📜 Verbum · 聖言
原文誦讀聖經與教父文獻
♥ 贊助

← 回書卷目次 · 希臘教父 › 摩西的生平

摩西的生平 第 1 章 第 4/8 段

希臘文原文.132 節.部分字詞可點開查義.本章太長已分段,此段為 1:376–1:507(全章共 1114 節)

← 上一段下一段 →
ℹ️ 本語料沒有逐節的詞法標註。原形主要取自同語言其他書卷的逐詞標註(不是這一節的標註),少數查不到的才回頭依字形比對詞典。同形的罕見字仍可能判錯,需要精確判斷時請覆核原文與專門詞典。
ℹ️ 中英對照為本站自譯,直接譯自本頁的原文(非和合本/WEB —— 那兩者譯自馬所拉文本,與本頁底本不同)。
1:376
Ἀληθῶς γὰρ τοῖς ἀπηλλαγμένοις τῆς τοιαύτης νόσου, μετὰ τὴν νέκρωσιν τῶν ἑρπηστικῶν κινημάτων ἄτοπός τις καὶ δυσώδης ἡ τῶν προβεβιωμένων γίνεται μνήμη, δι' αἰσχύνης τὴν ψυχὴν ἀηδίζουσα, καθώς φησιν ὁ Ἀπόστολος πρὸς τοὺς ἐκ τῆς τοῦ κακοῦ μεταβολῆς τὴν ἀρετὴν μετιόντας ὅτι·
因為對那些已從這樣的疾病中得釋放之人而言,在那爬行般的衝動被治死之後,回想從前的生活方式便成了一件荒謬而惡臭的事,使靈魂因羞愧而作嘔——正如使徒對那些因離惡而追求德行之人所說:
For truly, for those freed from such a disease, after the deadening of the creeping movements, the remembrance of their former way of life becomes something absurd and foul-smelling, making the soul nauseated through shame—as the Apostle says to those who pursue virtue out of the change from evil:
1:377
τίνα οὖν καρπὸν εἴχετε τότε ἐφ' οἷς νῦν ἐπαισχύνεσθε;. Κατὰ τὴν διάνοιαν ταύτην νόει μοι καὶ τὸν ἀέρα διὰ τῆς ῥάβδου τοῖς μὲν τῶν Αἰγυπτίων ὀφθαλμοῖς
「你們現今所看為羞恥的事,當日有甚麼果子呢?」按這意思,請你也照樣理解那空氣:藉著那杖,它在埃及人眼中變為黑暗,
"What fruit then had you at that time in the things of which you are now ashamed?" According to this meaning, understand for me also the air, made—through the rod—dark to the eyes of the Egyptians,
1:378
μελαινόμενον, ἐπὶ δὲ τῶν Ἑβραίων τῷ ἡλίῳ καταλαμπόμενον
在希伯來人那裡,卻被太陽照亮。
but, in the case of the Hebrews, illumined by the sun.
1:379
Δι' οὗ μάλιστα βεβαιοῦται τῆς ἀποδοθείσης διανοίας ὁ λόγος, ὅτι οὐκ ἄνωθέν τις ἀναγκαστικὴ δύναμις τὸν μὲν ἐν ζόφῳ, τὸν δὲ ἐν φωτὶ γενέσθαι παρασκευάζει, ἀλλ' οἴκοθεν ἔχομεν ἐν τῇ ἑαυτῶν φύσει τε καὶ προαιρέσει τὰς τοῦ φωτός τε καὶ σκότους αἰτίας οἱ ἄνθρωποι, πρὸς ὅπερ ἂν ἐθέλωμεν ἐν τούτῳ γινόμενοι
藉此尤其證實了前面所給出的意義之說:並非有甚麼從上頭來的強制力量,使這人處於幽暗、那人處於光中,乃是我們人在自己裡面、在我們自己的本性與抉擇中,擁有光與暗的原因,隨我們所願而成為其中之一。
By this especially is confirmed the account of the meaning that has been given: that no compelling power from above prepares the one to be in gloom and the other in light, but we human beings have from within ourselves, in our own nature and choice, the causes of light and of darkness, becoming in whichever of these we will.
1:380
Καὶ γὰρ κατὰ τὴν ἱστορίαν οὐ διά τινος τείχους ἢ ὄρους ἐπιπροσθοῦντος τὰς ὄψεις καὶ τὰς ἀκτῖνας ἀποσκιάζοντος ὁ τῶν Αἰγυπτίων ὀφθαλμὸς ἐν σκότῳ ἦν·
因為按歷史,埃及人的眼目陷在黑暗中,並非由於某道牆或某座山擋在前面、遮蔽了視線、遮去了光線;
For indeed, according to the history, it was not through some wall or mountain coming in front, casting the sights into shadow and shading off the rays, that the eye of the Egyptians was in darkness;
1:381
ἀλλ' ἐπίσης πάντα τοῦ ἡλίου ταῖς ἀκτῖσι καταφωτίζοντος, οἱ μὲν Ἑβραῖοι τοῦ φωτὸς κατετρύφων οἱ δὲ ἀναισθήτως εἶχον τῆς χάριτος·
乃是太陽以其光線一樣地照亮萬物,希伯來人享受那光,其餘的人卻對這恩典毫無知覺。
but, the sun lighting up all things equally with its rays, the Hebrews reveled in the light while the others were insensible of the grace.
1:382
οὕτω πᾶσι κατὰ τὸ ἴσον τοῦ φωτεινοῦ βίου κατ' ἐξουσίαν προκειμένου, οἱ μὲν ἐν σκότῳ διαπο ρεύονται, διὰ τῶν πονηρῶν ἐπιτηδευμάτων πρὸς τὸν τῆς κακίας ζόφον συνελαυνόμενοι, οἱ δὲ τῷ φωτὶ τῆς ἀρετῆς ἐλλαμπρύνονται
如此,那光明的生命既照各人抉擇的自由一樣地擺在眾人面前,有些人卻在黑暗中行走,藉邪惡的行徑被驅向惡的幽暗,另一些人則被德行之光照得光輝煥發。
Thus, the luminous life being equally set before all according to their freedom of choice, some make their way in darkness, being driven through wicked practices toward the gloom of vice, while others are made resplendent by the light of virtue.
1:383
Εἰ δὲ μετὰ τὴν τριήμερον ἐν σκότῳ κακοπάθειαν γίνεται καὶ τοῖς Αἰγυπτίοις ἡ τοῦ φωτὸς μετουσία, τάχα τις ἀπὸ τούτων ὁρμώμενος πρὸς τὴν ἀποκατάστασιν τὴν μετὰ ταῦτα ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν προσδοκωμένην τῶν ἐν τῇ γεέννῃ καταδεδικασμένων ἀγάγοι τὸ νόημα
但若在那三日於黑暗中受苦之後,連埃及人也得分享了光,或許有人從此出發,把這意思引向那復原——就是後來在諸天之國裡所盼望、那些被定罪入欣嫩谷之人的復原。
But if, after the three-day suffering in darkness, the partaking of light comes also to the Egyptians, perhaps someone, starting from this, might lead the thought toward the restoration—that which is afterward expected, in the kingdom of the heavens—of those who have been condemned to Gehenna.
1:384
Τὸ γὰρ ψηλαφητὸν ἐκεῖνο σκότος, καθώς φησιν ἡ ἱστορία, πρὸς τὸ ἐξώτερον σκότος πολλὴν ἔν τε τῷ ῥήματι καὶ τῷ νοήματι τὴν συγγένειαν ἔχει
因為那可摸的黑暗,正如歷史所說,無論在字句上還是在意義上,都與那外面的黑暗大有相近之處。
For that palpable darkness, as the history says, has much kinship, both in word and in thought, with the outer darkness.
1:385
Λύεται δὲ τούτων ἑκάτερον, τοῦ Μωϋσέως, καθὼς ἐν τῷ πρὸ τούτου νενόηται, ὑπὲρ τῶν ἐν σκότῳ τὰς χεῖρας ἐκτείναντος
這兩樣都得了解除,正如前一段所理解的:摩西為那些處於黑暗中之人伸出雙手。
And each of these is loosed when Moses, as was understood in the preceding section, stretches out his hands on behalf of those in darkness.
1:386
Ὡσαύτως καὶ ἡ καμιναία κόνις ἐκείνη ἡ τὰς ὀδυνηρὰς φλυκτίδας τοῖς Αἰγυπτίοις ἐπάγουσα κατὰ λόγον ἂν νοηθείη διὰ τοῦ κατὰ τὸ ὄνομα τῆς καμίνου αἰνίγματος ἡ διὰ τοῦ πυρὸς κατὰ τὴν γέενναν ἀπειληθεῖσα κόλασιςἣ μόνων ἅπτεται τῶν αἰγυπτιαζόντων κατὰ τὸν βίον
同樣,那爐灰——就是給埃及人帶來疼痛瘡疤的——也可藉「爐」這名所含的謎,合理地理解為那藉火在欣嫩谷所威嚇的刑罰,它只抓住那些在生命中效法埃及人之人。
Likewise too that furnace-ash, which brought the painful blisters upon the Egyptians, might reasonably be understood, through the riddle implicit in the name of the furnace, to be the punishment threatened through fire at Gehenna, which fastens only on those who play the Egyptian in their life.
1:387
Εἰ δέ τις ἀληθῶς Ἰσραηλίτης ἐστὶ καὶ τοῦ Ἀβραὰμ υἱὸς καὶ πρὸς ἐκεῖνον τῷ βίῳ βλέπει, ὡς δεῖξαι τῇ προαιρέσει τὴν πρὸς τοὺς ἐκλεκτοὺς ἀγχιστείαν τοῦ γένους, οὗτος ἀβλαβὴς φυλάσσεται τῆς καμιναίας ἐκείνης ὀδύνης
但若有人真是以色列人、是亞伯拉罕的子孫,並在生命中仰望那位,以致藉自己的抉擇顯出與選民同族的親緣,這人就蒙保守、不受那爐火之苦的傷害。
But if anyone is truly an Israelite and a son of Abraham, and looks to that one in his life, so as to show by his choice his kinship of race with the elect, this one is kept unharmed by that furnace-pain.
1:388
Γένοιτο δ' ἂν κἀκείνοις ποτὲ ἡ ἀποδοθεῖσα τῆς ἐκτάσεως τῶν χειρῶν Μωϋσέως ἑρμηνεία θεραπεία τῆς ὀδύνης καὶ ἀπαλλαγὴ τῶν κολάσεων
甚至對那另一些人,或許也有那麼一時,前面所給出關於摩西伸手的解釋會臨到——成為痛苦的醫治、刑罰的解脫。
And there might come to be even for those others, at some time, the interpretation that has been given of the stretching out of Moses' hands—a healing of the pain and a release from the punishments.
1:389
Τοὺς δὲ λεπτοὺς σκνίπας ἐκείνους, οἳ τοῖς ἀφανέσι δήγμασι τοῖς Αἰγυπτίοις ἀλγύνουσι τήν τε κυνόμυιαν ὀδυνηρῶς διὰ τοῦ δήγματος ἐμφυομένην τοῖς σώμασι τήν τε ὑπὸ τῶν ἀκρίδων καταφθειρομένην γεωπονίαν καὶ τοὺς ἄνωθεν πρηστῆρας τοῖς τῆς χαλάζης λίθοις συγκαταπίπτον τας, οὐκ ἄν τις τῷ εἱρμῷ τῶν προεξητασμένων ἑπόμενος κάμνοι τὰ καθ' ἕκαστον προσαρμόζων τοῖς καταλλήλοις νοήμασιν,. ἅπερ πάντα ποιεῖ μὲν κατὰ τὸ προηγούμενον ἡ Αἰγυπτία προαίρεσις, ἐπάγει δὲ ἡ ἀδέκαστος τοῦ Θεοῦ δίκη ἐπακολουθοῦσα κατ' ἀξίαν ταῖς προαιρέσεσι
至於那些細小的蚋,用看不見的刺使埃及人疼痛,那狗蠅藉叮咬痛苦地鑽進他們的身體,那被蝗蟲毀壞的農耕,以及那從上頭來、與冰雹一同落下的火球——人若依循前面所考查的脈絡,要把每一細節套用到其相應的意義上,並不費力;這一切,埃及人的抉擇乃是首要的起因,而神那不偏不倚的公義則作為後果加以施行,照著抉擇按應得的隨之而來。
As for those slender gnats, which pain the Egyptians with their unseen stings, and the dog-fly, painfully implanting itself in their bodies through its bite, and the husbandry destroyed by the locusts, and the fiery bolts from above falling together with the hailstones—one would not, following the sequence of what has been examined before, grow weary in fitting each detail to its corresponding meanings; all of which the Egyptian choice does as the leading cause, while the impartial justice of God brings them on as a consequence, following according to desert upon the choices.
