📜 Verbum · 聖言
原文誦讀聖經與教父文獻
♥ 贊助

← 回書卷目次 · 希臘教父 › 駁歐諾米

尼撒的貴格利

駁歐諾米 第 1 章 第 38/56 段

希臘文原文.131 節.部分字詞可點開查義.本章太長已分段,此段為 1:4285–1:4415(全章共 6569 節)

← 上一段下一段 →
1:4285
διὰ τοῦτο ὡς ἂν μηδεμίαν οἰκειότητα πρὸς τὰ κάτω πράγματα ὑπερκει μένη φύσις ἔχειν δοκοίη, τοῖς ἀποχωριστικοῖς τῶν τοιούτων νοήμασί τε καὶ ῥήμασιν ἐπὶ τῆς θείας κεχρήμεθα φύσεως, τὸ ὑπεράνω τῶν αἰώνων προαιώνιον λέγοντες καὶ τὸ ὑπὲρ ἀρχὴν ἄναρχον καὶ τὸ μὴ τελειούμενον ἀτελεύτητον ἀσώ ματόν τε τὸ χωρὶς σώματος τὴν ὑπόστασιν ἔχον καὶ τὸ μὴ φθειρόμενον ἄφθαρτον καὶ τὸ τροπῆς πάθους ἀλλοιώσεως ἀνεπίδεκτον ἀπαθὲς καὶ ἄτρεπτον καὶ ἀναλ.. λοίωτον
為此緣故,好叫那超越的本性顯明與下界之物毫無同類之處,我們便在論及神聖本性時,使用那些將它與此類事物分開的思念與字句:稱它為先於萬世的,因它在諸世代之上;為無始的,因它在起始之上;為無終的,因它不被完成;為非物質的,因它的存立在身體之外;為不朽的,因它不被朽壞;為無情感、不改變、不更改的,因它不容納變遷、情感或更改。
For this reason, in order that the transcendent nature may be seen to have no kinship with the things below, we have used, concerning the divine nature, notions and words that separate it from such things: calling it pre-eternal as being above the ages, unoriginate as being above beginning, endless as not being completed, incorporeal as having its subsistence apart from body, incorruptible as not being corrupted, and impassible, immutable and unalterable as not admitting of change or passion or alteration.
1:4286
τὰ δὲ τοιαῦτα τῶν ὀνομάτων τεχνολογούντων μὲν ὡς ἂνᾖ φίλον αὐτοῖς οἱ βουλόμενοι καὶ ὀνόματα ἄλλα τοῖς ὀνόμασι τούτοις ἐφαρμοζόντων, στερητικὰ ἀφαι ρετικὰ τι φίλον αὐτοῖς ὀνομάζοντες, ἡμεῖς δὲ τοῦ διδάσκειν μανθάνειν τὰ τοιαῦτα τοῖς φιλοτίμοις παραχω ρήσαντες μόνον τὸν νοῦν ἐξετάσωμεν, εἰ τῆς εὐσεβοῦς τε καὶ θεοπρεποῦς ὑπολήψεως ἐντός ἐστιν κεχώρισται
願那些願意的人,隨自己所喜,就這類名稱造作術語,並將別的名稱加於這些名稱之上,稱它們為除去的、剝奪的,或隨他們所喜怎樣稱呼;但我們則要把這類事的教與學讓給那些好名的人,只查究其意義——看它是否在那敬虔且合乎神的認識之內,還是與之分開。
Let those who wish coin technical terms concerning such names as pleases them, and fit other names to these names, calling them privative or ablative or whatever pleases them; but let us, yielding the teaching or learning of such things to the ambitious, examine only the meaning—whether it lies within the pious and God-befitting conception, or is separated from it.
1:4287
Εἰ μὲν οὖν οὐκ ἦν πρότερον θεὸς οὐκ ἔσται ποτέ, οὐκ ἂν κυρίως οὔτε ἀτελεύτητος οὔτε ἄναρχος λέ γοιτο·
那麼,若神或先前不曾存在,或將來某時不再存在,就不能恰當地稱祂為無終的或無始的。
If, then, God either was not before, or shall not be at some time, He could not properly be called either endless or unoriginate.
1:4288
ὡσαύτως δὲ οὔτε ἀναλλοίωτος οὔτε ἀσώματος οὔτε ἄφθαρτος, εἴπερ ὑπονοοῖτο περὶ αὐτὸν σῶμα φθορὰ ἀλλοίωσιςἤ τι τοιοῦτον
同樣,若在祂身上臆想有身體、朽壞、更改或諸如此類,就不能稱祂為不更改的、非物質的或不朽的。
Likewise He could be called neither unalterable, nor incorporeal, nor incorruptible, if body, or corruption, or alteration, or anything of the kind were surmised concerning Him.
1:4289
εἰ δὲ τούτων εὐαγές ἐστιν οὐδὲν περὶ αὐτὸν ἐννοεῖν, εὐσεβὲς ἂν εἴη πάντως τοῖς χωριστικοῖς τῶν ἀπεμφαινόντων ῥήμασιν ἐπ' αὐτοῦ κεχρῆσθαι καὶ λέ γειν ταῦταἃ ἤδη πολλάκις εἰρήκαμεν, ἄφθαρτόν τε καὶ ἀτελεύτητον καὶ ἀγέννητον καὶ ὅσα τοῦ τοιούτου εἴδους ἐστί, τῆς ἐγκειμένης ἑκάστῳ τούτων τῶν ὀνομάτων ἐμφά σεως μόνον τὸν χωρισμὸν τῶν ἡμῖν προχείρων εἰς κατα νόησιν διδασκούσης, οὐκ αὐτὴν τὴν φύσιν τὴν τῶν ἀπεμφαι.. νόντων κεχωρισμένην ἑρμηνευούσης
但若就祂想像這些事中的任何一件乃是不虔,那麼就祂使用那些將不相稱之事分開的字句,並說我們已屢次說過的那些話——不朽的、無終的、未被生的以及諸如此類——就必定是敬虔的;這些名稱中所蘊含的意義,只教導我們把那些現成之物在領會上分開,並不詮釋那與不相稱之事分開的本性本身。
But if it is impious to conceive any of these things concerning Him, it would surely be pious to use of Him the words that separate off the incongruous things, and to say those things which we have already often said—incorruptible, endless, unbegotten, and whatever is of this kind—the significance implanted in each of these names teaching only the separation, for our understanding, of the things that lie ready to hand, and not interpreting the very nature that is separated from the incongruous things.
1:4290
τί γὰρ οὐκ ἔστι τὸ θεῖον τῆς τῶν ὀνομάτων τούτων σημασίας προδεικνυούσης, τί ἐστιν ἐκεῖνο κατὰ τὴν φύσιν ταῦτα οὐκ ἔστιν ἐν ἀδήλῳ μένει
因為這些名稱的意義既指明神不是甚麼,那按其本性乃是這些名稱所不指之物的究竟是甚麼,仍隱藏不明。
For while the signification of these names points out what the Divine is not, what that thing is in its nature which these things are not remains in obscurity.
1:4291
ἀλλὰ καὶ τὰ λοιπὰ τῶν ὀνομάτων, ὧν σημασία θέσεώς τινός ἐστιν ἐνδεικτικὴ καὶ ὑπάρξεως, οὐκ αὐτῆς τῆς θείας φύσεως, ἀλλὰ τῶν περὶ αὐτὴν εὐσεβῶς θεωρου.. μένων τὴν ἔνδειξιν ἔχει
然而其餘的名稱,就是那些意義指示某種立場與存在的,其所指示的也不是神聖本性本身,乃是那些關乎它而被敬虔默觀之事。
But the remaining names too, whose signification is indicative of some position and existence, have their indication not of the divine nature itself, but of the things piously contemplated concerning it.
1:4292
κατανοήσαντες, ἐκ πάντων τούτων καὶ τῶν τοιούτων ἄλλα νοήματα περὶ τὸ θεῖον λαμβάνοντες ἰδίοις ὀνόμασιν ἕκαστον τῶν ἐγγινομένων ἡμῖν νοημάτων διερμηνεύομεν, ἀκολου θοῦντες τῇ συμβουλῇ τῆς σοφίας, φησιν ἐκ μεγέθους καὶ καλλονῆς κτισμάτων ἀναλόγως δεῖν τὸν τῶν πάντων γενε.. σιουργὸν θεωρεῖσθαι
我們既如此思量,並從這一切以及諸如此類的事上,取得關於神的別的思念,便藉各自恰當的名稱來詮釋我們心中所生的每一個思念,順從智慧的勸告,就是那說:當從受造之物的偉大與美麗,按比例地默觀那萬有的創造者的話。
Having thus considered, and taking from all these and such like other conceptions concerning the Divine, we interpret each of the conceptions that arise in us by its own proper names, following the counsel of Wisdom, which says that from the greatness and beauty of created things the Maker of all is proportionately to be contemplated.
1:4293
δημιουργὸν μὲν τὸν ποιητὴν τῶν θνητῶν προσαγορεύομεν, δυνατὸν δὲ τὸν τῆς τοσαύτης περι κρατήσαντα κτίσεως, ἐξήρκεσεν δύναμις οὐσίαν ποιῆσαι τὴν βούλησιν
我們稱祂為工匠,因祂是必死之物的造作者;稱祂為大能的,因祂統管了這樣浩大的受造界——祂的能力足以使祂的旨意成為實質。
We call Him Craftsman as the Maker of mortal things, and Powerful as having mastered so great a creation—He to whom His power sufficed to make His will into substance.
1:4294
τό τε τῆς ζωῆς ἡμῶν ἀγαθὸν ἐννοήσαντες ἀκολούθως τὸν ταύτης καθηγησάμενον τῇ τοῦ ἀγαθοῦ προσηγορίᾳ κατονομάζομεν, τῆς τε μελλούσης κρίσεως τὸ ἀδέκαστον παρὰ τῆς θείας παιδευθέντες γραφῆς κριτὴν αὐτὸν καὶ δίκαιον διὰ τούτων προσαγορεύομεν·
我們既思念到我們生命的美善,就順理成章地用「善」這稱號來稱那引導此生命的主;又既從神聖的經文受教,知道將來審判的不受賄,我們便藉這些稱祂為審判者與公義的。
And having conceived the good of our life, we consistently name Him who leads it by the appellation of the Good; and having been taught by the divine Scripture the incorruptibility of the coming judgement, we address Him through these as Judge and just.
1:4295
καὶ πάντα συνελόντι φάναι, τὰ περὶ τῆς θείας φύσεως ἐγγινόμενα ἡμῖν νοήματα εἰς ὀνομάτων τύπον μεταλαμβάνομεν, ὡς μηδεμίαν κλῆσιν δίχα τινὸς ἰδιαζούσης ἐννοίας ἐπὶ τῆς θείας λέγεσθαι.. φύσεως
總而言之,凡我們心中所生關於神聖本性的思念,我們都把它們轉為名稱的形式,以致論到神聖本性時,沒有一個稱號是不帶著某種獨特意念的。
And, to speak in sum, we translate into the form of names all the conceptions that arise in us concerning the divine nature, so that no appellation is spoken of the divine nature without some distinctive notion.
1:4296
ἀλλὰ καὶ τὴν θεὸς φωνὴν ἐκ τῆς ἐποπτικῆς ἐν εργείας κεκρατηκέναι κατελαβόμεθα
然而我們也已領會到,「神」(theos)這稱呼乃是從那監觀的活動而得勢通行的。
But we have also apprehended that the very word 'God' (theos) has prevailed from the activity of overseeing.
1:4297
πᾶσι γὰρ παρεῖναι τὸ θεῖον καὶ πάντα θεᾶσθαι καὶ διὰ πάντων ἥκειν πεπι στευκότες τὴν τοιαύτην διάνοιαν τῷ ὀνόματι τούτῳ δια σημαίνομεν, πρὸς τοῦτο παρὰ τῆς ἁγίας ὁδηγηθέντες φωνῆς
因為我們既信神臨在於萬物,觀看萬物,並貫通萬物,就藉這名表明這樣的意思,我們是被聖經的話引到這裡的。
For, having believed that the Divine is present to all things, and beholds all things, and passes through all things, we signify such a meaning by this name, being led to this by the holy voice.
1:4298
γὰρ εἰπὼν ὅτιὉ θεός μου πρόσσχες μοι καὶ Ἴδε θεός καὶ τὸὉ θεὸς γινώσκει τὰ κρύφια τῆς καρδίας, σαφῶς τὴν ἐγκειμένην τῇ φωνῇ ταύτῃ διάνοιαν ἑρμηνεύει, ὅτι ἐκ τοῦ.. θεᾶσθαι θεὸς ὀνομάζεται
因為那說「我的神啊,求你眷顧我」,又說「神啊,求你觀看」,並說「神知道人心中的隱秘」的,清楚詮釋了這話中所含的意思:即祂是從「觀看」(theasthai)而得名為「神」(theos)。
For he who said, 'O my God, attend unto me,' and 'Behold, O God,' and 'God knoweth the secrets of the heart,' clearly interprets the meaning inherent in this word: that from beholding (theasthai) He is named God (theos).
