📜 Verbum · 聖言
原文誦讀聖經與教父文獻
♥ 贊助

← 回書卷目次 · 希臘教父 › 啟示錄註

啟示錄註 第 1 章 第 5/14 段

希臘文原文.198 節.部分字詞可點開查義.本章太長已分段,此段為 1:997–1:1194(全章共 3007 節)

← 上一段下一段 →
ℹ️ 本語料沒有逐節的詞法標註。原形主要取自同語言其他書卷的逐詞標註(不是這一節的標註),少數查不到的才回頭依字形比對詞典。同形的罕見字仍可能判錯,需要精確判斷時請覆核原文與專門詞典。
ℹ️ 中英對照為本站自譯,直接譯自本頁的原文(非和合本/WEB —— 那兩者譯自馬所拉文本,與本頁底本不同)。
1:997
καὶ εἶδον ἄλλον ἄγγελον ἀναβαίνοντα ἀπὸ ἀνατολῆς ἡλίου, ἔχοντα σφραγῖδα Θεοῦ ζῶντος, καὶ ἔκραζε φωνῇ μεγάλῃ τοῖς τέσσαρσιν ἀγγέ λοις οἷς ἐδόθη αὐτοῖς ἀδικῆσαι τὴν γῆν καὶ τὴν θάλασσαν καὶ τὰ δένδρα, λέγων·
「我又看見另一位天使從日出之地上來,拿著永生神的印;他向那得著權柄能傷害地和海和樹木的四位天使大聲喊著說:」
And I saw another angel ascending from the rising of the sun, having the seal of the living God, and he cried with a loud voice to the four angels to whom it was given to harm the earth and the sea and the trees, saying:
1:998
μὴ ἀδικήσετε τὴν γῆν μήτε τὴν θάλασσαν, μήτε τὰ δένδρα, ἄχρι σφραγίσομεν τοὺς δούλους τοῦ Θεοῦ ἡμῶν ἐπὶ τῶν μετώπων αὐτῶν
「不要傷害地、海,和樹木,等我們印了我們神眾僕人的額。」
Do not harm the earth, nor the sea, nor the trees, until we have sealed the servants of our God upon their foreheads.
1:999
καὶ ἤκουσα τὸν ἀριθμὸν τῶν ἐσφραγισμένων, ἑκατὸν τεσσαρακοντέσσαρας χιλιάδας ἐκ πάσης φυλῆς υἱῶν Ἰσραήλ
「我聽見以色列人各支派中受印的數目,共有十四萬四千。」
And I heard the number of those sealed, a hundred and forty-four thousand out of every tribe of the sons of Israel.
1:1000
καὶ λέγει λοι πὸν ἀπὸ ἑκάστης φυλῆς, δώδεκα χιλιάδας τοὺς σφραγισθέντας·
於是他接著逐支派述說,每支派受印的有一萬二千人:
And then he proceeds to say, from each tribe, twelve thousand were sealed:
1:1001
ἐντεῦθεν σαφῶς τὰ περιστάντα Ἰουδαίοις ἐν τῷ πρὸς Ῥωμαίους πολέμῳ δείκνυται τῷ εὐαγγελιστῇ, ἃ προφάσει γέγονεν αὐτοῖς τοῦ σταυροῦ καὶ τῆς κατὰ τοῦ Κυρίου παροινίας
由此,福音史家清楚顯明了猶太人在與羅馬人的戰爭中所遭遇的一切,這些皆因他們把十字架加於主、以及對主的狂悖侮辱而臨到他們身上。
From this the evangelist clearly shows what befell the Jews in the war against the Romans, which came upon them on account of the cross and their outrage against the Lord.
1:1002
οἱ γὰρ τέσσαρες ἄγγελοι οἱ κρατοῦντες τὰς τέσσαρας γωνίας τῆς Ἰουδαίων γῆς ἐφρούρουν ὅπως μηδεὶς τῶν ἀξίων τεθνᾶναι Ἰουδαίων διαφυγῇ, δειλίαν ἴσως αὐτοῖς ἐμβάλλοντες τῆς φυγῆς ἢ δυσχερείας τινὰς ἢ ἔξωρον τῆς πατρίδος πόθον γυναικῶν τε καὶ φιλτάτων, ἅτινα τροπικῶς διασημαίνεται, διὰ τοῦ κρατεῖσθαι τὰς τέσσαρας γωνίας τῆς Ἰουδαίας
因為那四位執掌猶太地四角的天使守衛把守,使凡該死的猶太人無一能逃脫,或許藉此在他們心中植入逃亡的畏懼,或種種艱難,或對故土、妻子、至親不合時宜的眷戀之情——這一切都藉著猶太地四角被把守這一象徵性說法暗示出來。
For the four angels who held the four corners of the land of the Jews stood guard so that none of the Jews deserving to die might escape — perhaps instilling in them cowardice regarding flight, or certain difficulties, or an untimely longing for their homeland, their wives, and their dearest ones; which things are signified figuratively through the holding fast of the four corners of Judea.
1:1003
τὸ δέ γε τοὺς τέσσαρας ἀνέμους κρατεῖσθαι, ἐφ' ᾧ τε μὴ πνέειν μήτε ἐπὶ τῆς γῆς μήτε ἐπὶ τῆς θαλάσσης μήτε ἐπί τι δένδρον, ὑποσημαίνει τὸ μηδεμίαν αὐτοῖς ἀνάψυξιν εὑρᾶσθαι ἐν τῷ πολέμῳ, μηδέ τινα τῶν συμφορῶν παραψυχήν, μήτε τοὺς ἐπὶ τῆς γῆς πεζομαχοῦντας, μήτε τοὺς ἐν τῇ θαλάσσῃ ναυμαχοῦνταςπολλὰ γὰρ ἐναυμάχησαν κατὰ τὸν Ἰώσηππονμήτε μὴν τοὺς γεωργίᾳ καὶ φυτῶν ἐπιμελείᾳ προσανέχοντας·
至於四方的風被執掌住,使其既不吹在地上,也不吹在海上,也不吹在任何樹木上,這暗示他們在戰爭中找不到絲毫喘息,也得不到絲毫寬慰於他們的災禍——無論是在陸地上作戰的,還是在海上作戰的(因為據約瑟夫斯記載,他們曾多次進行海戰),也無論是那些從事農耕、照料植物的人;
And indeed, the holding fast of the four winds, so that they should not blow either upon the earth or upon the sea or upon any tree, signifies that no relief at all was found for them in the war, nor any comfort from their misfortunes — neither for those fighting on land, nor for those fighting at sea (for according to Josephus they fought many sea-battles), nor indeed for those devoted to farming and the care of plants;
1:1004
πάντας γὰρ ἄρδην κατέλαβε τὰ κακά, πόλεων μὲν πυρπολουμένων, γῆς δὲ δηουμένης, φυτῶν δὲ κειρομένων, ἃ δὴ πάντα ὁ Ἰώσηππος ἀκριβῶς ἐπεξέρχεται ἐν τῇ τῆς Ἱεροσολύμων ἁλώσεως ἱστορίᾳ
因為災禍徹底臨到眾人:城邑遭焚燒,土地被蹂躪,作物被砍伐——這一切約瑟夫斯都在其《耶路撒冷陷落史》中詳細記述。
for evils utterly overtook them all: cities being burned, the land being ravaged, plants being cut down — all of which Josephus recounts precisely in his history of the capture of Jerusalem.
1:1005
τέσσαρσιν ἀγγέλοις οἷς ἐδόθη αὐτοῖς ἀδικῆσαι τὴν γῆν καὶ τὴν θάλασσαν, λέγων·
「向那得著權柄能傷害地和海的四位天使,說:」
to the four angels to whom it was given to harm the earth and the sea, saying:
1:1006
μηδὲν ἀδικήσετέ φησιν ἄχρι σφραγισθῶσιν οἱ δοῦλοι τοῦ Θεοῦ ἡμῶν
「不要傷害什麼,」他說,「等到我們神的眾僕人受了印。」
Do not harm anything, he says, until the servants of our God are sealed.
1:1007
τὸ μὲν ἀπὸ ἀνατολῆς ἡλίου ἀλλὰ μὴ ἀπὸ δυσμῶν καὶ τῆς ἑσπέρας παραγίνεσθαι τὸν θεῖον ἄγγελον, εὐαγγελισμὸν αἰνίττεται καὶ ἀγαθῶν ἐπαγγελίαν
那位神聖的天使乃是從日出之地而來,而非從日落、從西方而來,這暗示著喜訊的宣告和美好之事的應許。
That the divine angel comes from the rising of the sun, and not from the setting and the west, hints at good tidings and a promise of good things.
1:1008
τὴν δέ γε σφραγῖδα τὴν νῦν, καὶ ὁ προφήτης ἐν πνεύματι προορῶν ἔλεγεν·
至於現今所說的這印記,先知在靈裡預見時也曾這樣說:
And indeed, concerning this seal now spoken of, the prophet also, foreseeing it in the Spirit, said:
1:1009
ἐσημειώθη ἐφ' ἡμᾶς τὸ φῶς τοῦ προσώπου σου, Κύριε
「主啊,你臉面的光已如印記標明在我們身上。」
The light of your countenance, O Lord, has been marked upon us as a sign.
1:1010
καλῶς τέως τὸ μηδένα ἀδικηθῆναι κελεύει, ἄχρι σφραγισθῶσιν οἱ τοῦ διασωθῆναι τῶν Ἰουδαίων ἄξιοι, ὅπως μὴ δὲ οἱ δίκαιοι σὺν τοῖς ἁμαρτωλοῖς πάθωσί τι τῶν ἀβουλήτων
他吩咐無人可受害,直到猶太人中配得拯救的都受了印,這實在說得好,為要使義人不至與罪人一同遭受任何不願意發生的事。
He rightly, then, commands that no one be harmed until those of the Jews worthy to be saved have been sealed, so that the righteous might not suffer along with the sinners any of the unwanted things.
1:1011
καὶ ἐσφράγισάν φησιν ἑκατὸν τεσσαρακοντέσσαρας χιλιάδας·
「他們,」他說,「就印了十四萬四千人:」
And they sealed, he says, a hundred and forty-four thousand:
1:1012
πολλοὶ γὰρ ἦσαν καὶ ἀριθμοῦ κρείττονες οἱ Χριστῷ πιστεύσαντες ἐκ τῶν Ἰουδαίων, οἷς καὶ τὸ σώζεσθαι ἐκ τῆς κοινῆς ὠφείλετο πανωλεθρίας, καὶ μαρτυροῦσιν οἱ λέγοντες τῷ Παύλῳ ἐν Ἱερουσαλὴμ γενομένῳ·
因為從猶太人中信基督的人為數甚多,甚至超過可計數的範圍,他們理當從那共同的全然毀滅中得救;那些對保羅說話、當他到耶路撒冷時的人也可作見證:
For those from the Jews who believed in Christ were many, indeed beyond number, and to them salvation from the common utter destruction was owed; and those who spoke to Paul when he came to Jerusalem bear witness:
1:1013
θεωρεῖς, ἀδελφέ, πόσαι μυριάδες εἰσὶν Ἰουδαίων τῶν πεπιστευκότων; οὐ μόνον δὲ εἰκὸς ἦν διαφυγεῖν τοὺς πιστούς, ἀλλὰ καὶ τοὺς ἐν ἀγνοίᾳ καὶ ἀπάτῃ συνεργήσαντας τῷ σταυρῷ τοῦ Κυρίου, περὶ ὧν ἔλεγεν·
「弟兄,你看猶太人中信主的有多少萬呢?」不僅那些信主的人理當得以逃脫,就連那些在無知和被誆騙之下參與了主十字架之事的人,也理當得以逃脫,論到這些人他曾說:
You see, brother, how many tens of thousands there are among the Jews who have believed? And it was fitting that not only the faithful should escape, but also those who, in ignorance and deception, had cooperated in the crucifixion of the Lord, concerning whom he said:
1:1014
οὐ γὰρ οἴδασι τί ποιοῦσινεἰ καὶ ὁ Κύριλλος ἐν τρισκαιδεκάτῳ βιβλίῳ Κατὰ Ἰουλιανοῦ λέγει μὴ κεῖσθαι ταύτην τοῦ Κυρίου τὴν εὐχὴν ἐν τοῖς Εὐαγγελίοις, παρ' ἡμῖν δέ γε εἴρηταικαὶ οὐ μόνον τούτους, ἀλλὰ καὶ τοὺς οὐδὲ παρόντας τηνικάδε, ἢ ἐνδημοῦντας ἐν τῇ Ἱερουσαλήμ, καὶ διὰ τοῦτο οὐ κεκοινωνηκότας τῇ ἀνοσίῳ βουλῇ τῶν καταρά των ἀρχιερέων τῇ περὶ τοῦ σταυροῦ, ἢ καὶ παρόντας μέν, οὐ μὴν τοῦ μιάσματος κατεσχηκότας, εἰ καὶ αὐτὸς πᾶσαν εὐλόγησε τὴν ὑπ' οὐρανόν, ἐναντίως ἀποβὰν ἢ ὡς τὸ θεοστυγὲς ἢβούλετο συνέδριον τῶν παρανόμων·
「因為他們不知道自己所做的。」——雖然區利羅在《駁尤利安》第十三卷中說,主的這句禱詞並不見於福音書中,然而在我們這裡卻是這樣傳述的——他指的不僅是這些人,也指那時根本不在場、或並非住在耶路撒冷的人,因此也未曾參與那些被咒詛的祭司長們論及十字架的邪惡謀議,或雖在場卻並未沾染那玷污之罪的人,儘管他自己曾祝福普天之下——這結果恰與那憎神的、不法之人所組成的公會所願望的相反;
For they do not know what they do — although Cyril, in the thirteenth book Against Julian, says that this prayer of the Lord is not found in the Gospels, yet among us it is so stated — and he means not only these, but also those who were not even present at that time, or who were residing in Jerusalem and therefore had not participated in the unholy counsel of the accursed high priests concerning the cross, or even those who were present but had not been implicated in the defilement, even though he himself blessed all that is under heaven — an outcome turning out contrary to what the god-hating council of the lawless had wished.
