📜 Verbum · 聖言
原文誦讀聖經與教父文獻

← 回書卷目次 · 希臘教父 › 駁瑟蘇斯

俄利根

駁瑟蘇斯 第 1 章 第 10/42 段

希臘文原文.144 節.部分字詞可點開查義.本章太長已分段,此段為 1:1253–1:1396(全章共 5793 節)

← 上一段下一段 →
1:1253
Ἀλλ' ἐκεῖνο σκεπτέον, εἴ τις ὡς ἀληθῶς ἀποθανὼν ἀνέστη ποτὲ αὐτῷ σώματι·
然而必須察驗的乃是這一點:是否真有人在真正死後,曾用同一個身體復活過;
But this is what must be examined: whether anyone who had truly died ever rose again in the very same body;
1:1254
σκόλοπος αὐτοῦ φωνήν, ὅτ' ἀπέπνει, καὶ τὸν σεισμὸν καὶ τὸν σκότον; Ὅτι δὴ ζῶν μὲν οὐκ ἐπήρκεσεν ἑαυτῷ, νεκρὸς δ' ἀνέστη καὶ τὰ σημεῖα τῆς κολάσεως ἔδειξε καὶ τὰς χεῖρας ὡς ἦσαν πεπερονημέναι, τίς τοῦτο εἶδε; Γυνὴ πάροιστρος, ὥς φατε, καὶ εἴ τις ἄλλος τῶν ἐκ τῆς αὐτῆς γοητείας, ἤτοι κατά τινα διάθεσιν ὀνειρώξας καὶ κατὰ τὴν αὐτοῦ βούλησιν δόξῃ πεπλανημένῃ φαντασιωθείς, ὅπερ ἤδη μυρίοις συμβέ βηκεν, , ὅπερ μᾶλλον, ἐκπλῆξαι τοὺς λοιποὺς τῇ τερατείᾳ ταύτῃ θελήσας καὶ διὰ τοῦ τοιούτου ψεύσματος ἀφορμὴν ἄλλοις ἀγύρταις παρασχεῖν
他在十字架上斷氣時的呼喊、那地震、那黑暗——這些難道是真的麼?他活著時尚且不能救自己,死後倒復活了,顯出受刑的記號和被釘穿的雙手——誰看見了這事?按你們所說,是一個發狂的女人,或許還有別個同屬此邪術的人:或是因某種心理狀態作夢,或是出於自己的願望,被錯謬的意念引入幻象(這事已臨到無數人),或者——更可能的——是想用這奇事使其餘的人驚駭,並藉這樣的謊言給別的江湖術士開了門路。
[Do you think these others' tales are myths, while you have invented the cry on the cross when he was breathing his last, the earthquake, and the darkness?] For while alive he could not help himself, but when dead he rose and showed the marks of his punishment and his hands as they had been pierced—who saw this? A frenzied woman, as you say, and perhaps someone else of the same sorcery, who either by some disposition dreamed it, or by his own wish was deluded by a mistaken opinion into a fantasy (which has already happened to countless people), or—what is more likely—wished to astound the rest by this prodigy and, through such a falsehood, to provide an opening for other charlatans.
1:1255
Ἐπεὶ οὖν Ἰουδαῖός ἐστιν ταῦτα λέγων, ὡς πρὸς Ἰουδαῖον ἀπολογούμεθα περὶ τοῦ ἡμετέρου Ἰησοῦ, κοινοποιοῦντες ἔτι τὸν λόγον περὶ Μωϋσέως καὶ λέγοντες αὐτῷ·
既然說這些話的是一個猶太人,我們便如同向猶太人那樣,為我們的耶穌辯護,並仍把這論證轉用到摩西身上,對他說:
Since then it is a Jew who says these things, we make our defense concerning our Jesus as to a Jew, making the argument common still with regard to Moses, and saying to him:
1:1256
Πόσοι δ' ἄλλοι τοιαῦτα τερατεύονται, ὁποῖα Μωϋσῆς, πειθοῦς ἕνεκα τῶν εὐήθως ἀκουόντων ἐνεργολαβοῦντες τῇ πλάνῃ; Καὶ μᾶλλον κατὰ τὸν ἀπιστοῦντα Μωϋσεῖ ἐστι δυνατὸν παρα θέσθαι τὸν Ζάμολξιν καὶ Πυθαγόραν τοὺς τερατευσαμένους ἤπερ τὸν Ἰουδαῖον, οὐ πάνυ φιλομαθῶς ἔχοντα πρὸς τὰς Ἑλλήνων ἱστορίας
有多少別人講說摩西這類的奇談,趁那些愚蒙聽信之人的迷惑而牟利,為要說服人?對那不信摩西的人而言,把講說奇談的扎莫西斯與畢達哥拉斯與他並列,比那不甚樂於通曉希臘歷史的猶太人更為可行。
How many others tell such marvelous tales as Moses, working upon those who listen foolishly, exploiting their error for the sake of persuasion? And it is more possible, for the one who disbelieves Moses, to set beside him Zalmoxis and Pythagoras who told marvelous tales, than for the Jew, who is not at all fond of learning the histories of the Greeks.
1:1257
Καὶ Αἰγύπτιος δὲ ἀπιστῶν τοῖς περὶ Μωϋσέως παραδόξοις πιθανῶς παραθήσεται τὸν Ῥαμψίνιτον, λέγων πολλῷ τοῦτον εἶναι πιθανώτερον εἰς ᾅδου καταβεβη κέναι καὶ συγκεκυβευκέναι τῇ Δήμητρι καὶ χρυσοῦν χειρό μακτρον παρ' αὐτῆς ἁρπάσαντα δεικνύναι σύμβολον τοῦ ἐν ᾅδου γεγονέναι κἀκεῖθεν ἀναβεβηκέναι Μωϋσέως, ἑαυτὸν ἀναγράψαντος εἰσεληλυθέναι εἰς τὸν γνόφον, ὅπου ἦν θεός, καὶ ὅτι μόνος ἤγγισε πρὸς τὸν θεὸν παρὰ τοὺς λοιπούς
那不信摩西奇事的埃及人,也會言之成理地把拉姆普西尼托斯與他並列,說此人比摩西更為可信:他下到陰間、與得墨忒耳擲骰子,並從她手中奪得金手巾,展示出來作為曾在陰間、又從那裡上來的憑據;而摩西不過記載自己進入神所在的幽暗,並說惟獨他超越眾人,得以親近神。
And the Egyptian, disbelieving the marvels concerning Moses, will plausibly set beside him Rhampsinitus, saying that this man is far more credible as having gone down to Hades and diced with Demeter and, having snatched a golden napkin from her, displayed it as a token of having been in Hades and come up from there—than Moses, who recorded of himself that he entered into the thick darkness where God was, and that he alone drew near to God beyond all the rest.
1:1258
Καὶ Μωϋσῆς μόνος ἐγγιεῖ πρὸς τὸν θεόν, οἱ δὲ λοιποὶ οὐκ ἐγγιοῦσι. Φήσομεν οὖν ἡμεῖς οἱ τοῦ Ἰησοῦ μαθηταὶ πρὸς τὸν ταῦτα λέγοντα Ἰουδαῖον·
又說:「惟獨摩西可以親近神,其餘的人不可親近。」我們這些耶穌的門徒,便要對說這些話的猶太人說:
And: Moses alone shall draw near to God, but the rest shall not draw near. We then, the disciples of Jesus, shall say to the Jew who says these things:
1:1259
ἀπολογοῦ δὴ ἡμῖν περὶ τῆς εἰς Ἰησοῦν πίστεως ἐγκαλῶν καὶ λέγε, τῷ Αἰγυπτίῳ καὶ τοῖς Ἕλλησι τί φήσεις πρὸςἃ ἤνεγκας, κατὰ τοῦ Ἰησοῦ ἡμῶν ἐγκλήματα, φθάσαντα ἂν καὶ ἐπὶ Μωϋσέα; Κἂν πάνυ δὲ ἀγωνίσῃ περὶ Μωϋσέως ἀπολογήσασθαι, ὥσπερ οὖν καὶ ἔχει πληκτικὸν λόγον καὶ ἐναργῆ τὰ περὶ αὐτοῦ, λήσεις σαυτὸν ἐν οἷς περὶ Μωϋσέως ἀπολογήσῃ, ἄκων συστήσας τὸν Ἰησοῦν Μωϋσέως θειότερον
「既然你因我們信耶穌而控告我們,就請向我們辯護吧,並告訴我們:對於你針對我們耶穌所提出、卻同樣可延及摩西的那些指控,你要對埃及人和希臘人怎樣回答?縱然你竭力為摩西辯護——關於他的事確實提供了有力而明顯的論據——你也必在你為摩西辯護的同一論點裡,不知不覺地、違背己意地證實耶穌比摩西更具神性。」
Make your defense to us then, since you accuse us regarding faith in Jesus, and tell us: what will you say to the Egyptian and to the Greeks in answer to the charges you have brought against our Jesus—charges which would extend even to Moses? And even if you should strive hard to defend Moses—as indeed the things about him do furnish a striking and clear argument—you will unwittingly, in the very things by which you defend Moses, against your will establish Jesus as more divine than Moses.
1:1260
Ἐπεὶ δὲ τὰς ἡρωϊκὰς ἱστορίας περὶ τῶν εἰς ᾅδου καταβεβηκέναι λεγομένων κἀκεῖθεν ἀνεληλυθέναι τερατείας εἶναί φησιν παρὰ τῷ Κέλσῳ Ἰουδαῖος, ὡς τῶν ἡρώων ἀφανῶν ἐπί τινα γενομένων χρόνον καὶ ὑπεκκλεψάντων ἑαυ τοὺς τῆς ὄψεως πάντων ἀνθρώπων καὶ μετὰ ταῦτα ἑαυτοὺς ἐπιδειξάντων, ὡς ἀπὸ ᾅδου ἀνεληλυθότωντοιαῦτα γὰρ ἔοικε περὶ τοῦ ἐν Ὀδρύσαις Ὀρφέως καὶ τοῦ ἐν Θεσσαλίᾳ Πρωτεσιλάου καὶ τοῦ ἐπὶ Ταινάρῳ Ἡρακλέος ἔτι δὲ καὶ περὶ Θησέως ἐμφαίνειν αὐτοῦ λέξις–, φέρε παραστήσωμεν ὅτι οὐ δύναται τὸ κατὰ τὸν Ἰησοῦν ἱστορούμενον ἐκ νεκρῶν ἐγηγέρθαι τούτοις παραβάλλεσθαι
既然瑟蘇斯筆下那猶太人說,那些關於據稱下到陰間又上來之人的英雄故事乃是奇譚虛構——說那些英雄在一段時間內隱沒,從眾人眼前消失,之後又顯現,佯作從陰間上來(他的措辭似乎正是這樣暗示奧德里賽人中的俄耳甫斯、帖撒利的普羅忒西拉俄斯、泰那隆的赫拉克勒斯,還有忒修斯)——那麼,讓我們來說明,那記載耶穌從死裡復活的事,絕不能與這些相提並論。
And since the Jew in Celsus says that the heroic histories concerning those said to have gone down to Hades and come up again are marvelous fictions—the heroes having become invisible for a certain time and stolen themselves away from the sight of all men, and afterward shown themselves as having come up from Hades (for such seems to be what his words suggest concerning Orpheus among the Odrysians, Protesilaus in Thessaly, Heracles at Taenarum, and Theseus too)—come, let us show that what is recorded of Jesus' rising from the dead cannot be compared with these.
