτῆς σύστασιν οὐδὲν ἡμῖν γνώριμον ἔχει, διὰ δὲ τῆς ἐπεισαγομένης δυνάμεως ἐν τῷ εἶναι μένει
照樣,我們身體的結構,就其自身的存續而言,並無任何為我們所認知的固有之物,乃是藉著外來引入的力量而得以存留。
so too the structure of our body has nothing of its own that is known to us for its own subsistence, but continues in existence through the power that is introduced into it.
1:640
δὲ δύναμις αὕτη τροφὴ καὶ ἔστι καὶ λέγεται
而這力量,既實際是、也被稱為「養分」。
And this power both is and is called nourishment.
1:641
ἔστι δὲ οὐχ αὐτὴ πᾶσι τοῖς τρεφομένοις σώμασιν, ἀλλά τις ἑκάστῳ κατάλληλος παρὰ τοῦ τὴν φύσιν οἰκονομοῦντος ἀποκεκλήρωται
然而它對一切受滋養的身體並不相同,乃是由那位掌理本性者,為各物分配了相宜的養分。
But it is not the same for all bodies that are nourished; rather, a suitable one has been allotted to each by Him who orders nature.
1:642
τὰ μὲν γὰρ τῶν ζῴων ῥιζωρυχοῦντα τρέφεται, ἑτέροις ἐστὶν πόα τρόφιμος, τινῶν δὲ τροφὴ σάρκες εἰσίν, ἀνθρώπῳ δὲ κατὰ τὸ προηγούμενον ἄρτος
因為有些動物以掘食根莖為養,另有些以青草為食,又有些以肉為食物;至於人,則主要以餅(麵包)為糧。
For some animals are nourished by digging up roots, for others grass is nourishing, for some the food is flesh; but for man it is, principally, bread.
1:643
καὶ εἰς τὴν τοῦ ὑγροῦ διαμονὴν καὶ συντήρησιν πότον γίνεται οὐκ αὐτὸ μόνον τὸ ὕδωρ, ἀλλ' οἴνῳ πολλάκις ἐφηδυνόμενον, πρὸς τὴν τοῦ θερμοῦ τοῦ ἐν ἡμῖν συμμαχίαν
並且為維持與保存體內的水分,便有飲料;不單是水本身,而常是以酒調味的水,作為我們體內熱力的助力。
And for the maintenance and preservation of moisture, drink is provided—not water alone, but often water sweetened with wine, as an ally to the heat within us.
1:644
οὐκοῦν πρὸς ταῦτα βλέπων δυνάμει πρὸς τὸν ὄγκον τοῦ ἡμετέρου σώματος βλέπει·
因此,凡留意這些東西的人,就潛能而言,便是在留意我們身體的形質;
Accordingly, he who looks to these things looks, in respect of potentiality, to the mass of our body;
1:645
ἐν ἐμοὶ γὰρ ἐκεῖνα γενόμενα αἷμα καὶ σῶμα γίνεται, καταλλήλως διὰ τῆς ἀλλοιω τικῆς δυνάμεως πρὸς τὸ τοῦ σώματος εἶδος τῆς τροφῆς μεθισταμένης
因為那些東西進入我裡面,便化為血與肉,那食物藉著轉化之力,被恰當地變成身體的形式。
for those things, coming to be in me, become blood and body, the food being suitably transformed into the form of the body through the assimilative power.
1:646
τούτων ἡμῖν τοῦτον διευκρινηθέντων τὸν τρόπον ἐπανακτέον πάλιν πρὸς τὰ προκείμενα τὴν διανοίαν
這些事既已如此向我們講明,我們就必須再把思想帶回所討論的題目上。
These things having been thus clearly explained to us, we must again bring our thought back to the matters set before us.
1:647
ἐζητεῖτο γὰρ πῶς τὸ ἓν ἐκεῖνο σῶμα τοῦ Χριστοῦ πᾶσαν ζωοποιεῖ τὴν τῶν ἀνθρώπων φύσιν, ἐν ὅσοις πίστις ἐστί, πρὸς πάντας μεριζόμενον καὶ αὐτὸ οὐ μειούμενον
所問的乃是:基督那一個身體,怎能使凡有信心之人的全人性都得生命,既分施給眾人,自身卻不減少。
For the question was, how that one Body of Christ gives life to the whole nature of men, in as many as have faith, being distributed to all and itself not diminished.
