📜 Verbum · 聖言
原文誦讀聖經與教父文獻

← 回書卷目次 · 希臘教父 › 論人的受造

尼撒的貴格利

論人的受造 第 1 章 第 2/7 段

希臘文原文.160 節.部分字詞可點開查義.本章太長已分段,此段為 1:161–1:320(全章共 1100 節)

← 上一段下一段 →
1:161
δὲ τελεία ἐν σώματι ζωὴ ἐν τῇ λο γικῇ, τῇ ἀνθρωπίνῃ λέγω, καθορᾶται φύσει, τρεφο μένη τε καὶ αἰσθανομένη, καὶ λόγου μετέχουσα, καὶ νῷ διοικουμένη
然而身體中完全的生命,乃見於理性的本性——我是指人的本性——它既得滋養、有知覺,又分享理性,並受心智的治理。
But the perfect bodily life is seen in the rational nature—I mean the human—which is nourished, perceives, partakes of reason, and is governed by mind.
1:162
Γένοιτο δ' ἂν ἡμῖν τοιαύτη τις τοῦ λόγου διαίρεσις·
我們按理性對這題目所作的劃分,大概可以如下:
And the division of our subject by reason might be made by us somewhat as follows:
1:163
Τῶν ὄντων τὸ μέν τι νοητὸν, τὸ δὲ σωματικὸν πάντως ἐστίν
在一切存在之物中,有一類完全是智性的(可理解的),另一類則是物質的(有形體的)。
Of existing things, one part is altogether intelligible, the other corporeal.
1:164
Ἀλλὰ τοῦ μὲν νοητοῦ παρείσθω νῦν πρὸς τὰ οἰκεῖα τομή·
但我們現今暫且擱下對智性之物按其各類所作的細分;
But let us now set aside the subdivision of the intelligible into its proper kinds;
1:165
Τοῦ δὲ σωματικοῦ τὸ μὲν ἄμοιρον καθόλου ζωῆς, τὸ δὲ μετέχει ζωτικῆς ἐνεργείας
至於有形體之物,其一全無生命之分,其一則分享生命的活動。
of the corporeal, one part is wholly without share in life, while the other partakes of vital activity.
1:166
Πάλιν τοῦ ζωτικοῦ σώματος τὸ μὲν αἰσθήσει συζῇ, τὸ δὲ ἀμοιρεῖ τῆς αἰσθήσεως
再者,在有生命的身體中,其一具有感官而活,其一則沒有感官。
Again, of the living body, one part lives together with sensation, while the other has no share in sensation.
1:167
Εἶτα τὸ αἰσθητικὸν τέμνεται πάλιν εἰς λογικόν τε καὶ ἄλογον
接著,有感官的又分為理性的與無理性的。
Then the sensitive is again divided into rational and irrational.
1:168
εἶθ' οὕτως ἐπάγει τῶν κατ' αἴσθησιν διοικουμένων τὴν γένεσιν
摩西就是這樣引出那些受感官支配之活物的生成次序。
And so in this way he introduces the genesis of the beings that are governed by sensation.
1:169
Καὶ ἐπειδὴ κατὰ τὴν αὐτὴν ἀκολουθίαν τῶν διὰ σαρκὸς τὴν ζωὴν εἰληχότων τὰ μὲν αἰσθητικὰ, καὶ δίχα τῆς νοερᾶς φύσεως ἐφ' ἑαυτῶν εἶναι δύ ναται, τὸ δὲ λογικὸν οὐκ ἂν ἑτέρως γένοιτο ἐν σώ ματι, εἰ μὴ τῷ αἰσθητῷ συγκραθείη·
既然按著這同一的次序,在那些藉肉身得著生命之物中,有感官的能夠脫離智性的本性而獨自存在,而理性的卻必須與有感官的相融合,否則就不能在身體裡產生,
And since, according to this same sequence, among the things that have received life through the flesh the sensitive ones are able to exist by themselves even apart from the intellectual nature, whereas the rational could not otherwise come to be in a body unless it were blended with the sensitive,
1:170
διὰ τοῦτο τελευ ταῖος μετὰ τὰ βλαστήματα καὶ τὰ βοτὰ κατεσκευά σθη ἄνθρωπος, ὁδῷ τινι πρὸς τὸ τέλειον ἀκολούθως προϊούσης τῆς φύσεως
因此,在草木與牲畜之後,人才最後被造,因為本性是循著某種有序的途徑,逐步趨向完全。
for this reason man was fashioned last, after the plants and the cattle, since nature was advancing by a certain ordered path toward perfection.
1:171
Τρέφεται μὲν γὰρ κατὰ τὸ φυσικὸν τῆς ψυχῆς εἶδος·
原來人按著靈魂中生長性(植物性)的形態而得滋養;
For he is nourished according to the natural (vegetative) form of the soul;
1:172
τῇ δὲ αὐξητικῇ δυνάμει αἰσθητικὴ προσ εφύη, μέσως ἔχουσα κατὰ τὴν ἰδίαν φύσιν τῆς τε νοερᾶς καὶ τῆς ὑλωδεστέρας οὐσίας·
在生長的能力之上又增添了感官的能力,它按其本性居中,介乎智性的與較為物質的本質之間,
and to the augmentative power the sensitive was joined, holding by its own nature a middle place between the intellectual and the more material substance,
1:173
τοσούτῳ παχυ μερεστέρα ταύτης, ὅσῳ καθαρωτέρα ἐκείνης
它比智性的更為粗糙,正如它比物質的更為純淨。
being as much grosser than the latter as it is purer than the former.
1:174
Εἶτά τις γίνεται πρὸς τὸ λεπτὸν καὶ φωτοειδὲς τῆς αἰσθη τικῆς φύσεως τῆς νοερᾶς οὐσίας οἰκείωσίς τε καὶ ἀνάκρασις, ὡς ἐν τρισὶ τούτοις τὸν ἄνθρωπον τὴν σύστασιν ἔχειν·
於是智性的本質與感官本性中那精微、光明的成分之間,產生了某種親緣與交融,使人的組成存在於這三者之中;
Then there comes about a certain kinship and commingling of the intellectual substance with the subtle and luminous element of the sensitive nature, so that man has his constitution in these three;
1:175
καθὼς καὶ παρὰ τοῦ Ἀποστόλου τὸ τοιοῦτον ἐμάθομεν, ἐν οἷς πρὸς τοὺς Ἐφεσίους ἔφη, προσευχόμενος αὐτοῖς τὴν ὁλοτελῆ χάριν τοῦ σώμα τος, καὶ τῆς ψυχῆς, καὶ τοῦ πνεύματος ἐν τῇ παρ ουσίᾳ τοῦ Κυρίου φυλαχθῆναι, ἀντὶ τοῦ θρεπτικοῦ μέρους τὸ σῶμα λέγων, τὸ δὲ αἰσθητικὸν τῇ ψυχῇ διασημαίνων, τὸ νοερὸν δὲ τῷ πνεύματι
正如我們從使徒(保羅)所學到的;他向以弗所人說,為他們祈求願身體、靈魂和靈的全備恩典,在主來臨的時候得蒙保守——他以「身體」指那滋養的部分,以「靈魂」表明有感官的部分,以「靈」表明智性的部分。
even as we have learned this very thing from the Apostle, where he says to the Ephesians, praying for them that the complete grace of body, of soul, and of spirit might be preserved at the coming of the Lord—calling the body the nutritive part, indicating the sensitive by the soul, and the intellectual by the spirit.
1:176
Ὡσαύτως καὶ τὸν γραμματέα διὰ τοῦ Εὐαγγελίου παιδεύει Κύριος, πάσης ἐντολῆς προτιθέναι τὴν εἰς Θεὸν ἀγά πην, τὴν ἐξ ὅλης καρδίας καὶ ψυχῆς καὶ διανοίας ἐν εργουμένην
主在福音書中也照樣教導那文士,要把愛神之心置於一切誡命之上,這愛乃是盡心、盡性、盡意而成全的。
In like manner the Lord also, in the Gospel, instructs the scribe to set before every commandment the love toward God, which is wrought out of the whole heart and soul and mind.
1:177
Καὶ γὰρ ἐνταῦθα τὴν αὐτὴν δοκεῖ μοι διαφορὰν ἑρμηνεύειν λόγος, τὴν μὲν σωματι κωτέραν κατάστασιν καρδίαν εἰπὼν, ψυχὴν δὲ τὴν μέσην, διάνοιαν δὲ τὴν ὑψηλοτέραν φύσιν, τὴν νοεράν τε καὶ ποιητικὴν δύναμιν, Ὅθεν καὶ τρεῖς διαφορὰς προαιρέσεως Ἀπόστολος οἶδε, τὴν μὲν σαρκικὴν κατονομάζων, περὶ γαστέρα καὶ τὰς περὶ ταύτην ἡδυπαθείας ἠσχόληται·
因為在這裡,經文在我看來也是在闡釋同樣的區分:把較屬身體的狀態稱為「心」,把居中的稱為「性(魂)」,把較高的本性,即智性與創造的能力,稱為「意(思想)」。因此使徒(保羅)也知道有三種意向的差別:他把其一稱為屬肉體的,這是專注於肚腹及與此相關的逸樂的;
For here too the text seems to me to interpret the same distinction, calling the more bodily condition the heart, the soul the intermediate, and the mind the higher nature—the intellectual and creative power. Hence the Apostle too knows of three differences of disposition: he names the one carnal, which is occupied with the belly and the pleasures connected with it;
1:178
τὴν δὲ ψυχικὴν, μέσως πρὸς ἀρετὴν καὶ κακίαν ἔχει, τῆς μὲν ὑπερανεστῶσα, τῆς δὲ καθαρῶς οὐ μετέχουσα·
另一是屬魂的,它介乎美德與罪惡之間,雖高過罪惡,卻未能純全地分享美德;
the other psychical (animate), which stands midway between virtue and vice, being raised above the latter, yet not purely partaking of the former;
1:179
τὴν δὲ πνευματικὴν, τὸ τέλειον ἐνθεωρεῖ τῆς κατὰ Θεὸν πολιτείας
第三是屬靈的,它注視那照神而活之生命的完全。
and the third spiritual, which beholds the perfection of life lived according to God.
1:180
ἑτέρωθι δὲ σύγκρισίν τινα τοῦ μέσου πρὸς τὸ τέλειον ποιούμενος, λέγει·
在另一處,他把居中的與完全的作了一番比較,說:
And in another place, making a certain comparison of the intermediate with the perfect, he says:
1:181
Ψυχικὸς δὲ ἄνθρωπος οὐ δέχεται τὰ τοῦ πνεύματος·
「屬魂的人不領受神的靈的事;
"The natural (psychical) man receives not the things of the Spirit;
1:182
δὲ πνευ ματικὸς ἀνακρίνει μὲν πάντα, αὐτὸς δὲ ὑπ' οὐδενὸς ἀνακρίνεται. Ὡς οὖν ἀναβέβηκεν ψυχικὸς τὸν σαρκικὸν, κατὰ τὴν αὐτὴν ἀναλογίαν καὶ πνευματικὸς τούτου ὑπερανέστηκεν
惟有屬靈的人能參透萬事,自己卻不被人參透。」既然屬魂的人已超越屬肉體的人,照同樣的比例,屬靈的人也超越屬魂的人。
but the spiritual man judges all things, while he himself is judged of no one." As, then, the psychical man has risen above the carnal, so by the same analogy the spiritual man stands above the latter.
1:183
Εἰ οὖν τελευταῖον μετὰ πᾶν ἔμψυχον Γραφὴ γεγενῆσθαι λέγει τὸν ἄνθρωπον, οὐδὲν ἕτερον φιλοσοφεῖ τὰ περὶ ψυχῆς ἡμῖν νομο θέτης, ἐπ' ἀναγκαίᾳ τινὶ τῇ τάξεως ἀκολουθίᾳ τὸ τέ λειον ἐν τελευταίοις βλέπων
那麼,如果聖經說人是最後被造的,在一切有生命之物之後,這位立法者(摩西)所作的,無非是向我們講論關於靈魂的哲理,藉著次序某種必然的連貫,使我們看見完全者居於末後。
If, then, Scripture says that man was made last, after every living creature, the lawgiver is doing nothing else than philosophizing to us concerning the soul, beholding the perfect among the last by a certain necessary consequence of order.
1:184
Ἐν μὲν γὰρ τῷ λογικῷ καὶ τὰ λοιπὰ περιείληπται·
因為在理性之中,其餘各部分也都包含在內;
For in the rational the other parts also are comprehended;
1:185
ἐν δὲ τῷ αἰσθητικῷ καὶ τὸ φυσικὸν εἶδος πάντως ἐστίν
而在有感官的之中,生長性(植物性)的形態也必然存在。
and in the sensitive the natural (vegetative) form is altogether present.