1:1261
Ἕκαστος μὲν γὰρ τῶν λεγομένων κατὰ τοὺς τόπους ἡρώων βουληθεὶς ἂν ἐδυνήθη ἑαυτὸν ὑπεκκλέψαι τῆς ὄψεως τῶν ἀνθρώπων καὶ πάλιν κρίνας ἐπανελθεῖν πρὸς οὓς καταλέλοιπεν·
因為那些地方所謂的英雄,各人若願意,本都能從人眼前隱去,並在他決意時再回到他所離開的人那裡;
For each of the so-called heroes of those localities, had he wished, could have stolen himself away from the sight of men, and, when he decided, return again to those he had left;
1:1262
Ἰησοῦ δὲ σταυρωθέντος ἐπὶ πάντων Ἰουδαίων καὶ καθαιρεθέντος αὐτοῦ τοῦ σώματος ἐν ὄψει τοῦ δήμου αὐτῶν, πῶς οἷόν τε τὸ παραπλήσιον πλάσασθαι λέγειν αὐτὸν τοῖς ἱστορουμένοις ἥρωσιν εἰς ᾅδου καταβεβηκέναι κἀκεῖθεν ἀνεληλυθέναι; Φαμὲν δ' ὅτι μή ποτε πρὸς ἀπολογίαν τοῦ ἐσταυρῶσθαι τὸν Ἰησοῦν καὶ τοιοῦτον λέγοιτ' ἄν, μάλιστα διὰ τὰ περὶ τῶν ἡρώων ἱστορηθέντα τῶν εἰς ᾅδου καταβεβηκέναι βίᾳ νομι ζομένων, ὡς εἰ καθ' ὑπόθεσιν Ἰησοῦς ἐτεθνήκει ἀσήμῳ θανάτῳ, οὐχ ὥστε δῆλος εἶναι ἀποθανὼν ὅλῳ τῷ δήμῳ τῶν Ἰουδαίων, εἶτα μετὰ τοῦτ' ἀληθῶς ἦν ἀναστὰς ἐκ νεκρῶν, χώραν εἶχεν ἂν τὸ ὑπονοηθὲν περὶ τῶν ἡρώων καὶ περὶ τούτου λεχθῆναι
但既然耶穌是當著全猶太人的面被釘十字架,祂的身體又是在他們百姓眼前被取下,人怎能編造一個如同那些據稱下陰間又上來之英雄的故事呢?我們說,或許為耶穌被釘十字架辯護,連這也可以講——尤其因那些被認為是被迫下陰間之英雄的記載——就是:假設耶穌是死於某種隱晦不顯的死,以致全猶太民族並不清楚知道他已死,然後他在此之後又真正從死裡復活,那麼對英雄所起的那種疑慮,才可能也用在他身上。
but since Jesus was crucified in the sight of all the Jews and his body taken down before the eyes of their people, how could one fashion a story like those told of the heroes who are said to have gone down to Hades and come up again? And we say that perhaps, by way of defense of Jesus' having been crucified, even this might be said—especially because of the things recorded about the heroes who are supposed to have gone down to Hades by compulsion—namely, that if, hypothetically, Jesus had died an obscure death, in such a way that it was not clear to the whole Jewish people that he had died, and then after this he truly rose from the dead, there would have been room for the suspicion raised about the heroes to be said of him too.
1:1263
τῶν ἀνθρώπων βίον διδασκαλίᾳ ἑαυτοὺς ἐπιδεδωκότων, ἣν οὐκ ἂν πλασσόμενοι τὸ ἐγηγέρθαι τὸν Ἰησοῦν ἐκ νεκρῶν οὕτως εὐτόνως ἐδίδαξαν, μετὰ τοῦ κατὰ τοῦτο οὐ μόνον ἑτέρους παρασκευάζειν πρὸς τὸ θανάτου καταφρονεῖν ἀλλ' αὐτοὶ πολὺ πρότερον τοῦτο ποιεῖν
[但那些門徒]卻為人的生命獻身於這樣的教導——這教導,他們若是捏造耶穌從死裡復活,絕不會如此竭力傳講;不僅如此,他們不單預備別人輕看死亡,自己更是遠在先前就已如此而行。
[But the disciples] gave themselves over to such teaching for the life of men—a teaching which, had they been fabricating Jesus' rising from the dead, they would not have taught so vigorously; and along with this, they not only prepared others to despise death, but themselves did so long beforehand.
1:1264
Πρόσχες δὲ εἰ μὴ πάνυ τυφλῶς παρὰ τῷ Κέλσῳ Ἰουδαῖος ὡς ἀδυνάτου ὄντος τοῦ ἀνίστασθαί τινα ἐκ νεκρῶν αὐτῷ σώματί φησιν·
但請留意,瑟蘇斯筆下那猶太人說這話,豈不是出於全然的盲目,彷彿任何人用同一個身體從死裡復活乃是不可能的:
But notice whether it is not in utter blindness that the Jew in Celsus says, as though it were impossible for anyone to rise from the dead in the very same body:
1:1265
Ἀλλ' ἐκεῖνο σκεπτέον, εἴ τις ἀληθῶς ἀποθανὼν ἀνέστη ποτὲ αὐτῷ σώματι
「然而必須察驗的乃是這一點:是否真有人在真正死後,曾用同一個身體復活過。」
But this is what must be examined: whether anyone who had truly died ever rose again in the very same body.
1:1266
Οὐκ ἂν γὰρ εἶπεν Ἰουδαῖος ταῦτα, πιστεύων τοῖς ἐν τῇ τρίτῃ τῶν Βασιλειῶν ἀναγεγραμμένοις καὶ τῇ τετάρτῃ περὶ παιδαρίων, ὧν τὸν μὲν ἕτερον Ἠλίας ἀνέστησεν τὸν δὲ λοιπὸν Ἐλισσαῖος
因為那猶太人若信列王紀上、下所記關於那兩個孩童的事——一個是以利亞使他復活,另一個是以利沙使他復活——就斷不會說這些話了。
For the Jew would not have said these things if he believed what is recorded in the third book of Kingdoms and in the fourth concerning the children, one of whom Elijah raised and the other Elisha.
1:1267
Διὰ τοῦτο δ' οἶμαι καὶ τὸν Ἰησοῦν οὐκ ἄλλῳ ἔθνει Ἰουδαίοιςἐπιδεδημηκέναι, τοῖς ἐθάσι γενομένοις πρὸς τὰ παράδοξα, τῇ παραθέσει τῶν πεπιστευμένων πρὸς τὰ ὑπ' αὐτοῦ γενόμενα καὶ περὶ αὐτοῦ ἱστορούμενα ὅπως παραδέξωνται ὅτι οὗτος, περὶ ὃν γέγονε μείζονα καὶ ὑφ' οὗ ἐπετελέσθη παραδοξότερα, πάντων ἐκείνων μείζων ἦν
我想正是為此,耶穌也未曾僑居於猶太人以外的任何民族,因猶太人早已習於奇事,好叫他們將自己所信的事與祂所行、並所記載關乎祂的事相比較,從而接受這一位——在祂身上有更大的事發生、由祂成就了更奇妙的事——乃是比那一切更大的。
And for this reason, I think, Jesus also sojourned among no other nation than the Jews, who had become accustomed to marvels, so that, by comparing the things they had believed with what was done by him and recorded about him, they might accept that this one—concerning whom greater things came to pass and by whom more marvelous things were accomplished—was greater than all those.
1:1268
Ἐπεὶ δὲ μεθ' ἃς παρέθετο Ἰουδαῖος ἱστορίας ἑλληνικὰς περὶ τῶν ὡσανεὶ τερατευσαμένων καὶ περὶ τῶν ὡς ἀναστάντων ἐκ νεκρῶν φησι πρὸς τοὺς ἀπὸ Ἰουδαίων τῷ Ἰησοῦ πιστεύοντας·
既然那猶太人在引述了關於那些彷彿講說奇談、彷彿從死裡復活之人的希臘故事之後,對那些信耶穌的猶太人說:
And since, after the Greek histories he set forth concerning those who, as it were, told marvelous tales and those who, as it were, rose from the dead, the Jew says to those of the Jews who believe in Jesus:
1:1269
οἴεσθε τὰ μὲν τῶν ἄλλων μύθους εἶναί τε καὶ δοκεῖν, ὑμῖν δὲ τὴν καταστροφὴν τοῦ δράματος εὐσχημόνως πιθανῶς ἐφευρῆσθαι, τὴν ἐπὶ τοῦ σκόλοπος αὐτοῦ φωνήν, ὅτ' ἀπέπνει; Φήσομεν πρὸς τὸν Ἰουδαῖον ὅτι οὓς παρέθου μύθους εἶναι νενομίκαμεν, τὰ δὲ τῶν κοινῶν ἡμῶν πρὸς ὑμᾶς γραφῶν, ἐν αἷς οὐχ ὑμεῖς μόνοι ἀλλὰ καὶ ἡμεῖς σεμνυνόμεθα, οὐδαμῶς μύθους εἶναί φαμεν
「難道你們以為別人的故事是、且顯為神話,而你們這齣戲的結局——他斷氣時在十字架上的呼喊——卻是優雅或合理地編造出來的麼?」我們要對那猶太人說:你所引述的那些故事,我們也視為神話;但我們與你們共有的經卷之內容——這經卷不單你們、連我們也都引以為榮——我們絕不稱之為神話。
Or do you think that the tales of others are and seem to be myths, while the catastrophe of your drama has been gracefully or plausibly devised—the cry on his cross when he was breathing his last? We shall say to the Jew: those tales which you set forth we too have regarded as myths, but the contents of our common Scriptures—shared with you, in which not only you alone but we also take pride—we by no means call myths.
1:1270
Διόπερ καὶ τοῖς περὶ τῶν ἐκεῖ ἀναστάντων ἐκ νεκρῶν γράψασι πιστεύομεν ὡς μὴ τερατευομένοις καὶ τῷ ἐνταῦθα ὡς καὶ προειπόντι καὶ προφητευθέντι καὶ ἀναστάντι
所以我們也相信那些記載在那裡從死裡復活之人的作者,並非講說奇譚;我們也相信這位在此復活的,乃是既被預先宣告、又被預言、且已復活的。
Therefore we believe also those who wrote about the ones who rose from the dead there, as not telling marvelous fictions; and we believe the one here, as one both foretold and prophesied and risen.
1:1271
Τούτῳ δὲ παραδοξότερος οὗτος ἐκ νεκρῶν ἀναστὰς παρ' ἐκείνους, ὅτι ἐκείνους μὲν προφῆται ἀνέστησαν Ἠλίας καὶ Ἐλισσαῖος, τοῦτον δ' οὐδεὶς τῶν προφητῶν ἀλλ' ἐν τοῖς οὐρανοῖς πατήρ
這一位從死裡復活,比那些更為奇妙,因為那些是先知以利亞與以利沙使他們復活,惟這一位卻不是任何先知,乃是那在諸天之上的父使祂復活。
And this one is more marvelous, as having risen from the dead, than those, because those the prophets Elijah and Elisha raised, but this one no prophet raised, but the Father who is in the heavens.
1:1272
Διόπερ καὶ μείζονα εἰργάσατο τούτου ἀνάστασις τῆς ἐκείνων ἀναστάσεως
因此這一位的復活,所成就的事比那些人的復活更大。
Therefore the resurrection of this one accomplished greater things than the resurrection of those.
1:1273
Τί γὰρ τηλικοῦτον τῷ κόσμῳ ἀπὸ τῶν ἀναστάντων παιδαρίων δι' Ἠλίου καὶ Ἐλισσαίου γεγένηται, ὁποῖον διὰ τῆς κηρυσσομένης ἀναστά σεως Ἰησοῦ, δυνάμει θείᾳ πεπιστευμένης;
因為從以利亞與以利沙所使復活的孩童,有甚麼大事臨到世界,能與藉神能而被人相信、所傳揚的耶穌復活相比呢?
For what so great thing came to the world from the children raised by Elijah and Elisha, such as came through the proclaimed resurrection of Jesus, believed by divine power?