1:4299
διαφέρει γὰρ οὐδὲν Πρόσσχες εἰπεῖν καὶ Ἴδε καὶ Θέασαι
因為說「眷顧」、「觀看」與「察看」並無分別。
For there is no difference between saying 'Attend,' and 'Behold,' and 'Look.'
1:4300
ἐπεὶ οὖν τὸ θεατὸν θεώ μενος βλέπει, θεὸς εἰκότως τοῦ ὁρωμένου θεώμενος λέ γεται
既然觀看者看見那可被觀看之物,那位觀看者便恰當地被稱為那被看見之物的神。
Since, then, the beholder sees the thing to be beheld, He who beholds is fittingly called the God of that which is seen.
1:4301
ὥστε καὶ διὰ τούτου μερικήν τινα τῆς θείας φύ σεως ἐνέργειαν διδαχθέντες τῆς οὐσίας αὐτῆς ἐν περινοίᾳ διὰ τῆς φωνῆς ταύτης οὐκ ἐγενόμεθα·
如此,即使藉此我們受教得知神聖本性的某種局部活動,我們卻並未藉這名進入對它實質本身的通透理解。
So that even through this, though taught some partial activity of the divine nature, we have not come by means of this word into the comprehension of its very substance.
1:4302
οὐ μὴν ἐπειδὴ ὀνό ματος προσφυοῦς ἀποροῦμεν, ζημιοῦσθαί τι τὸ θεῖον εἰς.. δόξαν ὑπολαμβάνομεν
我們也不因缺乏一個合適的名稱,就以為神在其榮耀上受了甚麼虧損。
Nor indeed, because we lack a fitting name, do we suppose that the Divine suffers any loss as regards its glory.
1:4303
γὰρ ἀδυναμία τῆς τῶν ἀνεκφω νήτων ἐξαγορεύσεως κατηγοροῦσα τῆς κατὰ τὴν φύσιν ἡμῶν πτωχείας μείζονα τῆς τοῦ θεοῦ δόξης τὴν ἀπόδειξιν ἔχει διδάσκουσα ἡμᾶς, καθώς φησιν ἀπόστολος, ὅτι μόνον ἐστὶ θεοῦ προσφυὲς ὄνομα τὸ ὑπὲρ πᾶν αὐτὸν εἶναι πι στεύειν ὄνομα
因為那無力表述不可表述之事的窘境,一面控訴我們本性的貧乏,一面卻更大地彰顯了神的榮耀,正如使徒所說,教導我們:神惟一合宜的名,就是相信祂超乎萬名之上。
For the inability to express the inexpressible, while it accuses the poverty of our nature, affords a greater demonstration of the glory of God, teaching us, as the Apostle says, that the only name proper to God is to believe that He is above every name.
1:4304
τὸ γὰρ ὑπερβαίνειν αὐτὸν πᾶσαν διανοίας κίνησιν καὶ ἐξώτερον εὑρίσκεσθαι τῆς ὀνοματικῆς περι λήψεως τεκμήριον τῆς ἀφράστου μεγαλειότητος τοῖς ἀν θρώποις καθίσταται
因為祂超越悟性的一切運動,並被尋見於名稱的把握之外——這事對世人乃成了祂那不可言喻之尊威的憑據。
For the fact that He transcends every movement of the understanding, and is found outside the grasp of any name, becomes for men a token of His ineffable majesty.
1:4305
Περὶ μὲν δὴ τῶν ὀνομάτων τῶν ἐπὶ θεοῦ καθ' ὃν δή ποτε τύπον ἐκφωνουμένων ταῦτα γινώσκομεν·
那麼,論到那些應用於神、以任何形式發出的名稱,我們所知道的就是這些。
Concerning, then, the names applied to God, uttered in whatever form, these are the things we know.
1:4306
ὧν τὴν ἔκ θεσιν ἀκατάσκευόν τε καὶ ἁπλῆν τοῖς εὐγνωμονεστέροις τῶν ἀκροατῶν παρεθέμεθα, πρὸς τὰς ἀτόνους τοῦ Εὐνομίου περὶ τούτων μάχας αἰσχρὸν ἅμα καὶ ἀπρεπὲς ἡμῖν αὐτοῖς κρίναντες ἐκθύμως ἀντικαθίστασθαι
這些道理,我們已用樸實無華的方式陳於較為公正的聽眾面前,因我們判定,我們自己若激烈地去對抗歐諾米烏在這些事上那軟弱無力的爭戰,實在既可恥又不體面。
The exposition of which, unadorned and simple, we have set before the more fair-minded of our hearers, judging it at once shameful and unseemly for us ourselves to set ourselves passionately in opposition to the feeble battles of Eunomius concerning these matters.
1:4307
τί γὰρ ἄν τις εἴποι τῷ λέγοντι τὸν τύπον τῶν ὀνομάτων κυριώτερον ἡμᾶς ποιεῖσθαι τῆς τῶν ὀνομαζομένων ἀξίας, τοῖς ὀνόμασι τὴν κατὰ τῶν πραγμάτων δω ρουμένους προνομίαν καὶ τοῖς ἀνίσοις ἰσο.. τιμίαν; ταῦτα οὕτως εἴρηται παρὰ τῆς ἐκείνου φωνῆς
因為對那斷言我們使名稱的形式比所命名之物的價值更具權威、把凌駕於事物之上的優先權賜給名稱、又把同等的尊榮給予不相等之物的人,人能說甚麼呢?這些話正是出於那人自己的口。
For what could one say to him who asserts that we make the form of the names more authoritative than the worth of the things named, bestowing upon the names the prerogative over the things, and equality of honour upon things unequal? These things have thus been said by that man's own voice.
1:4308
κρινέτω δὲ κρίνειν ἐπεσκεμμένος, εἴ τι καίριον σφοδρὰ τοῦ συκοφάντου κατηγορία καθ' ἡμῶν ἔχει, ἐφ' καὶ ἀπολογήσασθαι ἄξιον, ὅτι δωρούμεθα τοῖς ὀνόμασι τὴν κατὰ τῶν πραγμάτων προνομίαν, πᾶσιν ὄντος προδήλου, ὅτι οὐδὲν τῶν ὀνομάτων οὐσιώδη καθ' ἑαυτὸ τὴν ὑπόστασιν ἔχει, ἀλλὰ γνώρισμά τι καὶ σημεῖον οὐσίας τινὸς καὶ διανοίας γίνεται πᾶν ὄνομα, αὐτὸ ἐφ' ἑαυτοῦ μήτε.. ὑπάρχον μήτε νοούμενον
願那受託裁斷的人來判定:這誣告者猛烈的控訴對我們是否有甚麼中肯之處,值得為之辯護——就是說,我們把凌駕於事物之上的優先權賜給名稱——既然眾人都明白,沒有一個名稱本身具有任何實質性的存立,乃是每個名稱都成為某實質與思想的記號與標記,其本身既不存在,也不被思想。
Let him who has undertaken to judge decide whether the vehement accusation of the slanderer has anything pertinent against us, on which it would be worth making a defence—namely, that we bestow on the names the prerogative over the things—since it is plain to all that no one of the names has in itself any substantial subsistence, but every name becomes a mark and sign of some substance and thought, itself by itself neither existing nor being conceived.
1:4309
τῷ δὲ μὴ ὑφεστηκότι πῶς ἔστι νέμειν τὰς δωρεάς, διδασκέτω τοὺς μαθητὰς τῆς ἀπάτης προσφυῶς κεχρῆσθαι τοῖς ὀνόμασιν ἀξιῶν καὶ τοῖς ῥήμασιν
但人怎能把恩賜分派給那沒有存立之物呢?願那認為名稱與字句被合宜使用的人,去教導他那欺騙的門徒吧。
But how can one apportion gifts to that which has no subsistence? Let him who deems the names and words to be fittingly employed teach the disciples of his deceit.
1:4310
τούτων δὲ οὐδ' ἂν ἐπεμνήσθην ὅλως, εἰ μὴ δι' αὐτῶν ἔδει τὴν ἀπόδειξιν τῆς κατὰ τὸν νοῦν τε καὶ τὴν λέξιν ἀτονίας τοῦ λογογράφου ποιήσασθαι
這些事我本全然不必提及,若不是必須藉它們來證明這著作者在心思與言辭上的無力。
Of these things I should not have made mention at all, had it not been necessary through them to make the demonstration of the writer's feebleness both in mind and in expression.
1:4311
καὶ ὅσα τῆς θεοπνεύστου γραφῆς ἀναρμόστως καὶ οὐ κατὰ σκοπὸν ἐπισύρεται, δια φορὰν ἀθανασίας ἀγγέλων τε καὶ ἀνθρώπων τεχνολογῶν, οὐκ οἶδα πρὸς τι βλέπων καὶ τί διὰ τούτου κατασκευάζων, καὶ ταῦτα παρήσω ( τὸ γὰρ ἀθάνατον, ἕως ἀθάνατον ,.. τὸ μᾶλλον καὶ τὸ ἧττον συγκριτικῶς οὐ προσδέχεται·
他還把神所默示的經文不合宜地、也不按其宗旨地牽扯進來,就天使與人之間造作一種不朽的技術性區別——我不知他著眼於何,也不知他藉此要立甚麼——這些我也要略過(因為不朽之物,只要它是不朽的,就不容藉比較而有「較多」與「較少」)。
And whatever he drags in of the God-inspired Scripture unfittingly and not according to its aim, in coining a technical distinction of immortality between angels and men—I know not with what in view, nor what he is establishing thereby—these too I shall let pass (for the immortal, so long as it is immortal, does not admit the 'more' and the 'less' by way of comparison).
1:4312
σύγκρισιν τὸ ἕτερον τῶν παρα τεθειμένων μέρος ἐν τῷ τῆς ἀθανασίας ἔχοι λόγῳ, ἀνάγκη πᾶσα μηδὲ ἀθάνατον τὸ τοιοῦτον κατονομάζεσθαι·
倘若那並列的兩者之一,是藉比較的方式而列於不朽的範疇之內,那麼按一切的必然,這樣之物就連稱為不朽都不能。
If the one of the two things set side by side should stand in the category of immortality by way of comparison, then by every necessity such a thing cannot even be named immortal.
1:4313
πῶς γὰρ ἂν ἔτι κυρίως λέγοιτο ἀθάνατον οὗ τὸ θνητὸν διὰ συγκρίσεως ἀντιπαράθεσις κατηγόρησε;) καὶ τὴν λεπτὴν ἐκείνην ἀκρίβειαν, τὸ μὴ κελεύειν ἀδιάφορον εἶναι καὶ μέσην τὴν τῆς στερήσεως ἔννοιαν, ἀλλὰ τὸν μὲν τῶν κρειττόνων χωρισμὸν στέρησιν λέγειν, τὴν δὲ τῶν χειρόνων ἀπόστασιν μὴ δεῖν τῷ ὀνό ματι τούτῳ διασημαίνειν, ὡς, εἰ ταῦτα κρατήσειε, μηκέτι κατ' αὐτὸν τῆς ἀποστολικῆς ἀληθευούσης φωνῆς, φησι μόνον αὐτὸν ἔχειν ἀθανασίαν καὶ τοῖς ἄλλοις παρέ.. χειν
因為那被比較的相對並置已判定其有死之物,怎能再恰當地被稱為不朽呢?還有他那細膩的挑剔——他吩咐說「剝奪」這意念不可是中性而居中的,卻把與較佳之物的分離稱為剝奪,同時主張與較劣之物的脫離不當用這名來表示——以致若這些主張得勢,按他所言,使徒那真確的話——即說惟有神有不朽,並將它賜給他人——就不再是說真話了。
For how could that any longer be properly called immortal, of which the antithetical juxtaposition by comparison has predicated mortality? And that subtle nicety of his—that he bids the notion of privation not be indifferent and midway, but calls the separation from better things privation, while asserting that the removal from worse things ought not be signified by this name—so that, if these things should prevail, the apostolic voice would no longer, according to him, be speaking truth when it says that He alone has immortality and bestows it on others.
1:4314
τί γὰρ ἔχει κοινὸν ἐπαχθεῖσα ῥῆσις αὐτῷ πρὸς τὸν προάγοντα λόγον, οὔτε ἡμῖν οὔτε ἄλλοις τισὶν τῶν νοῦν ἐχόντων δυνατὸν ἐννοῆσαι
因為他所引來的這句話與他前面的論證有何相干,無論我們或別的有悟性的人都無法想像。
For what the sentence he has adduced has in common with his preceding argument, it is not possible either for us or for any others of those who have understanding to conceive.