1:1015
οὓς πάντας εἰκὸς ὕστερον τῇ Χριστοῦ σφραγισθῆναι πίστει
這一切人,照理後來都藉著基督的信仰受了印;
It is fitting that all these were later sealed with the faith of Christ;
1:1016
οὐ γὰρ ἂν αὐτοὺς ἄλλως ὁ ἄγγελος ἐκάλεσε δουλοὺς Θεοῦ·
因為若非如此,天使就不會如此稱他們為神的僕人:
for otherwise the angel would not have called them servants of God:
1:1017
ὧν διασωθέντων φυγῇ τὲ καὶ τῷ πρὸς Ῥωμαίους αὐτομολῆσαι οἱ λοιποὶ κακοὶ κακῶς διεφθάρησαν, θέατρον γενηθέντες τῷ κόσμῳ καὶ ἀγγέλοις καὶ ἀνθρώποις ἕτερως, καὶ οὐχ' ὡς ὁ Παῦλος περὶ τῶν θεσπεσίων εἴρηκεν ἀποστόλων
這些人藉逃亡、以及投奔羅馬人而得救之後,其餘的惡人便以惡的方式滅亡了,成了世界、天使和世人的一齣戲——但那是另一種意義上的,而非保羅論及那些神聖使徒所說的那種意義。
These, having been saved by flight and by deserting to the Romans, the rest — being evil — perished evilly, becoming a spectacle to the world and to angels and to men, but in a different sense, and not as Paul spoke concerning the divine apostles.
1:1018
τούτων δὲ πάλιν μάρτυς ὁ Ἰώσηππος πλείστας ὅσας ἀπαριθμούμενος μυριάδας τῷ λιμῷ
而對此事,約瑟夫斯又再一次作見證,他歷數了因饑荒而死的極多萬人。
Of these, again, Josephus is witness, enumerating very many tens of thousands who perished by famine.
1:1019
τὸ δὲ ἶσον κατὰ τὸν ἀριθμὸν τῶν ἐξ ἑκάστης φυλῆς σφραγισθέντων τὲ καὶ πεπιστευκότων
至於各支派中受印並信主的人數相等,
And the equal number of those sealed and believing from each tribe
1:1020
τὸν ἰσότιμον ζῆλον καὶ τὸ τῆς πίστεως ὁμόδοξον αἰνίττεται, κἂν ἐκ τῆσδε μὲν τῆς φυλῆς πλείους, ἐξ ἑτέρας δὲ ἐλάττους ἐσώθησαν τε καὶ ἐπίστευσαν Χριστῷ, τῷ παρὰ Ἰουδαίων μὲν ἀτιμασθέντι; παρ' ἡμῶν δέ γε καὶ πάσης ὑπερκοσμίου κτίσεως προσκυνουμένῳ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων
這暗示著等量齊觀的熱忱與信仰上的一致;儘管從這一支派得救、信基督的人較多,從另一支派則較少,但他們所信的,乃是那被猶太人所輕賤,卻被我們並一切超乎宇宙的受造之物所敬拜、如今、直到永永遠遠的那一位。
hints at the equal-honored zeal and the like-mindedness of the faith, even though from this tribe more, and from another fewer, were saved and believed in Christ, who was dishonored by the Jews, but is worshiped by us and by all supra-mundane creation now and always and unto the ages of ages.
1:1021
ἀμήν# Λόγος πέμπτοσ ταῦτα μὲν ἅπερ ὁ λόγος ἀφηγήσατο, δέδεικται τῷ θεσπεσίῳ εὐαγγελιστῇ περὶ τῶν ἐξ αἵματος Ἰσραὴλ ἐσφραγισμένων καὶ διὰ τοῦτο σωθέντων, εἶτα καὶ πεπιστευκότων
阿們。〔第五卷〕以上這段論述所敘述的,已向這位神聖的福音史家顯明,論及那些出於以色列血統、受了印因而得救、其後又信主的人。
Amen. [Book Five.] These things, then, which the discourse has related, have been shown to the divine evangelist concerning those sealed out of the blood of Israel, and thereby saved, and then also having believed.
1:1022
ἀλλ' ὅπως μηδὲν ἐλλιπὲς αὐτῷ θεωρηθείη, δείκνυσιν αὐτῷ ὁ χρηματισμὸς καὶ τὰς ἀπείρους τῶν ἐθνῶν μυριάδας, τὰς μετὰ ταῦτα τῇ πίστει προσδραμοῦσας, ἀμφί τε τὸν Κύριον οὔσας καὶ τῷ θείῳ παρεστώσας θρόνῳ
但為要使他看不出有任何缺漏,這啟示又向他顯明了那不可勝數的萬民,他們在此之後奔向信仰,環繞著主,侍立在那神聖的寶座旁。
But so that nothing might be seen as lacking to him, the revelation also shows him the countless myriads of the nations, who afterward ran to the faith, being around the Lord and standing beside the divine throne.
1:1023
ἐπειδὴ γὰρ ὅσον οὔπω ἐν τῇ τῆς θεωρίας προαναφωνήσει ὁ Κύριος γράφεται παραγινόμενος ἐν τῇ δευτέρᾳ παρουσίᾳ, οἱ δὲ ἅγιοι τηνικάδε ἁρπάζονται ἐν νεφέλαις εἰς ὑπάντησιν τοῦ Σωτῆρος, κατὰ τὸν θεῖον ἀπόστολον προηρπαγμένους αὐτοὺς ἡ ὀπτασία δείκνυσι καὶ τῆς ἀποκειμένης αὐτοῖς μακαριότητος τετυχηκότας
因為既然在異象的預先宣告中,記載主即將很快在第二次降臨中到來,而聖徒屆時要照那位神聖使徒所言,被提到雲裡去迎接救主,這異象便向他顯明他們已被提去,並且已經得著為他們存留的那福分;
For since, in the vision's prior announcement, it is written that the Lord is about to come, very soon, in the second coming, and the saints at that time are caught up in the clouds to meet the Savior, according to the divine apostle — the vision shows them as already caught up, and as having attained the blessedness laid up for them.
1:1024
τί γὰρ τοῦ ἠξιῶσθαι μετὰ Χριστοῦ εἶναι καὶ τὸν θεῖον ἐποπτεύειν θρόνον μακαριώτερον; ὅρα δὲ τί φησι
因為還有什麼比配得與基督同在、得以親見那神聖的寶座更為有福的呢?你看他說什麼:
For what could be more blessed than to have been deemed worthy to be with Christ and to behold the divine throne? See what he says:
1:1025
μετὰ ταῦτα εἶδον, καὶ ἰδοὺ ὄχλος πολύς, ὃν ἀριθμῆσαι οὐδεὶς αὐτὸν ἠδύνατο, ἐκ παντὸς ἔθνους καὶ φυλῶν καὶ λαῶν καὶ γλωσσῶν, ἑστῶτας ἐνώπιον τοῦ θρόνου καὶ ἐνώπιον τοῦ ἀρνίου, περιβεβλημένοι στολὰς λευκάς, καὶ φοίνικες ἐν ταῖς χερσὶν αὐτῶν·
「此後,我觀看,見有許多人,沒有人能數得過來,是從各國、各族、各民、各方來的,站在寶座和羔羊面前,身穿白衣,手拿棕樹枝:」
After these things I looked, and behold, a great crowd, which no one was able to number, out of every nation and tribes and peoples and tongues, standing before the throne and before the Lamb, clothed in white robes, and palm branches in their hands:
1:1026
καὶ κράζουσι φωνῇ μεγάλῃ λέγοντες·
「他們大聲喊著說:」
and they cry out with a loud voice, saying:
1:1027
ἡ σωτη ρία τῷ Θεῷ ἡμῶν, τῷ καθημένῳ ἐπὶ τοῦ θρόνου
「願救恩歸於坐在寶座上我們的神。」
Salvation belongs to our God, who sits on the throne.
1:1028
καὶ τῶν πρεσβυτέρων οἱ ἅγιοι ἑστήκασι κύκλῳ τοῦ θρόνου καὶ τῶν πρεσβυτέρων καὶ τῶν τεσσάρων ζώων·
「眾長老中的聖者,站立在寶座的周圍,以及長老和四活物的周圍:」
And the saints, of the elders, stand around the throne, and around the elders and the four living creatures:
1:1029
καὶ ἔπεσαν ἐνώπιον τοῦ θρόνου ἐπὶ τὰ πρόσωπα αὐτῶν καὶ προσεκύνησαν τῷ Θέῳ ἡμῶν εἰς τοὺς αἰῶνας τῶν αἰώνων
「他們俯伏在寶座前,臉伏於地,敬拜我們的神,直到永永遠遠。」
and they fell before the throne on their faces and worshiped our God unto the ages of ages.
1:1030
οὗτοι οἱ περιβεβλημένοι τὰς στολὰς τὰς λευκὰς, τίνες εἰσὶ καὶ πόθεν ἦλθον; καὶ εἴρηκα αὐτῷ, Κύριέ μου, σὺ οἶδας
「這些穿白衣的是誰?是從哪裡來的?我對他說:我主,你知道。」
These who are clothed in the white robes — who are they, and whence have they come? And I said to him, "My lord, you know."
1:1031
οὗτοί εἰσιν οἱ ἐρχόμενοι ἐκ τῆς θλίψεως τῆς μεγάλης καὶ ἐπλάτυναν τὰς στολὰς αὐτῶν καὶ ἐλεύκαναν αὐτὰς ἐν τῷ αἵματι τοῦ ἀρνίου
「這些人是從大患難中出來的,他們洗淨了自己的衣服,又在羔羊的血裡把衣服漂白了。」
These are they who come out of the great tribulation, and they washed their robes and made them white in the blood of the Lamb.
1:1032
διὰ τοῦτό εἰσιν ἐνώπιον τοῦ θρόνου τοῦ Θεοῦ, καὶ λατρεύουσιν αὐτῷ ἡμέρας καὶ νυκτὸς ἐν τῷ ναῷ αὐτοῦ·
「所以,他們在神的寶座前,晝夜在他的殿中事奉他:」
Therefore they are before the throne of God, and serve him day and night in his temple;
1:1033
καὶ ὁ καθή μενος ἐπὶ τῷ θρόνῳ σκηνώσει ἐπ' αὐτούς
「那坐寶座的要用帳幕覆庇他們。」
and he who sits on the throne will spread his tabernacle over them.
1:1034
οὐ πεινάσουσιν ἔτι, οὔτε μὴν διψήσουσιν, οὐδὲ μὴ πέσῃ ἐπ' αὐτοὺς ὁ ἥλιος, οὐδὲ πᾶν καῦμα·
「他們不再飢餓,也不再乾渴;日頭和一切炎熱也不能傷害他們:」
They shall hunger no more, neither shall they thirst any more; neither shall the sun fall upon them, nor any heat:
1:1035
ὅτι τὸ ἀρνίον τὸ ἀνὰ μέσον τοῦ θρόνου ποιμανεῖ αὐτούς, καὶ ὁδηγήσει αὐτοὺς ἐπὶ ζωῆς πηγὰς ὑδάτων, καὶ ἐξαλείψει ὁ Θεὸς πᾶν δάκρυον ἀπὸ τῶν ὀφθαλμῶν αὐτῶν
「因為寶座中的羔羊必牧養他們,領他們到生命水的泉源;神也必擦去他們一切的眼淚。」
for the Lamb who is in the midst of the throne will shepherd them, and will guide them to springs of the water of life, and God will wipe away every tear from their eyes.
1:1036
τῶν ἐθνῶν μὲν οὖν αἱ ἀμύθητοι μυριάδες, αἱ τὴν πίστιν δεξάμεναι Χριστοῦ καὶ τῆς μακαρίας τετυχηκυῖαι λήξεως, τὸν ἔνδοξον ἐκληρώσαντο χῶρον, ἐνώπιον ἑστῶσαι τοῦ Κυρίου καὶ τοῦ πατρικοῦ αὐτοῦ θρόνου καθὼς πρόσθεν εἴρηται
至於外邦人那不可勝數的萬萬千千,他們既領受了基督的信仰、又得著了那有福的份,就承受了那榮耀的地方,如前所述,站立在主和他天父的寶座之前。
The countless myriads of the nations, then, who received the faith of Christ and attained the blessed portion, obtained by lot the glorious place, standing before the Lord and his paternal throne, as was said before.