1:1274
Οἴεται δὲ τερατείαν εἶναι καὶ τὸν σεισμὸν καὶ τὸν σκότον·
他也以為那地震與那黑暗乃是奇譚虛構;
He thinks too that the earthquake and the darkness were a marvelous fiction;
1:1275
περὶ ὧν κατὰ τὸ δυνατὸν ἐν τοῖς ἀνωτέρω ἀπελογη σάμεθα, παραθέμενοι τὸν Φλέγοντα ἱστορήσαντα κατὰ τὸν χρόνον τοῦ πάθους τοῦ σωτῆρος τοιαῦτα ἀπηντηκέναι, καὶ ὅτι ζῶν μὲν οὐκ ἐπήρκεσεν ἑαυτῷ, νεκρὸς δ' ἀνέστη καὶ τὰ σημεῖα τῆς κολάσεως ἔδειξεν Ἰησοῦς καὶ τὰς χεῖρας ὡς ἦσαν πεπερονημέναι
關於這些,我們已在前文盡可能地辯護過,引用了弗勒戈翁——他記載在救主受難之時曾發生這類事;又論到他活著時不能救自己,死後耶穌卻復活了,顯出受刑的記號和被釘穿的雙手。
concerning which we made our defense, as far as possible, in the foregoing, citing Phlegon, who recorded that such things happened at the time of the Savior's passion; and that while alive he could not help himself, but when dead Jesus rose and showed the marks of his punishment and his hands as they had been pierced.
1:1276
Καὶ πυνθανόμεθα αὐτοῦ, τί τὸ ἐπήρκεσεν ἑαυτῷ; Εἰ μὲν γὰρ πρὸς ἀρετήν, φήσομεν ὅτι καὶ πάνυ γε ἐπήρκεσεν·
我們也要問他:這「他不能救自己」是甚麼意思?因為若指德行而言,我們要說他確確實實救了自己;
And we ask him: what is this "he could not help himself"? For if it refers to virtue, we shall say that he most certainly did help himself;
1:1277
οὐδὲν γὰρ ἄτοπον οὔτ' ἐφθέγξατο οὔτ' ἐποίησεν, ἀλλ' ἀληθῶς ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη, καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείροντος ἄφωνος·
因為他既無不當的言語,也無不當的行為,乃真像羊被牽到宰殺之地,又像羊羔在剪毛的人面前無聲;
for he neither said nor did anything improper, but truly, as a sheep led to slaughter, and as a lamb dumb before its shearer,
1:1278
καὶ μαρτυρεῖ τὸ εὐαγγέλιον ὅτι οὕτως οὐκ ἤνοιξε τὸ στόμα αὐτοῦ. Εἰ δὲ τὸ ἐπήρκεσεν ἀπὸ τῶν μέσων καὶ σωματικῶν λαμβάνει, φαμὲν ὅτι ἀπεδείξαμεν ἐκ τῶν εὐαγγε λίων ὅτι ἑκὼν ἐπὶ ταῦτ' ἐλήλυθεν
福音也見證,他正是如此不開口。但他若把「不能救自己」指外在與身體之事,我們便說,我們已從福音書證明他乃是甘心情願地來受這些事的。
and the gospel testifies that thus he did not open his mouth. But if he takes "could not help himself" in reference to outward and bodily things, we say that we have shown from the gospels that he came to these things willingly.
1:1279
Εἶθ' ἑξῆς τούτοις εἰπὼν τὰ ἀπὸ τοῦ εὐαγγελίου, ὅτι τὰ σημεῖα τῆς κολάσεως ἔδειξεν ἀναστὰς ἐκ νεκρῶν καὶ τὰς χεῖρας ὡς ἦσαν πεπερονημέναι, πυνθάνεται καὶ λέγει·
接著,在這些話之後,他陳述了出自福音的話——說耶穌從死裡復活,顯出受刑的記號和被釘穿的雙手——便發問說:
Then, next to these, after stating the things from the gospel—that he showed the marks of his punishment, having risen from the dead, and his hands as they had been pierced—he inquires and says:
1:1280
Τίς τοῦτο εἶδε; Καὶ τὰ περὶ Μαρίας τῆς Μαγδαληνῆς διαβάλλων ἀναγραφομένης ἑωρακέναι εἶπε·
「誰看見了這事?」他又誣陷關於抹大拉的馬利亞——她被記載為看見的人——說:
Who saw this? And slandering the things concerning Mary Magdalene, who is recorded to have seen, he said:
1:1281
Καὶ ἐπεὶ μὴ μόνη αὕτη ἀναγέγ ραπται ἑωρακέναι ἀναστάντα τὸν Ἰησοῦν ἀλλὰ καὶ ἄλλοι, καὶ ταῦτα κακηγορῶν Κέλσου Ἰουδαῖός φησι·
既然不單她一人被記載為看見復活的耶穌,別人也看見了,瑟蘇斯筆下那猶太人便誣陷這些事說:
And since not she alone is recorded to have seen the risen Jesus, but others too, the Jew of Celsus, slandering these things, says:
1:1282
καὶ εἴ τις ἄλλος τῶν ἐκ τῆς αὐτῆς γοητείας
「以及任何別個同屬此邪術的人。」
and if anyone else of the same sorcery.
1:1283
Εἶτα ὡς δυναμένου τούτου συμβῆναι, λέγω δὴ τοῦ φαντασίαν τινὶ γίνεσθαι περὶ τοῦ τεθνηκότος ὡς ζῶντος, ἐπιφέρει ὡς Ἐπικούρειος καὶ λέγει κατά τινα διάθεσιν ὀνειρώξαντά τινα κατὰ τὴν αὐτοῦ βούλησιν δόξῃ πεπλανη μένῃ φαντασιωθέντα τὸ τοιοῦτον ἀπηγγελκέναι, ὅπερ, φησί, μυρίοις ἤδη συμβέβηκε
然後,他彷彿認定這事可能發生——我是說,某人對死人如活人般的幻象——便如同伊壁鳩魯派的人加上一句,說某人或因某種心理狀態作夢,或出於自己的願望被錯謬的意念引入幻象,而報告了這類事——他說這事已臨到無數人。
Then, as though this could happen—I mean, that a fantasy of the dead man as living should come to someone—he adds, like an Epicurean, and says that someone, having dreamed by some disposition, or by his own wish having been deluded by a mistaken opinion into a fantasy, reported such a thing—which, he says, has already happened to countless people.
1:1284
ἀναγκαίου δόγματος, ὡς ἄρα ψυχὴ ὑφέστηκε τῶν ἀποθανόντων·
[他在此忽略了]一個必要的教義,就是:已逝之人的魂仍然存在;
[Here he overlooks] the necessary doctrine, namely that the soul of the departed continues to exist;
1:1285
καὶ οὐ μάτην πεπίστευκε περὶ τῆς ἀθανασίας αὐτῆς κἂν τῆς διαμονῆς τοῦτο τὸ δόγμα ἀνειληφώς·
領受了這教義的人,信魂的不朽——或至少信其存續——並非徒然;
and not in vain has the one who has received this doctrine believed in its immortality, or at least in its continuance;
1:1286
ὡς καὶ Πλάτων ἐν τῷ περὶ τῆς ψυχῆς λέγει σκιοειδῆ φαντάσματα περὶ μνημεῖά τισι γεγονέναι τῶν ἤδη τεθνηκότων
正如柏拉圖在《論魂》一書中也說,有些人在墳墓附近曾見過那些已死之人朦朧如影的幻影。
as Plato too says in his treatise On the Soul that shadowy phantoms of those already dead have appeared to some about their tombs.
1:1287
Τὰ μὲν οὖν γινόμενα περὶ μνημεῖα τεθνηκότων φαντάσματα ἀπό τινος ὑποκειμένου γίνεται, τοῦ κατὰ τὴν ὑφεστηκυῖαν ἐν τῷ καλουμένῳ αὐγοειδεῖ σώματι ψυχήν
那麼,死人墳墓附近所出現的幻影,乃是出自某種基質,即出自那存於所謂「光體」中的魂。
Now the phantoms that occur about the tombs of the dead come from a certain substrate, namely from the soul subsisting in what is called the luminous body.
1:1288
δὲ Κέλσος οὐ βουλόμενος τὸ τοιοῦτον θέλει καὶ ὕπαρ ὀνειρώττειν τινὰς καὶ κατὰ τὴν ἑαυτῶν βούλησιν δόξῃ πεπλανημένῃ φαντα σιοῦσθαι·
但瑟蘇斯不願承認這樣的事,卻硬說某些人是醒著作夢,並出於自己的願望被錯謬的意念引入幻象;
But Celsus, unwilling to admit such a thing, wishes that certain people both dream while awake and, by their own wish, are deluded by a mistaken opinion into fantasies;
1:1289
ὅπερ ὄναρ μὲν πιστεύειν γίνεσθαι οὐκ ἄλογον, ὕπαρ δὲ ἐπὶ τῶν μὴ πάντῃ ἐκφρόνων καὶ φρενιτιζόντων μελαγχολώντων οὐ πιθανόν
若說這事發生在夢中,信之並非無理;但若發生在清醒之時——對那些並非全然失心、發狂或患憂鬱之人而言——卻不可信。
which, to believe happens in a dream, is not unreasonable, but in waking life—in the case of those not altogether out of their minds, deranged, or melancholic—is not plausible.
1:1290
Καὶ τοῦτο δὲ προειδόμενος Κέλσος παροιστρῶσαν εἶπε τὴν γυναῖκα·
瑟蘇斯也預見了這一點,便稱那女人為「發狂的」;
And foreseeing this too, Celsus called the woman "frenzied";
1:1291
ὅπερ οὐκ ἐμφαίνει ἀναγραφεῖσα ἱστορία, ὅθεν λαβὼν κατηγορεῖ τῶν πραγ μάτων
然而所記載的史實並無此意——他卻憑空取此而控告事實。
which the recorded history does not indicate—from which, having taken it, he accuses the facts.
1:1292
Ἦν οὖν καὶ Ἰησοῦς μετὰ θάνατον, ὡς μὲν Κέλσος οἴεται, φαντασίαν ἐξαποστέλλων τῶν ἐπὶ τῷ σταυρῷ τραυμάτων καὶ οὐκ ἀληθῶς τοιοῦτος ὢν τραυματίας·
那麼,按瑟蘇斯所想,耶穌死後乃是發出十字架上傷痕的幻象,並非真有那樣的傷;
Jesus then, after death, was—as Celsus thinks—sending out a fantasy of the wounds on the cross, and was not truly thus wounded;
1:1293
ὡς δὲ τὸ εὐαγγέλιον διδάσκει, οὗ τισὶ μὲν μέρεσιν, οἷς βούλεται, ἵνα κατηγορῇ, πιστεύει Κέλσος, τισὶ δ' ἀπιστεῖ, Ἰησοῦς προσεκαλέσατό τινα τῶν μαθητῶν ἀπιστοῦντα καὶ ἀδύνατον οἰόμενον τὸ παράδοξον
然而按福音的教訓——其中某些部分,即他為要控告而願意採信的,瑟蘇斯便相信,其餘的卻不信——耶穌召了一個不信、認為這奇事不可能的門徒到祂面前。
but as the gospel teaches—some parts of which, those he wishes in order to accuse, Celsus believes, while others he disbelieves—Jesus called to himself one of the disciples who was disbelieving and thought the marvel impossible.
1:1294
Συγκατετέθειτο μὲν γὰρ ἐκεῖνος τῇ φασκούσῃ αὐτὸν ἑωρακέναι, ὡς οὐκ ἀδυνάτου ὄντος τοῦ τὴν ψυχὴν τοῦ τεθνηκότος ὀφθῆναι, οὐκέτι δ' ἐνόμιζεν ἀληθὲς εἶναι τὸ ἐν σώματι αὐτὸν ἀντιτύπῳ ἐγηγέρθαι
因為那門徒同意那說曾看見祂的女人,既然死人的魂被看見並非不可能;但他卻不再認為祂在有實質的身體裡復活乃是真的。
For that disciple agreed with her who said she had seen him, since it was not impossible that the soul of the dead man should be seen, but he no longer considered it true that he had risen in a solid body.
