📜 Verbum · 聖言
原文誦讀聖經與教父文獻
♥ 贊助

← 回書卷目次 · 希臘教父 › 駁歐諾米(反駁篇)

駁歐諾米(反駁篇) 第 1 章 第 1/6 段

希臘文原文.136 節.部分字詞可點開查義.本章太長已分段,此段為 1:1–1:136(全章共 749 節)

下一段 →
ℹ️ 本語料沒有逐節的詞法標註。原形主要取自同語言其他書卷的逐詞標註(不是這一節的標註),少數查不到的才回頭依字形比對詞典。同形的罕見字仍可能判錯,需要精確判斷時請覆核原文與專門詞典。
ℹ️ 中英對照為本站自譯,直接譯自本頁的原文(非和合本/WEB —— 那兩者譯自馬所拉文本,與本頁底本不同)。
1:1
ΓΡΗΓΟΡΙΟΥ ΕΠΙΣΚΟΠΟΥ ΝΥΣΣΗΣ ΛΟΓΟΣ ΑΝΤΙΡΡΗΤΙΚΟΣ ΠΡΟΣ ΤΗΝ ΕΥΝΟΜΙΟΥ ΕΚΘΕΣΙΝ Ἡ τῶν Χριστιανῶν πίστις ἡ εἰς πάντα τὰ ἔθνη κατὰ τὸ πρόσταγμα τοῦ κυρίου παρὰ τῶν μαθητῶν κηρυχθεῖσα οὔτε ἐξ ἀνθρώπων ἐστὶν οὔτε δι' ἀνθρώπων, ἀλλὰ δι' αὐτοῦ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὃς λόγος ὢν καὶ ζωὴ καὶ φῶς καὶ ἀλήθεια καὶ θεὸς καὶ σοφία καὶ πάντα, ὅσα κατὰ φύσιν ἐστί, διὰ τοῦτο μάλιστα ἐν ὁμοιώματι ἀνθρώπου γενόμενος καὶ μετασχὼν τῆς φύσεως ἡμῶν Κατὰ πάντα καθ' ὁμοιότητα χωρὶς ἁμαρτίας, καθ' ὁμοιότητα δὲ τῷ μετὰ ψυχῆς καὶ σώματος ἀναλαβεῖν ὅλον τὸν ἄνθρωπον, ὥστε δι' ἀμφοτέρων ἡμῖν γενέσθαι τὴν σωτηρίαν
尼撒主教貴格利《駁歐諾米信仰宣言》。基督徒的信仰,是按照主的命令、藉眾門徒傳給萬民的;這信仰既不出於人,也不藉著人,而是藉著我們的主耶穌基督自己;祂是道、是生命、是光、是真理、是神、是智慧,並且是凡按本性而真實存在的一切;正因如此,祂特意取了與人相似的形像,並在凡事上按相似之處(唯獨無罪)分享了我們的本性;又按相似之處,帶著靈魂與身體承擔了完整的人性,以致藉著這兩者,救恩得以臨到我們。
Of Gregory, Bishop of Nyssa: A Refutatory Discourse Against the Exposition of Eunomius. The faith of the Christians, which was proclaimed to all the nations by the disciples according to the command of the Lord, is neither from men nor through men, but through our Lord Jesus Christ himself, who, being Word and Life and Light and Truth and God and Wisdom and all things that truly are according to nature, for this reason above all came to be in the likeness of man and partook of our nature in every respect according to likeness, without sin — and according to likeness in that he took up the whole man together with soul and body — so that through both, salvation might come to be for us.
1:2
οὗτος Ἐπὶ τῆς γῆς ὤφθη καὶ τοῖς ἀνθρώποις συνανεστράφη, ἵνα μηκέτι οἱ ἄνθρωποι κατὰ τὰς ἑαυτῶν γνώμας περὶ τοῦ ὄντος δοξάζωσι, τὰς γινομένας αὐτοῖς ἀπὸ στοχασμῶν τινων ὑπονοίας δόγμα ποιούμενοι, ἀλλὰ πεισθέντες ὅτι ἀληθῶς Θεὸς ἐφανερώθη ἐν σαρκί, ἐκεῖνο μόνον ἀληθινὸν τῆς εὐσε βείας μυστήριον εἶναι πιστεύσωμεν, ὃ δι' αὐτοῦ ἡμῖν τοῦ λόγου καὶ θεοῦ παρεδόθη τοῦ δι' ἑαυτοῦ τοῖς ἀποστόλοις λαλήσαντος
這一位曾顯現於地上,與世人同住,為要使人不再按自己的私意來論斷那位存在者,把由某些揣測所生的猜想當作教義;卻要使人信服:神確實在肉身中顯現了;並使人只相信那一項——藉著道、亦即神自己,親自向使徒所傳授的——才是敬虔的真奧秘。
He was seen upon the earth and lived among men, so that men might no longer form opinions concerning him who is according to their own private judgments, making a doctrine of the conjectures that arise in them from certain speculations, but, being persuaded that God was truly manifested in flesh, might believe that alone to be the true mystery of piety which was delivered to us by the Word and God himself, who spoke to the apostles through himself.
1:3
τὴν δὲ ἐκ τῆς ἀρχαιοτέρας γραφῆς ἐκ νόμου τε καὶ προφητείας καὶ τῆς παροιμιώδους σοφίας γε νομένην περὶ τῆς ὑπερκειμένης φύσεως διδασκαλίαν δι' ἐσόπτρου τινὸς καὶ αἰνίγματος ὡς μαρτυρίαν τῆς ἀπο καλυφθείσης ἡμῖν ἀληθείας δεχόμεθα, εὐσεβῶς τὴν διά νοιαν τῶν ῥητῶν ἐκλαμβάνοντες, ὡς συμφωνεῖν τῇ παρὰ τοῦ δεσπότου τῶν ὅλων ἐκτεθείσῃ πίστει, ἣν ἐπὶ λέξεως καθαρὰν καὶ ἀπαρεγχείρητον φυλάσσομεν ὡς παρελάβομεν, καὶ τὴν ἐν ὀλίγῳ παρατροπὴν τῶν παραδοθέντων ῥημάτων ἐσχάτην κρίνοντες βλασφημίαν τε καὶ ἀσέβειαν
至於那源自更古老經卷——律法書、先知書,以及箴言式智慧書——關於那超越一切之本性的教訓,我們是如同透過鏡子、藉著隱義,將其領受為向我們所啟示之真理的見證;我們懷著敬虔之心來理解經文的意思,使其與那由萬有的主宰所頒布的信仰相符合,這信仰我們按字句原原本本、純淨不改地持守,正如我們所領受的一樣;並且我們判定,凡對所傳授之言詞作絲毫更易,皆是極大的褻瀆與不虔。
As for the teaching concerning the transcendent nature that comes from the more ancient Scripture — from the Law and the Prophecy and the proverbial wisdom — we receive it, as through a mirror and an enigma, as testimony to the truth revealed to us, piously taking the sense of the sayings so that it accords with the faith set forth by the Master of all things, which we guard, word for word, pure and unaltered, just as we received it, judging even a slight deviation from the words handed down to be the utmost blasphemy and impiety.
1:4
πιστεύομεν οὖν καθὼς ἐξέθετο τοῖς μαθηταῖς τὴν πίστιν ὁ κύριος ὁ εἰπὼν ὅτι Πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτί ζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος·
因此,我們照著主向門徒所頒佈的信仰而信,主曾說:「你們要去,使萬民作我的門徒,奉父、子、聖靈的名給他們施洗。」
We believe, then, just as the Lord set forth the faith to the disciples, saying: 'Go, make disciples of all the nations, baptizing them into the name of the Father and of the Son and of the Holy Spirit.'
1:5
οὗτός ἐστιν ὁ λόγος τοῦ μυστηρίου, ἐν ᾧ διὰ τῆς ἄνωθεν γεννήσεως μετασκευάζεται ἡμῶν ἡ φύσις ἀπὸ τοῦ φθαρτοῦ πρὸς τὸ ἄφθαρτον, ἐκ τοῦ παλαιοῦ ἀνθρώπου ἀνακαινιζομένη κατ' εἰκόνα τοῦ κτίσαντος ἐν ἀρχῇ τὸ θεοειδὲς ὁμοίωμα
這便是那奧秘之道,藉此,我們的本性藉著從上頭而來的受生,從必朽轉化為不朽,從舊人中得以更新,按著那位在起初創造出屬神形像之相似者的創造主的形像而更新。
This is the discourse of the mystery, in which, through the begetting from above, our nature is transformed from the corruptible to the incorruptible, being renewed out of the old man according to the image of him who fashioned, in the beginning, the God-formed likeness.
1:6
ταύτης οὖν παρὰ τοῦ θεοῦ τοῖς ἀποστόλοις παραδοθείσης τῆς πίστεως οὔτε ὑφαίρεσιν οὔτε παραλλαγὴν οὔτε προσθήκην ποιούμεθα, σαφῶς εἰδότες ὅτι ὁ τολμῶν τὴν θείαν φωνὴν διὰ κακουργίας σοφιστικῆς παρατρέπειν οὗτος ἐκ τοῦ πατρὸς τοῦ διαβόλου ἐστίν, ὃς ἀφεὶς τῆς ἀληθείας τὰ ῥήματα ἐκ τῶν ἰδίων λαλεῖ, πατὴρ ψεύδους γινόμενος
既然這信仰是神傳授給使徒的,我們就既不刪減,也不更改,也不增添,因為我們清楚知道:凡膽敢藉著詭辯的奸計扭曲神聖話語的人,乃是屬於那魔鬼之父的;魔鬼撇棄真理的言詞,出於己意說話,成為謊言之父。
Since, then, this faith was delivered by God to the apostles, we make of it neither subtraction nor alteration nor addition, knowing clearly that whoever dares to pervert the divine utterance through sophistic villainy belongs to the father who is the devil, who, abandoning the words of truth, speaks out of his own store, becoming the father of a lie.
1:7
πᾶν γὰρ τὸ παρὰ τὴν ἀλήθειαν λε γόμενον ψεῦδός ἐστι πάντως καὶ οὐκ ἀλήθεια
因為凡違背真理而說的,全然都是謊言,而非真理。
For everything said contrary to the truth is altogether a lie and not truth.
1:8
Ἐπεὶ οὖν τὸ δόγμα τοῦτο παρ' αὐτῆς ἐκτίθεται τῆς ἀληθείας, εἴ τι παρεπινοοῦσιν ἐπὶ ἀθετήσει τῆς θείας ταύ της φωνῆς οἱ τῶν πονηρῶν αἱρέσεων εὑρεταί, ὡς ἀντὶ μὲν τοῦ πατρὸς κτίστην αὐτὸν καὶ δημιουργὸν τοῦ υἱοῦ ὀνο μάζειν, ἀντὶ δὲ τοῦ υἱοῦ ἔργον καὶ κτίσμα καὶ ποίημα, ἀντὶ δὲ τοῦ ἁγίου πνεύματος κτίσμα κτίσματος καὶ ἔργον ἔργου καὶ πάντα ὅσα τοῖς θεομάχοις περὶ αὐτοῦ λέγειν δοκεῖ, πάντα τὰ τοιαῦτα ἄρνησιν τῆς ἀποκαλυφθείσης ἡμῖν ἐν τῷ δόγματι τούτῳ θεότητος καὶ παράβασιν ὀνομάζομεν
既然這教義乃是出於真理本身所陳明的,那麼,若那些邪惡異端的創始人為要廢棄這神聖話語而別出心裁——例如:不稱之為「父」,卻稱祂為子的「創造者」與「造作者」;不稱之為「子」,卻稱之為「工作」、「受造物」、「作品」;不稱之為「聖靈」,卻稱之為「受造物之受造物」、「工作之工作」,以及一切這些抗神者自以為可用來論及祂的說法——我們便稱這一切為:對此教義中向我們所啟示之神性的否認與悖逆。
Since, then, this doctrine is set forth by truth itself, if the inventors of wicked heresies contrive anything for the setting aside of this divine utterance — as, instead of 'Father,' naming him Creator and Maker of the Son, and instead of 'Son,' work and creature and product, and instead of the Holy Spirit, creature of a creature and work of a work, and all that seems fitting to these fighters against God to say concerning him — we call all such things a denial of the deity revealed to us in this doctrine, and a transgression.
1:9
ἅπαξ γὰρ μεμαθήκαμεν παρὰ τοῦ κυρίου, πρὸς ὃ βλέπειν χρὴ τῇ διανοίᾳ, δι' οὗ γίνεται ἡ ἀπὸ τοῦ θνητοῦ πρὸς τὸ ἀθάνατον τῆς φύσεως ἡμῶν μεταστοιχείωσις·
因為我們已經一次而永遠地從主領受了教導:心智當專注仰望何者,藉著那一位,我們本性從必朽轉化為不朽的更易才得以成就;
For we have learned once and for all from the Lord that toward which the mind must look, through which the transmutation of our nature from the mortal to the immortal comes about;
1:10
τοῦτο δέ ἐστιν ὁ πατὴρ καὶ ὁ υἱὸς καὶ τὸ ἅγιον πνεῦμα
這一位便是父、子與聖靈。
and this is the Father and the Son and the Holy Spirit.
