📜 Verbum · 聖言
原文誦讀聖經與教父文獻
♥ 贊助

← 回書卷目次 · 希臘教父 › 傳道書講道

傳道書講道 第 1 章 第 1/8 段

希臘文原文.150 節.部分字詞可點開查義.本章太長已分段,此段為 1:1–1:150(全章共 1162 節)

下一段 →
ℹ️ 本語料沒有逐節的詞法標註。原形主要取自同語言其他書卷的逐詞標註(不是這一節的標註),少數查不到的才回頭依字形比對詞典。同形的罕見字仍可能判錯,需要精確判斷時請覆核原文與專門詞典。
ℹ️ 中英對照為本站自譯,直接譯自本頁的原文(非和合本/WEB —— 那兩者譯自馬所拉文本,與本頁底本不同)。
1:1
ΓΡΗΓΟΡΙΟΥ ΕΠΙΣΚΟΠΟΥ ΝΥΣΣΗΣ ΕΙΣ ΤΟΝ ΕΚΚΛΗΣΙΑΣΤΗΝ ΟΜΙΛΙΑ Αʹ Πρόκειται ἡμῖν ὁ Ἐκκλησιαστὴς εἰς ἐξήγησιν ἴσον ἔχων τῷ μεγέθει τῆς ὠφελείας τὸν πόνον τῆς θεωρίας
尼撒主教貴格利《傳道者講道集》第一講。傳道者之書擺在我們面前以待詮釋,其默觀之勞苦與其所帶來益處之宏大相等。
Of Gregory, Bishop of Nyssa, on the Ecclesiast, Homily I. Before us lies the Ecclesiast for exposition, the labor of contemplation being equal in magnitude to the benefit it yields.
1:2
τῶν γὰρ παροιμιακῶν νοημάτων ἤδη προγυμνασάντων τὸν νοῦν, ὧν οἱ σκοτεινοὶ λόγοι καὶ αἱ σοφαὶ ῥήσεις καὶ τὰ αἰνίγματα καὶ αἱ ποικίλαι τῶν λόγων στροφαί, καθὼς περιέχει τὸ τοῦ βιβλίου ἐκείνου προοίμιον
因為《箴言》的種種思想已預先訓練了悟性——那些隱晦的言辭、智慧的話語、謎語,以及言辭的種種轉折,正如那卷書的引言所包含的;
for the thoughts of the Proverbs have already given the mind preliminary training — those dark sayings and wise maxims and riddles and the various turns of speech which the preface of that book comprises;
1:3
τότε τοῖς πρὸς τὰ τελειότερα τῶν μαθημάτων αὐξηθεῖσιν ἐπὶ ταύτην τὴν γραφὴν τὴν ὑψηλὴν. ὄντως καὶ θεόπνευστον ἡ ἄνοδος γίνεται
那時,對那些已朝更完全之教訓成長的人而言,便有了通向這卷崇高、真正受神默示之經文的上升。
then, for those who have grown toward the more perfect teachings, the ascent to this lofty and truly God-inspired scripture takes place.
1:4
εἰ οὖν ἡ παροιμιακὴ μελέτη ἡ πρὸς ταῦτα ἡμᾶς ἑτοιμάζουσα τὰ μαθήματα οὕτως ἐπίπονός τίς ἐστι καὶ δυσθεώρητος, πόσον χρὴ πόνον αὐτοῖς ἐνορᾶν τοῖς ὑψηλοῖς τούτοις νοήμασι τοῖς νῦν προκειμένοις εἰς θεωρίαν ἡμῖν; ὥσπερ γὰρ οἱ ἐν παιδοτρίβου τὴν παλαι στρικὴν ἐκπονήσαντες πρὸς μείζονας ἱδρῶτας καὶ πόνους ἐν τοῖς ἀγῶσι τοῖς γυμνικοῖς ἀποδύονται, οὕτω μοι δοκεῖ μελέτη τις εἶναι ἡ παροιμιώδης διδασκαλία, πρὸς τοὺς ἐκκλησιαστικοὺς ἀγῶνας παιδοτριβοῦσα τὰς ψυχὰς ἡμῶν καὶ προμαλάσσουσα
既然預備我們達到這些教訓的《箴言》操練本身已是如此艱苦難觀,那麼在如今擺在我們面前以待默觀的這些崇高思想中,我們理當預見多大的勞苦呢?正如在角力師學校中操練摔跤的人,為了在體育競賽中承受更大的汗水與勞苦而脫去衣服預備一樣,在我看來,《箴言》式的教導也是一種操練,為教會的競賽預先訓練並柔軟我們的靈魂。
If, then, the discipline of the Proverbs, which prepares us for these teachings, is itself so laborious and hard to contemplate, how much toil must we expect to find in these lofty thoughts now set before us for contemplation? For just as those who have trained in wrestling at the trainer's school strip for greater sweat and toil in the gymnastic contests, so it seems to me that the teaching of the Proverbs is a kind of preliminary exercise, training and softening our souls beforehand for the contests of the church.
1:5
εἰ οὖν ἡ μελέτη μετὰ τοσούτων ἱδρώτων κατορθοῦται καὶ πόνων, τί χρὴ περὶ αὐτῶν τῶν ἀγώνων λογίσασθαι; ἦ που πᾶσάν τις ὑπερβολὴν ἐννοήσας οὐκ ἂν παραστήσειε κατ' ἀξίαν τῷ λόγῳ, πόσους ὑποδείκνυσι πόνους τὸ τῆς γραφῆς ταύτης στάδιον τοῖς ἀγωνιζομένοις πρὸς τὴν τῶν νοημάτων ἀσφάλειαν διὰ τῆς ἀθλητικῆς ἐμπειρίας, ὡς μὴ ἐν πτώματι δεῖξαι τὸν λόγον, ἀλλ' ἐν πάσῃ νοήματος συμπλοκῇ ὄρθιον διασῶσαι διὰ τῆς ἀληθείας τὸν νοῦν
既然這預備操練要付出如此多的汗水與勞苦才能完成,那麼關於那真正的競賽本身,我們又當如何思量呢?縱使窮盡一切誇張的想像,也無法用言語恰如其分地表達出:這卷經文的競技場向那些以競技者的經驗、為思想之穩固而奮鬥的人,顯示出何等的勞苦——為要不使論證顯得跌倒,反而在每一思想的糾結之中,藉著真理使悟性保持直立、得以保全。
If, then, the preliminary exercise is accomplished with so much sweat and toil, what must we reckon concerning the contests themselves? Indeed, though one should conceive every degree of hyperbole, he could not adequately set forth in words how much toil the arena of this scripture displays to those who contend, through athletic experience, for the security of its thoughts — so as not to show the argument fallen, but to preserve the mind upright through the truth in every entanglement of thought.
1:6
πλὴν ἀλλ' ἐπειδὴ καὶ τοῦτο τῶν δεσποτικῶν παραγγελμάτων ἐστὶ τὸ δεῖν ἐρευνᾶν τὰς γραφάς, ἀνάγκη πᾶσα, κἂν κατόπιν τῆς ἀληθείας ὁ ἡμέτερος εὑρεθῇ νοῦς τοῦ μεγέθους τῶν νοημάτων οὐκ ἐφικνούμενος, ὅμως τὸ μὴ δοκεῖν παρορᾶν τὴν ἐντολὴν τοῦ κυρίου διὰ τῆς κατὰ δύναμιν περὶ τὸν λόγον σπουδῆς κατορθῶσαι
然而,既然「當查考經文」也是主的誡命之一,那麼無論如何都是必要的:縱使我們的悟性可能落在真理之後、無法企及這些思想的宏大,我們仍當盡力,藉著按能力所付出對經文的殷勤,成就那不致顯得忽視主之誡命的事。
Nevertheless, since it is also one of the Master's commandments that we ought to search the scriptures, it is altogether necessary — even if our mind should be found lagging behind the truth, unable to attain to the magnitude of the thoughts — nonetheless to accomplish, through diligence applied to the text according to our ability, at least the appearance of not overlooking the Lord's commandment.
1:7
οὐκοῦν ἐρευνήσωμεν τὴν προκειμένην. γραφὴν ὡς δυνάμεθα
因此,讓我們盡己所能,查考擺在我們面前的這卷經文。
Let us, then, search the scripture set before us as best we can.
1:8
πάντως γὰρ ὁ τοῦ ἐρευνᾶν τὴν ἐντολὴν δε δωκὼς καὶ τὴν πρὸς αὐτὸ τοῦτο δύναμιν δώσει, καθὼς γέγραπται ὅτι Κύριος δώσει ῥῆμα τοῖς εὐαγγελιζομένοις δυνάμει πολλῇ
因為那賜下查考之誡命者,必也賜下成就此事的能力,正如經上所記:「主必將話語賜給傳福音的人,且大有能力。」
For surely he who gave the commandment to search will also give the power for this very purpose, just as it is written: "The Lord shall give a word to those who proclaim good tidings with great power."
1:9
Καὶ πρῶτόν γε ἡμῖν ἡ ἐπιγραφὴ τοῦ βιβλίου προτεθήτω εἰς θεωρίαν
首先,讓我們把這卷書的標題擺在面前,加以默觀。
And first of all, let the title of the book be set before us for contemplation.
1:10
κατὰ πᾶσαν ἐκκλησίαν Μωϋσῆς καὶ ὁ νόμος ἀναγινώσκεται, οἱ προφῆται, ἡ ψαλμῳδία, ἡ ἱστορία πᾶσα καὶ εἴ τι τῆς ἀρχαίας τε καὶ τῆς καινῆς διαθήκης ἐστί, πάντα ἐπὶ τῶν ἐκκλησιῶν καταγγέλλεται
在每一個教會中,摩西和律法都被誦讀,先知書、詩篇、一切歷史書,以及凡屬舊約和新約的一切,都在教會中被宣講。
In every church Moses and the Law are read, the prophets, the psalter, the whole history, and whatever belongs to the old and the new covenant — all these are proclaimed in the churches.
1:11
πῶς οὖν τοῦτο μόνον κατ' ἐξαίρετον τῇ ἐπιγραφῇ τοῦ ἐκκλησιαστοῦ καλλωπίζεται; τί οὖν ἐστιν ὃ περὶ τούτων ἡμεῖς ὑπειλήφαμεν; ὅτι ταῖς μὲν ἄλλαις πάσαις γραφαῖς, ἱστορίαις τε καὶ προφητείαις, καὶ πρὸς ἄλλα τινὰ τῶν μὴ πάνυ τῇ ἐκκλησίᾳ χρησίμων ὁ σκοπὸς βλέπει
那麼,為何唯獨這卷書以「傳道者」這個標題作為特殊的美飾呢?我們對此有何理解?乃是:其餘一切經文,無論是歷史書或先知書,其宗旨也兼顧某些對教會並非十分有用的事物。
How then is it that this book alone is specially adorned with the title "Ecclesiast"? What then have we understood concerning this? That in the case of all the other scriptures — both histories and prophecies — their aim looks also toward certain other matters not altogether useful to the church.
1:12
τί γὰρ μέλει τῇ ἐκκλησίᾳ τὰς τῶν πολέμων συμφορὰς δι' ἀκριβείας μαθεῖν ἢ τίνες ἐθνῶν ἄρχοντες καὶ πόλεων γεγόνασιν οἰκισταὶ καὶ τίνες τίνων ἄποικοι ἢ ποῖαι βασιλεῖαι κατὰ τὸν ἐφεξῆς χρόνον διαφανήσονται καὶ ὅσοι γάμοι καὶ παιδοποιΐαι δι' ἐπιμελείας ἐμνημονεύθησαν καὶ πάντα τὰ τοιαῦτα, ὅσα δι' ἑκάστης ἔστι διδαχθῆναι γραφῆς·
戰爭的災禍究竟如何、哪些人成了列邦的君王與城市的建立者、誰是誰的殖民者、將來會出現哪些王國、有多少婚姻與生育被詳細記載——凡此種種可從各卷經文中學到的事,教會又何必詳確地知曉呢?
For what concern is it to the church to learn in precise detail the calamities of wars, or who became rulers of nations and founders of cities, and who were colonists of whom, or what kingdoms would appear in the time to come, and how many marriages and begettings of children were carefully recorded, and all such things as can be learned through each scripture?
1:13
τί ἂν τοσοῦτον πρὸς τὸν σκοπὸν τῆς εὐσεβείας τῇ ἐκκλησίᾳ συναγωνίσαιτο; ἡ δὲ τοῦ βιβλίου τούτου διδασκαλία πρὸς μόνην βλέπει τὴν ἐκκλησιαστικὴν πολιτείαν,. δι' ὧν ἄν τις τὸν ἐν ἀρετῇ κατορθώσειε βίον, ταῦτα ὑφηγου μένη
這些事對教會敬虔的宗旨又能有多大助益呢?然而,這卷書的教導唯獨著眼於教會的生活方式,教導人藉以在德行中端正自己的生命。
What great contribution could these make to the church's aim of piety? But the teaching of this book looks solely to the ecclesiastical way of life, setting forth those things by which one might rightly order a life in virtue.