1:648
τάχα τοίνυν ἐγγὺς τοῦ εἰκότος λόγου γινόμεθα
那麼,或許我們如今已接近合理的解釋了。
Perhaps, then, we are coming near to the likely account.
1:649
ὑπόστασις ἐκ τῆς τροφῆς γίνεται, αὕτη δὲ βρῶσις καὶ πόσις ἐστίν, ἔστι δὲ ἐν τῇ βρώσει ἄρτος, ἐν δὲ τῇ πόσει τὸ ὕδωρ ἐφηδυσμένον τῷ οἴνῳ, δὲ τοῦ θεοῦ λόγος, καθὼς ἐν τοῖς πρώτοις διῄρηται, καὶ θεὸς ὢν καὶ λόγος, τῇ ἀνθρωπίνῃ συνανεκράθη φύσει καὶ ἐν τῷ σώματι τῷ ἡμετέρῳ γενόμενος οὐκ ἄλλην τινὰ παρεκαινο τόμησε τῇ φύσει τὴν σύστασιν, ἀλλὰ διὰ τῶν συνήθων τε καὶ καταλλήλων ἔδωκε τῷ καθ' ἑαυτὸν σώματι τὴν διαμονήν, βρώσει καὶ πόσει περικρατῶν τὴν ὑπόστασιν, δὲ βρῶσις ἄρτος ἦν·
存續乃出於養分,而養分就是飲食;食物之中有餅,飲料之中有以酒調和的水。但那神的道——如在前面所分辨的,祂既是神又是道——與人性相融,進入我們的身體之內,並未在本性中另立任何陌生的構造,乃是藉著那習用且相宜的方式,使祂自己的身體得以存續,以飲食維繫其形質;而那食物乃是餅。
The subsistence comes from nourishment, and this is food and drink; and in the food is bread, and in the drink water sweetened with wine. But the Word of God—who, as was distinguished in what was said at the first, is both God and Word—was commingled with human nature, and coming to be in our body, introduced no other strange constitution into the nature, but gave continuance to His own body through the customary and suitable means, sustaining its subsistence by food and drink; and the food was bread.
1:650
ὥσπερ τοίνυν ἐφ' ἡμῶν, καθὼς ἤδη πολλάκις εἴρηται, τὸν ἄρτον ἰδὼν τρόπον τινὰ τὸ σῶμα τὸ ἀνθρώπινον βλέπει, ὅτι ἐν τούτῳ ἐκεῖνο γινόμενον τοῦτο γίνεται, οὕτω κἀκεῖ τὸ θεοδόχον σῶμα τὴν τροφὴν τοῦ ἄρτου παραδεξάμενον λόγῳ τινὶ ταὐτὸν ἦν ἐκείνῳ, τῆς τροφῆς, καθὼς εἴρηται, πρὸς τὴν τοῦ σώματος φύσιν μεθισταμένης·
正如在我們身上——如前已屢次所言——看見餅的人,在某種意義上便是看見人的身體,因為那餅進入身體之內便成為身體;照樣,那承受神的身體既領受了餅的養分,按某種道理便與餅相同,那食物如前所述被轉化為身體的本性。
Just as, then, in our case—as has already been often said—he who sees bread sees, in a certain manner, the human body, because that bread, coming to be in this, becomes this; so too there the God-receiving Body, having received the nourishment of bread, was in a certain sense identical with it, the food, as has been said, being transformed into the nature of the body.
1:651
τὸ γὰρ πάντων ἴδιον καὶ ἐπ' ἐκείνης τῆς σαρκὸς ὡμολογήθη, ὅτι ἄρτῳ κἀκεῖνο τὸ σῶμα διεκρατεῖτο, τὸ δὲ σῶμα τῇ ἐνοικήσει τοῦ θεοῦ λόγου πρὸς τὴν θεικὴν ἀξίαν μετεποιήθη
因為那為萬人所共有的,在那肉身上也被承認:那身體也是靠餅維繫的,而那身體因神的道內住,被轉化以至於神聖的尊榮。
For that which is common to all was acknowledged also concerning that flesh: that by bread too that Body was sustained, and the Body, by the indwelling of God the Word, was transformed unto the divine dignity.