1:390
Μὴ γὰρ δὴ τοῦτο τῇ προχείρῳ λέξει τῆς ἱστορίας ἐπακολουθοῦντες νοήσωμεν ὅτι παρὰ Θεοῦ γίνεται τὰ λυπηρὰ τοῖς τῶν τοιούτων ἀξίοις, ἀλλ' ὅτι ἕκαστος ἑαυτῷ τῶν πληγῶν γίνεται δημιουργός, διὰ τῆς οἰκείας προαιρέσεως τὴν τῶν ἀλγεινῶν παρασκευὴν ἑτοιμάζων, καθώς φησιν ὁ Ἀπόστολος πρὸς τὸν τοιοῦτον λέγων ὅτι·
因為我們不可隨從歷史表面的字句,以為那些痛苦之事是從神臨到那些該受之人;倒當知道:各人乃是自己災禍的工匠,藉自己的抉擇預備了苦難的供應——正如使徒對這樣的人所說:
For let us not, following the off-hand letter of the history, suppose that the painful things come from God upon those deserving such things, but that each man becomes the craftsman of his own plagues, preparing through his own choice the supply of grievous things—as the Apostle says, speaking to such a one:
1:391
κατὰ τὴν σκληρότητά σου καὶ ἀμετανόητον καρδίαν θησαυρίζεις σεαυτῷ ὀργὴν ἐν ἡμέρᾳ ὀργῆς καὶ ἀποκαλύψεως καὶ δικαιοκρισίας τοῦ Θεοῦ, ὃς ἀποδώσει ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ
「你竟任著你剛硬不悔改的心,為自己積蓄忿怒,以致神震怒、顯祂公義審判的日子來到。祂必照各人的行為報應各人。」
"according to your hardness and impenitent heart you are storing up for yourself wrath in the day of wrath and revelation and righteous judgment of God, who will render to each according to his works."
1:392
Ὥσπερ γὰρ ἐκ τῆς ἀτακτοτέρας διαίτης φθοροποιός τις χυμὸς καὶ χολώδης ἐν τοῖς σπλάγχνοις συνίσταται, ὃν ὁ ἰατρὸς εἰς ἔμετον διὰ τῆς τέχνης ἐφελκυσάμενος οὐκ ἂν ἐν αἰτίᾳ γένοιτο τοῦ αὐτὸν ἐμποιῆσαι τοῖς σώμασι τὸν νοσώδη χυμόν, ἀλλ' ἐποίησε μὲν ἡ τῆς τροφῆς ἀταξία, εἰς δὲ τὸ ἐμφανὲς ἤγαγεν ἡ ἰατρικὴ ἐπιστήμη, οὕτω κἂν παρὰ τοῦ Θεοῦ γίνεσθαι λέγοιτο τοῖς μοχθηροῖς τὴν προαίρεσιν ἡ ἀλγεινὴ ἀνταπόδοσις, εὔλογον ἂν εἴη νοεῖν ἐξ ἡμῶν αὐτῶν τὰς ἀρχὰς καὶ τὰς αἰτίας τὰ τοιαῦτα λαμβάνειν πάθη
因為正如從較紊亂的飲食,內臟裡會形成某種敗壞、屬膽汁的體液,醫生藉其醫術把它引出令人嘔吐,卻不致被控以親手在身體裡造成那致病的體液——倒是飲食的紊亂造成了它,醫學不過把它顯露出來——同樣,縱然那痛苦的報應被說成是從神臨到那些抉擇邪惡之人,也當合理地理解:這樣的情慾乃是從我們自己取得其起點與緣由。
For just as, from a more disordered diet, some destructive and bilious humor forms in the inward parts, which the physician, drawing it out to vomiting by his art, would not become liable to the charge of having himself produced the diseased humor in the body—rather, the disorder of nourishment produced it, while the medical science brought it into the open—so too, even if the grievous recompense be said to come from God upon those wicked in their choice, it would be reasonable to understand that such passions take their beginnings and causes from ourselves.
1:393
Τῷ γὰρ ἀναμαρτήτως βεβιωκότι οὐ σκότος ἐστίν, οὐ σκώληξ, οὐ γέεννα, οὐ πῦρ, οὐκ ἄλλο τι τῶν φοβερῶν ὀνομάτων τε καὶ πραγμάτων, ὡς δὴ καὶ ἡ ἱστορία φησὶ τοῖς Ἑβραίοις μὴ εἶναι τὰς Αἰγυπτίας πληγάς
因為對那無罪而活之人,沒有黑暗、沒有蟲、沒有欣嫩谷、沒有火,也沒有其餘任何可怕的名稱與事物——正如歷史也說,埃及的災禍對希伯來人並不存在。
For to the one who has lived without sin there is no darkness, no worm, no Gehenna, no fire, nor any other of the fearful names and things—as indeed the history too says that the Egyptian plagues did not exist for the Hebrews.
1:394
Εἰ οὖν ἐν τῷ αὐτῷ τόπῳ τῷ μὲν ἔστι κακόν, τῷ δὲ οὐκ ἔστι, τῆς τῶν προαιρέσεων διαφορᾶς ἐν
因此,倘若在同一地方,對這人有惡、對那人卻沒有,這就是抉擇的差異在那些相應之人身上顯出各自的結果——
If, then, in the same place, for the one there is evil and for the other there is not, the difference of the choices showing each
1:395
τοῖς καταλλή λοις δεικνυούσης ἑκάτερον, δῆλον ἂν εἴη τὸ μηδὲν τῶν κακῶν δίχα τῆς ἡμετέρας προαιρέσεως δύνασθαι συστῆναι
如此就顯然可見:諸惡無一能離開我們自己的抉擇而存在。
—in those who correspond—it would be plain that none of the evils can subsist apart from our own choice.
1:396
Ἀλλὰ πρὸς τὰ ἑξῆς τοῦ λόγου προΐωμεν τοσοῦτον παιδευθέντες διὰ τῶν ἐξητασμένων ὅτι Μωϋσῆς τε ἐκεῖνος καὶ ὁ κατ' ἐκεῖνον διὰ τῆς ἀρετῆς ἑαυτὸν ἐπαίρων, ἐπειδὰν διά τε τῆς χρονίας προσοχῆς τοῦ ὀρείου τε καὶ ὑψηλοῦ βίου καὶ διὰ τῆς ἄνωθεν γινομένης φωταγωγίας δυναμωθῇ τὴν ψυχήν, ζημίαν ἡγεῖται τὸ μὴ καὶ τοῖς ὁμογενέσι πρὸς τὸν ἐλεύθερον καθηγήσασθαι βίον
但讓我們進到論述以下的部分,藉著所考查之事到此所受的教導:那位摩西,以及凡照他的榜樣藉德行提升自己之人——每當他的靈魂藉著對那屬山的、崇高生命的長久專注,並藉那從上頭而來的光照得了能力時——便以不去引領自己的同胞歸向那自由的生命為一種損失。
But let us proceed to what follows in the discourse, having been instructed thus far through the things examined: that that Moses, and the one who, after his pattern, raises himself up through virtue—whenever, through both the long attention to the mountainous and lofty life and the illumination that comes from above, his soul is empowered—deems it a loss not also to lead his kindred toward the free life.
1:397
Καὶ πρὸς αὐτοὺς γενόμενος τῇ παραθέσει τῶν χειρόνων παθῶν σφοδροτέραν αὐτοῖς τῆς ἐλευθερίας τὴν ἐπιθυμίαν ἐντίθησι·
他來到他們中間,藉著把那些較劣的情慾擺在他們面前,便在他們裡面植入對自由更熱切的渴望;
And coming to them, by setting before them the worse passions, he implants in them a more vehement desire for freedom;
1:398
καὶ μέλλων ἐξαιρεῖσθαι τοῦ κακοῦ τὸ ὁμόφυλον, θάνατον ἐπάγει παντὶ πρωτοτόκῳ Αἰγυπτίῳ, τοῦτο δι' ὧν ἐποίησεν ἡμῖν νομοθετῶν τὸ δεῖν τὴν πρώτην τοῦ κακοῦ γένεσιν ἐξαφανίζειν·
他既將要拯救自己的同胞脫離惡,便使埃及人凡頭生的都遭死亡——藉所行之事為我們立下法則:必須使惡的初生消滅;
and being about to deliver his kindred from evil, he brings death upon every Egyptian firstborn—by what he did legislating for us that one must make the first birth of evil disappear;
1:399
μὴ γὰρ ἄλλως εἶναι δυνατὸν διαφυγεῖν τὸν Αἰγύπτιον βίον
因為除此之外,再無別法可逃脫那埃及的生命。
for it is not otherwise possible to escape the Egyptian life.
1:400
Καί μοι δοκεῖ καλῶς ἔχειν τὴν διάνοιαν ταύτην μὴ παραδραμεῖν ἀθεώρητον
在我看來,最好不要對這意義不加思量就略過。
And it seems good to me not to pass by this meaning unconsidered.
1:401
Εἰ γάρ τις μόνον εἰς τὴν ἱστορίαν βλέποι, πῶς ἡ θεοπρεπὴς ἔννοια τοῖς γεγενῆσθαι λεγομένοις διασωθή σεται; Ἀδικεῖ ὁ Αἰγύπτιος καὶ ἀντ' ἐκείνου κολάζεται τὸ ἀρτιγενὲς αὐτοῦ νήπιον, ᾧ διὰ τὸ τῆς ἡλικίας ἀτελὲς οὐδεμία τίς ἐστι καλοῦ τε καὶ μὴ τοιούτου διάκρισις
因為人若單看歷史,那配得神的觀念,在這些據說發生之事中又怎能保全呢?犯錯的是埃及人,受罰的卻是代替他的、他那剛出生的嬰孩——這嬰孩因年齡的稚嫩,毫無善與不善的分辨。
For if one should look only to the history, how will the conception worthy of God be preserved in the things said to have happened? The Egyptian does wrong, and in his stead his newborn infant is punished, in whom, because of the immaturity of its age, there is no discernment of good and of what is not such.
1:402
Ἔξω τοῦ κατὰ κακίαν πάθους ἡ ζωὴ αὐτοῦ·
嬰孩的生命在那屬惡的情慾之外;
Its life is outside the passion that is according to vice;
1:403
οὐ γὰρ χωρεῖ τὸ πάθος ἡ νηπιότης·
因為嬰孩期容不下情慾;
for infancy does not admit passion;
1:404
δεξιᾶς καὶ ἀριστερᾶς διαφορὰν οὐκ ἐπίσταται·
牠不曉得左手右手的分別;
it does not know the difference of right hand and left;
1:405
πρὸς μόνην ἀναβλέπει τὴν θηλὴν καὶ μίαν τοῦ λυποῦντος σημαντικὴν αἴσθησιν ἔχει τὸ δάκρυον·
牠只仰望乳頭,並以哭泣作為牠唯一表達苦楚的知覺;
it looks up only to the nipple, and has the tear as its one sense expressive of what grieves it;
1:406
καί, εἰ τύχοι τινὸς οὗ ἡ φύσις ἐφίεται, μειδιάματι τὴν ἡδονὴν ἐπισημαίνει
倘若得著某樣本性所渴慕之物,便以微笑表明牠的喜悅。
and, if it should chance upon something that nature longs for, it signifies its pleasure with a smile.
1:407
Εἰ τοίνυν τοῦτο τῆς πατρικῆς κακίας ἐκτίνει τὴν δικήν, ποῦ τὸ δίκαιον; ποῦ τὸ εὐσεβές; ποῦ τὸ ὅσιον; ποῦ Ἰεζεχιὴλ βοῶν ὅτι·
因此,倘若這嬰孩為父親的惡付上刑罰,公義何在?敬虔何在?聖潔何在?以西結在哪裡呼喊說:
If, then, this infant pays the penalty for the father's vice, where is justice? where is piety? where is holiness? where is Ezekiel crying out that:
1:408
ψυχὴ ἡ ἁμαρτάνουσα αὐτὴ ἀποθανεῖται, καὶ ὅτι·
犯罪的,他必死亡;又說:
the soul that sins, it shall die; and that:
1:409
οὐ λήψεται τὴν τοῦ πατρὸς ἁμαρτίαν ὁ ἐξ ἐκείνου γεννώμενος; πῶς ἀντινομοθετεῖ ἡ ἱστορία τῷ λόγῳ;. Οὐκοῦν εὐκολώτερον ἂν εἴη, πρὸς τὴν ἀναγωγὴν τοῦ νοήματος ὁρῶντας, εἰ καί τι γέγονε τυπικῶς, δόγμα διὰ τῶν λεγομένων πιστεύειν τὸν νομοθέτην ἐκτίθεσθαι
從他而生的,必不擔當父親的罪?歷史怎能與這道理相牴觸而立法呢?因此,著眼於意義的提升便較為容易:縱然有事是以預表方式發生的,也可相信立法者乃是藉所說之事陳明一個教義。
the one begotten from him shall not bear the father's sin? How does the history legislate against the discourse? It would therefore be easier, looking toward the elevation of the meaning, even if something happened typologically, to believe that the lawgiver sets forth a doctrine through the things said.