1:14
ὁ γὰρ σκοπὸς τῶν ἐνταῦθα λεγομένων ἐστὶ τὸ ὑπερθεῖναι τὸν νοῦν τῆς αἰσθήσεως καὶ πεῖσαι καταλιπόντα πᾶν ὅτιπέρ ἐστι μέγα τε καὶ λαμπρὸν ἐν τοῖς οὖσι φαινόμενον πρὸς τὰ ἀνέφικτα τῇ αἰσθητικῇ καταλήψει διὰ τῆς ψυχῆς ὑπερκύψαι κἀκείνων τὴν ἐπιθυμίαν λαβεῖν, ὧν οὐκ ἐφικνεῖται ἡ αἴσθησις
此處所言之宗旨,乃是要使悟性超越感官,並說服人捨棄一切在受造物中顯得偉大輝煌的事物,藉著靈魂本身超越而望向那感官所無法企及之事,並對那感官所不能達到的事物懷有渴慕。
For the aim of what is said here is to set the understanding above sense-perception, and to persuade the soul, having abandoned everything that appears great and splendid among existing things, to look beyond, through the soul itself, toward those things unattainable by sensible apprehension, and to take up desire for those things which sense-perception cannot reach.
1:15
καὶ πρὸς τὸν καθηγεμόνα τῆς ἐκκλησίας ἡ ἐπιγραφὴ βλέπει
而這個標題也指向教會的元首。
And the title also looks to the leader of the church.
1:16
ὁ γὰρ ἀληθινὸς ἐκκλησιαστὴς ὁ τὰ ἐσκορπισμένα συνάγων εἰς ἓν πλήρωμα καὶ τοὺς πολλαχῇ κατὰ τὰς ποικίλας ἀπάτας πεπλανημένους εἰς ἕνα σύλλογον ἐκκλησιάζων τίς ἂν ἄλλος εἴη εἰ μὴ ὁ ἀληθινὸς βασιλεὺς τοῦ Ἰσραήλ, ὁ υἱὸς τοῦ θεοῦ, πρὸς ὃν εἶπεν ὁ Ναθαναήλ, ὅτι Σὺ εἶ ὁ υἱὸς τοῦ θεοῦ, σὺ εἶ ὁ βασιλεὺς τοῦ Ἰσραήλ; εἰ οὖν τὰ ῥήματα ταῦτα τοῦ βασιλέως ἐστὶ τοῦ Ἰσραήλ, ὁ δὲ αὐτὸς οὗτος καὶ θεοῦ υἱός ἐστι, καθὼς λέγει τὸ εὐαγγέλιον, ἄρα ὁ αὐτὸς καὶ ἐκκλησιαστὴς ὀνομάζεται
因為真正的傳道者——那將分散之人聚集成一個豐滿整體,並將那些因種種欺騙而四處迷失的人集合為一個會眾的那一位——除了以色列真正的君王、神的兒子之外,還能是誰呢?拿但業曾對他說:「你是神的兒子,你是以色列的王!」既然這些話語屬於以色列的君王,而這同一位又是神的兒子,如福音書所言,那麼這同一位也被稱為傳道者。
For the true Ecclesiast — he who gathers the scattered into one fullness, and who assembles into a single congregation those led astray in various places by manifold deceits — who else could this be but the true King of Israel, the Son of God, to whom Nathanael said, "You are the Son of God, you are the King of Israel"? If then these words belong to the King of Israel, and he himself is also the Son of God, as the Gospel says, then he too is called the Ecclesiast.
1:17
τάχα δὲ οὐκ ἔξω τοῦ εἰκότος εἰς ταύτην τὴν διάνοιαν τὴν τῆς ἐπιγραφῆς ἀναφέρομεν σημασίαν, ἵνα διὰ τούτου μάθωμεν, ὅτι εἰς αὐτὸν τὸν διὰ τοῦ εὐαγγελίου τὴν ἐκκλησίαν πηξάμενον ἡ τῶν ῥημάτων τούτων ἀναφέρεται δύναμις
或許我們將這標題的含義歸向此一理解,並非全無道理,好叫我們藉此得知:這些話語的力量,正是指向那位藉著福音建立教會的那一位。
And perhaps it is not unreasonable that we refer the meaning of the title to this sense, that through this we may learn that the force of these words is referred to him who, through the Gospel, established the church.
1:18
Ματαιότης ματαιοτήτων, εἶπεν ὁ ἐκκλησιαστής, τὰ πάντα ματαιότης
傳道者說:「虛空的虛空,凡事都是虛空。」
"Vanity of vanities," said the Ecclesiast, "all things are vanity."
1:19
μάταιον νοεῖται τὸ ἀνυπόστατον, ὃ ἐν μόνῃ τῇ τοῦ ῥήματος προφορᾷ τὸ εἶναι ἔχει·
所謂「虛空」,指的是那不具實質存在之物,它的「存有」僅僅存在於話語的發聲之中;
"Vain" is understood as that which has no subsistence, which has its being only in the utterance of the spoken word;
1:20
πρᾶγμα δὲ ὑφεστὸς τῇ τοῦ ὀνόματος σημασίᾳ οὐ συνεμφαίνεται, ἀλλ' ἔστι τις ψόφος ἀργὸς καὶ διάκενος, ἐν σχήματι λέξεώς τινος διὰ συλλαβῶν προφερόμενος, εἰκῇ προσπίπτων τῇ ἀκοῇ χωρὶς σημασίας, οἷα δὴ παίζοντές τινες ὀνοματοποιοῦσιν, ὧν τὸ σημαινόμενόν ἐστιν οὐδέν
而在這名稱的意義中,並無任何真實存在之物與之共同顯現;它不過是一種無用而空洞的聲響,以某種辭語的形式藉音節發出,隨意地落入聽覺之中而毫無意義,正如有些人在嬉戲時杜撰出的詞語,其所指稱的乃是虛無。
but no really subsisting thing is signified together with the meaning of the name; rather it is a kind of idle and empty sound, uttered through syllables in the shape of some word, striking the hearing at random without meaning — such as some, in jest, coin as words, whose signification is nothing.
1:21
ἓν μὲν οὖν τοῦτο εἶδος τῆς ματαιότητος
以上便是「虛空」的第一種類型。
This, then, is one kind of vanity.
1:22
ἄλλη δὲ ματαιότης λέγεται τῶν κατά τινα σπουδὴν πρὸς οὐδένα σκοπὸν γινομένων ἡ ἀχρηστία, ὡς τὰ ἐν ψάμμῳ τῶν παίδων οἰκοδομήματα καὶ ἡ κατὰ τῶν ἄστρων τοξεία καὶ ἡ τῶν ἀνέμων θήρα καὶ ἡ πρὸς τὴν ἰδίαν σκιὰν τοῦ δρομέως ἅμιλλα, ὅταν φιλονεικῇ τῆς τοῦ σκιάσμα τος κορυφῆς ἐπιβῆναι καὶ εἴ τι τοιοῦτον ἕτερον ἐν τοῖς εἰκῇ γινομένοις εὑρίσκομεν, ἅπερ πάντα τῷ τῆς ματαιότητος ὑπάγεται ῥήματι
另一種「虛空」,指的是那些帶著某種努力卻毫無目的可言之事的無用性,例如孩童在沙上築的建物、向星辰射箭、追捕風、以及賽跑者與自己影子的競賽——當他一心想踩上自己影子的頂端時;還有我們在其他隨意妄為之事中所見的種種類似情形,這一切都被歸入「虛空」這個詞語之下。
Another kind is called vanity — namely, the uselessness of things done with a certain effort but toward no purpose, such as children's buildings in the sand, and shooting arrows at the stars, and the hunting of winds, and the runner's race against his own shadow, when he contends to plant his foot upon the crown of his shadow, and whatever other such thing we find among things done at random — all of which fall under the term "vanity."
1:23
ἔστι δὲ πολλάκις κἀκεῖνο μάταιον ἐν τῇ συνηθείᾳ λεγόμενον, ὅταν πρός τινα σκοπόν τις ὁρῶν καὶ ὥς τι λυσιτελὲς τῷ προκειμένῳ κατὰ σπουδὴν μετιὼν ἕκαστα πράττῃ, εἶτά τινος ἐναντίου γεγενημένου εἰς ἀνόνητον περιέλθῃ ὁ πόνος, καὶ τότε τὸ ἐπὶ μηδενὶ κατορθώματι τὴν σπουδὴν. προχωρῆσαι τῷ ῥήματι τοῦ ματαίου διασημαίνεται
在日常語言中,還常有另一種被稱為「虛空」的情形:當一個人著眼於某個目標,並殷勤地追求各種行動,以為對此目的有益,然而後來由於某種相反的事情發生,他的勞苦竟歸於無益——這時,他的殷勤未能達成任何成果,便以「虛空」一詞來表明。
There is also often another thing called "vain" in ordinary usage: when someone, looking toward some goal and pursuing each action diligently as something profitable to that purpose, then, some obstacle having arisen, his labor turns out to be futile — then his effort's failure to arrive at any accomplishment is signified by the term "vain."
1:24
λέγει γὰρ ἐπὶ τῶν τοιούτων ἡ συνήθεια τὸ Μάτην ἐκοπίασα καὶ Μάτην ἐπήλπισα καὶ Ἐπὶ ματαίῳ τοὺς πολλοὺς ὑπέστην καμάτους
因為在這樣的情況下,日常語言會說:「我徒然勞苦」、「我徒然盼望」,以及「我為虛空承受了許多勞苦」。
For in such cases ordinary usage says, "I labored in vain," and "I hoped in vain," and "I endured many toils for nothing."
1:25
καὶ ἵνα μὴ τὰ καθ' ἕκαστον διεξίωμεν, ἐφ' οἷς τὸ ὄνομα τῆς ματαιότητος κυρίως λέγεται, ἐν ὀλίγῳ τὴν ἔννοιαν τῆς φωνῆς ταύτης περιληψόμεθα
為了不逐一列舉「虛空」這個名稱被恰當使用的每一種情形,讓我們簡要地將這個詞的含義總括起來。
And, so that we need not go through each instance in which the term "vanity" is properly used, let us briefly sum up the meaning of this word.
1:26
ματαιότης ἐστὶν ἢ ῥῆμα ἀδιανόητον ἢ πρᾶγμα ἀνόνητον ἢ βουλὴ ἀνυπόστατος ἢ σπουδὴ πέρας οὐκ ἔχουσα ἢ καθόλου τὸ ἐπὶ παντὶ λυσιτελοῦντι ἀνύπαρκτον
所謂「虛空」,或是毫無意義的言辭,或是毫無益處的事物,或是不具實質的計劃,或是沒有終點的殷勤,總而言之,即凡是相對於一切有益之事而言不具實存的東西。
Vanity is either a word without meaning, or a thing without benefit, or a resolve without substance, or a zeal that has no end, or, in general, whatever has no real existence in relation to anything profitable.
1:27
Εἰ οὖν ἤδη νενόηται ἡμῖν τοῦ ματαίου ἡ ἔννοια, ἐξεταστέον ἂν εἴη, τί βούλεται ἡ ματαιότης τῶν ματαιοτήτων
既然我們如今已經理解了「虛空」的概念,就當進一步探究「虛空的虛空」所要表達的是什麼。
If, then, we have now understood the concept of "vain," we must inquire what "vanity of vanities" means.
1:28
τάχα δ' ἂν ἡμῖν γνωριμώτερον τὸ ζητούμενον νόημα γένοιτο, εἰ τὴν γρα φικὴν συνήθειαν ἐπὶ τῶν πρὸς τὸ κρεῖττον νοουμένων συνεξε τάσαιμεν
若我們一併考察聖經在論及朝向更美善之事、以「更勝一籌」的方式所用的慣常說法,或許所探求的意涵便會對我們更為明晰。
Perhaps the sought-for meaning would become clearer to us if we examined together the scriptural usage in the case of things conceived in the superlative degree toward what is better.
1:29
ἡ τῶν ἀναγκαίων τε καὶ συμφερόντων πρᾶξις ἔργον παρὰ τῆς γραφῆς ὀνομάζεται, ἀλλὰ τὰ ὑπερβαίνοντα τῶν σπουδαζομένων, ὅσα εἰς αὐτὴν ὁρᾷ τὴν τοῦ θεοῦ λατρείαν, ἔργον ἔργων λέγεται, καθὼς ἡ ἱστορία δηλοῖ, δεικνύντος, οἶμαι, τοῦ λόγου διά τινος ἀναλογίας ἡμῖν ἐκ τοῦ ἔργου τῶν ἔργων, τί τὸ ἐν τοῖς σπουδαζομένοις ἐστὶ προτιμότερον
履行必要且有益之事,經上稱之為「工作」;但那超越其餘一切、專注於事奉神本身的事,則被稱為「工作中的工作」,正如史書所顯明的——我想,經文乃是藉著這種類比,藉「工作中的工作」向我們指明,在諸般所追求之事中,何者更當被看重。
The performance of things necessary and profitable is called by scripture "work"; but those pursuits that surpass the rest, whatever looks to the very service of God, are called "work of works," as the history shows — the text, I think, showing us by a kind of analogy, through the "work of works," what among the things pursued is more to be preferred.