1:186
Ἐκεῖνο δὲ περὶ τὸ ὑλικὸν θεωρεῖται μόνον
惟有那生長性的,只見於與物質相關之物。
But that latter is observed only in connection with the material.
1:187
Οὐκοῦν εἰκότως, καθάπερ διὰ βαθμῶν φύσις, τῶν τῆς ζωῆς λέγω ἰδιωμάτων, ἀπὸ τῶν μικροτέ ρων ἐπὶ τὸ τέλειον ποιεῖται τὴν ἄνοδον
因此理當如此:本性彷彿循著階梯——我是指生命的種種特性——從較低的逐步上升到完全的。
Rightly, therefore, as if by steps—I mean the properties of life—nature makes its ascent from the lower to the perfect.
1:188
Ἐπειδὴ τοίνυν λογικόν τι ζῶόν ἐστιν ἄνθρωπος, κατάλληλον ἔδει τῇ χρείᾳ τοῦ λόγου κατασκευασθῆναι τὸ τοῦ σώματος ὄργανον
既然人是有理性的活物,他身體的器官就必須造得適合理性(言語)的運用。
Since, then, man is a rational living being, the instrument of his body had to be fashioned in a manner suitable to the use of reason (speech).
1:189
Καθάπερ τοὺς μουσικοὺς ἔστιν ἰδεῖν πρὸς τὸ τῶν ὀργάνων εἶδος τὴν μουσικὴν ἑκπονοῦντας, καὶ οὔτε διὰ βαρβίτων αὐλοῦντας, οὔτε ἐν αὐλοῖς κιθαρίζοντας·
正如人可以看見樂師按樂器的種類來演奏音樂,既不在弦琴上吹笛,也不在笛子上彈弦;
Just as one may see musicians practicing their music in accordance with the kind of instrument, neither playing the flute on lyres nor strumming the strings on flutes;
1:190
κατὰ τὸν αὐτὸν τρόπον ἔδει τῷ λόγῳ κατάλληλον εἶναι τὴν τῶν ὀργάνων κατα σκευὴν, ὡς ἂν προσφυῶς ἐνηχοίη πρὸς τὴν τῶν ῥη μάτων χρείαν ὑπὸ τῶν φωνητικῶν μορίων τυπούμενος
照樣,器官的構造也必須適合理性(言語),好使它受發聲部位的塑造,恰當地發聲,以供言語之用。
in the same way the construction of the organs had to be suited to reason (speech), so that, being shaped by the vocal parts, it might fittingly resound for the use of words.
1:191
Εἰ γὰρ καὶ μυρίας ἔστιν ἀπαριθμήσασθαι τὰς κατὰ τὸν βίον χρείας, πρὸς ἃς τὰ εὐμήχανα ταῦτα καὶ πολυαρκῆ τῶν χειρῶν ὄργανα χρησίμως ἔχει πρὸς πᾶσαν τέχνην καὶ πᾶσαν ἐνέργειαν, τὸν κατὰ πόλεμόν τε καὶ εἰρή νην εὐαφῶς μετιόντα·
因為,縱然人能數算出生活中無數的用途,使這雙巧妙而多能的器官,就是手,對一切技藝、一切活動都有用,能靈巧地處理戰時與平時的事務——
For even if one could enumerate countless uses in life for which these well-contrived and versatile instruments, the hands, are serviceable in every art and every activity—for one who handles deftly the affairs of war and of peace—
1:192
ἀλλὰ καὶ πρὸ τῶν ἄλλων δια φερόντως τοῦ λόγου χάριν προσέθηκεν αὐτὰς φύσις τῷ σώματι
然而,本性把手加在身體上,最主要、超乎其他一切的,乃是為了理性(言語)的緣故。
yet above all the rest it was especially for the sake of reason (speech) that nature added them to the body.
1:193
Εἰ γὰρ ἄμοιρος τῶν χειρῶν ἄνθρωπος ἦν, πάντως ἂν αὐτῷ καθ' ὁμοιότητα τῶν τετραπόδων καταλλήλως τῇ τῆς τροφῆς χρείᾳ διεσκεύαστο τοῦ προσώπου τὰ μόρια, ὥστε προμήκη τε τὴν μορφὴν εἶναι, καὶ ἐπὶ μυκτῆρας ἀπολεπτύνεσθαι, καὶ προ βεβλῆσθαι τὰ χείλη τοῦ στόματος τυλώδη καὶ στα θερὰ, καὶ παχέα, πρὸς τὴν ἀναίρεσιν τῆς πόας ἐπι τηδείως ἔχοντα, ἐγκεῖσθαι δὲ τοῖς ὀδοῦσι τὴν γλῶσσαν ἄλλην·
因為人若沒有手,他面部的器官就必定會像四足獸那樣,安排得適合進食的需要——以致臉形拉長,向鼻孔處變尖,口唇向外突出,又厚又硬又粗,便於啃食青草;齒間還會嵌著另一種舌頭,
For if man had been without hands, the parts of his face would certainly have been arranged, like those of the quadrupeds, to suit the need of feeding—so that the shape would be elongated, tapering toward the nostrils, and the lips of the mouth would project, being callous, firm, and thick, well fitted for cropping the grass; and a different tongue would lie among the teeth,
1:194
τινὰ τοιαύτην, πολύσαρκον, καὶ ἀντιτυπῆ καὶ τραχεῖαν, καὶ συγκατεργαζομένην τοῖς ὀδοῦσι τὸ ὑπὸ τὸν ὀδόντα γινόμενον·
就是那樣的舌頭——多肉、堅韌而粗糙,與牙齒一同處理落在齒下之物;
some such tongue—fleshy, resistant, and rough—working together with the teeth on whatever comes under the tooth;
1:195
ὑγράν τε καὶ δια κεχυμένην κατὰ τὰ πλάγια, οἵα τῶν κυνῶν τε καὶ τῶν λοιπῶν τῶν ὠμοβόρων ἐστὶ, τῷ καρχάρῳ τῶν ὀδόντων μεταξὺ τῶν διαστημάτων ἐνδιαῤῥέουσα
或是潤濕而向兩側鋪展的,如同犬類和其他食肉動物的舌頭,在牠們鋸齒般的牙縫之間流動。
or else moist and spread out along the sides, such as is that of dogs and of the other carnivores, flowing in between the gaps of their jagged teeth.
1:196
Εἰ οὖν μὴ παρῆσαν αἱ χεῖρες τῷ σώματι, πῶς ἂν ἔναρ θρος τούτῳ ἐνετυπώθη φωνὴ, τῆς κατασκευῆς τῶν κατὰ τὸ στόμα μορίων οὐ συνδιασχηματιζομένης πρὸς τὴν χρείαν τοῦ φθόγγου; ὡς ἐπάναγκες εἶναι βλη χᾶσθαι πάντως, μηκάζειν, ὑλακτεῖν, χρεμετί ζειν τὸν ἄνθρωπον, βουσὶν, ὄνοις βοᾷν παραπλή σιον, τινα θηριώδη μυκηθμὸν ἀφιέναι
那麼,倘若身體沒有手,當口部各器官的構造未被塑造成適於發聲時,分明的言語又怎能印在它上面呢?以致人勢必只能咩咩地叫,或是嘶鳴,或是吠叫,或是嘶喊,或像牛驢般鳴叫,或發出某種野獸般的吼聲。
If, then, the hands had not been present to the body, how could articulate speech have been impressed upon it, when the structure of the parts of the mouth was not shaped to suit the need of utterance? So that man would necessarily either bleat outright, or bray, or bark, or neigh, or cry like oxen or asses, or emit some beast-like bellowing.
1:197
Νυνὶ δὲ τῆς χειρὸς ἐντεθείσης τῷ σώματι, εὔσχολόν ἐστι τὸ στόμα τῇ ὑπηρεσίᾳ τοῦ λόγου
但事實上,既然手已被安置在身體上,口便得以閒暇,來服事理性(言語)。
But as it is, since the hand has been set in the body, the mouth is at leisure for the service of reason (speech).
1:198
Οὐκοῦν ἴδιον τῆς λογικῆς φύσεως αἱ χεῖρες ἀναπεφήνασιν, οὕτω τοῦ πλάστου διὰ τούτων ἐπινοήσαντος τῷ λόγῳ τὴν εὐκολίαν
這樣,手便顯為理性本性所特有的標誌,因為造物主藉著手,為理性(言語)設想出便利。
Thus the hands have shown themselves to be proper to the rational nature, the Maker having through them devised facility for reason (speech).
1:199
Ὅτι ὀργανικὸν κατεσκευάσθη τοῦ ἀνθρώπου τὸ σχῆμα πρὸς τὴν τοῦ λόγου χρείαν
論到人的形體乃是被造成為理性(言語)所用的器官。
That the form of man was fashioned as an instrument for the use of reason (speech).
1:200
Ἐπειδὴ τοίνυν θεοειδῆ τινὰ χάριν τῷ πλάσματι ἡμῶν ποιήσας δεδώρηται, τῶν ἰδίων ἀγαθῶν ἐνθεὶς τῇ εἰκόνι τὰς ὁμοιότητας·
既然如此,我們的創造主已將某種神聖的恩典賜給我們所受造的形體,把祂自己美善之事的樣式安置在這形像之中;
Since, then, our Maker has bestowed upon our formation a certain godlike grace, implanting in the image the likenesses of His own good things;
1:201
διὰ τοῦτο τὰ μὲν λοιπὰ τῶν ἀγαθῶν ἔδωκεν ἐκ φιλοτιμίας τῇ ἀνθρωπίνῃ φύσει
因此,祂出於慷慨的厚賜,將其餘的諸般美善賜給了人的本性。
For this reason He gave the remaining good things to human nature out of His bountiful liberality.
1:202
Νοῦ δὲ καὶ φρονήσεως οὐκ ἔστι κυρίως εἰπεῖν ὅτι δέ δωκεν, ἀλλ' ὅτι μετέδωκε, τὸν ἴδιον αὐτοῦ τῆς φύσεως κόσμον ἐπιβαλὼν τῇ εἰκόνι
然而論到心智與悟性,嚴格說來不能說祂「賜下」,而當說祂「分授」,是將祂自己本性所固有的妝飾加在這形像之上。
But of mind and understanding it cannot properly be said that He gave them, but rather that He imparted them, bestowing upon the image the proper adornment of His own nature.
1:203
Ἐπεὶ οὖν νοερόν τι χρῆμα καὶ ἀσώματόν ἐστιν νοῦς, ἀκοινώνητον ἂν ἔσχε τὴν χάριν καὶ ἄμικτον, μὴ διά τινος ἐπινοίας φανερου μένης αὐτοῦ τῆς κινήσεως
既然心智乃是屬乎理智、非物質之物,倘若其運作不藉某種設計顯明出來,它的恩賜便將無從傳達、無法交通。
Now since the mind is something intellectual and incorporeal, its grace would have remained incommunicable and unmingled, were its motion not made manifest by some contrivance.
1:204
Τούτου χάριν τῆς ὀργανι κῆς ταύτης προσεδεήθη κατασκευῆς, ἵνα πλήκτρου δί κην τῶν φωνητικῶν μορίων ἁπτόμενος, διὰ τῆς ποιᾶς τῶν φθόγγων τυπώσεως ἑρμηνεύσῃ τὴν ἔνδοθεν κίνη σιν
為此緣故,它便需要這套器官構造,使它能像撥子撥弦一般撥動發聲的各部位,藉著對聲音所作的特定塑形,把內裡的運作詮釋出來。
For this cause it stood in need of this instrumental apparatus, so that—touching the vocal organs after the manner of a plectrum—it might, by the particular shaping of the sounds, interpret the inward motion.