1:11
φοβερὸν οὖν εἶναί φαμεν καὶ ὀλέθριον παραλογίσασθαι μὲν τὰς θείας ταύτας φωνάς, ἀντεπινοεῖν δὲ τὰς ἐπὶ ἀθετήσει τού των παρευρισκομένας, ὥσπερ ἐπιδιορθουμένους τὸν θεὸν λόγον τὸν νομοθετήσαντα ταύτας τὰς φωνὰς ἡμῖν ἐπὶ τῆς πίστεως ἔχειν
所以我們說:對這些神聖話語妄加曲解,反倒構思出用以廢棄它們的別種說法,就彷彿在校正那位親自為我們的信仰頒定這些話語的神——道——一般,這是極其可怕、極其致命的事。
We say, then, that it is a fearful and ruinous thing to reason falsely about these divine utterances, and to devise in their place others contrived for their overthrow, as though correcting God the Word, who legislated these very utterances for us to hold concerning the faith.
1:12
ἀληθείας καὶ νόμος εὐσεβείας τοῖς Χριστιανοῖς γίνεται
……並且對基督徒而言,成了真理與敬虔的律法。
...and it becomes for Christians the law of truth and of piety.
1:13
πολλῶν γὰρ ὄντων καὶ ἄλλων ὀνομάτων, οἷς τὸ θεῖον διασημαίνεται ἐν ἱστορίᾳ τε καὶ προφητείᾳ καὶ νόμῳ, πάντα καταλιπὼν ὁ δεσπότης Χριστὸς ὡς μᾶλλον ἡμᾶς προσάγεσθαι δυναμένας τῇ περὶ τοῦ ὄντος πίστει ταύτας τὰς φωνὰς παρατίθεται, ἀρκεῖν ἀποφηνάμενος παραμένειν ἡμᾶς τῇ τοῦ πατρός τε καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος κλήσει εἰς κατανόησιν τοῦ ὄντως ὄντος, ὅπερ καὶ ἕν ἐστι καὶ οὐχ ἕν
因為雖然還有許多其他名稱,神藉此在史書、先知書和律法書中彰顯自己,但主基督撇下這一切,選用這些話語作為更能引領我們對「那存在者」生出信仰的話語,並宣告:我們只需持守父、子、聖靈這稱呼,便足以領悟那真正存在者——祂既是一,又非止於一。
For though there are many other names as well, by which the divine is signified in history and prophecy and law, the Master Christ, leaving all these aside, sets forth these words as more able to lead us to faith concerning him who is, declaring it sufficient for us to abide in the appellation of Father and Son and Holy Spirit for the comprehension of him who truly is, which is both one and not one.
1:14
τῷ μὲν γὰρ λόγῳ τῆς οὐσίας ἕν ἐστι, διὸ καὶ εἰς ἓν ὄνομα βλέπειν ὁ δεσπότης ἐνομοθέτησε·
因為就本質的道理而言,祂是一,所以主也頒定我們當專注於一個名;
For in respect of the account of essence he is one, wherefore the Master also ordained that we look to one name;
1:15
τοῖς δὲ γνωριστικοῖς τῶν ὑποστά σεων ἰδιώμασιν εἰς πατρός τε καὶ υἱοῦ καὶ πνεύματος ἁγίου πίστιν διῄρηται, ἀδιαστάτως τε μεριζόμενον καὶ ἀσυγχύτως ἑνούμενον
但就標識各位格的特質而言,則分為對父、子、聖靈的信仰——毫無間隔地被劃分,卻又不相混淆地合一。
but in respect of the distinguishing properties of the hypostases, it is divided into faith in Father and Son and Holy Spirit, being distinguished without separation and united without confusion.
1:16
ὅταν γὰρ ἀκούσωμεν πατέρα, ταύτην ἀναλαμ βάνομεν τὴν διάνοιαν, ὅτι τὸ ὄνομα τοῦτο οὐκ ἐφ' ἑαυτοῦ νοεῖται μόνον, ἀλλὰ καὶ τὴν πρὸς τὸν υἱὸν σχέσιν διὰ τῆς ἰδίας ἐμφάσεως ἀποσημαίνει
因為當我們聽見「父」這稱呼時,便領會這樣的意思:這名不只是就其自身而被理解,而是也藉其本身的涵義表明了與子的關係。
For when we hear 'Father,' we take up this understanding: that this name is not conceived with reference to itself alone, but also signifies, through its own implication, the relation to the Son.
1:17
οὐ γὰρ ἂν πατὴρ κεχωρισ μένος ἐφ' ἑαυτοῦ νοηθείη, μὴ υἱοῦ συνημμένου διὰ τῆς τοῦ πατρὸς ἐκφωνήσεως
因為若沒有子藉著「父」這稱呼與之相聯,父就不可能被單獨理解為與子分離的個體。
For a father could not be conceived as separate, by himself, without the Son being conjoined through the very utterance of 'father.'
1:18
πατέρα οὖν μαθόντες τῇ αὐτῇ φωνῇ καὶ τὴν εἰς τὸν υἱὸν πίστιν συνεδιδάχθημεν
所以,我們既學會了「父」,就在同一話語中一併蒙受了對子的信仰之教導。
Having learned 'Father,' then, we were taught together, by that same word, faith in the Son as well.
1:19
ἐπειδὴ τοίνυν τὸ θεῖον τῇ φύσει, ὅπερ ἐστὶ καθὸ ἔστιν, ἀεὶ ὡσαύτως ἔχει, οὔτε ποτέ τι μὴ ὂν ὃ νῦν ἐστιν οὔτε ποτέ τι ἐσόμενον ὃ νῦν οὐκ ἔστιν, πατὴρ δὲ ὠνομάσθη παρὰ τοῦ λόγου ὁ ἀληθινὸς πατήρ, τῷ δὲ πατρὶ καὶ ὁ υἱὸς συνεμφαίνεται, ἀναγκαίως πιστεύομεν, ὅτι ὁ μηδεμίαν τροπὴν ἢ ἀλλοίωσιν ἐν τῇ φύσει παραδεχόμενος, ὃ νῦν ἐστι, καὶ ἀεὶ πάντως ἦν ἤ, εἴ ποτέ τι οὐκ ἦν, οὐδὲ νῦν πάντως ἐστίν
既然神性按本性——就其所是而言——始終如一,從無某時不是其現今所是,也絕不會有某時成為其現今所非;而「父」這名是由那真道所命的、那真實的父;而在父之中,子也一同被彰顯;那麼我們必然相信:那在本性中不容許任何轉變或更易者,其現今所是,永遠皆然是;或者,若祂曾有某時不是某物,那麼祂現今也絕不會是那物。
Since, then, the divine by nature — being what it is, precisely as it is — always remains the same, never at any time being what it now is not, nor ever going to be what it now is not, and since the true Father was named 'Father' by the true Word, and the Son is co-signified together with the Father, we necessarily believe that he who admits no change or alteration in his nature is altogether, always, what he now is; or, if he was not at some time something, he is altogether not now that thing either.
1:20
ἐπεὶ οὖν πατὴρ ὑπὸ τοῦ ἀληθινοῦ λόγου κατονομάζεται, πάντοτε πάντως καὶ ἦν πατὴρ καὶ ἐστὶ καὶ ἔσται ὡς ἦν
既然祂是由真道所稱為「父」的,那麼祂永遠、絕對地曾是父、現是父,也將永是父,如祂昔日所是。
Since, then, he is named 'Father' by the true Word, he was, and is, and will be, altogether and at every time Father, as he was.
1:21
οὐ γὰρ δὴ θέμις ἐπὶ τῆς θείας τε καὶ ἀκηράτου φύσεως μὴ πάν τοτε τὸ καλὸν περὶ αὐτὴν εἶναι λέγειν
因為說神聖而純潔的本性中並非永遠具有那美善,實在是不合宜的。
For indeed it is not lawful to say that the good is not always present about the divine and undefiled nature.
1:22
εἰ γὰρ μὴ ἀεὶ ἦν ὃ νῦν ἐστιν, ἐτράπη πάντως ἢ πρὸς τὸ χεῖρον ἀπὸ τοῦ κρείττο νος ἢ πρὸς τὸ κρεῖττον ἀπὸ τοῦ χείρονος·
因為,若祂現今所是並非永遠如此,那麼祂必然發生了轉變——或從更善者轉向更劣者,或從更劣者轉向更善者;
For if it was not always what it now is, it altogether turned, either toward the worse from the better, or toward the better from the worse;
1:23
τούτων δὲ ἴσον ἐστὶ τὸ ἀσεβὲς καθ' ἑκάτερον, ὁπότερον ἂν ἐπὶ τῆς θείας λέγηται φύσεως
而這兩者,無論就何者論及神聖本性,其不虔敬的程度都是相等的。
and of these, the impiety is equal in either case, whichever be said of the divine nature.
1:24
ἀλλὰ μὴν ἀνεπίδεκτόν ἐστι τὸ θεῖον τροπῆς τε καὶ ἀλλοιώσεως
然而,神性實在是不容轉變、不容更易的。
But surely the divine is incapable of admitting turning and alteration.
1:25
ἄρα πᾶν ὅτιπέρ ἐστι καλὸν καὶ ἀγαθόν, ἀεὶ περὶ τὴν τοῦ καλοῦ θεωρεῖται πηγήν·
因此,凡是美善之物,都永遠是圍繞著美善的源頭而被觀照的;
Therefore whatever is fair and good is always contemplated round about the fountain of the fair;
1:26
καλὸν δὲ καὶ καλοῦ παντὸς ἐπέκεινα ὁ μονογενής ἐστι θεὸς ὁ ὢν ἐν τοῖς κόλποις τοῦ πατρός, ὢν ἐν τοῖς κόλποις, οὐχὶ ἐγγενόμενος
而那位美善、且超乎一切美善之上者,正是那在父懷中的獨生神——祂常在父懷之中,而非後來才進入其中。
and fair, and beyond every fair thing, is the only-begotten God, who is in the bosom of the Father — being in the bosom, not having come to be in it.
1:27
Οὐκοῦν ἀποδέδεικται διὰ τούτων τὸ ἐξ ἀϊδίου τὸν υἱὸν ἐνθεωρεῖσθαι τῷ πατρὶ τῷ ἐν ᾧ ἐστι, ζωὴν ὄντα καὶ φῶς καὶ ἀλήθειαν καὶ πᾶν ἀγαθὸν ὄνομά τε καὶ νόημα, ὧν χωρὶς ἐφ' ἑαυτοῦ λέγειν εἶναί ποτε τὸν πατέρα τῆς ἐσχάτης ἀσεβείας ἅμα καὶ παραπληξίας ἐστί
由此可見,這已經證明:子從永恆中便被觀照於祂所在的父之內,祂是生命、光明、真理,以及一切美善之名與意念;若說父曾有某時脫離這一切而獨自存在,這乃是極端的不虔敬,同時也是瘋狂。
It has therefore been demonstrated through these things that the Son is beheld from eternity in the Father, in whom he is, being Life and Light and Truth and every good name and concept; to say that the Father ever existed by himself apart from these is a matter of the utmost impiety together with madness.
1:28
εἰ γὰρ ὁ υἱός, καθὼς ἡ γραφὴ λέγει, δύναμίς ἐστι θεοῦ καὶ σοφία καὶ ἀλήθεια καὶ φῶς καὶ ἁγιασμὸς καὶ εἰρήνη καὶ ζωὴ καὶ τὰ τοιαῦτα, πρὸ τοῦ τὸν υἱὸν εἶναι, καθὼς τοῖς αἱρετικοῖς δοκεῖ, οὐδὲ ταῦτα ἦν πάντως
因為若如經上所說,子是神的能力、智慧、真理、光明、成聖、平安、生命等等,那麼照異端者所以為的,在子存在之先,這一切也全然都不存在。
For if the Son, as Scripture says, is the power of God and wisdom and truth and light and sanctification and peace and life and such things, then before the Son existed — as the heretics suppose — none of these existed either, altogether.
1:29
τούτων δὲ μὴ ὄντων κενὸν πάντως τῶν τοιούτων ἀγαθῶν τὸν πατρῷον ἐννοήσουσι κόλπον
而若這些不存在,他們勢必設想那父的懷抱全然空乏此等美善。
And if these did not exist, they will altogether conceive the paternal bosom as empty of such goods.