1:4315
καὶ ἐπειδὴ τὰ σοφὰ ταῦτα καὶ λεπτὰ κατιδεῖν οὐκ ἰσχύσαμεν, ἀνεπιστήμονας ὀνομάζει καὶ τῆς τῶν πραγμάτων κρίσεως καὶ τῆς τῶν.. ὀνομάτων χρήσεως, οὑτωσὶ τοῖς ῥήμασι γράφων
又因我們無力洞察這些聰明而細膩的要點,他便稱我們既不懂判斷事物,也不懂使用名稱,並如此用這些字句寫道。
And since we were not strong enough to discern these wise and subtle points, he calls us ignorant both of the judgement of things and of the use of names, writing thus in these words.
1:4316
καὶ πάντα τὰ τοιαῦτα ὡς οὐδεμίαν ἔχοντα κατὰ τῆς ἀληθείας ἰσχὺν παραδραμοῦμαι ἀνεξετάστως, καὶ τὸ διαβάλλειν αὐτὸν τὴν ἐκτεθεῖσαν παρ' ἡμῶν τοῦ ἀφθάρτου τε καὶ ἀσωμάτου διάνοιαν, ὡς ἑκατέρας τῶν προσηγοριῶν τούτων τῆς μὲν τὸ ἀδιάστατον, τριμερὴς τῶν σωμάτων οὐκ ἐνθεωρεῖται διάστασις, τῆς δὲ τὸ φθορᾶς ἀνεπίδεκτον σημαινούσης, καὶ τὸ λέγειν αὐτὸν οὑτωσὶ τοῖς ῥήμασι, ὅτι οὐ δικαιοῦμεν τὸν τῶν ὀνομάτων τύπον εἰς ἀναρμόστους ἐκ πεσεῖν ἐννοίας, καὶ <τὸ μὴ> τοῦ μὴ εἶναι μὴ προσ εῖναι σημαντικὸν ὑπολαμβάνειν τούτων ἕκαστον, ἀλλ' αὐτοῦ τοῦ εἶναι, καὶ ταῦτα σιγῆς ἄξια καὶ βαθείας λήθης εἶναι κρίνας παρήσω τοῖς ἐντυγχάνουσιν ἐφ' ἑαυτῶν φωρᾶσαι τὴν μεμιγμένην μετὰ τῆς ἀνοίας ἀσέβειαν·
凡這一切,因對真理毫無力量,我都要不加查究地略過:包括他誹謗我們所陳明「不朽」與「非物質」之意念——即說這兩個稱號中,其一表示那不容物體三向延展被默觀於其中的無向度性,另一則表示那不容朽壞之物——也包括他就用這些字句所說的:「我們不認為名稱的形式當墮入不相稱的意念」,並說「這些名稱中的每一個都<不當>被視為表示不存在或不臨在,乃是表示存在本身」;我既判定這些話配得緘默與深深的遺忘,就要把它留給讀者自己去察出那與愚妄相混雜的不虔。
And all such things, as having no force against the truth, I shall pass over without examination: both his slandering of the conception of the incorruptible and the incorporeal set forth by us—namely, that of these two appellations the one signifies the dimensionlessness in which the threefold extension of bodies is not contemplated, while the other signifies that which does not admit of corruption—and his saying, in these very words, that 'we do not deem it right that the form of the names should fall away into unfitting conceptions,' and that 'each of these <should not> be supposed to be significative of not-being or of not-being-present, but of being itself'; and having judged these things worthy of silence and deep oblivion, I shall leave it to the readers to detect for themselves the impiety mingled with folly.
1:4317
ὃς ἀξιοῖ μὴ ἀντιδιαστέλλεσθαι τὸ φθαρτὸν τῷ ἀφθάρτῳ μηδὲ ἀπόστασιν σημαίνειν τοῦ χείρονος τὴν ἀφαιρετικὴν σημασίαν, ἀλλ'.. αὐτὸ τὸ εἶναι διὰ τοῦ ὑποκειμένου σημαίνεσθαι
他認為朽壞之物不當與不朽之物相對立,也不當以剝奪性的意義來指示較劣之物的除去,乃是要藉那對象本身來表示存在本身。
He who deems it right that the corruptible be not set in antithesis to the incorruptible, nor that the ablative signification indicate the removal of the worse, but that being itself be signified through the subject.
1:4318
εἰ τοίνυν οὐκ ἀφαιρετικὴ φθορᾶς τοῦ ἀφθάρτου σημασία παρὰ τοῦ κενῶς ταῦτα τεχνολογοῦντος νομίζεται, τοὐναντίον πάν τως κατὰ πᾶσαν ἀνάγκην τοιοῦτος ἐνδείξεται τοῦ ὀνό ματος τύπος
那麼,若「不朽」的意義,被這徒然造作這些術語的人視為不是除去朽壞的,那麼按一切的必然,這樣的名稱形式所指示的,就全然是相反的了。
If, then, the signification of the incorruptible is not deemed by this man who idly coins these technicalities to be ablative of corruption, then, by every necessity, such a form of the name will indicate altogether the contrary.
1:4319
εἰ γὰρ οὐκ ἔστι φθορᾶς ἀλλοτρίωσις ἀφθαρσία, συγκατάθεσίς ἐστι πάντως τοῦ ἀπεμφαίνοντος·
因為若不朽並非與朽壞的疏離,那它便全然是對那不相稱之物的認同。
For if incorruptibility is not an estrangement from corruption, it is altogether an assent to the incongruous.
1:4320
αὕτη γὰρ τῶν ἀντιθέτων φύσις, ὡς τῇ τοῦ ἑνὸς ἀφαι.. ρέσει τὴν τοῦ ἀντικειμένου θέσιν ἀντεισιέναι
因為這正是相對之物的本性:藉一者的除去,便有其對立者的設立進入。
For this is the nature of opposites: that by the removal of the one there enters in the positing of the opposite.
1:4321
ἀλλὰ καὶ τὴν δριμεῖαν ἐκείνην κατασκευὴν τοῦ φύσει τὸν θεὸν ἀν επίδεκτον εἶναι θανάτου, ὥσπερ ὄντος τοῦ τὴν ἐναντίαν περὶ τούτων ἔχοντος δόξαν, χαίρειν ἐάσωμεν·
但我們也要向他那尖銳的把戲道別——就是說神按本性不容死亡——彷彿真有人持有與此相反之見似的。
But let us also bid farewell to that sharp contrivance of his—that God is by nature not susceptible of death—as though there existed one holding the contrary opinion about these matters.
1:4322
ἡμεῖς γὰρ ἐν τοῖς ἀντιθέτοις οὐδὲν διαφέρειν ἡγούμεθα τόδε λέγειν τι εἶναι τὸ ἐναντίον μὴ εἶναι·
因為就相對之物而言,我們認為說某物「是」,與說其相反者「不是」,並無分別。
For we, in the case of opposites, hold that it makes no difference whether one says a thing is, or that the contrary is not.
1:4323
οἷον δὴ καὶ ἐπὶ τοῦ παρόντος λόγου ζωὴν εἰπόντες τὸν θεὸν εἶναι ἀπαγορεύομεν τῇ δυ νάμει διὰ τῆς ὁμολογίας ταύτης τὸ θάνατον περὶ αὐτὸν ἐννοεῖν, κἂν μὴ διὰ τῆς φωνῆς ἐξαγγέλλωμεν·
正如在眼前的論述中也是如此:我們既說神是生命,就藉這承認在效力上禁止了就祂想到死亡,縱使我們沒有藉言語明說。
As indeed also in the present discourse, having said that God is life, we by this confession implicitly forbid the conceiving of death concerning Him, even if we do not declare it through the voice.
1:4324
καὶ ὅταν ἀνεπίδεκτον αὐτὸν θανάτου ὁμολογήσωμεν, τῷ αὐτῷ λόγῳ τὸ ζωὴν αὐτὸν εἶναι κατεσκευάσαμεν
而每當我們承認祂不容死亡,我們便藉同一推理立定了祂是生命。
And whenever we confess that He is not susceptible of death, by the same reasoning we have established that He is life.
1:4325
Ἀλλ' οὐχ ὁρῶ, φησί, πῶς ἂν ἐκ τῶν μὴ προσ όντων ὑπερέχοι τῶν αὑτοῦ ποιημάτων θεός
他說:「但我看不出,神怎能藉著那些不在祂裡面的事物,勝過祂自己的工作。」
'But I do not see,' he says, 'how God could be superior to His own works from things that are not present in Him.'
1:4326
καὶ ἐπὶ τῷ σοφῷ τούτῳ ἐπιχειρήματι μετὰ ἀσεβείας ἠλίθιον ὀνομάζει τὸν μέγαν Βασίλειον τὸν τοῖς τοιού τοις ἐπιτολμήσαντα λόγοις·
在這聰明的論證之上,他又帶著不虔,稱那偉大的巴西流為愚人,因他敢於說出這樣的話。
And upon this wise argument, together with impiety, he calls the great Basil a fool, for having ventured upon such words.
1:4327
πρὸς ὃν εἴποιμι ἂν μὴ λίαν ἀφειδῶς κατὰ τῶν ταῦτα λεγόντων κεχρῆσθαι ταῖς ὕβρεσι, μή πῃ καὶ ἑαυτὸν λάθῃ τοῖς αὐτοῖς καθυβρίζων
對他我要說:不要太過肆無忌憚地辱罵那些說這些話的人,免得他不知不覺間用同樣的話辱罵了自己。
To whom I would say: not to use insults too unsparingly against those who say these things, lest somehow he unawares be insulting himself with the same.
1:4328
τάχα γὰρ οὐδ' ἂν αὐτὸς ἀντείποι ἐν τούτῳ τὸ μεγαλεῖον τῆς θείας γνωρίζεσθαι φύσεως, ἐν τῷ μηδεμίαν ἔχειν πρὸς ταῦτα.. κοινωνίαν, ὧν κάτω φύσις μετέχουσα δείκνυται
因為或許連他自己也不會否認,神聖本性的尊威正在於此:即它在那些下界本性顯明有分之事上毫無份。
For perhaps not even he himself would deny that in this the majesty of the divine nature is recognized: in its having no share in those things in which the lower nature is shown to partake.
1:4329
εἰ γὰρ ἔν τινι τούτων εἴη, οὐδ' ἂν τὸ πλέον ἔχοι, ἀλλὰ ταὐτὸν ἂν εἴη πάντως ἑκάστῳ τῶν ἐπικοινωνούντων τοῦ ἰδιώματος
因為它若在這些事中的任何一項裡,就不會有更多,反倒在那屬性上,與每一個共有它之物全然相同了。
For if it were in any of these, it would not have the more, but would be altogether identical, in respect of that property, to each of the things that share it in common.
1:4330
εἰ δὲ ὑπὲρ ταῦτά ἐστι, τῷ μὴ ἔχειν δηλαδὴ ταῦτα τῶν ἐχόν των ὑπερανέστηκε, καθάπερ φαμὲν κρείττονα τῶν ἐν ἁμαρ τίαις ὄντων εἶναι τὸν ἀναμάρτητον·
但它若在這些之上,那顯然是藉不擁有這些,而高過那些擁有它們的——正如我們說無罪者勝過那些在罪中的人一樣。
But if it is above these, then plainly by not having these it is raised above those that have them—just as we say that the sinless one is better than those who are in sins.
1:4331
τὸ γὰρ τοῦ κακοῦ κε χωρίσθαι τοῦ πλουτεῖν ἐν τοῖς ἀρίστοις ἀπόδειξις γίνεται
因為與惡分離,便成了在諸般至善之事上富足的明證。
For to be separated from evil becomes a demonstration of being rich in the best things.
1:4332
ἀλλ' μὲν ὑβριστὴς κεχρήσθω τῇ φύσει·
但願那傲慢的人隨他所願去運用「本性」這詞吧。
But let the insolent one make use of nature as he will.
1:4333
ἡμεῖς δὲ μικρόν τι παρασημηνάμενοι τῶν ἐν τῷ μέρει τούτῳ ῥηθέντων πρὸς.. τὰ προκείμενα τὸν λόγον μετάξομεν
至於我們,既已略略指出這一段中所說的一些話,就要把我們的論述轉到眼前的題目上去。
As for us, having briefly noted some of the things said in this section, we shall transfer our discourse to the matters that lie before us.
1:4334
ἀθάνατον, τῶν δὲ φθαρτῶν ὡς ἄφθαρτον, τῶν δὲ γεννητῶν ὡς ἀγέννητον
「……相對於必死之物為不死,相對於朽壞之物為不朽,相對於受生之物為未受生。」
'...immortal in comparison with mortal things, incorruptible in comparison with corruptible things, unbegotten in comparison with begotten things.'