1:205
Καὶ ὥσπερ τις μουσικῆς ἔμπειρος ὢν, ἂν ἰδίαν ἐκ πάθους μὴ ἔχοι φωνὴν, βουλόμενος δὲ φανερὰν ποιῆσαι τὴν ἐπιστήμην, ἀλλοτρίαις ἐμμελῳδοίη φω ναῖς, δι' αὐλῶν λύρας δημοσιεύων τὴν τέχνην·
正如一位精通音樂的人,若因某種病患而失去了自己的嗓音,卻仍想顯明他的技藝,便會藉別的聲音奏出樂曲,用笛或琴向眾人展現他的本事;
And just as a man skilled in music, if through some affliction he should have no voice of his own, yet wishing to make his knowledge manifest, might make melody with the voices of others, publishing his art by means of flutes or the lyre,
1:206
οὕτω καὶ ἀνθρώπινος νοῦς, παντοδαπῶν νοημάτων εὑρε τὴς ὢν, τῷ μὴ δύνασθαι διὰ σωματικῶν αἰσθήσεων ἐπαϊούσῃ τῇ ψυχῇ δεικνύειν τὰς τῆς διανοίας ὁρμὰς, καθάπερ τις ἁρμοστὴς ἔντεχνος, τῶν ἐμψύχων τού των ὀργάνων ἁπτόμενος, διὰ τῆς ἐν τούτοις ἠχῆς φανερὰ ποιεῖ τὰ κεκρυμμένα νοήματα
照樣,人的心智乃是各樣意念的發明者,因它無法將思維的衝動向那藉身體感官領受的靈魂顯示出來,便如一位巧妙的樂師撥動這些有生命的樂器,藉其中所發的聲音,把隱藏的意念顯明出來。
even so the human mind, being the discoverer of all manner of thoughts, since it cannot show the impulses of its reasoning to the soul (which perceives through the bodily senses) except thus, like a skilled performer lays hold of these living instruments and, through the sound produced in them, makes manifest its hidden thoughts.
1:207
Σύμμικτος δέ τις μουσικὴ περὶ τὸ ἀνθρώπινον ὄργανον αὐλοῦ καὶ λύρας, ὥσπερ ἐν συνῳδίᾳ τινὶ κατὰ ταὐτὸν ἀλλή λοις συμφθεγγομένων
環繞人這件樂器的音樂,乃是笛與琴的某種混合,彷彿在一種和聲中,二者同時彼此相和而齊鳴。
The music about the human instrument is a kind of blend of flute and lyre, as though in a single concord both sounded together in unison with one another.
1:208
Τὸ μὲν γὰρ πνεῦμα διὰ τῆς ἀρτηρίας, ἀπὸ τῶν πνευματοδόχων ἀγγείων ἀνωθού μενον, ὅταν ὁρμὴ τοῦ φθεγγομένου πρὸς φωνὴν τονώσῃ τὸ μέρος, ταῖς ἔνδοθεν προσαρασσόμενον προσ βολαῖς, αἳ κυκλοτερῶς τὸν αὐλοειδῆ τοῦτον διειλήφασι πόρον, μιμεῖταί πως τὴν διὰ τοῦ αὐλοῦ γινομένην φω νὴν, ταῖς ὑμενώδεσιν ἐξοχαῖς ἐν κύκλῳ περιδονούμενον
原來氣息從盛氣的器官藉著氣管被推送上來,每當說話者的衝動把那部位緊繃以發聲時,氣息便衝擊那環繞這笛狀通道四周的內裡突起,藉那些膜狀的隆起在圓周間迴旋鼓動,便彷彿模擬出笛子所發的聲音。
For the breath, driven up through the windpipe from the vessels that receive the air, whenever the impulse of the speaker tenses that part for utterance, striking against the inward projections that encircle this flute-like passage, in some way imitates the sound made by the flute, being whirled round in a circle by the membranous ridges.
1:209
Ὑπερῴα δὲ τὸν κάτωθεν φθόγγον ἐκδέχεται τῷ κατ' αὐτὴν κενώματι, διδύμοις αὐλοῖς τοῖς ἐπὶ τοὺς μυκτῆ ρας διήκουσι, καὶ οἷον λεπίδων τισὶν ἐξοχαῖς τοῖς περὶ τὸν ἠθμὸν χόνδροις τὴν φωνὴν περισχίζουσα, γεγωνο τέραν τὴν ἠχὴν ἀπεργάζεται
上顎則藉其凹處承接由下而上的聲音,並藉那通向鼻孔的雙重管道,又彷彿在篩骨周圍軟骨那鱗片似的突起上把聲音分散,使迴響更為宏亮。
The palate receives the sound from below in the hollow at its place, by means of the twin channels that reach to the nostrils; and, splitting the voice as it were upon the scale-like projections of the cartilages about the sieve-bone, it renders the sound more resonant.
1:210
Παρειὰ δὲ, καὶ γλῶσσα, καὶ περὶ τὸν φάρυγγα διασκευὴ, καθ' ἣν ἀνθε ρεὼν ὑποχαλᾶται κοιλαινόμενος, καὶ ὀξυτονῶν ἐπιτεί νεται·
還有面頰、舌頭,以及咽喉周圍的整套機制——藉此下頦或鬆弛凹陷,或繃緊提高音調——
The cheek, the tongue, and the whole arrangement about the throat—whereby the chin is relaxed and hollowed, or tensed and raised to a higher pitch—
1:211
ταῦτα πάντα τὴν ἐν ταῖς νευραῖς τοῦ πλή κτρου κίνησιν ὑποκρίνεται ποικίλως καὶ πολυτρόπως, ἐπὶ καιροῦ σὺν πολλῷ τῷ τάχει μεθαρμόζοντα πρὸς τὴν χρείαν τοὺς τόνους
這一切都以多樣而多端的方式,模仿撥子在琴弦上的動作,在需要時以極大的迅捷將各樣音調調整到合用的地步。
all these mimic, in varied and manifold ways, the motion of the plectrum upon the strings, adjusting the tones to the need at the right moment with great swiftness.
1:212
Χειλέων δὲ διαστολὴ καὶ ἐπίμυσις ταὐτὸν ποιεῖ τοῖς διὰ τῶν δακτύλων ἐπιλαμ βάνουσι τοῦ αὐλοῦ τὸ πνεῦμα, καὶ τὴν ἁρμονίαν τοῦ μέλους
嘴唇的開合所成就的,正如那些用手指按住笛孔以調節氣息、奏出旋律和聲之人所作的一樣。
The opening and closing of the lips does the same thing as those who with their fingers stop the breath of the flute and produce the harmony of the melody.
1:213
Ὅτι διὰ τῶν αἰσθήσεων νοῦς ἐνεργεῖ
論心智乃是藉著感官而運作。
That the mind operates by means of the senses.
1:214
Οὕτω τοίνυν τοῦ νοῦ διὰ τῆς ὀργανικῆς ταύτης κατασκευῆς ἐν ἡμῖν μουσουργοῦντος τὸν λόγον, λογι κοὶ γεγόναμεν, οὐκ ἂν, ὡς οἶμαι, ἔχοντες τὴν τοῦ λό γου χάριν, εἰ τὸ βαρύ τε καὶ ἐπίπονον τῆς κατὰ τὴν βρῶσιν λατρείας τοῖς χείλεσι πρὸς τὴν χρείαν τοῦ σώματος ἐπορίζομεν
既然如此,心智藉著我們裡面這套器官構造奏出言語的樂章,我們便成了有理性的活物;我想,倘若我們把進食那沉重而勞苦的差事交給嘴唇來供應身體的需用,我們大概就不會擁有言語的恩賜了。
Thus, then, since the mind, by means of this instrumental construction within us, makes music of speech, we have become rational beings—though we should not, I think, have had the gift of reason, had we provided to the lips, for the body's need, the heavy and laborious service of taking in food.
1:215
Νυνὶ δὲ τὴν τοιαύτην λειτουρ γίαν αἱ χεῖρες εἰς ἑαυτὰς μετενέγκασαι, εὔθετον τῇ ὑπηρεσίᾳ τοῦ λόγου τὸ στόμα κατέλιπον
但如今,雙手既把這樣的差事接過去歸給自己,便使口得以空閒,適於擔當言語的職事。
But as it is, the hands, having taken over such service to themselves, have left the mouth free and well-suited for the ministry of speech.
1:216
μὲν πρὸς ἐργασίαν ἠχῆς, δὲ πρὸς ὑποδοχὴν τῶν ἔξωθεν νοημάτων, Καὶ οὐκ ἐπιμίγνυται πρὸς τὴν ἑτέραν ἄλλη, ἀλλὰ παρα μένει τῇ ἐνεργείᾳ, ἐφ' ἐτάχθη παρὰ τῆς φύσεως, οὐκ ἐνοχλοῦσα τῇ γείτονι, οὔτε τῆς ἀκοῆς λαλούσης, οὔτε τῆς φωνῆς ἀκουούσης
一者用以發聲,另一者用以接收外來的意念;二者的功用彼此不相混雜,乃是各守其本性所派定的職分,互不攪擾相鄰者——聽覺不說話,發聲也不聽。
The one is for the production of sound, the other for the reception of thoughts from without; and the one function is not mixed up with the other, but each abides at the activity to which it was appointed by nature, not interfering with its neighbor—neither does the hearing speak, nor the voice hear.
1:217
μὲν γὰρ ἀεί τι πάν τως προΐεται, δὲ ἀκοὴ δεχομένη διηνεκῶς οὐκ ἐμπίμ πλαται, καθώς φησί που Σολομών·
原來發聲的總是不斷有所傾吐,而聽覺雖不住地領受,卻永不滿足,正如所羅門在某處所說的:「耳聽,不足。」
For the one is always pouring something forth, while the hearing, continually receiving, is never filled, as Solomon says somewhere: "The ear is not satisfied with hearing."
1:218
μοι δοκεῖ καὶ μάλιστα τῶν ἐν ἡμῖν ἄξιον εἶναι καὶ θαυμάζεσθαι·
在我看來,這在我們裡面實在是最值得驚奇讚嘆的事之一。
And this seems to me to be one of the things in us most worthy to be marveled at.
1:219
πάντα συῤῥεῖ τὰ διὰ τῆς ἀκοῆς εἰσχεόμενα; τίνες οἱ ὑπομνηματογράφοι τῶν εἰσαγομένων ἐν αὐτῇ λόγων; καὶ ποῖα δοχεῖα τῶν ἐντιθεμένων τῇ ἀκοῇ νοημάτων; καὶ πῶς, πολλῶν καὶ παντοδαπῶν ἀλλήλοις ἐπεμβαλλο μένων, σύγχυσις καὶ πλάνη κατὰ τὴν ἐπάλληλον θέσιν τῶν ἐγκειμένων οὐ γίνεται; Τὸ ἴσον δ' ἄν τις καὶ ἐπὶ τῆς τῶν ὄφεων ἐνεργείας θαυμάσειεν
那一切藉聽覺灌入的,究竟匯流到何處?將進到其中的言語記錄下來的書記又是誰?存放於聽覺中的意念的容器是甚麼?又怎能在許多各樣的事物層層投入之際,竟不致因所貯之物的接連堆置而生出混亂與謬誤?人也可對眼睛的運作同樣稱奇。
Whither flows together all that is poured in through the hearing? Who are the recorders of the words introduced into it? What are the receptacles of the thoughts deposited in the hearing? And how is it that, when many and varied things are thrown in one upon another, no confusion or error arises from the successive lodging of what is stored within? One might marvel equally at the activity of the eyes.
1:220
Ὁμοίως γὰρ καὶ διὰ τούτων νοῦς τῶν ἔξω τοῦ σώματος ἐπιδράσσεται, καὶ πρὸς ἑαυτὸν ἕλκει τῶν φαινομένων τὰ εἴδωλα, τοὺς χαρα κτῆρας τῶν ὁρατῶν ἐν ἑαυτῷ καταγράφων
因為照樣,心智也藉著眼目把身體以外之物把握住,將所顯現之物的影像吸引到自己這裡,把可見之物的形相鐫刻在自己裡面。
For likewise through these too the mind lays hold of the things outside the body, and draws to itself the images of what appears, inscribing within itself the characters of visible things.
1:221
Καὶ ὥσπερ εἴ τις πολύχωρος εἴη πόλις ἐκ διαφόρων εἰσόδων τοὺς πρὸς αὐτὴν συμφοιτῶντας εἰσδεχομένη, οὐκ ἐπὶ τὸ αὐτὸ κατά τι τῶν ἐν τῇ πόλει συνδραμόντες οἱ πάντες, ἀλλ' οἱ μὲν κατὰ τὴν ἀγορὰν, οἱ δὲ κατὰ οἰκήσεις, ἄλλοι κατὰ τὰς ἐκκλησίας, τὰς πλατείας, τοὺς στεν ωποὺς, τὰ θέατρα, κατὰ τὴν ἰδίαν ἕκαστος γνώμην μεταχωροῦσι·
又好比有一座寬廣的城,從不同的城門接納成群前來的人,眾人並不都奔向城中同一處,乃是有人往市集,有人往住宅,有人往會堂,或往大道、巷弄、戲院,各人照自己的心意各往一處——
And just as if there were some spacious city receiving from its various entrances those who throng to it, who do not all converge upon one and the same spot within the city, but some betake themselves to the marketplace, others to dwellings, others to the assemblies, or the broad streets, or the lanes, or the theatres, each moving off according to his own inclination—
1:222
τοιαύτην τινὰ βλέπω καὶ τὴν τοῦ νοῦ πόλιν τὴν ἔνδοθεν ἐν ἡμῖν συνῳκισμένην, ἢν διάφο ροι μὲν αἱ διὰ τῶν αἰσθήσεων εἴσοδοι καταπληροῦσιν·
我所看見那定居在我們裡面、心智的城,也正是這樣;各樣藉感官而來的入口將它充滿。
such, in some way, do I behold the city of the mind also, settled within us, which the various entrances through the senses fill up.