1:30
ὡς ἂν οὖν μήτε ὁ πατὴρ ἔρημός ποτε τῶν ἑαυτοῦ ἀγαθῶν ἐννοηθείη μηδὲ εἰς ταύτην τὴν ἀτοπίαν ἐκπέσοι τὸ δόγμα, ἀναγκαίως κατὰ τὴν φωνὴν τοῦ δεσπότου τῇ ἀϊδιότητι τοῦ πατρὸς ἡ περὶ τοῦ υἱοῦ πίστις συνθεωρεῖται
因此,為要使父永不被設想為缺乏自身的美善,也為使教義不致陷入這種荒謬,關於子的信仰便必然依照主的話語,與父的永恆一同被觀照。
In order, then, that the Father may never be conceived as bereft of his own goods, and that the doctrine may not fall into this absurdity, faith concerning the Son is necessarily contemplated together with the eternity of the Father, in accordance with the utterance of the Master.
1:31
οὗ χάριν πάντα καταλιπὼν τὰ ὀνόματα, ὅσα πρὸς ἔνδειξιν τῆς ὑπερκειμένης φύσεως λέγεται, τὴν τοῦ πατρὸς κλῆσιν ὡς ἐνδεικτικωτέραν τῆς ἀληθείας ἐκτίθεται ἡμῖν ἐπὶ τῆς πίστεως, ἥτις καθὼς εἴρηται τῇ σχετικῇ διανοίᾳ καὶ τὸν υἱὸν μεθ' ἑαυτῆς συνενδείκνυται
為此緣故,祂撇下一切用以指示那超越本性的名稱,而在信仰中向我們陳明「父」這稱呼,作為更能指明真理的名稱;正如前面所說,此稱呼藉其關係性的意涵,同時也一併指明了子。
For this reason, leaving aside all the other names that are used to indicate the transcendent nature, he sets forth for us in the faith the appellation of Father as more indicative of the truth — which, as has been said, by its relational sense signifies the Son together with itself.
1:32
διάλειμμα τοῦ Χριστοῦ πρὸς τὸ χρίσμα νοεῖν ἢ τοῦ βασιλέως πρὸς τὴν βασιλείαν ἢ τῆς σοφίας πρὸς τὸ πνεῦμα τῆς σοφίας ἢ τῆς ἀληθείας πρὸς τὸ πνεῦμα τῆς ἀληθείας ἢ τῆς δυνάμεως πρὸς τὸ πνεῦμα τῆς δυνά μεως) ἀλλ' ἐξ ἀϊδίου τῷ πατρὶ τοῦ υἱοῦ ἐνθεωρουμένου, ὅς ἐστι σοφία τε καὶ ἀλήθεια καὶ βουλὴ καὶ ἰσχὺς καὶ γνῶσις καὶ σύνεσις, ἐξ ἀϊδίου καὶ τὸ πνεῦμα τὸ ἅγιον αὐτῷ συν θεωρεῖται, ὅπερ ἐστὶ πνεῦμα σοφίας τε καὶ ἀληθείας καὶ βουλῆς καὶ συνέσεως καὶ πάντα τὰ ἄλλα ὅσα ὁ υἱός ἐστί τε καὶ ὀνομάζεται
〔前段殘缺〕……或設想基督與受膏、王與國度、智慧與智慧之靈、真理與真理之靈、能力與能力之靈之間有任何間隔)——並非如此,乃是:子既從永恆中便與父一同被觀照,祂即是智慧、真理、謀略、能力、知識與悟性,那麼聖靈也從永恆中與祂一同被觀照,這聖靈正是智慧與真理之靈、謀略與悟性之靈,以及子所是、所稱的一切其他名。
[...] any interval to conceive between Christ and the anointing, or between the king and the kingdom, or between wisdom and the spirit of wisdom, or between truth and the spirit of truth, or between power and the spirit of power) — but the Son being beheld together with the Father from eternity, who is Wisdom and Truth and Counsel and Might and Knowledge and Understanding, the Holy Spirit too is beheld together with him from eternity, which is the Spirit of Wisdom and Truth and Counsel and Understanding, and all the other things that the Son both is and is called.
1:33
διὰ τοῦτό φαμεν συνημμένον ἅμα καὶ διακεκριμένον παραδεδόσθαι τοῖς ἁγίοις μαθηταῖς τὸ τῆς εὐσεβείας μυστήριον, τὸ δεῖν πιστεύειν εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος
正因此故,我們說:敬虔的奧秘既被聯合、又被區分地傳授給了聖門徒,即:必須信入父、子、聖靈的名。
For this reason we say that the mystery of piety was handed down to the holy disciples both conjoined and distinguished at once: that it is necessary to believe in the name of the Father and of the Son and of the Holy Spirit.
1:34
ἡ μὲν γὰρ τῶν ὑποστάσεων ἰδιότης τρανήν τε καὶ ἀσύγχυτον ποιεῖται τὴν τῶν προσώπων διαστολήν, ἓν δὲ ὄνομα προκείμενον τῆς κατὰ τὴν πίστιν ἐκθέσεως σαφῶς ἡμῖν τὴν ἑνότητα τῆς οὐσίας τῶν ἐν τῇ πίστει προσώπων διερμηνεύει, πατρός τε λέγω καὶ υἱοῦ καὶ πνεύματος ἁγίου
因為各位格的特質,使各位格之間的區分清晰而不相混淆;而信仰陳述之首所置的「一個名」,則清楚向我們解明了信仰中諸位格——我是說父、子、聖靈——在本質上的合一。
For the peculiarity of the hypostases makes the distinction of the persons clear and unconfused, while the one name set at the head of the exposition of the faith clearly interprets to us the unity of essence of the persons named in the faith — I mean of Father and Son and Holy Spirit.
1:35
διὰ γὰρ τῶν κλή σεων τούτων οὐ φύσεως διαφορὰν διδασκόμεθα, ἀλλὰ μόνας τὰς τῶν ὑποστάσεων γνωριστικὰς ἰδιότητας·
因為透過這些稱呼,我們所受的教導並非本性上的差異,而唯獨是各位格用以彼此區別的特質;
For through these appellations we are taught not a difference of nature, but only the distinguishing properties of the hypostases;
1:36
ὥστε γινώσκειν ἡμᾶς μήτε υἱὸν τὸν πατέρα εἶναι μήτε πατέρα τὸν υἱὸν μήτε υἱὸν ἢ πατέρα τὸ πνεῦμα τὸ ἅγιον, ἀλλ' ἕκαστον ἐν τῷ ἰδιάζοντι τῆς ὑποστάσεως χαρακτῆρι γνωρίζειν, ἐν ἀορίστῳ τελειότητι καὶ ἐφ' ἑαυτοῦ θεωρούμενον καὶ ἀπὸ τοῦ συνημμένου οὐ διαιρούμενον
以致我們知道:父不是子,子不是父,聖靈也不是子或父,卻是各按其位格所獨有的特徵而被認識,於無限的完整中,既就其自身而被觀照,又不與那與之相聯者相分割。
so that we know that the Father is not the Son, nor the Son the Father, nor the Holy Spirit the Son or the Father, but that we recognize each in the mark peculiar to its hypostasis, contemplated in unbounded perfection both in itself and as not divided from that with which it is conjoined.
1:37
Τί οὖν σημαίνει τὸ ἀκατονόμαστον ὄνομα, περὶ οὗ εἰπὼν ὁ κύριος ὅτι Βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα, οὐ προσέθηκεν αὐτὴν τὴν σημαντικὴν φωνὴν τὴν ὑπὸ τοῦ ὀνό ματος δηλουμένην; ταύτην ἔχομεν περὶ αὐτοῦ τὴν διάνοιαν ὅτι πάντα τὰ ἐν τῇ κτίσει ὄντα διὰ τῆς τῶν ὀνομάτων σημασίας περιλαμβάνεται
那麼,那「不可名之名」究竟意指什麼?主論及此名時說「奉……的名施洗」,卻沒有加上那名所指明的意義之詞;我們對此的理解是:受造界中一切存在之物,都是藉著各種名稱的意義而被涵括的。
What, then, does the unnamed name signify, concerning which the Lord, saying 'baptizing them into the name,' did not add the significant word that would be indicated by the name? Our understanding concerning this is that all things existing in creation are comprehended through the signification of names.
1:38
ὅ τε γὰρ οὐρανὸν εἰπὼν ἐπὶ τὸ δηλούμενον ὑπὸ τοῦ ὀνόματος κτίσμα τὴν διάνοιαν τοῦ ἀκούοντος ἤγαγε καὶ ὁ ἀνθρώπου ἤ τινος ἑτέρου τῶν ζῴων μνησθεὶς ἐπ' ὀνόματος εὐθὺς τὸ εἶδος τοῦ ζῴου τῷ ἀκη κοότι ἐνετυπώσατο, καὶ τὰ ἄλλα πάντα ὡσαύτως διὰ τῶν ἐπικειμένων ὀνομάτων ἐνζωγραφεῖται τῇ καρδία τοῦ διὰ τῆς ἀκοῆς παραδεξαμένου τὴν προσηγορίαν τὴν ἐπικειμένην τῷ πράγματι
因為那說出「天」的人,便將聽者的心思引向此名所指示的受造物;那提及「人」或某種其他生物之名的人,也立即在聽者心中印下那生物的形貌;其餘一切事物同樣如此,都藉著所加之名,被描繪於藉聽聞而領受了與該事物相應之稱謂者的心中。
For he who says 'heaven' leads the mind of the hearer to the creature signified by the name, and he who mentions 'man' or some other one of the living creatures by name at once imprints the form of that creature upon the one who hears; and all other things likewise, through the names applied to them, are pictured upon the heart of the one who has received through hearing the appellation applied to the thing.
1:39
μόνη δὲ ἡ ἄκτιστος φύσις ἡ ἐν τῷ πατρί τε καὶ υἱῷ καὶ πνεύματι ἁγίῳ πιστευομένη κρείττων πάσης ἐστὶν ὀνοματικῆς σημασίας
唯獨那被信奉在於父、子、聖靈之內的非受造本性,超乎一切名稱的意義之上。
But the uncreated nature alone, which is believed to be in the Father and the Son and the Holy Spirit, is greater than every signification by name.
1:40
διὰ τοῦτο ὄνομα εἰπὼν ὁ λόγος ἐν τῇ παραδόσει τῆς πίστεως τὸ τί οὐ προσέθηκε (πῶς γὰρ ἂν εὑρεθείη ὄνομα ἐπὶ πράγματος ὃ ὑπὲρ πᾶν ἐστιν ὄνομα;), ἀλλ' ἐξουσίαν ἔδωκεν, ὅπως ἂν χωρήσῃ ἡ διά νοια ἡμῶν εὐσεβῶς κινουμένη εὑρεῖν τι ὄνομα τῆς ὑπερ κειμένης φύσεως ἐνδεικτικόν, τοῦτο ὁμοίως ἐφαρμόζειν πατρί τε καὶ υἱῷ καὶ ἁγίῳ πνεύματι, εἴτε τὸ ἀγαθὸν εἴτε τὸ ἄφθαρτον, ὅπερ νομίσει ἕκαστος ἄξιον εἶναι πρὸς ἔνδειξιν τῆς ἀκηράτου παραλαμβάνεσθαι φύσεως
正因如此,道在傳授信仰時,雖說了「名」,卻沒有加上「是什麼」(因為對於一個超乎一切名之上的事物,又怎能尋得名字呢?),而是給了自由,使我們的心思得以在敬虔的推動下,去尋得某個能指明那超越本性的名,並將之同樣運用於父、子、聖靈——無論是「美善」,還是「不朽」,只要各人認為堪用以指明那純潔本性者,皆可採用。
For this reason the Word, saying 'the name' in the tradition of the faith, did not add the 'what' (for how could a name be found for a thing that is above every name?), but gave license, so that, as our mind, moving piously, is able to find some name indicative of the transcendent nature, it should apply this equally to Father and Son and Holy Spirit — whether 'the good' or 'the incorruptible' — whatever each one shall judge worthy to be taken for the indication of the undefiled nature.
1:41
καὶ τοῦτο δέ μοι δοκεῖ διὰ τῆς ἐκθέσεως ταύτης νομοθετεῖν ὁ λόγος, τὸ πεπεῖσθαι ἄρρητόν τε καὶ ἀκατάληπτον τὸ τῆς θείας οὐσίας ὄνομα εἶναι·
在我看來,道藉此陳述,也頒定了這一點:使人確信,神聖本質之名乃是不可言說、不可理解的;
And this too, it seems to me, the Word legislates through this exposition: that we should be persuaded that the name of the divine essence is ineffable and incomprehensible;
1:42
φανερὸν γὰρ ὅτι ἡ τοῦ πατρὸς κλῆσις οὐκ οὐσίας ἐστὶ παραστατική, ἀλλὰ τὴν πρὸς τὸν υἱὸν σχέσιν ἀποσημαίνει
因為顯然,「父」這稱呼並非表明本質,而是表明與子的關係。
for it is evident that the appellation 'Father' is not indicative of essence, but signifies the relation to the Son.