1:4335
ἆρα πᾶσίν ἐστι πρόδηλος τοῦ θεομάχου τῆς ἀσεβείας κατασκευή, λόγῳ προσήκει διανακαλύψαι τὴν πονηρίαν; τίς οὐκ οἶδεν ὅτι τὰ τῷ αὐτῷ μέτρῳ ὑπερ εχόμενα ἴσα πάντως ἀλλήλοις ἐστίν; εἰ οὖν ὁμοίως ὑπερέχεται παρὰ τοῦ θεοῦ τὸ φθαρτὸν καὶ γεννητόν, γεννητὸς δὲ καὶ κύριος, Εὐνόμιος συμπερανάτω τὸ ἐκ.. τῶν τεθέντων ἀνακύπτον ἀσέβημα
這位敵神者所編造的不虔,對眾人是否顯而易見,還是需要以理性來揭露他的惡呢?誰不知道,被同一尺度所超過之物,彼此就全然相等?那麼,若朽壞之物與受生之物同樣被神所超過,而主也是受生的,就讓歐諾米烏自己去推出從所立之論中冒出來的不虔結論吧。
Is the fabrication of this fighter against God's impiety plain to all, or does it befit reasoning to uncover his wickedness? Who does not know that things exceeded by the same measure are altogether equal to one another? If, then, the corruptible and the begotten are alike exceeded by God, and the Lord too is begotten, let Eunomius draw the conclusion of the impiety that emerges from what has been laid down.
1:4336
δῆλον γὰρ ὅτι ταὐτὸν ἡγεῖται τῇ φθορᾷ καὶ τῷ θανάτῳ τὴν γέννησιν, ὡς ταὐτὸν ἐν τοῖς πρὸ τούτου λόγοις [ ἐν] τῷ ἀφθάρτῳ τὸ ἀγέννητον ἀπεφήνατο
因為顯然他認為「受生」與朽壞和死亡是一樣的,正如他在前面的論證中宣稱「未受生」與「不朽」是一樣的。
For it is plain that he deems begetting to be the same as corruption and death, just as in his preceding arguments he declared the unbegotten to be the same as the incorruptible.
1:4337
εἰ οὖν ἐν ἴσῳ βλέπει τὴν φθορὰν καὶ τὴν γέννησιν καὶ ὁμοίως λέγει τὸν θεὸν ἀφεστάναι τῶν δύο, γεννητὸς δὲ κύριος, μηδεὶς παρ' ἡμῶν ἀπαιτείτω προσ τεθῆναι τὸ ἐκ τοῦ λόγου ἀκόλουθον, ἀλλ' ἀφ' ἑαυτοῦ συλλογισάσθω τὸ πέρας, εἴπερ ἐπίσης καὶ κατὰ τὸν αὐτὸν λόγον τοῦ γεννητοῦ καὶ τοῦ φθαρτοῦ τοῦ θεοῦ φύσις ἀφέστηκεν
那麼,若他把朽壞與受生同等看待,並同樣地說神與這二者分立,而主是受生的,就不要有人向我們要求把由此論引出的結論加上去,乃要讓他自己去推出那結局——倘若神的本性當真是同等地、按同一推理地與受生之物和朽壞之物分立。
If, then, he views corruption and begetting on an equal footing, and says alike that God stands apart from the two, and the Lord is begotten, let no one demand of us that the consequence from the argument be added, but let him reason out the conclusion for himself—if indeed the nature of God stands apart from the begotten and the corruptible equally and by the same reasoning.
1:4338
ἀλλ' οὐκ ἔστι, φησίν, ἀπουσίᾳ θανά του καὶ φθορᾶς λέγειν ἄφθαρτον αὐτὸν καὶ.. ἀθάνατον
他說:「但不可能藉死亡與朽壞的缺席,稱祂為不朽與不死。」
'But it is not possible,' he says, 'to call Him incorruptible and immortal by the absence of death and corruption.'
1:4339
πειθέσθωσαν τοῖς εἰρημένοις οἱ τῶν ῥινῶν ἑλκόμενοι καὶ πρὸς τὸ δοκοῦν ἑκάστῳ περιαγόμενοι καὶ λεγέτωσαν παρεῖναι τῷ θεῷ τὴν φθορὰν καὶ τὸν θάνατον, ἵνα ἀθάνατός τε καὶ ἄφθαρτος λέγηται
願那些被人牽著鼻子、被拖來拖去、任憑各人所喜好擺佈的人,被所說的話說服,並讓他們說朽壞與死亡臨在於神,好叫祂被稱為不死與不朽。
Let those who are led by the nose, and dragged around to whatever seems good to each, be persuaded by what has been said, and let them say that corruption and death are present to God, so that He may be called immortal and incorruptible.
1:4340
εἰ γὰρ οὐχὶ τὴν ἀπουσίαν τοῦ θανάτου καὶ τῆς φθορᾶς, καθώς φησιν Εὐνόμιος, αἱ ἀφαιρετικαὶ τούτων προσηγορίαι σημαί νουσι, πάντως τὸ παρεῖναι αὐτῷ τὰ ἐναντία τε καὶ ἀλ.. λότρια διὰ τῆς τεχνολογίας ταύτης κατασκευάζεται
因為若這些名稱的剝奪性稱號,如歐諾米烏所言,並不表示死亡與朽壞的缺席,那麼藉他這技術性的伎倆,便全然證成了那相反且外來之物臨在於祂了。
For if the ablative appellations of these do not, as Eunomius says, signify the absence of death and of corruption, then altogether, by this technical device of his, it is established that the contrary and alien things are present to Him.
1:4341
ἕκα στον γὰρ τῶν νοουμένων ἄπεστι πάντως τινὸς οὐκ ἄπεστιν, οἷον φῶς σκότος ζωὴ θάνατος ὑγεία νόσος καὶ ὅσα τοιαῦτα·
凡心思所構想的每一事物,若非全然缺乏某物,便是不缺乏它;例如光與暗、生與死、健康與疾病,以及一切諸如此類之事。
For each of the things conceived by the mind is either wholly deprived of some quality or is not deprived of it; as, for example, light and darkness, life and death, health and sickness, and all such things.
1:4342
ἐφ' ὧν εἰ τὸ ἕτερόν τις τῶν νοουμένων ἀπεῖναι λέγοι, τὴν τοῦ ἑτέρου πάντως παρουσίαν κατα σκευάσει
在這些情況中,倘若有人說這兩個相對概念中的一方是不存在的,他便由此確立了另一方的完全臨在。
In these cases, if one should say that one of the two conceived opposites is absent, he thereby establishes the entire presence of the other.
1:4343
εἰ οὖν φησὶ μὴ τοῦ θανάτου ἀπουσίᾳ τὸν θεὸν ἀθάνατον λέγεσθαι, δῆλος ἂν εἴη παρου σίαν αὐτῷ θανάτου κατασκευάζων καὶ διὰ τούτου τὴν.. ἀθανασίαν ἐπὶ τοῦ θεοῦ τῶν ὅλων ἀρνούμενος
那麼,若他說神被稱為不死並非因著死亡的不存在,他分明是在確立死亡臨在於神身上,並藉此否認萬有之神的不朽性。
If, then, he says that God is not called immortal by reason of the absence of death, he would plainly be establishing that death is present to Him, and thereby denying immortality to the God of all.
1:4344
πῶς γὰρ ἂν ἔτι ἀθάνατος ἀληθῶς εἴη καὶ ἄφθαρτος, οὗ μὴ ἀπεῖναι λέγει τὴν φθορὰν καὶ τὸν θάνατον; ἀλλ' ἴσως ἐρεῖ τις ἡμᾶς ἐπηρεαστικώτερον τῷ λόγῳ προσφύεσθαι·
因為那位他不承認其身上沒有敗壞與死亡的,怎能仍舊真是不死不朽的呢?但或許有人會說,我們是以過於挑剔的方式糾纏他的論點。
For how could He still be truly immortal and incorruptible, from whom he does not say that corruption and death are absent? But perhaps someone will say that we are fastening upon his argument in too captious a manner.
1:4345
μὴ γὰρ ἂν οὕτω μανῆναί τινα ὡς κατασκευάσαι τὸν θεὸν μὴ εἶναι ἀθάνατον
因為他們說,沒有人會如此瘋狂,以致要確立神不是不死的。
For no one, they say, would be so mad as to establish that God is not immortal.
1:4346
ἀλλὰ τῶν μὲν ἐν τῷ κρυπτῷ τισι νοουμένων οὐδεὶς ἀνθρώπων τὴν γνῶσιν ἔχει, διὰ δὲ τῶν λεγομένων.. στοχασμὸς ἡμῖν τῶν κεκρυμμένων ἐγγίνεται
然而,對於那些隱密中所構想之事,沒有人擁有其知識;反倒是藉著所說出的話語,我們對隱藏之事的推測才得以形成。
But of the things conceived hiddenly in secret no man has knowledge; rather, through the things spoken our conjecture about the hidden things comes to be.
1:4347
οὐκοῦν πάλιν τὸ ῥηθὲν ἀναλάβωμεν
因此,讓我們重新拾起先前所說的話。
Let us therefore take up again what has been said.
1:4348
οὐκ ἀπουσίᾳ θανάτου, φησίν, θεὸς ἀθάνατος λέγεται
他說,神被稱為不死,並非因著死亡的不存在。
God, he says, is not called immortal by reason of the absence of death.
1:4349
πῶς δεξόμεθα τὸ λεγόμενον, ὅτι οὐκ ἄπεστι τοῦ θεοῦ θάνατος, κἂν ἀθά νατος λέγηται; οὐκοῦν εἰ τοῦτο κελεύει νοεῖν, θνητὸς ἔσται πάντως τοῦ Εὐνομίου θεὸς καὶ φθορᾷ ὑποκείμενος
我們該如何領受這說法,即死亡並非不臨在於神,縱然祂被稱為不死?那麼,倘若這就是他要我們理解的,歐諾米烏的神就必定是必死的,且要服在敗壞之下。
How shall we receive this statement, that death is not absent from God, even though He is called immortal? If, then, this is what he bids us understand, the god of Eunomius will assuredly be mortal and subject to corruption.
1:4350
οὗ γὰρ οὐκ ἄπεστι θάνατος, ἀθάνατος εἶναι φύσιν οὐκ ἔχει
因為那死亡並非不臨在其上的,就不可能擁有不死的本性。
For that from which death is not absent cannot have an immortal nature.
1:4351
ἀλλὰ μὴν εἰ μήτε θανάτου μήτε φθορᾶς ἀπουσίαν αἱ προσ ηγορίαι σημαίνουσιν, μάτην ἐπιλέγονται τῷ ἐπὶ πάντων.. θεῷ ἕτερόν τινα νοῦν ἐν αὑταῖς περιέχουσι
但若這些稱謂既不表示死亡的不存在,也不表示敗壞的不存在,那麼它們若非徒然地被加在那超乎萬有的神身上,便是在其中含有某種別的意義。
But if the appellations signify neither the absence of death nor of corruption, then either they are applied in vain to the God who is over all, or they contain within themselves some other meaning.
1:4352
τίς οὖν οὗτος, ἑρμηνευσάτω τεχνολόγος
那麼,這意義究竟是什麼呢?就讓這位玩弄術語的匠人來解說吧。
What, then, is this meaning? Let the technical wordsmith expound it.
1:4353
ἀλλ' ἡμεῖς οἱ, καθώς φησιν Εὐνόμιος, ἀνεπιστήμονες καὶ τῆς τῶν πραγμάτων κρίσεως καὶ τῆς τῶν ὀνομάτων χρήσεως, ἄνοσον λέγειν ἐμάθομεν οὐχ οὗ τὸ κράτος, ἀλλ' οὗ νόσος κεχώρισται, καὶ ἄπηρον οὐ τὸν ἔξω τῶν συμποσίων ὄντα, ἀλλὰ τὸν μηδεμίαν ἐν ἑαυτῷ πήρωσιν ἔχοντα·
然而我們這些人——正如歐諾米烏所說,既不通曉對事物的判斷,也不通曉對名稱的使用——卻學會了:「無病」所指的並非那與能力分離的,而是那與疾病分離的;「無殘」所指的並非那身處筵席之外的人,而是那自身沒有任何殘缺的人。
But we, who, as Eunomius says, are unlearned both in the judgment of things and in the use of names, have learned to call 'free from disease' not that from which power is separated, but that from which disease is separated; and 'unmaimed' not the one who is outside the banquets, but the one who has no maiming in himself.
1:4354
καὶ τὰ ἄλλα πάντα ὡσαύτως ἐκ τοῦ παρόντος ἐκ τοῦ μὴ παρόντος κατονομάζομεν ἀνδρεῖον ἄνανδρον, ὑπνώδη ἄϋπνον καὶ ὅσα τῆς συνηθείας ἔχεται ταύτης
其餘一切事物,我們同樣依據其所有或所無來命名:勇敢與怯懦、嗜睡與不眠,以及一切屬於這同一慣用法的詞語。
And all other things we likewise name from what is present or from what is not present: brave and cowardly, drowsy and sleepless, and all that belong to this same usage.