1:223
ἕκαστον δὲ τῶν εἰσιόντων φιλοκρινῶν τε καὶ δι εξετάζων νοῦς, τοῖς καταλλήλοις τῆς γνώσεως τό ποις ἐναποτίθεται
心智把每一樣進來之物加以分辨並仔細審察,便將它們安置在與之相應的知識處所之中。
And the mind, sifting and thoroughly examining each of the things that enter, deposits them in the places of knowledge that correspond to them.
1:224
Καὶ ὥσπερ ἐπὶ τοῦ κατὰ τὴν πόλιν ὑποδείγματος, ἔστι πολλάκις ὁμοφύλους τινὰς ὄντας καὶ συγγενεῖς μηδὲ τῆς αὐτῆς πύλης ἐντὸς γενέσθαι, ἄλλου κατ' ἄλλην εἴσοδον κατὰ τὸ συμβὰν εἰσδραμόντος, οὐδὲν δὲ ἧττον ἐντὸς τῆς περιβολῆς τοῦ τείχους γενόμενοι, πάλιν μετ' ἀλλήλων εἰσὶ, πρὸς ἀλλήλους οἰκείως ἔχοντες·
正如那城的譬喻所示,常有同族同宗的人,竟連同一道城門都未必由此進入,乃是各人偶然循不同的入口奔入;然而他們既都進到城牆的圈圍之內,便又再聚在一處,彼此熟識相親——
And just as in the illustration of the city, it is often the case that some who are of the same race and kindred do not even come within the same gate, one running in by one entrance, another by another as it chances; yet nonetheless, once within the circuit of the wall, they are again together, being on familiar terms with one another—
1:225
καὶ τὸ ἔμπαλιν ἔστιν εὑρεῖν γινόμενον·
人也可發現相反的情形:
and one may find the reverse also happening:
1:226
οἱ γὰρ ἀπεξενωμένοι τε καὶ ἄγνωστοι ἀλλήλων μιᾷ χρῶνται πρὸς τὴν πόλιν εἰσ όδῳ πολλάκις, ἀλλ' οὐ συνάπτει τούτους ἀλλήλοις κατὰ τὴν εἴσοδον κοινωνία·
因為那些彼此陌生、互不相識的人,往往使用同一個入口進城,但這共用的入口並不能使他們彼此相連;
for those who are strangers and unknown to one another often use one and the same entrance into the city, yet the common entry does not join these to one another;
1:227
δύνανται γὰρ καὶ ἐντὸς γενόμενοι διακριθῆναι πρὸς τὸ ὁμόφυλον·
因為他們即便進到城內,仍能照各自的同族關係而被分別開來。
for even after coming within, they are able to be separated according to their kinship.
1:228
τοιοῦτόν τι βλέπω καὶ ἐπὶ τῆς κατὰ τὸν νοῦν εὐρυχωρίας
我在心智的廣闊之中,也看見類似這樣的事。
Such a thing do I behold also in the spaciousness of the mind.
1:229
Πολ λάκις γὰρ καὶ ἐκ διαφόρων αἰσθητηρίων μία γνῶσις ἡμῖν συναγείρεται, τοῦ αὐτοῦ πράγματος πολυμερῶς πρὸς τὰς αἰσθήσεις μεριζομένου
因為同一件事物常以多重方式分達於各感官,於是一項單一的知識便從不同的感覺器官為我們匯集而成。
For often a single piece of knowledge is gathered for us from different sense-organs, the same object being distributed in manifold ways to the senses.
1:230
Πάλιν δ' αὖ τὸ ἐν αντίον, ἔστιν ἐκ μιᾶς τινος τῶν αἰσθήσεων πολλὰ καὶ ποικίλα μαθεῖν, οὐδὲν ἀλλήλοις κατὰ τὴν φύσιν
反過來說,也可能從某一個感官學得許多各樣、彼此本性上毫不相干的事物。
And again, conversely, it is possible to learn many and varied things from some one of the senses, things in no way akin to one another in nature.
1:231
οἷον ( κρεῖττον γὰρ ἐν ὑποδείγματι διασαφηνίσαι τὸν λόγον), προκείσθω ζητεῖσθαί τι περὶ χυμῶν ἰδιότητος, τί μὲν ἡδὺ πρὸς τὴν αἴσθησιν, τί δὲ φευκτὸν τοῖς γευομένοις ἐστίν
比方說(因為用例子把道理講明白更好),且設想要探究滋味的特性——甚麼是嚐起來令人愉悅的,甚麼是品嚐者所當避忌的。
For instance (since it is better to make the argument clear by an example), let it be proposed that something be inquired concerning the property of flavors—what is pleasant to the sense, and what is to be shunned by those who taste.
1:232
Οὐκοῦν εὑρέθη διὰ τῆς πείραςἤ τε τῆς χολῆς πικρότης, καὶ τὸ προσηνὲς τῆς κατὰ τὸ μέλι ποιότητος
如今藉著經驗,人已查知膽汁的苦與蜜所具之性質的甘美。
Now there has been discovered through experience both the bitterness of gall and the agreeableness of the quality belonging to honey.
1:233
Καὶ γὰρ ἰδών τις τὸ μέλι, καὶ τοῦ ὀνόματος ἀκούσας, καὶ τῇ γεύσει λαβὼν, καὶ τὸν ἀτμὸν διὰ τῆς ὀσφρήσεως ἐπιγνοὺς, καὶ τῇ ἀφῇ δοκιμάσας, τὸ αὐτὸ πρᾶγμα δι' ἑκάστου τῶν αἰσθητηρίων ἐγνώ ρισε
因為一個看見蜜、又聽見它名稱、又以味覺嚐過、又藉嗅覺辨出它的氣味、又用觸覺試驗過的人,乃是藉著每一個感覺器官認識了這同一件事物。
For one who has seen the honey, and heard its name, and taken it by taste, and recognized its scent through the sense of smell, and tested it by touch, has come to know the same object through each of the sense-organs.
1:234
Ποικίλα δὲ πάλιν καὶ πολυειδῆ διὰ μιᾶς τινος αἰσθήσεως διδασκόμεθα·
另一方面,我們也藉某一個單一的感官受教,認識各樣多端的事物:
And again, we are taught varied and manifold things through some single sense:
1:235
τῆς τε ἀκοῆς παντοίας δε χομένης φωνὰς, τῆς τε διὰ τῶν ὀφθαλμῶν ἀντι λήψεως ἀδιάκριτον ἐχούσης τὴν ἐνέργειαν ἐπὶ τῆς τῶν ἑτερογενῶν θεωρίας
聽覺領受各樣的聲音,而藉眼目所成的領會,在觀看各樣不同種類之物時,其運作並無分別。
the hearing receiving sounds of every kind, and the apprehension through the eyes having an undifferentiated activity in the contemplation of things of diverse kinds.
1:236
Ὁμοίως γὰρ λευκῷ τε προσπί πτει, καὶ μέλανι, καὶ πᾶσι τοῖς κατὰ τὸ ἐναντίον διεστῶσι τῷ χρώματι
因為它一視同仁地落在白上、也落在黑上,並落在一切在顏色上彼此對立相異之物上。
For it falls alike upon white and upon black, and upon all things that stand opposed to one another in color.
1:237
Οὕτως γεῦσις, οὕτως ὄσφρησις, οὕτως διὰ τῆς ἁφῆς κατανόησις, παντο δαπῶν πραγμάτων ἑκάστη διὰ τῆς οἰκείας ἀντιλή ψεως τὴν γνῶσιν ἐντίθησιν
味覺也是如此,嗅覺也是如此,藉觸覺而來的領會也是如此——各樣感官各藉其本有的領受方式,植入對各樣事物的知識。
So too the taste, so the smell, so the apprehension through touch—each implants the knowledge of all manner of things by means of its proper mode of apprehension.
1:238
Ὅτι ἀθεώρητος τοῦ ἀνθρώπου φύσις
論人的本性是不可被察透的。
That the nature of man is not to be contemplated (comprehended).
1:239
Τί τοίνυν ἐστὶ κατὰ τὴν ἑαυτοῦ φύσιν νοῦς, ἐν αἰσθητικαῖς δυνάμεσιν ἑαυτὸν ἐπιμερίζων, καὶ δι' ἑκάστης καταλλήλως τὴν τῶν ὄντων γνῶσιν ἀναλαμ βάνων; Ὅτι γὰρ ἄλλο τι παρὰ τὰς αἰσθήσεις ἐστὶν, οὐκ ἂν οἶμαί τινα τῶν ἐμφρόνων ἀμφιβάλλειν
那麼,心智按其自身的本性究竟是甚麼?它把自己分配於各樣感覺的能力,又藉各感官相應地領取對存在之物的知識。其實它乃是有別於諸感官的某物,我想凡明理之人都不會對此存疑。
What then, according to its own nature, is the mind—which distributes itself among the sensory faculties, and through each fittingly takes up the knowledge of the things that are? For that it is something other than the senses, I do not think any thoughtful person would doubt.
1:240
αὐτὸν εἶναι, μηδὲν δὲ ποικίλον ἐν τῷ ἀπλῷ θεωρεῖσθαι
它就是它自己,而在那單純者之中,並無任何複雜可被察覺。
that it is itself, and that nothing manifold is to be contemplated in that which is simple.
1:241
Νυνὶ δὲ πάντων συντιθεμένων, ἄλλο μέν τι τὴν ἁφὴν εἶναι, ἄλλο δὲ τὴν ὄσφρησιν, καὶ τῶν ἄλλων ὡσαύτως ἀκοινωνήτως τε καὶ ἀμίκτως πρὸς ἄλληλα διακειμένων, ἐπειδὴ κατὰ τὸ ἴσον ἑκά στῃ καταλλήλως πάρεστιν, ἕτερόν τινα πάντως αὐ τὸν χρὴ παρὰ τὴν αἰσθητὴν ὑποτίθεσθαι φύσιν, ὡς ἂν μή τις ποικιλία τῷ νοητῷ συμμιχθείη
但如今,既然萬物都是複合的——觸覺是一回事,嗅覺是另一回事,其餘的感官也照樣彼此不相交通、互不混雜——又因心智以同等而相應的份量臨在於每一個感官,那麼就必須斷定它是有別於可感本性的另一種事物,免得有任何複雜攙入那屬乎理智者之中。
But as it is, since all things are compounded—touch being one thing, smell another, and the rest likewise standing toward one another without communion and unmingled—since the mind is present in equal and corresponding measure to each, one must by all means suppose it to be something other than the sensible nature, lest any manifoldness be mingled with that which is intelligible.
1:242
Τίς ἔγνω νοῦν Κυρίου; φησὶν Ἀπόστολος
使徒說:「誰知道主的心?」
"Who has known the mind of the Lord?" says the Apostle.
1:243
Ἐγὼ δὲ παρὰ τοῦτό φημι, Τίς τὸν ἴδιον νοῦν κατενόησεν; Εἰπάτω σαν οἱ τοῦ Θεοῦ τὴν φύσιν ἐντὸς ποιούμενοι τῆς ἑαυ τῶν καταλήψεως, εἰ ἑαυτοὺς κατενόησαν; εἰ τοῦ ἰδίου νοῦ τὴν φύσιν ἐπέγνωσαν; Πολυμερής τίς ἐστι, καὶ πολυσύνθετος
但我要進一步說:誰曾察透自己的心智?讓那些把神的本性納入自己領悟範圍之內的人說說看:他們可曾察透自己?可曾認識自己心智的本性?難道它是多重而高度複合的麼?
But I, going beyond this, say: Who has comprehended his own mind? Let those who include the nature of God within the grasp of their own comprehension say whether they have comprehended themselves—whether they have come to know the nature of their own mind. Is it something manifold and much-compounded?