1:43
οὐκοῦν εἰ δυνατὸν ἦν τῇ ἀνθρωπίνῃ φύσει οὐσίαν διδαχθῆναι θεοῦ, ὁ πάντας θέλων σωθῆναι καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν οὐκ ἂν τὴν περὶ τού του γνῶσιν ἀπεσιώπησε
所以,若人的本性真能被教導以神的本質,那位願萬人得救、並且明白真理的主,就不會對此知識保持緘默。
Therefore, if it were possible for human nature to be taught the essence of God, he who wills all to be saved and to come to the knowledge of the truth would not have kept silent the knowledge concerning this.
1:44
νῦν δὲ τῷ μηδὲν περὶ τῆς οὐσίας εἰπεῖν ἔδειξεν, ὅτι ἐκείνης μὲν ἡ γνῶσις ἀμήχανος, ὃ δὲ χωροῦμεν μαθόντες οὐδὲν τοῦ ἀχωρήτου δεόμεθα, ἀρκοῦσαν ἔχοντες πρὸς σωτηρίαν ἡμῶν τῆς παραδοθείσης διδασκαλίας τὴν πίστιν
然而如今,祂對本質隻字未提,正顯明:對本質的認識是不可企及的;至於我們所能領悟的,一旦學得,便無需再求那不可領悟者,因為我們所受的教導之信仰,已足以使我們得救。
But as it is, by saying nothing about the essence, he showed that knowledge of it is unattainable, and that, having learned what we can comprehend, we have no need of what is incomprehensible, possessing as sufficient for our salvation the faith of the teaching handed down.
1:45
τὸ γὰρ μαθεῖν ὅτι ἐκεῖνός ἐστι τὸ ὄντως ὄν, ᾧ διὰ τῆς σχετικῆς ἐννοίας ἡ τοῦ υἱοῦ μεγαλειότης συνα ναφαίνεται, ἡ τελειοτάτη διδασκαλία τῆς εὐσεβείας ἐστί, τοῦ υἱοῦ, καθὼς εἴρηται, συνημμένως μεθ' ἑαυτοῦ τὸ πνεῦμα τῆς ζωῆς τε καὶ ἀληθείας συνενδεικνυμένου, ἐπειδὴ αὐτός ἐστι καὶ ζωὴ καὶ ἀλήθεια
因為認識到:祂就是那真正存在者,而藉著那關係性的意念,子的尊榮也隨之顯明——這便是最完全的敬虔教訓,因為如前所說,子也一併指明了那生命與真理之靈與自己聯合,因祂自己既是生命,也是真理。
For to learn that he is the one who truly is, in whom, through the relational conception, the majesty of the Son is manifested together with him, is the most perfect teaching of piety — the Son, as has been said, jointly signifying together with himself the Spirit of life and truth, since he himself is both life and truth.
1:46
ὁμολογοῦντες μετὰ τῆς πίστεως ταύτης καὶ τὴν γενομένην παρὰ τοῦ δε σπότου τῆς κτίσεως ὑπὲρ τῶν ἀνθρώπων οἰκονομίαν, ὃς ἐν μορφῇ θεοῦ ὑπάρχων οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα θεῷ, ἀλλ' ἑαυτὸν ἐκένωσε μορφὴν δούλου λαβὼν καὶ σαρ κωθεὶς ἐν τῇ ἁγίᾳ παρθένῳ ἐλυτρώσατο ἡμᾶς ἐκ τοῦ θα νάτου, ἐν ᾧ κατειχόμεθα ὑπὸ τῆς ἑαυτῶν ἁμαρτίας πε πραμένοι, δοὺς ἀντάλλαγμα τῆς λυτρώσεως τῶν ψυχῶν ἡμῶν τὸ τίμιον αὐτοῦ αἷμα, ὃ ἐξέχεε διὰ τοῦ σταυροῦ·
我們持守這信仰的同時,也承認那由創造之主為人類所成就的救贖經綸:祂本有神的形像,不以自己與神同等為強奪的事,卻虛己,取了奴僕的形像,並在聖童貞女之內成了肉身,將我們從死亡中救贖出來——我們原是被自己的罪所賣、被死亡所轄制的;祂為我們靈魂的救贖,付出了贖價,就是祂那寶貴的血,藉著十字架所流出的;
We confess, together with this faith, also the dispensation carried out by the Master of creation on behalf of mankind: he who, existing in the form of God, did not consider being equal to God a thing to be seized, but emptied himself, taking the form of a servant, and, having been made flesh in the holy Virgin, redeemed us from death, in which we were held, having been sold under our own sin, giving as the ransom for the redemption of our souls his precious blood, which he poured out through the cross;
1:47
καὶ ὁδοποιήσας ἡμῖν δι' ἑαυτοῦ τὴν ἐκ νεκρῶν ἀνάστασιν ἥξει καιροῖς ἰδίοις ἐν τῇ δόξῃ τοῦ πατρὸς κρῖναι πᾶσαν ψυχὴν ἐν δικαιοσύνῃ, ὅτε πάντες οἱ ἐν τοῖς μνημείοις ἀκούσονται τῆς φωνῆς αὐτοῦ, καὶ ἐξελεύσονται οἱ μὲν τὰ ἀγαθὰ ποιή σαντες εἰς ἀνάστασιν ζωῆς, οἱ δὲ τὰ φαῦλα πράξαντες εἰς ἀνάστασιν κρίσεως
祂又親自為我們開通了從死裡復活的道路,將要在祂自己所定的時候,在父的榮耀中降臨,按公義審判各人的靈魂;那時,凡在墳墓裡的,都要聽見祂的聲音,行善的,復活得生命;作惡的,復活受審判。
and, having made the way for us through himself for the resurrection from the dead, he will come, in his own times, in the glory of the Father, to judge every soul in righteousness, when all who are in the tombs shall hear his voice, and shall come forth — those who have done good, to the resurrection of life, and those who have practiced evil, to the resurrection of judgment.
1:48
ὡς ἂν δὲ μή τινι τῶν ἁπλουστέρων ἀνεξετάστως παρεμπεσοῦσα ἡ αἱρετικὴ διαφθορὰ ἡ νῦν παρὰ τοῦ Εὐνομίου διασπειρομένη βλάψειε τὸν ἀκέραιον, ἀναγκαίως κατὰ μέρος προτιθέντες τὴν περιφερομένην παρ' αὐτῶν ἔκθεσιν διελέγξαι τὴν κακίαν τοῦ δόγματος αὐτῶν πειρασόμεθα
為免歐諾米如今所散播的這異端敗壞,未經審察地落入某些較為單純之人心中,害及那清白無邪者,我們有必要逐條陳明他們所傳播的宣言,並試圖駁斥其教義的邪惡。
But lest the heretical corruption now being sown abroad by Eunomius, falling unexamined upon some of the more simple, should harm the innocent, we shall of necessity set forth, part by part, the exposition circulated by them, and endeavor to refute the wickedness of their doctrine.
1:49
Ἔχει τοίνυν ἡ λέξις τοῦ δόγματος αὐτῶν οὕτω·
他們的教義文句如下:
The wording of their doctrine, then, runs thus:
1:50
πι στεύομεν εἰς τὸν ἕνα καὶ μόνον ἀληθινὸν θεὸν κατὰ τὴν αὐτοῦ τοῦ κυρίου διδασκαλίαν, οὐκ ἐψευσμένῃ φωνῇ τιμῶντες αὐτόν (ἔστι γὰρ ἀψευδής), ἀλλ' ὄντως ὄντα φύσει τε καὶ δόξῃ θεὸν ἕνα ἀνάρχως ἀϊδίως ἀτελευτήτως μόνον
〔歐諾米信仰宣言〕:我們信入那唯一的、獨一真實的神,照著主自己的教導,並非以虛謊之言尊崇祂(因為祂是無謊的),而是〔尊崇祂為〕那真實存在者,就本性與榮耀而言都是獨一之神,無始、永恆、無終、獨一無二。
[Eunomius' Confession:] We believe in the one and only true God, according to the teaching of the Lord himself, honoring him not with a lying voice (for he is without falsehood), but as one who truly is, God one both in nature and in glory, without beginning, eternal, without end, alone.
1:51
ὁ κατὰ τὴν τοῦ κυρίου διδασκαλίαν πιστεύειν ἐπαγγειλά μενος μὴ παρατρεπέτω τὴν παρὰ τοῦ δεσπότου τῶν ὅλων γενομένην τῆς πίστεως ἔκθεσιν πρὸς τὸ ἑαυτῷ δοκοῦν, ἀλλ' ἀκολουθείτω ταῖς παρὰ τῆς ἀληθείας φωναῖς
〔貴格利駁斥〕:那自稱要照主的教導而信的人,不可按自己的意思扭曲萬有主宰所立下的信仰陳述,卻當跟從那出於真理的話語。
[Gregory's Reply:] Let him who professes to believe according to the teaching of the Lord not pervert the exposition of the faith made by the Master of all things to suit his own opinion, but let him follow the words that come from the truth.
1:52
ἐκεῖ τοίνυν τοῦ λόγου τῆς πίστεως περιέχοντος τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος, τίνα συμ φωνίαν ἔχει τὰ νῦν ἐκτεθειμένα πρὸς τὰς τοῦ δεσπότου φωνάς, ὥστε εἰς τὴν ἐκείνου διδασκαλίαν τὸ τοιοῦτον ἀνα φέρειν δόγμα; ποῦ τοίνυν εἶπε δεῖν πιστεύειν εἰς τὸν ἕνα καὶ μόνον ἀληθινὸν θεὸν ἐν τοῖς εὐαγγελικοῖς λόγοις ὁ κύριος, οὐκ ἂν ἔχοιεν ἐπιδεῖξαι, εἰ μή τι νέον ἐστὶ παρ' αὐτοῖς εὐαγγέλιον
既然信仰之道那裡所含的乃是父、子、聖靈的名,那麼現今所陳述的這些,與主的話語有何相合之處,以致能將此教義歸諸主的教導?主在福音的話語中,究竟在何處說過必須信入那唯一的、獨一真實的神?他們是無法指明的,除非他們另有一部新福音。
Since, then, the discourse of faith there contains the name of the Father and of the Son and of the Holy Spirit, what agreement do the things now set forth have with the words of the Master, that such a doctrine should be referred back to his teaching? Where, then, did the Lord say in the words of the Gospel that we must believe in the one and only true God? They would not be able to show this, unless there is some new gospel among them.
1:53
ἃ γὰρ ἐξ ἀρχαίων μέχρι τοῦ νῦν κατὰ διαδοχὴν ἐν ταῖς ἐκκλησίαις ἀναγινώσκεται, ταύτην τὴν φωνὴν οὐ περιέχει τὴν λέγουσαν δεῖν πιστεύειν ἢ βαπτίζειν εἰς τὸν ἕνα καὶ μόνον ἀληθινὸν θεόν, καθὼς οὗτοι λέγουσιν, ἀλλ' εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος
因為那些自古至今、歷代相承在各教會中誦讀的〔福音書〕,並不含有「必須信入或受洗歸入那唯一的、獨一真實的神」這樣的話,如他們所言,而是〔記載〕「歸入父、子、聖靈的名」。
For the Gospels that have been read in the churches by succession from ancient times until now do not contain this saying, that one must believe or be baptized into the one and only true God, as these men say, but into the name of the Father and of the Son and of the Holy Spirit.
1:54
ὡς δὲ ἡμεῖς παρὰ τῆς τοῦ δεσπότου φωνῆς ἐδιδάχθημεν, τοῦτό φαμεν, ὅτι τὸ ἓν οὐ τὸν πατέρα σημαίνει μόνον, ἀλλὰ καὶ τὸν υἱὸν τῷ πατρὶ συνενδείκνυται, οὕτως εἰπόντος τοῦ κυρίου ὅτι Ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν
但照我們從主的話語所受的教導,我們要說:這「一」並非單單指父,而是同時將子與父一併指明,正如主如此說:「我與父原為一。」
But as we have been taught by the voice of the Master, we say this: that 'one' does not signify the Father alone, but also indicates the Son together with the Father, since the Lord said thus: 'I and the Father are one.'
1:55
ὁμοίως δὲ καὶ τὸ θεὸς ὄνομα ἐπίσης ἐπικέκληται τῇ τε ἀρχῇ ἐν ᾗ ὁ λόγος καὶ τῷ ἐν τῇ ἀρχῇ ὄντι λόγῳ (εἶπε γὰρ ὅτι Καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ λόγος), ὥστε καὶ ἐν τῷ τῆς θεότητος σημαινομένῳ ὁμοίως τῷ πατρὶ καὶ τὸν υἱὸν συνθεωρεῖ σθαι
同樣,「神」這名也同等地被稱於「太初」(道在其中)與「那在太初與神同在的道」(因祂說:「道與神同在,道就是神」);因此,在「神性」這一意涵中,子也同樣與父一同被觀照。
Likewise, too, the name 'God' is applied equally both to the beginning in which the Word was, and to the Word who was in the beginning (for he said, 'And the Word was with God, and the Word was God'), so that in the signification of deity also the Son is beheld together with the Father in like manner.