1:30
ὃν γὰρ ἐπέχει λόγον πρὸς τὴν καθόλου ἀργίαν ἡ περὶ τὰ ἔργα σπουδή, τὸν αὐτὸν ἔχει λόγον πρὸς τὰ λοιπὰ ἔργα ἡ πρὸς τὰ ὑψηλότερα καὶ προτιμότερα τῶν σπουδαζομένων ἐνέργεια
因為,正如對「工作」的殷勤之於一般的懈怠所具有的關係,那朝向更崇高、更當被看重之事的活動,之於其餘一切工作,也具有同樣的關係。
For the relation which zeal for works bears to idleness in general, the same relation the activity directed toward the loftier and more preferable pursuits bears to the rest of the works.
1:31
οὕτως καὶ ἅγιόν τι παρὰ τῆς γραφῆς λέγεται·
同樣地,經上也稱某事物為「聖」;
In the same way, scripture also speaks of something as "holy";
1:32
καὶ πάλιν. ἁγίων ἅγιον, ὡς ἴσῳ τῷ μέτρῳ τοῦ τε ἐξαγίστου τὸ ἅγιον ὑπερέχειν ἐν ἁγιότητι καὶ τούτου πάλιν τὸ τῶν ἁγίων ἅγιον, τὸ καθ' ὑπέρθεσιν ἐν ἁγιασμῷ θεωρούμενον
又稱「至聖所」——彷彿以相等的度量,「聖」在聖潔上超越那僅屬合宜之物,而「至聖所」又再度超越「聖」,被視為在成聖之事上達到最高的程度。
and again, "holy of holies" — as though, by an equal measure, the holy surpasses in holiness what is merely permitted, and again the "holy of holies" surpasses this, being contemplated as the superlative degree in sanctification.
1:33
ἅπερ οὖν ἐπὶ τοῦ κρείττονος ἐδιδάχθημεν λόγου τῆς γραφικῆς συνηθείας τῷ τοιούτῳ εἴδει τὴν ἐπίτασιν τοῦ ὑποκειμένου νοήματος σημαινούσης, τοῦτο καὶ ἐπὶ τῆς τῶν ματαιοτήτων ματαιότη τος νοοῦντες οὐ σφαλησόμεθα
既然我們已從那朝向更美善之事的說法中學到:聖經的慣常用法乃是藉著這樣的形式來表明其所指涉概念的加強,那麼,若我們在理解「虛空的虛空」時也依此原則來理解,便不至於有誤。
Accordingly, what we have learned concerning the superlative usage — that scriptural custom signifies, by such a form, the intensification of the underlying meaning — if we understand this same principle also in the case of "vanity of vanities," we shall not go astray.
1:34
νεκροῦ νεκρότερον καὶ τοῦ ἀψύχου ἀψυχότερον
「比死者更死」與「比無生命之物更無生命」
"deader than a dead thing" and "more lifeless than a lifeless thing"
1:35
καίτοι ἡ συγκριτικὴ ἐπίτασις χώραν ἐπὶ τῶν τοιούτων οὐκ ἔχει, ἀλλ' ὅμως λέγεται τούτῳ τῷ ῥήματι πρὸς τὴν τῆς ὑπερβολῆς τοῦ δηλουμένου σαφήνειαν
然而,嚴格說來,這種比較級的加強在這類事物上本無立足之地;儘管如此,人們仍以這樣的方式來表達,為要清楚顯明所指之事的過甚程度。
and yet the comparative intensification has, strictly speaking, no place in such cases; nevertheless it is expressed in this way, for the sake of clarity, to indicate the excess of what is being signified.
1:36
ὥσπερ οὖν ἐστι τὰ ἔργα τῶν ἔργων καὶ τὰ ἅγια τῶν ἁγίων νοούμενα, δι' ὧν ἡ ὑπερθετικὴ πρὸς τὸ κρεῖττον ἔνδειξις ἑρμηνεύεται, οὕτω καὶ ἡ τῶν μαοτήτων ματαιότης τὸ ἀνυπέρθετον δείκνυσι τῆς ἐν τῷ ματαίῳ ὑπερβολῆς
正如有「工作中的工作」和「聖中之聖」,被理解為表達朝向更美善之事的最高程度的意涵,同樣地,「虛空的虛空」也顯明了虛空之中那無可超越的過甚程度。
Just as, then, there are the "works of works" and the "holies of holies," understood as expressing the superlative indication toward what is better, so too the "vanity of vanities" shows the unsurpassable degree of excess found within vanity.
1:37
Καὶ μή τις ὑπολάβῃ κατηγορίαν εἶναι τῆς κτίσεως τὰ λεγόμενα
但願沒有人以為這裡所說的乃是對受造之物的控訴。
And let no one suppose that what is said here is an accusation against creation.
1:38
ἦ γὰρ ἂν εἰς τὸν πεποιηκότα τὰ πάντα διαβαίνοι τὸ ἔγκλημα, εἰ τοιούτων ἡμῖν δημιουργὸς ἀναφανείη ὁ συστησά μενος ἐξ οὐκ ὄντων τὰ πάντα, εἴ περ ματαιότης εἴη τὰ πάντα
因為若真是萬物皆為虛空,那麼這指控便會轉嫁到那創造萬有者身上——那從無中創造萬有的那一位,便會顯得像是這等事物的創造者。
For the charge would indeed pass over to him who made all things, if the one who constituted all things out of what did not exist should appear to us as the maker of such things — if indeed all things were vanity.
1:39
ἀλλ' ἐπειδὴ διπλῆ μέν ἐστιν ἡ τοῦ ἀνθρώπου κατασκευή, ψυχῆς σώματι συνδραμούσης, μεμέρισται δὲ καταλλήλως ἑκατέρῳ τῶν ἐν ἡμῖν θεωρουμένων τὸ τῆς ζωῆς εἶδος·
然而,人的構造既是雙重的——靈魂與身體相結合——那麼生命的形態便相應地分配給我們身上所見的這兩個部分;
But since the constitution of man is twofold — soul running together with body — the form of life has been apportioned correspondingly to each of the two elements observed within us;
1:40
ἄλλη γὰρ ψυχῆς καὶ ἑτέρα σώματός ἐστι ζωή·
因為靈魂的生命是一回事,身體的生命又是另一回事;
for the life of the soul is one thing, and the life of the body another;
1:41
ἡ μὲν γὰρ θνητὴ καὶ ἐπίκηρος, ἡ δὲ ἀπαθὴς καὶ ἀκήρατος, καὶ αὕτη μὲν εἰς τὸ παρὸν βλέπει μόνον, τῆς δὲ ὁ σκοπὸς εἰς τὸ διηνεκὲς παρα τείνεται·
前者是必死且易朽的,後者則是不受苦、不朽壞的;前者僅著眼於眼前,後者的目標則延伸至永恆;
the one is mortal and perishable, the other impassible and incorruptible; and the one looks only to the present, while the aim of the other extends into perpetuity;
1:42
ἐπεὶ οὖν πολλὴ διαφορὰ τοῦ θνητοῦ πρὸς τὸ ἀθάνατον καὶ τοῦ προσκαίρου πρὸς τὸ ἀΐδιον, πρὸς τοῦτο φέρει τοῦ ἐκκλησιαστοῦ ἡ φωνὴ τὸ μὴ δεῖν πρὸς τὴν αἰσθητὴν ταύτην βλέπειν ζωήν, ἥτις συγκρινομένη τῇ ὄντως ζωῇ ἀνύπαρκτός τις καὶ ἀνυπόστατός ἐστιν
既然必死之物與不死之物之間、暫時之物與永恆之物之間存有極大的差異,傳道者的話語便指向這一點:我們不應著眼於這感官的生命,因為這生命,一旦與真實的生命相比,便成了某種不存在、不具實質之物。
Since, then, there is a great difference between the mortal and the immortal, and between the temporal and the eternal, the Ecclesiast's word tends toward this: that we ought not to look toward this sensible life, which, when compared to the truly real life, is a kind of non-existent and unsubstantial thing.
1:43
Ἀλλ' οὐδὲν ἧττον εἴποι τις ἂν μὴ ἔξω τῆς τοῦ δημιουργοῦ κατηγορίας καὶ τοῦτον εἶναι τὸν λόγον, διότι παρ' αὐτοῦ καὶ ἡ ψυχὴ καὶ τὸ σῶμα, ὥστε εἰ ἡ διὰ σαρκὸς κατηγορεῖται ζωή, σαρκὸς δὲ ποιητὴς ὁ θεός, εἰς ἐκεῖνον <ἂν> ἀναγκαίως ἡ τοιαύτη μέμψις τὴν ἀναφορὰν ἔχοι
然而,仍有人可能會說,這個論證同樣未能脫離對創造者的指控,因為靈魂與身體都出於祂;因此,若那藉肉身而有的生命受到譴責,而神又是肉身的創造者,那麼這樣的指責便勢必歸咎於祂。
But nonetheless one might say that this argument, too, does not escape accusation against the maker, since both the soul and the body are from him; so that if the life through the flesh is condemned, and God is the maker of the flesh, then such a reproach would necessarily be referred back to him.
1:44
ἀλλὰ ταῦτα μὲν ἐρεῖ πάντως ὁ μήπω τῆς σαρκὸς ἔξω γενόμενος μηδὲ ἀκριβῶς πρὸς τὴν ὑψηλοτέραν διακύψας ζωήν
然而,會這樣說的人,必然是尚未超脫肉身,也未曾仔細窺探那更崇高之生命的人。
But such things will surely be said by one who has not yet come to be outside the flesh, nor looked closely into the loftier life.
1:45
ἐπεὶ ὅ γε πεπαιδευμένος τὰ θεῖα μυστήρια οὐκ ἀγνοεῖ πάντως, ὅτι οἰκεία μὲν καὶ κατὰ φύσιν τοῖς ἀνθρώποις ἐστὶν ἡ ζωὴ ἡ πρὸς τὴν θείαν φύσιν ὡμοιωμένη, ἡ δὲ αἰσθητικὴ ζωὴ ἡ διὰ τῆς τῶν αἰσθητηρίων ἐνεργείας διεξαγομένη ἐπὶ τούτῳ τῇ φύσει δέδοται, ἐφ' ᾧτε τὴν. τῶν φαινομένων γνῶσιν ὁδηγὸν γενέσθαι τῆς ψυχῆς πρὸς τὴν τῶν ἀοράτων ἐπίγνωσιν, καθώς φησιν ἡ Σοφία ἐκ μεγέθους καὶ καλλονῆς κτισμάτων ἀναλόγως τὸν πάντων γενεσιουργὸν καθορᾶσθαι
因為受過神聖奧秘教導的人,必然深知:那與神聖本性相似的生命,才是人真正本己且合乎本性的生命;而藉感官功能運作的感性生命,則是為了這樣的目的而賜給本性的——使可見之物的知識成為靈魂通往對不可見之物之認識的嚮導,正如智慧書所言,人可從受造物的宏大與美麗,類比地看見萬有的創造者。
Since indeed one who has been instructed in the divine mysteries certainly does not fail to know that the life proper and natural to human beings is that which has been made like to the divine nature, whereas the sensible life, conducted through the activity of the sense-organs, has been given to nature for this purpose: that the knowledge of visible things might become a guide for the soul toward the recognition of things invisible — just as Wisdom says, that from the greatness and beauty of created things the Author of all is analogously beheld.
1:46
ἡ δὲ ἀνθρωπίνη ἀβουλία οὐ τὸ διὰ τῶν φαινο μένων θαυμαζόμενον εἶδεν ἀλλ' ὃ εἶδεν ἐθαύμασεν
然而人的愚昧並未看見那藉可見之物所當被讚嘆的對象,卻只讚嘆了自己所看見的東西本身。
But human folly did not see the very thing that ought to have been admired through visible things, but admired instead what it saw.
1:47
ἐπεὶ οὖν πρόσκαιρός τε καὶ ὠκύμορος ἡ τῶν αἰσθητηρίων ἐνέργεια, τοῦτο μανθάνομεν διὰ τῆς ὑψηλῆς ταύτης φωνῆς, ὅτι ὁ πρὸς ταῦτα βλέπων βλέπει οὐδέν
既然感官的活動是短暫而速朽的,我們便藉著這崇高的話語學到:那專注於這些事物之人,其實一無所見。
Since, then, the activity of the sense-organs is temporary and short-lived, we learn this through this lofty utterance: that he who looks toward these things sees nothing.