1:1037
τὸ δέ γε περιβεβλῆσθαι αὐτοὺς στολὰς λευκὰς δεῖγμα τῆς κατὰ τὸν βίον αὐτῶν ὑπάρχει καθαρότητος
至於他們身披白衣,這乃是他們一生純潔的憑證。
And their being clothed in white robes is evidence of the purity of their life.
1:1038
οἱ δέ γε φοίνικες, νίκης ὑπάρχοντες σύμβολον, ἐπαγάλλεσθαι αὐτοὺς τῇ Χριστοῦ νίκῃ τῇ κατά τε τῶν νοητῶν ἐχθρῶν καὶ τῶν αἰσθητῶν ὑπεμφαίνουσι
至於棕樹枝,它是得勝的象徵,暗示他們因基督在可悟之敵和可感之敵上所得的勝利而歡欣鼓舞。
And the palm branches, being a symbol of victory, indicate that they exult in the victory of Christ over both the intelligible enemies and the sensible ones.
1:1039
ἡ σωτηρία τῷ θεῷ ἡμῶν καὶ τῷ ἀρνίῳ, παρ' αὐτοῖς εἶναι τὴν σωτηρίαν ὁμολογοῦντες, ὅτι τῆς τοῦ κόσμου πανωλεθρίας διεσώσαντο τοὺς σφραγισθέντας δούλους τοῦ Θεοῦ
「願救恩歸於我們的神和羔羊」——他們如此承認,救恩乃在於神和羔羊那裡,因為正是他們使那些受了印的神的僕人,從世界的全然毀滅中得以保全。
Salvation belongs to our God and to the Lamb — confessing that salvation is with them, because they preserved the sealed servants of God from the utter destruction of the world.
1:1040
ἧς γενομένης εὐχαριστίας, τὰ ἐν οὐρανῷ λειτουργικὰ τάγματα σὺν τοῖς πρεσβυτέροις ὑπήκουσαν τὸ ἀμήν, τοῖς εἰρημένοις τὴν ἑαυτῶν προσχρήσαντες συγκατάθεσιν
這感恩既已發出,天上眾侍奉的班次便與眾長老一同應聲說「阿們」,將他們自己的同意加於所說的話之上。
When this thanksgiving had taken place, the ministering ranks in heaven, together with the elders, responded "Amen," adding their own assent to what had been said.
1:1041
εἶτα καὶ ἴδιον οἱ θεῖοι ἄγγελοι προσάγουσιν αἶνον τῷ Θεῷ, ἑπτὰ τιμαῖς αὐτὸν γεραίροντες, ὅπερ, ὡς πρόσθεν εἴρηται, τὸ ἀκατάληκτον αἰνίττεται τῆς τῶν ἀγγέλων δοξολογίας·
隨後,眾聖天使也獻上自己特有的頌讚給神,以七重尊榮尊崇他;這一如前文所述,暗示著天使頌榮之永不止息。
Then the divine angels also offer their own praise to God, honoring him with seven honors, which, as was said before, hints at the unceasing character of the angels' doxology;
1:1042
τέλειος γὰρ ὁ ἑπτὰ ἀριθμός
因為七這個數目是完全的。
for the number seven is perfect.
1:1043
τὸ δὲ ἕνα τῶν πρεσβυτέρων ἐρωτᾶν τὸν εὐαγγελιστὴν τίνες εἶεν οἱ ἐξ ἐθνῶν, οἱ τὰς λευκὰς ἠμφιεσμένοι στολάς, οὐκ ἀγνοοῦντος ἦν, ἀλλὰ διερεθίζοντος αὐτὸν γνῶναι τὰ περὶ αὐτῶν
至於眾長老中有一位問這位福音史家:那些穿白衣、出於外邦的人是誰——這並非出於無知,而是要激發他去明白關於他們的事。
And that one of the elders asks the evangelist who are these from the nations, clothed in the white robes, was not a sign of ignorance, but of prompting him to learn the things concerning them.
1:1044
διὸ καί φησιν οὗτοί εἰσιν οἱ ἐρχομένοι ἐκ τῆς θλίψεως τῆς μεγάλης·
因此他便說:「這些人是從大患難中出來的:」
Therefore he also says: These are they who come out of the great tribulation:
1:1045
οὐ μικρὸν γὰρ οἱ δίκαιοι, ἀλλὰ καὶ λίαν μέγαν ἔσχον ἀγῶνα ἐν τῇ τοῦ ἀντιχρίστου ἐπικρατείᾳ
因為義人在敵基督掌權之下所經歷的爭戰,並非小小的,實在是極大的爭戰。
For the righteous had not a small, but indeed a very great struggle, in the dominion of the Antichrist.
1:1046
καὶ ἔπλυνάν φησι τὰς στολὰς αὐτῶν καὶ ἐλεύκαναν ἐν τῷ αἵματι τοῦ ἀρνίου·
「他們,」他說,「洗淨了自己的衣服,又在羔羊的血裡把它們漂白了:」
And they washed, he says, their robes and made them white in the blood of the Lamb:
1:1047
καίτοιγε ἀκόλουθον ἦν τὰς ἐν αἵματι βαφείσας στολὰς φοινικὰς μᾶλλον ἤπερ λευκὰς ἀποβῆναι
然而按理說,那浸染於血中的衣袍應當變成紫紅色,而非白色,才合乎常理;
And yet it would have been consistent for robes dyed in blood to turn out crimson rather than white;
1:1048
πῶς οὖν γεγόνασι λευκαί; ὅτι τὸ βάπτισμα εἰς τὸν θάνατον τοῦ Κυρίου τελούμενον, ὡς τῷ σοφωτάτῳ Παύλῳ δοκεῖ, σμηκτικὸν ὑπάρχον ῥύπου παντὸς τοῦ ἐξ ἁμαρτίας, λευκοὺς καὶ καθαροὺς ἀποδίδωσι τοὺς βαπτιζομένους ἐν αὐτῷ
那麼它們是如何變白的呢?因為照最有智慧的保羅所見,那奉主的死而施行的洗禮,具有洗淨一切因罪而生之污穢的功效,使那受此洗的人變得潔白純淨;
how then have they become white? Because baptism, performed into the death of the Lord, as seems best to the most wise Paul, being a cleansing of all filth arising from sin, renders those baptized in it white and pure;
1:1049
ἀλλὰ καὶ ἡ μετάληψις τοῦ ζωοποιοῦ αἵματος τοῦ Χριστοῦ τοῦτο χαρίζεται·
不但如此,領受基督那賜生命之血,也同樣賜下這功效:
but also the partaking of the life-giving blood of Christ grants this;
1:1050
περὶ πολλῶν γὰρ καὶ ὑπὲρ πολλῶν ἐκχέεσθαί φησιν ὁ Κύριος περὶ τοῦ ἰδίου αἵματος εἰς ἄφεσιν ἁμαρτιῶν
因為主論到自己的血,說是為許多人、也是替許多人流出來,使罪得赦。
for the Lord says that his own blood is poured out concerning many and on behalf of many for the forgiveness of sins.
1:1051
οὗτοι μὲν οὖν λατρεύουσι τῷ Θεῷ εἰς αἰῶνα·
這些人就如此永遠事奉神;
These, then, serve God forever;
1:1052
ὁ δὲ Θεὸς ἐν αὐτοῖς κατασκηνοῖ
神就在他們中間搭帳幕、居住。
and God tabernacles among them
1:1053
τὴν δέ γε κατασκήνωσιν τοῦ Θεοῦ, ἔφη τις τῶν ἁγίων, τὸ ἀδιάλειπτον αὐτοῦ μνήμην παραμένειν ταῖς τῶν ἁγίων ψυχαῖς·
有一位聖徒曾說,神的『搭帳幕』,就是祂那不止息的記念,恆常駐在聖徒的靈魂中;
One of the saints said that God's tabernacling is this: that his unceasing remembrance abides continually in the souls of the saints;
1:1054
εἰκότως οὖν κατασκηνοῖ ὁ Θεός
神如此搭帳幕,是理所當然的,
Reasonably, then, God tabernacles [among them],
1:1055
τῆς ἡμέρας καὶ νυκτὸς λατρεύουσιν αὐτῷ
他們晝夜事奉祂,
day and night they serve him
1:1056
οὐ πεινάσουσιν ἔτι οὐδὲ διψήσουσιν ἔτι, πρότερον μὲν γὰρ διὰ παντὸς ἦλθον πειρασμοῦ οἱ ἐξ ἐθνῶν·
他們必不再飢餓,也不再乾渴;因為從前那些出於外邦的人,曾經歷過各樣的試煉;
they shall no longer hunger, nor thirst any longer; for formerly those from the nations passed through every trial;
1:1057
νῦν δέ γε κορεσθήσονται τῶν ἀμυθήτων ἀγαθῶν
但如今他們必因無數美善之事而得飽足。
but now they shall be satiated with untold good things.
1:1058
οὐδὲ μὴ πέσῃ φησὶν ἐπ' αὐτοὺς ὁ ἥλιος
他又說,日頭也必不落在他們身上,
nor, he says, shall the sun fall upon them
1:1059
πειρασμὸς ὁ ἥλιος ἔν τισι τροπολογεῖται παρὰ τῇ θείᾳ γραφῇ·
在神聖經文的某些地方,『日頭』被用比喻的方式指稱『試煉』;
In certain places of the divine Scripture, the sun is spoken of tropologically as trial;
1:1060
πῆ μὲν λέγοντος τοῦ προφήτου ἡμέρας ὁ ἥλιος οὐ συγκαύσει σε, οὐδὲ ἡ σελήνη τὴν νύκτα, πῆ δὲ γράφοντος τοῦ εὐαγγελιστοῦ ὡς ἐπιλάμψας ὁ ἥλιος ἐξήρανε τὰ ἐν τοῖς πετρώδεσιν ἐξανατείλαντα σπέρματα, πειρασμὸν τὸν ἥλιον ἑρμηνεύων
一處先知說:『白日,日頭必不將你曬傷,黑夜,月亮也不能傷你』;另一處福音書作者卻寫道:『日頭一出,那生在磐石地上的種子,就被曬乾了』,如此將日頭解作試煉。
in one place the prophet says, 'By day the sun shall not scorch you, nor the moon by night,' while in another the evangelist writes that, 'when the sun had risen it scorched the seeds that had sprung up on the rocky ground,' interpreting the sun as trial.
1:1061
φησὶν οὖν ἐν τῷ παρόντι ὅτι πειρασμὸς οὐκ ἂν αὐτοὺς ἀδικήσειε τοῦ λοιποῦ·
所以他在此處是說,此後試煉必不再能傷害他們;
He says, then, in the present passage, that trial shall no longer wrong them henceforth;
1:1062
ἠξίωνται γὰρ ὑπὸ τοῦ Χριστοῦ ποιμαίνεσθαι καὶ ἐπὶ ὑδάτων ζωῆς ἐκτρέφεσθαι
因為他們已蒙恩配得由基督牧養,並在生命的水泉旁得餵養。
for they have been deemed worthy to be shepherded by Christ, and to be nourished at the waters of life.
1:1063
καὶ ἐξαλείψει φησὶν ὁ Θεὸς πᾶν δάκρυον ἐκ τῶν ὀφθαλμῶν αὐτῶν
他又說,神必擦去他們眼中一切的眼淚;
And God, he says, shall wipe away every tear from their eyes;
1:1064
τοῖς γὰρ οὕτως βεβιωκόσι τε καὶ ἠγωνισμένοις μετὰ μελείας μὲν ἀνωφελοῦς οὐκ ὀφείλεται δάκρυον, οὐτὲ ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων, ἀγαθὸν δὲ ἅπαν καὶ ὑπερφυές
因為對這樣生活、爭戰過的人,不再有無益憂傷的眼淚,也沒有哀哭切齒,只有一切美善、超乎尋常之事。
for to those who have thus lived and contended, no tear of unprofitable grief is owed, nor weeping and gnashing of teeth, but everything good and surpassing nature.
1:1065
καὶ ὅτε ἤνοιξε τὴν ἑβδόμην, ἐγένετο σιγὴ ἐν τῷ οὐρανῷ ὡς ἡμίωρον
羔羊揭開第七印的時候,天上寂靜約有半小時。
And when he opened the seventh [seal], there was silence in heaven for about half an hour.
1:1066
καὶ ἐδόθησαν αὐτοῖς ἑπτὰ σάλπιγγες
又有七枝號賜給他們。
And seven trumpets were given to them.