1:56
πρὸς τούτοις δὲ καὶ τὸ ἀληθινὸν ἄλλο τι παρὰ τὴν ἀλήθειαν νοηθῆναι οὐ δύναται
此外,「真實的」也不能被理解為與真理有別的其他事物。
Moreover, 'the true' cannot be understood as anything other than the truth.
1:57
ὅτι δὲ ἀλήθεια ὁ κύριος, οὐδεὶς ἀντιλέξει πάντως, εἰ μή τις εἴη τῆς ἀληθείας ἀλ λότριος
至於主是真理,除非有人與真理為敵,否則絕無人會否認。
And that the Lord is the truth, no one will altogether contradict, unless someone should be a stranger to the truth.
1:58
Εἰ τοίνυν καὶ ἐν τῷ ἑνὶ ὁ λόγος ἐστὶν καὶ θεός ἐστι καὶ ἀλήθεια, καθὼς ἐν τῷ εὐαγγελίῳ κηρύσσεται, εἰς ποίαν τοῦ κυρίου διδασκαλίαν ἀναφέρει τὸ δόγμα ὁ ταῖς διασταλτικαῖς ταύταις φωναῖς κεχρημένος; ἡ γὰρ ἀντι διαστολὴ τοῦ μόνου πρὸς τὸν μὴ μόνον ἐστὶ καὶ τοῦ θεοῦ πρὸς τὸν μὴ θεὸν καὶ τοῦ ἀληθινοῦ πρὸς τὸν μὴ ἀλη θινόν
既然如此,若照福音所宣講的,道也在「一」之中,也是神,也是真理,那麼使用這些區分性言詞的人,究竟是把此教義歸於主的哪一種教導呢?因為「獨一」與「非獨一」的對立區分,正如「神」與「非神」、「真實」與「非真實」的對立區分一樣。
If, then, the Word is both in the 'one' and is God and is truth, as is proclaimed in the Gospel, to what teaching of the Lord does he refer his doctrine who employs these distinguishing terms? For the contrasting distinction of 'alone' is against 'not alone,' and of 'God' against 'not God,' and of 'true' against 'not true.'
1:59
εἰ μὲν οὖν πρὸς τὰ εἴδωλα βλέποντες πρὸς ἐκεῖνα ποιοῦνται τὴν τῶν ῥημάτων ἀντιδιαίρεσιν, καὶ ἡμεῖς συν τιθέμεθα·
如果他們著眼於偶像,把這些言詞的對立區分用來針對偶像,那我們也表示贊同;
If, then, they, looking to the idols, make this contrasting division of terms against those, we too agree;
1:60
καθ' ὁμωνυμίαν γὰρ τὸ τῆς θεότητος ὄνομα τοῖς εἰδώλοις τῶν ἐθνῶν ἐπιλέγεται·
因為「神」這名之於外邦人的偶像,只是同名異實地借用而已;
for the name of deity is applied to the idols of the nations only equivocally;
1:61
πάντες γὰρ οἱ θεοὶ τῶν ἐθνῶν δαιμόνια [ καὶ ἄλλως·
因為「列邦的眾神都是鬼魔」〔又別處說:
for 'all the gods of the nations are demons' [and elsewhere:
1:62
πρὸς τὸ πλῆθος ἀντι διαιρεῖ τὸ μόνον καὶ πρὸς τὰ ψευδῆ τὸ ἀληθινὸν καὶ τοὺς μὴ ὄντας θεοὺς πρὸς τὸν ὄντα θεόν]·
「獨一」是與「眾多」相對而分立,「真實」是與「虛假」相對而分立,「那存在的神」則是與「那不存在的諸神」相對而分立〕。
he sets 'alone' in contrast to the multitude, and 'the true' against the false, and the gods that are not against the God who is].
1:63
εἰ δὲ πρὸς τὸν μονο γενῆ θεὸν ἡ ἀντιδιαίρεσις γίνεται, μαθέτωσαν οἱ σοφοὶ ὅτι ἀλήθεια πρὸς μόνον τὸ ψεῦδος τὴν ἀντιδιαστολὴν ἔχει καὶ θεὸς πρὸς τὸν μὴ ὄντα θεόν
但若這對立區分是針對那獨生神而立的,那麼這些自命聰明之人當知:「真理」唯獨與「虛假」相對立,「神」唯獨與「那非神者」相對立。
But if the contrasting distinction is made against the only-begotten God, let these wise men learn that truth has its contrast only against falsehood, and God against him who is not God.
1:64
τοῦ δὲ κυρίου, ὅς ἐστιν ἀλήθεια, θεοῦ ὄντος καὶ ἐν τῷ πατρὶ ὄντος καὶ ἓν πρὸς τὸν πατέρα ὄντος, αἱ διασταλτικαὶ αὗται φωναὶ ἐπὶ τοῦ δόγματος χώραν οὐκ ἔχουσιν
至於主——祂是真理,是神,且在父之內,且與父為一——這些區分性的言詞,在這教義上是毫無立足之地的。
But since the Lord, who is truth, is God, and is in the Father, and is one with the Father, these distinguishing terms have no place in the doctrine.
1:65
τὸν ἕνα πιστεύων βλέπει ἐν τῷ ἑνὶ τὸν διὰ πάντων αὐτῷ ἡνωμένον ἐν ἀληθείᾳ τε καὶ θεότητι καὶ οὐσίᾳ καὶ ζωῇ καὶ σοφίᾳ καὶ πᾶσιν ἁπαξαπλῶς ἤ, εἰ μὴ βλέπει ἐν τῷ ἑνὶ τὸν ταῦτα ὄντα, εἰς οὐδὲν ἔχει τὴν πίστιν
信入那「一」者,便在這「一」之中看見那藉萬有與祂聯合為一者——在真理、神性、本質、生命、智慧,以及總而言之的一切事上;否則,若他在這「一」之中看不見這位是這一切者,他的信便毫無所歸。
He who believes in the One sees in the One him who is united with him through all things — in truth and deity and essence and life and wisdom and altogether in all things; or, if he does not see in the One him who is these things, his faith is directed to nothing.
1:66
χωρὶς γὰρ υἱοῦ πατὴρ οὔτε ἔστιν οὔτε λέγεται οὔτε μὴν χωρὶς δυνάμεως ὁ δυ νατὸς οὔτε χωρὶς σοφίας ὁ σοφός·
因為離了子,父既不存在,也無從被稱為父;同樣,離了能力,那有能力者也不存在;離了智慧,那有智慧者也不存在;
For apart from the Son there neither is nor is spoken of a Father, nor indeed is the powerful one powerful apart from power, nor the wise one wise apart from wisdom;
1:67
Χριστὸς γὰρ θεοῦ δύ ναμις καὶ θεοῦ σοφία·
因為基督乃是神的能力,也是神的智慧;
for Christ is the power of God and the wisdom of God;
1:68
ὥστε ὁ τῆς δυνάμεως ἢ τῆς σοφίας ἢ τῆς ἀληθείας ἢ τῆς ζωῆς ἢ τοῦ ἀληθινοῦ φωτὸς ἐκτὸς βλέπειν φανταζόμενος ἢ οὐδὲν βλέπει ἢ τὸ κακὸν πάντως βλέπει
所以,凡自以為能在能力、智慧、真理、生命或真光之外看見什麼的人,若不是什麼也看不見,就必然全然看見的是惡。
so that he who imagines that he sees something apart from power or wisdom or truth or life or the true light either sees nothing, or altogether sees evil.
1:69
ἡ γὰρ τῶν ἀγαθῶν ὑπεξαίρεσις τοῦ κακοῦ θέσις καὶ ὕπαρξις γίνεται
因為美善之物的除去,正構成了惡的成立與存在。
For the removal of good things becomes the positing and existence of evil.
1:70
Οὐκ ἐψευσμένῃ, φησί, φωνῇ τιμῶντες αὐ τόν·
「並非以虛謊之言」,他說,「尊崇祂」——
'Not with a lying voice,' he says, 'honoring him' —
1:71
ταύτῃ τῇ φωνῇ εὔχομαι τὸν Εὐνόμιον ἐπιμένειν, μαρτυροῦντα τῇ ἀληθείᾳ ὅτι ἐστὶν ἀψευδής
願歐諾米能持守這話,為真理作見證,就是這話並無虛謊。
I could wish that Eunomius would abide by this statement, bearing witness to the truth that it is free of falsehood.
1:72
εἰ γὰρ οὕτω φρονοίη, ὅτι πᾶν τὸ παρὰ τοῦ κυ ρίου λεγόμενον τοῦ ψεύδους κεχώρισται, πεισθήσεται πάν τως ἀληθεύειν τὸν εἰπόντα ὅτι Ἐγὼ ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοί ἐστι, δηλαδὴ ὅλος ἐν ὅλῳ, οὔτε τοῦ πατρὸς ἐν τῷ υἱῷ περιττεύοντος οὔτε τοῦ υἱοῦ ἐν τῷ πατρὶ λεί ποντος, καὶ ὅτι οὕτω χρὴ τιμᾶσθαι τὸν υἱόν, καθὼς τι μᾶται ὁ πατήρ, καὶ ὅτι Ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν πατέρα, καὶ ὅτι Οὐδεὶς οἶδε τὸν υἱὸν εἰ μὴ ὁ πατήρ, καὶ ὅτι Καὶ τὸν πατέρα οὐδεὶς ἐπιγινώσκει εἰ μὴ ὁ υἱός·
因為,他若如此思想:主所說的一切話都與虛謊隔絕,他就必定會被說服,相信那說『我在父裡面,父也在我裡面』的那位所言為真——也就是全在全裡面,父並不在子裡面有餘,子也不在父裡面有缺;並且相信子當受尊崇,正如父受尊崇一樣;並且相信『看見了我的,就是看見了父』;並且相信『除了父,沒有人認識子』;並且相信『除了子,也沒有人認識父』。
For if he should think in this way, that everything spoken by the Lord is separated from falsehood, he will certainly be persuaded that he who said, ‘I am in the Father and the Father is in me’ — that is, wholly in wholly, the Father not exceeding in the Son nor the Son falling short in the Father — speaks truly; and that the Son must be honored in the same way that the Father is honored; and that ‘he who has seen me has seen the Father’; and that ‘no one knows the Son except the Father’; and that ‘no one knows the Father except the Son.’
1:73
δι' ὧν ἁπάν των οὔτε δόξης οὔτε οὐσίας οὔτε ἄλλου τινὸς παραλλαγὴ ὑπονοεῖται ἐπὶ πατρὸς καὶ υἱοῦ τοῖς ταύτας τὰς φωνὰς ὡς ἀληθινὰς δεξαμένοις
藉著這一切話語,凡以這些話為真而領受的人,都不會臆測父與子之間在榮耀上、在本質上、或在任何其他方面有何差異。
By all these words, no difference — whether of glory, or of essence, or of anything else — is to be supposed between Father and Son by those who receive these sayings as true.
1:74
ὄντως ὄντα, φησί, φύσει τε καὶ δόξῃ θεὸν ἕνα
他說:『一位神,按本性與榮耀而言,真實地存在。』
‘One God,’ he says, ‘who truly exists, both by nature and by glory.’
1:75
τὸ ὄντως ὂν ἀντιδιαιρεῖται πρὸς τὸ μὴ ὄντως ὄν
『真實存在者』與『非真實存在者』相對而區分。
That which truly exists is distinguished in contrast to that which does not truly exist.
1:76
ἔστι δὲ ὄντως ὂν ἕκαστον τῶν ὄντων καθὸ ἔστιν·
凡存在之物,各按其所是而言,皆真實存在。
Now each of the things that exist truly exists insofar as it is.
1:77
τὸ δὲ μέχρι φαντασίας τινὸς καὶ ὑπονοίας δοκοῦν μὲν εἶναι μὴ ὂν δέ, τοῦτο οὐκ ὄντως ἔστιν, ὡς τὸ ἐνύπνιον φάσμα ἢ ὁ ἐπὶ τῆς εἰκόνος ἄνθρωπος·
但那僅止於某種想像與臆測之中,似乎存在卻實非存在之物,此物並非真實存在——如夢中的幻影,或畫像中的人像。
But that which, up to a certain point of imagination and supposition, seems to be, yet is not, this does not truly exist — as, for instance, the phantom of a dream, or the man depicted in an image.
1:78
ταῦτα γὰρ καὶ τὰ τοιαῦτα μέχρι φαντασίας ὄντα τὸ ὄντως εἶναι οὐκ ἔχει
因為這些事物,以及諸如此類僅止於想像中存在之物,並不具有真實的存在。
For these things, and things like them, existing only up to the point of imagination, do not possess true being.
