📜 Verbum · 聖言
原文誦讀聖經與教父文獻
♥ 贊助

← 回書卷目次 · 希臘教父 › 論詩篇的標題

論詩篇的標題 第 1 章 第 1/9 段

希臘文原文.149 節.部分字詞可點開查義.本章太長已分段,此段為 1:1–1:149(全章共 1423 節)

下一段 →
ℹ️ 本語料沒有逐節的詞法標註。原形主要取自同語言其他書卷的逐詞標註(不是這一節的標註),少數查不到的才回頭依字形比對詞典。同形的罕見字仍可能判錯,需要精確判斷時請覆核原文與專門詞典。
ℹ️ 中英對照為本站自譯,直接譯自本頁的原文(非和合本/WEB —— 那兩者譯自馬所拉文本,與本頁底本不同)。
1:1
ΓΡΗΓΟΡΙΟΥ ΕΠΙΣΚΟΠΟΥ ΝΥΣΣΗΣ ΕΙΣ ΤΑΣ ΕΠΙΓΡΑΘΑΣ ΤΩΝ ΨΑΛΜΩΝ Ἐδεξάμην σου τὸ ἐπίταγμα μετὰ προθυμίας πάσης, ὦ ἄνθρωπε τοῦ θεοῦ, κατὰ τὸ ἴσον ἐμοί τε καὶ σοὶ τὴν σπουδὴν χαριζόμενον, καὶ προσέσχον ταῖς τῶν ψαλμῶν ἐπιγραφαῖς
尼撒主教貴格利:論詩篇的標題。神的僕人啊,我懷著全然的熱忱領受了你的命令,因這命令使你我同得同等的熱誠,於是我便留心察看詩篇的標題。
GREGORY, BISHOP OF NYSSA: ON THE INSCRIPTIONS OF THE PSALMS. I received your injunction with all eagerness, O man of God, since it bestows the same zeal equally upon both you and me, and I gave heed to the inscriptions of the Psalms.
1:2
τοῦτο γὰρ ἡμῖν ἐπέταξας διερευνήσασθαι τὴν ἐνθεωρουμένην ταύταις διάνοιαν, ὡς πᾶσι γενέσθαι δῆλον τὸ διὰ τούτων ἡμᾶς πρὸς ἀρετὴν ὁδηγῆσαι δυνάμενον
因為你命令我們去探究其中所蘊含的深意,好叫那能藉此引導我們趨向德行的道理,向眾人顯明。
For this you enjoined upon us: to search out the meaning contemplated within them, so that what is able to guide us through them to virtue might become clear to all.
1:3
πάσῃ τοίνυν τῇ βίβλῳ τῶν Ψαλμῶν μετὰ πλείονος τῆς προσοχῆς καθομιλήσας ἀναγκαῖον ᾠήθην μὴ ἀπὸ τῶν ἐπιγραφῶν ἄρξασθαι τῆς ἐξετάσεως, ἀλλὰ περὶ πάσης ὁμοῦ τῆς ψαλμῳδίας ἔφοδόν τινα πρὸς τὴν τῶν νοημάτων κατα νόησιν τεχνικὴν προεκθέσθαι, δι' ἧς ἐκ τοῦ ἀκολούθου καὶ ὁ περὶ τῶν ἐπιγραφῶν ἡμῖν σαφηνισθήσεται λόγος
既然我以更多的專注通觀了整卷《詩篇》,我以為有必要不從標題開始考察,而應先就整部詩篇的思想理解,提出某種有系統的進路,藉此,循著次序,關於標題的論述也將對我們變得清楚明白。
Having, then, conversed with the whole book of the Psalms with considerable attention, I judged it necessary not to begin the inquiry from the inscriptions, but first to set forth some methodical approach to the understanding of the thoughts concerning the whole psalmody together, through which, in due consequence, the account concerning the inscriptions might also be made clear to us.
1:4
χρὴ τοίνυν πρῶτον μὲν τὸν σκοπὸν τῆς γραφῆς ταύτης. πρὸς ὅ τι βλέπει κατανοῆσαι, εἶτα τὰς δι' ἀκολούθου πρὸς τὸ προκείμενον τῶν νοημάτων κατασκευὰς συνιδεῖν, ἃς ὑποδείκνυσιν ἥ τε τάξις τῶν ψαλμῶν πρὸς τὴν τοῦ σκοποῦ γνῶσιν εὖ διακειμένη καὶ τὰ τμήματα παντὸς τοῦ βιβλίου ἰδίαις τισὶ περιγραφαῖς ὁριζόμενα, πενταχῇ πάσης τῆς ἐν τοῖς ψαλμοῖς προφητείας διαιρεθείσης
所以,首先必須理解這部經文的旨趣(σκοπός),看它所指向的是什麼;其次要洞察那按次序朝向此一旨趣所構築的思想,這是由詩篇的次序——其編排本為使人明白此旨趣而設——以及全書按各自特定界限所劃分的段落所顯示的;因為詩篇中全部的預言被分為五個部分。
It is necessary, then, first to understand the aim (skopos) of this writing, to what it looks; then to perceive the constructions of thoughts that proceed in sequence toward what is set before us, which are indicated both by the order of the Psalms — well disposed for the knowledge of the aim — and by the sections of the whole book, marked off by certain proper divisions, the whole prophecy contained in the Psalms being divided into five parts.
1:5
ὧν μετρίως προκατανοηθέντων γνωριμωτέρα ἡμῖν ἡ ἐκ τῶν ἐπιγραφῶν ὠφέλεια γενήσεται διὰ τῆς τῶν προεξετασθέντων κατανοή σεως φανερουμένη
當這些事先被適度地理解之後,從標題而來的益處,便會藉著對先前所考察之事的理解而顯明,對我們來說也就更為熟悉了。
When these things have first been adequately understood, the benefit arising from the inscriptions will become more familiar to us, made manifest through the understanding of what has been previously examined.
1:6
ἀρκτέον τοίνυν ἐντεῦθεν τῆς θεωρίας
那麼,就讓我們從此處開始這番默觀(θεωρία)。
Let us, then, begin our contemplation from this point.
1:7
ΚΕΦΑΛΑΙΟΝ Αʹ Τέλος τοῦ κατ' ἀρετὴν βίου μακαριότης ἐστίν.Πᾶν γὰρ τὸ κατὰ σπουδὴν κατορθούμενον πρός τι τὴν ἀναφορὰν πάντως ἔχει
第一章。合乎德行之生活的目的乃是真福(μακαριότης)。因為凡藉勤勉所成就之事,必然皆有所指向的目的。
CHAPTER I. The end of the life lived according to virtue is blessedness. For everything that is achieved through effort always has reference to some end.
1:8
καὶ ὥσπερ ἡ μὲν ἰατρικὴ πρὸς τὴν ὑγίειαν ὁρᾷ, τῆς δὲ γεωργίας ὁ σκοπὸς πρὸς τὸ ζῆν ἐστι παρασκευή, οὕτω καὶ ἡ τῆς ἀρετῆς κτῆσις πρὸς τὸ μακάριον γενέσθαι τὸν κατ' αὐτὴν ζῶντα βλέπει
正如醫術以健康為目標,農耕的目的則是為生活作預備,同樣地,德行之獲得,其目標也在於使依此而活的人得享真福。
And just as medicine looks toward health, and the aim of agriculture is provision for life, so too the acquisition of virtue looks toward the one who lives according to it becoming blessed.
1:9
τοῦτο γὰρ παντὸς τοῦ κατὰ τὸ ἀγαθὸν νοουμένου κεφάλαιον καὶ πέρας ἐστί
因為這乃是一切被思為善的事物之總綱與終極目的。
For this is the chief point and end of everything that is conceived under the notion of the good.
1:10
τὸ μὲν οὖν ἀληθῶς τε καὶ κυρίως ἐν τῷ ὑψηλῷ τούτῳ νοήματι θεωρούμενόν τε καὶ νοούμενον ἡ θεία φύσις λέγοιτο ἂν εἰκότως
那真正而恰當地在此崇高意義下被觀想、被思及的,理當可稱之為神聖的本性。
That, then, which is truly and properly contemplated and conceived in this lofty sense would fittingly be called the divine nature.
1:11
οὕτω γὰρ ὁ μέγας Παῦλος τὸν θεὸν ὀνομάζει, πάντων τῶν θεολογικῶν ὀνομάτων προθεὶς τὸ μακάριον ἔν τινι τῶν ἐπιστολῶν οὑτωσὶ γράψας τοῖς ῥήμασιν·
因為偉大的保羅正是如此稱呼神的,他在某封書信中,將「有福的」置於一切神學稱謂之前,如此寫道:
For thus the great Paul names God, setting the word ‘blessed’ before all the theological names, when in one of his epistles he writes in these very words:
1:12
Ὁ μακάριος καὶ μόνος δυνάστης, ὁ βασιλεὺς τῶν βασιλευόντων καὶ κύριος τῶν κυριευόντων, ὁ μόνος ἔχων ἀθανασίαν, φῶς. οἰκῶν ἀπρόσιτον, ὃν εἶδεν οὐδεὶς ἀνθρώπων οὐδὲ ἰδεῖν δύναται, ᾧ τιμὴ καὶ κράτος αἰώνιον
那可稱頌、獨有權能的,萬王之王、萬主之主,就是那獨一不死、住在人不能靠近之光中的,是人未曾看見、也不能看見的;願尊貴和永遠的權能都歸給他。
The blessed and only Sovereign, the King of kings and Lord of lords, who alone has immortality, dwelling in unapproachable light, whom no man has seen or can see; to whom be honor and eternal dominion.
1:13
ταῦτα γὰρ πάντα τὰ ὑψηλὰ περὶ τὸ θεῖον νοήματα κατά γε τὸν ἐμὸν λόγον ὁρισμὸς ἂν εἴη μακαριότητος
因為,依我之見,這一切關於神聖者的崇高觀念,正可構成真福的定義。
For all these lofty conceptions concerning the divine would, in my view at least, constitute a definition of blessedness.
1:14
εἰ γάρ τις ἐρωτηθείη τί ἐστι τὸ μακάριον, οὐκ ἂν τῆς εὐσεβοῦς ἀποκρίσεως ἁμάρτοι ἐπακολουθήσας τῇ Παύλου φωνῇ καὶ εἰπὼν ὅτι μα κάριόν ἐστιν ὃ κυρίως τε καὶ πρώτως λέγεται ἡ τοῦ παντὸς ἐπέκεινα φύσις·
因為若有人被問及「有福者」是什麼,他若追隨保羅的話語,回答說:所謂「有福者」,正是那超越萬有、且被恰當而首要地如此稱呼的本性——他便不致偏離虔敬的答案:
For if someone were asked what the blessed is, he would not miss the pious answer if, following Paul’s word, he said that the blessed is that which is properly and primarily called the nature that transcends the universe:
1:15
τὸ δὲ ἐν ἀνθρώποις μακάριον τῇ μεθέξει τοῦ ὄντως ὄντος ἐκεῖνο ποσῶς γίνεταί τε καὶ ὀνομάζεται, ὅπερ ἡ τοῦ μετεχομένου φύσις ἐστίν
而人間所謂的「有福」,則是藉由分享那真實存在者,在某種程度上,成為並被稱為那被分享者之本性所是的樣式。
But blessedness among human beings, through participation in that which truly is, comes to be and is named, in some measure, that very thing which the nature of the one participated in is.
1:16
οὐκοῦν ὅρος ἐστὶ τῆς ἀνθρωπίνης μακαριότητος ἡ πρὸς τὸ θεῖον ὁμοίωσις
所以,人的真福之定義,即在於與神相似。
Blessedness for human beings, then, is defined as likeness to the divine.
1:17
ἐπεὶ οὖν τὸ ἀληθῶς ἀγαθὸν ἤτοι τὸ ἐπέκεινα τοῦ ἀγαθοῦ, τοῦτο μόνον ἐστὶ καὶ μακάριον καὶ ὀρεκτὸν τῇ φύσει, οὗ πᾶν τὸ μετέχον μακάριον γίνεται, καλῶς ἡ θεία τῆς ψαλμῳ δίας γραφὴ διά τινος τεχνικῆς τε καὶ φυσικῆς ἀκολουθίας τὴν πρὸς τοῦτο ἡμῖν ὁδὸν ὑποδείκνυσιν, ἐν ἁπλῇ κατὰ τὸ φαινόμενον καὶ ἀκατασκεύῳ τῇ διδασκαλίᾳ ποικίλως τε καὶ πολυειδῶς τὴν μέθοδον τῆς τοῦ μακαρισμοῦ κτήσεως τεχνολογοῦσα
既然真正的善——或者更確切地說,那超越善本身者——才是唯一有福且為本性所欲求的,凡分享它的,皆得成為有福,故神聖的詩篇經文,便藉著某種合乎技巧且合乎自然的次序,恰當地向我們指示通往此境的道路;它在外表看似簡樸而未加雕琢的教導中,實則以多樣而豐富的方式,巧妙地闡述了獲得真福的方法。
Since, then, the truly good — or rather that which is beyond the good — alone is blessed and desirable by nature, that of which everything participating becomes blessed, the divine writing of the psalmody rightly points out to us, through a certain methodical and natural sequence, the way toward this, expounding with art, in a teaching simple and unadorned in appearance, yet in various and manifold ways, the method of acquiring blessedness.