1:1067
ἴσως τις τῶν λίαν περιεσκεμμένων ἐπισκώψειεν ἂν τοῖς εἰρημένοις, καὶ πρὸς ἐμὲ τάδε εἴποι·
或許有某位十分審慎的人,會嘲笑以上所說的,並對我這樣說:
Perhaps one of the very circumspect [readers] might mock what has been said, and might say the following to me:
1:1068
τί ποιεῖς, ὦ οὗτος; ἐπιλέλησαι μᾶλλον τῶν ἐν τοῖς προοιμίοις τῆς παρούσης ἀποκαλύψεως εἰρημένων; εἴρηται γὰρ καὶ ἡ φωνὴ ἡ πρώτη ἣν ἤκουσα ὡς σάλπιγγος λαλούσης μετ' ἐμοῦ, λέγων ἀνάβα ὧδε, καὶ δείξω σοὶ ἃ δεῖ γενέσθαι μετὰ ταῦτα·
『你這是在做什麼呢?難道你忘了這卷啟示錄一開頭所說的話嗎?經上不是也說:「我先前所聽見的那聲音,好像號筒的聲音,對我說:你上這裡來,我要將以後必成的事指示你」;』
'What are you doing, sir? Have you rather forgotten what was said in the preface of the present Apocalypse? For it was also said, "the first voice which I heard, as of a trumpet speaking with me, saying: Come up here, and I will show you what must take place after these things";'
1:1069
σὺ δὲ ἡμῖν οὐκ ἐσομένων, γεγενημένων δὲ πραγμάτων ἐξηγητὴς ἐγένου, τὸν τοκετὸν τοῦ Κυρίου διηγούμενος, τὸν πειρασμόν, τὰς διδασκαλίας καὶ τὰς θεοσημείας, τὰ ῥαπίσματα καὶ τὰ δεσμὰ καὶ τὰς παρὰ τῷ Πιλάτῳ πληγάς, τὸν σταυρὸν καὶ τὸν θάνατον, καὶ τὴν ἀνάστασιν καὶ τὴν εἰς οὐρανοὺς ἄνοδον ἤτοι ἐπάνοδον; πρὸς ὃν εἴποιμι ἄν·
『你卻為我們解說並非將來要發生的事,而是已經發生過的事,敘述主的降生、受試探、教訓與神蹟、掌摑與捆綁,以及在彼拉多面前所受的鞭打、十字架與死,並復活與升天,或者說回歸諸天?』對此我要回答說:
'yet you have become for us an expositor not of things that are to be, but of things that have already happened, narrating the Lord's birth, the temptation, the teachings and the divine signs, the blows and the bonds and the scourgings before Pilate, the cross and the death, and the resurrection and the ascent, or rather the return, into the heavens?' To this I would reply:
1:1070
μάλιστα μὲν ἤκουσας, ὦ φίλος, καί τινα τῶν γενησομένων, ὅταν τοὺς ἐξ ἐθνῶν δικαίους σὺν τῷ Ἰσραὴλ ἀμφὶ τὸν θεῖον ὄντας ἐξηγούμεθα θρόνον, καὶ σὺν τῷ Κυρίῳ ὑπάρχοντας·
『朋友啊,你其實也已聽見一些將來的事了,就是當我們講解那些出於外邦的義人,如何與以色列一同環繞那神聖的寶座,並與主同在的時候;
'Indeed, friend, you have also heard some of the things that are to be, when we expounded the righteous from the nations, together with Israel, as being around the divine throne, and existing together with the Lord;
1:1071
ἀκούσῃ δὲ καὶ νῦν ἐν τῇ λύσει τῆς ἑβδόμης σφραγῖδος
你如今在第七印揭開之時,也將聽見。』
'and you shall hear even now, in the opening of the seventh seal.'
1:1072
ὁ γὰρ εἰπὼν τῷ εὐαγγελιστῇ χρηματισμὸς ἀνάβα ὧδε καὶ δείξω σοι ἃ δεῖ γενέσθαι μετὰ ταῦτα, οὐκ ἀνεῖλε τὸ ἰδεῖν τι αὐτὸν καὶ τῶν πρόσθεν γεγονότων, ἀλλὰ μετ' ἐκείνων καὶ τὰ ἐσόμενα ὑπέδειξεν
因為對這位福音書作者所發出的那神聖曉諭:『你上這裡來,我要將以後必成的事指示你』,並沒有排除他也看見一些先前已發生的事,反倒是連同那些事,一併向他顯明了將來要發生的事。
For the divine word spoken to the evangelist, 'Come up here, and I will show you what must take place after these things,' did not exclude his seeing also some of the things that had happened before, but along with those things it also revealed to him the things that were to come.
1:1073
ἡ τῆς ἑβδόμης σφραγῖδος λύσις τελεωτάτην ἡμῖν τὴν δόξαν εἰργάσατο·
第七印的揭開,為我們成就了最完全的榮耀;
The opening of the seventh seal has wrought for us the most perfect glory;
1:1074
οὐκ ἔτι γὰρ ὡς πρότερον ἁμαρτιῶν λύσις καὶ ἐπιστροφὴ πρὸς Θεὸν καὶ Θεοῦ πρὸς ἡμᾶς, ἀλλὰ τὰ ἀμύθητα ἀγαθά·
因為此時已不再像先前那樣,只是罪得赦免、我們轉向神、神也轉向我們,而是那無數美善之事:
for no longer, as before, is it the remission of sins and the turning of us to God and of God to us, but the untold good things:
1:1075
τὸ υἱοὺς χρηματίσαι Θεοῦ, κληρονόμους Θεοῦ, συγκληρονόμους δὲ Χριστοῦ, ἀδελφοὺς καὶ φίλους καὶ τέκνα Χριστοῦ, καὶ συμβασιλεύειν αὐτῷ καὶ συνδοξάζεσθαι, καὶ ἃ ὀφθαλμὸς οὐκ εἶδε καὶ οὖς οὐκ ἤκουσε·
就是被稱為神的兒子、神的後嗣、與基督同作後嗣,是基督的弟兄、朋友、兒女,並要與祂一同作王、一同得榮耀,以及那眼睛未曾見過、耳朵未曾聽過的事;
namely, to be styled sons of God, heirs of God, and joint-heirs with Christ, brothers and friends and children of Christ, and to reign together with him and be glorified together, and the things which eye has not seen and ear has not heard;
1:1076
καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνῆλθεν ἀγαθά
也未曾進入人心的美善之事。
and the good things which have not arisen in the heart of man.
1:1077
τίς δὲ ἡ τῆς ἑβδόμης σφραγῖδος λύσις; ἡ δευτέρα τοῦ Κυρίου παρουσία καὶ ἡ ἀντίδοσις τῶν ἀγαθῶν
那麼,第七印的揭開究竟是什麼呢?就是主的第二次降臨,以及美善之事的償報。
But what is the opening of the seventh seal? The second coming of the Lord, and the recompense of good things.
1:1078
εἰ γὰρ καί τινες κολάσει παραδίδονται τῶν ἡμαρτηκότων, ἀλλ' ὅ γε σκοπὸς τοῦ Χριστοῦ καὶ ἡ τῆς ἐνανθρωπήσεως ὑπόθεσις τὸ πάντας κληρονόμους τῆς αὐτοῦ γενέσθαι βασιλείας
因為即便有些犯罪之人被交付懲罰,然而基督的目的、祂道成肉身的宗旨,乃是要眾人都成為祂國度的後嗣。
For even if some of those who have sinned are handed over to punishment, yet the aim of Christ and the purpose of his incarnation is that all should become heirs of his kingdom.
1:1079
λυθείσης τοιγαροῦν τῆς ἑβδόμης σφραγῖδος, ἐγένετό φησιν σιγὴ ὡς ἡμιώριον ὡς ἥξοντος δὴ τοῦ βασιλέως τῆς κτίσεως, καὶ πάσης ἀγγελικῆς καὶ ὑπερκοσμίου δυνάμεως καταπεπλημένης τῇ ὑπερβολῇ τῆς δόξης τοῦ παραγινομένου, καὶ διὰ τοῦτο σιωπησάσης
於是,第七印既已揭開,他說,就有約半小時的寂靜,彷彿是那創造之主即將來臨,而一切天使與超世界的能力,都因那來臨者過於卓絕的榮耀而懾服,因此靜默無聲。
The seventh seal, then, having been opened, there was, he says, silence for about half an hour, as though the King of creation were indeed about to come, and every angelic and supra-mundane power was struck with awe at the excess of the glory of him who was arriving, and for this reason fell silent.
1:1080
εἶτα καὶ ἐδόθησάν φησιν ἑπτὰ σάλπιγγες τοῖς ἑπτὰ ἀγγέλοις ἵνα σαλπίσωσιν ὡς βασιλέως ἐφισταμένου
他又說,接著又有七枝號賜給七位天使,要他們吹響,如同君王將臨之時一樣。
Then also, he says, seven trumpets were given to the seven angels, that they might sound them, as when a king draws near.
1:1081
ταῖς δὲ αὐταῖς σάλπιγξι καὶ διυπνίζειν ἔμελλον τοὺς νεκρούς·
他們也將用這同樣的號筒,喚醒死人;
And with these same trumpets they were also about to awaken the dead;
1:1082
καὶ γὰρ ὁ σοφὸς τὰ θεῖα ἀπόστολος Θεσσαλονικεῦσι γράφων, φησὶν ἐν τῇ πρώτῃ ἐπιστολῇ ὅτι αὐτὸς Κύριος ἐν κελεύσματι, ἐν φωνῇ ἀρχαγγέλου καὶ ἐν σάλπιγγι Θεοῦ, καταβήσεται·
因為那位深明神聖奧秘的使徒,在寫給帖撒羅尼迦人的第一封書信中,也曾說:主必親自帶著號令的呼聲、天使長的聲音,並神的號筒,從天降臨;
for indeed the apostle, wise in divine matters, writing to the Thessalonians, says in his first epistle that the Lord himself shall descend with a cry of command, with the voice of an archangel, and with the trumpet of God;
1:1083
σαλπίσει γάρ, καὶ οἱ νεκροὶ ἐγερθήσονται ἄφθαρτοι
因為號筒要響,死人要復活成為不朽壞的。
for the trumpet shall sound, and the dead shall be raised incorruptible.
1:1084
καὶ ἄγγελος ἦλθέ φησι καὶ ἐστάθη ἐπὶ τὸ θυσιαστήριον ἔχων λιβανωτὸν χρυσοῦν·
他又說,有一位天使前來,站在祭壇旁,拿著金香爐;
And an angel came, he says, and stood at the altar, having a golden censer;
1:1085
καὶ ἐδόθη αὐτῷ θυμιάματα πολλὰ ἵνα δῷ ταῖς προσευχαῖς τῶν ἁγίων πάντων ἐπὶ τὸ θυσιασ τήριον τὸ χρυσοῦν τὸ ἐνώπιον τοῦ θρόνου
又有許多香賜給他,要他同眾聖徒的禱告,一起獻在寶座前的金壇上。
and much incense was given to him, that he might offer it, with the prayers of all the saints, upon the golden altar which is before the throne.
1:1086
καὶ ἀνέβη ὁ καπνὸς τῶν θυμιαμάτων ἐν ταῖς προσευχαῖς τῶν ἁγίων ἐκ χειρὸς τοῦ ἀγγέλου ἐνώπιον τοῦ Θεοῦ
那香的煙,就同眾聖徒的禱告,從天使的手中,向神那裡升上去。
And the smoke of the incense went up with the prayers of the saints from the hand of the angel, before God.
1:1087
καὶ ἔλαβεν ὁ ἄγγελος τὸν λιβανωτόν, καὶ ἐγέμισεν αὐτὸν ἐκ τοῦ πυρὸς τοῦ θυσιαστηρίου, καὶ ἔβαλεν εἰς τὴν γῆν·
天使拿著香爐,將壇上的火盛滿了它,倒在地上;
And the angel took the censer, and filled it from the fire of the altar, and cast it upon the earth;
1:1088
καὶ ἐγένοντο φωναὶ καὶ βρονταὶ καὶ ἀστραπαὶ καὶ σεισμός
就有聲音、雷轟、閃電、地震。
and there were voices, and thunders, and lightnings, and an earthquake.
1:1089
καὶ οἱ ἑπτὰ ἄγγελοι ἔχοντες ἑπτὰ σάλπιγγας ἡτοίμασαν ἑαυτοὺς ἵνα σαλπίσωσι
拿著七枝號的七位天使,就預備要吹。
And the seven angels who had the seven trumpets prepared themselves to sound them.
1:1090
λιβανωτὸν μέν φησι τὸ θυσιαστήριον, ὡς δεκτικὸν λιβάνου
他所說的『香爐』,指的是祭壇,因其能承受乳香;
By 'censer' he means the altar, as being that which receives frankincense;
1:1091
ἐπιφανέντος δέ γε Χριστοῦ, ὥσπερ τι πρωτόλειον καὶ ἀπαρχὴ τιμία προσάγονται αὐτῷ παρὰ τῶν προστατούντων ἡμῶν ἀγγέλων αἱ τῶν ἁγίων προσευχαί, αἳ φύσει μέν εἰσιν εὐώδεις, εὐωδέστεραι δὲ γίνονται τῇ συνεργίᾳ τῶν ἁγίων ἀγγέλων
而當基督顯現之時,眾聖徒的禱告,便藉著護佑我們的天使,作為初熟的果子、寶貴的供物,獻與祂;這些禱告本性原是馨香的,因著聖天使的協助,更變得馨香無比。
and when Christ appears, the prayers of the saints are brought to him by the angels who protect us, as a kind of firstfruits and precious offering; these are by nature fragrant, but become more fragrant through the cooperation of the holy angels.
1:1092
διὸ εἴρηται ὅτι ἐδόθη αὐτῷ θυμιάματα πολλά
所以經上說,有許多香賜給了他。
Wherefore it is said that much incense was given to him.
1:1093
ἐδόθη δὲ ἀπὸ Θεοῦ δηλονότι τὸ προστατεῖν τῶν ἀνθρώπων τοῖς ἀγγέλοις, καὶ εὐπροσδέκτους αὐτῶν ποιεῖν τὰς εὐχάς
這顯然是神所賜予天使的,要他們護佑人類,並使人的禱告蒙悅納。
And it was clearly given by God to the angels, that they should protect mankind and make their prayers well-pleasing.