1:1295
Ἐὰν μὴ ἴδω, οὐ μὴ πιστεύσω, προσέθηκε δὲ καὶ τό·
「我若不看見,就總不信」——他又加上一句:
Unless I see, I will not believe—and he added also:
1:1296
Ἐὰν μὴ βάλω τὴν χεῖρά μου εἰς τὸν τύπον τῶν ἥλων καὶ ψηλαφήσω αὐτοῦ τὴν πλευράν, οὐ μὴ πιστεύσω
「我若不把手探入那釘痕,摸祂的肋旁,就總不信。」
Unless I put my hand into the print of the nails and feel his side, I will not believe.
1:1297
Ταῦτα δ' ἐλέγετο ὑπὸ τοῦ Θωμᾶ, κρίνοντος ὅτι δύναται ὀφθαλμοῖς αἰσθητοῖς φανῆναι ψυχῆς σῶμα, πάντα τῷ προτέρῳ εἴδει μέγεθός τε καὶ ὄμματα κάλ' ἐϊκυίης καὶ φωνὴν πολλάκις δὲ καὶ τοῖα περὶ χροῒ εἵματ' ἐχούσης. Καὶ προσκαλεσάμενός γε Ἰησοῦς τὸν Θωμᾶν εἶπε·
這些話是多馬說的,他以為魂的身體能向肉眼顯現,在各方面都像先前的形像,無論是大小,還是「眼目像那形像」,並聲音,也常「身上披著這樣的衣服」。耶穌就召多馬到跟前,說:
These things were said by Thomas, who judged that a soul's body can appear to the senses of the eyes, being in every way like the former form, both in size and "with eyes like hers," and in voice, and often "having such garments about the skin." And Jesus, having called Thomas to himself, said:
1:1298
Φέρε τὸν δάκτυλόν σου ὧδε καὶ ἴδε τὰς χεῖράς μου, καὶ φέρε τὴν χεῖρά σου καὶ βάλε εἰς τὴν πλευράν μου, καὶ μὴ γίνου ἄπιστος ἀλλὰ πιστός. . Καὶ ἀκόλουθόν γε ἦν πᾶσι τοῖς τε προφητευθεῖσι περὶ αὐτοῦ, ἐν οἷς καὶ τοῦτο ἦν, καὶ τοῖς πραχθεῖσιν αὐτῷ καὶ τοῖς συμβεβηκόσι τοῦτο παρὰ πάντα παράδοξον γενέσθαι
「把你的指頭伸到這裡來,看我的手;伸出你的手來,探入我的肋旁;不要疑惑,總要信。」這事乃與一切關於祂的預言——其中也包括此事——並與祂所行的事、所遭遇的事相符,以致這事成為一切之中最奇妙的。
Bring your finger here and see my hands, and bring your hand and put it into my side, and do not be unbelieving but believing. And it was consistent with all that had been prophesied concerning him—among which this too was included—and with the things done by him and the things that befell him, that this should come to pass as the most marvelous of all.
1:1299
Προελέλεκτο γὰρ ἐκ προσώπου Ἰησοῦ ἐν τῷ προφήτῃ·
因為早已藉先知,以耶穌的身位預先說過:
For it had been spoken beforehand, in the person of Jesus, through the prophet:
1:1300
σάρξ μου κατασκηνώσει ἐπ' ἐλπίδι·
「我的肉身要安居在指望中;
My flesh shall dwell in hope;
1:1301
καὶ οὐκ ἐγκατα λείψεις τὴν ψυχήν μου εἰς τὸν ᾅδην, καὶ οὐ δώσεις τὸν ὅσιόν σου ἰδεῖν διαφθοράν
因你必不將我的魂撇在陰間,也不叫你的聖者見朽壞。」
and you will not abandon my soul to Hades, nor will you allow your Holy One to see corruption.
1:1302
Καὶ ἦν γε κατὰ τὴν ἀνάστασιν αὐτοῦ ὡσπερεὶ ἐν μεθορίῳ τινὶ τῆς παχύτητος τῆς πρὸ τοῦ πάθους σώματος καὶ τοῦ γυμνὴν τοιούτου σώματος φαίνεσθαι ψυχήν
的確,在祂復活時,祂彷彿處於某種中間狀態:介乎受難前那身體的厚密,與一個脫去這身體之魂顯現之間。
And indeed at his resurrection he was, as it were, in a certain middle state between the density of the body before the passion and the appearing of a soul stripped of such a body.
1:1303
Ὅθεν, ὅτ' ἦσαν οἱ μαθηταὶ αὐτοῦ καὶ Θωμᾶς ἐπὶ τὸ αὐτὸ μετ' αὐτῶν, ἔρχεται Ἰησοῦς τῶν θυρῶν κεκλεισμένων καὶ ἔστη εἰς τὸ μέσον καὶ εἶπεν·
所以,當祂的門徒與多馬同在一處的時候,門都關了,耶穌來,站在當中,說:
Hence, when his disciples and Thomas were together in the same place with them, Jesus comes, the doors being shut, and stood in the midst and said:
1:1304
Φέρε τὸν δάκτυλόν σου ὧδε καὶ τὰ ἑξῆς
「把你的指頭伸到這裡來」,如此等等。
Bring your finger here, and the rest.
1:1305
Καὶ ἐν τῷ κατὰ Λουκᾶν δὲ εὐαγγελίῳ ὁμι λούντων πρὸς ἀλλήλους Σίμωνος καὶ Κλεόπα περὶ πάντων τῶν συμβεβηκότων αὐτοῖς Ἰησοῦς ἐπιστὰς αὐτοῖς συνεπορεύετο μετ' αὐτῶν
在路加福音裡也是這樣:當西門和革流巴彼此談論他們所遭遇的一切事時,耶穌親近他們,與他們同行。
And in the gospel according to Luke too, while Simon and Cleopas were conversing with each other about all the things that had befallen them, Jesus came up to them and journeyed with them.
1:1306
Καὶ οἱ μὲν ὀφθαλμοὶ αὐτῶν ἐκρατοῦντο τοῦ μὴ ἐπιγνῶναι αὐτόν·
只是他們的眼睛被攔阻,認不出祂來;
And their eyes were held from recognizing him;
1:1307
Τίνες οἱ λόγοι, οὓς ἀντιβάλλετε πρὸς ἀλλήλους περιπατοῦντες; Καὶ ἡνίκα διηνοίχθησαν αὐτῶν οἱ ὀφθαλμοί, καὶ ἐπέγνωσαν αὐτόν, τότε αὐταῖς λέξεσί φησιν γραφή·
「你們走路彼此談論的是甚麼話?」當他們的眼睛開了、認出祂來,聖經隨即用這些話說:
What are these words which you are exchanging with each other as you walk? And when their eyes were opened and they recognized him, then in these very words the Scripture says:
1:1308
Καὶ αὐτὸς ἄφαντος ἐγένετο ἀπ' αὐτῶν. Κἂν βούληται οὖν κοινοποιεῖν πρὸς ἕτερα φάσματα καὶ ἄλλους φαντασθέντας τὰ κατὰ τὸν Ἰησοῦν καὶ τοὺς ἰδόντας αὐτὸν μετὰ τὴν ἀνάστασιν Κέλσος, ἀλλὰ τοῖς εὐγνωμόνως καὶ φρονίμως ἐξετάζουσι τὰ πράγματα φανεῖται τὸ παραδο ξότερον
「祂就從他們眼前不見了。」因此,瑟蘇斯縱然想把關於耶穌、並那些在復活後看見祂之人的事,與別的幻象和別些見幻象的人混為一談,然而對那些公正而明智地察驗事實的人,這事更奇妙的性質必要顯明出來。
And he became invisible to them. So even if Celsus should wish to make the things concerning Jesus and those who saw him after the resurrection common to other apparitions and others who saw phantoms, yet to those who examine the facts fair-mindedly and prudently the more marvelous character will become apparent.
1:1309
Μετὰ ταῦτα Κέλσος οὐκ εὐκαταφρονήτως τὰ γεγραμμένα κακολογῶν φησιν ὅτι ἐχρῆν, εἴπερ ὄντως θείαν δύναμιν ἐκφῆναι ἤθελεν Ἰησοῦς, αὐτοῖς τοῖς ἐπηρεά σασι καὶ τῷ καταδικάσαντι καὶ ὅλως πᾶσιν ὀφθῆναι
在這些話之後,瑟蘇斯不無分量地詆毀所記載的事,說:倘若耶穌真想彰顯神能,本應顯現給那些侮辱過他的人,並給定他罪的人,簡言之給眾人看。
After these things Celsus, not contemptibly disparaging what is written, says that it was necessary, if Jesus really wished to manifest divine power, that he should have appeared to those very men who had insulted him, and to the one who condemned him, and in short to all.
1:1310
Ἀληθῶς γὰρ καὶ ἡμῖν φαίνεται κατὰ τὸ εὐαγγέλιον οὐχ οὕτω μετὰ τὴν ἀνάστασιν ὀφθείς, ὡς τὸ πρότερον δημοσίᾳ καὶ πᾶσιν ἐφαίνετο
因為,在我們看來,按福音書所載,他復活之後確實沒有像從前那樣公開地、向眾人顯現。
For truly to us also it appears, according to the gospel, that he did not after the resurrection appear in the same way as he formerly appeared publicly and to all.
1:1311
Ἀλλ' ἐν μὲν ταῖς Πράξεσιν γέγραπται·
然而在使徒行傳中記著說:
But in the Acts it is written:
1:1312
μαθηταῖς κατήγ γελλε τὰ περὶ τῆς βασιλείας τοῦ θεοῦ·
他向門徒宣講關於神國的事;
to the disciples he proclaimed the things concerning the kingdom of God;
1:1313
ἐν δὲ τοῖς εὐαγγελίοις οὐχ ὅτι ἀεὶ συνῆν αὐτοῖς, ἀλλ' ὅπου μὲν δι' ἡμερῶν ὀκτὼ ἐφάνη τῶν θυρῶν κεκλεισμένων ἐν μέσῳ αὐτῶν ὅπου δὲ κατά τινας τοιούτους τρόπους
而在福音書中,並非說他常與他們同在,乃是有一處說過了八日,門關著,他顯在他們中間;另一處則以某些這樣的方式顯現。
while in the gospels it is not that he was always with them, but in one place he appeared after eight days, the doors being shut, in their midst, and in another place in certain such manners.
1:1314
Καὶ Παῦλος δ' ἐν τοῖς τελευταίοις τῆς πρὸς Κορινθίους προτέρας, ὡς μὴ δημωδῶς αὐτοῦ ὀφθέντος ὁμοίως τῷ πρὸ τοῦ πάθους χρόνῳ, τοιαῦτα γράφει·
保羅也在哥林多前書的末尾,為要顯明他並不像受難前那段時期那樣公然被人看見,寫了這樣的話:
And Paul too, in the closing part of the first epistle to the Corinthians, as showing that he was not seen publicly in the same way as in the time before the passion, writes such things:
1:1315
Παρέδωκα γὰρ ὑμῖν ἐν πρώτοις, καὶ παρέλαβον, ὅτι Χριστὸς ἀπέθανεν ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν κατὰ τὰς γραφὰς καὶ ἀνέστη, καὶ ὅτι ὤφθη Κηφᾷ, εἶτα τοῖς δώδεκα
我當日所領受又傳給你們的,第一,就是基督照聖經所說,為我們的罪死了,並且復活了,又顯給磯法看,然後顯給十二使徒看。
For I delivered to you first of all that which I also received, that Christ died for our sins according to the Scriptures, and rose, and that he was seen by Cephas, then by the twelve.