1:410
Τὸ δὲ δόγμα τοιοῦτόν ἐστι, τὸ δεῖν πρὸς τὴν κακίαν τινὰ δι' ἀρετῆς συμπλεκόμενον τὰς πρώτας τῶν κακῶν ἀρχὰς εἰς ἀφανισμὸν ἄγειν
這教義是這樣的:凡藉德行與惡搏鬥之人,必須把惡的最初起頭加以毀滅。
And the doctrine is of this sort: that one who, through virtue, grapples with vice must bring the first beginnings of evils to destruction.
1:411
Τῇ γὰρ ἀναιρέσει τῆς ἀρχῆς καὶ τὸ μετ' ἐκείνην συναφανίζεται, καθὼς διὰ τοῦ Εὐαγγελίου διδάσκει ὁ Κύριος, μονονουχὶ διαρρήδην βοῶν ἀναιρεῖν τῶν Αἰγυπτίων κακῶν τὰ πρωτότοκα, δι' ὧν κελεύει τὴν ἐπιθυμίαν ἀνελόντας καὶ τὴν ὀργὴν μηκέτι δεδοικέναι μήτε τῆς μοιχείας τὸ μίασμα, μήτε τοῦ φόνου τὸ ἄγος
因為藉著除去起頭,隨它而來的也一同消失——正如主藉福音所教導的,幾乎公然呼喊要毀滅埃及諸惡的頭生者:祂藉此吩咐,我們既除掉了貪慾與忿怒,就不再懼怕姦淫的玷污或兇殺的污穢。
For by the removal of the beginning, what comes after it also vanishes together—as the Lord teaches through the Gospel, all but openly crying out to destroy the firstborn of the Egyptian evils, by which He commands that, having done away with desire and anger, we should no longer fear either the defilement of adultery or the pollution of murder.
1:412
Οὐ γὰρ ἂν ἐφ' ἑαυτοῦ συσταίη τούτων ἑκάτερον, εἰ μὴ φόνον μὲν ἡ ὀργή, μοιχείαν δὲ ἡ ἐπιθυμία τελεσφορήσειεν
因為這二者中無一能自存,除非忿怒使兇殺、貪慾使姦淫得了成全。
For neither of these two could subsist by itself, unless anger brought murder, and desire adultery, to their consummation.
1:413
Ἐπεὶ οὖν ὁ εἰς κακίαν τεκνογονῶν πρὸ τῆς μοιχείας τίκτει τὴν ἐπιθυμίαν καὶ τὴν ὀργὴν πρὸ τοῦ φόνου, ὁ ἀνελὼν τὸ πρωτότοκον συνανεῖλε πάντως καὶ τὴν ἀκολουθοῦσαν τῷ πρωτοτόκῳ γονήν, ὥσπερ καὶ ἐπὶ τοῦ ὄφεως ὁ τὴν κεφαλὴν πλήξας ὅλον συναπενέκρωσε τὸν κατόπιν ὁλκὸν ὃν ἐφέλκεται
既然如此,那向惡生育之人,在姦淫之先生出貪慾、在兇殺之先生出忿怒;那毀滅了頭生者之人,便連同它也徹底毀滅了那隨頭生者而來的後裔——正如就蛇而論,那擊打蛇頭之人,也連帶把牠拖在後面的整條身軀治死了。
Since, then, the one who breeds toward vice gives birth to desire before adultery, and to anger before murder, the one who has destroyed the firstborn has altogether destroyed along with it also the offspring that follows the firstborn—just as, in the case of the serpent, he who struck the head deadened along with it the whole trailing coil it drags behind.
1:414
Τοῦτο δὲ οὐκ ἂν γένοιτο μὴ προσχυθέντος ταῖς εἰσόδοις ἡμῶν ἐκείνου τοῦ αἵματος ὃ τὸν ὁλοθρευτὴν ἀποστρέ φει
但這事不能成就,除非那使滅命者退去的血,已澆在我們居所的入口上。
But this could not come to pass unless that blood, which turns back the destroyer, had been poured upon the entrances of our dwelling.
1:415
Καὶ εἰ χρὴ τὴν ἀποδοθεῖσαν διάνοιαν ἀκριβέστερον ἐν τοῖς εἰρημένοις κατανοῆσαι, τοῦτο δι' ἑκατέρων δίδωσιν ἡ ἱστορία νοεῖν ἔκ τε τοῦ ἀνελεῖν τὸ πρωτότοκον καὶ ἐκ τοῦ δι' αἵματος κατασφαλισθῆναι τὴν εἴσοδον
倘若人必須在所說之事中更精確地理解這所給出的意義,歷史就藉這兩樣事給人領會——既從毀滅頭生者,又從入口被血保護。
And if one must understand the meaning that has been given more exactly in what has been said, the history gives this to be understood through both things—both from the destroying of the firstborn and from the entrance being secured by blood.
1:416
Ἐκεῖ τε γὰρ ἡ πρώτη ὁρμὴ τοῦ κακοῦ ἀφανίζεται καὶ ἐνταῦθα ἡ πρώτη τῆς κακίας εἴσοδος καθ' ἡμῶν διὰ τοῦ ἀληθινοῦ ἀμνοῦ ἀποστρέφεται
因為在那裡,惡的第一個衝動消失了;在這裡,惡向我們的第一個入口,藉那真羔羊被擋回去了。
For there the first impulse of evil vanishes, and here the first entrance of vice against us is turned back through the true Lamb.
1:417
Οὐ γὰρ ἐντὸς γενόμενον τὸν ὁλοθρευτὴν δι' ἐπινοίας ἐκβάλλομεν, ἀλλ' ὅπως ἂν μηδὲ τὴν ἀρχὴν ἡμῖν παρεισδύσῃ φυλακὴν διὰ τοῦ νόμου ποιούμεθα
因為我們並非用甚麼計謀,待滅命者進來後才把他趕出去,乃是藉律法設下防衛,使他連起初也不得溜進來。
For we do not, by some device, cast out the destroyer once he has gotten inside, but we make a guard through the law so that he may not slip in even at the beginning.
1:418
Φυλακὴ δέ ἐστι καὶ ἀσφάλεια τὸ τῷ αἵματι τοῦ ἀμνοῦ τήν τε φλιὰν καὶ τοὺς σταθμοὺς τῆς εἰσόδου κατασημήνεσθαι
這防衛與保障,就是用羔羊的血標記入口的門楣和門框。
And the guard and safety is to mark, with the blood of the lamb, both the lintel and the doorposts of the entrance.
1:419
Ταῦτα περὶ ψυχῆς ἡμῖν φυσιολογοῦντος δι' αἰνιγμάτων τοῦ λόγου, καὶ ἡ ἔξωθεν παίδευσις ἐφαντάσθη, διαιροῦσα τὴν ψυχὴν εἴς τε τὸ λογιστικὸν καὶ ἐπιθυμητικὸν καὶ θυμοειδές
當這道藉謎向我們論及靈魂時,那外邦的學問也呈現出來,把靈魂分為理性的、慾望的,與血氣的(憤怒的)三部分。
While the word was thus discoursing to us about the soul through riddles, the outside learning also presented itself, dividing the soul into the rational, the desiring, and the spirited.
1:420
Ἐκ τούτων δὲ τὸν θυμὸν μὲν καὶ τὴν ἐπιθυμίαν ὑποβεβηκέναι φασίν, ἑκατέρωθεν τὸ διανοητικὸν τῆς ψυχῆς ὑπερείδοντας, τὸν δὲ λογισμὸν ἀμφοτέροις ἐπεζευγμένον
他們說這三者中,血氣的與慾望的居於下位,從兩旁托住靈魂的思辨部分,而理性則架接在這二者之上——
And of these they say that the spirited and the desiring are placed below, supporting the deliberative part of the soul on either side, while the reason is yoked upon both
1:421
συνέχειν τε αὐτοὺς καὶ ὑπ' ἐκείνων ἀνέχεσθαι, πρὸς μὲν ἀνδρείαν τῷ θυμῷ στομούμενον, πρὸς δὲ τὴν τοῦ ἀγαθοῦ μετουσίαν δι' ἐπιθυμίας ὑψούμενον
既將它們聯結在一起,又被它們所托舉:藉血氣被磨礪向勇敢,藉慾望被高舉向對美善的分享。
—both holding them together and being upheld by them, being sharpened toward courage by the spirited part, and lifted up toward the partaking of the good through desire.
1:422
Ἕως ἂν οὖν ἡ ψυχὴ τῷ σχήματι τούτῳ κατησφαλισμένη τύχῃ, καθάπερ τισὶ γόμφοις τοῖς κατ' ἀρετὴν νοήμασι τὸ βέβαιον ἔχουσα, ἐν πᾶσι δι' ἀλλήλων γίνεται ἡ πρὸς τὸ καλὸν συνεργία, παρέχοντος ἤδη δι' ἑαυτοῦ τοῖς ὑποβεβηκόσι τοῦ λογισμοῦ τὴν ἀσφάλειαν καὶ ἐν τῷ μέρει παρ' ἐκείνων τὴν ἴσην χάριν ἀντιλαμβάνοντος
因此,只要靈魂仍處於這樣的安排中而得以穩固,彷彿藉著某些木釘——就是那些合乎德行的觀念——而有了穩定,那麼藉彼此之力,向著美善的合作便在各方面成就:理性如今自行供應穩妥給下面的諸部分,反過來又從它們領受同等的恩助。
So long, then, as the soul happens to be made secure in this arrangement, having stability as it were by certain pegs—the conceptions according to virtue—there comes about in all respects, through one another, the cooperation toward the good, the reason now of itself supplying security to the lower parts, and in turn receiving from them an equal grace.
1:423
Εἰ δὲ ἀναστραφείη τὸ σχῆμα καὶ τὰ ἄνω γένοιτο κάτω, ὥστε κατὰ τὸ πατούμενον μέρος τὸν λογισμὸν πεσόντα ἄνω ἑαυτοῦ ποιῆσαι τὴν ἐπιθυμητικήν τε καὶ θυμώδη διάθεσιν, τότε καὶ ὁ ὁλοθρευτὴς εἰς τὰ ἐντὸς παραδύεται, μηδεμιᾶς τῆς ἐκ τοῦ αἵματος ἀντιπαθείας ἀντιβαινούσης αὐτῷ πρὸς τὴν εἴσοδον, τουτέστι τοῖς οὕτω διακειμένοις τῆς εἰς Χριστὸν πίστεως μὴ συμμαχούσης
但若這安排被顛倒過來,上者成了下者,以致理性墜落到那被踐踏的位置,反把慾望與血氣的傾向置於自己之上,那麼滅命者也就溜進內裡,因為入口處沒有那來自血的相剋之力抵擋他——也就是說,對基督的信仰沒有與那些如此傾向之人結盟。
But if the arrangement should be inverted and the upper become the lower, so that the reason, having fallen to the part that is trodden underfoot, sets above itself the desiring and spirited disposition, then the destroyer too slips into the inner parts, no antipathy from the blood resisting him at the entrance—that is, the faith in Christ not allying itself with those so disposed.
1:424
Τῷ γὰρ αἵματι πρῶτον ἐπαλείφειν κελεύει τὴν ἄνω φλιάν, εἶθ' οὕτως ἐπιθιγγάνειν τῶν σταθμῶν ἑκατέρωθεν
因為祂吩咐先用血塗抹上面的門楣,然後才這樣去抹兩旁的門框。
For He commands first to anoint with the blood the upper lintel, then in this way to touch the doorposts on either side.
1:425
Πῶς ἂν οὖν τις ἐπαλείψειε τὸ ἄνω πρῶτον τὸ μὴ εὑρισκόμενον ἄνω;. Εἰ δὲ καὶ μὴ τὰ δύο τοῖς Ἰσραηλίταις γεγένηται,ἤ τε τῶν πρωτοτόκων ἀναίρεσις καὶ ἡ τοῦ αἵματος πρόσχυσις, μὴ θαυμάσῃς μηδέν, μήτε διὰ τοῦτο τὴν ἀποδοθεῖσαν περὶ τῆς ἀναιρέσεως τοῦ κακοῦ θεωρίαν ἀποβάλῃς, ὡς ἔξω τῆς ἀληθείας παρευρημένην
那麼,倘若上面的部分並不在上,人又怎能先塗抹它呢?但縱使這兩件事——頭生者的毀滅與血的傾澆——並未照字面臨到以色列人,你也不必驚訝,更不可因此就棄絕前面所給出關於除惡的默觀,彷彿它是憑空捏造、在真理之外的。
How, then, could one anoint the upper part first, if it is not found above? But if even the two things did not literally happen to the Israelites—the destruction of the firstborn and the pouring out of the blood—do not be surprised at all, nor on this account reject the contemplation that has been given concerning the destruction of evil, as though it were invented outside the truth.