1:79
εἰ μὲν οὖν κατὰ τὴν Ἰουδαϊκὴν ὑπόληψιν κατα σκευάζουσι καθόλου μὴ εἶναι τὸν μονογενῆ θεόν, καλῶς τῷ πατρὶ μόνῳ τὸ ὄντως εἶναι προσμαρτυροῦσιν·
那麼,若他們照猶太人的臆見,主張獨生神根本不存在,那麼他們將『真實存在』僅歸於父,倒也說得通。
If, then, they contend, according to the Jewish supposition, that the only-begotten God does not exist at all, they do well to attribute true being to the Father alone.
1:80
εἰ δὲ οὐκ ἀρνοῦνται τὸν πάντων ποιητὴν ὅτι ἔστι, πεισθήτωσαν μὴ ἀποστερεῖν τὸν ὄντως ὄντα τοῦ ὄντως εἶναι, ὃς ἑαυτὸν ἐν τῇ γενομένῃ Μωϋσεῖ θεοφανείᾳ ὄντα ὠνόμασεν εἰπὼν ὅτι Ἐγώ εἰμι ὁ ὤν, καθὼς ὁ Εὐνόμιος ἐν τοῖς ἐφεξῆς λόγοις τούτῳ συντίθεται, αὐτὸν εἶναι λέγων τὸν τῷ Μωϋσεῖ φανέντα
但若他們並不否認萬有的創造者確實存在,就當被說服,不可剝奪那真實存在者的真實存在——那位在向摩西顯現的神顯中,自稱為那存在者,說:『我是那自有永有者』;正如歐諾米在其後的論述中也贊同此說,宣稱向摩西顯現的正是祂。
But if they do not deny that the Maker of all things exists, let them be persuaded not to deprive him who truly exists of true being — he who, in the theophany that occurred to Moses, named himself as the one who is, saying, ‘I am the One who is’ — just as Eunomius, in the words that follow, agrees with this, saying that it was he who appeared to Moses.
1:81
εἶτα φύσει τε καὶ δόξῃ θεόν φησιν ἕνα
接著他說:『一位神,按本性與榮耀而言。』
Then he says, ‘one God, both by nature and by glory.’
1:82
εἰ μὲν οὖν ἐστιν ὁ θεὸς χωρὶς τοῦ εἶναι φύσει θεός, αὐτὸς ἂν εἰδείη ὁ ταῦτα λέγων·
若神存在卻並非按本性為神,那麼說這話的人自己該知道其中緣故。
If, then, God exists without being God by nature, let him who says these things know it himself.
1:83
εἰ δὲ οὐκ ἔστι θεὸς ὁ μὴ φύσει θεὸς ὤν, μαθέτωσαν παρὰ τοῦ μεγάλου Παύλου, ὅτι οἱ δουλεύοντες τοῖς μὴ φύσει οὖσι θεοῖς θεῷ οὐ δουλεύουσιν, ἡμεῖς δὲ δουλεύομεν θεῷ ζῶντί τε καὶ ἀληθινῷ, καθὼς ὁ ἀπόστολος λέγει, ᾧ δὲ δουλεύομεν, Ἰησοῦς ἐστιν ὁ Χριστός
但若那按本性並非神者便不是神,那麼讓他們從偉大的保羅學習:凡事奉那些本性上並非神者,並不是事奉神;而我們卻事奉那又活又真實的神,正如使徒所言;而我們所事奉的,就是耶穌基督。
But if that which is not God by nature is not God, let them learn from the great Paul that those who serve gods that are not gods by nature do not serve God; but we serve the living and true God, as the apostle says — and he whom we serve is Jesus Christ.
1:84
τούτῳ γὰρ καὶ ὁ ἀπόστολος Παῦλος δουλεύειν καυχᾶται λέγων·
因為使徒保羅也以事奉祂為誇耀,說:
For the apostle Paul boasts of serving him, saying:
1:85
Παῦλος, δοῦλος Ἰησοῦ Χριστοῦ
『保羅,耶穌基督的僕人。』
‘Paul, a servant of Jesus Christ.’
1:86
ἡμεῖς τοίνυν οἱ μηκέτι δουλεύοντες τοῖς μὴ φύσει οὖσι θεοῖς ἐπέγνωμεν τὸν φύσει ὄντα θεόν, ᾧ πᾶν γόνυ κάμπτει ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων
因此,我們這些不再事奉本性上並非神者的人,已經認識了那按本性存在的神,天上的、地上的、地底下的,一切膝都要向祂跪拜。
We, therefore, who no longer serve those that are not gods by nature, have come to know the God who exists by nature, to whom every knee bows, of things in heaven, and things on earth, and things under the earth.
1:87
ᾧ οὐκ ἂν ἐδουλεύσαμεν, εἰ μὴ ἐπιστεύ σαμεν ὅτι οὗτός ἐστιν ὁ ζῶν τε καὶ ἀληθινὸς θεός, ᾧ πᾶσα γλῶσσα ἐξομολογεῖται, ὅτι κύριος Ἰησοῦς εἰς δόξαν θεοῦ πατρός
我們若不是相信祂就是那又活又真實的神,就不會事奉祂;每一根舌頭都要承認:耶穌是主,使榮耀歸於父神。
We would not have served him, had we not believed that he is the living and true God, to whom every tongue confesses that Jesus is Lord, to the glory of God the Father.
1:88
Θεόν, φησίν, ἕνα ἀνάρχως ἀϊδίως ἀτελευτή τως μόνον
他說:『獨一的神,無始、永恆、無終。』
‘One God,’ he says, ‘alone — without beginning, eternal, without end.’
1:89
πάλιν Νοήσατε ἄκακοι πανουργίαν, φησὶν ὁ Σολομών, μή ποτε εἰς ἄρνησιν τῆς τοῦ μονογενοῦς θεότητος ἀπατηθέντες ἐκπέσητε
所羅門又說:『無邪的人哪,你們要明白狡詐』——恐怕你們受了迷惑,陷入否認獨生子神性的地步。
Again, ‘Understand craftiness, you who are innocent,’ says Solomon — lest, being deceived, you fall into a denial of the deity of the only-begotten.
1:90
ἀτελεύτητόν ἐστι τὸ θανάτου καὶ φθορᾶς ἀνεπίδεκτον, ὡσαύτως δὲ καὶ ἀΐδιον τὸ μὴ πρόσ καιρον λέγεται
無終者,即不容死亡與朽壞之物;同樣地,凡非暫時者,亦稱為永恆。
That which is without end is that which admits neither death nor corruption; and likewise that which is not temporary is called eternal.
1:91
ὃ τοίνυν μήτε ἀΐδιόν ἐστι μήτε ἀτελεύ τητον, τοῦτο πάντως ἐν τῇ φθαρτῇ τε καὶ ἐπικήρῳ θεω ρεῖται φύσει
因此,凡既非永恆亦非無終者,必定被視為屬於那可朽壞、易消逝的本性。
Whatever, then, is neither eternal nor without end, this is altogether to be reckoned within a corruptible and perishable nature.
1:92
οὐκοῦν ὁ τὸ ἀτελεύτητον τῷ ἑνὶ καὶ μόνῳ προσμαρτυρῶν θεῷ, μὴ συμπεριλαμβάνων δὲ τὸν υἱὸν τῇ τοῦ ἀτελευτήτου καὶ ἀϊδίου σημασίᾳ, φθαρτὸν αὐτὸν εἶναι καὶ πρόσκαιρον διὰ τοῦ τοιούτου λόγου κατασκευάζει τὸν τῷ ἀϊδίῳ καὶ ἀτελευτήτῳ ἀντιδιαστελλόμενον
因此,凡將『無終』僅歸於獨一的神,卻不將子包含在『無終』與『永恆』這詞義之內者,便藉著這樣的論述,判定那與永恆、無終者相對立的一位是可朽壞、暫時的。
Therefore, he who attributes ‘without end’ to the one and only God, without including the Son within the signification of ‘without end’ and ‘eternal,’ by such an argument establishes that he who is set in contrast to the eternal and endless is corruptible and temporary.
1:93
ἡμεῖς δὲ κἂν ἀκούσωμεν ὅτι μόνος ὁ θεὸς ἔχει τὴν ἀθανασίαν, τὸν υἱὸν διὰ τῆς ἀθανασίας νοοῦμεν (ἀθανασία γάρ ἐστιν ἡ ζωή, ἥτις ἐστὶν ὁ κύριος ὁ εἰπὼν ὅτι Ἐγώ εἰμι ἡ ζωή)·
然而我們,即使聽見『唯獨神擁有不朽』,也是藉著不朽來理解子(因為不朽就是生命,而生命就是主,祂曾說:『我就是生命』)。
But we, even when we hear that God alone has immortality, understand the Son through that immortality (for immortality is life, which is the Lord, who said, ‘I am the life’).
1:94
πάλιν τὸ ἀληθινὸν φῶς, ὅπερ ἐστὶ τῷ ψεύδει ἀπρόσιτον, τὸν μονογενῆ νοεῖσθαι οὐκ ἀμφιβάλλομεν, ἐν ᾧ τὸν πατέρα εἶναι παρ' αὐτῆς τῆς ἀληθείας ἐμάθομεν
同樣地,我們毫不懷疑,那真光——虛謊所不能觸及者——當理解為獨生子;我們是從真理本身學到,父就在祂裡面。
Again, we do not doubt that the true light, which is inaccessible to falsehood, is to be understood as the only-begotten, in whom we have learned from the Truth itself that the Father is.
1:95
ἐκ τούτων δὲ ὁ ἀκροατὴς ἐπιλεξάσθω τὸ εὐσεβέστερον, εἴτε οὕτω χρὴ περὶ τοῦ μονογενοῦς θεο πρεπῶς δοξάζειν εἴτε φθαρτόν τε καὶ πρόσκαιρον εἶναι λέγειν, ὡς ὑφηγεῖται ἡ αἵρεσις
聽者當從這些論述中,自行揀選更為虔敬的一方:究竟應當如此以合乎神性的方式來頌讚獨生子,抑或如這異端所教導的,說祂是可朽壞、暫時的。
From these things, let the hearer choose the more pious course — whether one ought to glorify the only-begotten in this manner, in a way befitting God, or to say that he is corruptible and temporary, as the heresy teaches.
1:96
Οὐ τὴν οὐσίαν, φησί, καθ' ἥν ἐστιν εἷς, χωριζόμενον ἢ μεριζόμενον εἰς πλείους, ἢ ἄλ λοτε ἄλλον γινόμενον, ἢ τοῦ εἶναι ὅ ἐστι μεθ ιστάμενον, οὐδὲ ἐκ μιᾶς οὐσίας εἰς ὑπό στασιν τρισσὴν σχιζόμενον·
他說:『並非在其本質——祂據此為一——上被分裂或分割為多個,也不是時而成為這個、時而成為那個,也不是從其所是變更;也不是從一個本質分裂成三重位格。』
‘Not,’ he says, ‘divided or partitioned as to the essence in which he is one into several, nor becoming at one time one thing and at another time another, nor changing from what he is; nor split from one essence into a threefold hypostasis.’
1:97
πάντῃ γὰρ καὶ καθάπαξ ἐστὶν εἷς, κατὰ τὰ αὐτά τε καὶ ὡσαύτως διαμένων μόνος
『因為祂無論在何處、一次而永遠地為一,獨自按同一情狀、以同一方式常存。』
‘For in every way and once for all he is one, remaining alone according to the same things and in the same manner.’
1:98
ἐκ τούτων δὲ τῶν παρα τεθέντων προσήκει τὸν συνετὸν ἀκροατὴν διακρῖναι πρῶτον μὲν τὰ χωρὶς διανοίας ἐνριφέντα τῷ λόγῳ διάκενα ῥήματα ἀπὸ τῶν δοκούντων νοῦν ἔχειν, μετὰ ταῦτα δὲ τὴν εὑρισκο μένην ἐν τοῖς ὑπολοίποις διάνοιαν τῶν εἰρημένων ἐπισκο πεῖν, εἰ συμβαίνει τῇ περὶ τὸν Χριστὸν εὐσεβείᾳ
從以上所引之言,明智的聽者理當先分辨出何者是不經思考便投入言辭中的空洞詞語,何者是看似有意義的話;其後再進一步審察,餘下所言之中所見的意義,是否合乎關於基督的虔敬。
From these citations, it is fitting for the intelligent hearer, first, to distinguish the empty words thrown into the discourse without thought from those that seem to have sense, and after this to examine whether the meaning found in the remaining statements agrees with piety concerning Christ.
1:99
τὰ μὲν οὖν πρῶτα τῶν παρατεθέντων καθόλου πάσης καὶ καλῆς καὶ κακῆς διανοίας κεχώρισται
那麼,所引言辭中的第一部分,根本沒有任何意義,無論是善的還是惡的意義。
Now the first of the passages cited is altogether devoid of any meaning, whether good or bad.