1:18
καὶ ἀπ' αὐτῆς τῆς πρώτης ὑμνῳδίας ἔννοιάν τινα περὶ τοῦ προκειμένου λαβεῖν, ὅπως τριχῇ τεμὼν τὴν ἀρετὴν ὁ λόγος ἑκάστῳ τμήματι κατά τινα πρόσφορον ἀναλογίαν προσμαρτυρεῖ τὸ μακάριον, νῦν μὲν τὴν ἀλλοτρίωσιν τοῦ κακοῦ μακαρίζων, ὡς ἀρχὴν γινομένην τῆς ἐπὶ τὸ κρεῖττον ῥοπῆς μετὰ δὲ τοῦτο τὴν τῶν ὑψηλῶν τε καὶ θειοτέρων μελέτην, ὡς ἕξιν ἐμποιοῦ σαν ἤδη τοῦ κρείττονος
從最初的這首聖詠中,即可對此議題獲得某種理解:經文的論述如何將德行分為三部分,並依相稱的比例,分別對每一部分肯定其真福——首先,稱那與惡分離者為有福,因這乃是趨向更善之傾向的開端;其次,稱對崇高而更近乎神聖之事的修習為有福,因這已然造就一種趨向更善的定型習性(ἕξις);
and from the very first hymn one may derive a certain notion concerning the matter before us: how the discourse, having divided virtue into three parts, attests blessedness to each part according to a fitting proportion — now pronouncing blessed the estrangement from evil, as being the beginning of the inclination toward the better; and after this, the cultivation of lofty and more divine things, as already producing a settled disposition toward the better;
1:19
εἶτα τὴν διὰ τούτων τοῖς τελειουμέ νοις κατορθουμένην πρὸς τὸ θεῖον ὁμοίωσιν·
然後,藉此二者,那在漸臻完全者身上所成就的、與神相似之境;
and then, the likeness to the divine that is brought about through these things for those being made perfect;
1:20
ἧς χάριν λέγεται καὶ τὰ προλαβόντα μακάρια
正是為了這相似之境的緣故,前面兩個階段也被稱為有福的。
for the sake of which the preceding stages too are called blessed.
1:21
ταύτην δὲ τῷ ἀειθαλεῖ ξύλῳ αἰνίσσεται, ᾧ ἡ τελειωθεῖσα δι' ἀρετῆς ὁμοιοῦται ζωή
而這一境界,經文乃是藉那常青之樹暗示的,藉德行而臻於完全的生命正與此樹相似。
And this is intimated by the ever-flourishing tree, to which the life perfected through virtue is likened.
1:22
ΚΕΦΑΛΑΙΟΝ Βʹ Ὡς δ' ἂν ἀκριβέστερον ἐπισταίημεν τῇ περὶ τῶν ἀρετῶν διδασκαλίᾳ, ἣν ὑφηγεῖται διὰ πάσης τῆς ψαλμικῆς ὁδηγίας ὁ λόγος, καλῶς ἂν ἔχοι πρότερον ἡμᾶς ἐφ' ἡμῶν αὐτῶν διελέσθαι, οἷόν τινα τεχνικὸν λόγον ἐν τάξει δι' ἀκολούθου προάγοντας, πῶς ἔστιν ἐν ἀρετῇ γενέσθαι τὸν ἐραστὴν τοῦ τοιούτου βίου
第二章。為要更精確地明白經文在整部詩篇引導中所傳授的關於諸德行的教導,我們最好先自行思索——彷彿依序按次推展一種有條理的論述——那愛慕此種生活之人,究竟如何能夠成就於德行之中。
CHAPTER II. In order that we may understand more accurately the teaching concerning the virtues which the discourse sets forth throughout the whole guidance of the Psalms, it would be well for us first to work out for ourselves, as though advancing some methodical account in due order and sequence, how one who is a lover of such a life may come to be in virtue.
1:23
οὕτω γὰρ ἂν ἐπιγνοίημεν τῆς προδεικνυμένης διδασκαλίας ἡμῖν τὸ ἀκόλουθον
因為唯有如此,我們才能認清這預先向我們展示之教導的內在連貫(ἀκολουθία)。
For thus we might recognize the logical sequence of the teaching set before us.
1:24
χρὴ τοίνυν τὸν μέλλοντα πρὸς ἀρετὴν βλέπειν πρότερον μὲν διακρῖναι τῷ λόγῳ τὸν βίον τόν τε ἀστεῖον καὶ τὸν ὑπαίτιον, ἰδίοις ἑκάτερον ἐπισημειωσά μενον γνωρίσμασιν, ὡς ἂν ἀσύγχυτος αὐτῶν ὁ λόγος εἴη μηδενὶ τῶν κοινούντων ἐπιθολούμενος
所以,凡有意朝向德行者,必須先以理性分辨那高尚(ἀστεῖος)的生活與那應受責備的生活,各自標明其獨有的特徵,使二者之論述不致混淆,不因任何共通之處而變得模糊不清。
It is necessary, then, that the one who intends to look toward virtue should first distinguish by reason the virtuous life from the blameworthy life, marking each with its own proper characteristics, so that the account of them may remain unconfused, undisturbed by anything held in common.
1:25
σημεῖα δὲ τῆς ἑκατέρου τούτων ἰδιότητος ἔστι μὲν ἴσως καὶ ἄλλα τινά·
而這兩者各自特性的標記,或許還有其他一些;
Now there are perhaps also other signs of the particular character of each of these;
1:26
τὰ δὲ γενικώτερα τῶν ἄλλων κατά γε τὴν ἡμετέραν ὑπόληψίν ἐστι ταῦτα·
但依我們的看法,其中較為普遍、勝於其餘者的標記,乃是以下這些:
but the more general ones, in comparison with the others, are, in our own judgment, these:
1:27
τὸ μεμερίσθαι πρὸς αἴσθησίν τε καὶ διάνοιαν τὴν ἐγγινομένην τοῖς ἀνθρώποις παρ' αὐτῶν εὐφροσύνην τῆς μὲν κακίας ἡδυνούσης τὴν αἴσθησιν, τῆς δὲ ἀρετῆς τὴν ψυχὴν εὐφραινούσης
亦即:人由此二者所生之喜樂,分屬於感覺與理智——惡使感覺得快,德行則使靈魂歡愉。
namely, that the joy arising in human beings from these is divided between sense-perception and understanding: vice giving pleasure to the senses, while virtue gladdens the soul.
1:28
ἐπὶ τούτοις ἂν εἴη ἀκόλουθον δι' εὐφημίας τε καὶ διαβολῆς τὴν τῶν ἀκουόντων διάνοιαν ἀπάγειν τε τοῦ χείρονος καὶ προσοικειοῦν τῷ βελτίονι τῆς μὲν τοῦ πονηροῦ βίου διαβολῆς τὸ μῖσος πρὸς τὴν κακίαν φερούσης, τοῦ δὲ τῶν ἀγαθῶν ἐπαίνου πρὸς τὸ εὐφημότερον τὴν ἐπιθυμίαν ἐφελκομένου
循此而下,接著便應藉著讚美與指責,將聽者的心智引離較差之事,而使之親近較善之事——對邪惡生活的指責,能將憎惡引向惡行;對善事的稱揚,則能將欲求牽引向更為可稱美之事。
Following upon this, it would be consistent, by means of praise and censure, to lead away the understanding of the hearers from the worse and to attach it to the better — the censure of the wicked life bringing hatred toward vice, while the praise of good things draws desire toward what is more praiseworthy.
1:29
μετὰ τοῦτο δὲ ὡς ἂν ἐνεργότερον τοῦ ἀγαθοῦ βίου τὸ ἐγκώμιον γένοιτο καὶ ἐμψυχότερος ὁ τοῦ χείρονος ψόγος, αὐτῶν προσήκει τῶν ἐν ἀρετῇ θαυ μασθέντων καὶ τῶν ἐν κακίᾳ κατεγνωσμένων τὴν μνήμην ποιήσασθαι
此後,為使對善行生活的稱頌更具實效、對惡行的指責更為生動有力,便當提及那些因德行而受讚賞之人,以及因惡行而遭定罪之人,作為例證。
After this, in order that the praise of the good life might become more effective and the censure of the worse more vivid, it is fitting to make mention of those very persons who have been admired for virtue and those condemned for vice.
1:30
ἐπίτασιν γάρ τινα τῆς ἐν τῇ ψυχῇ διαθέσεως ἐμποιεῖ καὶ βεβαιότητα προφανέντα τῶν βίων τὰ ὑποδείγ ματα, πρὸς τὴν τῶν ἀρίστων ὁμοτιμίαν τῆς ἐλπίδος τὴν. ψυχὴν ἐφελκομένης καὶ τῆς ἐπὶ τῶν κατεγνωσμένων διαβολῆς πρὸς ἀποφυγήν τε καὶ ἀλλοτρίωσιν τῶν ὁμοίων ἐπιτηδευμάτων παιδοτριβούσης
因為生活的實例一旦昭然顯現,便會在靈魂中激起某種強化與堅定的傾向:盼望將靈魂牽引,使其渴望與那最卓越者同享榮耀;而對被定罪者的指責,則訓練靈魂逃避並疏遠與其相似的行徑。
For examples of lives, once made manifest, produce a certain intensification and firmness of disposition in the soul, hope drawing the soul toward equal honor with the best, while the censure of the condemned trains it toward avoidance and estrangement from similar practices.
1:31
ἐπὶ πᾶσι δὲ τούτοις ἀναγ καῖον ἂν εἴη πρὸς ἑκάτερον τούτων λεπτομερῆ τινα διδασκα λίαν ποιήσασθαι, ἣ καὶ τὸ κρεῖττον ὑποδείξει καὶ ἀποτρέψει τοῦ χείρονος, πρὸς τοῦτο μὲν ὑποθήκαις τισὶν καὶ συμβουλαῖς ὁδηγοῦσα τὴν ἀκοήν, ἀπὸ δὲ τῶν χειρόνων διὰ τῶν ἀπο τρεπτικῶν ἀπείργουσα λόγων
除此之外,還需就這兩方面各自給予某種細密的教導,既指明較善之道,又勸阻使人遠離較差之事——一方面藉某些訓誨與勸言引導聽者,另一方面則藉勸阻之言使人遠離較差之事。
In addition to all these things, it would be necessary to give, for each of these two, some detailed instruction, which would both point out the better and turn one away from the worse — guiding the hearing, on the one hand, toward this by certain precepts and counsels, and, on the other, keeping it away from the worse things through dissuasive words.
1:32
Τούτων δὲ οὕτω διευκρινηθέντων, ἐπειδὴ δυσπαρά δεκτόν ἐστι τῇ φύσει πᾶν τὸ πρὸς ἡδονὴν ἀλλοτρίως ἔχον ( ἡδονὴν δὲ λέγω τὴν τοῦ σώματος φίλην·
既然這些事已如此細加分辨,那麼——由於凡與快樂相悖之事,本性上皆難以被接受(我所謂的「快樂」,是指那為肉體所喜愛的快樂;
Now that these matters have thus been carefully distinguished, since everything that stands estranged from pleasure is by nature hard for it to receive (by pleasure I mean that which is dear to the body;
1:33
ἡ γὰρ τῆς ψυχῆς εὐφροσύνη πολλῷ τῷ μέσῳ τῆς ἀλόγου τε καὶ ἀνδραποδώδους ἡδυπαθείας ἀπῴκισται)·
因為靈魂的喜樂,與那非理性、奴性的縱情逸樂之間,相隔甚遠)——
for the joy of the soul is separated by a great distance from irrational and servile indulgence in pleasure) —
1:34
ἴδιον δὲ σημεῖον ἑκατέρου τῶν βίων, τοῦ ἐν ἀρετῇ τε καὶ κακίᾳ, τοῦτο προλαβόντες ἐπέγνω μεν, ὅτι διὰ μὲν τῆς κακίας κολακεύεται ἡμῶν τὰ τῆς σαρκὸς αἰσθητήρια, ἡ δὲ ἀρετὴ ψυχῆς εὐφροσύνη τοῖς κατορθώσασι γίνεται
我們先前已認識到德行與惡行這兩種生活各自獨有的標記,即:惡行使我們肉體的感官受到諂媚取悅,而德行則對成就它的人而言,成為靈魂的喜樂。
we have already recognized this as the proper mark of each of the two lives, that of virtue and that of vice: that through vice the sense-organs of our flesh are flattered, whereas virtue becomes joy of soul for those who succeed in it.