1:1316
Ἔπειτα ὤφθη ἐπάνω πεντακοσίοις ἀδελφοῖς ἐφάπαξ, ὧν οἱ πλείονες μένουσιν ἕως ἄρτι, τινὲς δὲ ἐκοιμήθησαν
後來一時顯給五百多位弟兄看,其中一大半到如今還在,卻也有已經睡了的。
Then he was seen by more than five hundred brethren at once, of whom the greater part remain until now, but some have fallen asleep.
1:1317
Ἔπειτα ὤφθη Ἰακώβῳ, ἔπειτα τοῖς ἀποστόλοις πᾶσιν
以後顯給雅各看,再顯給眾使徒看。
Then he was seen by James, then by all the apostles.
1:1318
Ἔσχατον δὲ πάντων ὡσπερεὶ τῷ ἐκτρώματι ὤφθη κἀμοί. Μεγάλα μὲν οὖν τινα καὶ θαυμαστὰ καὶ μείζονα οὐ τῆς ἀξίας τῶν πολλῶν μόνον ἐν τοῖς πιστεύουσιν ἀλλὰ καὶ τῶν πάνυ προκοπτόντων ἐν τῷ λόγῳ ὑπολαμβάνω εἶναι τὰ τῶν κατὰ τὸν τόπον, ἐν οἷς αἰτία δηλωθείη ἂν τοῦ ἀναστάντα αὐτὸν ἐκ νεκρῶν μὴ ὁμοίως πεφηνέναι τῷ πρότερον χρόνῳ
末了也顯給我看;我如同未到產期而生的人一般。我以為與這題目相關的事,乃是重大、奇妙,且超乎眾多信徒、甚至超乎那在真道上頗有長進之人所配領會的——在這些事中,或可揭示他復活之後為何不像從前那樣顯現的緣由。
And last of all, as to one untimely born, he was seen by me also. Now I suppose that the matters connected with this place are great, marvelous, and beyond the worth not only of the many believers but even of those who have made considerable progress in the word—matters in which the reason might be disclosed why, having risen from the dead, he did not appear in the same way as in the former time.
1:1319
Ἀπὸ πλειόνων δὲ ὡς ἐν τοιούτῳ συγγράμματι, γραφομένῳ πρὸς τὸν κατὰ Χριστιανῶν καὶ τῆς πίστεως αὐτῶν λόγον, ὅρα εἰ δυνησόμεθα εὐλόγως ὀλίγα παραθέμενοι καθικέσθαι τῶν ἀκουσομένων τῆς ἀπολογίας
不過,在這樣一部著作中——這是為駁斥那敵對基督徒及其信仰的言論而寫——你且看,我們能否合理地略陳數端,以觸動那些將要聽我們申辯的人,從眾多論點中取其少數。
But of the many points, as in such a treatise—written against the discourse aimed at Christians and their faith—see whether we may be able, by reasonably setting forth a few things, to reach those who will hear our defense.
1:1320
Ἰησοῦς εἷς ὢν πλείονα τῇ ἐπινοίᾳ ἦν, καὶ τοῖς βλέπουσιν οὐχ ὁμοίως πᾶσιν ὁρώμενος
耶穌雖是一位,按著對他的種種領會卻是多重的;對看見他的人,他也不是向眾人都顯為一樣。
Jesus, being one, was many according to the conceptions of him, and to those who beheld him he was not seen alike by all.
1:1321
Καὶ ὅτι μὲν τῇ ἐπινοίᾳ πλείονα ἦν, καὶ σαφὲς ἐκ τοῦ Ἐγώ εἰμι ὁδὸς καὶ ἀλήθεια καὶ ζωὴ καὶ τοῦ Ἐγώ εἰμι ἄρτος καὶ τοῦ Ἐγώ εἰμι θύρα καὶ ἄλλων μυρίων
他按領會乃是多重的,這從以下的話可見:「我是道路、真理、生命」,「我是糧」,「我是門」,以及無數別的話。
And that he was many according to conception is clear from the words: I am the way and the truth and the life; and I am the bread; and I am the door; and from countless others.
1:1322
Ὅτι δὲ καὶ βλεπόμενος οὐχ ὡσαύτως τοῖς βλέπουσιν ἐφαίνετο, ἀλλ' ὡς ἐχώρουν οἱ βλέποντες, σαφὲς ἔσται τοῖς ἐφιστᾶσι, διὰ τί μέλλων μεταμορφοῦσθαι ἐν τῷ ὑψηλῷ ὄρει οὐδὲ τοὺς ἀποστόλους πάντας παρείληφεν ἀλλὰ μόνους τὸν Πέτρον καὶ τὸν Ἰάκωβον καὶ τὸν Ἰωάννην, ὡς μόνους χωροῦντας τὴν τότε δόξαν αὐτοῦ θεωρῆσαι, δυναμένους δὲ καὶ τοὺς ὀφθέντας ἐν δόξῃ Μωϋσέα καὶ Ἠλίαν κατανοῆσαι καὶ ἀκοῦσαι συλλαλούντων αὐτῶν καὶ τῆς ἀπὸ τῆς νεφέλης οὐρανόθεν φωνῆς
他即使被人看見,也不向看見的人都顯為一樣,乃是照看見者的容量而顯——這一點,凡留意者必能明白:他將要在高山上變像時,為何沒有帶上眾使徒,只帶彼得、雅各、約翰,因為惟有他們那時能仰望他的榮耀,也能認出那在榮耀中顯現的摩西和以利亞,並聽見他們與他談論,以及那從雲中、從天上發出的聲音。
And that, even when seen, he did not appear alike to those who beheld, but according as the beholders had capacity, will be clear to those who attend to why, when about to be transfigured on the high mountain, he did not take all the apostles but only Peter and James and John, as alone able to behold his glory at that time, and able too to discern Moses and Elijah, who appeared in glory, and to hear them as they conversed with him, and the voice from the cloud out of heaven.
1:1323
Ἐγὼ δ' οἶμαι ὅτι καὶ πρὸ τοῦ ἀναβῆναι εἰς τὸ ὄρος, ἔνθα προσῆλθον αὐτῷ μόνοι οἱ μαθηταὶ καὶ ἐδίδασκεν αὐτοὺς τὰ περὶ τῶν μακαρισμῶν, ἡνίκα κάτω που ὢν τοῦ ὄρους ὀψίας γενομένης ἐθεράπευσεν τοὺς προσελθόντας αὐτῷ, ἀπαλλάσσων πάσης νόσου καὶ πάσης μαλακίας, οὐχ αὐτὸς ἐφαίνετο τοῖς κάμνουσι καὶ δεομένοις αὐτοῦ θεραπεύοντος καὶ τοῖς διὰ τὸ ὑγιαίνειν συναναβῆναι αὐτῷ εἰς τὸ ὄρος δυνηθεῖσιν
我也以為,甚至在他上山以前——就是門徒獨自到他那裡、他教導他們論福之事的時候,當他在山下某處、到了傍晚醫治來到他跟前的人,使他們脫離各樣疾病、各樣軟弱之時——他在那些患病、需要他醫治之人眼中,與那些因身體康健而能與他同上山之人眼中,並不顯為同一個樣子。
And I think that even before he went up into the mountain—where the disciples alone came to him and he taught them concerning the beatitudes, when, being somewhere down below the mountain in the evening, he healed those who came to him, delivering them from every disease and every sickness—he did not appear the same to those who were sick and needed his healing as to those who, being healthy, were able to go up with him into the mountain.
1:1324
Αλλὰ καὶ εἴπερ κατ' ἰδίαν τοῖς ἰδίοις μαθηταῖς ἐπέλυεν τὰς παραβολάς, μετ' ἐπικρύψεως τοῖς ἔξω ὄχλοις εἰρημένας, ὥσπερ ταῖς ἀκοαῖς ἦσαν κρείττους οἱ ἀκούοντες τῆς λύσεως τῶν παραβολῶν παρὰ τοὺς ἀκούοντας τῶν χωρὶς λύσεων παραβολῶν, οὕτως καὶ ταῖς ὄψεσι πάντως μὲν τῆς ψυχῆς, ἐγὼ δ' ἡγοῦμαι ὅτι καὶ τοῦ σώματος
再者,即使他私下向自己的門徒解明那些向外面群眾隱晦所說的比喻,那麼,正如在聽覺上,聽見比喻解釋的人勝過那些只聽比喻而無解釋的人,照樣在視覺上也是如此——這固然指魂的視覺,但我以為也指身體的視覺。
But also, even if privately to his own disciples he explained the parables that had been spoken with concealment to the outside crowds, then just as in their hearing those who heard the explanation of the parables were superior to those who heard the parables without explanations, so too in their sight—certainly that of the soul, but I think also that of the body.
1:1325
Δηλοῖ δὲ μὴ τὸν αὐτὸν ἀεὶ φαίνεσθαι τὸ Ἰούδαν μέλλοντα αὐτὸν προδιδόναι εἰρηκέναι ὡς μὴ εἰδόσιν αὐτὸν τοῖς συναπερχο μένοις αὐτῷ ὄχλοις·
他並非總是顯為一樣,這也可由將要賣他的猶大顯明:猶大對那同行的群眾說的話,彷彿他們認不出他來:
And that he did not always appear the same is shown by Judas, who was about to betray him, having said to the crowds going along with him, as though they did not know him:
1:1326
Ὃν ἐὰν φιλήσω, αὐτός ἐστι. Τοιοῦτο δ' οἶμαι καὶ αὐτὸν τὸν σωτῆρα ἐμφαίνειν διὰ τοῦ·
「我與誰親嘴,誰就是他。」我以為救主自己也藉這話指出這樣的事:
Whomever I shall kiss, he is the one. And I think the Savior himself also indicates such a thing through the words:
1:1327
Καθ' ἡμέραν μεθ' ὑμῶν ἤμην ἐν τῷ ἱερῷ διδάσκων, καὶ οὐκ ἐκρατήσατέ με. Ὡς περὶ τηλικούτου οὖν φερόμενοι ἡμεῖς τοῦ Ἰησοῦ οὐ μόνον κατὰ τὴν ἔνδον καὶ ἀποκεκρυμμένην τοῖς πολλοῖς θειότητα ἀλλὰ καὶ κατὰ τὸ μεταμορφούμενον σῶμα, ὅτ' ἐβούλετο καὶ οἷς ἐβούλετο, φαμὲν ὅτι τὸν μὲν μὴ ἀπεκδυσάμενον τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας Ἰησοῦν καὶ μηδέπω ἀποθανόντα τῇ ἁμαρτίᾳ πάντες βλέπειν ἐχώρουν, τὸν δ' ἀπεκδυσάμενον τὰς ἀρχὰς καὶ τὰς ἐξου σίας καὶ μηκέτ' ἔχοντά τι χωρητὸν ὁραθῆναι τοῖς πολλοῖς οὐχ οἷοί τε ἦσαν αὐτὸν βλέπειν οἱ πρότερον αὐτὸν ἰδόντες πάντες·
「我天天同你們在殿裡教導,你們並沒有拿我。」我們既如此看待耶穌——不單看他向眾人隱藏的內在神性,也看他那按己意、向所願之人變化的身體——便說:那尚未脫去執政掌權者、尚未向罪死的耶穌,眾人都有容量看見;但那已脫去執政掌權者、不再有甚麼可被多人看見之物的他,那從前都看見過他的人就不能再看見了;
Daily I was with you in the temple teaching, and you did not seize me. We then, who carry such a view of Jesus—not only as to the inner divinity hidden from the many, but also as to the body that was transfigured when he wished and for whom he wished—say that those who had not yet stripped off the principalities and powers, and who had not yet died to sin, all had the capacity to behold the Jesus who had not put off the principalities and powers; but the one who had stripped off the principalities and powers and no longer had anything capable of being seen by the many—him those who had formerly all seen him were not able to behold;
1:1328
ὅθεν φειδόμενος αὐτῶν οὐκ ἐφαίνετο πᾶσιν ἀναστὰς ἐκ νεκρῶν
因此,他為顧惜他們,復活之後並沒有向眾人顯現。
wherefore, sparing them, he did not appear to all after rising from the dead.