1:652
καλῶς οὖν καὶ νῦν τὸν τῷ λόγῳ τοῦ θεοῦ ἁγιαζόμενον ἄρτον εἰς σῶμα τοῦ θεοῦ λόγου μετα ποιεῖσθαι πιστεύομεν
因此我們正當地相信:如今那被神的道所成聖的餅,也被轉化成為神的道的身體。
Rightly, then, we believe that now also the bread sanctified by the Word of God is transformed into the Body of God the Word.
1:653
καὶ γὰρ ἐκεῖνο τὸ σῶμα ἄρτος τῇ δυνάμει ἦν, ἡγιάσθη δὲ τῇ ἐπισκηνώσει τοῦ λόγου τοῦ σκηνώσαντος ἐν τῇ σαρκί
因為那身體在潛能上原也是餅,卻因那住在肉身中的道之內住而被成聖。
For that Body too was potentially bread, but was sanctified by the indwelling of the Word who tabernacled in the flesh.
1:654
οὐκοῦν ὅθεν ἐν ἐκείνῳ τῷ σώματι μεταποιηθεὶς ἄρτος εἰς θείαν μετέστη δύναμιν, διὰ τοῦ αὐτοῦ καὶ νῦν τὸ ἴσον γίνεται
因此,那在那身體中被轉化的餅藉以進入神聖大能的同一途徑,如今也照樣成就同樣的事。
Accordingly, by the same means through which the bread transformed in that Body passed over into divine power, the like comes to pass now also.
1:655
ἐκεῖ τε γὰρ τοῦ λόγου χάρις ἅγιον ἐποίει τὸ σῶμα ἐκ τοῦ ἄρτου σύστασις ἦν, καὶ τρόπον τινὰ καὶ αὐτὸ ἄρτος ἦν·
因為在那裡,道的恩典使那身體成為聖的,這身體本是由餅構成,並且在某種意義上自身就是餅;
For there too the grace of the Word made holy the Body whose constitution was from bread, and which in a certain sense was itself bread;
1:656
ἐν ταῦθά τε ὡσαύτως ἄρτος, καθώς φησιν ἀπόστολος, ἁγιάζεται διὰ λόγου θεοῦ καὶ ἐντεύξεως, οὐ διὰ βρώσεως προιὼν εἰς τὸ σῶμα γενέσθαι τοῦ λόγου, ἀλλ' εὐθὺς πρὸς τὸ σῶμα διὰ τοῦ λόγου μεταποιούμενος, καθὼς εἴρηται ὑπὸ τοῦ λόγου ὅτι Τοῦτό ἐστι τὸ σῶμά μου
在這裡也照樣,那餅如使徒所說,是藉著神的道和祈求而被成聖的(提前四5);它並非藉著被吃而漸漸成為道的身體,乃是立即藉著道被轉化成身體,正如那道所說的:「這是我的身體」(太二六26)。
and here likewise the bread, as the apostle says, is sanctified through the word of God and prayer—not advancing through eating to become the Body of the Word, but immediately transformed into the Body through the Word, as it was said by the Word, 'This is my body.'
1:657
πάσης δὲ σαρκὸς καὶ διὰ τοῦ ὑγροῦ τρεφομένης·
又因一切肉身也是藉著水分得滋養——
And since all flesh is nourished also through moisture—
1:658
οὐ γὰρ ἂν δίχα τῆς πρὸς τοῦτο συζυγίας τὸ ἐν ἡμῖν γεῶδες ἐν τῷ ζῇν διαμένοι·
因為若沒有與水分的結合,我們裡面屬土的成分便不能存活——
for apart from conjunction with this, the earthy element in us would not continue in life—
1:659
ὥσπερ διὰ τῆς στερρᾶς τε καὶ ἀντιτύπου τροφῆς τὸ στερρὸν τοῦ σώματος ὑποστηρίζομεν, τὸν αὐτὸν τρόπον καὶ τῷ ὑγρῷ τὴν προσθήκην ἐκ τῆς ὁμογενοῦς ποιούμεθα φύσεως, ὅπερ ἐν ἡμῖν γενόμενον διὰ τῆς ἀλλοιωτικῆς δυνάμεως ἐξαιματοῦται καὶ μάλιστά γε εἰ διὰ τοῦ οἴνου λάβοι τὴν δύναμιν πρὸς τὴν εἰς τὸ θερμὸν μεταποίησιν
正如我們藉著堅實而抗壓的食物來支持身體堅實的部分,照樣我們也從同類的本性中,為身體濕潤的部分增添補給;這補給進入我們裡面,便藉著轉化之力化為血——尤其若它藉著酒得了那轉化為熱的能力。
just as by solid and resistant food we support the solid part of the body, in the same manner we make the addition to the moist part also from nature of the same kind, which, coming to be in us, is by the assimilative power turned into blood—and especially if it receives, through wine, the power for transformation into heat.