1:35
τοῖς δὲ νῦν εἰσαγομένοις πρὸς τὸν ὑψηλότερον βίον, οἷς ἔτι τοῦ καλοῦ κριτήριον ἡ αἴσθησις εἶναι δοκεῖ, οὔπω ἱκανῶς ἔχει καθορᾶν τὸ ἀγαθὸν ἡ ψυχή, ἀγύμναστος ἔτι καὶ ἀήθης οὖσα τῆς τοιαύτης κατανοήσεως
然而,對於那些初被引入更崇高生活的人而言,感覺對他們來說似乎仍是判斷美善的準則,他們的靈魂尚未能充分洞察善,因其仍未經鍛鍊、也不習慣於這樣的理解。
But for those who are now being introduced to the higher life, for whom sense-perception still seems to be the criterion of the good, the soul is not yet sufficiently able to discern the good, being still untrained and unaccustomed to such understanding.
1:36
πρὸς δὲ τὸ μὴ γνωριζόμενον ἅπαν, κἂν ὅτι μάλιστα καλὸν ᾖ, ἀκίνητος ἡμῶν ἡ ἐπιθυμία μένει, ἐπιθυμίας δὲ μὴ προϋπαρχούσης, οὐδ' ἂν ἡδονή τις ἐγγένοιτο τοῦ μὴ ποθουμένου πράγματος
對於一切尚未被認識之事,即便它極其美好,我們的欲望仍然無動於衷;而若欲望本不先存在,對一件不被渴望之事,也就不可能生出任何快樂。
Toward everything that is not known, even if it be exceedingly good, our desire remains unmoved; and if desire does not previously exist, no pleasure at all could arise from a thing that is not longed for.
1:37
ὁδὸς γὰρ εἰς ἡδονὴν ὁ πόθος γίνεται
因為渴望正是通往快樂的道路。
For longing becomes the road to pleasure.
1:38
τοιοῦτον τοῖς μήπω τῆς ἀκηράτου καὶ θείας ἡδονῆς γευσαμένοις, δι' οὗ συμπαραδεχθήσεται τῆς ἀρετῆς τὰ διδάγματα, διά τινος τῶν τὴν αἴσθησιν εὐφραινόντων ἐφηδυνό μενα, καθάπερ καὶ τοῖς ἰατροῖς ποιεῖν σύνηθες, ὅταν τι πικρόν τε καὶ δύσληπτον τῶν ἀλεξητηρίων φαρμάκων. εὔληπτον ποιῶσι τοῖς ἀρρωστοῦσι τῇ τοῦ μέλιτος ἡδονῇ παραρτύοντες
對那些尚未嚐過純淨而神聖之快樂的人,便需要如此一種方法:使德行的教導藉由某種令感覺歡悅之物加以調和變甜,從而使其得以一併被接受——正如醫生慣常的做法:每當某種防護性的藥劑苦澀難以下嚥時,便以蜂蜜的甜味加以調配,使病人易於服用。
Such, then, is necessary for those who have not yet tasted the pure and divine pleasure — a means by which the teachings of virtue may be received along with it, being sweetened by something that delights the senses, just as it is customary for physicians, whenever one of the protective medicines is bitter and hard to take, to make it easy for the sick to take by seasoning it with the sweetness of honey.
1:39
εἰ δὲ τελείως ἡμῖν ἡ εἰσαγωγὴ τοῦ κατ' ἀρετὴν βίου διὰ τῶν εἰρημένων τετεχνολόγηται, ὡς δεῖν πρότερον μὲν ἀπ' ἀλλήλων χωρίσαι τὰ ἐναντία τῶν ἐπιτηδευ μάτων, εἶτα ἑκάτερον αὐτῶν τῷ ἰδίῳ γνωρίσματι σημειώσα σθαι, καὶ μετὰ τοῦτο τὸ μὲν ἀποσεμνῦναι τῷ λόγῳ, τὸ δὲ φευκτὸν ἐκ διαβολῆς ἀπεργάσασθαι, τοῖς τε τῶν ἐπισήμων ἀνδρῶν ὑποδείγμασιν ἐπιρρῶσαι πρὸς ἑκάτερον τὴν διάνοιαν, καὶ ταῖς μερικαῖς ὑποθήκαις τήν τε πρὸς τὸ ἀγαθὸν ἄγουσαν ὁδὸν ὑποδεῖξαι καὶ ἀποτρέψαι τοῦ χείρονος, τό τε κατεσκλη κὸς καὶ ἀνδρῶδες τῆς ἀρετῆς ἡδὺ ποιῆσαι τοῖς νηπιάζουσι διά τινος τῶν εὐφραινόντων τὴν αἴσθησιν ἡμῶν γλυκαινόμενον, καιρὸς ἂν εἴη κατανοῆσαι πῶς διὰ τῆς θεωρηθείσης ταύτης τεχνολογίας πᾶσα προῆκται ἡμῖν ἡ διὰ τῶν ψαλμῶν διδασκαλία τῆς τε κακίας ἀπείργουσα καὶ πρὸς ἀρετὴν ἐφελκομένη
既然我們藉以上所述,已完整地以有系統的方式陳明了通往德行生活的入門之道——即:首先必須將彼此相反的行為分開;其次以各自獨有的標記為之標明;然後以言辭褒揚其一,並藉指責使另一者成為當避之事;再藉知名人物的實例,加強對這兩者的心志;並藉個別的訓誨,既指明通往善的道路,又勸人遠離較差之事;最後,藉某種令我們感覺愉悅之物使其變甜,將德行那嚴峻而剛毅的一面,變得對仍處於幼稚階段的人也覺甘美——那麼,現在正是時候,去理解藉著這番已然觀察到的方法,詩篇中賜給我們的一切教導,是如何被引出的:既使人遠避惡行,又將人牽引向德行。
But if the introduction to the life according to virtue has now been fully set out methodically for us through what has been said — namely, that one must first separate the opposite practices from one another, then mark each of them with its own proper characteristic, and after this extol the one by reasoned discourse while rendering the other an object of avoidance through censure, and further strengthen the mind toward each by the examples of notable men, and by particular precepts both point out the way leading to the good and turn one away from the worse, and finally make the hardened and manly aspect of virtue pleasant for those still in infancy by sweetening it with something that delights our sense-perception — then it would be time to understand how, through this method now contemplated, the whole teaching that comes to us through the Psalms has been brought forth, both warding us off from vice and drawing us toward virtue.
1:40
ΚΕΦΑΛΑΙΟΝ Γʹ Πρῶτον τοίνυν, ἐκ γὰρ τῶν τελευταίων ἀρχόμεθα τῆς ἐξετάσεως, σκοπήσωμεν τὴν ἐπίνοιαν, δι' ἧς οὕτω σκληράν τε καὶ σύντονον οὖσαν τὴν κατ' ἀρετὴν πολιτείαν τήν τε τῶν μυστηρίων αἰνιγματώδη διδασκαλίαν καὶ τὴν ἀπόρρητόν τε καὶ κεκρυμμένην δυσεφίκτοις θεωρήμασι θεολογίαν οὕτως εὔληπτόν τε καὶ γλυκεῖαν ἐποίησεν, ὡς μὴ μόνον τε λείοις ἀνδράσι τοῖς ἤδη κεκαθαρμένοις τὰ τῆς ψυχῆς αἰσθητή ρια τὴν διδασκαλίαν ταύτην σπουδάζεσθαι, ἀλλὰ καὶ τῆς γυναικωνίτιδος ἴδιον γενέσθαι κτῆμα καὶ νηπίοις ὥς τι τῶν ἀθυρμάτων ἡδονὴν φέρειν καὶ τοῖς παρηλικεστέροις ἀντὶ. βακτηρίας τε καὶ ἀναπαύσεως γίνεσθαι, τόν τε φαιδρυνό μενον ἑαυτοῦ νομίζειν εἶναι τῆς διδασκαλίας ταύτης τὸ δῶρον καὶ τὸν σκυθρωπῶς ἐκ περιστάσεως διακείμενον δι' αὐτὸν οἴεσθαι τὴν τοιαύτην τῆς γραφῆς χάριν δεδόσθαι·
第三章。首先——因為我們是從末後之事開始考察的——讓我們思索一下這個構思:藉此,那本是如此嚴峻而緊張的德行生活方式,以及那奧秘的謎樣教導,還有那難以言喻、隱藏於難以企及之默觀中的神學,竟被使之如此易於領受、且甘美無比,以致不僅使那些心靈感官已然潔淨的成熟人士熱切追求這教導,甚至也成了婦女內室特有的珍寶,對嬰孩而言如同玩物一般帶來喜樂,於年邁者則成了扶杖與安息;使歡欣之人以為這教導的恩賜是屬於自己的,而因境遇陷入愁苦之人,也以為經文的這般恩惠是特為他而賜下的:
CHAPTER III. First, then — for we begin our inquiry from the last things — let us examine the design by which the way of life according to virtue, being so harsh and strenuous, and the enigmatic teaching of the mysteries, and the theology that is ineffable and hidden in contemplations hard to attain, has been made so easy to grasp and so sweet, that not only is this teaching earnestly pursued by mature men who have already had the organs of perception of their soul purified, but it has also become the peculiar possession of the women’s quarters, and brings pleasure to infants as one of their playthings, and becomes for the very aged a staff and a repose; so that the one who is cheerful considers the gift of this teaching to be his own, while the one who is despondent because of circumstance supposes that such grace of the Scripture has been given for his sake:
1:41
ὁδοιποροῦντές τε πρὸς τούτοις καὶ θαλαττεύοντες ἄνθρωποι, ἤ τισιν ἐπιδιφρίοις ἐργασίαις προσασχολούμενοι καὶ πάντες ἁπαξαπλῶς ἐν πᾶσιν ἐπιτηδεύμασιν ἄνδρες τε καὶ γυναῖκες, ἐν ὑγιείᾳ τε καὶ ἀρρωστίᾳ, ζημίαν ποιοῦνται τὸ μὴ διὰ στόματος τὴν ὑψηλὴν ταύτην διδασκαλίαν φέρειν
此外,行路之人與航海之人,或從事某些坐姿手藝的工人,以及一切從事各種行業的男女,無論健康或患病,都以不能常將這崇高的教導掛在口中為一種損失。
In addition, people who are traveling and voyaging at sea, or who are occupied with some sedentary craft, and, in short, absolutely all men and women in every occupation, in health and in sickness, count it a loss not to carry this lofty teaching upon their lips.
1:42
ἤδη δὲ καὶ τὰ συμπόσια καὶ αἱ γαμικαὶ φαιδρότητες ὡς μέρος εὐφροσύνης τὴν φιλοσοφίαν ταύτην ἐν ταῖς θυμηδίαις παραλαμβάνουσιν, ἵνα παρῶμεν τὴν ἔνθεον ἐν ταῖς παννυχίσι διὰ τούτων ὑμνῳδίαν καὶ τὴν τῶν ἐκκλησιῶν ἐσπουδασμένην ἐν τούτοις φιλοσοφίαν
甚至連宴會與婚禮的歡慶,也將這哲理作為喜樂的一部分,納入其歡欣之中——更不用說在通宵守夜中藉此而有的神感聖詠,以及教會對此所致力的哲理了。
Already, too, banquets and the festivities of weddings take up this philosophy as part of the merriment in their gladness — to say nothing of the divinely-inspired hymnody through these psalms at the all-night vigils, and the earnest philosophy of the churches devoted to them.
1:43
τὸ γὰρ μελῳδεῖν τὰ ῥήματα εἴποι τις ἂν αἴτιον εἶναι τοῦ μεθ' ἡδονῆς περὶ τούτων διεξιέναι
因為人或許會說,將這些話語譜成歌曲吟唱,正是使人以愉悅之心反覆誦念此事的緣由。
For one might say that the singing of the words is the cause of dwelling upon these matters with pleasure.
1:44
ἐγὼ δὲ κἂν ἀληθὲς ᾖ τοῦτο, φημὶ δεῖν μὴ παριδεῖν ἀθεώρητον
然而,我認為,即便此說為真,也不應就此輕輕略過而不加深究。
But I, even if this is true, say that it ought not to be passed over without further contemplation.
1:45
ἔοικε γὰρ μεῖζόν τι ἢ κατὰ τὴν τῶν πολλῶν διάνοιαν ὑποσημαίνειν ἡ διὰ τῆς μελῳδίας φιλοσοφία
因為藉旋律而傳達的這番哲理,似乎所暗示的意義,遠比大多數人所理解的更為深奧。
For the philosophy conveyed through melody seems to signify something greater than what most people’s understanding grasps.
1:46
τί οὖν ἐστιν ὃ φημί; ἤκουσά τινος τῶν σοφῶν τὸν περὶ τῆς φύσεως ἡμῶν διεξιόντος λόγον, ὅτι μικρός τις κόσμος ἐστὶν ὁ ἄνθρωπος πάντα ἔχων ἐν ἑαυτῷ τὰ τοῦ μεγάλου κόσμου
那麼,我所指的究竟是什麼呢?我曾聽聞一位智者,論及我們的本性時說:人是一個微小的世界(μικρὸς κόσμος),其自身涵藏著大世界的一切。
What, then, is it that I mean? I have heard one of the wise men, discoursing on our nature, say that man is a certain small world, having in himself all the things of the great world.