1:426
Νῦν γὰρ τῇ διαφορᾷ τῶν ὀνομάτων, τοῦ Ἰσραηλιτικοῦ τε καὶ τοῦ Αἰγυπτίου, τὸ τῆς ἀρετῆς πρὸς τὴν κακίαν διάφορον ἐνοήσαμεν
因為方才,藉著名稱的差異——以色列人與埃及人——我們理解了德行與惡的分別。
For just now, by the difference of the names—the Israelite and the Egyptian—we understood the difference of virtue against vice.
1:427
Εἰ οὖν Ἰσραηλιτικὸν τὸ ἐνάρετον ἡ ἀναγωγὴ νοεῖν ὑποτίθεται, οὐκ ἂν εὐλόγως τῶν τῆς ἀρετῆς γεννημάτων τὰς ἀπαρχὰς ἐπιζητοίη τις καταφο νεύεσθαι, ἀλλ' ἐκεῖνα ὧν ὁ ἀφανισμὸς τῆς ἀνατροφῆς ἐστι λυσιτελέστερος
因此,倘若這提升之意叫我們把以色列人理解為有德之人,那麼人就不會合理地要求德行後裔的初熟之果被殺,倒要殺那些其毀滅比其養育更為有益的。
If, then, the elevation supposes us to understand the Israelite as the virtuous, one would not reasonably seek that the firstfruits of the offspring of virtue be slain, but rather those whose destruction is more profitable than their rearing.
1:428
Οὐκοῦν ἀκολούθως τῆς Αἰγυπτίας γονῆς τὰς ἀπαρχὰς δεῖν ἀναιρεῖσθαι παρὰ τοῦ Θεοῦ μεμαθή καμεν, ὡς ἂν ἐπιλίποι τὸ κακὸν τῷ τῆς ἀρχῆς ὀλέθρῳ συνδαπανώμενον
因此我們便前後一致地學到:埃及後裔的初熟之果必須被神毀滅,好叫惡因其起頭被毀而一同被消耗,以致止息。
We have therefore learned, consistently, that the firstfruits of the Egyptian offspring must be destroyed by God, so that evil may fail, being consumed together with the destruction of its beginning.
1:429
Καὶ συμβαίνει τῇ ἱστορίᾳ τὸ νόημα
這意思與歷史相吻合。
And the thought coincides with the history.
1:430
Τῶν μὲν γὰρ Ἰσραηλιτικῶν γεννημάτων διὰ τῆς τοῦ αἵματος προσχύσεως γίνεται ἡ φρουρά, ὅπως ἂν εἰς τελείωσιν τὸ ἀγαθὸν ἔλθοι·
因為以色列後裔藉著血的傾澆得了保護,好叫那善得以臻於完全;
For of the Israelite offspring, through the pouring out of the blood, there comes about a safeguard, so that the good may come to perfection;
1:431
ὅπερ δὲ τελειωθὲν εἰς Αἰγύπτιον συντελέσει δῆμον, τοῦτο πρὸ τῆς ἐν τῷ κακῷ τελειώσεως ἠφανίσθη
至於凡若成全便要歸入埃及之民的,這在它於惡中成全之先就被消滅了。
but whatever, when perfected, would contribute to the Egyptian people—this was made to vanish before its perfecting in evil.
1:432
Συνεργεῖ δὲ πρὸς τὴν προκειμένην ἡμῶν ἀναγωγὴν τοῦ νοήματος καὶ τὰ ἐφεξῆς συμπαραλαμβανόμενα τῇ θεωρίᾳ τοῦ λόγου
接下來按次序之事,與論述的默觀一同被採入,也有助於我們所提出對意義的提升。
And what follows in sequence, taken up together with the contemplation of the discourse, also cooperates toward our proposed elevation of the meaning.
1:433
Βούλεται γὰρ τροφὴν ἡμῶν γενέσθαι τὸ σῶμα, ὅθεν ἀπερρύη τὸ αἷμα ὃ χωρίζει τῶν Αἰγυπτίων πρωτοτόκων τοῦ ὀλοθρευτοῦ, ἐπὶ τῶν εἰσόδων δεικνύμενον
因為祂願意我們的食物成為那身體——就是那從中流出鮮血、把滅命者與埃及人頭生者隔開、並顯在入口上的身體。
For He wills that our food become the body whence flowed the blood which separates the destroyer from the firstborn of the Egyptians, being displayed upon the entrances.
1:434
Τό τε σχῆμα τῶν τὴν τροφὴν ταύτην προσφερομένων σύντονόν τε καὶ κατεσπουδασμένον εἶναι οὐχ οἷον ἐπὶ τῶν εὐπαθούντων ἐν συμποσίοις ὁρᾶται, ὧν ἄνετοι μὲν αἱ χεῖρες, ἐλαφραὶ δὲ αἱ τῶν ἱματίων ἐπιβολαί, τῆς τε ὁδοιπορικῆς παρασκευῆς οἱ πόδες ἐλεύθεροι
凡吃這食物之人的姿態,當是專注而懇切的,不像那些在筵席上安逸享樂之人所見的那樣——他們的手鬆弛、衣袍披得寬鬆隨意、兩腳也免去任何出行的裝備。
And the posture of those who partake of this food is to be intent and earnest, not such as is seen among those who fare delicately at banquets—whose hands are relaxed, whose throwing-on of garments is light, and whose feet are free of any equipment for travel.
1:435
Ἀλλ' ἐκ τοῦ ἐναντίου τὰ πάντα
倒要在各方面恰恰相反。
But the very opposite in all respects.
1:436
Πόδες μὲν διειλημμένοι τοῖς ὑποδήμασι, ζώνη δὲ τὸ περιρρέον τοῦ χιτῶνος τῇ ἰξύϊ συσφίγγουσα, διὰ χειρὸς δὲ ἡ ἀμυντικὴ τῶν κυνῶν βακτηρία
兩腳穿上鞋束緊,一條腰帶把外衣垂下的褶層在腰間繫緊,手中還拿著那防身御犬的杖。
Feet bound about with sandals, a belt drawing tight the flowing folds of the tunic at the waist, and in the hand the staff for warding off dogs.
1:437
Καὶ ἐν τούτῳ τῷ σχήματι προτίθεται αὐτοῖς ἡ βρῶσις ἄνευ τινὸς ὀψαρτυτικῆς καρυκείας, ἐπὶ πυρὸς κατὰ τὸ συμβὰν ἐκ τοῦ παρατυχόντος σχεδιασθεῖσα, ἣν κατὰ πᾶσαν ἔπειξιν ἁρπαλέως οἱ δαιτυμόνες κατανα λίσκουσι, μέχρις ἂν ἅπαν δαπανηθείη τοῦ ζώου τὸ σῶμα
在這樣的姿態中,食物擺在他們面前,沒有任何佐料的烹調,乃是就手邊所有的,臨時在火上草草備成——赴宴者匆忙急切地狼吞,直到那牲畜的全身都被吃盡。
And in this posture the food is set before them, without any cookery of relishes, hastily prepared over fire from whatever was at hand—which the banqueters consume ravenously, in all haste, until the whole body of the animal is consumed.
1:438
Καὶ τῶν ὀστέων περιεσθίοντες ὅσον ἐδώδιμον, τοῦ ἐντὸς οὐ προσάπτονται
他們把骨頭周圍凡可吃的都吃了,卻不碰那骨頭裡面的。
And eating around the bones whatever is edible, they do not touch what is within.
1:439
Τὸ γὰρ συντρίβειν τοῦ ζώου τούτου τὰ ὀστᾶ τῶν ἀπειρημένων ἐστίν·
因為折斷這牲畜的骨頭,是被禁止之事;
For to break the bones of this animal is among the things forbidden;
1:440
ὅ τι δ' ἂν ὑπολειφθείη τῆς βρώσεως τῷ πυρὶ δαπανᾶται
凡食物中所剩下的,都要被火燒盡。
and whatever might be left over of the food is consumed by fire.
1:441
Ἐξ ὧν ἁπάντων δῆλόν ἐστιν ὅτι πρός τινα ὑψηλοτέραν διάνοιαν τὸ γράμμα βλέπει, οὐχὶ τὸν τρόπον τῆς βρώσεως ἡμῖν ὑφηγουμένου τοῦ νόμου (ἱκανὸς γὰρ τῶν τοιούτων νομοθέτης ἡ φύσις, ἡ τὴν ὄρεξιν ἡμῖν τῆς τροφῆς ἐντιθεῖσα), ἀλλ' ἕτερόν τι διὰ τούτου σημαίνεται
從這一切可見:那字句乃是著眼於某種更高的意義,律法並非在教我們吃的方式(因為論到這類事,本性已是充分的立法者,因牠在我們裡面植入了對食物的食慾),乃是藉此表明了別的事。
From all of which it is plain that the letter looks toward some higher meaning, the law not instructing us in the manner of eating (for nature is a sufficient lawgiver of such things, having implanted in us the appetite for food), but something else is signified through this.
1:442
Τί γὰρ ἂν παρὰ τοῦτο γένοιτο πρὸς ἀρετὴν ἢ κακίαν ἢ οὕτως ἢ οὕτως τὴν τροφὴν προσενέγκασθαι, λελυμένον ἢ περιειλημμένον τὴν ζώνην, γύμνον τοὺς πόδας ἢ ἐνειλημμένον τοῖς ὑποδήμασι, διὰ χειρὸς ἔχοντα τὴν βακτηρίαν ἢ ἀποθέμενον;. Ἀλλὰ δῆλον ἂν εἴη ὅπερ ἡ τοῦ ὁδοιπορικοῦ σχήματος διασκευὴ δείκνυσι δι'
因為這樣或那樣地用餐——鬆著或束著腰帶、赤腳或穿鞋、手拿著杖或放下杖——對德行或惡又有甚麼相干呢?倒是顯然可見:那出行姿態的裝束本身所顯示的是甚麼。
For what would there be toward virtue or vice, from taking food in this way or that—loosed or girt with the belt, bare-footed or shod with sandals, holding the staff in hand or having laid it aside? But it would be plain what the array of the traveling posture shows through itself.
1:443
Κελεύει γὰρ ἄντικρυς ἐπιγνῶναι τὸν τῇδε βίον ὅτι παροδικῶς ἐπιφοιτῶμεν τῇ παρούσῃ ζωῇ, ἅμα τῇ γενέσει πρὸς τὴν ἔξοδον ὑπ' αὐτῆς τῆς ἀνάγκης τῶν πραγμάτων συνελαυνόμενοι, πρὸς ἣν παρεσκευάσθαι χρὴ χερσί τε καὶ ποσὶ καὶ τῇ λοιπῇ τῇ πρὸς τὴν ὁδὸν ἀσφαλείᾳ
因為它直截了當地吩咐我們認清此處的生命:我們不過是過客,寄居於今生,從出生之時起,就被事物本身的必然性驅向我們的出口——為此我們必須以手、以腳、並以其餘上路所需的妥當裝備預備好。
For it commands us outright to recognize the life here, that we sojourn in this present life as passers-by, being driven from birth itself toward our exit by the very necessity of things—for which we must be prepared with hands and feet and the rest of the safety needful for the road.
1:444
Ὡς γὰρ ἂν μὴ ταῖς ἀκάνθαις τοῦ βίου τούτου ( ἄκανθαι δ' ἂν εἶεν αἱ ἁμαρτίαι) γυμνοῖς τε καὶ ἀφυλάκτοις τοῖς ποσὶ βλαβείημεν, τὴν τῶν ὑποδημάτων στερρότητα τῶν ποδῶν προβαλλώμεθα·
為免我們以赤裸無防的腳被今生的荊棘(荊棘就是諸罪)所傷,讓我們為腳穿上鞋的堅固;
For, so that we may not be hurt with bare and unguarded feet by the thorns of this life (and the thorns would be the sins), let us put forward the firmness of sandals for the feet;
1:445
ταῦτα δέ ἐστιν ὁ ἐγκρατής τε καὶ κατεσκληκὼς βίος, ὁ θραύων δι' ἑαυτοῦ καὶ περικατακλῶν τὰς τῆς ἀκάνθης ἀκμὰς καὶ κωλύων ἐκ λεπτῆς τε καὶ ἀφανοῦς ἀρχῆς τὴν ἁμαρτίαν ἐπὶ τὸ ἐντὸς παραδύεσθαι
這就是那節制嚴謹的生命,它自行折斷、輾碎荊棘的尖刺,並阻止罪從一個細微難察的起頭溜進內裡。
and this is the continent and austere life, which of itself breaks and crushes the points of the thorn, and prevents sin from slipping into the inner parts from a slight and unseen beginning.