1:100
τίνα γὰρ διάνοιαν ἔχει τὸ οὐ τὴν οὐσίαν, καθ' ἥν ἐστιν εἷς, χωριζόμενον εἰς πλείους, ἢ ἄλλοτε ἄλλον γινόμενον, ἢ τοῦ εἶναι ὅ ἐστι μεθιστάμενον, οὔτ' ἂν αὐτὸς εἴποι οὔτε τινὰ τῶν συμμαχούντων αὐτῷ νομίζω δύνασθαι ἂν ἐξευρεῖν σκιάν τινα διανοίας ἐν τοῖς εἰρημένοις
因為『並非在其本質——祂據此為一——上被分裂為多個,也不是時而成為這個、時而成為那個,也不是從其所是變更』這句話,究竟有何意義?就連他自己也說不出來,我想他的任何盟友也無法在這番話中找出哪怕一絲意義的影子。
For what meaning does the phrase ‘not divided as to the essence, in which he is one, into several, nor becoming at one time one thing and at another another, nor changing from what he is’ possess? Neither could he himself say, nor do I think any of those who fight on his side could discover even a shadow of meaning in what has been said.
1:101
οὐ τὴν οὐσίαν, καθ' ἥν ἐστιν εἷς, χωριζόμενον
『並非在其本質——祂據此為一——上被分裂。』
‘Not divided as to the essence, in which he is one.’
1:102
αὐτὸν λέγει τῆς οὐσίας ἑαυτοῦ μὴ χωρίζεσθαι, ἢ τὴν οὐσίαν λέγει ἐπ' αὐτοῦ μὴ μερίζεσθαι; ψόφος τίς ἐστι καὶ ἦχος μάταιος εἰκῇ συγκείμενος ὁ ἀσήμαντος οὗτος λόγος
他的意思是說,祂不從自己的本質中分離出來呢,還是說,本質在祂身上不被分割呢?這句毫無意義的話,不過是一種噪音,一種隨意拼湊的空洞聲響。
Does he mean that he is not divided from his own essence, or does he mean that the essence is not partitioned in his case? This meaningless statement is a mere noise and a vain sound, composed at random.
1:103
καὶ τί χρὴ παραμένειν τῇ ἐξετάσει τῶν ἀδιανοήτων τούτων ῥημάτων; πῶς γάρ τις τῆς ἑαυτοῦ οὐσίας χωρισθεὶς ἐν τῷ εἶναι μένει; ἢ πῶς ἡ οὐσία τινὸς μερισθεῖσα ἐφ' ἑαυτῆς δεί κνυται; ἢ πῶς ἐστι δυνατὸν ἀπὸ τοῦ ἐν ᾧ ἐστιν ἐκβάντα ἄλλον γενέσθαι ἔξω ἑαυτοῦ γενόμενον; ἀλλ' οὐδὲ ἐκ μιᾶς, φησίν, οὐσίας εἰς ὑποστάσεις τρεῖς σχι ζόμενον·
這些不知所云的話語,何必還要費心細究呢?一個人若脫離了自己的本質,又如何能存留於存在之中呢?又,某人的本質怎能被證明在自身之中被分割呢?又,一個脫離了自己所在之處者,怎能成為另一個、脫身於自身之外的存在呢?『但,』他說,『祂也並非從一個本質分裂成三個位格。』
And why should one linger over the examination of these unintelligible words? For how could anyone, having been severed from his own essence, remain in being? Or how is the essence of anyone shown to be partitioned in itself? Or how is it possible for one who has stepped outside that in which he is to become another, having come to be outside himself? ‘But,’ he says, ‘neither is he split from one essence into three hypostases.’
1:104
πάντῃ γὰρ καὶ καθάπαξ ἐστὶν εἷς, κατὰ τὰ αὐτά τε καὶ ὡσαύτως διαμένων μό νος
『因為祂無論在何處、一次而永遠地為一,獨自按同一情狀、以同一方式常存。』
‘For in every way and once for all he is one, remaining alone according to the same things and in the same manner.’
1:105
τὸ μὲν οὖν ἀδιανόητον ἐν τοῖς εἰρημένοις παντὶ δῆλον οἶμαι καὶ πρὸ τῶν ἡμετέρων εἶναι λόγων·
那麼,這些話語中的不可理解之處,我認為在我們的論述提出之前,對每個人都已經是顯而易見的了。
The unintelligibility, then, in what has been said is, I think, evident to everyone even before our own arguments.
1:106
τούτοις δὲ ἀντιλεγέτω ὁ νομίζων εἶναί τινα ἐν τοῖς λεγομένοις νοῦν ἢ διάνοιαν·
若有人認為這些話中含有某種意義或思想,就讓他來反駁這一點。
Let anyone who supposes there is some sense or meaning in what has been said contradict this.
1:107
ὁ γὰρ κρίνειν ἐπεσκεμμένος λόγου δύναμιν ἀπα ξιώσει τοῖς ἀνυποστάτοις συμπλέκεσθαι
因為凡曾細察如何判斷論證力量之人,必不屑於糾纏那些沒有實質的話語。
For one who has examined how to judge the force of an argument will disdain to entangle himself with things that have no substance.
1:108
τίνα γὰρ ἰσχὺν ἔχει κατὰ τοῦ ἡμετέρου δόγματος τὸ λέγειν οὐ τὴν οὐ σίαν, καθ' ἥν ἐστιν εἷς, χωριζόμενον ἢ μερι ζόμενον εἰς πλείους, ἢ ἄλλοτε ἄλλον γινόμενον, ἢ τοῦ εἶναι ὅ ἐστι μεθιστάμενον, οὐδὲ ἐκ μιᾶς οὐσίας εἰς ὑποστάσεις τρεῖς σχιζόμενον, ἃ μήτε λέγεται παρὰ τῶν Χριστιανῶν μήτε πιστεύεται μήτε ἐκ τοῦ ἀκολούθου διὰ τῶν παρ' ἡμῖν ὁμολογουμένων νοεῖται; τίς γὰρ εἶπε τοῦτό ποτε ἢ λέγοντος ἤκουσεν ἐν τῇ τοῦ θεοῦ ἐκκλησίᾳ, ὅτι ὁ πατὴρ τὴν οὐσίαν ἢ χωρίζεται ἢ μερίζεται ἢ ἄλλοτε ἄλλος γίνεται ἔξω ἑαυτοῦ γινόμενος ἢ εἰς ὑποστάσεις τρεῖς σχίζεται; ἑαυτῷ ταῦτα λαλεῖ ὁ Εὐνόμιος, οὐ πρὸς ἡμᾶς μαχόμενος, ἀλλ' ἰδίους φληνά φους εἴρων, πολλὴν καταμίξας τῇ ἀσεβείᾳ τῶν λεγομένων τὴν ἄνοιαν
因為,說祂並非在其本質——祂據此為一——上被分裂或分割為多個,也不是時而成為這個、時而成為那個,也不是從其所是變更,也不是從一個本質分裂成三個位格,這些話對我們的教義有何力量呢?這些話既非基督徒所言,也非基督徒所信,也不是從我們所承認的教義中依邏輯推得的。因為,在神的教會中,何曾有人說過、何曾有人聽過有人說:父在本質上被分裂或分割,或時而成為這個、時而成為那個、脫身於自身之外,或分裂成三個位格呢?歐諾米這番話是自言自語,並非與我們爭辯,而是自己編織空談,將許多愚妄摻雜在其言論的不敬之中。
For what force does it have against our doctrine to say that he is not divided or partitioned as to the essence, in which he is one, into several, nor becomes at one time one thing and at another another, nor is changed from what he is, nor is split from one essence into three hypostases — things which are neither said by Christians, nor believed, nor understood as a consequence of what is confessed among us? For who has ever said this, or heard anyone say it, in the Church of God — that the Father is either divided or partitioned as to essence, or becomes at one time one thing and another at another, coming to be outside himself, or is split into three hypostases? Eunomius speaks these things to himself, not contending against us, but spinning out his own idle babble, mixing much folly with the impiety of what is said.
1:109
ἡμεῖς γὰρ ἐπίσης ἀσεβές τε καὶ ἄθεον λέ γομεν καὶ τὸ κτιστὸν λέγειν τὸν δεσπότην τῆς κτίσεως καὶ τὸ οἴεσθαι τὸν πατέρα, καθὸ ἔστι, χωρίζεσθαι ἢ τέμνε σθαι ἢ ἑαυτοῦ ἐξίστασθαι ἢ εἰς ὑποστάσεις τρεῖς σχί ζεσθαι, ὥσπερ τινὰ πηλὸν ἢ κηρὸν ἐν μορφαῖς διαφόροις διαπλασσόμενον
因為我們認為,稱受造界的主宰為受造物,與設想父按其所是被分裂、被切割、離開自身、或分裂成三個位格,彷彿祂是某種泥土或蠟被塑成不同形狀一般,這兩者同樣是不敬與無神的。
For we say it is equally impious and atheistic both to call the Master of creation a creature, and to suppose that the Father, insofar as he is, is divided, or cut apart, or displaced from himself, or split into three hypostases, as though he were some clay or wax being molded into different shapes.
1:110
Ἀλλὰ τοὺς ἐφεξῆς λόγους σκεψώμεθα·
但讓我們來察看接下來的話語。
But let us examine the words that follow.
1:111
πάντῃ γὰρ καὶ καθάπαξ ἐστὶν εἷς, κατὰ τὰ αὐτά τε καὶ ὡσαύτως διαμένων μόνος
『因為祂無論在何處、一次而永遠地為一,獨自按同一情狀、以同一方式常存。』
‘For in every way and once for all he is one, remaining alone according to the same things and in the same manner.’
1:112
εἰ περὶ τοῦ πατρὸς λέγει, τούτῳ καὶ ἡμεῖς συντιθέμεθα·
若他是就父而言此語,我們對此也表示贊同。
If he says this concerning the Father, we too agree with this.
1:113
εἷς γάρ ἐστιν ὡς ἀληθῶς ὁ πατὴρ μόνος καὶ πάντῃ καθάπαξ κατὰ τὰ αὐτά τε καὶ ὡσαύτως ἔχων, καὶ οὐδέποτε, ὅπερ ἐστίν, οὔτε μὴ ὢν οὔτε μὴ ἐσόμενος
因為父確實獨自為一,且無論在何處、一次而永遠地保持同一狀態、同一方式;而祂所是的,從未有過不存在,也絕不會有不存在的時候。
For the Father alone is truly one, and in every way, once for all, is in the same state and in the same manner, and never — being what he is — either not being, or not going to be.
1:114
εἰ τοίνυν πρὸς τὸν πατέρα βλέπει ἡ τοιαύτη φωνή, μὴ μαχέσθω τῷ δόγματι τῆς εὐσεβείας, συμφωνῶν τῇ ἐκκλησίᾳ κατὰ τοῦτο τὸ μέρος
因此,若這樣的話語是針對父而言,就不與虔敬的教義相爭,因為在這一點上,它與教會是一致的。
If, then, such a statement looks to the Father, let it not fight against the doctrine of piety, since on this point it agrees with the Church.
1:115
ὁ γὰρ ὁμολογῶν τὸν πατέρα πάντοτε κατὰ τὰ αὐτά τε καὶ ὡσαύτως ἔχειν ἕνα καὶ μόνον ὄντα, τὸν τῆς εὐσεβείας κρατύνει λόγον, βλέπων ἐν τῷ πατρὶ τὸν υἱόν, οὗ χωρὶς πατὴρ οὔτε ἔστιν οὔτε λέγεται
因為凡承認父是獨一且唯一,永遠保持同一狀態、同一方式者,便鞏固了虔敬的教義,因為他是在父之中看見子,若無子,父既不存在,也不得稱為父。
For he who confesses that the Father, being one and alone, always exists in the same state and in the same manner, strengthens the doctrine of piety, seeing the Son in the Father, apart from whom the Father neither exists nor is so called.
1:116
Ἰου δαίοις διαλεγέσθω ἢ τοῖς λεγομένοις Ὑψιστιανοῖς, ὧν αὕτη ἐστὶν ἡ πρὸς τοὺς Χριστιανοὺς διαφορά, τὸ θεὸν μὲν αὐτοὺς ὁμολογεῖν εἶναί τινα, ὃν ὀνομάζουσιν ὕψιστον ἢ παντοκρά τορα, πατέρα δὲ αὐτὸν εἶναι μὴ παραδέχεσθαι·
他該去和猶太人辯論,或去和那些所謂的「至高派」(Hypsistarians)辯論;後者與基督徒的差異在於:他們承認有一位神,稱之為至高者或全能者,卻不承認祂是父。
Let him argue with the Jews, or with those called Hypsistarians, whose difference from Christians is this: that they confess there is some God, whom they call the Most High or the Almighty, but do not accept that he is Father.
1:117
ὁ δὲ Χρι στιανός, εἰ μὴ τῷ πατρὶ πιστεύοι, Χριστιανὸς οὐκ ἔστιν
然而,基督徒若不信父,就不是基督徒。
But the Christian, if he does not believe in the Father, is not a Christian.