1:48
ὁ δὲ διὰ τούτων πρὸς τὴν τοῦ ὄντος κατανόησιν ὁδηγούμενος καὶ διὰ τῶν παρατρεχόντων τὴν στάσιμον φύσιν κατανοήσας καὶ τοῦ ἀεὶ ὡσαύτως ἔχοντος ἐν περινοίᾳ γενόμενος εἶδέ τε τὸ ὄντως ὂν ἀγαθὸν καὶ ὃ εἶδεν ἐκτήσατο·
然而,那藉著這些可見之物被引導至對真實存有的理解、藉著流逝之物而領悟那恆常不變之本性、並得以領會那永遠如一者之人——他既看見了那真實存有的善,也擁有了他所看見的;
But he who, through these things, is guided toward the comprehension of true being, and who, through the things that pass by, comes to understand the abiding nature, and who arrives at an apprehension of that which is always the same — he both sees the truly existing good, and possesses what he has seen;
1:49
κτῆσις γάρ ἐστι τοῦ ἀγαθοῦ τούτου ἡ εἴδησις
因為對這善的認識本身,便是對它的擁有。
for the knowledge of this good is itself its possession.
1:50
Τίς γὰρ περισσεία, φησί, τῷ ἀνθρώπῳ, ᾧ μοχθεῖ ὑπὸ τὸν ἥλιον; τὴν ἐν τῷ σώματι ζωὴν προσηγόρευσε μόχθον ἐπὶ μηδενὶ κατορθώματι ἀκερδῶς σπουδαζόμενον
他說:「人一切的勞碌,就是他在日光之下的勞碌,有什麼益處呢?」他將身體中的生命稱為「勞碌」,是徒勞而無所成就地被追求的。
"For what profit," he says, "is there to a man in all his toil which he toils under the sun?" He named the life in the body "toil," something pursued fruitlessly, without accomplishment.
1:51
Τίς γάρ, φησί, περισσεία τῷ ἀνθρώπῳ; τοῦτ' ἔστι, τί περιγίνεται τῇ ψυχῇ διὰ τοῦ βιωτικοῦ μόχθου τοῖς πρὸς τὸ φαινόμενον ζῶσιν; ἐν τίνι δὲ καὶ ἔστιν ἡ ζωὴ ἢ τί μένει τῶν φαινομένων. καλῶν ἐν ταὐτότητι; ἥλιος περιέρχεται τὸν ἴδιον δρόμον λάμπων ἀνὰ μέρος καὶ σκοτιζόμενος, φωτίζων τε τὸν ὑπερκείμενον ἡμῖν ἀέρα, ὅταν ὑπὲρ γῆς ἑαυτὸν δείξῃ, καὶ σκότος διὰ τῶν δυσμῶν ἐφελκόμενος
「人有什麼益處呢?」——也就是說,對那些為著眼前所見而活的人,靈魂究竟從人生的勞苦中得到了什麼?生命究竟存在於何處?可見之美善事物中,究竟有什麼是恆久不變的?太陽循著自己的軌道運行,時而發光,時而隱沒,當它升上地面之上時便照亮我們頭頂上的空氣,而在西沉之時又拖曳著黑暗而去。
"For what," he says, "is the profit to man?" — that is, what does the soul gain from life's toil, for those who live with a view to what appears? In what does life consist, or what among the visible goods remains the same? The sun goes around its own course, shining in turn and being darkened, illuminating the air above us when it shows itself above the earth, and dragging darkness after it through its setting.
1:52
ἕστηκε δὲ ἡ γῆ καὶ μένει ἐν τῷ παγίῳ ἀκίνητος, καὶ τὸ ἑστὼς οὐ κινεῖται, καὶ οὐχ ἵσταται τὸ κινούμενον, πάντα δὲ διὰ τῶν αὐτῶν ἐν παντὶ τῷ χρονικῷ διαστήματι δείκνυται, κατ' οὐδὲν διὰ τῆς πρὸς τὸ καινότερον μεταβολῆς ἀλλασσόμενα
地卻靜止,安然不動地固守於它的穩固之中;靜止之物不動,運動之物不靜止;然而萬事萬物,在每一段時間的間隔中,皆藉由同樣的方式顯現,絲毫未因趨向新異的變化而有所改變。
The earth stands and remains motionless in its fixity; and what is standing does not move, and what is moving does not stand still; but all things, throughout every interval of time, are displayed by the very same means, changed in no respect by any alteration toward novelty.
1:53
δοχεῖόν ἐστι τῶν πανταχόθεν συρρεόντων ὑδάτων ἡ θάλασσα, καὶ οὔτε ἡ σύρροια λήγει οὔτε ἡ θάλασσα αὔξεται
海是那從四面八方匯流而來之水的容器,然而水流不曾停止,海也不曾因此增長。
The sea is the receptacle of the waters flowing together from every side, and neither does the inflow cease nor does the sea increase.
1:54
τίς ὁ σκοπὸς τοῦ δρόμου τοῖς ὕδασιν ἀεὶ πληροῦσι τὸ μὴ πληρούμενον; ἐπὶ τίνι δὲ τὰς ἐπιρροὰς δέχεται τῶν ὑδάτων ἡ θάλασσα, ἀναυξὴς διὰ τῆς προσθήκης εἰς ἀεὶ διαμένουσα; ταῦτα λέγει, ἵνα ἐξ αὐτῶν τῶν στοιχείων, ἐν οἷς ἐστιν ἡ ζωὴ τῶν ἀνθρώπων, προερμηνεύσῃ τῶν ἐν ἡμῖν σπουδαζομένων τὸ ἀνυπόστατον
那不斷注水給不能被注滿之物的水流,其軌跡有何目的呢?海接受眾水的注入,卻雖有加添仍永遠不見增長,這又是為了什麼呢?他之所以這樣說,是要藉著人生命所存於其中的這些元素本身,預先向我們闡明我們所汲汲追求之事的不具實質性。
What is the purpose of this course, for the waters that ever fill what cannot be filled? To what end does the sea receive the inflows of the waters, remaining forever without increase despite the addition? He says these things so that, from the very elements in which human life consists, he might interpret beforehand the insubstantiality of the things we pursue.
1:55
σκότους διαδοχὴ στάσιν ἐκδέχεται ἥ τε γῆ καταδεδικασμένη τὴν στάσιν μένει ἐν τῷ παγίῳ ἀκίνητος, ἀνήνυτα δὲ μοχθοῦσιν οἱ ποταμοὶ τῇ ἀπλήστῳ φύσει τῆς θαλάσσης ἐνδαπανώμενοι, μάτην δὲ τὰς ἐπιρροὰς δέχεται τῶν ὑδάτων ἡ θάλασσα, εἰς οὐδὲν πλέον ὑπολαμβάνουσα τοῖς κόλποις τὸ διὰ παντὸς εἰσχεό μενον·
黑暗的更替遇上了靜止:地被判定於靜止之中,安然不動地固守於它的穩固;江河徒勞地耗盡自己於大海那貪得無厭的本性之中;海也徒然接受眾水的匯流,那不斷灌注而入的水,絲毫未能使它的懷抱有所增添;
Succession of darkness meets with stillness: the earth, sentenced to stillness, remains motionless in its fixity; the rivers labor to no purpose, being spent into the insatiable nature of the sea; and the sea receives in vain the inflows of the waters, gaining nothing further in its bosom from what is forever being poured in;
1:56
εἰ ταῦτα ἐν τούτοις ἐστίν, ἐν τίσιν εἰκὸς τὸ ἀνθρώπινον εἶναι, ὃ ἐν τούτοις τὴν ζωὴν ἔχει, καὶ τί ξενιζόμεθα, εἰ Γενεὰ πορεύεται καὶ γενεὰ ἔρχεται, καὶ οὐκ ἐπιλείπει. τὴν φύσιν οὗτος ὁ δρόμος, τῆς ἀεὶ ἐπεισιούσης γενεᾶς τῶν ἀνθρώπων τό τε προεισελθὸν ἐξωθούσης καὶ ὑπὸ τοῦ ἐπεισιόντος ἐξωθουμένης; Τί οὖν βοᾷ διὰ τούτων τῇ ἐκκλησίᾳ ὁ λόγος; ὅτι, ὦ ἄνθρω ποι, εἰς τὸ πᾶν ἀποβλέποντες τὴν ἑαυτῶν φύσιν νοήσατε
既然這些事物的狀況如此,那麼與之息息相關、以此為生命所在的人類,其境況又能好到哪裡去呢?我們又何必驚訝於「一代過去,一代又來」,這運行絲毫不悖離其本性——世世代代的人不斷相繼而來,前來者推開先前進入者,又被隨後而來者所推開呢?經文藉這些話語向教會發出何等的呼喊呢?就是:眾人哪,你們當仰望這一切,認識你們自己的本性。
if such is the state of these things, in what condition is it likely that the human, whose life is bound up with these things, should be? And why are we surprised if "one generation passes and another generation comes," and this course does not fail its nature — the ever-succeeding generation of men both pushing out the one that entered before and being pushed out by the one that enters after? What, then, does the word cry out to the church through these things? That, O men, looking to the whole, you should understand your own nature.
1:57
ἃ περὶ τὸν οὐρανὸν καὶ τὴν γῆν βλέπεις, ἃ ἐν τῷ ἡλίῳ καθορᾷς, ἃ ἐν τῇ θαλάσσῃ κατανοεῖς, ταῦτά σοι καὶ τὴν σὴν φύσιν ἑρμηνευέτω
你在天地之間所見的、你在太陽之中所看見的、你在海洋之中所觀察到的一切,讓這一切也為你闡明你自己的本性。
Let those things which you see concerning heaven and earth, which you behold in the sun, which you observe in the sea — let these interpret for you your own nature as well.
1:58
ἔστι γάρ τις καθ' ὁμοιότητα τοῦ ἡλίου καὶ τῆς φύσεως ἡμῶν ἀνατολή τε καὶ δύσις
因為,正如太陽有升有落,我們的本性也以類似的方式,同樣有其升起與沉落。
For there is, in a manner similar to the sun, both a rising and a setting also in our nature.
1:59
μία ὁδὸς τοῖς πᾶσιν, εἷς ὁ κύκλος τῆς τοῦ βίου πορείας
眾人都行走同一條道路,人生的歷程只有一個循環。
There is one path for all, one circle in the course of life.
1:60
ὅταν διὰ γενέσεως ἀνατείλωμεν, πάλιν εἰς τὸ συγγενὲς χωρίον ἡμῶν καθελκόμεθα
當我們藉著出生而升起,我們又再度被拉回我們所本源的那親屬之地。
When we rise through birth, we are again drawn down to the place akin to us.
1:61
τῆς γὰρ ζωῆς ἡμῖν ἐπιδυείσης, ὑπόγειον καὶ τὸ ἡμέτερον γίνεται φέγγος, ὅταν ἡ ἀντιληπτικὴ τοῦ φωτὸς αἴσθησις γῆ γένηται·
因為當我們的生命西沉之時,我們自己的光也隨之落入地下,那接收光的感知能力便化為塵土;
For when our life sets, our own light too becomes subterranean, when the perceptive sense that receives the light becomes earth;
1:62
πάντως δὲ ἡ γῆ πρὸς τὸ συγγενὲς ἀναλύεται, καὶ οὗτος κύκλος τίς ἐστι διηνεκῶς ἐν τοῖς αὐτοῖς ἑλισσόμενος
而地也必然歸回與它同類之物;這乃是一種循環,恆常地在同樣的軌跡中周而復始。
and the earth is invariably resolved into what is akin to it; and this is a kind of circle, continually revolving within the same bounds.
1:63
καθάπερ ἐπὶ τοῦ ἡλίου φησὶν ὁ λόγος, ὅτι ἀνατέλλων μὲν κατὰ τὸ ἄνω τῆς γῆς μέρος τοῖς νοτίοις ἐνδιοδεύει, ὑπόγειος δὲ κατὰ τὸ ἀντικείμενον τὸ βόρειον ὑπέρχεται μέρος καὶ τοῦτον τὸν τρόπον εἰς ἀεὶ περιοδεύων κυκλοῖ τὸν ἑαυτοῦ δρόμον καὶ πάλιν ἀνακυκλῶν περιέρχεται·
正如經文論太陽所言:太陽升起時,行經地上南方的部分,而當它沉入地下時,則行經與之相對的北方部分;如此循環不已,永遠繞行它自己的軌道,再度周而復始,循環不息;
just as the text says concerning the sun, that in rising it travels through the southern part above the earth, while, going under the earth, it passes beneath the opposite, northern part, and in this manner, forever making its circuit, it completes the circle of its own course and again, revolving, goes around;
1:64
Κυκλοῖ γάρ, φησί, κυκλῶν·
經上說:「循環往復,不斷循環」;
"For it goes round," it says, "circling round";
1:65
οὕτω τοίνυν καὶ τὸ σὸν πορεύεται πνεῦμα (ἀπὸ μέρους ἅπαν ὀνομάζων τὸ ἀνθρώπινον πνεῦμα),. τὴν ἐγκύκλιον ταύτην διὰ τῶν ὁμοίων περιτρέχον φοράν
「你的靈也照樣運行」(此處以部分指稱人的整個靈),藉著同類事物,奔行於這同一循環的軌道之中。
so too, then, "your spirit goes" (naming, by a part, the whole of the human spirit), running through this same circular course by means of like things.
1:66
Πορεύεται γάρ, φησί, τὸ πνεῦμα καὶ ἐπὶ κύκλους αὐτοῦ ἐπιστρέφει τὸ πνεῦμα
經上說:「靈也運行,靈又轉回它的循環。」
"For the spirit goes," it says, "and the spirit returns to its circuits."