1:446
Ὅ τε τοῖς ποσὶ περικεχυμένος χιτὼν καὶ μεχρὶ τῶν βάσεων καθειμένος ἐμπόδιον ἂν εἴη τῷ τὴν ὀδὸν ταύτην διὰ σπουδῆς κατὰ Θεὸν διανύοντι
那垂落到腳、拖至腳掌的外衣,對那按神懇切走完此路之人,便成了攔阻。
And the tunic poured down around the feet and let fall to the soles would be a hindrance to the one who completes this road earnestly according to God.
1:447
Χιτὼν δ' ἂν ἡμῖν κατὰ τὸ ἀκόλουθον νοηθείη ἡ ἀπολαυστικὴ τῶν ἐν τῷ βίω τούτῳ σπουδαζομένων πλατύτης, ἣν εἰς ὀλίγον ὁ σώφρων λογισμὸς συστέλλει, ζώνη τοῦ ὁδοιποροῦντος γινόμενος
外衣按理可被我們理解為今生所熱衷追求之物那令人享受的寬闊;而那節制的理性把它收束至小,便成了行路者的腰帶。
And the tunic might consistently be understood by us as the enjoyable breadth of the things zealously pursued in this life, which the temperate reason draws in to a small compass, becoming a belt for the traveler.
1:448
Τὸ δὲ σωφροσύνην εἶναι τὴν ζώνην μαρτυρεῖται τῷ τόπῳ περὶ ὃν ἐνείρεται
腰帶就是節制,這由它所環繞之處(腰間)得了證明。
And that the belt is temperance is attested by the place around which it is wound.
1:449
Ἥ τε αὖ τῶν θηρίων ἀμυντικὴ βακτηρία, ὁ τῆς ἐλπίδος λόγος ἐστίν, ᾧ καὶ τὸ κάμνον τῆς ψυχῆς ὑπερείδομεν καὶ τὸ ὑλακτοῦν ἀμυνόμεθα
再者,那防獸的杖,就是盼望之道,我們藉它既支撐靈魂疲乏之處,又抵擋那向我們吠叫的。
And again, the staff for warding off beasts is the word of hope, by which we both prop up the wearied part of the soul and ward off what barks at us.
1:450
Ἐκ πυρὸς δὲ προτεθεῖσαν ἡμῖν τὴν ἐδωδήν, τὴν θερμὴν ταυτὴν λέγω καὶ ἔκπυρον πίστιν, ἣν ἀμελλητὶ προσδεχόμεθα, ἧς ἐμφαγόντες ὅσον ἐκ προχείρου γίνεται ληπτὸν τῷ ἐσθίοντι, τὸν ἐγκεκρυμμένον τοῖς στερροτέροις τε καὶ δυστρίπτοις νοήμασι λόγον ἀπεριέργαστόν τε καὶ ἀπολυπραγμόνητον καταλιμπάνομεν, τῷ πυρὶ προτιθέντες τὴν τοιαύτην τροφήν
至於那從火為我們擺上的食物——我是指這溫熱熾烈的信仰,我們毫不遲延地領受——我們吃了其中那對食者唾手可及的部分,便把那隱藏在較堅硬、難以細究之觀念中的道理留下,不去探究、不去攪擾,將這樣的食物交付給火。
And the food set before us from fire—I mean this warm and fiery faith, which we receive without delay—of which, having eaten as much as becomes readily graspable to the eater, we leave the reason hidden in the firmer and harder-to-rub conceptions uninvestigated and unmeddled-with, setting such food before the fire.
1:451
Ὡς δ' ἂν σαφηνισθείη τὰ περὶ τούτων αἰνίγματα, ταῦτά φαμεν ὅτι τῶν θείων παραγγελ μάτων ὅσα μὲν πρόχειρον τὴν κατανόησιν ἔχει, οὐ νωθρῶς οὐδὲ κατηναγκασμένως μετιέναι προσήκει, ἀλλ' οἷον πεινῶν τας καὶ μετ' ὀρέξεως ἐμφορεῖσθαι τῶν προκειμένων, ὥστε γενέσθαι τὴν τροφὴν ἡμῖν εἰς εὐεξίας ἐφόδιον, ὅσα δὲ κέκρυπ τῶν νοημάτων, οἷον τὸ ζητεῖν τίς ἡ οὐσία τοῦ θεοῦ; τί πρὸ τῆς κτίσεως ἦν; τί τὸ ἔξω τῶν φαινομένων; τίς ἡ ἀνάγκη τῶν γινομένων; καὶ ὅσα τοιαῦτα ὑπὸ τῶν περιέργων ἀνερευνᾶται, ταῦτα τῷ ἁγίῳ Πνεύματι συγχωρεῖν μόνῳ γινώσκειν, τῷ τὰ βάθη τοῦ Θεοῦ διερευνῶντι, καθώς φησιν ὁ Ἀπόστολος
為使關於這些事的謎得以明朗,我們這樣說:神聖的誡命中,凡有現成易懂之義的,我們當去追求,既不可懶散,也不可勉強,倒要彷彿飢餓、帶著食慾,以所擺在面前的充滿自己,使這食物成為我們邁向健壯的資糧;至於那些觀念中隱藏的——諸如探問神的本質是甚麼?創造之先有甚麼?在那顯現之物以外有甚麼?萬物生成的必然性是甚麼?以及一切過分好奇之人所搜尋的此類問題——我們說,這些當單單留給聖靈去知道,因祂洞察神的深奧,正如使徒所說。
And that the riddles concerning these matters may be made clear, we say this: that of the divine precepts, those that have a ready understanding we ought to pursue, not sluggishly nor by constraint, but, as it were, hungering and with appetite to fill ourselves with what is set before us, so that the food may become for us a provision toward good health; but those of the conceptions that are hidden—such as the inquiry into what is the essence of God? what was before creation? what is outside the things that appear? what is the necessity of things that come to be? and all such things searched out by the over-curious—these we say to leave to the Holy Spirit alone to know, who searches the depths of God, as the Apostle says.
1:452
Τὸ γὰρ ἀντὶ τοῦ Πνεύματος ὑπὸ τῆς Γραφῆς πολλαχῆ τὸ πῦρ μνημονεύεσθαί τε καὶ ὀνομάζεσθαι, οὐκ ἄν τις τῶν πεπαιδευμένων τὴν Γραφὴν ἀγνοήσειε
因為聖經多處以火來提及、稱呼那靈,凡受過聖經教育之人,無一會不知道這事。
For that, in place of the Spirit, fire is in many places mentioned and named by Scripture, no one of those educated in the Scripture could fail to know.
1:453
Προσάγει δὲ τῇ τοιαύτῃ διανοίᾳ ἡμᾶς καὶ τὸ τῆς Σοφίας παράγγελμα, ὅτι·
智慧的訓誨也引我們進入這樣的領會,說:
And the precept of Wisdom also leads us toward such an understanding, that:
1:454
ἰσχυρότερά σου μὴ ἐρεύνα, τουτέστι τὰ ὀστᾶ τοῦ λόγου μὴ σύντριβε·
「不要尋求那些比你更強的事」——就是說,不要折斷那道理的骨頭;
"Seek not things stronger than you"—that is, do not break the bones of the discourse;
1:455
οὐ γάρ σοι χρεία τῶν κρυπτῶν
因為你不需要那些隱藏的事。
for you have no need of the hidden things.
1:456
Οὕτως ἐκβάλλει τῆς Αἰγύπτου ὁ Μωϋσῆς τὸν λαόν
摩西就這樣領百姓出埃及。
Thus Moses leads the people out of Egypt.
1:457
Καὶ πᾶς ὁ τῷ Μωϋσεῖ κατ' ἴχνος ἑπόμενος τῷ τρόπῳ τούτῳ τῆς Αἰγυπτίας τυραννίδος ἐλευθεροῖ παντὰς ὧν ἂν ὁ λόγος καθηγῆται
凡照這方式步摩西後塵之人,都使一切被那道所引領之人脫離埃及的暴政。
And everyone who follows in Moses' footsteps in this manner frees from the Egyptian tyranny all those whom the word leads.
1:458
Δεῖ δέ, οἶμαι, τοὺς ἑπομένους τῷ πρὸς ἀρετὴν ἡγουμένῳ μὴ πένητας εἶναι τοῦ Αἰγυπτίου πλούτου, μήτε τῶν ἀλλοφύλων κειμηλίων ἀκτήμονας, ἀλλὰ τὰ προσόντα τοῖς ἐναντίοις πάντα λαβόντας ἐν χρήσει παρ' ἑαυτοῖς ἔχειν, ὅπερ τότε ποιῆσαι παρὰ τοῦ Μωϋσέως ὁ λαὸς παραγγέλλεται
但我以為,那些跟從那位引向德行者之人,必不可貧乏於埃及的財富,也不可缺少外邦人的珍寶,倒要把那屬仇敵的一切都取來、留作自己所用——這正是百姓那時被摩西所吩咐去行的。
But it is necessary, I think, that those who follow the one who leads toward virtue should not be poor in the Egyptian wealth, nor destitute of the foreigners' treasures, but, having taken all that belongs to the adversaries, should keep it for their own use—which the people are then commanded by Moses to do.
1:459
Τοῦτο δὲ οὐκ ἄν τις ἐκ προχείρου νοήσας ἀποδέξαιτο τοῦ νομοθέτου τὴν γνώμην, εἰ ἀποστερεῖν τοὺς χρήσαντας ἐγκελεύεται καὶ ὑφηγητὴς ἀδικίας γίνεται
但無人若僅作表面理解,會接受立法者的這意圖,彷彿他在吩咐百姓詐取那些出借之人、自己成了不義的教唆者。
But no one, understanding this off-hand, would accept the lawgiver's intent, if he were enjoining the people to defraud those who lent, and were becoming an instigator of injustice.
1:460
Ἀλλ' οὐδ' ἂν κατ' ἀλήθειάν τις εἴποι ταῦτα διατάσσειν τὸν νομοθέτην, πρὸς τοὺς ἐφεξῆς βλέπων νόμους, τοὺς ἄνω καὶ κάτω τὴν κατὰ τοῦ πέλας ἀδικίαν κωλύοντας, κἄν τισι δοκῇ εὔλογον εἶναι τῶν ἔργων τὰ μισθώματα παρὰ τῶν Αἰγυπτίων τοὺς Ἰσραηλίτας διὰ τῆς ἐπινοίας ταύτης εἰσπράττεσθαι
也無人能真實地說立法者吩咐了這些事,只要看那隨後的律法,它們處處禁止對鄰舍行不義——縱然在有些人看來,以色列人藉這計謀向埃及人索取他們勞苦的工價似乎合理。
Nor would anyone truly say that the lawgiver ordained these things, looking to the laws that follow, which up and down forbid injustice against one's neighbor—even if to some it might seem reasonable that the Israelites exacted from the Egyptians the wages of their labors through this device.
1:461
Οὐδὲν γὰρ ἧττον ἐν ἐγκλήματί ἐστι τὸ μὴ καθαρεύειν ψεύδους τε καὶ ἀπάτης τὸ τοιοῦτον παράγγελμα
因為這樣的訓誨若不脫離虛謊與欺詐,這同樣是可被控告的事。
For it is no less a matter of accusation that such a precept does not keep clear of falsehood and deceit.
1:462
Ὁ γὰρ ἐν χρήσει λαβών τι καὶ μὴ ἀποδοὺς πάλιν τῷ χρήσαντι, εἰ μὲν ἀλλότριον εἴη, ὡς ἀποστερήσας ἠδίκησεν, εἰ δὲ τὸ ἑαυτοῦ κρατοίη, ὡς παραλογισάμενος τὸν ἐπ' ἐλπίδι τοῦ ἀπολαύειν χρήσαντα πάντως ἀπατεὼν ὀνομάζεται
因為凡借得某物而不歸還給出借人之人——若那物是別人的,他便如詐取者一般虧負了人;若他霸佔本屬自己的物,便如欺哄那懷著盼望、指望物歸而出借之人,他總要被稱為騙子。
For the one who has taken something on loan and not given it back again to the lender—if it be another's, he has wronged him as one who defrauds; but if he keeps what is his own, as one who has cheated the lender who lent in hope of enjoying its return, he is altogether named a swindler.