1:244
Καὶ πῶς τὸ νοητὸν ἐν συνθέσει; τίς τῆς τῶν ἑτερογενῶν ἀνακράσεως τρόπος; Ἀλλ' ἁπλοῦς καὶ ἀσύνθετος·
那麼,屬乎理智者怎能處於複合之中?又或,不同種類之物彼此攙和的方式是甚麼?然而它乃是單純而非複合的;
And how can the intelligible be in composition? Or what is the manner of the blending of things of diverse kinds? But it is simple and uncompounded;
1:245
καὶ πῶς εἰς τὴν πολυ μέρειαν τὴν αἰσθητικὴν διασπείρεται; πῶς ἐν μονό τητι τὸ ποικίλον; πῶς ἐν ποικιλίᾳ τὸ ἕν; Ἀλλ' ἔγνων τῶν ἠπορημένων τὴν λύσιν ἐπ' αὐτὴν ἀνα δραμὼν τοῦ Θεοῦ τὴν φωνήν·
那麼它又怎能被分散到感官的多重之中?多樣怎能存於單一?而單一又怎能存於多樣?然而我已找到這些難題的解答,就是回溯到神自己的話語:「
and how then is it scattered into the manifoldness of the senses? How is the manifold in unity? How is the one in manifoldness? But I have found the solution of these perplexities by running back to the very voice of God:
1:246
Ποιήσωμεν γὰρ, φη σὶν, ἄνθρωπον κατ' εἰκόνα καὶ καθ' ὁμοίωσιν ἡμετέ ραν. γὰρ εἰκὼν ἕως ἂν ἐν μηδενὶ λείπηται τῶν κατὰ τὸ ἀρχέτυπον νοουμένων, κυρίως ἐστὶν εἰκών·
祂說:『我們要照著我們的形像,按著我們的樣式造人。』因為形像只要在照原型所構想的一切之中毫無缺欠,就嚴格說是形像;
"Let us make man," He says, "according to Our image and according to Our likeness." For the image, so long as it is lacking in none of the things conceived to belong to the archetype, is properly an image;
1:247
καθ' δ' ἂν διαπέσῃ τῆς πρὸς τὸ πρωτότυπον ὁμοιό τητος, κατ' ἐκεῖνο τὸ μέρος εἰκὼν οὐκ ἔστιν
但凡它在某方面與原型的相似有所虧損,在那一部分上,它就不是形像。
but in whatever respect it falls short of the likeness to the prototype, in that part it is not an image.
1:248
Οὐ κοῦν ἐπειδὴ ἒν τῶν περὶ τὴν θείαν φύσιν θεωρουμέ νων ἐστὶ τὸ ἀκατάληπτον τῆς οὐσίας·
所以,既然論到神聖本性所當思想的事中,有一樣就是其本質的不可測透,
Therefore, since one of the things contemplated concerning the divine nature is the incomprehensibility of its essence,
1:249
ἀνάγκη πᾶσα καὶ ἐν τούτῳ τὴν εἰκόνα πρὸς τὸ ἀρχέτυπον ἔχειν τὴν μίμησιν
那麼形像在這一點上也必須具有對原型的摹效,這是絕對必然的。
it is of all necessity that in this respect also the image should have its imitation of the archetype.
1:250
Εἰ γὰρ μὲν τῆς εἰκόνος φύσις κατελαμ βάνετο, τὸ δὲ πρωτότυπον ὑπὲρ κατάληψιν ἦν·
因為倘若形像的本性是可被測透的,而原型卻是超乎測透的,
For if the nature of the image were comprehended, while the prototype were beyond comprehension,
1:251
ἐναντιότης τῶν ἐπιθεωρουμένων τὸ διημαρτημένον τῆς εἰκόνος διήλεγχεν
在其中所觀察到的種種相反之處,正暴露出這形像的失準。
the contrariety of the things observed in it exposed the failure of the image.
1:252
Ἐπειδὴ δὲ διαφεύγει τὴν γνῶσιν κατὰ τὸν νοῦν τὸν ἡμέτερον φύσις, ὅς ἐστι κατ' εἰκόνα τοῦ κτίσαντος, ἀκριβῆ πρὸς τὸ ὑπερκείμε νον ἔχει τὴν ὁμοιότητα, τῷ καθ' ἑαυτὸν ἀγνώστῳ χαρακτηρίζων τὴν ἀκατάληπτον φύσιν
然而,既然我們那按造物主形像而造的心智本性也逃脫了我們的認知,正是在這一點上,它與那超越萬有者有著精確的相似——它以自身的不可知性,刻畫出那不可理解之本性的特徵。
But since the nature of our mind, which is according to the image of its Creator, eludes knowledge, in this very respect it bears an exact resemblance to the One who transcends it, since by its own incomprehensibility it represents the character of that incomprehensible Nature.
1:253
Ἐξέτασις, ἐν τίνι τὸ ἡγεμονικὸν νομιστέον, ἐν καὶ περὶ δακρύων καὶ περὶ γέλωτος φυσιολο γία, καὶ θεώρημά τι φυσικὸν περὶ τῆς κατὰ τὴν ὕλην, καὶ τὴν φύσιν, καὶ τὸν νοῦν κοινωνίας
探究主導官能應安置於何處;其中亦含有關於眼淚與歡笑的生理說明,以及論物質、本性與心智三者相通的一番自然玄思。
An inquiry into where the ruling faculty is to be located; with which is also included a physiological account concerning tears and laughter, and a certain natural speculation concerning the communion of matter, nature, and mind.
1:254
Σιγάτω τοίνυν πᾶσα στοχαστικὴ ματαιολογία τῶν μορίοις τισὶ σωματικοῖς τὴν νοητὴν ἐναποκλειόντων ἐνέργειαν, ὧν οἱ μὲν ἐν καρδίᾳ τὸ ἡγεμονικὸν εἶναι τί θενται, οἱ δὲ τῷ ἐγκεφάλῳ τὸν νοῦν ἐνδιαιτᾶσθαί φα σιν, ἐπιπολαίοις τισὶ πιθανότησι τὰς τοιαύτας ἐπι νοίας κρατοῦντες
因此,讓那些把理智活動囚禁於某些肉體部位之人的一切臆測空談都靜默吧。他們當中有人把主導官能定位於心臟,有人卻說心智棲居於腦中,各憑一些膚淺的似是而非之說來撐持這類見解。
Let there be silence, then, from all the conjectural idle talk of those who shut up the intellectual activity within certain bodily parts; of whom some place the ruling faculty in the heart, while others say that the mind dwells in the brain, supporting such notions with certain superficial plausibilities.
1:255
μὲν γὰρ τῇ καρδίᾳ προστιθεὶς τὴν ἡγεμονίαν, τὴν κατὰ τόπον αὐτῆς θέσιν ποιεῖται τοῦ λόγου τεκμήριον, διὰ τὸ δοκεῖν πως τὴν μέσην τοῦ παντὸς σώματος ἐπέχειν χώραν αὐτὴν, ὡς τῆς προαιρετικῆς κινήσεως εὐκόλως ἐκ τοῦ μέσου πρὸς ἅπαν μεριζομένης σῶμα, καὶ οὕτως εἰς ἐνέργειαν προϊούσης
主張統御部分在心臟的人,便以心臟在身體中的居中位置作為其論點的證據;因為心臟似乎佔據著全身的中央地帶,彷彿出於自主意願的動作能輕易地從中央分佈到全身,並由此化為行動。
For he who assigns the supremacy to the heart makes its central position in the body the evidence of his argument, since the heart seems somehow to occupy the middle region of the whole body, as though the movement that proceeds from deliberate choice were easily distributed from the center to the entire body, and so passed into action.
1:256
Καὶ μαρτύριον ποιεῖται τοῦ λόγου τὴν λυπηράν τε καὶ θυμώδη τοῦ ἀνθρώπου διάθεσιν, ὅτι δοκεῖ πως τὰ τοιαῦτα πάθη συγκινεῖν τὸ μέρος τοῦτο πρὸς τὴν συμπάθειαν
他又以人在悲傷與憤怒時的狀態作為佐證,因為這類情感似乎都會牽動心臟這一部位,使之起共感的波動。
And he makes the sorrowful and the angry disposition of man a witness to his argument, because such passions seem somehow to stir this part into sympathetic motion.
1:257
Οἱ δὲ τὸν ἐγκέφαλον ἀφιεροῦν τες τῷ λογισμῷ, ὥσπερ ἀκρόπολίν τινα τοῦ παντὸς σώματος τὴν κεφαλὴν δεδομῆσθαι παρὰ τῆς φύσεως λέγουσιν·
至於那些把推理官能歸屬於腦的人,則說頭顱是由本性所建造、作為全身的一座衛城;
But those who consecrate the brain to the reasoning faculty say that the head has been built up by nature as a kind of citadel of the whole body;
1:258
ἐνοικεῖν δὲ ταύτῃ καθάπερ τινὰ βασιλέα τὸν νοῦν, οἷόν τισιν ἀγγελιαφόροις ὑπασπισταῖ, τοῖς αἰσθητηρίοις ἐν κύκλῳ δορυφορούμενον
而心智就像君王般居於其中,四周由各感官如同信使或衛兵一般環繞護衛。
and that the mind dwells in it like a king, guarded round about by the senses as by messengers or armor-bearers.
1:259
Σημεῖον δὲ καὶ οὗτοι τῆς τοιαύτης ὑπονοίας ποιοῦνται, τὸ παράγεσθαι τοῦ καθεστῶτος τὸν λογισμὸν τῶν κεκα κωμένων τὰς μήνιγγας, καὶ τὸ ἐν ἀγνοίᾳ τοῦ πρέ ποντος γίνεσθαι τοὺς ἐν μέθῃ καρηβαρήσαντας
這些人也以下面的現象作為其臆說的徵兆:凡腦膜受損的人,其推理便偏離正常狀態;而那些因醉酒而頭腦昏沉的人,便對合宜之事茫然無知。
And these too make a sign of such a supposition the fact that the reasoning of those whose meninges are injured is driven from its normal state, and that those whose heads are made heavy by drunkenness fall into ignorance of what is fitting.
1:260
Προστιθέασι δὲ καί τινας φυσικωτέρας αἰτίας τῆς τοιαύ της περὶ τὸ ἡγεμονικὸν ὑπονοίας ἑκάτερος τῶν ταύς ταῖς δόξαις παρισταμένων
持守這兩種意見的人,各自還為其對主導官能的這類臆說補充了一些更偏生理性的理由。
Each of those who maintain these opinions also adds certain more physical causes for such a supposition concerning the ruling faculty.
1:261
μὲν γὰρ πρὸς τὸ πυρῶδες συγγενῶς ἔχειν τὴν ἐκ τῆς διανοίας κίνησιν λέγει, διὰ τὸ ἀεικίνητον εἶναι καὶ τὸ πῦρ καὶ τὴν διάνοιαν
其一說,源自思維的活動與火的性質相親近,因為火與思維二者都是恆動不息的;
For the one says that the motion arising from the understanding is akin to the fiery element, on the ground that both fire and the understanding are ever in motion;
1:262
Καὶ ἐπειδὴ πηγάζειν ἐν τῷ μορίῳ τῆς καρδίας θερμότης ὁμολογεῖται·
並且,既然眾所公認熱是發源於心臟這一部位,
and since it is agreed that heat has its source in the region of the heart,
1:263
ἀνακε κρᾶσθαι λέγων, δοχεῖον τῆς νοερᾶς φύσεως τὴν καρ δίαν εἶναί φησιν, ἐν τὸ θερμὸν περιείληπται
他便主張二者相互交融,斷言心臟乃是理智本性的容器,熱也包含於其中。
saying that they are blended together, he declares that the heart is the receptacle of the intellectual nature, in which the heat is contained.
1:264
δὲ ἕτερος πᾶσι τοῖς αἰσθητηρίοις οἷον ὑποβάθραν τινὰ καὶ ῥίζαν εἶναι λέγει τὴν μήνιγγα ( οὕτω γὰρ ὀνο μάζουσι τὸν περιεκτικὸν τοῦ ἐγκεφάλου ὑμένα
另一人則說,腦膜(他們如此稱呼那包覆腦的薄膜)對一切感官而言,彷彿是某種基座與根柢;
But the other says that the meninx (for so they name the membrane that encloses the brain) is, as it were, a foundation and root for all the sense-organs;
1:265
καὶ τούτῳ πιστοῦνται τὸν ἴδιον λόγον, ὡς οὐχ ἑτέρωθι τῆς νοητικῆς ἐνεργείας καθιδρυμένης, εἰ μὴ κατ' ἐκεῖνο τὸ μέρος, καὶ τὸ οὖς ἐφηρμοσμένον τὰς ἐμπιπτού σας αὐτῷ φωνὰς προσαράσσει
他們便以此印證自己的論點:理智活動不安置於別處,唯獨在那一部位;耳朵也與之相連,把落入其中的聲音撞擊於它。
and by this they confirm their own argument, namely that the intellectual activity is seated nowhere else but in that part, to which also the ear is fitted, dashing against it the sounds that fall upon it.