1:1094
οἱ δὲ λάβοντες διδόασι ταῖς προσευχαῖς τῶν ἁγίων τὸ εὐῶδες
他們既領受了這香,便將馨香賜給聖徒的禱告。
And having received it, they impart fragrance to the prayers of the saints.
1:1095
καὶ ἀνέβη φησὶν ὁ καπνὸς τῶν θυμιαμάτων ἐν ταῖς προσευχαῖς τῶν ἁγίων ἐκ χειρὸς τοῦ ἀγγέλου
他又說,那香的煙,就同眾聖徒的禱告,從天使的手中升上去。
And the smoke of the incense, he says, went up with the prayers of the saints, from the hand of the angel.
1:1096
καὶ ἐγένοντο φωναὶ καὶ βρονταὶ καὶ ἀστραπαὶ καὶ σεισμός
就有聲音、雷轟、閃電、地震。
And there were voices, and thunders, and lightnings, and an earthquake.
1:1097
ἴσως τοῦ θείου τούτου πυρὸς ἔβαλέ τις τῶν ἀγγέλων ἐπὶ τὸ Σίναιον ὄρος, καὶ ἐγένοντο βρονταὶ καὶ φωναὶ καὶ σάλπιγγες καὶ ἀστραπαὶ καὶ τὸ ὄρος ἐκαπνίζετο ἐπιφοιτήσαντος τοῦ Θεοῦ
或許正是這神聖之火,被某位天使投在西奈山上,於是就有雷轟、聲音、號角、閃電,那山也因神降臨其上而冒煙。
Perhaps one of the angels cast some of this divine fire upon Mount Sinai, and there were thunders, and voices, and trumpets, and lightnings, and the mountain smoked when God came upon it.
1:1098
ὥσπερ οὖν τότε προῆλθον αἱ βρονταὶ καὶ τὰ δείματα, οὕτω καὶ νῦν τῆς ἐνδόξου τοῦ Κυρίου παρουσίας προεπεφοίτησε ταῦτα
正如那時雷轟與驚駭事先發生,如今這些事,也照樣先於主那榮耀的降臨而發生了。
Just as, then, the thunders and the terrors went forth beforehand at that time, so also now these things have gone forth beforehand as a prelude to the glorious coming of the Lord.
1:1099
εἶτα καὶ οἱ ἄγγελοι ἐσάλπισαν, τὴν παρουσίαν σημαίνοντες τοῦ Θεοῦ·
隨後眾天使又吹響號角,表明神的臨在;
Then also the angels sounded the trumpets, signifying the presence of God;
1:1100
καὶ γὰρ καὶ τότε αἱ σάλπιγγες ἤχουν μέγα
因為那時號角也曾大聲吹響。
for indeed at that time also the trumpets sounded loudly.
1:1101
καὶ ἐγένετο χάλαζα καὶ πῦρ με μιγμένα ἐν αἵματι, καὶ ἐβλήθη εἰς τὴν γῆν·
就有雹子與火攙著血丟在地上;
And there came hail and fire, mingled with blood, and it was cast upon the earth;
1:1102
καὶ τὸ τρίτον τῆς γῆς κατεκάη
地的三分之一就被燒了。
and a third of the earth was burnt up.
1:1103
τῶν δικαίων τῆς μακαρίας ἀξιωθέντων λήξεως, καθὼς ἐν τῷ τέλει τῆς λύσεως τῆς ἕκτης εἴρηταί μοι σφραγῖδος, ἅτε καὶ προαρπαζομένων πρὸ τῆς τοῦ Κυρίου παρουσίας ἐν νεφέλαις, εἰς ἀέρα ἵνα ἐρχομένῳ τῷ Κυρίῳ ὑπαντήσωσι κατὰ τὴν ἐκεῖ παρατεθεῖσάν μοι τοῦ ἀποστόλου μαρτυρίαν, λοιπὸν ἐπεξέρχεται ἡ ὀπτασία τῷ τέλει τῶν λοιπῶν ἀνθρώπων, καὶ τῇ τῶν ἁμαρτωλῶν κολάσει
既然義人已蒙配得那有福的分——正如我在解說第六印之末所言,他們在主降臨之先,便被提在雲中,升入空中,要照著我在那裡所引使徒的見證,去迎接那將要來臨的主——這異象接下來便進一步論及其餘世人的終局,以及罪人所受的懲罰。
Since the righteous have been deemed worthy of the blessed portion — as I have said at the end of the exposition of the sixth seal, inasmuch as they are also caught up beforehand, before the coming of the Lord, in clouds, into the air, so that they may meet the Lord as he comes, according to the apostle's testimony which I set forth there — the vision now proceeds further to the end of the rest of mankind, and to the punishment of sinners.
1:1104
πανωλεθρίας δὲ γίνεσθαι μελλούσης, ἐπάναγκες καὶ διαφόρους ἔσεσθαι θανάτου τρόπους, καὶ τῆς τῶν ἀσεβῶν ἀντιδόσεως·
既然全然的毀滅將要臨到,那麼死亡的方式,以及不敬虔者所受的償報,也勢必各有不同;
And since utter destruction is about to take place, it is necessarily the case that there will also be various modes of death, and of the recompense of the impious;
1:1105
ὧν αἱ πλείους διὰ πυρὸς παραχθήσονται, ἐν πυρὶ γὰρ μέλλειν ἀποκαλύπτεσθαι τὴν ἡμέραν ἐκείνην εἶπεν ὁ θεῖος ἀπόστολος Κορινθίοις γράφων τὴν πρώτην ἐπιστολήν
其中大多數,都要藉著火而臨到;因為那位屬神的使徒,在寫給哥林多人的第一封書信中曾說,那日子要在火中顯現。
the greater part of which shall come about through fire, for the divine apostle, writing his first epistle to the Corinthians, said that that day is to be revealed in fire.
1:1106
εἰ γὰρ πολλαὶ μοναὶ ἀνα παύσεως ὡς ὁ Κύριός φησι, καὶ διάφοροι τόποι κολάσεων
因為正如主所說,安息的居所既有許多處,懲罰之處也照樣各有不同。
For if there are many dwelling-places of rest, as the Lord says, [there are] also various places of punishment.
1:1107
αἱ δὲ αὐταὶ σάλπιγγες, αἱ τὸν θάνατον τοῖς ἐπὶ τῆς γῆς ἐπάγουσαι, αὗται καὶ τοὺς νεκροὺς μετὰ τοῦτο διεγείρουσι
而這同樣的號筒,既使地上的人遭受死亡,此後也要使死人復活。
And these same trumpets, which bring death upon those on the earth, these also, after this, raise up the dead.
1:1108
τί οὖν φησι τοῦ πρώτου ἀγγέλου σαλπίσαντος χάλαζα καὶ πῦρ τὸ τρίτον κατακαῦσαι τῶν ἐν τῇ γῇ; τοῦτο καὶ αἰσθητῶς μὲν νομίζων τις ἔσεσθαι, οὐκ ἀποτεύξεται τοῦ ὀρθῶς ἔχοντος λόγου·
那麼,經上說第一位天使吹號時,雹子與火燒盡了地上三分之一之物,這究竟是什麼意思呢?若有人認為此事亦將照著感官所能察覺的方式應驗,他也不至於偏離正確的道理;
What, then, does he mean when he says that, at the first angel's trumpet, hail and fire burnt up a third of the things on the earth? If one supposes this shall come to pass even in a literal, perceptible sense, he will not fail of the correct account;
1:1109
καὶ τροπικῶς δὲ λογιζόμενος εἰρῆσθαι, οὐδὲν ἄτοπον ἐρεῖ, πῦρ λέγοντος τοῦ λόγου τὴν ἀνίαν καὶ τὴν κατὰ βάθους·
若有人認為此語是比喻性的,他所言也並非荒謬,因為這話語是以『火』來指稱那種深沉的憂苦,以及
and if one reckons it to have been spoken figuratively, he too will say nothing absurd, the discourse calling by 'fire' the anguish and the deep-seated
1:1110
ἀλγηδόνα τῶν ἁμαρτωλῶν, ὁρώντων τοὺς μὲν ἁγίους ἁρπασθέντας ἐν νεφέλαις εἰς ἀπάντησιν τοῦ Κυρίου, αὑτοὺς δὲ μεμενηκότας ἐν τῇ γῇ ἀτίμους καὶ μηδενὸς ἠξιωμένους λόγου
罪人的痛楚——他們眼見聖徒被提在雲中,前去迎接主,自己卻仍留在地上,蒙受羞辱,被視為毫無價值。
pain of the sinners, as they see the saints caught up in clouds to meet the Lord, while they themselves have remained on the earth, dishonored and deemed worthy of no account.
1:1111
δένδρα γὰρ καὶ χόρτον καιόμενον τοὺς ἁμαρτωλοὺς ὁ λόγος τροπολογεῖ διὰ τὴν ἄνοιαν, καὶ τῆς ψυχῆς τὸ ἀναίσθητον καὶ ξυλῶδες καὶ πρὸς καῦσιν ἐπιτήδιον
這話語是以焚燒的樹木與草,比喻罪人,因他們的愚昧無知,以及那靈魂麻木不仁、如木頭一般、正適於焚燒的性質。
For the discourse figuratively represents the sinners as burning trees and grass, on account of their folly, and the insensibility and wood-like quality of the soul, and its fitness for burning.
1:1112
καὶ ὁ δεύτερός φησιν ἄγγελος ἐσάλπισε·
他又說,第二位天使吹號;
And the second angel, he says, sounded the trumpet;
1:1113
καὶ ὡς ὄρος μεγὰ πυρὶ καιόμενον ἐβλήθη εἰς τὴν θάλασσαν·
就有彷彿一座燃燒著火的大山,被扔在海中;
and something like a great mountain, burning with fire, was cast into the sea;
1:1114
καὶ ἐγέ νετο τὸ τρίτον τῆς θαλάσσης αἷμα, καὶ ἀπέθανεν τὸ τρίτον τῶν κτισμάτων τῶν ἐν τῇ θαλάσσῃ, τὰ ἔχοντα ψυχάς, καὶ τὸ τρίτον τῶν πλοίων διεφθάρησαν
海的三分之一就變成血,海中有生命的活物,死了三分之一,船隻也毀壞了三分之一。
and a third of the sea became blood, and a third of the creatures in the sea, which have life, died, and a third of the ships were destroyed.
1:1115
φησὶν ὁ θεῖος ἀπόστολος Ῥωμαίοις γράφων·
這是屬神的使徒,在寫給羅馬人的書信中所說的:
says the divine apostle, writing to the Romans:
1:1116
ὅτι τῇ ματαιότητι ἡ κτίσις ὑπετάγη, οὐχ ἑκοῦσα ἀλλὰ διὰ τὸν ὑποτάξαντα, ἐπελπίδι ὅτι καὶ αὐτὴ ἡ κτίσις ἐλευθερωθήσεται ἀπὸ τῆς δουλείας τῆς φθορᾶς εἰς τὴν ἐλευθερίαν τῆς δόξης τῶν τέκνων τοῦ Θεοῦ
『受造之物服在虛空之下,不是出於自己的意願,乃是因那使它服在虛空之下的緣故;盼望受造之物本身,也要從敗壞的轄制中得釋放,得享神兒女那榮耀的自由。』
'that creation was subjected to vanity, not willingly, but on account of him who subjected it, in hope that creation itself also shall be set free from the bondage of corruption into the freedom of the glory of the children of God.'
1:1117
πότε δὲ ἐλευθερωθήσεται; ὅταν καινοὺς οὐρανοὺς καὶ καινὴν γῆν κατὰ τὰ ἐπαγγέλματα αὐτοῦ ἔσηται, ὡς ὁ Πέτρος ἡμᾶς εὐαγγελίζεται, τὴν δευτέραν αὐτοῦ γράφων ἐπιστολήν
然而它幾時才得釋放呢?就是照著祂的應許,有新天新地出現之時,正如彼得在他的第二封書信中,向我們所宣講的那樣。
But when shall it be set free? When there shall be, according to his promises, new heavens and a new earth, as Peter announces to us, writing his second epistle.
1:1118
τῆς δὲ γῆς ἀμειβομένης ἵνα ἐλευθερωθῇ τῆς φθορᾶς καὶ καινὴ γένηται, ἐπάναγκες καὶ τὴν θάλασσαν τοῦτο παθεῖν·
既然地要被更換,好脫離敗壞、成為更新,那麼海也勢必要經歷同樣的事;
And since the earth is being transformed, that it may be freed from corruption and become new, it is necessarily the case that the sea also should undergo this;
1:1119
πῶς δ' ἂν καθαρείη καὶ αὐτή, πλὴν εἰ μὴ διὰ καθαρσίου πυρός; διὸ πῦρ εἰς αὐτὴν πεσὸν μετεποίησεν αὐτὴν εἰς αἷμα, καὶ ἀπέκτεινε τὸ τρίτον τῶν ἐν αὐτῇ
然而它又怎能被潔淨呢?除非藉著潔淨之火。所以火落在其中,便使它變成了血,並殺死了其中三分之一的活物。
but how could it too be purified, except by a purifying fire? Wherefore fire, falling into it, changed it into blood, and killed a third of the creatures in it.