1:67
ὁ δὲ ταῦτα κατανοήσας οὐκ ἂν μικρὰ πρὸς τὸν ἑαυτοῦ βίον ὠφεληθείη
凡領悟這些道理的人,對於自己的人生必得著不小的益處。
He who understands these things would not gain small benefit for his own life.
1:68
τί λαμπρότερον τοῦ φωτός; τί τῶν ἀκτίνων φανότερον; ἀλλ' ὅμως εἰ ὑπὸ γῆν ὁ ἥλιος ἔλθοι, κρύπτεται τὸ φέγγος καὶ ἡ ἀκτὶς ἀφανίζεται
有什麼比光更明亮呢?有什麼比它的光芒更燦爛呢?然而,太陽一旦沉入地下,它的光輝便隱沒,它的光芒便消失無蹤。
What is brighter than light? What more radiant than its rays? And yet, if the sun should go beneath the earth, its light is hidden and its ray vanishes.
1:69
Πρὸς ταῦτά τις βλέπων σωφρονέστερον τὸν ἑαυτοῦ παρερχέσθω βίον, καταφρονῶν τῆς ὧδε περιφανείας, μαθὼν ἐκ τῶν ὁρωμένων, ὅτι οὐ διαρκεῖ πρὸς τὸ διηνεκὲς τὸ ἐπίσημον, ἀλλ' ἀγχίστροφοί εἰσιν αἱ τῶν ἐναντίων διαδοχαί·
凡注目於這些事的人,理當更為清醒地度過自己的一生,藐視今世的顯赫榮耀,並從所見之事學到:凡顯赫之事並不能長存至永遠,反倒是相反之事迅速地相繼更替;
Let one who looks upon these things pass through his own life the more soberly, despising the outward glory of this world, having learned from what is seen that what is conspicuous does not endure into perpetuity, but the successions of opposites are quick to turn;
1:70
μένει δὲ οὐδὲν εἰς ἀεὶ τοιοῦτον, οἷον ἐν τῷ παρόντι ἐστίν, οὐ νεότης, οὐ κάλλος, οὐχ ἡ ἐκ τῶν δυναστειῶν περιφάνεια
沒有任何事物能永遠保持它現今的樣貌——無論是青春、美貌,或是權勢所帶來的顯赫,皆非永恆。
and nothing remains forever such as it is in the present — not youth, not beauty, not the glory that comes from positions of power.
1:71
καὶ ταῦτα μὲν τοῖς ἐν εὐκληρίᾳ τινὶ ζῶσιν·
以上所言,是為那些生活在某種順境之中的人而說;
And this, then, applies to those who live in some measure of good fortune;
1:72
ὅσοις δὲ ἐπίπονος ὁ πρὸς ἀρετὴν δοκεῖ βίος, τῷ τῆς γῆς ὑποδείγματι πρὸς τὸ ἐγκαρτερεῖν τοῖς δεινοῖς ἡ ψυχὴ παιδοτριβείσθω
但對那些覺得通向德行的生活艱苦難行的人,讓靈魂藉大地的榜樣受操練,好在艱難中堅忍不拔。
but for those to whom the life directed toward virtue seems laborious, let the soul be trained by the example of the earth to endure hardships steadfastly.
1:73
Ἡ γῆ εἰς τὸν αἰῶνα ἕστηκεν
『地永遠長存。』
'The earth stands forever.'
1:74
τί μοχθηρότερον τῆς ἀκινήτου ταύτης παγιότητος; καὶ ὅμως παρατείνεται μέχρις αἰῶνος ἡ στάσις
還有什麼比這不動的堅固更為艱苦呢?然而它的常存卻延續至永世。
What is more toilsome than this immovable fixity? And yet its standing extends unto the age.
1:75
σὺ δέ, ᾧ ὀλίγος ὁ τῆς ἀθλήσεως χρόνος, μὴ γίνου τῆς γῆς ἀψυχότερος, μὴ γίνου τῶν ἀναισθήτων ἀνοητότερος ὁ λο γισμὸν εἰληχὼς καὶ λόγῳ πρὸς τὴν ζωὴν διοικούμενος, ἀλλὰ Μένε, καθώς φησιν ὁ ἀπόστολος, ἐν οἷς ἔμαθες καὶ ἐπιστώ θης, ἐν ἑδραίᾳ καὶ ἀμετακινήτῳ τῇ στάσει
但你,競賽的時候如此短暫,切莫變得比大地更無靈魂;切莫變得比無知覺之物更無理智——你這領受了理性、又藉理性治理生命的人啊——反倒要如使徒所言:『要持守你所學習、所確信的』,站立於堅定不移之地。
But you, for whom the time of the contest is short, do not become more soulless than the earth; do not become more senseless than things without perception—you who have been allotted reason and are governed by reason toward life—but 'Remain,' as the apostle says, 'in the things you have learned and been assured of,' in a steadfast and unmoved standing.
1:76
ἐπεὶ καὶ τοῦτο τῶν θείων παραγγελμάτων ἐστί, τὸ ἑδραῖοι καὶ ἀμετακίνητοι. γίνεσθε, ἄσειστος ἔν σοι μενέτω ἡ σωφροσύνη, παγία ἡ πίστις, ἀμετάθετος ἡ ἀγάπη, ἀκίνητος ἡ ἐν παντὶ καλῷ στάσις, ὡς ἂν καὶ ἡ ἔν σοι γῆ εἰς τὸν αἰῶνα ἑστήκοι
因為這也是神聖誡命之一:『要堅定、不可動搖。』願節制在你裡面堅定不移,信德穩固,愛心不變,在一切美善之事上的站立不可動搖,好叫你裡面的『地』也能永遠長存。
since this too is among the divine precepts: 'Be steadfast and unmoved.' Let self-control remain unshaken in you, let faith be firm, let love be unchangeable, let your standing in every good thing be immovable, so that the earth in you also may stand forever.
1:77
εἰ δέ τις κεχηνὼς πρὸς τὴν πλεονεξίαν καθάπερ τινὰ θάλασσαν τὴν ἀμετρίαν τῆς ἐπιθυμίας ἁπλώσας πρὸς τὰ πανταχόθεν εἰσρέοντα κέρδη ἀπλήστως ἔχοι, οὗτος πρὸς τὴν ὄντως θάλασσαν βλέπων θεραπευέσθω τὴν νόσον
但若有人張口貪求財利,如同展開一片汪洋般,把無度的慾望向四面八方湧入的利益敞開,貪得無厭,就讓他注視那真實的海洋,藉以醫治這病症。
But if someone, gaping after greed, having spread out the immoderacy of desire like a kind of sea toward the gains flowing in from every side, remains insatiable, let him look toward the actual sea and be cured of his disease.
1:78
ὡς γὰρ ἐκείνη τὸ ἑαυτῆς οὐ παρέρχεται μέτρον ἐν ταῖς μυρίαις τῶν ὑδάτων ἐπιρροαῖς, ἀλλ' ἐν τῷ ἴσῳ διαμένει πληρώματι, καθάπερ οὐδεμιᾶς αὐτῇ γινομένης ἐξ ὑδάτων προσθήκης, κατὰ τὸν αὐτὸν τρόπον καὶ ἡ ἀνθρωπίνη φύσις < τοῖς> ἰδίοις μέτροις ἐν τῇ ἀπολαύσει τῶν προσιόντων διειλημμένη συμπλατῦναι τῷ πλήθει τῶν προσόδων τὴν ἀπολαυστικὴν λαιμαργίαν οὐ δύναται, ἀλλὰ τὸ μὲν εἰσρέον οὐ παύεται, ἡ δὲ τῆς ἀπολαύσεως δύναμις ἐν τῷ ἰδίῳ ὅρῳ φυλάσσεται
正如那海洋雖有無數水流湧入,卻不逾越自己的界限,反而常保持同等的滿盈,彷彿沒有任何水量加添於它一般;照同樣的方式,人的本性在享受所得之物時,也受限於自己固有的尺度,無法隨收入的增多而擴張其享樂的貪饕;反倒是:湧入之物並不止息,而享受的能力卻始終保守在自己的界限之內。
For just as that sea does not overstep its own measure amid the countless inflows of waters, but remains at the same fullness, as though no addition of waters were coming to it, in the same way human nature too, being bounded by its own measures in the enjoyment of what comes to it, cannot expand its enjoyment's gluttony together with the multitude of its incomes; rather, what flows in does not cease, but the capacity for enjoyment is kept within its own limit.
1:79
ἀπόλαυσις πλεονάσαι οὐ δύναται παρὰ τὸ μέτρον τῆς φύσεως, εἰς τί τὰς τῶν προσόδων ἐπιρροὰς ἐφελκόμεθα, οὐδέποτε πρὸς εὐποιΐαν ἄλλων ἐκ τῶν ἐπεισιόντων ὑπερχεόμενοι; ἐπεὶ δὲ κατὰ τὸν ἀποδοθέντα ἡμῖν τῆς ματαιότητος λόγον ἢ τὸ ἀνόητον ῥῆμα ἢ τὸ ἀνόνητον πρᾶγμα ματαιότης ἐστίν, καλῶς ἐκεῖθεν τοῦ λόγου ἄρχεται, ὡς ἂν μήτε τι τῶν γινομένων μήτε τι τῶν λεγομένων, εἴ τι πρὸς τὸν ὧδε βλέπει σκοπόν,. ὡς ὑφεστὼς λογισώμεθα
享受既不能超越本性的限度而增多,那麼我們為何汲汲於收入的湧流,卻從未因所得之豐盈而施惠於他人?既然按照傳給我們對虛空的定義,虛空乃是無意義的言語,或是無益的行為,他便恰當地由此開始論述,使我們認識到:凡行為或言語,若只著眼於此世的目標,就不可視為真實存在之物。
Since enjoyment cannot increase beyond the measure of nature, to what end do we draw to ourselves the influxes of income, never overflowing toward the well-doing of others from what streams in upon us? But since, according to the definition of vanity given to us, vanity is either a senseless word or a useless deed, he rightly begins his discourse from there, so that we should reckon as truly subsisting neither anything of what happens nor anything of what is said, if it looks toward the purpose here below.
1:80
πᾶσα γὰρ ἀνθρώπων σπουδὴ πρός τι τῶν παρὰ τὸν βίον ἀσχολουμένη νηπίων ἄντικρύς ἐστι τὰ ἐπὶ ψάμμων ἀθύρματα, οἷς ἡ τῶν γινομένων ἀπόλαυσις τῇ περὶ τὰ γινόμενα σπουδῇ συναπέληξεν·
因為人一切汲汲於此生諸事的熱衷,正恰似兒童在沙上的遊戲;在其中,對所造之物的享受,與造作它的努力同時終止;
For every human zeal, occupied with something belonging to this life, is exactly like children's playthings on the sand, in which the enjoyment of what is made ceases together with the effort spent in making it;
1:81
ἅμα τε γὰρ τοῦ πονεῖν ἐπαύσαντο, καὶ ἡ ψάμμος πρὸς ἑαυτὴν συρρυεῖσα οὐδὲν ἴχνος τῶν πεπονημένων τοῖς παισὶν ὑπελείπετο
因為孩童一旦停止勞作,沙子便向自身崩流回聚,絲毫不為他們的勞苦留下痕跡。
for as soon as they ceased their labor, the sand, flowing back together into itself, left no trace of what the children had toiled over.
1:82
Τοῦτό ἐστιν ὁ ἀνθρώπινος βίος, ψάμμος ἡ φιλοτιμία, ψάμμος ἡ δυναστεία, ψάμμος ὁ πλοῦτος, ψάμμος ἕκαστον τῶν κατὰ σπουδὴν διὰ σαρκὸς ἀπολαυομένων·
這就是人的一生:野心是沙,權勢是沙,財富是沙,凡憑肉體汲汲享受之事,無一不是沙;
This is human life: sand is ambition, sand is power, sand is wealth, sand is each of the things eagerly enjoyed through the flesh;
1:83
ἐν οἷς νῦν αἱ νηπιώδεις ψυχαὶ τοῖς ἀνυποστάτοις ἐμματαιάζουσαι καὶ πολλοὺς περὶ ἕκαστον τούτων ὑπομένουσαι πόνους, εἰ μόνον ἀπολείποιεν τὸ τῆς ψάμμου χωρίον, τὴν ἐν σαρκὶ λέγω ζωήν, τότε τὸ μάταιον τῆς ὧδε διατριβῆς ἐπιγνώσονται·
在這些事上,如今這些幼稚的靈魂,徒然汲汲於那些沒有真實存有的東西,並為每一項忍受諸般勞苦;但只要她們一旦離開這片沙地——我是指肉身中的生命——那時便會認清此世居留的虛空;
in which now childish souls, vainly occupying themselves with things that have no real subsistence, and enduring many labors over each of these, will—if only they leave behind the region of sand, I mean life in the flesh—then recognize the vanity of their sojourn here;
1:84
τῷ γὰρ ὑλικῷ βίῳ καὶ ἡ ἀπόλαυσις συναπέμεινεν, ἐφέλκον δὲ μεθ' ἑαυτῶν οὐδὲν ὅτι μὴ τὴν συνείδησιν μόνην
因為享受也與物質的生命一同留下,人所能隨身帶走的,除了良心之外,別無他物。
for with the material life the enjoyment of it also remains behind, and they draw along with themselves nothing except conscience alone.