1:47
ἡ δὲ τοῦ παντὸς διακόσμησις ἁρμονία τίς ἐστι μουσικὴ πολυειδῶς καὶ ποικίλως κατά τινα τάξιν καὶ ῥυθμὸν πρὸς ἑαυτὴν ἡρμοσμένη καὶ ἑαυτῇ συνᾴδουσα καὶ μηδέποτε τῆς συμφωνίας ταύτης διασπωμένη, εἰ καὶ πολλή τις ἐν. τοῖς καθ' ἕκαστον ἡ τῶν ὄντων διαφορὰ θεωρεῖται
宇宙萬有的秩序安排,乃是一種音樂的和諧,依某種次序與節奏,以多樣而豐富的方式與自身相調和,彼此協和共鳴,永不從這和諧中分裂破碎——即便在個別事物之中,可觀察到存在物之間極大的差異。
Now the ordered arrangement of the universe is a kind of musical harmony, fitted together with itself in manifold and various ways according to a certain order and rhythm, and singing in tune with itself, and never torn apart from this concord, even though a great diversity of beings is observed among particular things.
1:48
πᾶσιν ὁ φθόγγος ἦν, οὐδ' ἂν συνέστη πάντως τὸ μέλος·
因為若音調對眾聲皆同一無異,曲調便絕不可能組成;
for if the note were alike in all, the melody would certainly not have come together at all;
1:49
οὕτως καὶ ἡ τοῦ παντὸς κρᾶσις ἐν ποικίλοις τῶν καθ' ἕκαστον ἐν τῷ κόσμῳ θεωρουμένων διά τινος τεταγμένου τε καὶ ἀπαραβάτου ῥυθμοῦ αὐτὴ ἑαυτῆς ἁπτομένη καὶ τὴν τῶν μερῶν πρὸς τὸ ὅλον εὐαρμοστίαν ἐργαζομένη τὴν παναρμόνιον ταύτην ἐν τῷ παντὶ μουσουργεῖ μελῳδίαν, ἧς ἀκροατὴς ὁ νοῦς γίνεται κατ' οὐδὲν τῇ ἀκοῇ ταύτῃ συγχρώμενος, ἀλλ' ὑπερκύπτων τὰ τῆς σαρκὸς αἰσθητήρια καὶ ἄνω γενόμενος, οὕτως ἐπαίει τῆς τῶν οὐρανῶν ὑμνῳδίας
同樣地,宇宙萬有的調合,在世界中所觀察到的各種個別事物之間,藉某種有序而不可逾越的節奏,自我相接、相觸,成就各部分與整體之間的和諧,於是在整個宇宙中演奏出這首無所不諧的旋律;而理智(νοῦς)便成為此曲的聆聽者——它絲毫不憑藉這種(肉體的)聽覺,反倒超越肉體的諸感官,升至高處,如此才能領受諸天的頌歌。
So too the blending of the universe, amid the various things observed severally in the world, touching itself through a certain ordered and inviolable rhythm, and producing the concord of the parts with the whole, works out this all-harmonious melody throughout the universe — of which the mind becomes a hearer, making no use whatsoever of this bodily hearing, but rising above the sense-organs of the flesh and coming to be on high, and thus perceives the hymnody of the heavens.
1:50
Ἀληθῶς γὰρ τῆς ἀνεφίκτου τε καὶ ἀφράστου θεοῦ δόξης ὕμνος ἐστὶ τῷ τοιούτῳ ῥυθμῷ προαγόμενος ἡ τῆς κτίσεως πάσης πρὸς ἑαυτὴν συνῳδία διὰ τῶν ἐναντίων συγκεκραμένη
因為,真實而言,這受造萬物彼此之間的協和,藉相反之物調和而成、循此節奏而生發,正是對那不可企及、無可言喻之神的榮耀所獻上的頌歌。
For truly the concord of all creation with itself, blended together out of opposites and brought forth by such a rhythm, is a hymn to the unattainable and ineffable glory of God.
1:51
ἐναντίως γὰρ ἔχει πρὸς ἄλληλα στάσις καὶ κίνησις, ταῦτα δὲ κέκραται μετ' ἀλλήλων ἐν τῇ φύσει τῶν ὄντων καί τις ἀμήχανος ἐν αὐτοῖς καθορᾶται τῶν ἀντικει μένων μίξις, ὡς καὶ ἐν τῇ κινήσει τὸ στάσιμον δείκνυσθαι καὶ ἐν τῷ μὴ κινουμένῳ τὸ ἀεικίνητον
因為靜止與運動彼此相反,然而二者卻在萬有的本性中彼此調和,並且在其中可見一種難以言喻的對立之混合,以致在運動之中亦顯出靜止,在不動之中亦顯出恆動。
For rest and motion are opposed to one another, yet these are blended together in the nature of existing things, and a certain inconceivable mixture of opposites is observed in them, so that stability is shown even in motion, and perpetual motion even in what is not moved.
1:52
κινεῖται μὲν γὰρ τὰ κατ' οὐρανὸν ἀεὶ πάντα ἢ τῷ ἀπλανεῖ συμπεριπολοῦντα κύκλῳ ἢ κατὰ τὸ ἐναντίον διὰ τῶν πλανητῶν ἀνελισσόμενα
因為天上諸星,皆恆常運行不息,或隨那不游移的(恆星)天球一同旋轉巡行,或反之,藉行星而作迴旋往復之運行。
For all the heavenly bodies are always in motion, either revolving together with the fixed sphere in its circuit, or, conversely, winding their way through the wandering planets.
1:53
ἕστηκε δὲ πάντοτε καὶ ἐπὶ τῆς ταυτότητος μένει ὁ ἐν τούτοις εἱρμὸς οὐδέ ποτε ἀπὸ τοῦ ἐν ᾧ ἐστιν ἐφ' ἕτερόν τι καινὸν. μεθιστάμενος, ἀλλ' ἀεὶ ὡσαύτως ἔχων καὶ ἐν τῷ αὐτῷ διαμένων
然而,這些運行中的連貫次序,卻永遠靜止不變,恆處於自身的同一之中,從不由其現有的狀態轉移至另一新的狀態,反倒永遠保持不變,恆居於同一之境。
Yet the sequence found in these things always stands still and remains in sameness, never shifting from the state in which it is to some other, new state, but always being disposed in the same way and abiding in the same condition.
1:54
ἡ τοίνυν τοῦ ἑστῶτος πρὸς τὸ κινούμενον σύνοδος ἐν τεταγμένῃ τινὶ καὶ ἀπαραβάτῳ γινομένη διὰ παντὸς εὐαρμοστίᾳ μουσική τίς ἐστιν ἁρμονία σύγκρατον καὶ θεσπεσίαν τῆς τὸ πᾶν διακρατούσης δυνάμεως ὑμνῳδίαν ἀποτελοῦσα
所以,靜止者與運動者的結合,恆常以某種有序而不可逾越的和諧方式發生,乃是一種音樂式的和諧,成就了那持守全宇宙之大能所發出的、調和而奇妙的頌歌。
The conjunction, then, of what stands still with what is in motion, occurring in a certain ordered and inviolable harmony throughout, is a kind of musical concord, producing the blended and marvelous hymnody of the power that sustains the whole universe.
1:55
ἡ γὰρ τῶν πάντων πρὸς ἄλληλα σύμπνοιά τε καὶ συμπάθεια τάξει καὶ κόσμῳ καὶ ἀκολουθίᾳ διοικουμένη ἡ πρώτη τε καὶ ἀρχέτυπος καὶ ἀληθής ἐστι μουσική·
因為萬有彼此之間的協和與共鳴,藉次序、佈置與連貫(ἀκολουθία)而受治理,此即為最初的、原型的、真實的音樂;
For the mutual concord and sympathy of all things with one another, governed by order, arrangement, and sequence, is the first, archetypal, and true music;
1:56
ἣν ὁ τοῦ παντὸς ἁρμοστὴς τῷ ἀρρήτῳ τῆς σοφίας λόγῳ διὰ τῶν ἀεὶ γινομένων [ ἐν σοφίᾳ] τεχνικῶς ἀνακρούεται
而宇宙的調律者,正是藉著智慧那無可言喻的道(λόγος),透過那些恆常發生(在智慧中)的萬事萬物,巧妙地彈奏出這首樂曲。
which the harmonizer of the universe strikes up with skill, by the ineffable reason of wisdom, through the things that are ever coming to be in wisdom.
1:57
εἰ οὖν ὁ διάκοσμος ὅλος μουσική τις ἁρμονία ἐστίν, Ἧς τεχνίτης καὶ δημιουργὸς ὁ θεός, καθώς φησιν ὁ ἀπόστολος, μικρὸς δὲ κόσμος ὁ ἄνθρωπος, ὁ δὲ αὐτὸς οὗτος καὶ μίμημα τοῦ ἁρμοσαμένου τὸν κόσμον πεποίηται, ὅπερ ἐπὶ τοῦ μεγάλου κόσμου οἶδεν ὁ λόγος, τοῦτο κατὰ τὸ εἰκὸς καὶ ἐν τῷ μικρῷ βλέπει·
所以,若整個宇宙秩序乃是一種音樂的和諧,而神是這和諧的巧匠與創造者——正如使徒所言——而人則是一個微小的世界,且此人本身也被造成那調和宇宙者的摹本,那麼,理性(λόγος)在大世界中所認識的,依理也理當在這微小世界中同樣得見;
If, then, the whole ordered universe is a kind of musical harmony, of which God is the artificer and craftsman, as the Apostle says, and man is a small world, and this same man has been made a copy of him who harmonized the world, then whatever reason recognizes in the great world, it fittingly sees also in the small world;
1:58
τὸ γὰρ μέρος τοῦ ὅλου ὁμογενές ἐστι πάντως τῷ ὅλῳ
因為部分與整體,在本質上必然是同類的。
for the part is always of the same kind as the whole.
1:59
ὥσπερ γὰρ ἐν τῷ ψήγματι βραχείας ὑάλου κατὰ τὸ στίλβον μέρος ὅλον ἔστιν ἰδεῖν ὡς ἐν κατόπτρῳ τὸν κύκλον τοῦ ἡλίου δεικνύμενον, καθὼς χωρεῖ ἡ βραχύτης τοῦ στίλβοντος, οὕτω καὶ ἐν τῷ μικρῷ κόσμῳ, τῇ ἀνθρωπίνῃ λέγω φύσει, πᾶσα ἡ ἐν τῷ παντὶ θεωρουμένη μουσικὴ καθορᾶται ἀναλογοῦσα τῷ ὅλῳ διὰ. τοῦ μέρους, ὡς χωρεῖται τὸ ὅλον ὑπὸ τοῦ μέρους
正如在一小片玻璃碎屑上,藉其閃亮的一面,可如同鏡中一般看見太陽整個的圓輪顯現出來——依那閃亮之處的微小程度所能容納的限度而見——同樣地,在這微小的世界中,我是指人的本性中,宇宙間所可見的一切音樂,也藉此部分而得以窺見,與整體相稱,一如整體被此部分所容納的程度。
For just as, in a small fragment of glass, one can see, on its gleaming surface, the whole circle of the sun displayed as in a mirror, to the extent that the smallness of the gleaming surface can contain it, so also in the small world — I mean human nature — all the music observed in the universe is beheld, proportionate to the whole through the part, in the measure that the whole is contained by the part.
1:60
δείκνυσι δὲ τοῦτο καὶ ἡ ὀργανικὴ τοῦ σώματος ἡμῶν διασκευὴ πρὸς ἐργασίαν μουσικῆς φιλοτεχνηθεῖσα παρὰ τῆς φύσεως
而我們身體那有機的構造,正是為了促成音樂的產生,由自然精巧地設計而成,這一點也印證了此理。
This is also shown by the instrumental constitution of our body, which has been artfully wrought by nature for the production of music.
1:61
θεραπεία γὰρ φύσεώς ἐστιν ἡ τῆς ζωῆς εὐρυθμία, ἥν μοι δοκεῖ συμβουλεύειν δι' αἰνιγμάτων ἡ μελῳδία
因為生命的良好節律,乃是本性的一種療養,而在我看來,旋律正是藉隱喻(αἴνιγμα)勸勉人達成此節律。
For the good rhythm of life is a therapy of nature, which melody, it seems to me, counsels through enigmas.