1:463
Οὐκοῦν ὁ ὑψηλότερος λόγος τῆς προχείρου διανοίας ἁρμοδιώτερος, ὁ κελεύων τοὺς τὸν ἐλεύθερον βίον
因此,那更高的意義比表面之義更為相宜——就是那吩咐凡追求自由生命之人——
Therefore the higher meaning is more fitting than the off-hand sense—the one that commands those who pursue the free life
1:464
μετιόντας δι' ἀρετῆς καὶ τὸν ἔξωθεν τῆς παιδεύσεως πλοῦτον παρασκευ άσασθαι, ᾧ οἱ κατὰ τὴν πίστιν ἀλλόφυλοι καλλωπίζονται
藉德行也為自己預備那外邦學問的財富,就是那些按信仰而言屬外邦之人所用以妝飾自己的。
through virtue to provide for themselves also the wealth of outside education, with which the foreigners according to faith adorn themselves.
1:465
Τὴν γὰρ ἠθικήν τε καὶ φυσικὴν φιλοσοφίαν, γεωμετρίαν τε καὶ ἀστρονομίαν, καὶ τὴν λογικὴν πραγματείαν, καὶ πάντα ὅσα παρὰ τοῖς ἔξω τῆς Ἐκκλησίας σπουδάζεται, κελεύει ὁ τῆς ἀρετῆς καθηγούμενος παρὰ τῶν τὰ τοιαῦτα πλουτούντων ἐν Αἰγύπτῳ λαβόντα λόγῳ χρήσεως ὑποδέξασθαι, ὡς ἐν καιρῷ χρησιμευόντων, ὅταν δέῃ τὸν θεῖον τοῦ μυστηρίου ναὸν διὰ τοῦ λογικοῦ πλούτου καλλωπισθῆναι
因為道德哲學與自然哲學、幾何與天文、邏輯之學,以及一切在教會以外之人中所熱衷的——那引向德行者吩咐我們向埃及那些富於此類學問之人借來領受,因它們在適當時機有用:每當需要藉理性的財富來妝飾那奧祕的神聖殿宇之時。
For moral and natural philosophy, geometry and astronomy, and the discipline of logic, and all that is zealously pursued among those outside the Church—the one who leads toward virtue commands us to receive on loan from those rich in such things in Egypt, as being useful in due season, whenever it is needful that the divine temple of the mystery be adorned through the wealth of reason.
1:466
Οἱ γὰρ τὸν τοιοῦτον ἑαυτοῖς θησαυρίσαντες πλοῦτον προσάγουσι τῷ Μωϋσεῖ περὶ τὴν σκηνὴν τοῦ μαρτυρίου πονοῦντι τὸ παρ' ἑαυτοῦ ἕκαστος πρὸς τὴν τῶν ἁγίων κατασκευὴν συνεισφέρων, ὃ δὴ καὶ νῦν ἔστιν ἰδεῖν γινόμενον
因為那些為自己積蓄了這樣財富之人,把它帶給那為會幕勞苦的摩西,各人把出於自己的獻上,為要建造那些聖物——這事即使如今也可看見發生。
For those who have treasured up such wealth for themselves bring it to Moses, who labors over the tabernacle of testimony, each one contributing what is from himself toward the construction of the holy things—which indeed may be seen coming to pass even now.
1:467
Πολλοὶ τὴν ἔξω παίδευσιν τῇ τοῦ Θεοῦ Ἐκκλησίᾳ καθάπερ τι δῶρον προσάγουσιν, οἷος ἦν ὁ μέγας Βασίλειος, ὁ καλῶς τὸν Αἰγύπτιον πλοῦτον ἐμπορευσάμενος κατὰ τὸν τῆς νεότητος χρόνον καὶ ἀναθεὶς τῷ Θεῷ καὶ τῷ τοιούτῳ πλούτῳ τὴν ἀληθίνην κατακοσμήσας τῆς Ἐκκλησίας σκηνήν
許多人把外邦的學問當作某種禮物獻給神的教會——好比那偉大的巴西流,他在年少之時妥善地經營了埃及的財富,將它獻給神,並以這樣的財富妝飾了教會那真正的會幕。
Many bring the outside education to the Church of God as a kind of gift—such as was the great Basil, who nobly trafficked in the Egyptian wealth in the time of his youth, and dedicated it to God, and with such wealth adorned the true tabernacle of the Church.
1:468
Ἀλλ' ἐπανιτέον ὅθεν ἐξέβημεν, ὅτι τοῖς πρὸς ἀρετὴν ἤδη βλέπουσι καὶ τῷ νομοθέτῃ κατὰ τὴν ζωὴν ἑπομένοις, ὅταν καταλίπωσι τῆς τῶν Αἰγυπτίων δυναστείας τοὺς ὅρους, ἐπακολουθοῦσί πως αἱ τῶν πειρασμῶν προσβολαί, στενοχωρίας τε καὶ φόβους καὶ τοὺς περὶ τῶν ἐσχάτων κινδύνους ἐπάγουσαι
但我們必須回到離題之處:那些已仰望德行、並在生命中跟從立法者之人,每當他們離開埃及人權勢的疆界,試探的攻擊便不知怎地隨之而來,帶來困迫、恐懼,以及關乎極端絕境的種種危險。
But we must return to where we departed: that for those who already look toward virtue and follow the lawgiver in their life, whenever they leave behind the borders of the Egyptians' dominion, the onslaughts of temptations somehow follow after, bringing on straits and fears and the dangers concerning the last extremities.
1:469
Δι' ὧν καταπτοηθεῖσα τῶν κατὰ τὴν πίστιν νεοπαγῶν ἡ διάνοια, εἰς παντελῆ τῶν ἀγαθῶν ἀνελπιστίαν ἐκπίπτει
藉著這些,那在信仰中尚是新立的悟性受了驚嚇,便陷入對美善之物的全然絕望。
Through which the understanding, still newly fixed in the faith, being terrified, falls into utter despair of good things.
1:470
Ἀλλ' εἰ Μωϋσῆςἤ τις τῶν κατ' αὐτὸν ἐπιστατῶν τοῦ λαοῦ τύχοι, ἀντιστήσει τῷ φόβῳ τὴν συμβου λήν, τῇ τῆς θείας συμμαχίας ἐλπίδι τὸ κατεπτηχὸς τῆς διανοίας παραθαρσύνων
但若摩西,或像他那樣監管百姓之人中的一位恰好在場,他便以勸勉對抗恐懼,藉著對神聖盟助的盼望,使那畏縮的悟性重新得力。
But if Moses, or one of those after his pattern who oversee the people, should chance to be present, he will set counsel against fear, taking courage for the cowering understanding by the hope of divine alliance.
1:471
Ὅπερ οὐκ ἂν γένοιτο, μὴ τῆς καρδίας τοῦ προεστηκότος τῷ Θεῷ λαλούσης
這事不能成就,除非那位居首者的心向神說話。
Which could not come to pass unless the heart of the one set over them speaks to God.
1:472
Τοῖς γὰρ πολλοῖς τῶν ἐν προστασίᾳ τοιαύτῃ προτεταγμένων τὸ φαινόμενον μόνον ὅπως ἂν εὖ διατεθείη σπουδάζεται·
因為大多數被委以這等領導之人,所熱心顧念的只是外表,要使外表體面;
For by most of those appointed to such leadership, only the outward appearance is zealously cared for, that it may be well-disposed;
1:473
τῶν δὲ κεκρυμμένων,ἃ μόνῳ τῷ Θεῷ καθορᾶται, ὀλίγος γίνεται λόγος
至於那唯獨被神所鑒察的隱密之事,卻很少看重。
but of the hidden things, which are beheld by God alone, little account is made.
1:474
Ἐπὶ δὲ τοῦ Μωϋσέως οὐχ οὕτως ἦν·
但在摩西的情形卻不是這樣;
But in the case of Moses it was not so;
1:475
ἀλλ' ἐν ᾧ θαρσεῖν τοῖς Ἰσραηλίταις διακελεύεται, μηδεμίαν κατὰ τὸ φαινόμενον φωνὴν πρὸς τὸν Θεὸν ποιησάμενος, βοᾶν παρ' αὐτοῦ τοῦ Θεοῦ μαρτυρεῖται, διδάσκοντος, οἶμαι, τοῦ λόγου ὅτι εὔηχός τέ ἐστιν ἐκείνη ἡ φωνὴ καὶ μέχρι τῆς θείας ἀναβαίνουσα ἀκοῆς οὐχ ἡ μετά τινος διατάσεως γινομένη κραυγή, ἀλλ' ἡ ἀπὸ καθαρᾶς συνειδήσεως ἀναπεμπομένη ἐνθύμησις
倒是在他正吩咐以色列人壯膽的那一刻,雖照外表向神並未發一言,卻被見證為從神自己那裡呼喊出來——我想,這道理乃是教導我們:那聲音才是悅耳、才直上到神的耳中,不是那帶著某種費力而發的喧嚷,乃是從清潔良心所上達的默想。
rather, in the very moment when he bids the Israelites take courage, having made, to outward appearance, no utterance to God, he is testified to as crying out from God Himself—the word teaching, I think, that that voice is well-sounding and ascends to the divine hearing, not the clamor made with a certain straining, but the reflection sent up from a pure conscience.
1:476
Τῷ δὲ οὕτως ἔχοντι μικρὸς ἤδη πρὸς συμμαχίαν τῶν μειζόνων ἀγώνων ὁ ἀδελφὸς καταφαίνεται, ἐκεῖνος ὁ ἀδελφὸς ὁ κατιόντι πρὸς Αἰγυπτίους κατὰ θεῖον βούλημα τῷ Μωϋσεῖ συναντήσας, ὃν εἰς ἀγγέλου τάξιν ὁ λόγος ἐνόησεν
對如此存心之人,那弟兄如今在更大的較量中便顯為盟助之一助——就是那位當摩西照神的旨意下到埃及人那裡時與他相遇的弟兄,那道把他理解為居於天使的位分。
And to the one so disposed, the brother now appears as small help toward the alliance in the greater contests—that brother who met Moses as he was going down to the Egyptians according to the divine will, whom the word understood as in the rank of an angel.
1:477
Ἀλλὰ τότε γίνεται τῆς ὑπερκειμένης φύσεως ἐμφάνεια, οὕτως ἐμφαινομένης, καθὼς ἂν χωρῇ τὸ δεχόμενον, ὃ δὴ καὶ τότε γεγενῆσθαι παρὰ τῆς ἱστορίας ἀκούομεν, καὶ εἰσαεὶ γίνεσθαι παρὰ τῆς τοῦ λόγου θεωρίας μανθάνομεν
但那時便有那更高本性的顯現,按領受者所能容納的方式顯現出來——這事我們從歷史聽見那時確曾發生,又從那道的默觀學到它永遠在發生。
But then there comes about the manifestation of the higher nature, manifested in such a way as the recipient can contain—which indeed we hear from the history happened then, and which we learn from the contemplation of the word comes to pass forever.
1:478
Ὅταν γὰρ φεύγῃ τις τὸν Αἰγύπτιον καὶ ἔξω τῶν ὅρων γενόμενος πρὸς τὰς προσβολὰς τῶν πειρασμῶν δειλιάσῃ, ἄνωθεν τὴν ἐκ παραδόξου σωτηρίαν ὁ ὁδηγὸς ὑποδείκνυσιν, ὅταν περιεστοι χισμένος ὁ ἐχθρὸς τῇ ἑαυτοῦ δυνάμει τὸν διωκόμενον βατὴν ὑπ' ἀνάγκης αὐτῷ κατασκευάσῃ τὴν θάλασσαν,. εἰς ἣν καθηγεῖται ὁ ὁδηγὸς ἡ νεφέλη·
因為每當有人逃離埃及人,已出了疆界,卻在試探的攻擊面前變得膽怯時,那嚮導便從上頭指出那出乎意料的拯救:每當仇敵以自己的勢力把那被追趕之人圍困起來,反倒出於必然使那海對他成為可通行的——雲,這嚮導,便領路進入其中;
For whenever one flees the Egyptian, and, having come outside the borders, turns cowardly before the onslaughts of temptations, the guide points out from above the salvation that comes contrary to expectation, whenever the enemy, having walled in the pursued one with his own power, by necessity makes the sea passable for him—into which the cloud, the guide, leads the way;
1:479
τοῦτο γὰρ ὄνομα τῷ ὁδηγοῦντι, ὅπερ καλῶς τοῖς πρὸ ἡμῶν εἰς τὴν τοῦ ἁγίου Πνεύματος μετελήφθη χάριν, παρ' οὗ γίνεται τοῖς ἀξίοις ἡ πρὸς τὸ ἀγαθὸν ὁδηγία, ᾧ τις ἑπόμενος τὸ ὕδωρ διέξεισιν, ὁδοποιοῦντος αὐτῷ τὴν δι' αὐτοῦ πορείαν τοῦ ἡγεμόνος, δι' οὗ γίνεται τὸ ἀσφαλὲς τῇ ἐλευθερίᾳ, τοῦ ἐπὶ δουλείᾳ καταδιώκοντος ἐναφανιζομένου τῷ ὕδατι
因為這就是那位嚮導的名——這名被我們之前的人妥善地理解為指聖靈的恩典,那向配得之人施行導向美善之引領者;凡跟從祂之人便穿過那水,那領袖為他開路、使他得以從中通行,藉祂使他自由的穩妥得以成就,那為要奴役而追趕之人卻消失在水中。
for this is the name of the one who guides—which was well taken over by those before us as referring to the grace of the Holy Spirit, from whom comes the guidance toward the good for those who are worthy; following whom one passes through the water, the leader making the journey through it possible for him, by whom there comes about the security of his freedom, the one pursuing for slavery being made to vanish in the water.