1:266
Καὶ ὄψις κατὰ τὸν πυθμένα τῆς τῶν ὀφθαλμῶν ἕδρας συμπεφυκυῖα, διὰ τῶν ἐμπιπτόντων ταῖς κόραις εἰδώλων πρὸς τὸ ἔσω ποιεῖται τὴν τύπωσιν
視覺則在眼眶座底處與之相連,藉著落入瞳孔的影像,向內部造成印記。
And the sight, growing together at the base of the seat of the eyes, makes its impression inward by means of the images that fall upon the pupils.
1:267
Καὶ τῶν ἀτμῶν αἱ ποιότητες διὰ τῆς τῶν ὀσφρήσεων ὁλκῆς ἐν αὐτῷ διακρίνονται
各種氣味的性質,也藉著嗅覺的吸納,在那裡被分辨出來。
And the qualities of vapors are discerned in it through the drawing-in of the smelling.
1:268
Καὶ κατὰ τὴν γεῦσιν αἴσθησις τῇ ἐπικρίσει τῆς μήνιγγος δοκιμάζεται, ἐκ τοῦ σύνεγγυς ἐκφύσεις τι νὰς νευρώδεις ἀφ' ἑαυτῆς αἰσθητικὰς διὰ τῶν αὐχε νίων σπονδύλων ἐπὶ τὸν ἠθμοειδῆ πόρον κατὰ τοὺς αὐτόθι μύας ἐγκαταμιξάσης
味覺也是憑腦膜的裁定來檢驗的,因為腦膜從鄰近處發出一些屬自己的、具感覺功能的筋狀分支,經由頸椎延伸到那裡肌肉間篩狀的通道之中。
And the sense of taste is tested by the judgment of the meninx, since from close by it has intermingled certain sinewy outgrowths of its own, sensory in kind, by way of the cervical vertebrae onto the sieve-like passage among the muscles there.
1:269
Ἐγὼ δὲ τὸ μὲν ἐπιτα ράσσεσθαι πολλάκις πρὸς τὰς τῶν παθημάτων ἐπι κρατήσεις τὸ διανοητικὸν τῆς ψυχῆς, καὶ ἀμβλύνε σθαι τῆς κατὰ φύσιν ἐνεργείας τὸν λογισμὸν ἔκ τινος σωματικῆς περιστάσεως, ἀληθὲς εἶναί φημι·
至於我,我承認以下確屬實情:當情感佔了上風時,靈魂中思維的部分常被擾亂;而推理官能也會因某種身體狀況而在其本性的活動上變得遲鈍;
For my part, I affirm it to be true that the reasoning part of the soul is often thrown into disorder when the passions prevail, and that the reasoning faculty is dulled in its natural activity by some bodily circumstance;
1:270
καὶ πηγήν τινα τοῦ κατὰ τὸ σῶμα πυρώδους τὴν καρδίαν εἶναι, πρὸς τὰς θυμώδεις ὁρμὰς συγκινουμένην
並且心臟確是身體中火性元素的某種源頭,會隨著憤怒的衝動而一同被激動。
and that the heart is a kind of source of the fiery element in the body, being stirred along with the angry impulses.
1:271
Καὶ ἔτι πρὸς τούτοις, τὸ ὑποβεβλῆσθαι τοῖς αἰσθητη ρίοις τὴν μήνιγγα, κατὰ τὸν λόγον τῶν τὰ τοιαῦτα φυσιολογούντων, περιπτυσσομένην ἐν ἑαυτῇ τὸν ἐγκέφαλον, καὶ τοῖς ἐκεῖθεν ἀτμοῖς ὑπαλειφομέ νην, τῶν ταῖς ἀνατομικαῖς θεωρίαις ἐσχολακό των τὸ τοιοῦτον ἀκούων, οὐκ ἀθετῶ τὸ λεγόμενον
再者,依照那些作這類生理解說之人的說法,腦膜鋪展於各感官之下,將腦包裹於自身之內,並被由腦而生的蒸氣所潤澤——這話我是從那些專研解剖之人那裡聽來的,我並不否定所言。
And further, that the meninx is spread out beneath the sense-organs, according to the account of those who give such physiological explanations, enfolding the brain within itself and being moistened by the vapors that arise from there—hearing this from those who have devoted themselves to anatomical investigations, I do not reject what is said.
1:272
Οὐ μὴν ἀπόδειξιν ποιοῦμαι ταύτην τοῦ τοπικαῖς τισι περιγραφαῖς ἐμπεριειλῆφθαι τὴν ἀσώματον φύσιν
然而,我並不以此證明那無形的本性是被局限在某些地域的界限之內。
Yet I do not make this a proof that the incorporeal nature is enclosed within certain local boundaries.
1:273
Τάς τε γὰρ παραφορὰς οὐκ ἐκ μόνης καρηβαρείας γίνεσθαι μεμαθήκαμεν, ἀλλὰ καὶ τῶν τὰς πλευρὰς ὑπεζωκότων ὑμένων ἐμπαθῶς διατεθέν των, ὁμοίως ἀῤῥωστεῖν τὸ διανοητικὸν διορίζονται οἱ τῆς ἰατρικῆς ἐπιστήμονες, φρενῖτιν τὸ πάθος καλοῦν τες, ἐπειδὴ φρένες τοῖς ὑμέσι τούτοις ἐστὶ τὸ ὄνομα
因為我們得知,神智錯亂不僅僅源於頭腦的昏沉;醫學的專家們也斷定,當包覆肋骨的薄膜患病時,思維官能同樣會受損,他們把這病症稱為「橫膈炎」(phrenitis),因為這些薄膜的名稱叫做 phrenes(橫膈膜)。
For we have learned that delusions arise not from heaviness of the head alone, but the practitioners of medical science declare that, when the membranes lining the ribs are affected by disease, the reasoning faculty is likewise impaired, calling this affliction phrenitis, since these membranes bear the name phrenes.
1:274
Καὶ ἀπὸ τῆς λύπης ἐπὶ τὴν καρδίαν γινομένη συναίσθησις ἐσφαλμένως ὑπονοεῖται
至於悲傷時被歸到心臟上的那種感受,乃是被誤解了。
And the sensation that, in grief, is referred to the heart is mistakenly supposed.
1:275
Οὐ γὰρ τῆς καρ δίας, ἀλλὰ τοῦ στόματος τῆς κοιλίας δριμυσσομένου, εἰς τὴν καρδίαν τὸ πάθος ὑπ' ἀπειρίας ἀνάγουσι
因為受刺激的並非心臟,而是胃口(胃的上口);人們由於缺乏認識,便把這痛苦歸到心臟身上。
For it is not the heart, but the mouth of the stomach that is irritated, and out of inexperience they attribute the affliction to the heart.
1:276
Τοιοῦτον δέ τί φασιν οἱ ἐπεσκεμμένοι δι' ἀκριβείας τὰ πάθη, ὅτι συμπτώσεως τῶν πόρων καὶ μύσεως ἐν ταῖς λυπηραῖς διαθέσεσι φυσικῶς περὶ ἅπαν γινομέ νης τὸ σῶμα, πρὸς τὰς ἐν τῷ βάθει κοιλότητας συν ωθεῖται πᾶν τὸ πρὸς τὴν διαπνοὴν κωλυόμενον·
那些精確考察過這些情感的人說了這樣一番話:既然在悲傷的狀態中,通道的塌陷與閉合自然地遍及全身,凡被阻止從外呼出的氣息,便都被擠向體內深處的腔穴;
And those who have examined the affections with accuracy say something of this kind: that since a collapse and closing of the passages naturally occurs throughout the whole body in conditions of grief, all that is hindered from being exhaled is forced together toward the deep-lying cavities;
1:277
ὅθεν καὶ τῶν ἀναπνευστικῶν σπλάγχνων στενοχωρουμέ νων τῷ περιέχοντι, βιαιοτέρα πολλάκις ὁλκὴ τοῦ πνεύματος ὑπὸ τῆς φύσεως γίνεται, πρὸς τὴν τῶν συμπεπτωκότων διαστολὴν τὸ στενωθὲν εὐρυνούσης
由此,當呼吸的內臟受到周遭壓迫而被擠窄時,本性便常使吸氣變得更為用力,藉以擴張那塌陷之處,使被擠窄的部位重新張開。
whence also, when the organs of respiration are constricted by what surrounds them, the drawing-in of breath is often made more forcible by nature, which dilates the constricted part so as to expand what has collapsed.
1:278
Τὸ δὲ τοιοῦτον ἆσθμα σύμπτωμα λύπης ποιούμεθα, στεναγμὸν αὐτὸ καὶ ἀναποτνιασμὸν ὀνομάζοντες
這樣費力的喘息,我們便視為悲傷的徵象,稱之為嘆息與哽咽的悲歎。
Such labored breathing we make a symptom of grief, calling it a sigh and a sobbing lament.
1:279
Ἀλλὰ καὶ τὸ δοκοῦν ὑποθλίβειν τὸ περικάρδιον μέρος, οὐ τῆς καρδίας, ἀλλὰ τοῦ στόματός ἐστι τῆς γαστρὸς ἀηδία, διὰ τῆς αὐτῆς αἰτίας, λέγω δὴ τῆς κατὰ τὴν σύμπτωσιν τῶν πόρων, τοῦ χοληδόχου ἀγγείου τὸν δριμὺν ἐκεῖνον καὶ δακνώδη χυμὸν ὑπὸ στενοχωρίας ἐπὶ τὸ στόμα τῆς γαστρὸς παρεγχέοντος
而那似乎壓迫心臟周圍部位的感覺,也並非心臟的不適,乃是胃口的不適,且出於同一原因——我是說通道塌陷之故——此時膽囊在受擠壓之下,把那苦澀刺激的膽汁傾注到胃口之中。
But also that which seems to press upon the region about the heart is not a distress of the heart, but of the mouth of the stomach, arising from the same cause—I mean, that of the collapse of the passages—when the gall-bladder, under the constriction, pours out that bitter and biting humor into the mouth of the stomach.
1:280
Ἀπόδειξις δὲ τούτου τὸ ὕπωχρον γίνεσθαι καὶ ἰκτερώδη τοῖς λυπουμένοις τὴν ἐπιφάνειαν, ἀπὸ τῆς ἄγαν συνοχῆς ἐπὶ τὰς φλέβας τὸν ἴδιον χυμὸν τῆς χολῆς ἐπισπει ρούσης·
其證據在於:悲傷之人的面色會變得灰黃如患黃疸,因為過度的擠壓使膽汁把自己的汁液散佈到血管之中。
A proof of this is that the complexion of those who grieve becomes sallow and jaundiced, since from the excessive constriction the gall scatters its own humor over the veins.
1:281
ἀλλὰ καὶ τὸ ἐξ ἐναντίου γινόμενον πάθος, τὸ κατὰ τὴν εὐφροσύνην φημὶ καὶ τὸν γέλωτα, μᾶλλον τὸν λόγον συνίστησι
而由相反狀況所生的反應——我是指伴隨歡愉與歡笑而來的那種——反倒更加佐證了這個論點。
But also the affection that arises from the opposite condition—I mean that which accompanies cheerfulness and laughter—rather establishes the argument.
1:282
Ὡς γὰρ ἐκεῖ διὰ τῆς λύπης μύουσιν αἱ λεπταί τε καὶ ἄδηλοι τῶν πόρων διαπνοαὶ, καὶ διασφίγ ξασαι τὴν ἔνδοθεν τῶν σπλάγχνων διάθεσιν, ἐπὶ τὴν κεφαλὴν καὶ τὰς μήνιγγας τὸν νοτερὸν ἀτμὸν ἀναθλίβουσιν, ὃς πολὺς ἐναποληφθεὶς ταῖς τοῦ ἐγ κεφάλου κοιλότησι, διὰ τῶν κατὰ τὴν βάσιν πόρων ἐπὶ τοὺς ὀφθαλμοὺς ἐξωθεῖται, τῆς τῶν ὀφρύων συμπτώσεως ἐξελκομένης διὰ σταγόνων τὴν ὑγρα σίαν ( δὲ σταγὼν δάκρυον λέγεται
因為正如在悲傷時,通道那細微而難以察覺的呼吸被閉塞,並擠壓內臟深處的狀態,把濕潤的蒸氣往頭部與腦膜方向逼上去,這蒸氣大量積聚於腦的腔穴中,便經由腦底的通道被擠向眼睛——眉頭的緊蹙以滴狀引出這濕氣(而這滴狀之物便稱為眼淚);
For just as there, through grief, the fine and imperceptible exhalations of the passages are closed, and, compressing the inner disposition of the inward parts, force the moist vapor up toward the head and the meninges, which vapor, being taken up in great quantity in the cavities of the brain, is thrust out through the passages at its base onto the eyes—the contraction of the brows drawing forth the moisture in drops (and the drop is called a tear);
1:283
βάθος, κἀκεῖθεν πάλιν ἐξωθεῖσθαι παρὰ τῆς φύσεως διὰ τοῦ κατὰ τὸ στόμα πόρου, πάντων τῶν σπλάγχνων, καὶ μάλιστά γε τοῦ ἥπατος, ὤς φασι, διά τινος κλόνου καὶ βρασμώδους κινήσεως τὸ τοιοῦ τον πνεῦμα συνεξωθούντων
(從體內深處,)這氣息又從那裡被本性經由口部的通道推出,因為一切內臟——尤其是肝臟,他們如此說——藉著某種震盪與翻騰的運動,把這股氣一同擠了出來。
[from the depth,] thence again it is thrust out by nature through the passage at the mouth, all the inward parts—and especially the liver, as they say—by a certain agitation and seething motion forcing out together this breath.