1:660
ἐπεὶ οὖν καὶ τοῦτο τὸ μέρος θεοδόχος ἐκείνη σὰρξ πρὸς τὴν σύστασιν ἑαυτῆς παρεδέξατο, δὲ φανερωθεὶς θεὸς διὰ τοῦτο κατέμιξεν ἑαυτὸν τῇ ἐπικήρῳ φύσει, ἵνα τῇ τῆς θεότητος κοινωνίᾳ συναποθεωθῇ τὸ ἀνθρώπινον, τούτου χάριν πᾶσι τοῖς πεπιστευκόσι τῇ οἰκονομίᾳ τῆς χάριτος ἑαυτὸν ἐνσπείρει διὰ τῆς σαρκός, ἧς σύστασις ἐξ οἴνου τε καὶ ἄρτου ἐστί, τοῖς σώμασι τῶν πεπιστευκότων κατα κιρνάμενος, ὡς ἂν τῇ πρὸς τὸ ἀθάνατον ἑνώσει καὶ ἄνθρωπος τῆς ἀφθαρσίας μέτοχος γένοιτο
既然那承受神的肉身也為其自身的構成領受了這部分(水分),而那顯現的神之所以將自己摻入我們會朽壞的本性,乃是為叫人性藉著與神性相通而一同被神化;為此緣故,祂便藉著那以酒和餅構成的肉身,將自己撒入凡相信這恩典安排之人的裡面,與信徒的身體相調和,好叫人也藉著與那不朽者聯合,成為不朽的有分者。
Since, then, that God-receiving flesh also received this part for its own constitution, and the God who was made manifest, for this reason mingled Himself with our perishable nature—that by communion with the Godhead the human might be deified together with it—for this cause He sows Himself, through the flesh whose constitution is of wine and bread, into all who have believed in the dispensation of grace, blending Himself with the bodies of the believers, so that by union with the immortal man too might become a partaker of incorruption.
1:661
ταῦτα δὲ δίδωσι τῇ τῆς εὐλογίας δυνάμει πρὸς ἐκεῖνο μεταστοι χειώσας τῶν φαινομένων τὴν φύσιν
祂藉著那祝福之能賜下這些,將那可見之物的本性重新組合,轉成那身體。
And these He gives by the power of the blessing, having re-elemented into that the nature of the things that appear.
1:662
Οὐδὲν οἶμαι τοῖς εἰρημένοις ἐνδεῖν τῶν περὶ τὸ μυστήριον ζητουμένων, πλὴν τοῦ κατὰ τὴν πίστιν λόγου, ὃν δι' ὀλίγου μὲν καὶ ἐπὶ τῆς παρούσης ἐκθησόμεθα πραγματείας
我想關於這奧秘所要探究的,在已述之言中並無遺漏,惟有關乎信心的論述;這一點我們在本論著中也只略加陳述。
I think that nothing of what is sought concerning the mystery is lacking in what has been said, except the account concerning faith, which we shall set forth but briefly in the present treatise as well.
1:663
τοῖς δὲ τὸν τελεώτερον ἐπιζητοῦσι λόγον ἤδη προεξεθέμεθα ἐν ἑτέροις πόνοις, διὰ τῆς δυνατῆς ἡμῖν σπουδῆς ἐν ἀκριβείᾳ τὸν λόγον ἁπλώσαντες, ἐν οἷς πρός τε τοὺς ἐναντίους ἀγωνιστικῶς συνεπλάκημεν καὶ καθ' ἑαυτοὺς περὶ τῶν προσφερομένων ἡμῖν ζητημάτων ἐπε σκεψάμεθα
至於那些尋求更完備論述的人,我們已在別的著作中預先陳明,在那裡盡我們所能的勤勉,將論證精確地展開;在其中我們既與反對者進行了辯論的交鋒,也自行考察了向我們提出的種種問題。
But to those who seek the more complete account, we have already set it forth beforehand in other labors, having there unfolded the argument with all accuracy by the diligence in our power, in which we both contended in debate against our opponents and considered by ourselves the questions brought to us.