1:1120
τοῦτο μὲν ὡς πρὸς τὸ γράμμα καὶ τὸ αἰσθητόν, καὶ θάλασσαν δὲ ἂν νοήσῃς κατά τε ἀναγωγὴν καὶ τοὺς τῆς τροπῆς νόμους, τὸν παρόντα βίον διὰ τὸν ἐν αὐτῷ σάλον καὶ τὸν ποικίλον περισπασμόν·
以上是就字面與感官意義而言;但若照著奧秘引申與比喻之律則去理解『海』,則它所指的乃是今生,因其中充滿波蕩,並種種紛擾煩心之事;
This, then, according to the letter and the literal sense; but if you understand 'sea' according to anagogy and the laws of tropology, [it signifies] the present life, on account of the tossing that is in it and its manifold distraction;
1:1121
ἰχθύας δὲ καὶ πλοῖα, τοὺς ἐν ταῖς ἁλμυραῖς καὶ πικραῖς ἰλυσπωμένους ἁμαρτίαις ἀνθρώπους, οἳ ταῖς λύπαις κατατακήσονται ἐπὶ ἀνονήτοις μεταμελείαις τῶν βεβιωμένων
至於魚和船隻,則是指那些糾纏於鹹苦罪惡中的人,他們將因對已逝生活徒然的懊悔而在憂傷中日漸消瘦。
But fish and ships signify the men entangled in salty and bitter sins, who will waste away in grief over their useless remorse for the life they have lived.
1:1122
καὶ ὁ τρίτος ἄγγελος ἐσάλπισε·
第三位天使吹號:
And the third angel sounded his trumpet:
1:1123
καὶ ἔπεσεν ἐκ τοῦ οὐρανοῦ ἀστὴρ μέγας καιόμενος ὡς λαμπάς, καὶ ἔπεσεν ἐπὶ τὸ τρίτον τῶν ποταμῶν καὶ ἐπὶ τὰς πηγὰς τῶν ὑδάτων
有一顆燃燒如火把的大星從天上墜落,落在江河的三分之一和眾水的泉源上。
And a great star fell from heaven, burning like a torch, and it fell on a third of the rivers and on the springs of the waters.
1:1124
καὶ τὸ ὄνομα τοῦ ἀστέρος λέγεται ἄψινθος
這星的名字叫「艾草」。
And the name of the star is called Wormwood.
1:1125
καὶ ἐγένετο τὸ τρίτον τῶν ὑδάτων εἰς ἄψινθον, καὶ πολλοὶ τῶν ἀνθρώπων ἀπέθα νον ἐκ τῶν ὑδάτων, ὅτι ἐπικράνθησαν
眾水的三分之一變為艾草,許多人因水變苦而喝了以致死亡。
And a third of the waters became wormwood, and many of the men died from the waters, because they had been made bitter.
1:1126
ἡ Νεομμὶν ἡ πάλαι γενομένη διὰ τὰς πολλὰς ἐπὶ τοῖς τέκνοις καὶ ταῖς ἄλλαις συμφοραῖς ἀνίας, ἐπεκλήθη πικρά
昔日的拿俄米,因喪失兒女及其他不幸所帶來的深重憂苦,而被改稱為「瑪拉」(意即「苦」)。
Naomi, who of old was so called because of the great grief over her children and her other misfortunes, was surnamed 'bitter.'
1:1127
δεῖγμα οὖν τῶν ἐξαισίων λοιπῶν ἡ πικρία·
因此,苦味便是其餘那些非常之事的徵兆。
Bitterness, then, is a token of the remaining extraordinary events.
1:1128
πικραινόμενοι, ὅτι δὴ τοιούτων ἀγαθῶν τοῖς ἀνθρώποις ἡτοιμασμένων, αὐτοὶ τὰ παρόντα τῶν μελλόντων ἠλλαξάμεθα
心懷苦痛,因為儘管如此美善之事已為世人預備妥當,我們卻拿將來之物換取了現在之物。
being embittered, because, although such good things had been prepared for men, we ourselves exchanged the things to come for the things present.
1:1129
τοῦτο οἶμαί φησι τὸ πεσεῖν τὸν ἀστέρα, ὀργήν τινα Θεοῦ πικράνασαν τὰ ὕδατα
我認為,他所說「星的墜落」,意指神的某種忿怒使眾水變苦。
This, I think, is what he means by the falling of the star: a certain wrath of God that made the waters bitter.
1:1130
ὕδατα δὲ τροπικῶς τοὺς ἀνθρώπους καλεῖ κατὰ τὸ εἰρημένον τῷ προφήτῃ ἀπὸ φωνῶν ὑδάτων πολλῶν·
他按著先知所說「從眾水之聲」一語,喻指人為「水」:
He calls men "waters" figuratively, according to what was said by the prophet, "from the voices of many waters:"
1:1131
θαυμαστοὶ οἱ μετεωρισμοὶ τῆς θαλάσσης, καὶ αὖθις ἐπῆραν οἱ ποταμοί, Κύριε, ἐπῆραν οἱ ποταμοὶ φωνὰς αὐτῶν·
「海的洶湧奇妙可畏。」又再說:「耶和華啊,江河發聲,江河發聲。」
"Wonderful are the risings of the sea." And again: "The rivers have lifted up, O Lord, the rivers have lifted up their voice;"
1:1132
ἀροῦσιν οἱ ποταμοὶ ἐπιτρίψεις αὐτῶν
「江河要揚起牠們的怒濤。」
"the rivers shall lift up their poundings."
1:1133
ταῦτα μὲν ὡς ἐντροπολογία
以上所述,是就寓意(喻意解經)而言。
These things, then, may be taken as tropology (figurative interpretation).
1:1134
τὸ δὲ καὶ αἰσθητῶς ταῦτά τε καὶ τὰ τοιαῦτα γίνεσθαι τότε οὐκ ἀποβλητέον
但這些事以及諸如此類之事,屆時也照字面實際發生,這一點也不可摒棄不論。
But that these things, and such things, should also happen literally at that time is not to be rejected.
1:1135
καὶ ὁ τέταρτος ἄγγελος ἐσάλπισε·
第四位天使吹號:
And the fourth angel sounded his trumpet:
1:1136
καὶ ἐπλήγη τὸ τρίτον τοῦ ἡλίου καὶ τὸ τρίτον τῆς σελήνης καὶ τὸ τρίτον τῶν ἀστέρων, ἵνα σκοτισθῇ τὸ τρίτον τῶν ἀστέρων, καὶ ἡ ἡμέρα μὴ φανῇ τὸ τρίτον αὐτῆς, καὶ ἡ νὺξ ὁμοίως
日頭的三分之一、月亮的三分之一、星辰的三分之一都被擊打,以致星辰的三分之一變暗,白晝的三分之一不再發光,黑夜也是如此。
And a third of the sun was struck, and a third of the moon, and a third of the stars, so that a third of the stars should be darkened, and the day should not shine for a third of it, and the night likewise.
1:1137
καὶ εἶδον καὶ ἤκουσα ἑνὸς ἀετοῦ πετομένου μεσουρανήματι λέγοντος φωνῇ μεγάλῃ οὐαὶ οὐαὶ οὐαὶ τοὺς κατοικοῦντας ἐπὶ τῆς γῆς ἐκ τῶν λοι πῶν φωνῶν τῆς σάλπιγγος τῶν τριῶν ἄλλων ἀγγέλων τῶν μελλόντων σαλπίζειν
我又看見,且聽見一隻鷹在半空中飛翔,大聲說:「禍哉,禍哉,禍哉,住在地上的人哪!」因為那將要吹號的另外三位天使,號聲尚未發出。
And I saw, and heard one eagle flying in mid-heaven, saying with a loud voice, "Woe, woe, woe to those who dwell on the earth," because of the remaining voices of the trumpet of the three other angels who are about to sound.
1:1138
ἐδιδάχθημεν παρὰ Ἰωὴλ τοῦ προφήτου ὅτι στραφήσεται ὁ ἥλιος εἰς σκότος, καὶ ἡ σελήνη εἰς αἷμα πρὶν ἐλθεῖν τὴν ἡμέραν Κυρίου, τὴν μεγάλην καὶ ἐπιφανῆ
我們從先知約珥那裡得知:在耶和華那大而顯赫的日子來到以前,日頭要變為黑暗,月亮要變為血。
We have been taught by Joel the prophet that the sun will be turned into darkness, and the moon into blood, before the great and glorious day of the Lord comes.
1:1139
ὡς καὶ ἐν αὐτῇ τούτων πάντων γενησομένων
意即,這一切事都將在那日發生。
as though all these things were also going to happen on that [day].
1:1140
καὶ ὁ Πέτρος δὲ ἔφη ἐν δευτέρᾳ τῶν αὐτοῦ ἐπιστολῶν·
彼得也在他的第二封書信中說:
And Peter also said, in the second of his epistles:
1:1141
ἥξει φησὶν ἡ ἡμέρα Κυρίου ὡς κλέπτης, ἐν ᾗ οὐρανοὶ ῥοιζηδὸν παρελεύσονται, στοιχεῖα δὲ καυσούμενα λυθήσεται
他說:「主的日子要像賊來到一樣,在那日,諸天必轟然一聲廢去,有形質的都要被烈火燒毀消散。」
"The day of the Lord," he says, "will come like a thief, in which the heavens will pass away with a roar, and the elements, being set ablaze, will be dissolved."
1:1142
ἀλλὰ καὶ αὐτὸς ὁ Κύριος παρὰ τῷ Ματθαίῳ τίτλῳ ἑκατοστῷ ἐννάτῳ φησὶν εὐθέως δὲ μετὰ τὴν θλίψιν τῶν ἡμερῶν ἐκείνων ὁ ἥλιος σκοτισθήσεται, καὶ ἡ σελήνη οὐ δώσει τὸ φέγγος αὐτῆς, καὶ οἱ ἀστέρες πεσοῦνται ἀπὸ τοῦ οὐρανοῦ
而主自己也在《馬太福音》第一百零九章(篇)中說:「那些日子的災難一過去,日頭就要變黑了,月亮也不放光,眾星要從天上墜落。」
But the Lord himself also, in Matthew, in the hundred and ninth chapter, says: "Immediately after the tribulation of those days, the sun will be darkened, and the moon will not give its light, and the stars will fall from heaven."
1:1143
ταῦτα καὶ νῦν διδασκόμεθα διὰ τῆς ἀποκαλύψεως ἔσεσθαι ἐν τῇ τοῦ παρόντος αἰῶνος συντελείᾳ
如今我們也藉著這卷啟示錄得知:這些事將在此世代的終結時發生。
These things we are now also taught, through the Apocalypse, will come to pass at the consummation of the present age.
1:1144
τί δὲ βούλεται τὸ μὴ πάντα τὰ ἐν τῇ γῇ, καὶ τῇ θαλάσσῃ καὶ τοῖς ποταμοῖς, προσέτι δὲ καὶ τὰ ἐν τοῖς οὐρανοῖς στοιχεῖα τὰ εἰρημένα ὑπομεῖναι πάθη, ἀλλὰ τὸ τρίτον αὐτῶν; φιλαν θρωπίας ἐστὶ καὶ τοῦτο τῆς τοῦ Θεοῦ ἀπόδειξις ἀκριβής, τῇ κατὰ μέρος καὶ οὐκ εἰς ἅπαν τῶν στοιχείων πληγῇ εἰς μετάνοιαν καλοῦντος τοὺς τότε φθανομένους ἀνθρώπους·
但為何不是地上、海中、江河中的一切,以及天上的萬象,全都遭受上述的災害,而僅是其三分之一呢?這正是神愛世人之確切明證:祂僅局部、而非全面地擊打各樣元素,藉此呼召當時遭受此災的世人悔改;
But what does it mean that not all the things on earth, and the sea, and the rivers, and moreover also the elements in the heavens, undergo the aforesaid sufferings, but only a third of them? This too is a precise demonstration of God's love for mankind, who, by striking the elements only in part and not entirely, calls to repentance the men who were then being afflicted;
1:1145
ὧν μὴ ἐπιστρεφόντων, πανωλεθρίαν ἐπάγει λοιπόν
但若他們不肯回轉,此後祂便要降下全然的毀滅。
but if they do not turn, he then brings total destruction upon them.
1:1146
τοιοῦτόν τι καὶ ὁ προφήτης φησὶν ὡδοποίησε τρίβον τῇ ὀργῇ αὐτοῦ, οὐκ ἐφείσατο ἀπὸ θανάτου τῶν ψυχῶν αὐτῶν
先知也曾說過類似的話:「祂為自己的忿怒修平了道路,不惜使他們的性命歸於死亡。」
Something like this the prophet also says: "He made a path for his wrath; he did not spare their souls from death."
1:1147
τὸ γὰρ κατὰ μέρος καὶ οἷον ὡς ἐν ὁδῷ προβαίνειν καὶ προϊέναι τὴν ὀργὴν τοῦ Θεοῦ, θύραν ἐστὶν ἀνοίγοντος μετανοίας, τῷ τῶν γινομένων φόβῳ εἰς μεταμέλειαν τοὺς ἀνθρώπους καλοῦντος
因為神的忿怒局部地、彷彿沿著一條道路般逐步推進,這正是祂為人開啟悔改之門的作為,藉著人對所發生之事的畏懼,呼召世人生出悔悟。
For that the wrath of God should advance partially, and, as it were, along a road, step by step, is [the act of one] opening a door of repentance, calling men to remorse through fear of the things that are happening.