1:284
Ὅθεν εὐκολίαν τινὰ τῇ διεξόδῳ τοῦ πνεύματος μηχανωμένη φύσις, ἀνευρύ νει τὸν περὶ τὸ στόμα πόρον, ἑκατέρωθεν περὶ τὸ ἆσθμα τὰς παρειὰς διαστέλλουσα
於是本性為這股氣息的通行設法謀得某種順暢,便把口周的開口擴大,將喘出之氣兩旁的雙頰向外撐開。
Whence nature, contriving a certain ease for the passage of the breath, widens the opening about the mouth, drawing apart the cheeks on either side of the panting breath.
1:285
Ὄνομα δὲ τῷ γινομένῳ γέλως ἐστίν
如此產生的這現象,名稱便叫做歡笑。
And the name for what thus comes about is laughter.
1:286
Οὔτε οὖν διὰ τοῦτο τῷ ἥπατι τὸ ἡγεμονικὸν λογιστέον, οὔτε διὰ τὴν περικάρδιον ζέσιν τοῦ αἵματος ἐν ταῖς θυμικαῖς διαθέσεσιν, ἐν καρδίᾳ νομιστέον εἶναι τοῦ νοῦ τὴν καθίδρυσιν; ἀλλὰ ταῦτα μὲν εἰς τὰς ποιὰς τῶν σωμάτων κατασκευὰς ἀνακτέον
因此,不可因此就把主導官能歸於肝臟;也不可因憤怒時血液在心臟周圍沸騰,就斷定心智的座位在於心臟;倒不如把這些現象歸因於身體各自的特定構造。
Neither, therefore, on this account is the ruling faculty to be reckoned to the liver, nor, because of the seething of the blood about the heart in angry conditions, is the seat of the mind to be supposed to be in the heart; rather, these things are to be referred to the particular constitutions of bodies.
1:287
Τὸν δὲ νοῦν ὁμοτίμως ἑκάστῳ τῶν μορίων, κατὰ τὸν ἄφραστον τῆς ἀνακράσεως λόγον ἐφάπτεσθαι νομιστέον
至於心智,則應視為以同等的尊榮與身體每一部位相接觸,這是依照那難以言傳的交融之理。
But the mind is to be considered as in equal honor in contact with each of the parts, according to the ineffable principle of its commingling.
1:288
Κἂν τὴν Γραφήν τινες ἡμῖν πρὸς τοῦτο προτείνωνται, τῇ καρδίᾳ τὸ ἡγεμονικὸν μαρτυροῦ σαν, οὐκ ἀνεξετάστως τὸν λόγον δεξόμεθα
縱使有人引聖經來反駁此說,謂其見證主導官能在於心臟,我們也不會不加省察便接受這話。
And even if some bring forward the Scripture against this, as testifying the ruling faculty to the heart, we shall not receive the statement without examination.
1:289
γὰρ καρδίαν μνησθεὶς, καὶ νεφρῶν ἐμνημόνευσεν, εἰπών·
因為那提及心的,也同時提到了肺腑(腎),說:
For he who made mention of the heart also remembered the kidneys, saying:
1:290
Ἐτάζων καρδίας καὶ νεφροὺς Θεός· ὥστε ἀμ φοτέροις, οὐδετέρῳ τὸ νοερὸν κατακλείουσιν
「神察驗人的心腸肺腑」(詩7:9);如此一來,他們要嘛得把理智官能歸於這兩者,要嘛兩者皆不歸。
"God who searches hearts and kidneys"; so that they must either confine the intellectual faculty to both, or to neither.
1:291
Ἀμ βλύνεσθαι δὲ τὰς νοητικὰς ἐνεργείας, καὶ παντάπα σιν ἀπρακτεῖν ἐν τῇ ποιᾷ διαθέσει τοῦ σώματος δι δαχθεὶς, οὐχ ἱκανὸν ποιοῦμαι τοῦτο τεκμήριον, τοῦ τόπῳ τινὶ τὴν δύναμιν τοῦ νοῦ περιείργεσθαι, ὡς ταῖς ἐπιγινομέναις τοῖς μέρεσι φλεγμοναῖς τῆς οἰκείας εὐρυχωρίας ἐξειργομένης
雖然我得知理智的活動會在身體某種狀態下變得遲鈍、甚至完全停擺,我卻不以此作為充分的證據,去證明心智的能力被局限於某個地方,彷彿它是被那些在器官中發生的炎症逐出了它自身應有的空間。
And though I have been taught that the intellectual activities are blunted, or even rendered wholly inactive, in a particular condition of the body, I do not make this a sufficient proof that the power of the mind is confined to some place, as though it were shut out from its proper space by the inflammations that arise in the parts.
1:292
Σωματικὴ γὰρ τοιαύτη δόξα, τὸ μὴ δύνασθαι προκατειλημμένου τοῦ ἀγγείου διά τινος τῶν ἐμβεβλημένων, ἕτερόν τι ἐν αὐτῷ χώραν εὑρεῖν
因為這種看法是物質主義式的——即認為容器一旦被某些注入之物先佔據,便再容不下別的東西在其中有立足之地。
For such an opinion is materialistic—that, when the vessel has been pre-occupied by some of the things put into it, nothing else can find room within it.
1:293
γὰρ νοητὴ φύσις οὔτε ταῖς κενώσεσιν ἐμ φιλοχωρεῖ τῶν σωμάτων, οὔτε τῷ πλεονάζοντι τῆς σαρκὸς ἐξωθεῖται
因為理智的本性既不喜居於身體的空隙之中,也不會被過多的肉所排擠出去。
For the intellectual nature neither delights to dwell in the empty spaces of bodies, nor is thrust out by an excess of flesh.
1:294
Ἀλλ' ἐπειδὴ καθάπερ τι μουσικὸν ὄργανον ἅπαν τὸ σῶμα δεδημιούργηται, ὥσπερ συμ βαίνει πολλάκις ἐπὶ τῶν μελῳδεῖν μὲν ἐπισταμένων, ἀδυνατούντων δὲ δεῖξαι τὴν ἐπιστήμην, τῆς τῶν ὀργάνων ἀχρηστίας οὐ παραδεχομένης τὴν τέχνην ( τὸ γὰρ χρόνῳ φθαρὲν, παρεῤῥηγμένον ἐκ καταπτώσεως, ὑπό τινος ἰοῦ καὶ εὐρῶτος ἠχρειω μένον, ἄφθογγον μένει καὶ ἀνενέργητον, κἂν ὑπὸ τοῦ προέχειν δοκοῦντος κατὰ τὴν αὐλητικὴν τέχνην ἐμπνέηται
然而,既然整個身體都被造得如同一件樂器,便像那些懂得奏出樂曲、卻無法展現其技藝之人常遇到的情形:樂器的損壞使他的技藝無從施展(因為凡被歲月毀壞、被跌墜震裂、或被鏽蝕與霉斑弄壞的樂器,縱使由一位看似精於吹奏之術的人來吹奏,仍然發不出聲、毫無作用);
But since the whole body has been fashioned like some musical instrument, just as it often happens with those who know how to make melody but are unable to display their skill, the uselessness of the instruments not admitting of the art (for whatever is destroyed by time, or shattered by a fall, or rendered useless by rust and mold, remains voiceless and inert, even if it be breathed into by one who seems to excel in the flute-player's art);
1:295
οὕτω καὶ νοῦς δι' ὅλου τοῦ ὀργάνου διήκων, καὶ καταλλήλως ταῖς νοητικαῖς ἐνεργείαις, καθὸ πέφυκεν, ἑκάστῳ τῶν μερῶν προσαπτόμενος, ἐπὶ μὲν τῶν κατὰ φύσιν διακειμένων τὸ οἰκεῖον ἐν ήργησεν, ἐπὶ δὲ τῶν ἀσθενούντων δέξασθαι τὴν τεχνι κὴν αὐτοῦ κίνησιν, ἄπρακτός τε καὶ ἀνενέργητος ἔμεινε
照樣,心智遍佈整件樂器,並以適合理智活動的方式、按其本性與每一部位相接觸;在那些處於正常狀態的部位上,它便發揮了應有的功效;但在那些太過衰弱、無法承受其技巧運作的部位上,它便閒置而無從發揮作用。
so also the mind, pervading the whole instrument and touching each of the parts in a manner suited to the intellectual activities, according to its nature, in those that are in a natural condition has worked its proper effect, but in those too weak to receive its skillful motion has remained ineffective and inert.
1:296
Πέφυκε γάρ πως νοῦς πρὸς μὲν τὸ κατὰ φύσιν διακείμενον οἰκείως ἔχειν, πρὸς δὲ τὸ παρενε χθὲν ἀπὸ ταύτης, ἀλλοτριοῦσθαι
因為心智的本性是這樣構成的:它與合乎本性的狀態相親近,卻與偏離了本性的狀態相疏離。
For the mind is so constituted that it is at home with that which is disposed according to nature, but becomes estranged from that which has deviated from this.
1:297
Καί μοι δοκεῖ φυσικώτερον εἶναί τι κατὰ τὸ μέρος τοῦτο θεώρημα, δι' οὗ μαθεῖν ἔστι τι τῶν ἀστειοτέρων δογμάτων
在我看來,關於這一點還有某種更深入本性的玄思,藉著它,便可領會一些更為精妙的教義。
And it seems to me that there is in this regard a certain more natural speculation, through which it is possible to learn something of the more elegant doctrines.
1:298
Ἐπειδὴ γὰρ τὸ κάλλιστον πάντων καὶ ἐξ οχώτατον ἀγαθὸν αὐτὸ τὸ Θεῖόν ἐστι, πρὸς πάντα νέ νευκεν, ὅσα τοῦ καλοῦ τὴν ἔφεσιν ἔχει, διὰ τοῦτό φα μεν καὶ τὸν νοῦν, ἅτε κατ' εἰκόνα τοῦ καλλίστου γε νόμενον, ἕως ἂν μετέχῃ τῆς πρὸς τὸ ἀρχέτυπον ὁμοιό τητος, καθόσον ἐνδέχεται, καὶ αὐτὸν ἐν τῷ καλῷ δια μένειν, εἰ δέ πως ἔξω γένοιτο τούτου, γυμνοῦσθαι τοῦ κάλλους ἐν ἦν
因為,既然萬有中最美、最超卓的至善正是神性本身——凡懷有對美之渴慕的一切,都朝向祂傾斜——故此我們說,心智既是按那至美者的形像而被造的,只要它盡其所能地分有與其原型的相似,它本身也就常存於美之中;可是它若以某種方式落到此境之外,便會被剝去它原先所在的那份美。
For since the fairest of all things and the most surpassing Good is the Divine itself, toward which all things incline that have a longing for the beautiful, for this reason we say that the mind also, inasmuch as it has come to be according to the image of the Fairest, so long as it partakes of likeness to its Archetype, as far as is possible, itself also abides in the beautiful; but if somehow it should come to be outside of this, it is stripped of the beauty in which it was.