1:62
τάχα γὰρ αὐτὸ τοῦτο πρὸς τὴν ὑψηλοτέραν τοῦ βίου κατάστασιν παραίνεσις γίνεται τὸ μὴ δεῖν ἄμουσόν τε καὶ ἔκτροπον καὶ παρηχημένον τῶν ἐν ἀρετῇ ζώντων εἶναι τὸ ἦθος, μήτε πέρα τοῦ μέτρου τῆς χορδῆς ὀξυτονούσης·
因為,這或許正是對更崇高生活狀態的一種勸勉:即那些依德行而活者的品性,不應是無音律、乖離、走調的,弦線也不應繃得過緊,超過應有的限度;
For perhaps this very thing becomes an exhortation toward the higher condition of life: that the character of those living in virtue ought not to be unmusical, deviant, and discordant, nor the string strained sharp beyond measure;
1:63
ῥήγνυται γὰρ πάντως ὑπερτεινό μενον τῆς χορδῆς τὸ εὐάρμοστον·
因為弦一旦被過度拉緊,其和諧之音必然斷裂;
for the well-tuned string, when overstretched, breaks entirely;
1:64
μήτ' αὖ πρὸς τὸ ἐναντίον ἐν ἀμετρίᾳ δι' ἡδονῆς ὑποχαλᾶν τὸν τόνον·
反之,亦不應因貪圖快樂,而過度鬆弛其張力;
nor, again, on the contrary, to slacken the tension immoderately through pleasure;
1:65
κωφὴ γὰρ καὶ ἄναυδος γίνεται ἡ ψυχὴ τοῖς τοιούτοις πάθεσιν ἐγχαυνωθεῖσα·
因為靈魂一旦被這類情慾所鬆懈軟化,便會變得聾啞而無聲;
for the soul, made slack by such passions, becomes deaf and mute;
1:66
καὶ τὰ ἄλλα πάντα ὡσαύτως ἐπιτείνειν τε κατὰ καιρὸν καὶ ὑφιέναι τοῦ τόνου·
其餘一切也是如此,應當按時機或收緊、或放鬆其張力;
and likewise in all other respects, one should tighten the tension at the fitting time and relax it at the fitting time;
1:67
πρὸς τοῦτο βλέποντας, ὅπως ἂν ἡμῖν διὰ παντὸς εὐμελής τε καὶ εὔρυθμος ὁ ἐν τοῖς ἤθεσι διαμένοι τρόπος μήτε ἀμέτρως λυόμενος μήτε πέρα τοῦ μέτρου ὑπερτεινόμενος
當著眼於此目標:使我們品性中所存的行事方式,恆常保持悅耳而合乎節律,既不過度鬆弛,也不超乎限度地繃緊。
looking to this end, that the manner abiding in our characters might always remain well-tuned and well-rhythmed, neither slackened immoderately nor stretched beyond measure.
1:68
ὅτι παράφορόν ποτε καταλαβὼν τὸν Σαοὺλ καὶ ἐξεστηκότα τῆς διανοίας οὕτως ἐξιάσατο κατεπᾴδων τοῦ πάθους, ὥστε αὐτῷ πάλιν πρὸς τὸ κατὰ φύσιν ἐπανελθεῖν τὴν διάνοιαν
因為當他(大衛)一次見掃羅心智失常、神智錯亂時,便如此以歌聲吟唱驅除其病痛,將他治癒,使他的心智重新恢復其本然的狀態。
For when he once found Saul deranged and out of his mind, he healed him thus, charming away his passion by song, so that his mind returned again to its natural state.
1:69
δῆλον οὖν ἐκ τούτων ἐστὶ πρὸς ὅ τι βλέπει τῆς μελῳδίας τὸ αἴνιγμα, ὅτι τὴν τῶν παθημάτων καταστολὴν συμβουλεύει. ποιεῖσθαι τῶν διαφόρως ἡμῖν ἐγγινομένων ἐκ τῶν βιωτικῶν περιστάσεων
由此可見,旋律的隱喻究竟指向何處已然明白:它勸勉我們,對那因生活際遇而以各種方式在我們身上產生的種種情慾,當加以抑制、平息。
It is clear, then, from these things, toward what the enigma of melody looks: that it counsels us to bring about the restraint of the passions that arise in us in various ways from the circumstances of life.
1:70
ἀλλὰ καὶ τοῦτο προσήκει μὴ παραδραμεῖν ἀθεώρητον, ὅτι οὐ κατὰ τοὺς ἔξω τῆς ἡμετέρας σοφίας μελοποιοὺς καὶ ταῦτα τὰ μέλη πεποίηται·
然而,還有一事,也不應輕率略過而不加省察:即這些歌曲的譜成,並非依照那些在我們(信仰)智慧之外的作曲者的方式;
But this too ought not to be passed over without consideration: that these melodies were not composed after the manner of the songwriters outside our own wisdom;
1:71
οὐ γὰρ ἐν τῷ τῶν λέξεων τόνῳ κεῖται τὸ μέλος, ὥσπερ ἐν ἐκείνοις ἔστιν ἰδεῖν, παρ' οἷς ἐν τῇ ποιᾷ τῶν προσῳδιῶν συνθήκῃ, τοῦ ἐν τοῖς φθόγγοις τόνου βαρυνομένου τε καὶ ὀξυτονοῦντος καὶ βραχυνομένου τε καὶ παρατείνοντος, ὁ ῥυθμὸς ἀποτίκτε, ἀλλὰ ἀκατάσκευόν τε καὶ ἀνεπιτήδευτον τοῖς θείοις λόγοις ἐνείρας τὸ μέλος, ἑρμηνεύειν τῇ μελῳδίᾳ τὴν τῶν λεγομένων διάνοιαν βούλεται, τῇ ποιᾷ συνδιαθέσει τοῦ κατὰ τὴν φωνὴν τόνου τὸν ἐγκείμενον τοῖς ῥήμασι νοῦν ὡς δυνατὸν ἐκκαλύπτων
因為旋律並不在於字詞的音調之中,如同在某些人那裡所見的那樣——他們按某種音韻格律的安排,使聲音中的音調或低沉、或高揚、或短促、或延長,因而產生節奏;反之,〔經文〕將旋律以不加雕琢、渾然天成的方式編入神聖的話語之中,乃是願意藉旋律來闡明所言之意,藉聲音音調相應的配合,儘可能地揭示蘊藏於言辭之中的思想。
For the melody does not reside in the pitch of the words, as one can see among those who, by a certain arrangement of prosodic accents — the tone in the sounds being lowered, raised, shortened, and prolonged — bring forth rhythm; but Scripture, having woven the melody into the divine words in an unstudied and artless manner, wishes by the melody to interpret the sense of what is said, disclosing as far as possible, through the fitting accompaniment of the vocal tone, the meaning lying within the words.
1:72
τὸ μὲν οὖν προσόψημα τῆς ἐδωδῆς τοιοῦτον, ᾧ καταγλυκαίνεται καθάπερ τισὶν ἡδύσμασιν ἡ τῶν διδαγ μάτων τροφή
食物的調味便是如此,藉此教訓的糧食才如同用某些香料調和一般,變得甘甜。
Such, then, is the seasoning of the food, by which the nourishment of the teachings is sweetened as though by certain spices.
1:73
πρῶτον μὲν γὰρ φανεροῖς σημείοις διακεκριμένην ἔστιν εὑρεῖν τὴν ἀρετὴν ἐκ τῆς κακίας, ὡς ἀσύγχυτον εἶναι τὴν ἑκατέρου τούτων πρὸς τὸ ἐναντίον διαφοράν
首先,可以發現德行藉明顯的記號與惡分別開來,以致這兩者彼此相對的差異是毫不混淆的。
For in the first place one can find virtue distinguished from vice by manifest signs, so that the difference of each of these from its opposite is unconfused.
1:74
ἐκ γὰρ τῆς ἐγγινομένης ἡμῖν ἀπ' αὐτῶν εὐφροσύνης τὸ ἐξαίρετον τῆς τῶν ἐπιτηδευμάτων ἰδιότητος δείκνυται, τῆς μὲν κακίας τὰς περὶ τὸ σῶμα αἰσθήσεις, τῆς δὲ ἀρετῆς τὴν ψυχὴν εὐφραινούσης·
因為由這些〔德行與惡〕在我們裡面所生發的喜樂,便顯明了各種行為之獨特的殊異:惡使身體的感官歡悅,德行則使靈魂歡悅。
For from the gladness that arises in us from them the distinctive character of each pursuit is shown: vice gladdens the senses concerning the body, while virtue gladdens the soul.
1:75
ὡς ἀπλανῆ τε καὶ ἀναμφίβολον εἶναι τὴν ἐκ τῶν σημείων τούτων εὑρισκομένην τοῦ ὑποκειμένου φύσιν
以致從這些記號所發現的、關於此主體的本性,是不會迷失、也毫無疑義的。
so that the nature of the subject discovered from these signs is unerring and unambiguous.
1:76
καὶ τοῦτο ἐξ ἄλλων τέ τινων κατά τε τὸ πρόχειρον καὶ κατὰ τὴν ἐν τῷ βάθει κειμένην θεωρίαν τῶν νοημάτων. ἐν πολλοῖς τῆς ψαλμῳδίας ἔστιν εὑρεῖν, καὶ μάλιστά γε κατὰ τὸν τέταρτον ψαλμόν, ἐν ᾧ φησι βαρυκαρδίους εἶναι τοὺς τὸ ψεῦδος καὶ τὸ μάταιον τῆς ἀληθείας μὴ διακρίνοντας, ἀλλ' ἀγαπῶντας μὲν τὸ ἀνύπαρκτον, περιορῶντας δὲ τὸ μένον καὶ τοῦ ἀγαπᾶσθαι ἄξιον
這一點,無論按顯而易見之處,或按蘊藏於思想深處的默觀,都可以在詩篇歌詠的許多地方見到,尤其是在第四篇詩篇中,經上說那些不分辨虛謊與真理之虛空的人是「心裡沉重」的,他們所愛的乃是不存在的東西,卻忽視那長存、且配得被愛的。
And this one can find, both from certain other instances and according to the plain sense as well as the contemplation of the thoughts lying in the depth, in many places of the psalmody, and especially in the fourth psalm, in which he says that those are "heavy of heart" who do not distinguish falsehood and vanity from truth, but love what does not exist while disregarding what abides and is worthy of love.
1:77
μόνην γὰρ εἶπε θαυμαστὴν ἀληθῶς εἶναι τὴν ὁσιότητα, τὰ δὲ ἄλλα πάντα τὰ ἀντὶ τῶν ἀγαθῶν σπουδαζόμενα τοῖς ἀνθρώποις ἐν ὑπολήψει κεῖσθαι, ἐφ' ἑαυτῶν οὐκ ὄντα, ἀλλ' ἐν τῇ ματαίᾳ τῶν ἀνθρώ πων οἰήσει τὸ εἶναι ἔχειν δοκοῦντα
因為他說,唯獨聖潔才真是可讚歎的,至於人們熱切追求、以代替美善的其他一切事物,都僅僅存在於人的意見之中,本身並不存在,卻在人虛妄的自負裡,看似擁有存在。
For he said that holiness alone is truly wondrous, while all the other things that men eagerly pursue in place of the goods lie merely in opinion, not existing in themselves, but seeming to have being only in the vain conceit of men.
1:78
καὶ ὡς ἂν φανερώτερον ἐκκαλύψειε τὸ περὶ τούτων δόγμα, προϊών φησιν, ὅτι οἱ πολλοὶ τὸ ἀγαθὸν ἐν τοῖς φαινομένοις ὁρίζονται, λέγοντες ἐκεῖνο μόνον εἶναι ἀγαθόν, ὅπερ ἄν τις τῇ αἰσθήσει προδείξῃ
為了更清楚地揭示關於這些事的教訓,他繼續往下說道:多數人以顯現於外的事物來界定美善,說唯有那能被人先呈現於感官之前的,才是美善。
And that he might disclose more clearly the doctrine concerning these things, proceeding further he says that the many define the good in terms of appearances, saying that only that is good which someone can first show forth to sense-perception.
1:79
Πολλοὶ γάρ, φησί, λέγουσι Τίς δείξει ἡμῖν τὰ ἀγαθά; ὁ δὲ πρὸς τὴν ἀρετὴν βλέπων τὴν μὲν ἀνδραποδώδη ταύτην τοῦ καλοῦ κρίσιν περιορᾷ
他說:「因為許多人說:誰能將美善指示給我們看呢?」但那仰望德行的人,卻不理會這種對美善的奴僕式判斷。
"For many," he says, "say, Who will show us good things?" But he who looks toward virtue disregards this slavish judgment of the beautiful.
1:80
ἐν δὲ τῷ φωτὶ τὸ καλὸν βλέπει
反而在光中看見美善。
but he sees the beautiful in the light.
1:81
καὶ οὕτως ἐπισημειοῦται τὴν θεοειδῆ τε καὶ ὑψηλὴν εὐφροσύνην·
並如此標示出那如神一般、崇高的喜樂。
and thus he marks out the god-formed and lofty gladness.