1:1148
οὗ μὴ προβαίνοντος παρ' αὐτῶν, οὐκ ἐφείσατο ἀπὸ θανάτου τῶν ψυχῶν αὐτῶν
然而,這悔悟若未能因此在他們身上實現,「祂便不顧惜他們的性命,使之歸於死亡」。
But when this [advance toward repentance] did not proceed on their part, "he did not spare their souls from death."
1:1149
τὸν δὲ ἐν τῷ μεσουρανήματι ἀετὸν τὸν ἐπιστυγνάζοντα ταῖς τῶν ἐπὶ γῆς συμφοραῖς, ἄγγελόν τινα θεῖον νοήσεις συμπαθοῦντα τῇ τῶν ἀνθρώπων πληγῇ
至於那在半空中因地上人的災禍而愁容滿面的鷹,你應當理解牠是某位對人類所受之災懷有同情之心的神聖天使。
As for the eagle in mid-heaven, scowling at the calamities of those on earth, you are to understand it as a certain divine angel sympathizing with the affliction of mankind.
1:1150
καὶ ὁ πέμπτος ἄγγελος ἐσάλπισε·
第五位天使吹號:
And the fifth angel sounded his trumpet:
1:1151
καὶ εἶδον ἀστέρα ἐκ τοῦ οὐρανοῦ πεπτωκότα εἰς τὴν γῆν, καὶ ἐδόθη αὐτῷ ἡ κλεῖς τοῦ φρέατος τῆς ἀβύσσου·
我又看見一顆星從天上墜落在地上,有那無底坑的鑰匙賜給了牠;
And I saw a star fallen from heaven to the earth, and to it was given the key of the pit of the abyss;
1:1152
καὶ ἀνέβη καπνὸς ἐκ τοῦ φρέατος ὡς καπνὸς καμίνου μεγάλης καιομένης, καὶ ἐσκοτίσθη ὁ ἥλιος καὶ ὁ ἀὴρ ἐκ τοῦ καπνοῦ
於是有煙從坑裡冒上來,好像大火爐的煙,日頭和空氣都因這煙而昏暗了。
and smoke went up out of the pit like the smoke of a great furnace burning, and the sun and the air were darkened by the smoke.
1:1153
ἐξῆλθον ἀκρίδες εἰς τὴν γῆν, καὶ ἐδόθη αὐταῖς ἐξουσία ὡς ἔχουσιν ἐξουσίαν οἱ σκορπίοι τῆς γῆς
有蝗蟲從中出來到地上,並有能力賜給牠們,好像地上的蠍子所具有的能力一樣。
Locusts came out onto the earth, and power was given to them, as the scorpions of the earth have power.
1:1154
καὶ ἐρρέθη αὐταῖς ἵνα μὴ ἀδικήσωσι τὸν χόρτον τῆς γῆς οὐδὲ πᾶν χλωρὸν οὐδὲ πᾶν δένδρον, εἰ μὴ τοὺς ἀν θρώπους οἵτινες οὐκ ἔχουσι τὴν σφραγῖδα τοῦ Θεοῦ ἐπὶ τῶν μετώπων αὐτῶν
又有話吩咐牠們,不可傷害地上的青草、各樣綠色植物和樹木,只可傷害那些額上沒有神印記的人。
And it was said to them that they should not harm the grass of the earth, nor any green thing, nor any tree, but only the men who do not have the seal of God upon their foreheads.
1:1155
ἄχρι τοῦ νῦν διηγεῖτο ἡμῖν ἡ ὀπτασία ποίῳ τρόπῳ καὶ ποίαις πληγαῖς συντελεῖται ἤτοι ἐναλλάσσεται τά τε ἐπὶ τῆς γῆς καὶ οὐρανοῦ καὶ μετ' αὐτῶν οἱ ἄνθρωποι
直到目前為止,這異象一直在向我們述說:地上與天上的萬物,以及與之相關的人類,是以何種方式、藉著何等災殃而告終,或者更確切地說,是如何被更易變化的。
Up until now, the vision has related to us in what manner and with what plagues the things on earth and in heaven, and mankind together with them, are being consummated, or rather, are being transformed.
1:1156
νῦν δέ γε ὡς ἤδη τῆς συντελείας γεγενημένης καὶ τῆς ἀναστάσεως ἐνεγερθείσης τὰς κατὰ τῶν ἁμαρτωλῶν διηγεῖται κολάσεις
但如今,彷彿終末已然來到、復活已然發生一般,它便述說加諸罪人身上的種種懲罰。
But now, as though the consummation had already taken place and the resurrection had already been raised up, it relates the punishments against sinners.
1:1157
εἶδόν φησιν ἀστέρα ἐκ τοῦ οὐρανοῦ πεπτωκότα εἰς τὴν γῆν, ἀστέρα λέγων ἄγγελον Θεοῦ διὰ τὴν λαμπρότητα ἐν τῇ γῇ καταβάντα
他說:「我看見一顆星從天上墜落在地上」——他因其光耀,稱一位降臨於地上的神的天使為「星」。
"I saw," he says, "a star fallen from heaven to the earth" — calling an angel of God a "star" because of its brightness, [an angel] who had come down to earth.
1:1158
ἐν αὐτῇ γὰρ ἡ κρίσις τῶν ἁμαρτωλῶν ἔσται, ὅν τινα χῶρόν τις τῶν ἁγίων προφητῶν κοιλάδα ὠνόμασε τοῦ Ἰωσαφάτ
因為罪人的審判將在地上進行——這地方,某位聖先知曾稱之為「約沙法谷」。
For on it the judgment of sinners will take place — a certain place which one of the holy prophets named "the Valley of Jehoshaphat."
1:1159
καὶ ἐδόθη αὐτῷ φησιν ἡ κλεῖς τοῦ φρέατος τῆς ἀβύσσου
他說:「那無底坑的鑰匙賜給了牠。」
"And to it," he says, "was given the key of the pit of the abyss."
1:1160
φρέαρ ἀβύσσου, τὴν Γέενναν καλεῖ
「無底坑」指的就是「地獄」。
By "the pit of the abyss" he means Gehenna.
1:1161
διὸ καὶ ἀνέβη καπνὸς ἐκ τοῦ φρέατος, ὡς πυρὸς πλείστου δηλονότι ἐμφωλεύοντος τῷ φρέατι
因此,也有煙從坑中冒出,顯然是因為坑中蘊藏著極大的火。
Therefore also smoke went up out of the pit, evidently because a very great fire lurks in the pit.
1:1162
ὁ δέ γε καπνὸς οὐ μόνον τὸ πῦρ, ἀλλὰ καὶ τὸ σκότος αἰνίττεται·
而煙不僅暗示著火,也暗示著黑暗:
And the smoke signifies not only the fire, but also the darkness:
1:1163
εἰρημένον τῷ προφήτῃ φωνὴ Κυρίου διακόπτοντος φλόγα πυρός, οὕτως ἑρμηνεύεται τοῖς ἁγίοις ὡς διακοπησομένου τοῦ φωτιστικοῦ ἐκ τοῦ τῆς Γεέννης πυρὸς καὶ μένοντος μόνου τοῦ καυστικοῦ μετὰ σκότους ἐν αὐτῷ·
先知曾說:「耶和華的聲音使火焰分開。」這句話被聖徒們解釋為:地獄之火的光照之能將被截除,其中僅存焚燒之能,並伴隨著黑暗;
It was said by the prophet, "the voice of the Lord divides the flame of fire" — this is interpreted by the saints to mean that the illuminating quality will be cut off from the fire of Gehenna, and only the burning quality will remain in it, together with darkness;
1:1164
καὶ ἐσκοτίσθη φησὶν ὁ ἥλιος καὶ ὁ ἀὴρ ἐκ τοῦ καπνοῦ τοῦ φρέατος·
他說:「日頭和空氣都因這坑中的煙而昏暗了:」
"And the sun and the air," he says, "were darkened by the smoke of the pit:"
1:1165
οὐχ ὅτι ταῦτα ἐσκοτίσθη τὰ στοιχεῖα, ἀλλ' ὅτι οἱ ἐν τῷ φρέατι βληθέντες, σκότους διὰ τὴν κόλασιν πληρωθέντες, ἀθέατον ἔχουσι τὸν ἀέρα καὶ τὸν ἥλιον
這並非說這些元素本身變暗了,而是說那些被投入坑中的人,因受懲罰而充滿黑暗,以致空氣與日頭對他們而言變得不可得見。
not that these elements themselves were darkened, but that those who were cast into the pit, being filled with darkness because of their punishment, have the air and the sun invisible to them.
1:1166
οὕτω γάρ τις καὶ τῶν ἁγίων ἔφη προφητῶν·
因為某位聖先知也曾如此說過:
For thus one of the holy prophets also said:
1:1167
σκοτισθήσεται ὁ ἥλιος μεσημβρίας, τὰς Ἰουδαίων συμφορὰς ἐξηγούμενος, οὐ τοῦ ἡλίου σκοτισθέντος, ἀλλὰ τῶν ἐν τῇ θλίψει τοῦτο παθόντων καὶ οὐχ ὁρώντων τὸν ἥλιον·
「日頭必在正午變黑」——這是在闡明猶太人所遭的災禍,並非日頭真的變黑了,而是那些身處患難中的人遭遇此事,看不見日頭;
"The sun will be darkened at noon" — expounding the calamities of the Jews, the sun not having been darkened, but those in the affliction having suffered this and not seeing the sun;
1:1168
σκοτοδίνης γὰρ πληροῦν εἴωθε τὰ μεγέθη τῶν συμφορῶν
因為重大的災禍往往使人充滿目眩般的昏暗。
for the magnitude of calamities is wont to fill one with dizzy darkness.
1:1169
καὶ ἐκ τοῦ καπνοῦ φησιν ἐξῆλθον ἀκρίδες εἰς τὴν γῆν
他說:「又有蝗蟲從煙中出來,到了地上。」
"And out of the smoke," he says, "locusts came forth onto the earth."
1:1170
ἀκρίδας οἶμαι καλεῖ τοὺς σκώληκας, περὶ ὧν ὁ Ἡσαΐας φησίν·
我認為他所稱的「蝗蟲」,指的是那些蟲子;關於這些蟲,以賽亞曾說:
I think he calls "locusts" the worms, concerning whom Isaiah says:
1:1171
ὁ σκώληξ αὐτῶν οὐ τελευτήσει, καὶ τὸ πῦρ αὐτῶν οὐ σβεσθήσεται, ἴσως τὴν δῆξιν τῆς ψυχῆς καὶ τὴν ἀνένδοτον καὶ ἑρπυστικὴν ἀλγηδόνα σκώληκα καλέσας
「他們的蟲是不死的,他們的火是不滅的」——他或許是以「蟲」來稱呼那噬咬靈魂、無休無止且如爬行般蔓延的痛苦。
"Their worm shall not die, and their fire shall not be quenched" — perhaps calling by the name "worm" the gnawing of the soul, and the unrelenting, creeping anguish.
1:1172
καὶ ἐδόθη αὐταῖς φησιν ἐξουσία, ὡς ἔχουσιν ἐξουσίαν οἱ σκορπίοι τῆς γῆς
他說:「又有能力賜給牠們,好像地上的蠍子所具有的能力一樣。」
"And to them," he says, "was given power, as the scorpions of the earth have power."
1:1173
καὶ ἐρρέθη αὐταῖς, ἵνα μὴ ἀδικήσωσι τὸν χόρτον τῆς γῆς οὐδὲ πᾶν χλωρὸν οὐδὲ πᾶν δένδρον, εἰ μὴ τοὺς ἀνθρώπους μόνους, οἵτινες οὐκ ἔχουσι τὴν σφραγῖδα τοῦ Θεοῦ ἐπὶ τῶν μετώπων, τῆς γῆς τῇ ἐναλλαγῇ καινῆς γενομένης
又有話吩咐牠們,不可傷害地上的青草、各樣綠色植物和樹木,只可傷害那些額上沒有神印記的人,因為地已藉著這番更易而成為新的。
And it was said to them that they should not harm the grass of the earth, nor any green thing, nor any tree, but only the men who do not have the seal of God on their foreheads, the earth having become new through this transformation.
1:1174
εἴρηται γάρ που περὶ αὐτῆς ἐξαποστελεῖς τὸ πνεῦμά σου καὶ κτισθήσονται, καὶ ἀνακαινιεῖς τὸ πρόσωπον τῆς γῆς
因為經上某處論到它曾說:「你發出你的靈,牠們便被造,你便更新了地的面貌。」
For it has been said somewhere concerning it: "You shall send forth your Spirit, and they shall be created, and you shall renew the face of the earth."