1:480
Τοῦτο δέ τις ἀκούων οὐκ ἂν ἀγνοήσειε τὸ κατὰ τὸ ὕδωρ μυστήριον, ἐν ᾧ τις μετὰ τῆς πανστρατιᾶς τοῦ ἐχθροῦ καταβὰς μόνος ἀναδύεται, τοῦ πολεμίου στρατοῦ καταπνι γομένου τῷ ὕδατι
凡聽見這話之人,必不會認不出那按著水的奧祕:在其中,人雖與仇敵的全軍一同下去,卻獨自上來,那敵對的軍兵卻淹沒在水裡。
And anyone hearing this would not fail to recognize the mystery according to the water, in which one, having gone down with the whole army of the enemy, comes up alone, the hostile host being drowned in the water.
1:481
Τίς γὰρ οὐκ οἶδεν ὅτι στρατὸς Αἰγύπτιός ἐστι τὰ ποικίλα τῆς ψυχῆς πάθη, οἷς καταδου λοῦται ὁ ἄνθρωπος; Ἐκεῖνοι οἱ ἵπποι, ἐκεῖνα τὰ ἅρματα καὶ οἱ ἐπ' αὐτῶν ἀναβάται, τοξόται καὶ σφενδονῆται καὶ ὁπλομάχοι, καὶ ὁ λοιπὸς ὅμιλος τῆς τῶν
因為誰不知道那埃及的軍隊就是靈魂種種的情慾,人被它們所奴役呢?那些馬、那些車和騎在其上的人,弓箭手、用機弦的、重裝兵,以及其餘那一大群——
For who does not know that the Egyptian army is the manifold passions of the soul, by which a man is enslaved? Those horses, those chariots and those who ride upon them, archers and slingers and heavy-armed men, and the rest of the throng of the
1:482
Τί γὰρ ἄν τις διαφέρειν εἴποι τοὺς θυμώδεις τῶν λογισμῶν ἢ τὰς πρὸς ἡδονήν τε καὶ λύπην καὶ πλεονεξίαν ὁρμὰς τῆς μνημονευθείσης στρατιᾶς
因為人能說那些屬血氣的思慮,或那些趨向快樂、憂愁與貪婪的衝動,與前面所提的軍隊有甚麼分別呢?
For in what would one say the spirited reasonings differ, or the impulses toward pleasure and grief and covetousness, from the army that has been mentioned?
1:483
Λίθος ἄντικρυς ἀπὸ σφενδόνης ἐστὶν ἡ λοιδορία καὶ λόγχη τὴν αἰχμὴν ἐπισείουσα ἡ θυμώδης ὁρμή·
辱罵簡直就是機弦射出的石頭,那血氣的衝動就是揮舞著尖鋒的槍;
Downright a stone from a sling is reviling, and a spear brandishing its point is the spirited impulse;
1:484
τὸ δὲ περὶ τὰς ἡδονὰς πάθος οἱ ἵπποι νοείσθωσαν, ἀσχέτῳ τινὶ ὁρμῇ τὸ ἅρμα δι' ἑαυτῶν ἐφελκόμενοι,. ἐν ᾧ οἱ τρεῖς ἐπιβάται, οὓς τριστάτας ὀνομάζει ἡ ἱστορία·
至於那關乎快樂的情慾,可理解為那些馬,牠們憑某種放縱的衝動親自拖動戰車,車上有三名乘者,歷史稱他們為「軍長」(三人組);
and let the passion concerning pleasures be understood as the horses, which by some unrestrained impulse drag the chariot along by themselves, in which are the three riders, whom the history names "chosen captains" (tristatai);
1:485
νοήσεις δὲ τοὺς τρεῖς τούτους πάντως τοὺς φερομένους ὑπὸ τοῦ ἅρματος, προδιδαχθεὶς ἐν τῷ κατὰ τοὺς σταθμοὺς καὶ τὴν φλιὰν μυστηρίῳ τὴν τριμερῆ τῆς ψυχῆς διαίρεσιν, εἰς τὸ λογιστικὸν καὶ ἐπιθυμητικὸν καὶ θυμοειδὲς ἀναπέμπων τὸ νόημα
你既已在那關乎門框與門楣的奧祕中預先受了教導——靈魂三分的劃分——便會把這三名完全被戰車載著的乘者,理解為指那理性的、慾望的,與血氣的。
and you will understand these three, who are altogether borne along by the chariot, having been taught beforehand, in the mystery concerning the doorposts and the lintel, the threefold division of the soul, referring the thought to the rational, the desiring, and the spirited.
1:486
Ταῦτα οὖν πάντα καὶ ὅσα τούτοις ὁμόφυλα τῷ καθηγουμένῳ τῆς πονηρᾶς ἐφόδου συνεισπίπτει τῷ Ἰσραη λίτῃ ἐπὶ τὸ ὕδωρ·
因此這一切,以及凡與它們同類的,都隨那率領惡之攻擊者,在水邊一同撲向以色列人;
All these, then, and whatever is akin to them, fall in together with the one who leads the wicked assault upon the Israelite at the water;
1:487
ἐφ' ὧν ἡ τοῦ ὕδατος φύσις, ἡγουμένης τῆς κατὰ τὴν βακτηρίαν πίστεως καὶ τῆς φωτιζούσης νεφέλης, ζωοποιὸς μὲν γίνεται τῶν εἰς αὐτὴν καταφευγόντων, ἀναιρετικὴ δὲ τῶν διωκόντων
在這情形裡,那水的性質——有那按杖而言的信仰作引領、又有那光照的雲——便對逃入其中之人成為賜生命的,對追趕者卻成為毀滅的。
in whose case the nature of the water, with the faith according to the staff leading and the illuminating cloud, becomes life-giving for those who flee into it, but destructive of the pursuers.
1:488
Πρὸςἃ παιδεύει διὰ τούτων ἡ ἱστορία, οἵους προσήκει εἶναι τοὺς διϊόντας τὸ ὕδωρ, μηδὲν τῆς ἐναντίας στρατιᾶς μετὰ τὸ ἀναδῦναι τοῦ ὕδατος ἐφελκομένους
歷史藉這些事教導:那些穿過水之人應當是何等人——在他們從水中上來之後,絲毫不可拖帶任何敵軍。
Toward which the history instructs, through these things, what sort the ones who pass through the water ought to be: drawing along nothing of the hostile army after they come up from the water.
1:489
Εἰ γὰρ συνανέβη αὐτῷ ὁ πολέμιος, μένει καὶ μετὰ τὸ ὕδωρ ἐν τῇ δουλείᾳ, συνεκβαλὼν ἑαυτῷ ζῶντα τὸν τύραννον, ὃν ἐν τῷ βυθῷ οὐ κατέδυσε
因為若仇敵與他一同上來,他就是過了水也仍在奴役中,因他把那暴君活活地隨自己帶了出來——那未曾在深處淹死的暴君。
For if the enemy came up together with him, he remains in slavery even after the water, having brought out along with himself the tyrant alive, whom he did not drown in the deep.
1:490
Τοῦτο δὲ τοιοῦτόν ἐστιν, ὡς ἄν τις πρὸς τὸ γυμνότερον τὸ αἴνιγμα μεταβαλὼν σαφηνίσειε, τὸ δεῖν πάντας τοὺς διερχομένους τὸ μυστικὸν ὕδωρ ἐν τῷ βαπτίσματι πᾶσαν τὴν τῆς κακίας παρεμβολήν, οἷον τὴν πλεονεξίαν, τὴν ἀκόλαστον ἐπιθυμίαν, τὴν ἁρπακτικὴν διάνοιαν, τὸ κατὰ τὸν τῦφον καὶ τὴν ὑπερηφανίαν πάθος, τὴν θυμώδη ὁρμήν, τὴν ὀργήν, τὴν μῆνιν, τὴν βασκανίαν, τὸν φθόνον καὶ πάντα τὰ τοιαῦτα, ἐπειδή πως πέφυκεν ἕπεσθαι τῇ φύσει τὰ πάθη, νεκρὰ ποιεῖν ἐν τῷ ὕδατι, αὐτά τε τὰ πονηρὰ τῆς διανοίας κινήματα καὶ τὰ ἐκ τούτων ἀποτελέσματα,. καθάπερ ἐν τῷ μυστηρίῳ τοῦ Πάσχα ( τοῦτο γὰρ ὄνομα τῷ ἱερείῳ οὗ τὸ αἷμα κωλυτικὸν θανάτου τῷ χρησαμένῳ γίνεται)·
這事可這樣把謎變得更明白來說清:凡在洗禮中穿過那奧祕之水的人,都必須在水中治死惡的全副陣勢——諸如貪婪、放縱的慾望、攫奪的心思、那關乎虛榮與驕傲的情慾、血氣的衝動、忿怒、懷恨、惡毒、嫉妒、妒忌,以及一切此類之事,因為情慾總是不知怎地隨本性而來——連同心思那些邪惡的活動本身,以及由它們而生的結果;正如在逾越節的奧祕中(因為「逾越節」是那祭牲之名,牠的血對使用之人成為攔阻死亡的)。
And this is of such a sort as one might make clear, changing the riddle into something plainer: that all those who pass through the mystical water in baptism must make dead in the water the whole array of vice—such as covetousness, unrestrained desire, the rapacious mind, the passion according to vainglory and pride, the spirited impulse, anger, rancor, malice, envy, jealousy, and all such things, since the passions somehow naturally follow upon nature—both the wicked movements of the mind themselves and the effects from them; just as in the mystery of the Pascha (for this is the name for the sacrifice whose blood becomes a preventer of death for the one who uses it).
1:491
ὥσπερ τοίνυν ἐκεῖ τὸν ἄρτον ἄζυμον κελεύει ἐπεσθίειν τῷ Πάσχα ( ἄζυμος δ' ἂν εἴη τῆς ἑωλοτέρας ἀνεπίμικτος ζύμης), νοεῖν δὲ δίδωσι διὰ τούτων ὁ νόμος τὸ μηδὲν τῆς κακίας λείψανον τῷ ἐφεξῆς καταμιγνύειν βίῳ, ἀλλ' ἀπὸ ἰδίας ἀρχῆς τῆς μετὰ ταῦτα ζωῆς ἄρξασθαι, τὸν τὸ συνεχὲς τῆς τῶν κακῶν ἀκολουθίας τῇ πρὸς τὸ κρεῖττον μεταβολῇ διακόψαντα, οὕτω καὶ ἐνταῦθα βούλεται πᾶν Αἰγύπτιον πρόσωπον, τουτέστι πᾶν ἁμαρτίας εἶδος, ὥσπερ τινὶ βυθῷ τῷ σωτηρίῳ βαπτίσματι καταπνίξαντας, μόνους ἀναδῦναι, μηδὲν κατὰ τὸν βίον ἐπισυρομένους ἀλλόφυλον·
正如在那裡祂吩咐與逾越節一同吃無酵餅(無酵餅就是不摻雜那較陳舊之酵的),並藉這些事使我們明白:律法的意思是不把任何惡的殘餘摻進隨後的生命,乃要從一個合宜的起頭開始那以後的生命——就是那藉著向更美善的轉變、切斷了諸惡接連次序之人——同樣,在這裡祂也願意:我們既在那拯救的洗禮中、彷彿在某深淵裡淹沒了一切埃及的面孔,就是一切罪的樣式,便當獨自上來,在生命中絲毫不拖帶任何外邦之物;
Just as there He commands to eat unleavened bread along with the Pascha (and unleavened it would be that is unmixed with the staler leaven), and gives us to understand through these things that the law means to mix none of the remnant of vice into the life that follows, but to begin from a proper beginning the life that comes after—the one who has cut off, by the change toward the better, the continuity of the sequence of evils—so here too He wills that, having drowned every Egyptian face, that is, every form of sin, as it were in some deep, in the saving baptism, we should come up alone, dragging along nothing foreign in our life;
1:492
τοῦτο γάρ ἐστιν ὃ διὰ τῆς ἱστορίας ἀκούομεν, ἥ φησιν ἐν τῷ αὐτῷ ὕδατι θανάτῳ καὶ ζωῇ διακρίνεσθαι τὸ ἐχθρὸν καὶ τὸ φίλον, τοῦ μὲν ἐχθροῦ φθειρομένου, τοῦ δὲ φίλου ζωογονουμένου
因為這正是我們藉歷史所聽見的,它說:在同一水中,藉著死與生,仇敵與友伴得以分別——仇敵被毀滅,友伴卻得了生命。
for this is what we hear through the history, which says that in the same water, by death and by life, the hostile and the friendly are distinguished—the enemy being destroyed, the friend being brought to life.