1:118
ἃ δὲ τούτοις ἐφεξῆς προστίθησι, ταῦτά ἐστιν
他接著在這些話之後所加添的,便是以下這些話:
What he adds next to these things is this:
1:119
οὐ κοι νωνὸν ἔχων, φησί, τῆς θεότητος, οὐ μερίτην τῆς δόξης, οὐ σύγκληρον τῆς ἐξουσίας, οὐ σύνθρο νον τῆς βασιλείας·
他說:『祂在神性上沒有同伴,在榮耀上沒有分享者,在權柄上沒有共同承業者,在國度上沒有同坐寶座者。』
‘Having no partner in his deity,’ he says, ‘no sharer of his glory, no fellow-heir of his authority, no co-enthroned one of his kingdom.’
1:120
εἷς γάρ ἐστι καὶ μόνος θεὸς ὁ παντοκράτωρ, θεὸς θεῶν, βασιλεὺς τῶν βασιλευόντων, κύριος τῶν κυριευόντων
『因為祂是那獨一的神,全能者,眾神之神,掌權者的君王,掌權者的主。』
‘For he is the one and only God, the Almighty, God of gods, King of those who reign, Lord of those who rule.’
1:121
οὐκ οἶδα πρὸς τίνα βλέπων ὁ Εὐνόμιος τὸ μὴ κοινωνεῖν αὐτῷ τῆς θεότητος τὸν πατέρα διαμαρτύρεται
我不知道歐諾米究竟是針對何人,鄭重宣告父不與祂分享神性。
I do not know with whom in view Eunomius solemnly asserts that the Father does not share his deity with him.
1:122
εἰ μὲν γὰρ πρὸς τὰ εἴδωλα τὰ μάταια καὶ τὴν πεπλανημένην τῶν εἰδωλο λατρούντων ὑπόληψιν τὰ τοιαῦτα λέγει, καθὼς καὶ ὁ Παῦ λος βοᾷ ὅτι οὐκ ἔστι συμφώνησις Χριστῷ πρὸς Βελίαρ οὐδὲ κοινωνία ναῷ θεοῦ μετὰ εἰδώλων, καὶ ἡμεῖς συντι θέμεθα·
因為,若他是針對那些虛妄的偶像,以及拜偶像者的謬見而說這些話——正如保羅也宣告:基督與彼列並無和諧,神的殿也不與偶像相通——我們也表示贊同。
For if he says such things with a view to the vain idols and the erring supposition of idolaters, as also Paul proclaims that there is no agreement of Christ with Belial, nor communion of the temple of God with idols, we too agree.
1:123
εἰ δὲ τὸν μονογενῆ θεὸν διὰ τῶν λεγομένων τῆς πατρικῆς ἀφορίζει θεότητος, μαθέτω ὅτι διλήμματον τῆς ἀσεβείας κατηγορίαν ἐφ' ἑαυτοῦ κατασκευάζει
但若他藉這些話將獨生神從父的神性中隔絕開來,就讓他知道,他這是在自己身上構築了一個兩刃的不敬指控。
But if by these words he separates the only-begotten God from the paternal deity, let him learn that he thereby constructs against himself a two-horned charge of impiety.
1:124
ἢ γὰρ ἀρ νεῖται καθόλου θεὸν εἶναι τὸν μονογενῆ θεόν, ἵνα φυλάξῃ τῷ πατρὶ τὸ ἐν τῇ θεότητι πρὸς τὸν υἱὸν ἀκοινώνητον, καὶ διὰ τούτου παραβάτης ἐλέγχεται, τὸν θεὸν τῶν Χριστιανῶν ἀρνησάμενος, ἢ εἰ δοίη κἀκεῖνον εἶναι θεὸν κατὰ τὴν φύσιν τῷ ἀληθινῷ θεῷ μὴ συμβαίνοντα, ἀνάγκη πᾶσα θεοὺς αὐτὸν πρεσβεύειν ὁμολογεῖν τῇ διαφορᾷ τῶν φύσεων ἀπ' ἀλλήλων διεσχισμένους
因為,他要麼根本否認獨生神是神,為要保全父在神性上與子毫無分享,如此他便被證明是個叛道者,否認了基督徒的神;要麼,若他承認子也是神,卻與真神在本性上不相符合,那麼他就必然被迫承認自己乃是在宣揚眾神,且這些神因本性之差異而彼此分裂。
For either he denies altogether that the only-begotten God is God, in order to preserve for the Father his non-communication in deity with respect to the Son, and by this he is convicted as a transgressor, having denied the God of the Christians; or, if he should grant that he too is God, but not agreeing in nature with the true God, then it is altogether necessary that he confess himself to be proclaiming gods, split apart from one another by a difference of natures.
1:125
ἑλέσθω τούτων ὃ βούλεται, ἢ ἀρνεῖσθαι τοῦ υἱοῦ τὴν θεότητα ἢ θεοὺς ἐπεισάγειν τῷ δόγματι·
隨他選擇其中之一:或是否認子的神性,或是將眾神引入其教義之中。
Let him choose whichever of these he wishes — either to deny the deity of the Son, or to introduce gods into his doctrine.
1:126
ὅπερ γὰρ ἂν ἕληται τούτων, ἴσον ἐστὶν εἰς ἀσέβειαν
因為無論他選擇其中哪一項,在不敬的程度上都是相等的。
For whichever of these he chooses, it amounts equally to impiety.
1:127
ἡμεῖς γὰρ παρὰ τῶν θεοπνεύστων τῆς γραφῆς λόγων μυσταγωγούμενοι οὐχὶ κοινωνίαν θεότητος ὁρῶμεν ἐν πατρί τε καὶ υἱῷ, ἀλλ' ἑνότητα, τοῦτο τοῦ δεσπότου διὰ τῶν ἰδίων λόγων διδά ξαντος ἐν οἷς φησιν Ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν, καὶ ὅτι Ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν πατέρα
因為我們藉著聖經那受神默示的話語得蒙引導,在父與子之中所見的,並非神性上的相通,而是合一——這是主自己藉祂自己的話所教導的,祂說:『我與父原為一』,又說:『看見了我的,就是看見了父』。
For we, being initiated by the God-inspired words of Scripture, see in the Father and the Son not a communion of deity, but a unity — the Master himself having taught this through his own words, in which he says, ‘I and the Father are one,’ and, ‘he who has seen me has seen the Father.’
1:128
εἰ γὰρ μὴ τῆς αὐτῆς ἦν φύσεως, πῶς ἂν ἢ ἔσχεν ἐν ἑαυτῷ τὸ ἀλλότριον, ἢ πῶς ἂν ἔδειξεν ἐφ' ἑαυτοῦ τὸ ἀνόμοιον, μὴ δεχομένης τῆς ξένης τε καὶ ἀλλοτρίας φύσεως τὸν τοῦ ἑτερογενοῦς χαρα κτῆρα; λέγει δὲ ὅτι οὐδὲ μερίτην ἔχει τῆς δόξης
因為,若祂與〔父〕不是同一本性,祂又怎能在自身之中擁有那外來於祂之物,又怎能在自身之上顯出那不相似之物呢?因為陌生而外來的本性,並不容受異類的特徵。他又說,祂沒有分享祂榮耀的人。
For if he were not of the same nature, how could he have had in himself that which is alien to him, or how could he have exhibited in himself that which is unlike, since a nature that is foreign and alien does not admit the character of what is of a different kind? He also says that he has no sharer in his glory.
1:129
τοῦτο δὲ ὡς ἔχει λέγει, εἰ καὶ μὴ οἶδεν ὃ λέγει·
這句話他說的其實是事實,儘管他自己並不明白自己在說什麼。
This he states as it in fact is, even though he does not know what he is saying.
1:130
οὐ γὰρ μερίζεται ὁ υἱὸς πρὸς τὸν πατέρα τὴν δόξαν, ἀλλ' ὅλην ἔχει τοῦ πατρὸς τὴν δόξαν, ὡς καὶ ὁ πατὴρ πᾶσαν ἔχει τοῦ υἱοῦ τὴν δόξαν
因為子並不與父分享榮耀,而是擁有父全部的榮耀,正如父也擁有子全部的榮耀一樣。
For the Son does not divide the glory with the Father, but possesses the whole glory of the Father, just as the Father also possesses the whole glory of the Son.
1:131
οὕτως γὰρ εἶπε πρὸς τὸν πατέρα ὅτι Πάντα τὰ ἐμὰ σά ἐστιν καὶ τὰ σὰ ἐμά
因為祂如此對父說:『凡是我的都是你的,你的也是我的。』
For thus he said to the Father: ‘All that is mine is yours, and all that is yours is mine.’
1:132
διὸ καὶ ἐν τῷ καιρῷ τῆς κρίσεως ἐπιφανήσεσθαι ἑαυτόν φησιν ἐν τῇ δόξῃ τοῦ πατρός, ὅτε μέλλει ἀποδιδόναι ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ
因此,祂也說,在審判之時,祂將在父的榮耀中顯現,那時祂要照各人的行為報應各人。
Therefore he also says that at the time of judgment he will appear in the glory of the Father, when he is about to render to each according to his works.
1:133
δείκνυσι δὲ διὰ τῆς φωνῆς ταύτης τὸ ἡνωμένον τῆς φύσεως·
祂藉這句話顯明本性的合一。
By this statement he shows the union of nature.
1:134
ὡς γὰρ ἄλλη δόξα ἡλίου καὶ ἄλλη δόξα σελήνης διὰ τὸ μὴ συμβαίνειν πρὸς ἄλληλα τῶν στοιχείων τὴν φύσιν ( ὡς εἴ γε ἡ αὐτὴ δόξα ἐπ' ἀμφοτέρων ἦν, οὐκ ἄν τις διαφορὰ τῆς φύσεως αὐτῶν ἐνομίσθη), οὕτως ὁ ἑαυτὸν ἐν τῇ τοῦ πατρὸς δόξῃ φανήσεσθαι προειπὼν ἔδειξε διὰ τῆς κατὰ τὴν δόξαν ταὐτότητος τὴν κοινωνίαν τῆς φύσεως
正如太陽的榮光是一回事,月亮的榮光又是另一回事,因為這兩種元素的本性彼此並不相合(因若兩者的榮光是相同的,就不會有人設想它們的本性有何差異);照樣,那預言自己將要在父的榮耀中顯現者,也藉著榮耀上的同一,顯明了本性上的相通。
For just as the glory of the sun is one thing and the glory of the moon another, because the nature of these elements does not agree with one another (for if the glory of both were the same, no difference of their nature would have been supposed), so he who foretold that he himself would appear in the glory of the Father showed, through the identity of glory, the communion of nature.
1:135
Τὸ δὲ μὴ σύνθρονον τῆς βασιλείας εἶναι λέ γειν τῷ πατρὶ τὸν υἱὸν πολλὴν μαρτυρεῖ τῷ Εὐνομίῳ τὴν τῶν θείων λογίων μελέτην, ὃς ἐκ τῆς ἄγαν προσοχῆς τῶν θεοπνεύστων γραφῶν οὔπω ἤκουσεν ὅτι Τὰ ἄνω φρονεῖτε, οὗ ὁ Χριστός ἐστιν, ἐν δεξιᾷ τοῦ πατρὸς καθήμενος, καὶ ὅτι Ἐν δεξιᾷ τοῦ θρόνου τοῦ θεοῦ κεκάθικεν, καὶ ἄλλα τοιαῦτα πολλά, ὧν οὐκ ἂν ῥᾳδίως τις τὸ πλῆθος ἐξαριθ μήσειεν·
說子不與父同坐國度之寶座,這話足以證明歐諾米對神聖言辭的用心研讀——他因對那受神默示之經文極度留心,竟至今尚未聽過:『你們要思念上面的事,那裡有基督坐在父的右邊』,以及『祂已坐在神寶座的右邊』,還有許多諸如此類、難以一一數盡的經文。
The statement that the Son is not co-enthroned in the kingdom with the Father bears ample witness to Eunomius’ study of the divine oracles — he who, out of his excessive attentiveness to the God-inspired Scriptures, has not yet heard that ‘you are to set your minds on the things above, where Christ is, seated at the right hand of the Father,’ and that ‘he has sat down at the right hand of the throne of God,’ and many other such sayings, the number of which one could not easily enumerate.
1:136
ἅπερ μήπω μαθὼν ὁ Εὐνόμιος ἀπαγορεύει σύν θρονον εἶναι τῷ πατρὶ τὸν υἱόν
歐諾米尚未學得這些,便禁止子與父同坐寶座。
Not yet having learned these things, Eunomius forbids the Son to be co-enthroned with the Father.
下一段 →
1

新的原文誦讀上線時通知我

每次有新章節誦讀影片就寄一封信。採雙重確認,隨時可一鍵取消。