1:299
Ὥσπερ δὲ ἔφαμεν τῇ ὁμοιώσει τοῦ πρωτοτύπου κάλλους κατακοσμεῖσθαι τὸν νοῦν, οἷόν τι κάτοπτρον τῷ χαρακτῆρι τοῦ ἐμφαινομένου μορ φούμενον·
正如我們先前所說,心智因與那原初之美相似而得妝飾,彷彿一面鏡子,依所映現於其上者的形貌而被塑成;
And just as we said that the mind is adorned by likeness to the primal beauty, being formed like some mirror by the impress of that which is reflected in it;
1:300
κατὰ τὴν αὐτὴν ἀναλογίαν, καὶ τὴν οἰκονο μουμένην ὑπ' αὐτοῦ φύσιν ἔχεσθαι τοῦ νοῦ λογιζόμεθα, καὶ τῷ παρακειμένῳ κάλλει καὶ αὐτὴν κοσμεῖσθαι οἷόν τι κατόπτρου κάτοπτρον γινομένην·
依照同樣的類比,我們也認為那受心智治理的本性同樣繫於心智,本身也被那毗鄰之美所妝飾,彷彿成了一面映照鏡子的鏡子。
by the same analogy, we reckon that the nature which is administered by it also depends upon the mind, and is itself adorned by the beauty that lies beside it, becoming, as it were, a mirror of a mirror.
1:301
κρατεῖσθαι δὲ ὑπὸ ταύτης καὶ συνέχεσθαι τὸ ὑλικὸν τῆς ὑποστάσεως, περὶ ἢν θεωρεῖται φύσις
而那實存中的物質成分——本性即圍繞此物質而被觀察到——乃是被它所掌握並維繫在一起的。
and that the material element of the substance, around which nature is contemplated, is held together and bound fast by it.
1:302
Ἕως ἂν οὖν ἔχηται τοῦ ἑτέρου τὸ ἕτερον, διὰ πάντων ἀναλόγως τοῦ ὄντως κάλλους κοινωνία διέξεισι, διὰ τοῦ ὑπερκειμένου τὸ προσεχὲς καλλωπίζουσα
因此,只要此一者持守於彼一者,真正之美的交通便按比例貫通萬物,藉著那居於其上者來美化那緊鄰於下者。
So long, then, as the one holds to the other, the communion of true beauty passes proportionally through all things, beautifying that which is adjacent by means of that which lies above it.
1:303
Ἐπειδὰν δέ τις γένηται τῆς ἀγαθῆς ταύτης συμφυΐας διασπασμὸς, καὶ πρὸς τὸ ἔμπαλιν, ἀντακολουθῇ τῷ ὑποβεβηκότι τὸ ὑπερέχον·
然而,當這美好的相連被撕裂時,或者反之,當那居上者反倒隨從那居下者時,
But when there occurs a tearing apart of this good cohesion, or rather when, conversely, the superior follows after the inferior,
1:304
Καὶ οὕτως ἐπ' αὐτὸν τὸν νοῦν τοῦ κατὰ τὴν ὕλην αἴσχους διὰ τῆς φύσεως διάδοσις γίνεται, ὡς μη κέτι τοῦ Θεοῦ τὴν εἰκόνα ἐν τῷ χαρακτῆρι καθορᾶσθαι τοῦ πλάσματος
於是便藉著本性,發生了那屬於物質之醜陋的傳遞,甚至達於心思本身,以致神的形像不再能在這受造之物的印記中被看見。
then there comes about, through nature, a transmission of the deformity that belongs to matter, reaching even to the mind itself, so that the image of God is no longer beheld in the stamp of the formed creature.
1:305
Οἷον γάρ τι κάτοπτρον κατὰ νώτου τὴν τῶν ἀγαθῶν ἰδέαν νοῦς ποιησάμενος, ἐκβάλλει μὲν τῆς ἐκλάμψεως τοῦ ἀγαθοῦ τὰς ἐμφάσεις, τῆς δὲ ὕλης τὴν ἀμορφίαν εἰς ἑαυτὸν ἀναμάσσεται·
因為心思彷彿把善之美形當作背後的一面鏡子,竟拋棄了善之光輝的映照,反而把物質的無形相吸入自身;
For the mind, making the form of good things as it were a mirror at its back, casts out the reflections of the radiance of the good, and takes into itself the formlessness of matter;
1:306
Καὶ τούτῳ γίνεται τῷ τρόπῳ τοῦ κακοῦ γένεσις, διὰ τῆς ὑπεξαιρέσεως τοῦ καλοῦ παρυφισταμένη·
惡的產生便是以這種方式發生的,乃是藉著善的被除去而附帶存在的。
and in this manner comes the genesis of evil, which subsists parasitically through the removal of the good.
1:307
Καλὸν δὲ πᾶν, ὅπερ ἂν τύχῃ πρὸς τὸ πρῶτον ἀγαθὸν οἰκείως ἔχον·
凡是與那首要之善有親緣關係的,便都是善的;
Now everything is good which happens to be kindred to the primal Good;
1:308
τι δ' ἂν ἔξω γένηται τῆς πρὸς τοῦτο σχέσεώς τε καὶ ὁμοιώσεως, ἄμοιρον τοῦ καλοῦ πάντως ἐστίν
但凡落在與此善的關係與相似之外的,便全然沒有分於善了。
but whatever comes to be outside of relation and likeness to this is altogether destitute of the good.
1:309
Εἰ οὖν ἓν μὲν κατὰ τὸν θεωρηθέντα λόγον τὸ ὄντως ἀγαθόν·
所以,按著我們所思考的道理,若那真正的善是獨一的,
If, therefore, according to the account we have contemplated, the truly Good is one,
1:310
δὲ νοῦς τῷ κατ' εἰκόνα τοῦ καλοῦ γεγενῆ σθαι, καὶ αὐτὸς ἔχει τὸ καλὸς εἶναι·
而心思因是按著善的形像被造,所以它本身也具有為善的特質,
and the mind, by having come into being according to the image of the Good, itself also possesses the quality of being good,
1:311
δὲ φύσις ὑπὸ τοῦ νοῦ συνεχομένη, καθάπερ τις εἰκὼν εἰκόνος ἐστί·
至於那被心思所維繫的本性,則彷彿是形像之形像,
while the nature held together by the mind is, as it were, an image of an image,
1:312
δείκνυται διὰ τούτων, ὅτι τὸ ὑλικὸν ἡμῶν συνέστηκε μὲν καὶ περικρατεῖται, ὅταν οἰκονομῆται ὑπὸ τῆς φύσεως·
那麼藉著這些便顯明:當我們那物質的部分受本性管理時,它便得以存立並被掌握,
it is shown through these things that the material part of us subsists and is mastered when it is governed by nature,
1:313
λύεται δὲ, καὶ διαπίπτει πάλιν, ὅταν χωρι σθῇ τοῦ, περικρατοῦντός τε καὶ συνέχοντος, καὶ δια σπασθῇ τῆς πρὸς τὸ καλὸν συμφυΐας
但當它與那掌握並維繫它者分離、並從它與善的相連中被撕開時,它便瓦解、再度崩潰了。
but it is dissolved and falls apart again when it is separated from that which masters and holds it together, and is torn away from its union with the good.
1:314
Τὸ δὲ τοιοῦτον οὐκ ἄλλως γίνεται, ὅταν τῆς φύσεως πρὸς τὸ ἔμ παλιν γένηται ἐπιστροφὴ, μὴ πρὸς τὸ καλὸν τῆς ἐπιθυμίας νευούσης, ἀλλὰ πρὸς τὸ χρῇζον τοῦ καλλω πίζοντος
這樣的事之所以發生,無非是因本性轉向了相反的方向,即慾望不傾向於善,反倒傾向於那本身需要被美化之物。
And such a thing comes about in no other way than when the turning of nature is toward the opposite direction, the desire inclining not toward the good, but toward that which has need of being beautified.
1:315
Ἀνάγκη γὰρ πᾶσα τῇ πτωχευούσῃ τῆς ἰδίας μορφῆς ὕλῃ κατὰ τὸ ἄσχημόν τε καὶ ἀκαλλὲς συμμε ταμορφοῦσθαι τὸ ὁμοιούμενον, ἀλλὰ ταῦτα μὲν ἡμῖν ἐξ ἀκολουθίας τινὸς παρεξητάσθη, διὰ τῆς εἰς τὸ προ κείμενον θεωρίας ἐπεισελθόντα
因為那效法物質之物——物質乃缺乏其本有之形——勢必與之一同被變化成那無形而不美之狀。不過這些事乃是我們由某種連帶的推論而附帶查考的,是藉著我們對眼前題目的省察而引入的。
For there is every necessity that what is being made like to matter—which is impoverished of its own proper form—should be transformed along with it into what is shapeless and unbeautiful. But these matters have been examined by us as a kind of consequence, having entered in through our contemplation of the subject before us.
1:316
Τὸ γὰρ ζητούμενον ἦν, εἰ ἐν μέρει τινὶ τῶν ἐν ἡμῖν νοερὰ καθίδρυται δύναμις, διὰ πάντων κατὰ τὸ ἴσον διήκει
因為所探究的問題乃是:那理智的功能究竟是安置在我們裡面某一特定的部分之中,還是均等地貫通於一切之中。
For the question being investigated was whether the intellectual faculty is established in some particular part of those things within us, or pervades all of them equally.
1:317
Τῶν γὰρ τοπικοῖς μέρεσι περιειργόντων τὸν νοῦν, καὶ εἰς σύ στασιν τῆς τοιαύτης αὐτῶν ὑπολήψεως προφερόντων, τὸ μὴ εὐοδοῦσθαι τὴν διάνοιαν ἐπὶ τῶν παρὰ φύσιν διακειμένων τὰς μήνιγγας·
因為有人把心思局限於身體的某些位置,並為了證立他們這種臆測,便引用一個事實:當人的腦膜處於違反本性的狀態時,悟性便無法正常運作——
For against those who confine the mind within local parts, and who, to establish such a supposition of theirs, adduce the fact that the understanding does not function properly in those whose meninges are in an unnatural condition—
1:318
ἀπέδειξεν λόγος, ὅτι κατὰ πᾶν μέρος τοῦ ἀνθρωπίνου συγκρίματος, καθ' πέφυκεν ἕκαστος ἐνεργεῖν, ἴσως τῆς ψυχῆς δύνα μις ἀνενέργητος μένει, μὴ διαμένοντος ἐν τῇ φύσει τοῦ μέρους
對此,論證已表明:在人這複合體的每一部分中,就各部分本性所宜運作的功能而言,當那部分不存留於其本性狀態時,魂的能力同樣會保持不運作。
the argument has demonstrated that in every part of the human compound, in respect of which each is naturally fitted to act, the power of the soul likewise remains inactive when that part does not abide in its natural condition.
1:319
Καὶ διὰ τοῦτο ἐξ ἀκολουθίας τὸ προτεθὲν παρενέπεσε τῷ λόγῳ θεώρημα, δι' οὗ μανθάνομεν, ἐν τῷ ἀνθρωπίνῳ συγκρίματι ὑπὸ Θεοῦ μὲν διοικεῖσθαι τὸν νοῦν, ὑπ' ἐκείνου δὲ τὴν ὑλικὴν ἡμῶν ζωὴν, ὅταν ἐν τῇ φύσει μένῃ, εἰ δὲ παρατραπείη τῆς φύ σεως, καὶ τῆς κατὰ τὸν νοῦν ἐνεργείας ἀλλοτριοῦ σθαι
因此,便有一個連帶的論點落入我們的討論之中,就是我們所提出的這命題;藉此我們得知:在人這複合體裡,心思乃受神管理,而我們物質的生命則受心思管理——只要它存留於其本性之中;但它若偏離了本性,便也與那合乎心思的運作相疏離了。
And for this reason there fell into the discussion, by way of consequence, the theorem we set before us, through which we learn that in the human compound the mind is governed by God, and our material life by the mind so long as it abides in its nature; but if it be diverted from its nature, it is also estranged from the activity that is according to the mind.
1:320
Ἀλλ' ἐπανέλθωμεν πάλιν ὅθεν ἐξέβημεν, ὅτι ἐπὶ τῶν μὴ παρατραπέντων ἐκ πάθους τινὸς τῆς φυσικῆς καταστάσεως τὴν οἰκείαν δύναμιν νοῦς ἐνεργεῖ, καὶ ἔῤῥωται μὲν ἐπὶ τῶν συνεστώτων, ἀδυ νατεῖ δὲ πάλιν ἐπὶ τῶν μὴ χωρούντων αὐτοῦ τὴν ἐνέργειαν
但讓我們再回到我們離題之處:在那些未因某種情慾而偏離其本性狀態的人身上,心思施展其本有的能力,在那些健全的部分上強健有力,但在那些不能容受其運作的部分上卻又無能為力。
But let us return again to the point from which we digressed: that in those who have not been diverted from their natural condition by some passion, the mind exercises its proper power, and is vigorous in those parts that are sound, but again is powerless in those that cannot receive its activity.
← 上一段下一段 →
1