1:1329
Καὶ τί λέγω πᾶσιν; Οὐδὲ γὰρ αὐτοῖς τοῖς ἀποστόλοις καὶ τοῖς μαθηταῖς ἀεὶ συνῆν ἀεὶ ἐφαίνετο, μὴ δυναμένοις αὐτοῦ χωρῆσαι τὴν θεωρίαν διηνεκῶς
我何必說「向眾人」呢?因為他連對使徒自己和門徒,也不是常在或常顯,因為他們不能持續不斷地承受對他的觀看。
And why do I say "to all"? For not even to the apostles themselves and to the disciples was he always present or always appearing, since they were unable to bear the continual contemplation of him.
1:1330
Ματθίου ἀντὶ τοῦ Ἰούδα καταταχθέντος, καὶ μετ' ἐκείνους πεντακοσίοις ἀδελφοῖς ἐφάπαξ, ἔπειτα ὤφθη Ἰακώβῳ, ἔπειτα τοῖς ἑτέροις παρὰ τοὺς δώδεκα ἀποστόλοις πᾶσι, τάχα τοῖς ἑβδομήκοντα, ἔσχατον δὲ πάντων Παύλῳ τῷ ὡσπερεὶ ἐκτρώματι καὶ ἐπισταμένῳ, πῶς ἔλεγεν·
馬提亞被選立代替猶大,在那些人之後,又一時顯給五百多位弟兄看;然後顯給雅各看;再顯給十二使徒以外其餘的使徒看,或許是那七十人;末了顯給保羅看,如同顯給一個未到產期而生的人,他深知自己為何說:
Matthias having been appointed in place of Judas, and after those to the five hundred brethren at once; then he was seen by James, then by the rest of the apostles besides the twelve, perhaps the seventy; and last of all by Paul, as by one untimely born, who knew how he said:
1:1331
Ἐμοὶ τῷ ἐλαχιστοτέρῳ πάντων ἁγίων ἐδόθη χάρις αὕτη. Καὶ τάχα τὸ ἐλαχιστοτέρῳ ἴσον ἐστὶ τῷ ἐκτρώματι
「這恩典賜給我這比眾聖徒中最小的還小的人。」或許「最小的」就等於「未到產期而生的」。
To me, the least of all saints, was this grace given. And perhaps "the least" is equivalent to "one untimely born."
1:1332
Ὥσπερ οὖν οὐκ ἄν τις εὐκόλως ἐγκαλέσαι τῷ Ἰησοῦ μὴ παραλαμβάνοντι πάντας τοὺς ἀποστόλους εἰς τὸ ὑψηλὸν ὄρος ἀλλὰ μόνους τοὺς προειρημένους τρεῖς, ἡνίκα ἔμελλε μεταμορφοῦσθαι καὶ τὴν λαμπρότητα δεικνύναι τῶν ἱματίων ἑαυτοῦ καὶ τὴν δόξαν Μωϋσέως καὶ Ἠλίου συλλαλούντων αὐτῷ, οὕτως οὖν οὐκ ἂν τοῖς ἀποστολικοῖς λόγοις μέμφοιτ' ἄν τις εὐλόγως εἰσάγουσιν ὦφθαι τὸν Ἰησοῦν μετὰ τὴν ἀνάστασιν οὐ πᾶσιν, ἀλλ' οἷς οἶδεν ἀνειληφόσιν ὀφθαλμοὺς χωροῦντας ἰδεῖν τὴν ἀνάστασιν αὐτοῦ
正如沒有人能輕易責怪耶穌:當他將要變像、顯出他衣裳的光輝,以及摩西、以利亞與他談論的榮耀時,沒有帶眾使徒上高山,只帶前面所提的三人;照樣,也沒有人能合理地挑剔使徒的話,說他們引介耶穌復活後不向眾人顯現,只向他所知道、已領受了能看見他復活之眼目的人顯現。
Just as, then, no one could easily blame Jesus for not taking all the apostles up into the high mountain, but only the three previously mentioned, when he was about to be transfigured and to show the splendor of his garments and the glory of Moses and Elijah as they conversed with him, so neither could anyone reasonably find fault with the apostolic words for introducing that Jesus appeared after the resurrection not to all, but to those whom he knew to have received eyes capable of seeing his resurrection.
1:1333
Χρήσιμον δ' οἶμαι πρὸς ἀπολογίαν τῶν προκειμένων ἐστὶ καὶ τὸ οὕτως εἰρημένον περὶ αὐτοῦ·
我也以為,以下這樣論到他的話,對我們眼前事項的辯護是有益的:
And I think it useful, for the defense of the matters before us, also what is thus spoken concerning him:
1:1334
Εἰς τοῦτο γὰρ Χριστὸς ἀπέθανε καὶ ἀνέστη, ἵνα καὶ νεκρῶν καὶ ζώντων κυριεύσῃ. Ὅρα γὰρ ἐν τούτοις ὅτι ἀπέθανεν Ἰησοῦς, ἵνα νεκρῶν κυριεύσῃ, καὶ ἀνέστη, ἵνα μὴ μόνον νεκρῶν ἀλλὰ καὶ ζώντων κυριεύσῃ
「因為基督死了又活了,為要作死人並活人的主。」你且看這話:耶穌死,為要作死人的主;復活,為要不單作死人的主,也作活人的主。
For to this end Christ died and rose, that he might be Lord both of the dead and of the living. For see in these words that Jesus died in order to be Lord of the dead, and rose in order to be Lord not only of the dead but also of the living.
1:1335
Καὶ οἶδέ γε ἀπόστολος νεκροὺς μέν, ὧν κυριεύει Χριστός, τοὺς οὕτως κατειλεγμένους ἐν τῇ πρὸς Κορινθίους προτέρᾳ·
使徒確實知道,基督作其主的那些死人,就是哥林多前書中這樣列舉的人:
And the apostle indeed knows the dead, over whom Christ is Lord, to be those thus enumerated in the first epistle to the Corinthians:
1:1336
Σαλπίσει γάρ, καὶ οἱ νεκροὶ ἐγερθήσονται ἄφθαρτοι, ζῶντας δὲ αὐτοὺς καὶ τοὺς ἀλλαγησομένους, ἑτέρους ὄντας τῶν ἐγερθη σομένων νεκρῶν
「因為號筒要響,死人要復活成為不朽壞的」;而那些活人,連同他們自己和將要改變的人,乃是有別於那將要復活之死人的。
For the trumpet shall sound, and the dead shall be raised incorruptible; and the living to be those, themselves and those who shall be changed, who are other than the dead who shall be raised.
1:1337
Ἔχει δὲ καὶ περὶ τούτων λέξις οὕτως·
關於這些人,經文如此寫道:
And concerning these the wording stands thus:
1:1338
Καὶ ἡμεῖς ἀλλαγησόμεθα, ἑξῆς εἰρημένη τῷ Οἱ νεκροὶ ἐγερθήσονται πρῶτον
「我們也要改變」,這話接在「死人要先復活」之後說出。
And we shall be changed, said next after, The dead shall be raised first.
1:1339
Ἀλλὰ καὶ ἐν τῇ πρὸς Θεσσαλονικεῖς προτέρᾳ ἐν ἑτέραις λέξεσι τὴν αὐτὴν διαφορὰν παριστάς, φησὶν ἄλλους μὲν εἶναι τοὺς κοιμωμένους ἄλλους δὲ τοὺς ζῶντας λέγων·
在帖撒羅尼迦前書中,他也用別樣的話陳明同一分別,說有些人是睡了的,另有些人是活著的:
But also in the first epistle to the Thessalonians, presenting the same distinction in other words, he says there are some who are asleep and others who are living, saying:
1:1340
Οὐ θέλομεν δὲ ὑμᾶς ἀγνοεῖν, ἀδελφοί, περὶ τῶν κοιμωμένων, ἵνα μὴ λυπῆσθε ὡς καὶ οἱ λοιποὶ οἱ μὴ ἔχοντες ἐλπίδα
「弟兄們,論到睡了的人,我們不願意你們不知道,恐怕你們憂傷,像那些沒有指望的人一樣。
But we do not wish you to be ignorant, brethren, concerning those who sleep, that you may not grieve as others do who have no hope.
1:1341
Εἰ γὰρ πιστεύομεν ὅτι Ἰησοῦς ἀπέθανε καὶ ἀνέστη, οὕτως θεὸς καὶ τοὺς κοιμηθέντας διὰ τοῦ Ἰησοῦ ἄξει σὺν αὐτῷ
我們若信耶穌死而復活了,照樣,那些藉著耶穌已睡的人,神也必將他們與耶穌一同帶來。
For if we believe that Jesus died and rose, even so God will bring with him through Jesus those who have fallen asleep.
1:1342
Τοῦτο γὰρ ὑμῖν λέγομεν ἐν λόγῳ κυρίου, ὅτι ἡμεῖς οἱ ζῶντες οἱ περιλειπόμενοι εἰς τὴν παρου σίαν τοῦ κυρίου οὐ μὴ φθάσωμεν τοὺς κοιμηθέντας. Τὴν δὲ φανεῖσαν ἡμῖν εἰς τοὺς τόπους διήγησιν ἐξεθέμεθα ἐν οἷς ὑπηγορεύσαμεν ἐξηγητικοῖς τῆς πρὸς Θεσσαλονικεῖς προτέρας ἐπιστολῆς
我們現在憑主的話告訴你們一件事:我們這活著還存留到主來的人,斷不能在那已睡的人之先。」我們在所口授、論帖撒羅尼迦前書的釋義筆記中,已陳明在這些要點上向我們顯明的解釋。
For this we say to you in the word of the Lord, that we who are alive, who remain unto the coming of the Lord, shall in no way precede those who have fallen asleep. And the explanation that has appeared to us on these points we have set forth in the expository notes we dictated on the first epistle to the Thessalonians.
1:1343
Καὶ μὴ θαύμαζε, εἰ μὴ πάντες βλέπουσιν οἱ πεπιστευ κότες ὄχλοι τῷ Ἰησοῦ τὴν ἀνάστασιν αὐτοῦ·
你也不要希奇,信耶穌的群眾並非都能看見他的復活;
And do not marvel if not all the crowds who have believed in Jesus behold his resurrection;
1:1344
ὅτε ὡς μὴ χωροῦσι πλείονα Κορινθίοις Παῦλος γράφων φησίν·
因為保羅寫信給哥林多人,如同寫給不能承受更多之人,說:
since Paul, writing to the Corinthians as to those unable to bear more, says:
1:1345
Ἐγὼ δὲ ἔκρινα μηδὲν εἰδέναι ἐν ὑμῖν εἰ μὴ Ἰησοῦν Χριστὸν καὶ τοῦτον ἐσταυρωμένον. Τοιοῦτον δέ ἐστι καὶ τό·
「因為我曾定了主意,在你們中間不知道別的,只知道耶穌基督並他釘十字架。」這一句也是如此:
But I determined to know nothing among you except Jesus Christ, and him crucified. And such too is this:
1:1346
ἀλλ' οὐδὲ ἔτι νῦν δύνασθε, ἔτι γὰρ σαρκικοί ἐστε. Οὕτω τοίνυν πάντα κρίσει θείᾳ ποιῶν λόγος ἀνέγραψε περὶ τοῦ Ἰησοῦ, πρὸ μὲν τοῦ πάθους ἁπαξαπλῶς φανέντος τοῖς πλείοσι καὶ τοῦτο οὐκ ἀεί, μετὰ δὲ τὸ πάθος οὐκέτι ὁμοίως ἐπιφαινομένου ἀλλὰ μετά τινος κρίσεως ἑκάστῳ μετρούσης τὰ δέοντα
「就是如今你們還是不能,因為你們仍是屬肉體的。」如此,聖言憑神聖的判斷行一切事,記載關於耶穌:受難之前,他只略略向多人顯現,且不是時常如此;受難之後,他不再像從前那樣顯現,乃是憑著某種判斷,按各人所需要的分量量給他。
but neither yet now are you able, for you are still carnal. Thus then, doing all things by divine judgment, the word recorded concerning Jesus that before the passion he simply appeared to the many, and this not always, but after the passion no longer appeared in the same way, but with a certain judgment measuring out to each what was fitting.