1:4355
Ἀλλ' οὐκ οἶδα τί φέρει κέρδος τὸ τὰς φλυαρίας ταύτας ἀξιοῦν ἐξετάσεως
但我不知道,認為這些愚妄之語值得加以審察,究竟能帶來什麼益處。
But I do not know what profit it brings to deem these foolish trifles worthy of examination.
1:4356
ἀνδρὶ γὰρ ἐν πολιᾷ ζῶντι καὶ πρὸς ἀλήθειαν βλέποντι οὐ μικρὰ πρὸς κατάκρισιν αἰτία τὸ τὰ γελοῖά τε καὶ ἄσπουδα τῆς τοῦ ἀντιπάλου φιλονεικίας διὰ στόματος φέρειν
因為對一個已屆白髮之年、仰望真理的人而言,把對手那些可笑而不足輕重的爭競之言掛在口上,這實在是招致定罪的不小理由。
For to a man living in gray hairs and looking toward the truth, it is no small ground for condemnation to carry through his mouth the ridiculous and unserious matters of his adversary's contentiousness.
1:4357
διὸ παρήσω κἀκεῖνα καὶ τὰ ἐφεξῆς ἐκείνοις προσκείμενα·
因此,我要略過那些話,以及緊接在其後的內容。
Wherefore I shall pass over both those things and what follows next upon them.
1:4358
μηδεμίαν, φησί, τῆς ἀληθείας μήτε τῷ θεῷ συμφυΐαν προσμαρ.. τυρούσης·
他說,真理並不為神見證任何與祂本性相合的連結;
He says that truth testifies to God no natural conjunction of its own;
1:4359
ἐγκεντρίζοντος; εἶτά φησι μήτε μὴν ἔξωθεν καὶ παρ' ἡμῶν πλαττομένην τοι αύτην ἔννοιαν εὐσεβείας νόμοις ἐγγραφούσης
彷彿是嫁接進去的;接著他又說,真理也並非由外部、由我們所塑造,藉著敬虔的律法把這樣的觀念銘刻進去。
as it were grafting it in; then he says that neither does truth, molded from without and by us, inscribe such a notion by the laws of piety.
1:4360
ἀλλὰ παραιτήσομαι πάλιν περὶ τῶν εἰρημένων, ὡς οὐχὶ γελωτοποιῶν τοῖς ἐντυγχάνουσι τὰς ἐπιγελάστους ταύτας ἐξεθέμην φωνάς, ἀλλ' ὡς ἂν πείσαιμι τὸν ἀκροατήν, ἀφ' οἵας οὗτος παρασκευῆς τῶν λόγων ὁρμώμενος τὸν ἡμέ τερον ἰδιωτισμὸν διαπλύνων ἔπειτα τῆς ἀληθείας καταθρα.. σύνεται
但我要再次就所說的作辯解:我列出這些可笑的言論,並非要向讀者充當丑角取樂,而是要使聽者信服,這人是憑著怎樣的論說預備而起步的——這人一面沖刷我們的鄙俗,隨後卻對真理放肆無禮。
But again I shall make my apology concerning what has been said, that it is not as one making sport for his readers that I have set forth these laughable utterances, but in order that I might persuade the hearer from what sort of preparation of arguments this man sets out—he who, while scouring away our rusticity, thereafter grows insolent against the truth.
1:4361
τίς ὢν κατὰ τὸν λόγον καὶ οἷα φθεγγόμενος τοῖς παχυδέρμοις τῶν ἀκροατῶν ἐντρυφῶν τε καὶ ἐμπομ πεύων, οἳ τὰς στομφώδεις αὐτὸν ταύτας ξηροστομίας κακο συνθέτως διαπεραίνοντα ὡς κεκρατηκότα τῶν πάντων τῇ δυνάμει τῶν λόγων ἀνακηρύσσουσιν; ἀλλ' αὐτὴν εἶναί φησι τὴν οὐσίαν ἀθανασίαν
就其論說而言,他究竟是怎樣的人,又發出怎樣的言語呢——這人在那些粗皮厚臉的聽眾面前縱情炫耀、趾高氣揚,而那些人竟為他喝采,稱頌他這拙劣地拼湊、誇誇其談、口沫橫飛的言辭,彷彿他已憑話語的能力勝過了眾人?然而他卻說,本質本身就是不朽。
What manner of man is he, in respect of his argument, and what sort of things does he utter—he who luxuriates and struts before the thick-skinned among his hearers, who acclaim him, as he clumsily carries through these bombastic, dry-mouthed effusions, as though he had conquered all by the power of his words? But he says that the essence itself is immortality.
1:4362
τὴν δὲ τοῦ μονογενοῦς οὐσίαν τί φῄς, πρὸς αὐτὸν εἴποιμι ἄν, ἀθανασίαν οὐχί; ἐπειδὴ καὶ ἐπὶ ταύτης ἁπλότης οὐδεμίαν, καθὼς φῄς, συμ.. φυΐαν προσίεται
「那麼,論到獨生者的本質,你怎麼說呢?」我要對他說,「它是不朽,還是不是?因為正如你所言,在它的情形中,那單純性也不容許任何本性上的連結。」
'And the essence of the Only-begotten, what do you say of it,' I would say to him, 'is it immortality or not? Since in its case too, as you say, simplicity admits no natural conjunction.'
1:4363
εἰ μὲν οὖν ἀρνεῖται τὸ ἀθανασίαν εἶναι τοῦ υἱοῦ τὴν οὐσίαν, δῆλον εἰς τι βλέπει
那麼,倘若他否認子的本質是不朽,他所著眼的是什麼,就顯而易見了。
If, then, he denies that the essence of the Son is immortality, it is plain what he is looking to.
1:4364
τὸ γὰρ ἀντιδιαστελλόμενον τῷ ἀθανάτῳ οὐ λίαν ἐστὶ λεπτῆς κατα νοῆσαι φρενός
因為與「不死」相對而立的是什麼,並不需要極其精細的心智才能看出。
For what is set in contradistinction to the immortal is not the mark of a very subtle mind to perceive.
1:4365
ὡς γὰρ τὸ μὴ ἄφθαρτον φθαρτὸν ἀκο λουθία τῆς ἀντιδιαιρέσεως δείκνυσι καὶ τρεπτὸν τὸ μὴ ἄτρεπτον, οὕτω καὶ θνητὸν πάντως τὸ μὴ ἀθάνατον
因為正如相對劃分的推衍顯明:凡不是不朽的就是可朽的,凡不是不變的就是可變的,照樣,凡不是不死的也必定是必死的。
For just as the sequence of the antithetical division shows that what is not incorruptible is corruptible, and what is not immutable is mutable, so also what is not immortal is assuredly mortal.
1:4366
τί οὖν τῶν καινῶν δογμάτων ἐξηγητής, τί περὶ τῆς τοῦ.. μονογενοῦς ἡμῖν οὐσίας κυριολογήσει; πάλιν γὰρ τὴν αὐτὴν προσοίσω τῷ λογογράφῳ ἐρώτησιν
那麼,這位新奇教義的講解者,論到獨生者的本質,要對我們作出怎樣權威的斷言呢?因為我要再次向這位小冊子作者提出同樣的問題。
What, then, will this expositor of novel doctrines pronounce authoritatively to us concerning the essence of the Only-begotten? For again I shall put the same question to the pamphleteer.
1:4367
δώσει καὶ ταύτην ἀθα νασίαν εἶναι οὐ συνθήσεται; εἰ μὲν οὖν μὴ δέχοιτο τοῦ υἱοῦ τὴν οὐσίαν ἀθανασίαν εἶναι, ἀναγκαίως τῷ ἐναντίῳ συνθήσεται, διὰ τῆς τοῦ κρείττονος ἀφαιρέσεως θάνατον.. αὐτὴν εἶναι κατασκευάζων
他會承認這也是不朽呢,還是不肯同意?那麼,倘若他不接受子的本質是不朽,他就必然要同意其反面,藉著除去那較佳者,而確立它為死亡。
Will he grant that this too is immortality, or will he not consent? If, then, he does not accept that the essence of the Son is immortality, he will of necessity consent to the contrary, establishing it to be death by the removal of the better.
1:4368
εἰ δὲ φεύγων τὸ ἄτοπον ἀθα νασίαν καὶ τοῦ μονογενοῦς τὴν οὐσίαν κατονομάζοι, οὐδε μίαν ἐξ ἀνάγκης διὰ τοῦτο κατὰ τὴν οὐσίαν διαφορὰν εἶναι συνθήσεται
但若他為逃避這荒謬,也將獨生者的本質稱為不朽,他就必然要同意:正因如此,在本質上並無任何差異。
But if, fleeing the absurdity, he should also name the essence of the Only-begotten immortality, he will of necessity consent that on this account there is no difference in essence.
1:4369
εἰ γὰρ ἐπίσης τε τοῦ πατρὸς καὶ τοῦ υἱοῦ φύσις ἀθανασία ἐστὶν, ἀθανασία δὲ πρὸς ἑαυτὴν οὐδενὶ λόγῳ διαφορᾶς διασχίζεται, ἄρα καὶ παρ' αὐτῶν τῶν ἐχ θρῶν ὁμολογεῖται τὸ μηδένα διαφορᾶς λόγον ἐπὶ τοῦ πατρὸς καὶ τοῦ υἱοῦ κατὰ τὴν οὐσίαν εὑρίσκεσθαι
因為若父與子的本性同樣都是不朽,而不朽按任何差異的原理都不能與自身分裂,那麼,就連仇敵自己也承認:在本質上,父與子之間找不到任何差異的原理。
For if the nature of the Father and of the Son is equally immortality, and immortality is by no principle of difference sundered from itself, then even by the enemies themselves it is confessed that no principle of difference is found in respect of essence between the Father and the Son.
1:4370
Ἀλλὰ καιρὸς ἂν εἴη τὴν χαλεπὴν αὐτοῦ καθ' ἡμῶν προθεῖναι κατηγορίαν, ἣν ἐπὶ τέλει τοῦ λόγου πεποίη, λέγων ἡμᾶς ἐκ τοῦ πάντη μὴ ὄντος τὸν πατέρα λέγειν
但如今該是時候陳明他對我們那嚴厲的指控了,就是他在論述末了所作的,說我們主張父是出於那全然不存在者。
But it would now be time to set forth his grievous accusation against us, which he made at the end of his discourse, saying that we assert the Father to be from that which is utterly non-existent.
1:4371
κλέψας τινὰ λέξιν ἐκ τῆς συμφράσεως καὶ ψιλὴν αὐτὴν καὶ ἀσύντακτον ἐκ τοῦ λοιποῦ σώματος ἀφελκύσας κνίζειν ἐπιχειρεῖ τοῖς ἀπλήκτοις ὀδοῦσι κατα σπαράσσων, μᾶλλον δὲ κατασιελίζων τὸν λόγον
他從上下文中竊取某句話,赤裸裸地、脫離文法地把它從整段文字的軀體中拽出,便試圖用他那鈍齒去撕咬它,把它扯得粉碎,或不如說是用唾沫玷污這論述。
Having stolen a certain phrase out of the context, and dragged it, bare and unconstrued, away from the rest of the body of the text, he attempts to worry it with his blunt teeth, tearing it to pieces, or rather beslavering the argument with spittle.
1:4372
λέξω δὲ πρῶτον μὲν τὴν διάνοιαν τῶν παρὰ τοῦ διδασκάλου περὶ τούτου διευκρινηθέντων ἡμῖν, εἶθ' οὕτω τὸν λόγον αὐτὸν ἐπὶ λέξεως παραθήσομαι, ὡς ἂν πᾶσι γένοιτο φανερὸς ἐπὶ λύμῃ τῆς ἀληθείας ταῖς τῶν εὐσεβούντων σπουδαῖς.. εἰσφθειρόμενος
但我要先陳明老師就此事為我們細心闡明之言的意思,然後如此逐字列出那論述本身,好叫這人——這潛入敬虔者努力之中、敗壞真理的人——在眾人面前顯露出來。
But I shall first state the meaning of what has been carefully explained to us by the teacher concerning this matter, and then thus set forth the argument itself verbatim, so that it may become manifest to all who this man is that insinuates himself, to the ruin of truth, into the endeavors of the pious.
1:4373
προσάγων γὰρ ἡμᾶς τῇ τοῦ ἀγεννήτου σημασίᾳ διὰ τῶν καθ' ἑαυτὸν λόγων διδάσκαλος ἡμῶν τοιαύτην ἡμῖν ἔφοδον πρὸς τὴν τοῦ ζητουμένου γνῶσιν ὑπέ θετο, δεικνὺς πόρρω τῆς κατὰ τὴν οὐσίαν ἐννοίας ὂν τοῦ ἀγεννήτου τὸ σημαινόμενον
因為我們的老師,藉他自己的論證引領我們認識「非受生」的含義,為我們鋪設了如此一條通往所探求之知識的進路,顯明「非受生」所指的,遠離「本質」的觀念。
For our teacher, leading us to the meaning of 'ungenerate' by his own arguments, laid down for us such an approach toward the knowledge of the thing sought, showing that the signification of 'ungenerate' lies far from the notion of essence.