1:85
ὡς μοι δοκεῖ καὶ ὁ μέγας ἐκκλησιαστὴς ὥσπερ ἤδη ἔξω τούτων γενόμενος καὶ γυμνῇ τῇ ψυχῇ τῆς ἀΰλου ζωῆς ἐπιβατεύων ἐκεῖνα εἶπεν, ἃ εἰκός ποτε καὶ ἡμᾶς εἰπεῖν, ὅταν ἔξω τοῦ παραλίου τούτου τόπου γενώμεθα, περὶ ὃν ἡ ψάμμος ἐστὶν ἡ ὑπὸ τῆς τοῦ βίου θαλάσσης ἐκπτυομένη, καὶ πάντων χωρισθῶμεν τῶν περικτυπούντων ἡμᾶς καὶ καταβομβούντων κυμάτων, ἐκ τῆς νοηθείσης θαλάσσης μόνον. τὴν μνήμην τῶν ὧδε σπουδασθέντων ἐπαγόμενοι, λέγων τὸ Ματαιότης ματαιοτήτων, τὰ πάντα ματαιότης, καὶ τὸ Τίς περισσεία τῷ ἀνθρώπῳ, ᾧ μοχθεῖ ὑπὸ τὸν ἥλιον
在我看來,這位偉大的傳道者,彷彿已經超脫這一切之外,以赤露的靈魂踏上非物質的生命,說出了這些話——這些話,也很可能是我們有朝一日要說的,當我們走出這片海岸之地——那被生命之海所吐出的沙子所環繞之地——並脫離一切在我們四周喧囂轟鳴的波浪之時,僅從那如今被心智所理解的海洋,帶著對此地所汲汲之事的一絲記憶,說道:『虛空的虛空,凡事都是虛空』,以及『人在日光之下一切的勞碌,有什麼益處呢?』
So it seems to me that the great Ecclesiast, as though already having come outside these things and, with soul stripped bare, treading upon the immaterial life, spoke those words which it is likely we too shall one day speak, when we come outside this coastal place—around which lies the sand cast up by the sea of life—and are parted from all the waves that roar and thunder about us, bringing with us from that now understood sea only the memory of what was pursued here—saying: 'Vanity of vanities, all is vanity,' and 'What profit has a man of all his labor which he toils at under the sun?'
1:86
ὄντως γάρ, κατά γε τὸν ἐμὸν λόγον, πάσης ἐστὶ ψυχῆς οὗτος ὁ λόγος, ὅταν γυμνωθεῖσα τῶν τῇδε πρὸς τὸν ἐλπιζόμενον μετοικισθῇ βίον
因為誠然,依我之見,這正是每一個靈魂的話語——當它擺脫此世之物,遷徙至那所盼望的生命之時。
For truly, in my judgment at least, this is the word of every soul, when, stripped of the things here, it is transported to the life that is hoped for.
1:87
εἴτε γάρ τι τῶν ὑψηλοτέρων ἐν τῇ ζωῇ ταύτῃ κατώρθω σε, κατηγορεῖ τούτου, ἐν ᾧ ἦν, τῇ πρὸς τὸ εὑρεθὲν συγκρίσει τὸ παρελθὸν ἀτιμάζουσα·
因為無論靈魂在今生成就了何等崇高之事,它都要指控自己從前所處的境況,藉著與所尋得之物相比,貶抑那已過去的一切;
For whether it accomplished something of the loftier things in this life, it accuses that former state in which it was, dishonoring the past by comparison with what it has now found;
1:88
εἴτε καὶ προσπαθῶς περὶ τὴν ὕλην διατεθεῖσα ἴδοι τὰ ἀπροσδόκητα καὶ τῇ πείρᾳ μάθοι τῶν σπουδασθέντων παρὰ τὸν βίον αὐτῇ τὸ ἀνόνητον, τότε θρηνοῦσα τὴν φωνὴν ταύτην προήσεται, οἷα δὴ ποιοῦμεν ἐκ μεταμελείας οἱ ἄνθρωποι τὰς ἀβουλίας ἑαυτῶν ἐν τοῖς ὀλοφυρμοῖς διηγούμενοι, τὸ Ματαιότης ματαιοτήτων καὶ τὰ λειπόμενα
或者,若靈魂曾對物質懷有貪戀之情,一旦目睹意料之外的事,並藉親身經歷體會到自己一生所汲汲追求之事竟屬徒然,那時它便要哀慟地發出這樣的呼喊——正如我們世人因悔恨、在哭號中訴說自己愚昧之時所常做的——『虛空的虛空』,以及以下經文。
or whether, having been disposed toward matter with passionate attachment, it should see the unexpected things and learn by experience the unprofitableness of what it had eagerly pursued throughout its life, then, lamenting, it will utter this cry—just as we humans do out of remorse, recounting our own follies in our wailings—'Vanity of vanities,' and what follows.
1:89
Πάντες οἱ λόγοι, φησίν, ἔγκοποι, καὶ οὐ δυνήσεται ἀνὴρ τοῦ λαλεῖν
『一切言語,』他說,『都是勞苦的,人不能言說。』
'All words,' he says, 'are toilsome, and a man will not be able to speak.'
1:90
καὶ μὴν οὐδὲν ἐκ τοῦ προχείρου νομίζεται τοῦ λαλεῖν εὐκολώτερον
然而,就表面看來,沒有什麼比言說更被認為輕而易舉的了。
And yet, on the face of it, nothing is thought easier than speaking.
1:91
τίς γάρ ἐστι κόπος τῷ λαλοῦντι ὅ τί τις βούλεται; ὑγρὰ ἡ γλῶσσα καὶ εὔστροφος καὶ πρὸς ὅτιπερ ἂν ἐθέλῃ ῥημάτων εἶδος ἀπόνως ἑαυτὴν σχηματίζουσα·
因為對一個隨心所言的人來說,有什麼勞苦可言呢?舌頭柔軟靈活,無論它願意化作何種言語的形式,都能毫不費力地自我塑造;
For what toil is there for one speaking whatever he wishes? The tongue is pliant and nimble, shaping itself effortlessly into whatever form of words it wishes;
1:92
ἀκώλυτος ἡ ὁλκὴ τοῦ ἀερίου πνεύματος, ᾧ συγκεχρημένη τοὺς φθόγγους ἐργάζεται·
氣息的吸引毫無阻礙,舌頭運用氣息以造出聲音;
unhindered is the drawing in of the airy breath, which, being used together with the tongue, produces the sounds;
1:93
ἄλυπος ταῖς παρειαῖς ἡ ὑπουργία καὶ τοῖς χείλεσιν ἅμα ἡ πρὸς τὴν ἐκφώνησιν τοῦ λεγομένου. συνεργία
兩頰的效勞毫無苦楚,雙唇在發出言語之聲時的協力也是如此;
painless is the service of the cheeks, and likewise the cooperation of the lips in uttering what is spoken;
1:94
τίνα οὖν ἐνορᾷ κόπον τῷ λόγῳ, τοῦ σωματικοῦ πόνου μὴ ποιοῦντος τῷ λόγῳ τὸν κόπον; οὐ γὰρ γῆν σκά πτοντες ἢ πέτρας ἀνακυλίοντες ἢ ἐπὶ τῶν ὤμων ἀχθοφοροῦντες ἢ ἄλλο τι τῶν ἐπιπόνων κατεργαζόμενοι τὸν λόγον διεξο δεύομεν, ἀλλὰ τὸ συστὰν ἐν ἡμῖν νόημα διὰ φωνῆς ἐκκαλυφθὲν λόγος ἐγένετο
那麼,既然肉體的勞作並不構成言語的勞苦,他究竟從言語中看出何種勞苦呢?因為我們並非在掘地、搬石、肩負重擔,或從事其他艱苦勞務時完成言語;反倒是:在我們裡面形成的思念,藉聲音顯露出來,這便成了言語。
What toil, then, does he discern in speech, since bodily labor does not produce the toil for speech? For it is not while digging the earth, or rolling stones, or bearing burdens on our shoulders, or performing any other laborious task, that we go through speech; rather, the thought formed within us, disclosed through the voice, becomes speech.
1:95
ἀλλ' ἐπειδὴ ὁ τοιοῦτος λόγος κόπον οὐκ ἔχει, νοητέον ἂν εἴη, τίνες οἱ κοπιῶντες λόγοι, οὓς οὐ δυνήσεται ἀνὴρ τοῦ λαλεῖν
但既然這樣的言語並無勞苦,我們就當思考:究竟哪些才是那勞苦的言語,是人所不能言說的呢?
But since such speech has no toil, we must consider what the toiling words are, which a man will not be able to speak.
1:96
Οἱ πρεσβύτεροι, φησί, διπλῆς τιμῆς ἀξιούσθωσαν, μάλιστα οἱ κοπιῶντες ἐν λόγῳ
『作長老的,』他說,『配受加倍的敬奉,尤其是那在言語上勞苦的人。』
'Let the elders,' he says, 'be counted worthy of double honor, especially those who labor in word.'
1:97
πρεσβύτερος δὲ κατὰ τὴν κοινὴν συνήθειαν ὁ ἐκβὰς τὴν ἄτακτον ἡλικίαν καὶ ἐν γηραιᾷ καταστάσει γενόμενος λέγεται, ὡς εἴ γέ τις ἀστατοίη τῷ λογισμῷ καὶ ἐν ἀταξίᾳ τὸν βίον ἔχοι, οὔπω πρεσβύτερος ὁ τοιοῦτος, κἂν ἐν πολιᾷ τύχῃ φαινόμενος, ἀλλ' ἔτι ἀνήρ
按照一般的用法,『長老』指的是已經越過那紊亂輕率的年紀、進入年高持重之境的人;因此,若有人思慮不定、生活無序,這樣的人縱使白髮蒼蒼,也還算不得長老,仍只是個『男子』而已。
Now 'elder,' according to common usage, is said of one who has passed beyond the disorderly age and come into an aged condition; so that if someone should be unstable in reasoning and hold his life in disorder, such a one is not yet an elder, even if he happens to appear gray-haired, but is still merely 'a man.'
1:98
οὐκοῦν οἱ λόγοι, οἵ γε ἀληθῶς λόγοι, οἱ πρὸς τὸ ψυχωφελές τε καὶ χρήσιμον τῶν ἀνθρώπων γινόμενοι, οὗτοι πλήρεις ἱδρώτων εἰσὶ καὶ πόνων καὶ πολὺν ἐπάγονται κόπον, ἵνα γένωνται λόγοι
所以,那些真正稱得上『言語』的言語——那些為人靈魂帶來益處與功用的言語——都是滿了汗水與勞苦的,並且要付出極大的辛勞,才能成為真正的言語。
Therefore the words—those which are truly words, which come about for the soul's benefit and the usefulness of human beings—these are full of sweat and labors, and bring on much toil, in order that they may become words.
1:99
τῶν καρπῶν μεταλαμβάνειν, φησὶν ὁ τῶν τοιούτων λόγων τεχνίτης, ὡς δέον μὴ ῥῆμα νοεῖσθαι τὸν λόγον, ἀλλὰ τὴν ἐν τοῖς ἔργοις ἀρετὴν εἰς διδασκαλίαν βίου τοῖς ὁρῶσιν προτι θεμένην ἀντὶ λόγου γίνεσθαι τοῖς διδασκομένοις
『當先得糧』,這種言語的能工巧匠如此說,意謂:言語不應被理解為單純的言辭,而應是那彰顯於行為中的德行,作為對觀者生命的教導而陳明出來,代替言語,成為受教者的教導。
'To partake first of the fruits,' says the craftsman of such words, meaning that speech ought not to be understood as mere utterance, but that virtue displayed in deeds, set forth for the instruction of life to those who behold it, should become, in place of speech, teaching for those being taught.
1:100
πάντες οὖν οἱ τοιοῦτοι λόγοι ἔγκοποι, τῶν τὴν ἀρετὴν ὑφηγουμένων πρῶτον ἐν ἑαυτοῖς κατορθούντων, ἅπερ διδάσκουσι
因此,一切這樣的言語都是勞苦的,因為那教導德行的人,必須先在自己身上實踐所教導的事。
Therefore all such words are toilsome, since those who guide others in virtue must first accomplish in themselves what they teach.
1:101
τοῦτο γάρ ἐστι τὸ δεῖν πρῶτον τῶν καρπῶν μεταλαμβάνειν, ὧν. πρὸ τῶν ἄλλων ἑαυτοῖς διὰ τῆς ἀρετῆς γεωργοῦμεν
因為這正是『當先得糧』的意思:在給予他人之前,我們要先藉德行為自己耕耘出這果實來享用。
For this is what it means to have to partake first of the fruits, which, before giving them to others, we cultivate for ourselves through virtue.