1:82
φῶς δὲ ἐκεῖνο λέγει τὸ ἐκ τοῦ θείου προσώπου ἀπαυγαζό μενον, οὗ καθικέσθαι ἡ αἴσθησις φύσιν οὐκ ἔχει
他所說的光,乃是從神聖的容顏所照耀而出的光,感官本無能力企及。
And by "light" he means that which shines forth from the divine face, which sense-perception does not have the nature to reach.
1:83
Ἐσημειώθη γάρ, φησίν, ἐφ' ἡμᾶς τὸ φῶς τοῦ προσώπου σου, κύριε
他說:「主啊,你容顏的光,已印在我們身上。」
"For the light of your face, O Lord," he says, "was signed upon us."
1:84
θεοῦ γὰρ πρόσωπον ἐν χαρακτῆρσί τισι θεωρούμενον οὔ μοι δοκεῖ ἕτερον παρὰ τὰς ἀρετὰς νοεῖν ὁ προφήτης·
因為在我看來,先知所理解、於某些特徵中被觀照的神的容顏,並非別的,正是諸般德行。
For it does not seem to me that the prophet understands the face of God, contemplated in certain distinguishing marks, as anything other than the virtues.
1:85
ταύταις γὰρ τὸ θεῖον εἶδος χαρακτηρίζεται
因為神聖的形貌,正是藉這些〔德行〕而被表徵出來的。
for by these the divine form is characterized.
1:86
καὶ τοῦτο εἰπὼν τὸ τέλειον γνώρισμα λέγει τῆς ἀρετῆς·
說了這話之後,他便道出了德行完全的標記。
And having said this, he states the perfect mark of virtue.
1:87
Ἔδωκας εὐφροσύνην εἰς τὴν καρδίαν μου, ἀντὶ τῆς ψυχῆς καὶ τοῦ νοῦ τὴν καρδίαν λέγων
「你將喜樂放在我心裡」——他以「心」來稱呼靈魂與心智。
"You have put gladness into my heart" — calling the soul and the mind by the name "heart."
1:88
κακίας δελεάσμασι τὸν νοῦν ἡσθῆναι
使心智因惡的誘餌而歡悅。
that the mind should be gladdened by the baits of vice.
1:89
ἀντιδιαστέλλει δὲ τῇ τῆς καρδίας εὐφροσύνῃ τὴν ὑλώδη ταύτην καὶ βιωτικὴν εὐθηνίαν, λέγων τοῖς τὸ παρὸν ὁρῶσι τὴν γαστέρα τοῦ καλοῦ κριτήριον γίνεσθαι
他將這種屬物質、屬今生的豐盛,與心中的喜樂相對立,說對那些只顧眼前之事的人而言,肚腹便成了衡量美善的判準。
And he contrasts with the gladness of the heart this material and worldly abundance, saying that for those who look to the present life, the belly becomes the criterion of the good.
1:90
σῖτον γὰρ. καὶ οἶνον εἰπὼν τοῖς τοιούτοις πληθύνεσθαι, ἀπὸ μέρους πάσας τὰς περὶ γαστέρα καὶ θοίνην ἡδονὰς τῷ λόγῳ συμπεριέ λαβεν·
因為他說「五穀」與「新酒」為這樣的人增多,這是以部分代全體,將一切關乎肚腹與宴樂的快感都涵括在這話語之中。
For by saying that "grain and wine" are multiplied for such people, he has, by naming a part, comprehended in his statement all the pleasures concerning the belly and feasting.
1:91
αἳ πάσης ἄρχουσιν ὑλικῆς ἀσχολίας, περὶ ἃ ἡ σπουδὴ εἰς οὐδὲν εὐοδοῦται πέρας, οὐ γάρ ἐστι τῆς ἐν ἀκαρεῖ γινο μένης τοῖς ἀνθρώποις ἀπολαύσεως ἐν τῇ φύσει ταμιεῖον οὐδέν, ὥστε ἀπόθετον ἑαυτοῖς ποιεῖσθαι τὴν ἡδονήν, ἣν κατὰ πᾶσαν κτῶνται σπουδήν, ἀλλ' ὥσπερ τι τῶν ἀπατηλῶν φαντασμάτων κεκρατῆσθαι παρὰ τῶν φιληδόνων δόξαν εὐθὺς ἠφανίσθη καὶ εἰς τὸ μὴ ὂν μετεχώρησε
這些快感主宰著一切物質性的忙碌;世人為此殫精竭慮,卻始終達不到任何終點;因為在本性之中,並沒有為那轉瞬即逝之享樂所預備的儲藏庫,可以讓人將憑一切努力所獲得的快樂留存下來,反倒像那些虛幻的幻象一樣,方才被貪愛快樂的人以為已然掌握,轉眼便消失無蹤,歸於虛無。
These pleasures govern all material preoccupation, concerning which their zeal prospers to no end at all; for there is in nature no storehouse for the enjoyment that comes to men in an instant, so that they might lay up for themselves as a treasure the pleasure which they acquire with all their zeal; but, just like one of the deceptive phantasms, no sooner is it thought by pleasure-lovers to be grasped than it straightway vanishes and passes over into non-being.
1:92
τοῦ δὲ τοιούτου φάσματος ἓν ἴχνος καταλείπεται μετὰ τὴν ἀναχώρησιν, ἡ αἰσχύνη, βαθύν τε καὶ δυσεξάλειπτον ἐνσημηναμένη τούτοις τὸν τύπον τούτων, δι' ὧν ἂν παρέλθῃ, ὡς δυνατὸν εἶναι, κατὰ τὴν τέχνην τῶν θηρευόντων τοῖς ἴχνεσι διαγινώσκειν τοῦ θηρίου τὴν φύσιν
而這樣的幻影消逝之後,只留下一道痕跡,那就是羞恥;它在人身上刻下深沉、難以磨滅的印記,以致——正如獵人憑技藝可從足跡辨識野獸的本性一般——也能藉此辨識出來。
But of such an apparition one trace is left behind after its departure — namely, shame — which imprints upon those through whom it has passed a deep and hard-to-erase mark, such that, as in the art of hunters, it is possible to discern the nature of the beast by its tracks.
1:93
καὶ γὰρ ἐκεῖνοι, ὅταν ἀφανὲς ᾖ τὸ θήραμα, διὰ τοῦ ἴχνους τὸ ζῷον γνωρίζουσιν
因為那些獵人,當獵物不見蹤影時,正是憑藉足跡來辨認那動物。
For indeed those hunters, when the quarry is out of sight, recognize the animal by its track.
1:94
εἰ οὖν ὁ σῦς ἢ ὁ λέων τοῖς ἴχνεσι τοῖς ἰδίοις καταμηνύονται, ἀκόλουθον πάντως καὶ τῆς ἡδονῆς τὴν φύσιν ἐν τῷ ὑπολειφθέντι αὐτῆς ἴχνει γνωρίζεσθαι
既然野豬或獅子都能憑各自的足跡而被查知,那麼快樂的本性也必然同樣能從其所留下的足跡中被辨識出來。
If, then, the boar or the lion is betrayed by its own tracks, it altogether follows that the nature of pleasure too is recognized in the track it leaves behind.
1:95
ἀλλὰ μὴν τὸ ἴχνος αὐτῆς αἰσχύνη ἐστίν
然而快樂的足跡正是羞恥。
But indeed its track is shame.
1:96
ἄρα καὶ ἡ ἐνσημηναμένη τῇ ψυχῇ τὸν τοιοῦτον τύπον ἢ αὐτὸ πάντως αἰσχύνη ἐστὶν ἢ ποιητικὴ τῆς αἰσχύνης
由此可見,那在靈魂上刻下如此印記的,若非本身就是羞恥,便是產生羞恥之因。
Therefore that which imprints such a mark upon the soul is either altogether shame itself, or productive of shame.
1:97
ἀλλὰ τοῦτο μὲν ἡμῖν ἐν παρεξοδίῳ προεθεωρήθη τῷ τόπῳ·
不過,這一點我們是在此處作為旁論預先加以考察的。
But this was, for us, considered beforehand as a digression at this place.
1:98
δεῖξαι γὰρ κατὰ τὸ προηγούμενον ἔδει διὰ τῆς ψαλμῳδίας, οἷον ἑκατέρου τῶν κατ' ἀρετήν τε καὶ κακίαν ἐπιτηδευμάτων ἐστὶ τὸ πέρας
因為按照前文所述,必須藉詩篇歌詠顯明德行與惡這兩種行為各自的結局為何。
For it was necessary, in accordance with what preceded, to show through the psalmody what the outcome is of each of the pursuits, the one according to virtue and the other according to vice.
1:99
ἐν τοίνυν τῷ προειρημένῳ ψαλμῷ τὸ τῆς ἀρετῆς εἰπὼν τέλος εἰρήνην εἶναι καὶ ἄνεσιν καὶ τὴν μονοειδῆ τε καὶ ἀνεπίμικτον πρὸς τὰ πάθη κατοίκησιν τὴν ἐπ' ἐλπίδι τῆς τοῦ θεοῦ μετουσίας κατορθουμένην τὸ ἀντικείμενον. τούτῳ ἐνταῦθα μὲν διὰ τῆς σιωπῆς ἐνεδείξατο, πολλαχῇ δὲ διὰ τῆς ψαλμῳδίας βοᾷ λέγων Οἱ δὲ παράνομοι ἐξολοθρευ θήσονται, καὶ Σπέρμα ἀσεβῶν ἐξολοθρευθήσεται, καὶ Ὁ ἀγαπῶν τὴν ἀδικίαν μισεῖ τὴν ἑαυτοῦ ψυχήν·
既然在前述那篇詩篇中,他已說德行的結局乃是平安、安息,以及那專一不雜、與情慾毫無混雜、憑著盼望分享於神而得以成就的居所——那麼與此相反的結局,他在此處是藉沉默來暗示的;但在詩篇歌詠的許多地方,他卻高聲喊出,說:「作惡的必被剪除」,又說:「不敬虔之人的後裔必被剪除」,又說:「喜愛不義的,是恨惡自己的靈魂」;
Having said, then, in the aforementioned psalm that the end of virtue is peace and rest, and the uniform and unmixed dwelling free from the passions achieved in the hope of participation in God — the opposite of this he indicated here by silence, but in many places through the psalmody he cries aloud, saying: "But the lawless shall be utterly destroyed," and "The seed of the impious shall be destroyed," and "He who loves iniquity hates his own soul";
1:100
καὶ ἐπιβρέξει ἐπὶ ἁμαρτωλοὺς παγίδας, καὶ ἄλλα μυρία τούτοις ὁμοιότροπα
又說:「他必將網羅降在罪人身上」,以及其他無數與此相類的話。
and "He shall rain down snares upon sinners," and countless other things of like kind.
1:101
γέμει δὲ πᾶσα τῆς ψαλμῳδίας ἡ βίβλος τῶν τε τῆς ἀρετῆς ἐπαίνων καὶ τῆς κατηγορίας τῶν ἐν κακίᾳ ζώντων
整卷詩篇的書卷,滿載著對德行的稱揚,也滿載著對那些活在惡中之人的控訴。
The whole book of the psalmody is full both of praises of virtue and of accusation against those living in vice.
1:102
ἥ τε τῶν ἱστοριῶν μνήμη πρὸς τοὺς δύο σκοποὺς μεριζομένη, ζηλωτὴν μὲν ποιεῖ τὴν ἀρετὴν τῶν εὐδοκίμων προσώπων, φευκτὴν δὲ διὰ τῶν κατεγνωσμένων τὴν πονηρίαν
而對歷史事蹟的追述,也是分向這兩個目的:藉受稱許之人物,使德行成為人所渴慕效法的;又藉受譴責之人物,使邪惡成為人所當逃避的。
And the recollection of histories, being divided toward these two purposes, makes virtue an object of emulation through esteemed persons, and makes wickedness an object of avoidance through those who are condemned.
1:103
ὅταν μὲν γάρ σε πρὸς ἀρετὴν ἐπεγείρῃ τῷ ὑποδείγματι, λέγει·
因為每當它藉榜樣激勵你向德行邁進時,便如此說:
For whenever it rouses you to virtue by example, it says:
1:104
Μωυσῆς καὶ Ἀαρὼν ἐν τοῖς ἱερεῦσιν αὐτοῦ καὶ Σαμουὴλ ἐν τοῖς ἐπικαλουμένοις αὐτόν
「摩西和亞倫在他的祭司中,撒母耳也在求告他名的人中。」
"Moses and Aaron among his priests, and Samuel among those who call upon his name."
1:105
ἐπεκαλοῦντο τὸν κύριον, καὶ αὐτὸς εἰσήκουεν αὐτῶν
「他們求告耶和華,他就應允他們。」
"They called upon the Lord, and he heard them."
1:106
ἐν στύλῳ νεφέλης ἐλάλει πρὸς αὐτούς
「他在雲柱中對他們說話。」
"In a pillar of cloud he spoke to them."