1:664
τῷ δὲ παρόντι λόγῳ τοσοῦτον εἰπεῖν περὶ τῆς πίστεως καλῶς ἔχειν ᾠήθημεν ὅσον τοῦ εὐαγγελίου περιέχει φωνή, τὸ τὸν γεννώμενον κατὰ τὴν πνευματικὴν ἀναγέννησιν εἰδέναι παρὰ τίνος γεννᾶται καὶ ποῖον γίνεται ζῷον·
但就眼前的論述而言,我們認為關於信心只需說福音之聲所涵括的這許多:就是那照著屬靈重生而生的人,應當知道他是從誰而生,又成為怎樣的活物;
But for the present discourse, we thought it well to say so much concerning faith as the voice of the Gospel comprises: namely, that he who is born according to the spiritual rebirth should know from whom he is begotten and what kind of living being he becomes;
1:665
μόνον γὰρ τοῦτο τὸ τῆς γεννήσεως εἶδος κατ' ἐξουσίαν ἔχει, τι περ ἂν ἕληται, τοῦτο γενέσθαι
因為惟獨這種生育擁有權柄,可以隨其所選而成為那樣。
for this kind of begetting alone has the authority to become whatever it may choose.
1:666
Τὰ μὲν γὰρ λοιπὰ τῶν τικτομένων τῇ ὁρμῇ τῶν ἀπογεννώντων ὑφίσταται, δὲ πνευματικὸς τόκος τῆς ἐξουσίας ἤρτηται τοῦ τικτομένου
因為其餘一切受生之物,都是由生育者的推動而成形,惟有那屬靈的生育乃繫於受生者自身的權柄。
For the rest of the things that are born come into being by the impulse of those who beget them, but the spiritual birth is dependent upon the authority of the one being born.
1:667
ἐπειδὴ τοίνυν ἐν τούτῳ ἐστὶν κίνδυνος, ἐν τῷ μὴ διαμαρτεῖν τοῦ συμφέροντος, κατ' ἐξουσίαν προκειμένης παντὶ τῆς αἱρέσεως, καλῶς ἔχειν φημὶ τὸν πρὸς τὴν γέννησιν τὴν ἰδίαν
既然危險就在於此——在於不至於錯失那有益之事,而抉擇是按各人的權柄擺在眾人面前——我說,那急切要奔向自己重生的人,最好是
Since, then, the danger lies in this—in not failing of what is profitable, the choice being set before everyone in accordance with his authority—I say it is well that the one hastening to his own birth
1:668
ὁρμῶντα προδιαγνῶναι τῷ λογισμῷ, τίς αὐτῷ λυσιτελήσει πατὴρ καὶ ἐκ τίνος ἄμεινον αὐτῷ συστῆναι τὴν φύσιν·
藉著思量預先辨明:誰作他的父親對他有益,他的本性由誰而立更為美好;
should determine beforehand by reasoning who will be of profit to him as a father, and from whom it is better for his nature to be constituted;
1:669
εἴρηται γὰρ ὅτι κατ' ἐξουσίαν τοὺς γεννήτορας τοιοῦτος αἱρεῖται τόκος
因為前已說過,這種生育乃是按其權柄揀選自己的生育者。
for it has been said that such a birth chooses its begetters in accordance with its authority.