1:102
Ἢ τάχα καὶ τὸ ἀσθενὲς τῆς λογικῆς φύσεως διερμηνεύει ὁ λόγος
又或者,這段話也在闡明理性本性的軟弱。
Or perhaps the discourse also interprets the weakness of rational nature.
1:103
ἐπειδὰν γὰρ ἔξω γενομένη τῶν αἰσθητηρίων, ἃ δὴ ματαιότης ὠνόμασται, καὶ εἰς τὴν τῶν ἀοράτων θεωρίαν διαδυεῖσά πως ἡ διάνοια τῷ λόγῳ παραστῆσαι τὸ νοηθὲν ἐγχειρήσῃ, τότε πολὺς γίνεται κόπος τῷ λόγῳ, τῆς ἑρμηνευτι κῆς ταύτης φωνῆς μηδεμίαν μηχανὴν ἐξευρισκούσης περὶ τὴν τῶν ἀνεκφωνήτων σαφήνειαν
因為每當悟性超出感官——那些被稱為『虛空』之物——之外,並以某種方式潛入對那不可見之物的觀想,進而試圖藉言語表達所理解的內容時,言語便要承受極大的勞苦,因為這詮釋性的聲音找不到任何方法,能將那不可言喻之事說得清楚明白。
For whenever the understanding, coming outside the sense-organs—which indeed have been called 'vanity'—and having somehow slipped into the contemplation of things invisible, undertakes to set forth in speech what has been understood, then great toil comes upon speech, since this interpretive voice can discover no device for the clarification of things that cannot be uttered.
1:104
οὐρανὸν ὁρῶμεν, τὰς τῶν φωστήρων αὐγὰς τῇ αἰσθήσει δεχόμεθα, γῆς ἐπιβεβήκαμεν, τὸν ἀέρα τῷ στόματι ἕλκομεν, τῷ ὕδατι πρὸς τὸ δοκοῦν τῇ φύσει κεχρήμεθα, τὸ πῦρ εἰς κοινωνίαν βίου παραδεχόμεθα·
我們看見天空,以感官領受星辰的光輝,我們踏在大地之上,以口吸入空氣,按本性所需使用水,接納火進入生活的伙伴之列;
We see heaven, we receive by sense-perception the rays of the luminaries, we tread upon the earth, we draw in the air with our mouth, we use water as our nature deems fit, we admit fire into fellowship of life;
1:105
κἄν τι περὶ τούτων ἐννοῆσαι θελήσωμεν τί τῶν φαινομένων ἕκαστον πέφυκε τῷ τῆς οὐσίας λόγῳ ἢ ὅπως τὴν ὑπόστασιν ἔσχεν, Οὐ δυνήσεται ἀνὴρ τοῦ λαλῆσαι, κἂν ὑπὲρ τοὺς ἄλλους ὢν τύχῃ, πάσης καταληπτικῆς ἐπιστήμης πρὸς τὴν τῶν ἀνεφί κτων ἐξαγόρευσιν ἀτονούσης
然而,若我們想要理解這些事物之中,究竟每一個可見之物依其本質之理是何性質,或它是如何獲得其實存的——『人就不能言說』,縱使他碰巧超越眾人,因為一切理解性的知識,在宣告那不可企及之事上,都是無力的。
yet if we should wish to understand anything about these—what each of the visible things is by nature according to the principle of its essence, or how it came to have its existence—'a man will not be able to speak,' even should he happen to surpass all others, since every comprehending science is powerless for the declaration of things unattainable.
1:106
εἰ δὴ ὁ περὶ τούτων λόγος κόπος ἐστὶ ὑπερβαίνων τὴν ἀνθρωπίνην τοῦ λαλεῖν δύναμίν τε καὶ φύσιν, τί ἄν τις εἴποι πάσχειν τοὺς περὶ αὐτοῦ τοῦ λόγου λόγους ἢ τοῦ πατρὸς τοῦ λόγου; ἦ που πᾶσα ὑψηγορία τε καὶ μεγαλοφωνία ἀφασία τίς ἐστι καὶ σιωπή, εἰ πρὸς τὴν ἀληθῆ τοῦ ζητουμένου σημασίαν κρίνοιτο, ὡς τοῦτο μόνον ἐπ'. αὐτοῦ τὸ ῥῆμα κυρίως εἰπεῖν, ὅτι κἂν πάντας κινήσῃ τις λογισμοὺς καὶ μηδὲν ἐλλίπῃ τῶν θεοπρεπῶν νοημάτων, εἰ πρὸς αὐτὴν τὴν ἀξίαν τοῦ προκειμένου κρίνοιτο ἡ φωνή, ὅπερ ἂν εἴπῃ, λόγος οὐκ ἔστιν·
既然關於這些事物的言論,其勞苦已超越人言說的能力與本性,那麼,關於『道』本身、或關於『道』之父的言論,人又要說會遭遇何等的境況呢?當可確切地說:一切崇高的言辭、宏偉的辭令,若按所尋求者的真實意涵來衡量,實不過是某種無言與靜默;因此,關於祂,唯有這句話可以確切地說:即使有人調動一切思辨,且不遺漏任何合乎神之尊嚴的思念,但這聲音若是按所論對象本身的尊貴來衡量,則無論它說了什麼,都算不得『言語』;
If, then, discourse about these things is a toil exceeding human power and nature to speak, what would one say happens to the words concerning the Word itself, or concerning the Father of the Word? Surely every lofty utterance and grandiloquence is a kind of speechlessness and silence, if it be judged against the true signification of what is sought—so that this alone can properly be said concerning him: that even if one should set in motion all reasonings and omit nothing of the thoughts befitting God, yet if the utterance be judged against the very worth of the subject proposed, whatever it says is not speech;
1:107
οὐ γὰρ δυνήσεται ἄνθρωπος τοῦ λαλεῖν
因為『人不能言說』。
for 'man will not be able to speak.'
1:108
οὐ γὰρ τὴν δι' ὀφθαλμῶν ἐγγινομένην τῇ ψυχῇ περὶ τὸ φαινόμενον θεωρίαν ἡ ὄψις ἔστησεν, ἀλλ' ἀεὶ βλέποντες ὡς μηδέπω ἑωρακότες ἔτι ἐν ἀγνοίᾳ τὸ διὰ τῆς αἰσθήσεως λαμβανόμενον ἔχομεν
因為視覺並未使那藉眼睛在靈魂中產生的、對可見之物的觀想止息;反倒,我們雖不斷地觀看,卻彷彿從未見過一般,對那藉感官所領受之物,仍然處於無知之中。
For sight has not brought to a stop the contemplation of the visible thing that comes to be in the soul through the eyes; rather, though we are always seeing, as though we had not yet seen, we still hold in ignorance what is apprehended through sense-perception.
1:109
διαβῆναι γὰρ τὸ χρῶμα ἡ ὄψις οὐ δύναται, ἀλλ' ἔχει μέτρον τῆς ἰδίας ἐνεργείας τὸ κατὰ τὴν ἐπιφάνειαν τῶν ὄντων αὐτῇ προφαινό μενον
因為視覺無法超越色彩之外,它自身作用的界限,僅止於那顯現在諸存有物表面的東西而已。
For sight cannot pass beyond color, but has as the measure of its own activity that which appears to it upon the surface of existing things.
1:110
Οὐκ ἐμπλησθήσεται ὀφθαλμὸς τοῦ ὁρᾶν, καὶ οὐ πληρωθήσεται οὖς ἀπὸ ἀκροάσεως·
『眼看,看不飽;耳聽,聽不足;』
'The eye will not be satisfied with seeing, nor will the ear be filled with hearing';
1:111
ὧν ἡ ἀκουστικὴ δύναμις δεχομένη τὸν περὶ ἑκάστου λόγον πληροῦσθαι φύσιν οὐκ ἔχει
聽覺的能力雖然領受了關於每一事物的言論,卻在本性上無法得到滿足。
the faculty of hearing, though receiving the account concerning each of these things, does not have it in its nature to be filled.
1:112
οὐδεὶς γὰρ εὑρεθήσεται λόγος διαλαμβάνων δι' ἀκριβείας ἐν ἑαυτῷ τὸ ζητούμενον
因為找不到任何言論能在自身之中精確無誤地涵蓋所尋求之事。
For no discourse will be found that comprehends within itself, with exactness, the thing sought.
1:113
πῶς οὖν πλησθήσεται ἀκοὴ τῆς περὶ τῶν ζητουμένων ἀκροάσεως, τοῦ πληροῦντος οὐκ ὄντος; Εἶτα μετὰ τοὺς λόγους τούτους αὐτὸς ἑαυτὸν ἐρωτᾷ καὶ ἑαυτῷ ἀποκρίνεται
既然那能使聽覺滿足之物並不存在,聽覺又怎能因聽聞所尋求之事而得滿足呢?此後,在這些話之後,他便自問自答。
How then will hearing be filled with the report concerning the things sought, when that which would fill it does not exist? Then, after these words, he questions himself and answers himself.
1:114
Τί τὸ γεγονός; αὐτό, φησί, τὸ γενησόμενον·
『已有的是什麼?』他說:『就是那將有的;』
'What is that which has come to be? That,' he says, 'which is going to be';
1:115
καὶ τί τὸ πεποιημένον; αὐτό, φησί, τὸ ποιηθησόμενον
『已成的是什麼呢?』他說:『就是那將成的。』
'and what is that which has been made? That,' he says, 'which is going to be made.'
1:116
τί οὖν βούλεται τὸ ἐρώτημα; ὡς ἐξ ἀκολουθίας ἡμῶν πρὸς αὐτόν, ἀφ' ὧν μεμαθήκαμεν,. ἀντιτιθέντων καὶ λεγόντων·
這問題究竟意欲何為呢?讓我們依循思路,根據我們所學到的,向他提出詰問,說道:
What then does the question intend? Let us proceed as though we, following on from what we have learned, were raising this objection to him, saying:
1:117
εἰ τὰ πάντα ματαιότης, δῆλον ὅτι οὐδὲ γέγονεν ἕν τι τούτων, ἃ οὐχ ὑφέστηκε·
『既然萬事都是虛空,顯然這些事物中,連一件也未曾真正發生,因為它們並不真實存在;』
'If all things are vanity, it is clear that not even one of these has come to be, since they do not subsist;'
1:118
τὸ γὰρ μάταιον πάντως ἀνύπαρκτον, τὸ δὲ ἀνύπαρκτον οὐκ ἄν τις ἐν τοῖς γεγονόσι λογίσαιτο
『因為凡是虛空之物,必定是不存在的;而不存在之物,無人能將之算入已發生之事的行列。』
'for that which is vain is altogether non-existent, and that which is non-existent no one could reckon among the things that have come to be.'
1:119
εἰ δὴ ταῦτα οὐκ ἔστιν, εἰπὲ τί ἐστι τὸ γενόμενον, ὃ ἐν τῷ εἶναι μενεῖ; συντόμως οὖν αὐτῷ γέγονε πρὸς τὸ ἐρωτηθὲν ἡ ἀπόκρισις·
『既然這些都不存在,那麼請告訴我們:究竟什麼是那已生成、且將常存於實有之中的呢?』於是,對這問題的答覆便簡潔地給了出來:
'If then these things do not exist, tell us what is that which has come to be, which will remain in being?' Briefly, then, the answer to what was asked came to him:
1:120
βούλει γνῶναι, τί ἐστι τὸ γενόμενον; νόησον, τί ἐστι τὸ ἐσόμενον, καὶ ἐπιγνώσῃ ὃ γέγονε
『你想知道那已生成之物是什麼嗎?你當理解那將要來臨之事,你便能認識那已生成之物。』
'Do you wish to know what that which has come to be is? Understand what is going to be, and you will recognize what has come to be.'
1:121
τοῦτο δέ ἐστι τὸ νόησόν μοι, φησίν, ὦ ἄνθρωπε, οἷος γενήσῃ διὰ τῆς ἀρετῆς σεαυτὸν ὑψώσας
這意思就是:『人哪,你當為我思想,藉德行提升自己之後,你將成為怎樣的人。』
And this means: 'Understand for me,' he says, 'O man, what sort of being you will become, having exalted yourself through virtue.'
1:122
εἰ κατὰ πάντα διὰ τῶν ἀγαθῶν χαρακτήρων τὴν ψυχὴν μορφωθείης, εἰ ἔξω γένοιο τῶν τῆς κακίας καλίδων, εἰ πάντα ῥύπον τῶν ὑλικῶν μολυσμά των τῆς ἑαυτοῦ φύσεως ἀποκλύσειας, τί γενήσῃ διὰ τῶν τοιούτων καλλωπιζόμενος; οἵαν σεαυτῷ περιθήσεις μορφήν; ἐὰν τοῦτο τῷ λογισμῷ κατανοήσῃς, ἐδιδάχθης τὸ ἐν τοῖς πρώτοις γενόμενον, ὅ γε ἀληθῶς ἐστι γενησόμενον, τὸ Κατ' εἰκόνα θεοῦ καὶ ὁμοίωσιν
倘若你的靈魂在各方面都因美善的特質而被塑造,倘若你脫離了邪惡的巢穴,倘若你洗淨了自己本性中一切物質玷污的污穢,那麼,你如此被裝飾之後,將會成為怎樣的人?你將為自己披上何種形貌?若你能以思慮理解這一點,你便已被教導:那在起初所生成的,也正是那真正將要生成的——即『按照神的形像與樣式』。
If in every respect your soul were shaped by good characteristics, if you should come to be outside the haunts of vice, if you should wash away from your own nature every stain of material defilements—what would you become, being thus adorned? What form would you put on yourself? If you understand this by reasoning, you have been taught that which came to be at the first, which is truly that which is going to be: 'according to the image and likeness of God.'