1:1347
Ὥσπερ δ' ἀναγέγραπ ται τὸ Ὤφθη θεὸς τῷ Ἀβραὰμἤ τινι τῶν ἁγίων, καὶ τὸ ὤφθη τοῦτο οὐκ ἀεὶ ἐγίνετο ἀλλ' ἐκ διαλειμμάτων, καὶ οὐ πᾶσιν ἐφαίνετο·
正如記載神向亞伯拉罕或向某些聖徒顯現,而這顯現並非時常發生,乃是間或為之,且不向眾人顯現,
And just as it is recorded that God appeared to Abraham or to some of the saints, and this appearing did not happen always but at intervals, and not to all did he appear,
1:1348
οὕτω μοι νόει καὶ τὸν υἱὸν τοῦ θεοῦ ὦφθαι τῇ παραπλησίᾳ περὶ ἐκείνων εἰς τὸ ὦφθαι αὐτοῖς τὸν θεὸν κρίσει
照樣,你當為我這樣領會:神的兒子被人看見,乃與神向那些人顯現極為相似,他乃是憑判斷被他們看見的。
so understand for me that the Son of God was seen in a manner closely resembling the appearing of God to those, that he was seen by them by a judgment.
1:1349
Ἀπελογησάμεθα οὖν κατὰ τὸ δυνατὸν ἡμῖν ὡς ἐν τοιούτῳ συγγράμματι πρὸς τὸ ἐχρῆν, εἴπερ ὄντως ἐκφῆναι θείαν δύναμιν ἤθελεν, αὐτοῖς τοῖς ἐπηρεάσασι καὶ τῷ καταδικάσαντι καὶ ὅλως πᾶσιν ὀφθῆναι
因此,我們已在這樣一部著作中盡我們所能,辯護了那論點:倘若他真想彰顯神能,本應顯現給那些侮辱過他的人,並給定他罪的人,簡言之給眾人。
We have therefore made our defense, as far as was possible for us in such a treatise, against the claim that it was necessary, if he really wished to manifest divine power, that he should have appeared to those very men who had insulted him, and to the one who condemned him, and in short to all.
1:1350
Οὐκ ἐχρῆν οὖν τῷ καταδικάσαντι αὐτὸν ὀφθῆναι οὐδὲ τοῖς ἐπηρεάσασιν
那麼,他並不必顯現給那定他罪的人,也不必顯現給那些侮辱過他的人。
It was not necessary, then, for him to appear to the one who condemned him, nor to those who insulted him.
1:1351
Ἐφείδετο γὰρ καὶ τοῦ καταδικάσαντος καὶ τῶν ἐπηρεα σάντων Ἰησοῦς, ἵνα μὴ παταχθῶσιν ἀορασίᾳ, ὁποίᾳ οἱ ἐν Σοδόμοις ἐπατάχθησαν, ἡνίκα ἐπεβούλευον τῇ ὥρᾳ τῶν ξενισθέντων παρὰ τῷ Λὼτ ἀγγέλων
因為耶穌顧惜那定他罪的人和那些侮辱他的人,免得他們被擊打致瞎,如同所多瑪人——當他們圖謀加害那受羅得款待之天使的客旅之時——所遭的擊打。
For Jesus spared both the one who condemned him and those who insulted him, lest they be struck with blindness, such as that with which those in Sodom were struck when they plotted against the hospitality shown to the angels entertained by Lot.
1:1352
Καὶ τοῦτο δὲ δηλοῦται διὰ τούτων·
這可由下面的話顯明:
And this is shown by these words:
1:1353
Ἐκτείναντες δὲ οἱ ἄνδρες τὰς χεῖρας ἐσπάσαντο τὸν Λὼτ πρὸς ἑαυτοὺς εἰς τὸν οἶκον, καὶ τὴν θύραν ἀπέκλεισαν·
「只是那兩個人伸出手來,將羅得拉進屋去,把門關上;
But the men stretched out their hands and drew Lot to themselves into the house, and shut the door;
1:1354
τοὺς δὲ ἄνδρας τοὺς ἐπὶ τῇ θύρᾳ τοῦ οἴκου ἐπάταξαν ἀορασίᾳ ἀπὸ μικροῦ ἕως μεγάλου·
並且擊打門口的人,無論大小,都使他們眼目昏迷;」
and they struck the men who were at the door of the house with blindness, from the small to the great;
1:1355
οὖσαν ἑκάστῳ τῶν δυναμένων αὐτὴν ἰδεῖν, καὶ κατὰ τὸ μέτρον ἰδεῖνἃ ἐχώρει
[他的顯現]乃是給各個能看見的人預備的,並照各人所能容受的分量去看見。
[his appearing] being available to each of those able to see it, and to see according to the measure of what each could contain.
1:1356
Καὶ οὐ δή που δι' ἄλλο ἐφυλάξατο ὀφθῆναι διὰ τὰς δυνάμεις τῶν μὴ χωρούντων αὐτὸν ἰδεῖν
他防備不被看見,確實不為別的緣故,只因那些不能承受看見他之人的容量。
And surely it was for no other reason that he guarded against being seen, except on account of the capacities of those unable to bear the sight of him.
1:1357
Καὶ μάτην παρελήφθη τῷ Κέλσῳ τὸ οὐ γὰρ δὴ ἔτι ἐφοβεῖτό τινα ἀνθρώπων ἀποθανὼν καί, ὥς φατε, θεὸς ὤν, οὐδ' ἐπὶ τοῦτ' ἐπέμφθη τὴν ἀρχήν, ἵνα λάθῃ
瑟蘇斯也徒然假定說:「因為他既已死了,又如你們所說是神,就不再懼怕任何人;他起初被差來,也不是為要隱藏。」
And it was idly assumed by Celsus that for he no longer feared any man, having died and being, as you say, a god, nor was he sent for this in the first place, that he should be hidden.
1:1358
Ἐπέμφθη γὰρ οὐ μόνον, ἵνα γνωσθῇ, ἀλλ' ἵνα καὶ λάθῃ
因為他被差來,不單是為叫人認識他,也是為叫他得以隱藏。
For he was sent not only that he might be known, but also that he might remain hidden.
1:1359
Οὐ γὰρ πᾶν, ἦν, καὶ οἷς ἐγινώσκετο ἐγινώσκετο, ἀλλά τι αὐτοῦ ἐλάνθανεν αὐτούς·
因為他的全貌,連那些認識他的人也未盡認識,其中總有某些是他們所不知道的;
For not all that he was, was known even to those by whom he was known, but something of him remained hidden from them;
1:1360
τισὶ δ' οὐδ' ὅλως ἐγινώσκετο
對另一些人,他則全然不為人所識。
and to some he was not known at all.
1:1361
Καὶ ἀνέῳξε δὲ φωτὸς πύλας τοῖς γενομένοις μὲν σκότους καὶ νυκτὸς υἱοῖς, ἐπιδεδωκόσι δὲ ἑαυτοὺς εἰς τὸ γενέσθαι υἱοὺς ἡμέρας καὶ φωτός
他為那些原已成為黑暗與黑夜之子、卻又獻上自己去作白晝與光明之子的人,開了光明的門。
And he opened the gates of light to those who had become sons of darkness and night, but who had given themselves over to becoming sons of day and of light.
1:1362
Καὶ ἦλθε σωτὴρ κύριος ἡμῖν μᾶλλον ὡς ἰατρὸς ἀγαθὸς τοῖς ἁμαρτιῶν μεστοῖς τοῖς δικαίοις
主我們的救主來,寧可作良醫,是為那充滿罪惡的人,而非為義人。
And the Lord our Savior came rather as a good physician to those full of sins than to the righteous.
1:1363
Ἴδωμεν δὲ τίνα τρόπον φησὶν παρὰ τῷ Κέλσῳ Ἰουδαῖος ὅτι εἰ δ' οὖν τό γε τοσοῦτον ὤφειλεν εἰς ἐπίδειξιν θεότητος, ἀπὸ τοῦ σκόλοπος γοῦν εὐθὺς ἀφανὴς γενέσθαι
讓我們看看瑟蘇斯筆下那猶太人是怎樣說的:「他若至少該為彰顯神性做這麼一件事,起碼也該立刻從十字架上消失。」
Let us see in what manner the Jew in Celsus says that if at any rate he ought to have done this much for the display of his divinity, he should at least have vanished straightway from the cross.
1:1364
Καὶ τοῦτο δὲ δοκεῖ μοι ὅμοιον εἶναι τῷ λόγῳ τῶν ἀντιδια τασσόντων τῇ προνοίᾳ καὶ διαγραφόντων ἑαυτοῖς ἕτερα παρὰ τὰ ὄντα καὶ λεγόντων ὅτι βέλτιον ἦν, εἰ οὕτως εἶχεν κόσμος, ὡς διεγράψαμεν
這話在我看來,也如同那些起來與神的眷顧作對之人的論調:他們替自己描畫出與現存事物相異的圖樣,說「世界若如我們所描畫的那樣,豈不更好」。
And this too seems to me like the argument of those who array themselves against providence and sketch out for themselves things other than what exist, saying that it would have been better if the world had been as we have sketched it.
1:1365
Ὅπου μὲν γὰρ δυνατὰ διαγρά φουσιν, ἐλέγχονται χείρονα ποιοῦντες τὸ ὅσον ἐφ' ἑαυτοῖς καὶ τῇ διαγραφῇ αὐτῶν τὸν κόσμον, ὅπου δὲ δοκοῦσι μὴ χείρονα ἀναζωγραφεῖν τῶν ὄντων, ἀποδείκνυνται τὰ τῇ φύσει ἀδύνατα βουλόμενοι·
因為他們在描畫可能之事的地方,就被證明:就其本身與其圖樣所及,乃是把世界弄得更壞;而在他們似乎並未描畫比現存更壞之事的地方,則顯出他們乃是妄想那本性上不可能的事;
For where they sketch out things possible, they are convicted of making the world worse, as far as in them lies and by their sketch; but where they seem not to be depicting things worse than what exist, they are shown to be wishing for things naturally impossible;
1:1366
ὡς ἑκατέρως αὐτοὺς καταγε λάστους εἶναι
以致無論哪一面,他們都是可笑的。
so that in either case they are ridiculous.
1:1367
Καὶ ἐνθάδε τοίνυν ὅτι μὲν οὐκ ἀδύνατον ἠξίωσεν τῇ θειοτέρᾳ φύσει, ἵν' ὅταν βούληται ἀφανὴς γένηται, καὶ αὐτόθεν μὲν δῆλον σαφὲς δὲ καὶ ἐκ τῶν γεγραμ μένων περὶ αὐτοῦ τοῖς μὴ τινὰ μὲν τῶν γεγραμμένων προσιεμένοις, ἵνα κατηγορήσωσι τοῦ λόγου, τινὰ δὲ πλάσματα οἰομένοις τυγχάνειν
在這裡也是如此:那更具神性的本性,凡在所願之時得以隱形,並非不可能——這既本身顯而易見,又可從關於他所記載的事得以清楚——至少對那些並不一面採信某些所記之事以控告聖言、一面又把其餘當作捏造之人而言。
And here too, then, that it was not impossible for the more divine nature to become invisible whenever it wished, is both evident of itself and clear from the things written about him—to those who do not, while admitting some of the things written in order to accuse the word, suppose others to be fabrications.