1:107
ὅταν δὲ τὸ πονηρὸν τῆς κακίας ὑποδεικνύει πέρας, τὰ πάθη τῶν ἐν πονηρίᾳ κατεγνωσμένων διέξεισιν
但每當它指明惡所導致的邪惡結局時,便詳述那些在邪惡中被定罪之人所受的苦難。
But whenever it points out the evil end of vice, it recounts in detail the sufferings of those condemned in wickedness.
1:108
φλὸξ κατέφλεξεν ἁμαρτωλούς·
「烈焰燒滅了罪人」;
"Flame consumed sinners";
1:109
καὶ Ποίησον αὐτοὺς ὡς τὴν Μαδιὰμ καὶ τὸν Σισάρα·
又說:「求你待他們像待米甸、待西西拉一樣」;
and "Do to them as to Midian and to Sisera";
1:110
καὶ Θοῦ τοὺς ἄρχοντας αὐτῶν ὡς τὸν Ὠρὴβ καὶ Ζὴβ καὶ Ζεβεὲ καὶ Σαλμανά, πάντας τοὺς ἄρχοντας αὐτῶν·
又說:「使他們的首領像俄立、西伊伯、西巴、撒慕拿一樣,使他們一切的首領都如此」;
and "Make their princes as Oreb and Zeeb and Zebah and Zalmunna, all their princes."
1:111
τάς τε μερικὰς συμβουλὰς πάσας σοι βοᾷ ἀπ' ἀρχῆς εἰς τέλος ἡ ψαλμῳδία, ἐν οὐδενὶ μέρει τὴν πρὸς τὸ καλὸν προτροπὴν παραλείπουσα, καὶ δι' ὧν ἄν τις φύγοι τὴν κακίαν·
從起頭直到末了,詩篇歌詠向你高聲宣告一切具體的勸誡,在任何一部分都不曾遺漏向美善的勸勉,也不曾遺漏人可藉以逃避惡的種種途徑;
And the psalmody cries out to you all the particular counsels from beginning to end, omitting in no part the exhortation to the good, and the ways by which one might flee vice;
1:112
πάντα ταῖς πρὸς τὸ καλὸν ὁδηγούσαις συμπαρέζευκται γνώμαις
萬事萬物都與那引人向善的判斷相輔相成、彼此相繫。
all things are yoked together with the judgments that lead toward the good.
1:113
ἡ γὰρ τοῦ ἀγαθοῦ κτῆσις φυγὴ τοῦ ἐναντίου καὶ ἀναίρεσις γίνεται
因為獲得美善,本身便是逃離其相反者、並將之除去。
For the acquisition of the good becomes the flight from, and the destruction of, its opposite.
1:114
παρέλκον δ' ἂν εἴη πάντα ταῦτα δι' ἀκριβείας ἐκτίθεσθαι, φανερᾶς οὔσης τοῖς ἐντυγχάνουσι τῇ γραφῇ ταύτῃ τῆς περὶ τὰ τοιαῦτα σπουδῆς τοῦ λόγου
把這一切都詳盡地一一列舉出來,未免多此一舉,因為凡讀過這卷經文的人,都能清楚看出這篇論述在這類事情上的用心。
But it would be superfluous to set forth all these things in precise detail, since the concern of the discourse regarding such matters is evident to those who read through this scripture.
1:115
ΚΕΦΑΛΑΙΟΝ Εʹ Τέτμηται δὲ πενταχῇ πᾶσα ἡ τῶν ψαλμῶν πραγματεία, καί τίς ἐστιν ἐν τοῖς τμήμασι τούτοις τεχνικὴ διασκευὴ καὶ διαίρεσις
第五章 整部詩篇的著作共分為五個部分,而在這些部分之中,有著某種精巧的編排與區分,
CHAPTER V. The whole treatise of the psalms is divided into five parts, and there is in these sections a certain artful arrangement and division
1:116
ἐπιγνῶναι κατὰ τὴν παρ' ἡμῶν ὑποδεικνυμένην ἐν ταῖς ψαλμῳδίαις διαίρεσιν
當按照我們在詩篇歌詠中所指出的區分予以辨識。
to be recognized according to the division we have indicated in the psalmodies.
1:117
ἔστι δὲ ἑκάστου τμήματος ἀριθμὸς τῶν ψαλμῳδιῶν οὗτος·
每一部分所含詩篇的數目如下:
The number of psalms in each section is as follows:
1:118
τοῦ δευτέρου εἷς καὶ τριάκοντα·
第二部分為三十一篇;
of the second, thirty-one;
1:119
ἑπτὰ καὶ δέκα δὲ τοῦ τρίτου, καὶ τοῦ τετάρτου τοσοῦτοι·
第三部分為十七篇,第四部分同樣是十七篇;
seventeen of the third, and as many of the fourth;
1:120
τοῦ δὲ πέμπτου πέντε καὶ τεσσαράκοντα
第五部分則為四十五篇。
and of the fifth, forty-five.
1:121
ἵσταται οὖν τὸ πρῶτον μέρος ἐπὶ τὸν τεσσαρακοστὸν ἐκ τοῦ πρώτου, οὗ πέρας ἐστὶν Εὐλογητὸς κύριος ὁ θεὸς Ἰσραὴλ ἀπὸ τοῦ αἰῶνος καὶ εἰς τὸν αἰῶνα, γένοιτο, γένοιτο
因此,第一部分自第一篇起,止於第四十篇,其結尾是:「以色列的神耶和華是應當稱頌的,從亙古直到永遠,阿們,阿們。」
The first part, then, extends from the first psalm to the fortieth, the end of which is: "Blessed be the Lord God of Israel from age to age; let it be, let it be."
1:122
τὸ δεύτερον ἐπὶ τὸν ἑβδομηκοστόν τε καὶ πρῶτον, οὗ τὸ τέλος οὕτως ἔχει·
第二部分止於第七十一篇,其結尾如下:
The second extends to the seventy-first, the end of which reads thus:
1:123
Εὐλογητὸς κύριος ὁ θεὸς Ἰσραὴλ ὁ ποιῶν θαυμάσια μόνος, καὶ εὐλογητὸν τὸ ὄνομα τῆς δόξης αὐτοῦ εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος
「以色列的神耶和華是應當稱頌的,唯獨他行奇妙的事;他榮耀之名也是應當稱頌的,直到永遠,直到永永遠遠。」
"Blessed be the Lord God of Israel, who alone does wonders, and blessed be the name of his glory forever, and forever and ever."
1:124
καὶ πληρωθήσεται τῆς δόξης αὐτοῦ πᾶσα ἡ γῆ, γένοιτο, γένοιτο
「願他的榮耀充滿全地,阿們,阿們。」
"And let all the earth be filled with his glory; let it be, let it be."
1:125
τὸ τρίτον ἐπὶ τὸν ὀγδοηκοστόν τε καὶ ὄγδοον, καταλήγει δὲ καὶ τοῦτο εἰς ὅμοιον πέρας
第三部分止於第八十八篇,這一部分同樣以類似的結語收束:
The third extends to the eighty-eighth, and this too ends in a similar close:
1:126
Εὐλογητὸς κύριος εἰς τὸν αἰῶνα, γένοιτο, γένοιτο
「耶和華是應當稱頌的,直到永遠,阿們,阿們。」
"Blessed be the Lord forever; let it be, let it be."
1:127
τοῦ δὲ τετάρτου τμήματος πέρας ὁ ἑκατοστός τε καὶ πέμπτος, οὗ τὸ τέλος τοῖς λοιποῖς παραπλήσιον·
第四部分止於第一百零五篇,其結語與其餘各部分相似:
The end of the fourth section is the hundred and fifth, whose ending is similar to the rest:
1:128
Εὐλογητὸς κύριος ὁ. θεὸς Ἰσραὴλ ἀπὸ τοῦ αἰῶνος καὶ ἕως τοῦ αἰῶνος, καὶ ἐρεῖ πᾶς ὁ λαὸς Γένοιτο, γένοιτο
「以色列的神耶和華是應當稱頌的,從亙古直到永遠;願眾民都說:阿們,阿們。」
"Blessed be the Lord God of Israel from age even to age; and let all the people say, Let it be, let it be."
1:129
πέμπτον δὲ μέρος ἐστὶν ἀπὸ τούτου εἰς τὸν ἔσχατον, οὗ πέρας Πᾶσα πνοὴ αἰνεσάτω τὸν κύριον
第五部分則從此篇延續至最後一篇,其結語是:「凡有氣息的,都當讚美耶和華。」
And the fifth part extends from this one to the last, whose end is: "Let everything that has breath praise the Lord."
1:130
Τίνα τοίνυν τὴν ἐν τούτοις τεχνικὴν τάξιν κατενοήσαμεν, καιρὸς ἂν εἴη δι' ὀλίγων εἰπεῖν
那麼,我們在這些部分之中所體察出來的,究竟是怎樣一種精巧的次序,此刻正宜簡略地說明一下。
It would, then, be timely to say briefly what artful order we have discerned in these divisions.
1:131
ἐν τῷ πρώτῳ τοὺς ἐν κακίᾳ ζῶντας ἵστησι μὲν τῆς ἀτόπου πλάνης, ἐφέλκεται δὲ πρὸς τὴν τοῦ κρείττονος αἵρεσιν, ὡς μηκέτι ταῖς τῶν ἀσεβῶν ἀπάταις ἐπιπορεύεσθαι, μηδὲ τῇ πονηρᾷ τρίβῳ τῆς ἁμαρτίας διὰ βάθους ἐνίστασθαι, μηδὲ ἀκίνητόν τε καὶ καθιδρυμένην ἑαυτοῖς τὴν κακίαν ἐπιτηδεύειν, ἀλλὰ τῷ θείῳ συνάπτεσθαι νόμῳ διὰ μελέτης τὴν ἀπλανῆ πορείαν ἑαυτοῖς κατορθώσαν τας, ὡς ἂν ἐνριζωθείη φυτοῦ δίκην αὐτοῖς ἡ πρὸς τὸ κρεῖττον ἕξις ταῖς θείαις διδασκαλίαις ἐπαρδομένη
在第一部分中,經文使那些活在惡中的人,止息其荒謬的迷途,並吸引他們趨向選擇更善之事,使他們不再隨從不敬虔者的欺詐,也不再深陷罪惡邪僻的路徑之中,也不再把不動搖、根深柢固的惡視為己身所當經營之事,反倒藉持守操練,與神聖的律法相聯結,為自己端正出不致迷失的道途,以致那趨向更善的性向,得以如植物一般在他們裡面扎根,並藉神聖的教訓得著澆灌。
In the first, it stops those living in vice from their absurd wandering, and draws them toward the choice of the better, so that they no longer proceed in the deceptions of the impious, nor take their stand deep within the wicked path of sin, nor cultivate for themselves vice as something immovable and firmly established, but rather, joining themselves to the divine law, direct for themselves through practice an unerring course, so that the disposition toward the better might, like a plant, be rooted in them, watered by the divine teachings.
1:132
ἡ οὖν πρώτη πρὸς τὸ ἀγαθὸν εἴσοδος ἡ τῶν ἐναντίων ἐστὶν ἀπόστασις, δι' ἧς γίνεται ἡ μετοχὴ τοῦ βελτίονος
因此,通往美善的第一道入口,便是脫離與之相反的事物;正是藉此脫離,才得以分享那更善者。
The first entrance toward the good, then, is departure from the things opposed to it, through which participation in the better comes about.
1:133
Ὁ δὲ γευσάμενος ἤδη τῆς ἀρετῆς καὶ τῇ καθ' ἑαυτὸν πείρᾳ τοῦ ἀγαθοῦ τὴν φύσιν κατανοήσας, οὐκέτι τοιοῦτός ἐστιν, ὡς ἀνάγκῃ τινὶ καὶ νουθεσίᾳ τῆς πρὸς τὴν κακίαν προσπαθείας ἀφέλκεσθαι καὶ πρὸς τὴν ἀρετὴν βλέπειν, ἀλλ' ὑπερδιψῇ τοῦ βελτίονος
然而那已經嘗過德行滋味、並憑自身經歷體悟了美善之本性的人,便不再是那種需要藉某種強制與勸誡,才能從對惡的依戀中被拉出來、轉而仰望德行的人了,反倒是極度渴慕那更善者。
But he who has already tasted virtue, and has, by his own experience, understood the nature of the good, is no longer such as to be drawn away from his attachment to vice by some compulsion and admonition and thus to look toward virtue, but he thirsts exceedingly for the better.
1:134
τὸ γὰρ ἄσχετόν τε καὶ σφοδρὸν τῆς ἐπιθυμίας τῇ δίψῃ προσεικάζει ὁ λόγος, ἐπιζητήσας τὴν διψωδεστάτην ἐν τοῖς ζῴοις φύσιν, ὡς ἂν μάλιστα τὸ ἐπιτετα μένον τῆς ἐπιθυμίας διὰ τοῦ ὑπερβαλλόντως ἐν δίψῃ γινομένου ζῴου ἐπιδειχθείη
因為經文將這種無所拘束、猛烈的渴望比擬為乾渴,特意尋出動物中最易乾渴的本性,好藉那渴極的動物,最充分地將這渴望之激切表現出來。
For the text likens the unrestrained and vehement quality of the desire to thirst, having sought out the most thirsty nature among animals, so that the intensity of the desire might be shown above all through the animal that comes to be exceedingly thirsty.