1:1175
οὐκ ἔτι καλὸν ἦν πληγῆναί τι τῶν κοσμούντων τὴν γῆν οὔτε δένδρον οὔτε τι τῶν φυομένων, εἰ μὴ μόνον τοὺς ἀνθρώπους·
此時,凡裝點大地之物,無論是樹木或任何生長之物,皆不宜再遭擊打,唯獨人類例外:
It was no longer fitting for anything that adorns the earth to be struck, neither tree nor any of the growing things, but only mankind:
1:1176
καὶ τῶν ἀνθρώπων δὲ ἐκείνους ὅσοι οὐκ ἔχουσι τὴν σφραγῖδα τοῦ Θεοῦ ἐπὶ τῶν μετώπων
而在人類之中,也僅限於那些額上沒有神印記的人。
and, among mankind, only those who do not have the seal of God upon their foreheads.
1:1177
τῶν γὰρ ἀνθρώπων οἱ μὲν εἰς ἅπαν ἅγιοι καὶ καθαροὶ τὸν ἐν τοῖς ἔμπροσθεν εἰρημένον ἀπειλήφασι χῶρον, Χριστῷ συνόντες ἀεὶ, καὶ τὸν θεῖον ἐποπτεύοντες θρόνον
因為就人類而言,那些完全聖潔純淨的人,已經領受了前文所述之處,永遠與基督同在,並得以瞻仰那神聖的寶座。
For of mankind, those who are altogether holy and pure have received the place spoken of before, being forever with Christ, and beholding the divine throne.
1:1178
οἱ δέ γε ἧττον ἅγιοι βεβαπτισμένοι δὲ ὅμως, καὶ τὸ σημεῖον φέροντες Χριστῷ ἐπὶ τῶν μετώπων, καὶ οὐ παντάπασιν ἀπεγνωσμένοι, καὶ ῥυπώσαντες κατὰ βάθους ἑαυτοὺς καὶ τὸ βάπτισμα τῇ ἀτοπίᾳ τῶν πράξεων, ἀλλ' οἷον μέσοι τινὲς ὄντες ἀρετῆς καὶ κακίας μένουσι μὲν ἐν τῇ γῇ, ἀτιμωρητοὶ μέντοι
至於那些較不聖潔、卻仍受過洗禮、額上帶有基督記號的人,他們並未全然陷入絕望,也未曾因行事悖謬而使自己與其洗禮徹底玷污,而是彷彿介於美德與邪惡之間,處於中間地帶——他們仍留在地上,卻不受懲罰。
But those who are less holy, yet nevertheless baptized, and bearing the sign of Christ on their foreheads, and not utterly given over to despair, nor having defiled themselves and their baptism to the depths through the impropriety of their deeds, but being, as it were, in a middle state between virtue and vice, remain on the earth, yet unpunished.
1:1179
εἰ γὰρ μὴ τοῦτο ἦν, πῶς τοῖς καλῶς διατεθεὶς τὰς ἐμπιστευθείσας αὐτοῖς μνᾶς; εἴρηται παρὰ τοῦ Κυρίου ἴσθι ἐξουσίαν ἔχων ἐπάνω δέκα πόλεων·
因為若非如此,主怎會對那妥善經營所託付之銀幣的人說:「你有權柄管十座城」呢?
For if this were not so, how [could it be that] it was said by the Lord to him who had managed well the minas entrusted to him, "Be thou having authority over ten cities"?
1:1180
καὶ ἄλλον ἐπὶ πέντε πόλεων; ὡς ἄρχειν μελλόντων τῶν ὑποδεεστέρων, καὶ ἀτιμώρητοι δὲ πάντως οἱ ἀρχόμενοι
又對另一人說「管五座城」呢?——意即那些將被治理的次等之人,雖遜於前者,卻也完全不受懲罰。
and to another, "over five cities"? — since those who are to be governed are of lesser [merit], and yet those governed are altogether unpunished.
1:1181
τίς γὰρ ἂν ἄρχειν ἕλοιτο τιμωρουμένων καὶ ἀνενδότως τοὺς ὀδόντας βρυχόντων, καὶ ἀποκλαιομένων ἀπαραμύθηταοὐ λέγω τῶν ἁγίων, ἀλλ' οὐδὲ τῶν οἵων δή, ἀνθρώπων δὲ ὅμως συμπαθῶν, πλὴν εἰ μὴ καὶ αὐτὸς μέλλοι τῷ περὶ αὐτοὺς ἀνιάτῳ ὅμοια πείσεσθαι τοῖς κολαζομένοις; ἡ δέ γε τρίτη τῶν ἀνθρώπων μοῖρα κολάσει παραδίδοται, ἁμαρτωλοί τε ὄντες καὶ ἀσεβεῖς καὶ τὴν Χριστοῦ μὴ παραδεξάμενοι πίστιν
因為誰會願意去治理那些正受懲罰、無休止地咬牙切齒、無可慰藉地哭泣的人呢?——我不是指聖徒,甚至也不是指尋常之人,而是指那些仍存憐憫之心的人;除非他自己也將因對他們那不可救藥之境況的緣故,而承受與那些受懲罰者相似的遭遇。而人類的第三部分則被交付懲罰,因為他們是罪人、不敬虔者,且未曾接受基督的信仰。
For who would choose to govern people who are being punished and who unrelentingly gnash their teeth, and who weep inconsolably — I do not speak of the saints, but not even of ordinary men, yet still compassionate ones — unless he himself were also going to suffer things like those being punished, on account of the incurable state concerning them? But the third portion of mankind is handed over to punishment, being sinners and impious, and not having received the faith of Christ.
1:1182
διὸ εἴρηται πληγῆναι τοὺς ἀνθρώπους·
因此經上說人受了擊打:
Therefore it is said that men were struck:
1:1183
οἳ οὔκ εἰσιν ἐσφραγισμένοι τῇ σφραγῖδι τοῦ Θεοῦ
就是那些未曾蓋上神印記的人。
those who are not sealed with the seal of God.
1:1184
καὶ ἐδόθη αὐτοῖς φησιν ἵνα μὴ ἀποκτείνωσιν αὐτούς, ἀλλ' ἵνα βασανισθήσονται μῆνας πέντε·
他說:「又有話吩咐牠們,不可殺害他們,只叫他們受痛苦五個月;」
"And it was given to them," he says, "that they should not kill them, but that they should be tormented for five months;"
1:1185
καὶ ὁ βασανισμὸς αὐτῶν ὡς βασανισμὸς σκορπίων, ὅταν παίσῃ ἄνθρωπον
「他們所受的痛苦,如同蠍子螫人時所帶來的痛苦。」
"and their torment was like the torment of a scorpion, when it strikes a man."
1:1186
καὶ ἐν ταῖς ἡμέραις ἐκείναις ζητήσουσιν οἱ ἄνθρωποι τὸν θάνατον, καὶ οὐ μὴ εὕρωσιν αὐτόν, καὶ ἐπιθυμήσουσιν ἀπο θανεῖν καὶ φεύγει ὁ θάνατος ἀπ' αὐτῶν
「在那些日子,人要求死,卻決不得死;願意死,死卻遠避他們。」
"And in those days men will seek death, and will not find it; and they will desire to die, and death will flee from them."
1:1187
ἆρα μὴ ἐντεῦθέν τινες τῶν πατέρων τὴν ἀποκατάστασιν παρεδέξαντο, τὸ ἄχρι μὲν τοῦδε κολάζεσθαι τοὺς ἁμαρτωλοὺς λέγοντες, μετὰ τοῦτο δὲ οὐκέτι, ὡς καθαρισθέντας τῇ τιμωρίᾳ; ἀλλὰ τί ποιητέον, ἄλλων πλειόνων τοῦτο μὲν πατέρων, τοῦτο δὲ ἐγκρίτων γραφῶν αἰωνίας λεγόντων τὰς τιμωρίας τῶν τότε κολαζομένων; τί οὖν ἄν τις εἴποι, ἢ πῶς διαιτήσοι τοῖς μέρεσι; κεράσαι δεῖ τὰς ἀμφοτέρων δόξας
莫非正是由此,某些教父才接受了「復原」之說,主張罪人只受懲罰至某個限度,此後便不再受罰,彷彿已因懲罰而得潔淨?然而,該當如何是好呢?因為為數更多的其他教父,以及公認可信的經文,都說那時受懲者的懲罰是永恆的。那麼,人該如何論斷,又該如何在這兩種見解之間裁定呢?必須將兩方的見解調和起來。
Is it perhaps from this that some of the fathers accepted the [doctrine of] restoration, saying that sinners are punished up to a certain point, but after this no longer, as having been purified by the punishment? But what is one to do, when a greater number of other fathers, on the one hand, and approved scriptures, on the other, say that the punishments of those then being punished are eternal? What, then, might one say, or how might one adjudicate between the two positions? One must blend the opinions of both.
1:1188
λέγω δὲ τοῦτο ὡς ἐν γυμνασίᾳ τινὶ καὶ οὐχ' ὡς ἐν καταφάσει·
但我這樣說,只是作為一種操練式的探討,並非作為確切的斷言:
But I say this as a kind of exercise, and not as an assertion:
1:1189
ἐγὼ γὰρ τῷ δόγματι τῆς ἐκκλησίας προστίθεμαι τῷ βουλομένῳ αἰωνίας εἶναι τὰς ἐν τῷ μέλλοντι κολάσεις, ἐπεὶ καὶ τοῦτο ὅτε Κύριος εἴρηκεν ἐν τῷ κατὰ Ματθαῖον εὐαγγελίῳ, εἰπὼν καὶ ἀπελεύσονται οὗτοι εἰς κόλασιν αἰώνιον·
因為我本人信從教會的教義,即認為將來的懲罰是永恆的;因為主也曾在《馬太福音》中如此說過:「這些人要往永刑裡去。」
For I myself adhere to the doctrine of the Church, which holds that the punishments in the age to come are eternal, since the Lord also said this in the Gospel according to Matthew, saying, "And these shall go away into eternal punishment."
1:1190
καὶ ὁ Ἡσαΐας ὁ σκώληξ αὐτῶν οὐ τελευτήσει, καὶ τὸ πῦρ αὐτῶν οὐ σβεσθήσεται
以賽亞也說:「他們的蟲是不死的,他們的火是不滅的。」
And Isaiah [says]: "Their worm shall not die, and their fire shall not be quenched."
1:1191
γυμνασίᾳ οὖν τοῦτο λεκτέον, μέσην τινὰ μέρους ἑκάστου διάττον τὴν τρίβον, ὅτι ἄχρι μέν τινος χρόνου ὃν πέντε μῆνας εἶπεν ἡ ἀποκάλυψις ἡ παροῦσα μυστικῷ τινι χρησαμένη τῷ ἀριθμῷ, σφοδρότατα κολασθήσονται οἱ ἁμαρτωλοὶ ὡς σκορπίου παίσαντος αὐτούς·
為了操練之故,這一點須如此說明——在每一部分中都取一條居中的路徑:即直到某段時間為止(此《啟示錄》以某個神祕的數字,稱之為「五個月」),罪人將被最猛烈地懲罰,彷彿被蠍子螫了一般;
For exercise, then, this must be said, passing through a middle path in each part: that until a certain time — which the present Apocalypse, employing a certain mystical number, called 'five months' — sinners will be punished most severely, as though a scorpion had struck them;
1:1192
μετὰ δὲ τοῦτο ὑφειμένως, οὐ μὴν παντελῶς ἔξω κολάσεως ἐσόμεθα, καὶ τοσοῦτον ὡς ζητεῖν τὸν θάνατον καὶ μὴ τυγχάνειν αὐτοῦ
但在此之後則較為和緩——然而我們絕非完全脫離懲罰——甚至嚴重到尋死卻求死不得的地步。
but after this, more mildly — yet we shall by no means be wholly outside of punishment — and to such a degree as to seek death and not find it.
1:1193
τίς γὰρ ἦν ἀνάγκη ζητεῖν θάνατον τοῖς παντελῶς μὴ κολαζομένοις; φεύγει δέ φησιν ὁ θάνατος ἀπ' αὐτῶν, συνδιαιωνίζουσι γὰρ τῇ κολάσει
因為對那些完全不受懲罰的人而言,尋死又有什麼必要呢?經文說:「死卻遠避他們」,因為他們要與懲罰一同永遠存續。
For what necessity would there be to seek death for those who are not punished at all? 'And death flees from them,' he says, for they endure everlastingly together with their punishment.
1:1194
καὶ τὰ ὁμοιώματα τῶν ἀκρίδων ὅμοια ἵπποις ἡτοιμασμένοις εἰς πόλεμον, καὶ ἐπὶ τὰς κεφαλὰς αὐτῶν ὡς στέφανοι ὅμοιοι χρυσῷ, καὶ τὰ πρόσωπα αὐτῶν ὡς πρόσωπα ἀνθρώπων, καὶ εἶχον τρίχας ὡς τρίχας γυναικῶν, καὶ οἱ ὀδόντες αὐτῶν ὡς λεόντων ἦσαν·
「蝗蟲的形狀,好像預備出戰的馬;牠們頭上戴的,好像類似金子的冠冕;臉面好像人的臉面;頭髮好像女人的頭髮;牙齒好像獅子的牙齒;」
'And the shapes of the locusts were like horses prepared for war, and upon their heads were, as it were, crowns like gold, and their faces were as the faces of men, and they had hair as the hair of women, and their teeth were as those of lions;'
← 上一段下一段 →
1

新的原文誦讀上線時通知我

每次有新章節誦讀影片就寄一封信。採雙重確認,隨時可一鍵取消。