1:4374
τοῦ εὐαγγελιστοῦ, φησί, τῆς κατὰ σάρκα τοῦ κυρίου γενεαλογίας ἐκ τοῦ Ἰωσὴφ τὴν ἀρχὴν ποιησαμένου, εἶτα προϊόντος ἐπὶ τὸν ἀεὶ χρόνῳ πρε σβύτερον καὶ ἐν τῷ Ἀδὰμ τὸ πέρας τῆς γενεαλογίας ὁρί σαντος καὶ διὰ τὸ μὴ ὑπερκεῖσθαι τοῦ πρωτοπλάστου σω ματικὸν πατέρα τοῦ θεοῦ φήσαντος, πρόχειρον εἶναί φησι τῇ ἑκάστου διανοίᾳ περὶ τοῦ θεοῦ τοῦτο λαβεῖν ὅτι θεός, ἐξ οὗ Ἀδάμ, οὐ καθ' ὁμοιότητα τῶν ἀνθρωπικῶς γε νεαλογηθέντων καὶ αὐτὸς ἐξ ἑτέρου τὴν ὑπόστασιν ἔχει
他說,福音書作者從約瑟開始按肉體記述主的家譜,繼而上溯至那在時間上愈久遠者,並將家譜的終點定在亞當,又因在首造之人之上並無肉身之父,便說神是他的父;於是他說,各人的心思都容易明白這關乎神的事:那位「亞當所出」的神,並不像那些按人間方式被列入家譜者,自己也是由另一位而有其存在。
The evangelist, he says, having made the beginning of the Lord's genealogy according to the flesh from Joseph, and then proceeding to those ever older in time, and having set the end of the genealogy in Adam, and having said that God is the father of the first-formed man because there is no bodily father set above him—he says that it is ready to hand for each one's understanding to grasp this concerning God: that God, from whom Adam is, does not, after the likeness of those genealogically reckoned in human fashion, Himself have His subsistence from another.
1:4375
ἐπειδὰν γὰρ πάντα διεξελθόντες τὸν θεὸν μετὰ πάντα τῷ νῷ λάβωμεν, τὴν πάντων ἀρχὴν ἐνοήσαμεν
因為當我們歷遍萬有,以心思在萬有之後把握住神時,我們就已構想出萬有的本源。
For when, having traversed all things, we take God with the mind after all things, we have conceived the beginning of all.
1:4376
ἀρχὴ δὲ πᾶσα εἴπερ ἑτέρου τινὸς ἐξημμένη τύχοι, ἀρχὴ οὐκ ἔστιν
而任何本源,若竟依附於某別的事物,就不是本源。
And every beginning, if it should happen to be dependent upon some other thing, is not a beginning.
1:4377
οὐκοῦν εἰ ἀρχὴ τοῦ παντὸς θεός, οὐδ' ὁτιοῦν ἔσται τῆς τῶν πάντων ἀρχῆς ὑπερκείμενον
所以,倘若神是萬有的本源,就絕不會有任何東西被置於萬有之本源之上。
Therefore, if God is the beginning of all, there will be nothing whatsoever set above the beginning of all things.
1:4378
αὕτη τοῦ διδασκάλου περὶ τῆς τοῦ ἀγεννήτου σημασίας ἔκθεσις
這就是老師關於「非受生」之含義的闡述。
This is the teacher's exposition concerning the signification of 'ungenerate.'
1:4379
καὶ ὅτι οὐδὲν ἔξω τῆς ἀληθείας αὐτῷ παρ' ἡμῶν μεμαρτύρηται, αὐτὴν ἐπὶ ῥημάτων τὴν περὶ τούτου ῥῆσιν ἐκθήσομαι
而為證明我們對他所見證的並無任何違背真理之處,我要用他自己的話語列出關於此事的原話。
And that nothing outside the truth has been testified concerning him by us, I shall set forth the very statement about this in his own words.
1:4380
Χριστοῦ ἐκ τιθέμενος καὶ ἀπὸ τῶν τελευταίων ἐπὶ τοὺς πρώτους ἀνα ποδίζων ἤρξατο μὲν ἀπὸ τοῦ Ἰωσήφ, εἰπὼν δὲ τοῦτον τοῦ Ἠλεί, τὸν δὲ τοῦ Ματτὰθ καὶ οὕτω κατὰ ἀνάβασιν πρὸς τὸν Ἀδὰμ τὴν ἐξήγησιν ἐπαναγαγών, εἶτα ἐλθὼν ἐπὶ τοὺς ἄνω καὶ εἰπὼν ὅτι Σὴθ ἐκ τοῦ Ἀδάμ, δὲ Ἀδὰμ ἐκ τοῦ θεοῦ, ἐνταῦθα τῆς ἀναβάσεως ἔληξεν
他列出基督的家譜,並從末後者回溯至最初者,便從約瑟開始,說他是希里的兒子,希里是瑪塔的兒子,如此按上溯之次序把講解引至亞當;繼而上達至最高者,說塞特是亞當所出,亞當是神所出,就在此處使這上溯止息。
Setting forth [the genealogy] of Christ and going back from the last to the first, he began from Joseph, and having said that this one was of Heli, and Heli of Matthat, and thus carrying the exposition up by ascent to Adam, then having come to those above and having said that Seth was from Adam, and Adam from God, there he brought the ascent to its end.
1:4381
ὥσπερ οὖν ἐκεῖνος εἶπεν ὅτι Ἀδὰμ ἐκ τοῦ θεοῦ, ἡμεῖς ἑαυτοὺς.. ἐρωτήσωμεν δὲ θεὸς ἐκ τίνος; ἆρ' οὐχὶ πρόχειρόν ἐστι τῇ ἑκάστου διανοίᾳ ὅτι ἐξ οὐδενός; τὸ δὲ ἐξ οὐδενὸς τὸ ἄναρχόν ἐστι δηλονότι, τὸ δὲ ἄναρχον τὸ ἀγέννητον
那麼,正如那位說亞當是神所出,讓我們自問:神又是誰所出呢?各人的心思豈不容易明白,祂是無所從出的嗎?而「無所從出」分明就是那無本源者,那無本源者就是那非受生者。
As, then, that one said that Adam was from God, let us ask ourselves: and God is from whom? Is it not ready to hand for each one's understanding that He is from no one? And 'from no one' plainly means the unoriginate, and the unoriginate means the ungenerate.
1:4382
ὡς οὖν ἐπὶ τῶν ἀνθρώπων οὐκ ἦν οὐσία τὸ ἔκ τινος, οὕτως οὐδὲ ἐπὶ τοῦ θεοῦ τῶν ὅλων οὐσίαν ἔστιν εἰπεῖν τὸ ἀγέν νητον. τίσιν ὀφθαλμοῖς ἔτι πρὸς τὸν ὁδηγὸν ὑμῶν ἀπο βλέπετε; πρὸς ὑμᾶς λέγω τὴν τῶν ἀπολλυμένων ἀγέλην
那麼,正如在人的情形中,「由某人而生」並不是本質,照樣在萬有之神的情形中,也不能把「非受生」稱為本質。你們還以怎樣的眼目仰望你們的嚮導呢?我是對你們說話,你們這將亡之群。
As, then, in the case of men, 'being from someone' was not essence, so neither in the case of the God of all is it possible to call 'ungenerate' an essence. With what eyes do you still look toward your guide? To you I speak, the herd of the perishing.
1:4383
πῶς ἔτι τὴν ἀκοὴν ὑποκλίνετε τῷ τοιαύτην στήλην τῆς ἰδίας ἀναιδείας διὰ τῶν λόγων στήσαντι; οὐκ αἰσχύνεσθε νῦν γοῦν, εἰ καὶ μὴ πρότερον, τοιούτῳ χειραγωγῷ πρὸς τὴν.. ἀλήθειαν χρώμενοι; οὐ σημείῳ χρήσεσθε τούτῳ τῆς περὶ τῶν δογμάτων αὐτοῦ μανίας, τῷ οὕτω πρὸς τὴν ἀλήθειαν αὐτὸν τῶν γεγραμμένων ἀναισχύντως ἀντικαθίστασθαι; οὕτως ὑμῖν καὶ τὰς θείας ἑρμηνεύει φωνάς, οὕτω τῆς τῶν δογμάτων ἀληθείας προΐσταται, ὡς ἀπελέγχειν Βασίλειον ἐκ τοῦ πάντη μὴ ὄντος γενεαλογοῦντα τὸν ἐπὶ πάντων.. θεόν; εἴπω τὴν παρ' αὐτοῦ ῥῆσιν, ἔκθωμαι τῆς ἀναισχυν τίας τὰ ῥήματα; παρίημι τὰς ὕβρεις, οὐ μέμφομαι ταῖς λοιδορίαις·
你們怎麼還側耳聽從這人呢?他藉他的論述已立起如此一座記念自己無恥的碑。縱使先前不然,你們如今豈不至少該以引用這樣一位嚮導領你們就近真理為恥?你們豈不要以此為他在教義上瘋狂的憑據,就是他如此無恥地與聖經的真理相抗衡?他就是這樣為你們解釋神聖的言語,這樣護衛教義的真理——以致要指控巴西流把那超乎萬有的神從全然不存在者中列出家譜?我該說出他的話嗎?我該列出他無恥的言辭嗎?我略過那些侮辱,我不責怪那些咒罵;
How do you still incline your ear to the one who by his arguments has set up such a monument of his own shamelessness? Are you not now at least, if not before, ashamed to employ such a guide by the hand toward the truth? Will you not use this as a sign of his madness concerning doctrines, namely his so shamelessly setting himself against the truth of the Scriptures? Thus does he interpret for you the divine utterances, thus does he champion the truth of the doctrines—so as to convict Basil of genealogizing the God who is over all from that which is utterly non-existent? Shall I speak his statement, shall I set forth the words of his shamelessness? I pass over the outrages, I do not blame the revilings;
1:4384
οὐ γὰρ αἰτιῶμαι τὸν ὀδωδότα τῷ στόματι ὅτι ὄδωδεν, οὐδὲ τὸν τῷ σώματι λελωβημένον ὅτι λελώβηται
因為我不責怪那口臭之人臭氣熏人,也不責怪那身體殘缺之人有殘缺。
For I do not blame the man foul-breathed at the mouth because he stinks, nor the one maimed in body because he is maimed.
1:4385
τὰ γὰρ τοιαῦτα φύσεώς ἐστιν ἀτυχήματα τὴν παρὰ τῶν νοῦν ἐχόντων μέμψιν ἐκφεύγοντα
因為這類事乃是本性的不幸,得以逃脫有見識之人的責備。
For such things are misfortunes of nature, escaping the blame of those who have understanding.
1:4386
οὐκοῦν τοῦ ὑβρίζειν σπουδὴ λογισμῶν ἐστιν ἀρρωστία καὶ δυσκληρία ψυχῆς τὸν ὑγιαίνοντα λογισμὸν λελωβημένης
因此,那熱衷於傲慢無禮的,乃是思維的疾病,是那健全思維遭殘毀之靈魂的厄運。
The zeal for insolence, therefore, is a sickness of the reasonings and an ill-luck of a soul whose healthy reasoning has been maimed.
1:4387
οὐδεὶς οὖν μοι λόγος ὧν λελοιδόρηται, ἀλλὰ τὴν σφοδρὰν ἐκείνην καὶ ἄμαχον τοῦ συλλογισμοῦ πλοκήν, δι' ἧς τὴν καθ' ἡμῶν κατηγορίαν πρὸς τὸν σκοπὸν ἑαυτοῦ συνεπέρανε, διαρρήδην γράψω κατ' αὐτὰ τὰ ῥήματα
所以,對於那些咒罵,我不予理會;但他那激烈而看似無可抵擋的三段論編織——他藉此把對我們的指控引向他自己的目的作為結論——我要照他自己的話原原本本地寫出來。
No account, then, do I take of the revilings; but that vehement and irresistible weaving of the syllogism, by which he brought his accusation against us to a conclusion toward his own aim, I shall write out plainly in his very words.
1:4388
Ἵνα γάρ, φησί, μὴ κωλυθῇ τὸν υἱὸν ἐκ μετ ουσίας εἰπεῖν τοῦ ὄντος, λέληθεν ἑαυτὸν τὸν ἐπὶ πάντων θεὸν ἐκ τοῦ πάντη μὴ ὄντος εἰπών
他說:「因為,為叫他不至於被攔阻,說子是出於在那『自有者』裡的分有,他竟不自覺地說那超乎萬有的神是出於那全然不存在者。」
'For,' he says, 'in order that he might not be prevented from saying that the Son is from participation in Him who is, he has unwittingly said that the God who is over all is from that which is utterly non-existent.'