1:493
Ὡς οἵ γε πολλοὶ τῶν τὸ μυστικὸν βάπτισμα προσδε ξαμένων, ἀγνοίᾳ τῶν τοῦ νόμου παραγγελμάτων, τὴν παρελθοῦσαν τῆς κακίας ζύμην τῇ ζωῇ τοῦ μετὰ ταῦτα βίου καταμιγνύουσι, καὶ τὸν στρατὸν τὸν Αἰγύπτιον καὶ μετὰ τὸ περάσαι τὸ ὕδωρ ζῶντα μεθ' ἑαυτῶν διὰ τῶν ἐπιτηδευμάτων ἐπάγονται
因為許多領受了那奧祕之洗的人,由於不知律法的訓誨,竟把過去那惡的酵摻進他們此後生活的生命,並藉自己的行徑把那埃及的軍隊活活地與自己一同帶過了水。
Since indeed the many of those who have received the mystical baptism, through ignorance of the law's precepts, mix the past leaven of vice into the life of their subsequent way of life, and bring along the Egyptian army living with themselves through their practices even after crossing the water.
1:494
Ὁ γὰρ δι' ἁρπαγῆς ἢ ἀδικίας πλουτήσας,ἤ τινα χῶρον ἐξ ἐπιορκίας κτησάμενος, ἢ διὰ μοιχείας γυναικὶ συνοικήσας, ἢ ἄλλο τι τῶν ἀπειρη μένων πρὸ τῆς τοῦ βαπτίσματος δωρεᾶς παρὰ τὸν βιὸν τολμήσας, οἴεται τῇ ἀπολαύσει τῶν κακῶς αὐτῷ προσγε νομένων καὶ μετὰ τὸ λουτρὸν παραμείνας ἠλευθερῶσθαι τῆς τῶν ἁμαρτημάτων δουλείας, ὥσπερ δὴ οὐχ ὁρῶν ἑαυτὸν τοῖς πονηροῖς ὑποκεκυφότα δεσπόταις
因為凡藉搶奪或不義致富、或藉假誓得了田地、或藉姦淫與婦人同居、或在受洗的恩賜之先在生命中膽敢行其他被禁之事的人,竟以為自己在受洗之後仍繼續享用那些以惡得來之物,就算是脫離了罪的奴役——彷彿他竟看不見自己正俯伏在邪惡的主人之下。
For he who has become rich through plunder or injustice, or has acquired some land by perjury, or has cohabited with a woman through adultery, or has dared in his life some other of the forbidden things before the gift of baptism, thinks that, having continued even after the washing in the enjoyment of the evils that wickedly accrued to him, he has been freed from the slavery of sins—as though, forsooth, not seeing himself bowed down under wicked masters.
1:495
Δεσπότης γάρ τίς ἐστιν ἄγριος καὶ λυσσώδης τὸ ἀκόλαστον πάθος τῷ ἀνδραποδώδει λογισμῷ, οἷόν τισι μάστιξι, ταῖς ἡδοναῖς αἰκιζόμενος
因為那放縱的情慾,對那奴僕般的思慮而言,乃是某種兇暴狂怒的主人,用快樂彷彿用鞭子般折磨它。
For the unrestrained passion is a kind of master, savage and raging, to the slavish reasoning, tormenting it as with certain scourges, with the pleasures.
1:496
Ἄλλος τοιοῦτος δεσπότης ἡ πλεονεξία μηδεμίαν ἄνεσιν τῷ δουλεύοντι παρεχόμενος, ἀλλά, κἂν πολλὰ ἐργάσηται, τοῖς ἐπιτάγμασιν ὑπηρετῶν τοῦ δεσπότου, καὶ τὸ πρὸς ἐπιθυμίαν αὐτῷ κατακτώμενος, πρὸς τὸ πλεῖον ἀεὶ συνελαύνεται
另一個這樣的主人是貪婪,牠絲毫不給服事牠的奴僕喘息,反倒,即使他做了許多、服事主人的命令、為牠取得所慾之物,仍不斷被驅向更多。
Another such master is covetousness, providing no respite to its slave, but, even if he works much, serving the commands of the master, and acquiring for him what is according to his desire, is ever driven on toward more.
1:497
Καὶ τὰ ἄλλα πάντα, ὅσα διὰ κακίας ἐνεργεῖται, τυράννων καὶ δεσποτῶν ἐστιν ἀπαρίθμησις, οἷς δουλεύων τις, κἂν διεξεληλυθὼς τύχῃ τὸ ὕδωρ
其餘一切,凡藉惡所行的,都是暴君與主人的清單;凡服事它們之人,縱然碰巧過了水——
And all the rest, whatever is worked through vice, is an enumeration of tyrants and masters, serving whom one—even if he should chance to have passed through the water—
1:498
οὔπω κατά γε τὸν ἔμον λόγον τοῦ μυστικοῦ ὕδατος ἔθιγεν, οὗ ἔργον ἐστὶν ἡ τῶν πονηρῶν τυράννων ἀπώλεια
照我所說,他仍未沾著那奧祕之水,這水的工作乃是毀滅那些邪惡的暴君。
has not yet, according to my account, touched the mystical water, whose work is the destruction of the wicked tyrants.
1:499
Ἀλλὰ πρὸς τὸ ἐφεξῆς τοῦ λόγου πάλιν προέλθωμεν
但讓我們再進到論述以下的部分。
But let us again proceed to what follows in the discourse.
1:500
Ὁ γὰρ διελθὼν τὸ νοηθὲν ἡμῖν πέλαγος καὶ ἰδὼν ἐν αὐτῷ νεκρὸν τὸν θεωρηθέντα τοῦτον Αἰγύπτιον, οὐκέτι πρὸς Μωϋσέα μόνον ὁρᾷ τὸν τῆς ἀρετῆς ῥαβδοῦχον, ἀλλὰ πιστεύει μὲν κατὰ τὸ προηγούμενον τῷ Θεῷ, καθὼς ὁ τῆς ἱστορίας λόγος φησί, πείθεται δὲ καὶ τῷ θεράποντι αὐτοῦ Μωϋσεῖ, ὃ καὶ νῦν βλέπομεν παρὰ τῶν ἀληθῶς τὸ ὕδωρ περαιουμένων γινόμενον, οἳ τῷ Θεῷ ἑαυτοὺς ἀναθέντες καὶ τοῖς θεραπεύουσι διὰ τῆς ἱερωσύνης τὸ Θεῖον πείθονται καὶ ὑπείκουσι, καθώς φησιν ὁ Ἀπόστολος
因為凡已過了我們所說之海、並看見我們所默觀的那埃及人死在其中之人,便不再單仰望摩西、那德行的執杖者,乃是首要地信靠神——正如歷史的話所說——並且也信服祂的僕人摩西;這事即使如今,我們也看見在那些真正過水之人中發生:他們既將自己獻給神,也信服、順從那些藉祭司職分服事神者,正如使徒所說。
For he who has passed through the sea we have spoken of, and has seen the Egyptian we contemplated dead in it, no longer looks toward Moses alone, the rod-bearer of virtue, but believes, as the primary thing, in God—as the word of the history says—and is persuaded also by His servant Moses; which even now we see coming to pass among those who truly cross the water, who, having dedicated themselves to God, are also persuaded by and yield to those who minister to the Divine through the priesthood, as the Apostle says.
1:501
Ὁδὸς μετὰ τὴν θάλασσαν τριῶν ἡμερῶν διαδέχεται, ἐν ᾗ κατά τινα τόπον στρατοπεδεύσασιν ἄποτον παρὰ τὴν πρώτην ὑπὸ πικρίας τὸ εὑρεθὲν ὕδωρ ἐφάνη
過海之後,接著是三日的路程;在這路程中,他們在某地安營時,所找到的水起初因苦澀而顯為不可飲用。
After the sea, a journey of three days succeeds, in which, when they had encamped at a certain place, the water that was found appeared at first undrinkable through bitterness.
1:502
Ἀλλὰ τὸ ξύλον ἐντεθὲν προσηνὲς τοῖς διψῶσι τὸ ποτὸν ἀπειργάσατο
但那木頭一投入,就使那飲料對乾渴的人變得可口。
But the wood, when thrown in, made the drink agreeable to the thirsty.
1:503
Συμβαίνει τοῖς γινομένοις ἡ ἱστορία·
歷史與所發生之事相吻合;
The history coincides with what happens;
1:504
τῷ γὰρ καταλελοιπότι τὰς Αἰγυπτίας ἡδονάς, αἷς ἐδούλευε πρὶν διαβῆναι τὴν θάλασσαν, δύσληπτος καὶ ἀηδὴς ὁ βίος ὁ τῶν ἡδονῶν κεχωρισμένος παρὰ τὴν πρώτην δοκεῖ
因為對那已撇下埃及享樂之人——過海之前他原是被那些享樂所奴役的——那脫離了享樂的生命,起初顯得難以接受、令人不快。
for to the one who has left behind the Egyptian pleasures, to which he was enslaved before crossing the sea, the life separated from pleasures seems, at first, hard to take and unpleasant.
1:505
Ἀλλ' εἰ τὸ ξύλον ἐμβληθείη τῷ ὕδατι, τουτέστιν εἰ τὸ τῆς ἀναστάσεώς τις παραλάβοι μυστήριον, ὃ διὰ τοῦ ξύλου τὴν ἀρχὴν ἔσχε ( ξύλον δὲ ἀκούσας τὸν σταυρὸν πάντως ἐνόησας), τότε παντὸς γλυκάσματος τοῦ τὴν αἴσθησιν δι' ἡδονῆς γαργαλίζοντος γλυκύτερός τε καὶ ποτιμώτερος ὁ κατ' ἀρετὴν γίνεται βίος, τῇ ἐλπίδι τῶν μελλόντων ἐφηδυνόμενος
但若那木頭被投入水中——就是說,若有人領受了復活的奧祕,這奧祕乃藉那木頭得了開端(你一聽見「木頭」,必已明白是十字架)——那麼那合乎德行的生命,就比任何藉快樂搔弄知覺的甜味更甘甜、更可飲,因它被將來之事的盼望所甜化。
But if the wood be cast into the water—that is, if one takes up the mystery of the resurrection, which had its beginning through the wood (and hearing "wood" you certainly understood the cross)—then the life according to virtue becomes sweeter and more drinkable than any sweetness that tickles the sense through pleasure, being sweetened by the hope of things to come.
1:506
Ἡ δὲ ἐφεξῆς τῆς ὁδοιπορίας καταγωγή, φοίνιξι καὶ πηγαῖς ἁβρυνομένη, διαναπαύει τῶν ὁδοιπορούντων τὸν κόπον
旅途下一處的歇腳之地,因棕樹與泉源而豐美,使行路者的勞苦得享安歇。
And the next resting-place of the journey, made luxuriant with palm trees and springs, gives rest to the labor of the travelers.
1:507
Εἰσὶ δὲ δυοκαίδεκα μὲν αἱ τῶν ὑδάτων πηγαί, καθαροῦ τε καὶ ἡδίστου νάματος, ἑβδομήκοντα δὲ οἱ φοίνικες, εὐμεγέθεις τε καὶ ὑψίκομοι, τοῦ χρόνου τὰ δένδρα πρὸς ὕψος ἄραντος
那水泉有十二處,其水流純淨而極甘美;棕樹有七十棵,高大而樹冠崇茂,因歲月把這些樹拔向了高處。
And the springs of waters are twelve, of pure and most pleasant stream, and the palm trees seventy, well-grown and lofty-crowned, time having raised the trees to a height.
← 上一段下一段 →
1

新的原文誦讀上線時通知我

每次有新章節誦讀影片就寄一封信。採雙重確認,隨時可一鍵取消。