1:123
ἡμῖν ὁ τὰ ὑψηλὰ παιδεύων, ὅτι διὰ τοῦτο τὰ παρόντα ματαιότης ὠνόμασται, διότι ἐκεῖνο ἐν τοῖς παροῦσιν οὐκ ἔστι
這便是那教導我們崇高之事者向我們顯明的:現今之事之所以被稱為『虛空』,正因那真實的實存並不在現今的事物之中。
Thus does he who teaches us lofty things show us that present things have therefore been named vanity, because that true reality is not present among things present.
1:124
Καὶ τί, φησί, τὸ πεποιημένον; αὐτὸ τὸ ποιηθησό μενον
『那已成的是什麼呢?』他說:『就是那將要成的。』
'And what,' he says, 'is that which has been made? That very thing which is going to be made.'
1:125
μηδεὶς τῶν ἀκουόντων πολυλογίαν οἰέσθω καὶ ματαίαν τινὰ ῥημάτων ἐπανάληψιν ἐν τῇ διαφορᾷ τοῦ γεγονότος καὶ τοῦ πεποιημένου
凡聽見的人,切莫以為在『已有的』與『已成的』這二者的區分之間,只是多言贅語,或某種徒然的辭語重複。
Let none of the hearers suppose that there is mere wordiness and some vain repetition of terms in the distinction between 'that which has come to be' and 'that which has been made.'
1:126
δείκνυσι γὰρ δι' ἑκατέρου τῶν ῥημάτων ὁ λόγος τὴν τῆς ψυχῆς πρὸς τὴν σάρκα διαφοράν
因為藉著這兩個詞語,這段話正顯明了靈魂與肉體之間的差異。
For through each of these two terms the discourse shows the difference between the soul and the flesh.
1:127
γέγονεν ἡ ψυχὴ καὶ τὸ σῶμα πεποίηται
靈魂是『已有』的,身體是『已成』的。
The soul 'has come to be,' and the body 'has been made.'
1:128
οὐκ ἐπειδὴ ἄλλο τι καὶ ἄλλο σημαίνει τῶν ῥημάτων ἡ ἔμφασις, τῇ διαφορᾷ ταύτῃ κέχρηται τῶν ῥημάτων ἐφ' ἑκατέρου τῶν σημαινομένων ὁ λόγος, ἀλλ' ἵνα σοι δῷ τὰ πρόσφορα περὶ ἑκατέρου λογίζε σθαι
這話語之所以在這兩個所指之事上運用這種詞語的區分,並非因為這些字詞的字義本身各有不同的所指,而是為了使你能就這兩者,各自作出恰當的思考。
Not because the emphasis of the words signifies one thing here and another there does the discourse employ this distinction of terms for each of the things signified, but in order that it may grant you to reason fittingly about each.
1:129
ἐκεῖνο κατ' ἀρχὰς γέγονεν ἡ ψυχή, ὃ εἰς ὕστερον καθαρ θεῖσα πάλιν ἀναφανήσεται·
靈魂在起初所是的那個模樣,到了末後,經過潔淨之後,將再度顯現出來;
That which the soul was in the beginning is what, in the end, having been purified, it will again appear to be;
1:130
ἐκεῖνο πεποίηται ταῖς χερσὶ τοῦ θεοῦ τὸ σῶμα πλασσόμενον, ὃ δείξει τοῖς καθήκουσι χρόνοις αὐτὸ ἡ ἀνάστασις·
身體被神的雙手所塑造而成的那個模樣,復活將在合宜的時候,把它顯明出來;
that which the body was made—fashioned by the hands of God—is what the resurrection will show it to be in the fitting times;
1:131
ὁποῖον γὰρ ἂν μετὰ τὴν ἀνάστασιν ἴδοις, τοιοῦτον πάντως παρὰ τὴν πρώτην πεποίηται
因為無論你在復活之後見到何種形態的身體,那正是它在起初被造時的模樣。
for whatever sort of body you might see after the resurrection, such precisely was it made at the first.
1:132
οὐδὲ γὰρ ἄλλο τι ἐστιν ἡ ἀνάστασις, εἰ μὴ πάντως ἡ εἰς τὸ ἀρχαῖον ἀπο κατάστασις
因為復活無非就是恢復到原初的狀態而已。
For the resurrection is nothing other than, altogether, the restoration to the original state.
1:133
Οὐκ ἔστι γάρ, φησί, πᾶν πρόσφατον ὑπὸ τὸν ἥλιον, ὡς ἂν εἰ ἔλεγεν, ὅτι εἴ τι μὴ κατὰ τὸ ἀρχαῖόν ἐστιν, οὐδὲ ἔστιν ὅλως, ἀλλὰ νομίζεται
『日光之下並無新事』,這彷彿是說:凡不符合原初狀態之物,其實根本不存在,只不過被人以為存在而已。
'For there is nothing new under the sun,' as if he were saying that whatever is not according to the original state does not exist at all, but is only supposed to exist.
1:134
οὐ γὰρ ἔστι, φησί, πρόσφατόν τι ὑπὸ τὸν ἥλιον, ὥστε λαλῆσαί τινα καὶ δεῖξαί τι τῶν ἐπιγενομένων, ὅτι καινόν ἐστι τοῦτο καὶ τῷ ὄντι ὑφέστηκεν
他說:『日光之下並無新事』,以致無人能指著任何後來出現之物說:這是新的,並且是真實存在的。
'For there is nothing new,' he says, 'under the sun,' such that anyone could speak and point to something among the things that have come about afterward, saying that this is new and truly subsists.
1:135
αὕτη τῶν εἰρημένων ἐστὶν ἡ διάνοια, ἡ δὲ λέξις τοῦτον ἔχει τὸν τρόπον·
以上所言的意思便是如此;而經文的字句則是這樣的:
This is the sense of what has been said; and the wording runs in this manner:
1:136
Καὶ οὐκ ἔστι πᾶν πρόσφατον ὑπὸ τὸν ἥλιον, ὃς λαλήσει καὶ ἐρεῖ, ἴδε τοῦτο καινόν ἐστι
『日光之下並無新事,無人能指著它說:看哪,這是新的。』
'And there is nothing new under the sun, of which one will speak and say, See, this is new.'
1:137
καὶ ἐπαγωνίζεται τοῖς εἰρημένοις διὰ τῶν ἐφεξῆς λόγων·
他又藉著接下來的話,為前面所說的加以申論、力證:
And he reinforces what has been said by the words that follow:
1:138
εἴ τι ἀληθῶς, φησί, γέγονεν, ἐκεῖνό ἐστιν, ὃ ἐν τοῖς αἰῶσιν ἐγένετο τοῖς πρὸ ἡμῶν
他說:『若有什麼是真實存在的,那就是在我們以前的世代中已經存在過的。』
'If anything has truly come to be,' he says, 'it is that which came to be in the ages before us.'
1:139
ταύτην γὰρ ἐνδείκνυται τὴν διάνοιαν αὐτὰ τὰ ῥήματα τῆς γραφῆς οὕτως ἔχοντα·
因為經文本身的字句,正是這樣寫的,顯明了這層意思:
For the very words of Scripture, which run thus, indicate this sense:
1:140
Ἤδη γέγονεν ἐν τοῖς αἰῶσι τοῖς γεγονόσιν ἀπὸ ἔμπροσθεν ἡμῶν
『早已有了,在我們以前的世代中就有了。』
'It has already been in the ages that were before us.'
1:141
εἰ δὲ ἐπεκράτησε λήθη τῶν γενομένων, θαυμάσῃς μηδέν·
然而,若遺忘已勝過那些曾經發生的事,你也無需詫異;
But if forgetfulness has prevailed over the things that have come to be, marvel not at all;
1:142
καὶ γὰρ τὰ νῦν ὄντα λήθῃ συγκαλυφθήσεται
因為就連現在存在的事物,也將被遺忘所遮蔽。
for indeed the things that now exist will be covered over by forgetfulness.
1:143
ὅτε γὰρ πρὸς κακίαν ἡ φύσις ἔρρεψε, ἐν λήθῃ τῶν ἀγαθῶν ἐγενόμεθα·
因為當本性傾向於惡的時候,我們便陷入了對善事的遺忘;
For when nature inclined toward vice, we came to be in forgetfulness of the good things;
1:144
ὅταν γένηται πρὸς τὸ ἀγαθὸν αὖθις ἡμῖν ἡ ἀνάλυσις, πάλιν τὸ κακὸν λήθῃ συγκαλυφθήσεται
而當我們再度轉回、歸向善的時候,惡也將再次被遺忘所遮蔽。
when our return to the good comes to be for us again, evil in its turn will be covered over by forgetfulness.
1:145
ταύτην γὰρ οἶμαι τὴν διάνοιαν ἐν τοῖς εἰρημένοις εἶναι, ἐν οἷς φησιν·
因為我認為,這正是他所說那些話語中的含意,他說:
For this, I think, is the sense contained in the words spoken, in which he says:
1:146
Οὐκ ἔστι μνήμη τοῖς πρώτοις, καί γε τοῖς ἐσχάτοις γενομένοις οὐκ ἔσται αὐτῶν μνήμη, ὡς ἂν εἰ ἔλεγεν, ὅτι τῶν ἐπιγενομένων μετὰ τὴν ἐξ ἀρχῆς εὐκληρίαν, δι' ὧν ἐν κακοῖς γέγονε τὸ ἀνθρώπινον, ἐξαλείψει τὴν μνήμην τὰ πάλιν ἐν τοῖς ἐσχάτοις ἐπιγινόμενα·
「起初的事無人記念,將來所要發生的事,人也必不記念它們」——這彷彿是說:在起初的福樂之後接踵而至、使人類陷入諸般惡事的那些事,其記憶終將被那些在末後再度發生的事所抹去。
"There is no remembrance of the first things, and indeed of the last things that come to be there will be no remembrance of them" — as though he were saying that the things which come after the good fortune from the beginning, the things through which humankind fell into evils, will have their memory erased by the things that in turn come to be at the last.
1:147
Οὐκ ἔσται γὰρ αὐτῶν μνήμη μετὰ τῶν γενομέ νων εἰς τὴν ἐσχάτην, τουτέστιν ἡ ἐσχάτη κατάστασις. ἀφανισμὸν παντελῆ τῆς τῶν κακῶν μνήμης ἐμποιήσει τῇ φύσει, ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων
「因為連同那將要發生、直到末後的事,也必不再記念它們」——這「末後」,即指那最終的境況。此事將為我們的本性,帶來對諸惡記憶的徹底泯滅,是在我們的主耶穌基督裡成就的——願榮耀歸於祂,直到永永遠遠。
"For there will be no remembrance of them, along with the things that come to be, unto the last" — that is, the final condition. This will bring about for our nature a complete effacement of the memory of evils, in Christ Jesus our Lord, to whom be glory unto the ages of ages.
1:148
ΟΜΙΛΙΑ Βʹ Ἐγώ, φησίν, ὁ ἐκκλησιαστής
第二篇講道。經上說:「我,傳道者……」
HOMILY TWO. "I," he says, "the Ecclesiast..."
1:149
ἐμάθομεν δὲ τίς ὁ ἐκκλησιαστὴς ὁ τὰ πεπλανημένα τε καὶ διεσκορπισμένα συνάγων εἰς ἓν καὶ ποιῶν τὰ πάντα μίαν ἐκκλησίαν καὶ μίαν ποίμνην, ἵνα μηδὲν ἀνήκοον ᾖ τῆς καλῆς τοῦ ποιμένος φωνῆς τῆς τὰ πάντα ζωοποιούσης
我們已經知曉,這位傳道者是誰:他將那迷失、四散的聚集為一,使萬有成為一個教會、一個羊群,好叫沒有一物聽不見那使萬有活起來的、良善牧人的聲音。
We have learned who the Ecclesiast is: he who gathers together into one the things that have gone astray and been scattered abroad, and makes all things one church and one flock, so that nothing may be deaf to the good shepherd's voice, which gives life to all things.
1:150
Τὰ γὰρ ῥήματα, φησίν, ἃ ἐγὼ λαλῶ, πνεῦμά ἐστι καὶ ζωή ἐστιν
因為他說:「我對你們所說的話就是靈,就是生命。」
"For the words," he says, "that I speak are spirit, and are life."
下一段 →
1

新的原文誦讀上線時通知我

每次有新章節誦讀影片就寄一封信。採雙重確認,隨時可一鍵取消。