1:4389
εἰ γὰρ τὸ μηδὲν τῷ πάντη μὴ ὄντι ταὐτὸν κατὰ τὴν ἔννοιαν, τῶν δὲ ἰσοδυναμούντων ἀκώ λυτος μετάληψις, λέγων ἐξ οὐδενὸς εἶναι τὸν θεὸν ἐκ τοῦ πάντη μὴ ὄντος εἶναι λέγει τὸν θεόν
「因為若『無』按其觀念與『全然不存在者』相同,而力量相等之物的互換是無所攔阻的,那麼,那說神是無所從出的,就是說神是出於全然不存在者。」
'For if nothing is, according to the notion, the same as that which is utterly non-existent, and the interchange of things equal in force is unhindered, then he who says that God is from no one says that God is from that which is utterly non-existent.'
1:4390
πρὸς τί τῶν εἰρημένων πρότερον ἴδωμεν, ὅτι ἐκ μετουσίας τοῦ θεοῦ τὸν υἱὸν οἴεται καὶ τοῖς μὴ τοῦτο δεχομένοις ἐπισκεδάζει τοῦ στόματος ἑαυτοῦ τὴν δυσωδίαν, τὴν ψυχρὰν καὶ ὀνειρώδη τοῦ σοφίσματος συνθήκην διεξ ετάσωμεν; ἀλλ' ὅτι μὲν τὸ ἐκ μετουσίας τῇ θείᾳ φύσει προσάπτειν υἱοὺς ποιητῶν μόνων καὶ μυθοπλαστῶν ἐστιν, οὐκ ἂν ἀγνοοίη τις τῶν καὶ ὁπωσοῦν μετεχόντων φρονή.. σεως
我們該先著眼於先前所說的哪一項呢——他假定子是出於對神的分有,並向那不接受此說的人噴發他口中的惡臭;還是該審察這詭辯冷冰而如夢囈般的構造?然而,把「出於分有」加諸神聖的本性,這只是詩人和造神話者之所為,凡稍具明智的人都不至於不知道這一點。
Toward which of the things said before let us first look—that he supposes the Son to be from participation in God, and sheds upon those who do not accept this the foul stench of his own mouth; or shall we examine the cold and dreamlike construction of the sophism? But that to attach 'from participation' to the divine nature belongs only to poets and myth-fabricators, no one who partakes in prudence in any way whatever could fail to know.
1:4391
οὐκοῦν τοῦτον μὲν τὸν λόγον ὡς οἴκοθεν τὸν τῆς ἀνοίας ἅμα καὶ ἀσεβείας ἔλεγχον ἔχοντα σιωπῆσαι προσήκει, προθεῖναι δὲ μᾶλλον τὸν ἄμαχον ἐκεῖνον συλ λογισμόν, ὡς ἂν μάθοιεν οἱ καθ' ἡμᾶς ἰδιῶται οἵων καὶ ὅσων οἱ τὰς τεχνικὰς ἐφόδους μὴ παιδευθέντες ἐζημιώ.. θησαν
因此,對這論點理當默然略過,因它自身已帶著對愚妄與不敬虔的駁斥;反倒該列出那看似無可抵擋的三段論,好叫我們那些平常百姓得以明白:那些未受術法訓練之人所受的損害,是何等的,又是何其大。
Therefore it is fitting to pass over this argument in silence, as one that carries in itself the refutation of both folly and impiety, and rather to set forth that irresistible syllogism, so that our common folk may learn what and how great are the harms suffered by those untrained in the technical approaches.
1:4392
εἰ γὰρ τὸ μηδέν, φησί, τῷ πάντη μὴ ὄντι ταὐτὸν κατὰ τὴν ἔννοιαν, τῶν δὲ ἰσοδυναμούν των ἀκώλυτος μετάληψις, λέγων ἐξ οὐδενὸς εἶναι τὸν θεὸν ἐκ τοῦ πάντη μὴ ὄντος εἶναι λέ γει τὸν θεόν
他說:「因為若『無』按其觀念與『全然不存在者』相同,而力量相等之物的互換是無所攔阻的,那麼,那說神是無所從出的,就是說神是出於全然不存在者。」
'For if nothing,' he says, 'is according to the notion the same as that which is utterly non-existent, and the interchange of things equal in force is unhindered, then he who says that God is from no one says that God is from that which is utterly non-existent.'
1:4393
τίς ἔδωκε τῷ τὴν Ἀριστοτελικὴν ἡμῖν αἰχμὴν ἐπισείοντι, ὅτι τὸ λέγειν τινὰ πατέρα μὴ ἔχειν ταὐ τόν ἐστι τῷ ἐκ τοῦ πάντη μὴ ὄντος αὐτὸν γεγενῆσθαι λέγειν; γὰρ τοὺς γενεαλογουμένους παρὰ τοῦ λόγου καθεξῆς ἀριθμήσας ἀεὶ τοῦ μνημονευθέντος ὑπερκείμενον.. πατέρα δηλονότι νοεῖ
誰授予這向我們揮舞亞里士多德長矛之人這樣的權利,說「某人沒有父」等同於說「他是從全然不存在者而生」呢?因為那按次序數點福音書所記家譜之人,分明是把那位置於每個被提及者之上的,理解為其父。
Who granted to the one who brandishes against us the Aristotelian spear-point, that to say someone has no father is the same as to say that he has come to be from that which is utterly non-existent? For he who numbered in order those genealogized by the Gospel plainly conceives, as father, the one set above each one mentioned.
1:4394
ἄγαν νηπίοις ὅτι πατέρων ἐστὶν ἀπαρίθμησις τῶν μνημονευθέντων τούτων ὀνομάτων κατά λογος; εἰ γὰρ Σὴθ τοῦ Ἀδὰμ υἱός, πατὴρ τοῦ ἐξ αὐτοῦ γεγεννημένου πάντως Ἀδάμ
這些被提及之名的名錄乃是父輩的枚舉,這豈不是連稚嫩的嬰孩也清楚的嗎?因為若塞特是亞當的兒子,那麼亞當就必定是那從他而生者的父。
Is it not clear even to utter babes that the catalogue of these mentioned names is an enumeration of fathers? For if Seth is the son of Adam, then Adam is assuredly the father of the one begotten from him.
1:4395
οὕτως εἰπέ μοι καὶ τοῦ ἐπὶ πάντων θεοῦ πατὴρ τίς; εἰπὲ τῷ ἐρωτῶντι, ῥῆξον φω νήν, ἀπόκριναι, πᾶσαν τὴν λογικήν σου τέχνην πρὸς τὴν πεῦσιν ταύτην συγκίνησον·
照樣,也請告訴我:那超乎萬有之神的父是誰?回答那發問的人,發出聲音,作答,把你一切的邏輯技藝都調動起來應對這一問;
Thus tell me also: who is the father of the God who is over all? Answer the one who asks, break forth in voice, reply, set all your logical art in motion toward this question;
1:4396
ἆρ' εὑρήσεις τινὰ λόγον τὴν.. τοῦ σοφίσματός σου λαβὴν διαφεύγοντα; τίς τοῦ ἀγεν νήτου πατήρ; ἔχεις εἰπεῖν ὅστις; οὐκοῦν οὐκ ἀγέν νητος; ἀλλὰ συνθλιβόμενος ἐρεῖς πάντως, δὴ καὶ εἰπεῖν ἐστιν ἐπάναγκες ὅτι οὐδείς
你能找到任何逃脫你自己詭辯之掌握的論據嗎?那非受生者的父是誰?你能說出祂是誰嗎?那麼,祂豈不就是非受生的嗎?但你被逼到窘境,必定會說——這也是不得不說的——沒有一位。
will you find any argument that escapes the grip of your own sophism? Who is the father of the ungenerate? Can you say who it is? Then is he not ungenerate? But, hard-pressed, you will assuredly say—what indeed it is also necessary to say—that there is no one.
1:4397
τί οὖν, φίλ τατε, ἆρά σοι οὔπω λέλυται μαλθακὴ τοῦ σοφίσματος αὕτη διαπλοκή; ἆρα συνῆκας τοῖς ἰδίοις κόλποις ἐνσι ελίσας; τί φησιν μέγας Βασίλειος; ὅτι ἀγέννητος ἐξ οὐδενός ἐστι πατρός
那麼,至親的朋友啊,怎樣呢?你這詭辯的軟弱糾結,難道還沒有為你解開嗎?你可曾明白,你已在自己的懷中把自己糟蹋了?那偉大的巴西流說了什麼呢?他說,那非受生者是無父所出的。
What then, dearest friend? Has this soft entanglement of your sophism not yet been loosed for you? Have you understood that you have beslavered yourself in your own bosom? What says the great Basil? That the ungenerate is from no father.
1:4398
ἐκ γὰρ τῶν προγενεαλογηθέντων πατέρων ἀκολουθία κατὰ τὸ σιωπώμενον συνομολο.. γεῖσθαι δίδωσι τοῦ πατρὸς τὴν προσθήκην
因為這推衍,從先前所列家譜的父輩而來,就使「父」這一附加得以藉那默然未言之處被承認。
For the sequence, from the fathers previously genealogized, grants that the addition of 'father' is to be confessed by what is left unspoken.
1:4399
σὺ τὸ ἐξ οὐδενὸς πατρὸς τὸ μηδὲν ἐποίησας, καὶ πάλιν τὸ μη δὲν εἰς τὸ πάντη μὴ ὂν μεταλαβὼν τὸν λελυμένον ἐκεῖνον συλλογισμὸν συνεπέρανας
你把「無父所出」變成了「無」,又把「無」互換為「全然不存在者」,於是把那早已瓦解的三段論作成了結論。
You have made 'from no father' into 'nothing,' and again, having interchanged 'nothing' into 'that which is utterly non-existent,' you have brought that dissolved syllogism to its conclusion.
1:4400
οὐκοῦν τὰ σοφά σου ταῦτα τῆς τεχνικῆς ἀγχινοίας πρὸς σὲ μεταχθήσεται
因此,你這些出於術法巧智的聰明伎倆,都要轉回攻擊你自己。
Therefore these clever devices of your technical ingenuity will be turned back against yourself.
1:4401
τίς τοῦ ἀγεννήτου πατήρ, ἐρωτῶ; οὐδείς, ἐρεῖς κατὰ πᾶσαν ἀνάγκην
我問:那非受生者的父是誰?你必定要說,沒有一位。
Who is the father of the ungenerate, I ask? No one, you will say by every necessity.
1:4402
γὰρ ἀγέννητος πατέρα πάντως οὐκ.. ἔχει
因為那非受生者必定沒有父。
For the ungenerate assuredly has no father.
1:4403
εἰ τοίνυν οὐδεὶς τοῦ ἀγεννήτου πατήρ, τὸ δὲ οὐ δεὶς παρὰ σοῦ πρὸς τὸ μηδὲν μετελήφθη, τὸ δὲ μηδὲν κατὰ τὸν σὸν λόγον τῷ πάντη μὴ ὄντι ταὐτόν ἐστι κατὰ τὴν ἔννοιαν, ἀκώλυτος δὲ τῶν ἰσοδυναμούν των, καθὼς φῄς, μετάληψις, εἰπὼν ὅτι οὐδείς ἐστι τοῦ ἀγεννήτου πατὴρ ἐκ τοῦ πάντη μὴ ὄντος εἶναι λέγει τὸν ἐπὶ πάντων θεόν
那麼,倘若沒有一位是那非受生者的父,而「沒有一位」被你互換為「無」,而「無」按你的論證在觀念上與「全然不存在者」相同,且力量相等之物的互換照你所說是無所攔阻的,那麼,那說「沒有一位是非受生者之父」的人,就是說那超乎萬有的神是出於全然不存在者。
If, then, no one is the father of the ungenerate, and 'no one' was by you interchanged into 'nothing,' and 'nothing,' according to your argument, is the same in notion as that which is utterly non-existent, and the interchange of things equal in force is, as you say, unhindered, then he who has said that no one is the father of the ungenerate says that the God who is over all is from that which is utterly non-existent.
1:4404
Τοιοῦτον, ὡς ἔοικεν, ἐστίν, Εὐνόμιε, κακόν (τοῖς σοῖς γὰρ χρήσομαι λόγοις) οὐ τὸ δοκεῖν εἶναι σοφὸν πρὸ τοῦ εἶναι τετιμηκέναι (μικρὸν γὰρ ἴσως τὸ τοιοῦτον εἰς δυστυχίαν), ἀλλὰ τὸ ἑαυτὸν ἀγνοεῖν καὶ μὴ γινώσκειν, ὅσον ἐστὶ τὸ διάφορον τοῦ ὑψιπετοῦς Βασιλείου.. καὶ τοῦ χερσαίου θηρίου
歐諾米烏啊,看來這禍患乃是如此(因我要用你自己的話):其禍患不在於重「顯為智慧」過於「實在智慧」(因這事就不幸而言或許算小),而在於不認識自己,不知道那高翔的巴西流與那匍匐於地的野獸之間,差別是何等之大。
Such, as it seems, is the evil, O Eunomius (for I shall use your own words), not to have honored seeming to be wise before being so (for perhaps such a thing is a small matter as regards misfortune), but to be ignorant of oneself and not to know how great is the difference between the high-soaring Basil and the land-crawling beast.