1:670
διχῆ τοίνυν τῶν ὄντων μεμερισμένων εἰς τὸ κτιστὸν καὶ τὸ ἄκτιστον, καὶ τῆς μὲν ἀκτίστου φύσεως τὸ ἄτρεπτόν τε καὶ ἀμετάθετον ἐν ἑαυτῇ κεκτημένης, τῆς δὲ κτίσεως πρὸς τροπὴν ἀλλοιουμένης, κατὰ λογισμὸν τὸ λυσιτελοῦν προαιρούμενος τίνος αἱρήσεται μᾶλλον γενέσθαι τέκνον, τῆς ἐν τροπῇ θεωρουμένης τῆς ἀμετάστατόν τε καὶ παγίαν καὶ ἀεὶ ὡσαύτως ἔχουσαν ἐν τῷ ἀγαθῷ κεκτημένης τὴν φύσιν; ἐπεὶ οὖν ἐν τῷ εὐαγγελίῳ τὰ τρία παραδέ δοται πρόσωπά τε καὶ ὀνόματα δι' ὧν γέννησις τοῖς πιστεύουσι γίνεται, γεννᾶται δὲ κατὰ τὸ ἴσον ἐν τῇ τριάδι γεννώμενος παρὰ πατρός τε καὶ υἱοῦ καὶ πνεύματος ἁγίου·
既然萬有分為兩類——受造的與非受造的,而非受造的本性在自身中擁有不變與不可遷移的性質,受造之物卻向著變遷而轉化;那麼,憑理性揀選有益之事的人,他寧願成為哪一位的兒女呢:是那在變遷中被觀察者,還是那擁有不可遷移、堅定、永遠在良善中如一之本性者?既然在福音中傳下了三個位格與名稱,藉著它們,信者得以受生,而那在三一中受生的人,乃是平等地從父、從子、從聖靈而生——
Since, then, things are divided into two, into the created and the uncreated, and the uncreated nature possesses in itself the unchangeable and immutable, while the creation is altered toward change—the one who chooses by reasoning what is profitable, of which will he rather choose to become a child: of that which is contemplated in change, or of that which possesses its nature unchangeable, fixed, and ever the same in the good? Since, then, in the Gospel three Persons and names are handed down through which the birth comes to those who believe, and the one begotten in the Trinity is equally begotten of Father and Son and Holy Spirit—
1:671
οὕτω γάρ φησι περὶ τοῦ πνεύματος τὸ εὐαγγέλιον ὅτι Τὸ γεγεννημένον ἐκ τοῦ πνεύματος πνεῦμά ἐστι, καὶ Παῦλος ἐν Χριστῷ γεννᾷ, καὶὉ πατὴρ πάντων ἐστὶ πατήρ·
因為福音論到聖靈如此說:「從靈生的就是靈」(約三6);保羅也在基督裡生育人(林前四15);又說:「父是眾人的父」(弗四6)。
for thus the Gospel says concerning the Spirit, that 'That which is born of the Spirit is spirit' (John 3:6); and Paul begets in Christ; and 'The Father is Father of all.'
1:672
ἐνταῦθά μοι νηφέτω τοῦ ἀκροατοῦ διάνοια, μὴ τῆς ἀστατούσης φύσεως ἑαυτὴν ἔκγονον ποιήσῃ, ἐξὸν τὴν ἄτρεπτόν τε καὶ ἀναλλοίωτον ἀρχηγὸν ποιήσασθαι τῆς ἰδίας ζωῆς
在此願聽者的心思謹守清醒,免得它使自己成為那不穩定之本性的後裔,而其實是可以使那不變、不易者成為自己生命之源的。
Here let the hearer's mind be sober, lest it make itself the offspring of the unstable nature, when it is possible to make the unchangeable and unalterable the author of one's own life.
1:673
κατὰ γὰρ τὴν διάθεσιν τῆς καρδίας τοῦ προσιόντος τῇ οἰκονομίᾳ καὶ τὸ γινόμενον τὴν δύναμιν ἔχει, ὥστε τὸν μὲν ἄκτιστον ὁμολογοῦντα τὴν ἁγίαν τριάδα εἰς τὴν ἄτρεπτόν τε καὶ ἀναλλοίωτον εἰσελθεῖν ζωήν, τὸν δὲ τὴν κτιστὴν φύσιν ἐν τῇ τριάδι διὰ τῆς ἠπατημένης ὑπολήψεως βλέποντα, ἔπειτα ἐν αὐτῇ βαπτιζόμενον, πάλιν τῷ τρεπτῷ τε καὶ ἀλλοιουμένῳ ἐγγεννηθῆναι βίῳ·
因為按著那親近這恩典安排之人的心境,所成就的事也就有其功效:以致那承認聖三一為非受造的人,便進入那不變、不易的生命;而那因受蒙蔽的見解而在三一中看見受造之本性的人,繼而受洗歸入其中,便又被生入那可變、轉移的生命;
For according to the disposition of the heart of the one approaching the dispensation, the thing accomplished also has its power: so that he who confesses the Holy Trinity as uncreated enters into the unchangeable and unalterable life, while he who beholds in the Trinity the created nature through a deceived supposition, and is then baptized into it, is again begotten into the changeable and altering life;
1:674
τῇ γὰρ τῶν γεννώντων φύσει κατ' ἀνάγκην ὁμογενές ἐστι καὶ τὸ τικτόμενον
因為受生者必然與生育者的本性同類。
for that which is born is of necessity of the same kind as the nature of those who beget it.
← 上一段下一段 →
1