1:135
τοῦτο δὲ τὸ ζῷον ἔλαφον λέγει, ᾧ φύσις ἐστὶ τῇ ἐδωδῇ τῶν ἰοβόλων θηρίων πιαίνεσθαι
而他所說的這種動物,便是鹿,其本性是以吞食有毒的猛獸為食而長得肥壯。
And this animal he calls the hart, whose nature it is to grow fat by feeding on venomous creatures.
1:136
θερμοὶ δὲ καὶ. διακαεῖς οἱ χυμοὶ τῶν θηρίων, ὧν ἐμφαγοῦσα ἡ ἔλαφος, ξηροτέρα γίνεται κατ' ἀνάγκην φαρμακευθεῖσα τῷ τῶν θηρίων χυμῷ
這些猛獸的體液是燥熱灼人的;鹿吞食之後,必然因這猛獸的體液如藥物般的作用,而變得更加乾燥。
Hot and burning are the humors of these creatures, and the hart, having fed upon them, necessarily becomes drier, being as it were drugged by the humor of the creatures.
1:137
καὶ διὰ τοῦτο σφοδρότερον ἐπιθυμεῖ τοῦ ὕδατος, ἵνα θεραπεύσῃ τὴν ἐκ τῆς τοιαύτης βρώσεως αὐτῇ ἐγγινομένην ξηρότητα
也正因此,牠對水的渴望便更加猛烈,為要療治因這樣的吞食而在牠裡面產生的乾燥。
And for this reason it desires water more vehemently, in order to heal the dryness that arises in it from such feeding.
1:138
ὁ τοίνυν προτελεσθεὶς τὴν ἐν ἀρετῇ ζωὴν ἐν τῷ πρώτῳ μέρει τῆς ψαλμῳδίας καὶ τὸ γλυκὺ τοῦ ποθουμένου τῇ γεύσει γνωρίσας, δαπανήσας δὲ πᾶν ἑρπυστικὸν ἐπιθυμίας εἶδος ἐν ἑαυτῷ καὶ τοῖς τῆς σωφροσύνης ὀδοῦσι διαφαγὼν ἀντὶ θηρίων τὰ πάθη, διψῇ τῆς τοῦ θεοῦ μετουσίας πλέον ἢ καθ' ὅσον ποθεῖ τὰς πηγὰς τῶν ὑδάτων ἡ ἔλαφος
那麼,那在詩篇第一部分中已入門於德行生活、並已親自嘗到所渴慕之物之甘美的人,既已在自身之內耗盡一切如爬蟲般的情慾之形態,又已用節制之齒咬碎那些取代猛獸而生的情慾,便比鹿渴慕活水泉源更甚,渴慕分享於神。
He, then, who has been initiated into the life of virtue in the first part of the psalmody, and has come to know by taste the sweetness of the thing desired, and who has consumed in himself every creeping form of desire, and has, with the teeth of self-control, devoured the passions in place of beasts, thirsts for participation in God more than the hart desires the springs of waters.
1:139
ἕπεται δὲ τῷ τῆς πηγῆς ἐπιτυχόντι μετὰ τὴν ὑπερβάλλουσαν δίψαν τοσοῦτον σπᾶσαι τοῦ ὕδατος, ὅσον ἡ ἐπιθυμία κατ' ἐξουσίαν ἐφέλκεται
凡尋得泉源的人,在極度乾渴之後,必要暢飲那渴望之力所能引取的、盡其所能的水量。
And it follows for the one who has attained the spring, after the surpassing thirst, to draw as much of the water as the desire, in its full power, draws to itself.
1:140
ὁ δὲ λαβὼν ἐν ἑαυτῷ τὸ ποθούμενον πλήρης ἐστὶν οὗ ἐπόθησεν
而那在自身之內領受了所渴慕之物的人,便因所渴慕的而得以滿足。
And he who has received within himself the thing desired is full of that which he desired.
1:141
οὐ γὰρ καθ' ὁμοιότητα τῆς ἐν σώματι πλησμονῆς κενοῦται πάλιν τὸ πλῆρες γενόμενον οὐδὲ ἀργὸν ἐν ἑαυτῷ τὸ ποτὸν διαμένει, ἀλλ' ἡ θεία πηγή, ἐν ᾧπερ ἂν γένηται, πρὸς ἑαυτὴν μεταποιεῖ τὸν ἁψάμενον καὶ συμμεταδίδωσι τῆς ἰδίας δυνάμεως
因為並非如身體飽足那般的相似情形,已滿者又復虛空,飲者也不會在自身中保持閒滯;反之,神聖的泉源,無論在誰裡面湧現,都使觸及它的人轉化歸於自己,並使他分享其自身的能力。
For it is not after the likeness of bodily satiety that what has become full is again emptied, nor does the draught remain idle within itself; but the divine fountain, in whomsoever it comes to be, transforms unto itself the one who has touched it and imparts to him a share of its own power.
1:142
ΚΕΦΑΛΑΙΟΝ ς ʹ Ἀλλὰ μὴν ἴδιόν ἐστι τῆς θεότητος ἡ ἐποπτικὴ τῶν ὄντων δύναμίς τε καὶ ἐνέργεια
第六章 再者,凡存有之事物的鑒察能力與運作,乃屬神性所獨有。
CHAPTER 6. Moreover, it is proper to the Godhead to possess the power and activity of overseeing the things that exist.
1:143
τὴν τῶν ὄντων διασκοπεῖται φύσιν
它省察存有之物的本性
it surveys the nature of the things that exist
1:144
διὰ τοῦτο τοῦ τρίτου τμήματος τῆς ψαλμῳδίας ταύτην πεποίηται τὴν ἀρχήν, ἐν ᾧ τοῦτο μάλιστα διεξετάζει ὁ λόγος, πῶς τὸ δίκαιον τῆς θείας κρίσεως ἐν τῇ ἀνωμαλίᾳ τοῦ βίου διασωθήσεται, οὐ κατὰ τὴν ἀξίαν τῶν προαιρέσεων τῆς κατὰ τὸν βίον τοῦτον εὐκληρίας ὡς τὰ πολλὰ τοῖς ἀνθρώποις ἐγγινομένης
因此他將此定為詩篇第三部分的開端,在其中,論述特別探討這個問題:在此生的不平等中,神聖審判的公義如何得以保全,因為在這一生中,好運多半並非按人所選之德行的價值而臨到世人。
For this reason he has made this the beginning of the third section of the psalmody, in which the discourse most especially examines this question: how the justice of the divine judgment is to be preserved amid the inequality of life, since good fortune in this life for the most part comes to men not in accordance with the worth of their moral choices.
1:145
πολλάκις γὰρ περὶ. τὸν αὐτὸν τὰς δύο κατιδεῖν ἔστιν ἀκρότητας, τὸ ἔσχατον ἐν κα κίᾳ καὶ τὸ κατὰ τὴν εὐημερίαν ἀκρότατον
因為人常能在同一人身上見到兩個極端:惡的極致,與昌盛的極致。
For often one can observe in the same person both extremes: the extremity of vice and the extremity of prosperity.
1:146
πρὸς ὅν τις βλέπων ὀκλάζει πως τὴν διάνοιαν, μή ποτε κρεῖττον ᾖ τῇ ἀνθρωπίνῃ φύσει τὸ χεῖρον λεγόμενον, καὶ τὸ ἔμπαλιν κακὸν ἐκεῖνο, ὃ ἐν τῇ τοῦ κρείττονος ἀριθμεῖται μοίρᾳ
人看見這情形,思想便不免動搖,懷疑對人性而言,那被稱為較劣的,或許反倒較好,而反過來,那被算作較優之分的,或許反倒是惡。
Looking upon this, one's mind somehow falters, wondering whether for human nature that which is called worse might not be better, and, conversely, that evil which is reckoned among the portion of the better might in fact be an evil.
1:147
εἰ γὰρ ἐπαινεῖται μὲν ἡ δικαιοσύνη, πράττει δὲ κακῶς ὁ περὶ ταύτην ἐσπου δακώς, διαβάλλεται δὲ ἡ κακία καὶ πάντων τῶν σπουδαζο μένων διαρκεῖς τὰς ἀπολαύσεις τοῖς περὶ αὐτὴν ἐσπουδακόσι χαρίζεται, πῶς ἔστι μὴ προτιμοτέραν πρὸς βίου αἵρεσιν οἴεσθαι τὴν κακίαν τῆς ἀρετῆς, τὴν κατεγνωσμένην τῆς ἐγκωμιαζομένης; ὁ τοίνυν ὑψηλὸς τὴν διάνοιαν καὶ οἷον ἀπό τινος σκοπιᾶς ἐξεχούσης τοῖς ἀφεστηκόσι τὸν ὀφθαλμὸν ἐπεκτείνων εἶδεν ἐν ᾧ ἐστι τῆς κακίας πρὸς τὴν ἀρετὴν τὸ διάφορον, ὅτι ἐκ τῶν ἐσχάτων, οὐκ ἐκ τῶν παρόντων ἡ τούτων γίνεται κρίσις
因為,若公義受人稱讚,而致力於公義者卻遭遇不幸,惡卻受人譴責,卻使致力於惡者得享一切所追求之事物持久的享樂,那麼人怎能不認為,惡——那被定罪者——比德行——那被稱頌者——更值得選為人生之道呢?於是,那思想高超者,彷彿從某突出的瞭望台,將目光延展至遠處,看出惡與德行之間的差異究竟何在:即這些事的判斷,乃是根據結局,而非根據眼前。
For if righteousness is praised, yet the one who is zealous for it fares badly, while vice is condemned, yet grants lasting enjoyments of all that is pursued to those who are zealous for it, how is it possible not to suppose that vice is a more preferable choice for life than virtue — the condemned than the praised? He, then, who is lofty in understanding, and who, as if from some jutting watchtower, extends his gaze upon things far off, saw wherein lies the difference between vice and virtue: that the judgment of these is made from the outcome, not from the present.
1:148
τῷ γὰρ ἐποπτικῷ τε καὶ διορατικῷ τῆς ψυχῆς ὀφθαλμῷ ὡς παρὸν κατανοήσας τὸ δι' ἐλπίδος τοῖς ἀγαθοῖς ἀποκείμενον, καὶ παρελθὼν τῇ ψυχῇ πᾶν τι φαινό μενον, ἐντός τε τῶν οὐρανίων ἀδύτων παραδὺς καθάπτεται τῆς ἀκρισίας τῶν μικροπρεπῶς τὴν τοῦ καλοῦ κρίσιν τοῖς αἰσθητικοῖς μορίοις ἐπιτρεπόντων
因為憑著靈魂鑒察而洞悉的眼睛,他將那藉盼望為善人所存留的事,理解如同已然臨在一般;他以靈魂超越一切顯現之物,進入天上的至聖所之內,於是他抨擊那些鄙陋地將美善之判斷交託給感官部分之人的無判斷力。
For with the overseeing and penetrating eye of the soul, having understood as present that which through hope is laid up for the good, and having passed beyond, in soul, everything that appears, and having entered within the heavenly inner sanctuaries, he lays hold upon the lack of judgment of those who in a petty manner entrust the judgment of the good to the sensory parts.
1:149
δι' ὧν φησιν Τί γάρ μοι ὑπάρχει ἐν τῷ οὐρανῷ, καὶ παρὰ σοῦ τί ἠθέλησα ἐπὶ τῆς γῆς; τῷ αὐτῷ μορίῳ τοῦ λόγου τὸ μὲν οὐράνιον θαυμασ τικῶς μεγαλύνων τε καὶ ἐξαίρων τῷ λόγῳ, τὸ δὲ ἐπὶ γῆς τοῖς τῶν ἀνοήτων ὀφθαλμοῖς σπουδαζόμενον καταφρονητικῶς τε καὶ σκωπτικῶς ἐξευτελίζων τε καὶ μυσαττόμενος
藉此他說:「除你以外,在天上我有誰呢?除你以外,在地上我也沒有所愛慕的?」在同一句經文中,他一方面以驚歎的言辭尊崇並高舉天上之事,另一方面又以輕蔑譏諷的口吻,貶抑並厭棄那為愚昧人眼目所熱衷追求的地上之事。
By which he says, 'For what have I in heaven? and what have I desired upon earth besides you?' — in the same clause of the text at once wondrously magnifying and exalting by his word the heavenly, and, by the same word, with contempt and mockery abasing and loathing that which on earth is pursued by the eyes of the foolish.
下一段 →
1

新的原文誦讀上線時通知我

每次有新章節誦讀影片就寄一封信。採雙重確認,隨時可一鍵取消。