1:4405
εἰ γὰρ ἐφεώρα τὸν βίον ἡμῶν τὸ ὀξὺ καὶ θεῖον ὄμμα ἐκεῖνο, εἰ περιεπόλει τὴν ἀνθρω πίνην ζωὴν τῷ τῆς σοφίας πτερῷ, ἔδειξεν ἂν καταπτὰς ἐπὶ σὲ τῷ ῥοίζῳ τῶν λόγων, οἵῳ τῷ ὀστράκῳ τῆς ἀνοίας συμ πεφυκὼς πρὸς τίνα δι' ἀπάτης σεαυτὸν ἀντεπήγειρας, ὕβρεσι ταῖς κατ' αὐτοῦ καὶ λοιδορίαις τὸ δοκεῖν τις εἶναι παρὰ.. τοῖς γραϊδίοις καὶ τοῖς ἐκτομίαις θηρώμενος
因為若那敏銳而神聖的眼目正俯察我們的生命,若它憑智慧的翅膀巡行於人的生活之上,它必以言語的疾風俯衝到你身上,顯明你已何等牢牢地黏附於愚妄的殼上,又顯明你藉著欺騙把自己抬舉起來,是與怎樣的一位相抗——你藉對他的侮辱與咒罵,只為在那些老婦與閹人眼中獵取「彷彿是個人物」的虛名。
For if that keen and divine eye were watching over our life, if it went round about human life upon the wing of wisdom, it would have shown, swooping down upon you with the rushing sound of its words, to what a shell of folly you have grown fast, and against whom you have raised yourself up through deception—hunting, by outrages and revilings against him, after the appearance of being someone in the eyes of old crones and eunuchs.
1:4406
πλὴν ἀλλ' οὐκ ἀπελπιστέον σοι καὶ τῶν ὀνύχων ἐκείνου
然而,即便論到那一位的爪,你也不必絕望。
Nevertheless, you must not despair even of that one's talons.
1:4407
τὸ γὰρ ἡμέτερον ὡς μὲν πρὸς ἐκεῖνον ὄνυχος μοῖρα κρινόμενον πολλοῦ ἂν εἴη, πρὸς δὲ σὲ τοσοῦτόν ἐστιν, ὅσον ἱκανὸν εἶναί σοι περιρρῆξαι τῆς ἀπάτης τὸ ἔλυτρον καὶ δεῖξαι τὴν ἐγκεκρυμμένην τῷ ὀστράκῳ ἀσχημοσύνην
因為我們自己的貢獻,若與他相比而判定,即便只是一爪的份量,也算是甚多了;但與你相比,卻足夠用來剝去你那欺騙的外殼,並顯明那藏在殼中的醜陋。
For our own contribution, judged in relation to him, though it be but the portion of a talon, would be much; but in relation to you it is as much as suffices to strip off from you the sheath of deception and to show the unseemliness hidden in the shell.
1:4408
Εἰ τῷ νομίμως ἀθλοῦντι τῶν ἐν τοῖς ἀγῶσι πόνων ὅρος ἐστὶν τὸ παντελῶς ἀπειπόντα πρὸς τοὺς πόνους τὸν ἀνταγωνιστὴν ἑκουσίως ἐκστῆναι τῷ κεκρατηκότι τῆς νίκης τρισὶ πτώμασι κατὰ τὸν ἀθλητικὸν καταβληθῆναι νόμον, δι' ὧν γίνεται τῷ νενικηκότι τῇ κρίσει τῶν βραβευόντων ἐπὶ τῷ στεφάνῳ δόξα διὰ λαμπροῦ τοῦ κηρύγματος, ἐπεὶ οὖν δὶς ἤδη καταβληθεὶς ἐν τοῖς προλαβοῦσι λόγοις Εὐνό μιος οὔπω συγχωρεῖ τῇ ἀληθείᾳ κατὰ τοῦ ψεύδους ἔχειν τὰ νικητήρια, ἀλλ' ἐκ τρίτου πάλιν κατὰ τῆς εὐσεβείας διὰ τῆς λογογραφίας κονίζεται ἐν τῇ συνήθει παλαίστρᾳ τοῦ ψεύδους εἰς τοὺς ὑπὲρ τῆς ἀπάτης ἀγῶνας ἑαυτὸν ἐπιρ ρώσας, ἀναγκαίως καὶ νῦν δι' ἡμῶν τῆς ἀληθείας λόγος πρὸς τὴν τοῦ ψεύδους ἀνατροπὴν ἀντεγείρεται, τῷ νικοποιῷ τε καὶ ἀγωνοθέτῃ τῆς νίκης ἀναθεὶς τὰς ἐλπίδας καὶ ἅμα τῇ κακοτεχνίᾳ τῶν τοῦ ἐναντίου παλαισμάτων ἐνδυναμού.. μενος
在合法的競賽中,勞苦的界限,若非對手在勞苦之前便全然放棄、甘願退讓給那得勝者以成全其勝利,便是他按摔角之律被摔倒三次——藉此,按裁判的評斷,那得勝者便得著冠冕的榮耀,並藉輝煌的宣告而被表彰。既然如此,歐諾米烏在前面的論述中已被摔倒兩次,卻仍不肯承認真理對虛謊已握有勝利的獎賞,反倒第三次又藉其小冊子撰述起來抵擋敬虔,在虛謊那慣常的摔角場中角力,為著護持欺騙的爭鬥而使自己剛強起來;於是如今,真理之道也必然要藉我們興起,抵擋虛謊的傾覆,把它的指望交託給那賜勝利者、那競賽的主持者,同時得著能力,勝過對手摔角中的惡技。
If for one who lawfully contends the limit of the toils in the contests is either that the antagonist, having wholly given up before the toils, should willingly withdraw in favor of the one who has prevailed for the victory, or that he be thrown by three falls according to the athletic law—by which there comes to the victor, by the judgment of the umpires, the glory of the crown through the brilliant proclamation—since, then, Eunomius, having already been twice thrown in the foregoing discourses, still does not concede that truth holds the prize of victory over falsehood, but for a third time again girds himself against piety through his pamphleteering, contending in the customary wrestling-school of falsehood, having strengthened himself for the contests on behalf of deception, of necessity now too, through us, the word of truth is raised up in opposition to the overthrow of falsehood, entrusting its hopes to the victory-giver and president of the contest, and at the same time being empowered against the ill-craft of the adversary's wrestling-bouts.
1:4409
ὁμολογοῦμεν γὰρ ἀνεπαισχύντως ἡμεῖς μήτε τινὰ λόγον διὰ ῥητορικῆς τεθηγμένον ἐπὶ τοὺς ἀγῶνας παρε σκευάσθαι μήτε δεινότητα διαλεκτικῆς ἀγχινοίας εἰς συμ μαχίαν κατὰ τῶν ἀντιτεταγμένων προβάλλεσθαι, καὶ τὴν ἀλήθειαν πολλάκις εἰς ὑπόνοιαν ψεύδους ἐπὶ τῶν ἀπείρων ἀντιμεθίστησιν
因為我們毫不羞愧地承認:我們既沒有為這些爭鬥預備任何經修辭磨利的論述,也沒有拿出任何辯證巧智的手段來作對抗那擺陣者的盟友——那種巧智常在無經驗的人面前,甚至把真理挪移成疑似虛謊。
For we confess without shame that we have neither prepared for the contests any discourse sharpened through rhetoric, nor put forward any cleverness of dialectical ingenuity as an ally against those arrayed in opposition—a cleverness which often, before the inexperienced, transfers even the truth into the suspicion of falsehood.
1:4410
αὐτὴ δι' ἑαυτῆς ἀνατρεπομένη καὶ.. καταπίπτουσα
因為它自身憑其自身就被推翻,並且傾倒。
For it is of itself overturned through itself and falls down.
1:4411
ὡς δ' ἂν μάλιστα γένοιτο πᾶσι δῆλον ὅτι αὐτὸς τοῦ Εὐνομίου πόνος τῆς ἰδίας ἀνατροπῆς ὕλη τοῖς προσπαλαίουσι γίνεται, αὐτὸ προθήσω τοῖς ἐντυγχάνουσι τοῦ λόγου τὸ εἴδωλον (οὕτω γὰρ οἶμαι χρῆναι τὸν ἔξω τῆς ἀληθείας ὀνομάζεσθαι λόγον
但為使眾人都能格外明白,歐諾米烏斯自己的辛勞,竟成了與他相搏之人推翻他自身的材料,我要把他這番言論的「幻像」擺在讀此論者面前(因為我認為,凡站在真理之外的言論,理當如此稱呼)。
But that it may be made altogether clear to everyone that Eunomius' own labor becomes for those who wrestle against him the very material of his own overthrow, I will set before the readers of the discourse his image itself (for so I think one ought to name a discourse that stands outside the truth).
1:4412
βραβευταὶ δὲ δίκαιοι τῆς νομίμου τῶν λόγων ἀθλήσεως γένοισθε πάντες οἱ τοῖς πό νοις ἡμῶν ἐντυγχάνοντες καὶ θεωροῦντες τὴν γινομένην νῦν τοῦ ἡμετέρου λόγου πρὸς τὸν ἀντίπαλον συμπλοκήν, ὡς ἂν διὰ τῆς δικαίας ὑμῶν ἐπικρίσεως ἀνακηρυχθείη παντὶ τῷ τῆς ἐκκλησίας θεάτρῳ τῆς εὐσεβείας λόγος, ἀνανταγώ νιστον λαβὼν παρὰ πᾶσι κατὰ τῆς ἀσεβείας τὸ κράτος, διὰ τριῶν τῶν τοῦ ἐχθροῦ πτωμάτων τῷ ἀειθαλεῖ στεφάνῳ τῶν σῳζομένων καλλωπιζόμενος
願你們眾人都作這場合乎規矩的言語較量的公正裁判——你們既細讀我們的辛勞,又親眼觀看我們的論述如今與對手的交鋒——好叫藉著你們公義的評斷,敬虔的道理得以在教會這整個劇場中被宣揚出來,在眾人面前得著勝過不敬虔的無可匹敵之權能,並藉著仇敵的三次跌倒,得以用得救之人那永不凋謝的冠冕為妝飾。
And may you all become just arbiters of this lawful contest of words—you who peruse our labors and observe the present grappling of our discourse with its adversary—so that, through your righteous judgment, the word of piety may be proclaimed to the whole theater of the Church, having received from all an unrivaled dominion over impiety, and, through the three falls of the enemy, being adorned with the ever-blooming crown of those who are saved.
1:4413
Αὕτη τοίνυν λέξις ἐν προοιμίοις κατὰ τῆς ἀληθείας τοῦ τρίτου προβέβληται λόγου, τοῦτον ἔχει τὸν τρόπον
那麼,這段話便是在第三卷論述的序言中,被拋出來抵擋真理的,其內容如下:
This passage, then, is thrown up in the preface against the truth of the third discourse, and it runs in this manner:
1:4414
φυσικήν, φησί, διασῴζοντες τάξιν καὶ τοῖς ἄνω θεν ἐγνωσμένοις ἐμμένοντες γεννητὸν ὄντα τὸν υἱὸν καὶ γέννημα λέγειν οὐ παραιτού μεθα, τῆς γεννηθείσης οὐσίας καὶ τῆς τοῦ υἱοῦ προσηγορίας τὴν τοιαύτην τῶν ὀνομάτων οἰκειουμένης σχέσιν
他說:「我們既保持自然的次序,又持守那從上頭所認識的,便不推辭稱那子為受生的、為所生的,因為那受生的本質與那子的稱謂,正把名稱之間這樣的關係據為己有。」
'Preserving,' he says, 'the natural order, and abiding by what has been known from above, we do not decline to call the Son begotten and an offspring, since the begotten essence and the appellation of the Son claim for themselves this relation of the names.'
1:4415
τούτῳ μοι δι' ἐπιμελείας ἀκροατὴς ἐπισχέτω τὸν νοῦν, ὅτι καὶ γεννητὸν καὶ υἱὸν ὀνομάζων τὸν μονογενῆ θεὸν εἰς τὴν φυσικὴν τάξιν ἀναφέρει τὴν τῶν ὀνομάτων τούτων αἰτίαν καὶ τὴν ἄνωθεν γνῶσιν ἐπὶ τῇ τοιαύτῃ διανοίᾳ μαρτύρεται·
願聽者用心留意這一點:他在稱那獨生的神為「受生的」與「子」時,竟把這些名稱的緣由歸溯於自然的次序,並援引那從上頭而來的知識,來為這樣的見解作證;
To this let the hearer carefully attend, that in naming the Only-begotten God both 'begotten' and 'Son,' he traces back the cause of these names to the natural order, and he calls to witness the knowledge from above in support of such a notion;
← 上一段下一段 →
1