1:1368
Γέγραπται δὲ ἐν τῷ κατὰ Λουκᾶν ὅτι μετὰ τὴν ἀνάστασιν λαβὼν τὸν ἄρτον Ἰησοῦς εὐλόγησε καὶ κλάσας ἐπεδίδου τῷ Σίμωνι καὶ τῷ Κλεόπᾳ·
路加福音中記著,耶穌復活後拿起餅來,祝謝了,擘開,遞給西門和革流巴;
And it is written in Luke that after the resurrection Jesus, taking bread, blessed it and, having broken it, gave it to Simon and Cleopas;
1:1369
λαβόντων δ' αὐτῶν τὸν ἄρτον διηνοίχθησαν αὐτῶν οἱ ὀφθαλμοί, καὶ ἐπέγνωσαν αὐτόν·
他們拿了餅,眼睛就明亮了,認出他來;
and when they had taken the bread, their eyes were opened and they recognized him;
1:1370
καὶ αὐτὸς ἄφαντος ἐγένετο ἀπ' αὐτῶν
他卻從他們眼前不見了。
and he became invisible to them.
1:1371
Θέλομεν δὲ παραστῆσαι, πῶς οὐ χρησιμώτερον ἦν πρὸς τὴν οἰκονομίαν ὅλην τὸ εὐθὺς ἀπὸ τοῦ σκόλοπος αὐτὸν ἀφανῆ γενέσθαι σωματικῶς
但我們要說明:他若立刻從十字架上以身體隱沒,對整個救恩計畫並不會更有益。
But we wish to show how it would not have been more useful for the whole economy that he should straightway have become bodily invisible from the cross.
1:1372
Τὰ συμβεβηκέναι ἀναγε γραμμένα τῷ Ἰησοῦ οὐκ ἐν ψιλῇ τῇ λέξει καὶ τῇ ἱστορίᾳ τὴν πᾶσαν ἔχει θεωρίαν τῆς ἀληθείας·
記載發生在耶穌身上的事,並不在那字面與歷史之中含有對真理的全部觀照;
The things recorded to have happened to Jesus do not contain the whole contemplation of the truth in the bare letter and the history;
1:1373
ἕκαστον γὰρ αὐτῶν καὶ σύμβολόν τινος εἶναι παρὰ τοῖς συνετώτερον ἐντυγχάνουσι τῇ γραφῇ ἀποδείκνυται
因為對那些更明智地閱讀聖經的人,其中每一件事都顯為某事的表記。
for each of them is shown, to those who read the Scripture more intelligently, to be also a symbol of something.
1:1374
Ὥσπερ οὖν τὸ σταυρωθῆναι αὐτὸν ἔχει τὴν δηλουμένην ἀλήθειαν ἐν τῷ Χριστῷ συνεσ ταύρωμαι καὶ τῷ σημαινομένῳ ἐκ τοῦ Ἐμοὶ δὲ μὴ γένοιτο καυχᾶσθαι εἰ μὴ ἐν τῷ σταυρῷ τοῦ κυρίου μου Ἰησοῦ Χριστοῦ, δι' οὗ ἐμοὶ κόσμος ἐσταύρωται κἀγὼ τῷ κόσμῳ, καὶ θάνατος αὐτοῦ ἀναγκαῖος διὰ τὸὋ γὰρ ἀπέθανε, τῇ ἁμαρτίᾳ ἀπέθανεν ἐφάπαξ καὶ διὰ τὸ τὸν δίκαιον λέγειν·
正如他被釘十字架,含有「我已經與基督同釘十字架」所指明的真理,以及「但我斷不以別的誇口,只誇我們主耶穌基督的十字架;因這十字架,就我而論,世界已經釘在十字架上,就世界而論,我已經釘在十字架上」所表記的意思;而他的死乃是必要的,因為「他死,是向罪死了,只有一次」,並因那義人說:
Just as, then, his being crucified holds the truth indicated in I have been crucified with Christ, and that which is signified by But far be it from me to glory, save in the cross of our Lord Jesus Christ, through whom the world has been crucified to me and I to the world; and his death is necessary because of For in that he died, he died to sin once for all, and because the righteous one says:
1:1375
Συμμορφιζόμενος τῷ θανάτῳ αὐτοῦ καὶ τὸ Εἰ γὰρ συναπεθάνομεν, καὶ συζήσομεν οὕτως καὶ ταφὴ αὐτοῦ φθάνει ἐπὶ τοὺς συμμόρφους τοῦ θανάτου αὐτοῦ καὶ τοὺς συσταυρωθέντας αὐτῷ καὶ συναπο θανόντας, καθὸ καὶ τῷ Παύλῳ λέλεκται τό·
「效法他的死」,以及「我們若與他同死,也必與他同活」——照樣,他的埋葬也及於那些效法他之死、與他同釘十字架、與他同死的人,正如對保羅所說的:
Being conformed to his death, and For if we died with him, we shall also live with him—so too his burial reaches to those conformed to his death and crucified together with him and dying together with him, in accordance with what is said also to Paul:
1:1376
Συνετάφημεν γὰρ αὐτῷ διὰ τοῦ βαπτίσματος καὶ συνανέστημεν αὐτῷ
「我們藉著洗禮與他一同埋葬,也與他一同復活了。」
For we were buried with him through baptism, and we rose together with him.
1:1377
Ἡμεῖς δὲ καὶ τὰ περὶ τῆς ταφῆς καὶ τοῦ μνημείου καὶ τοῦ θάψαντος ἀναγεγραμμένα εὐκαιρότερον διὰ πλειόνων ἐν ἄλλοις, ἔνθα προηγουμένως ἔστι περὶ τούτων λέγειν, διηγη σόμεθα
至於關於埋葬、墳墓,以及埋葬他之人的記載,我們要在更合宜之處、更詳盡地另行闡釋,因那裡更適合論這些事。
But the things recorded concerning the burial, the tomb, and the one who buried him, we shall expound more opportunely at greater length elsewhere, where it is more proper to speak about these matters.
1:1378
Νυνὶ δ' αὐτάρκης καθαρὰ σινδών, ἐν ἔδει τὸ καθαρὸν ἐντυλιχθῆναι σῶμα τοῦ Ἰησοῦ, καὶ τὸ καινὸν μνημεῖον, ἐλατόμησεν ἐν τῇ πέτρᾳ Ἰωσήφ, οὗ οὐκ ἦν οὔπω οὐδεὶς κείμενος, , ὡς Ἰωάννης φησίν, ἐν οὐδέπω οὐδεὶς ἐτέθη
但目前只需注意那塊潔淨的細麻布——耶穌潔淨的身體必須裹在其中——以及約瑟在磐石中所鑿的新墳墓,其中還沒有葬過人;或如約翰所說,其中還未曾安放過人。
But for now, sufficient is the clean linen cloth, in which the clean body of Jesus had to be wrapped, and the new tomb which Joseph had hewn in the rock, in which no one had yet lain—or, as John says, in which no one had yet been laid.
1:1379
Καὶ ἐπίστησον εἰ δύναται κινῆσαί τινα συμφωνία τῶν τριῶν εὐαγγελιστῶν, φροντι σάντων ἀναγράψαι τὸ λατομητὸν λαξευτὸν τὸ μνημεῖον ἐν πέτρᾳ, ἵν' τοὺς λόγους τῶν γεγραμμένων ἐξετάζων καὶ περὶ τούτων θεάσηταί τι λόγου ἄξιον καὶ περὶ τῆς καινότητος τοῦ μνημείου, ἥντινα Ματθαῖος καὶ Ἰωάννης ἱστόρησε, καὶ περὶ τοῦ μηδένα ἐκεῖ νεκρὸν γεγονέναι κατὰ τὸν Λουκᾶν καὶ τὸν Ἰωάννην
你也當思想:三位福音書作者一致地用心記載那墳墓是在磐石中鑿出或開鑿的,這是否能感動人,使那察驗所記之言的人,在這些事上也看見某些值得思考的——既關於墳墓的新——這是馬太與約翰所記的——也關於那裡未曾葬過死人,這是按路加與約翰所記的。
And consider whether the agreement of the three evangelists, who took care to record that the tomb was cut or quarried in rock, may move someone, so that he who examines the words of what is written may see in these things too something worthy of consideration—both concerning the newness of the tomb, which Matthew and John recorded, and concerning the fact that no dead person had been there, according to Luke and John.
1:1380
καινόν, ἵν' οὕτως ὀνομάσω, ὄντα νεκρὸν ἐν καινῷ καὶ καθαρῷ γενέσθαι μνημείῳ·
[好叫]那身體可說是「新的」,一個死去的身體,在一座新而潔淨的墳墓裡;
[that the body might be] new, so to speak, a dead body coming to be in a new and clean tomb;
1:1381
ἵν' ὥσπερ γένεσις αὐτοῦ καθαρωτέρα πάσης γενέσεως ἦν τῷ μὴ ἀπὸ μίξεως ἀλλ' ἀπὸ παρθένου γεννη θῆναι, οὕτως καὶ ταφὴ ἔχοι τὴν καθαρότητα, διὰ τοῦ συμβολικοῦ δηλουμένην ἐν τῷ ἀποτεθεῖσθαι αὐτοῦ τὸ σῶμα ἐν μνημείῳ καινῷ ὑφεστῶτι, οὐκ ἐκ λογάδων λίθων οἰκοδομηθέντι καὶ τὴν ἕνωσιν οὐ φυσικὴν ἔχοντι ἀλλ' ἐν μιᾷ καὶ δι' ὅλων ἡνωμένῃ πέτρᾳ λατομητῷ λαξευτῷ
好叫:正如他的出生比一切出生都更純潔,因他不是從交合,乃是從童女而生,照樣,他的埋葬也得有那純潔,藉著他的身體被安放在一座已存在的新墳墓這象徵之事而指明——這墳墓不是用堆集的石塊建造、其結合並非天然的,乃是在一整塊鑿出或開鑿、通體合一的磐石中。
so that, just as his birth was purer than every birth in that he was begotten not from intercourse but from a virgin, so too his burial might possess purity, indicated through the symbolic fact that his body was laid in a new tomb already existing, not built up of stones gathered together and having a union that is not natural, but in a single rock, hewn or quarried, unified throughout.
1:1382
Τὰ μὲν οὖν τῆς διηγήσεως καὶ τῆς ἀπὸ τῶν γεγονέναι ἀναγεγραμμένων ἀναβάσεως ἐπὶ τὰ πράγματα, ὧν τὰ γενόμενα ἦν σημαντικά, καὶ μειζόνως ἄν τις καὶ θειοτέρως διηγήσαιτο, εὐκαιρότερον ἐκτιθέμενος τὰ τοιαῦτα ἐν προηγου μένῃ συντάξει·
至於敘事的事項,以及從那記載為已發生之事上升到那些被事件所表記之實際的事項,人也可以用更宏大、更具神性的方式來闡釋,更合宜地在一部前置的著作中陳明這類事;
Now the matters of the narrative and of the ascent from the things recorded as having happened up to the realities of which the events were significative, one might also expound in a greater and more divine manner, more opportunely setting forth such things in a preliminary composition;
1:1383
τὰ δὲ τῆς λέξεως καὶ οὕτως ἄν τις ἀποδῴη, ὅτι κατὰ τὸν κρίναντα ὑπομεῖναι τὸ ἐπὶ σκόλοπος κρεμασθῆναι ἦν καὶ τὰ ἑξῆς τῇ ὑποθέσει τηρῆσαι, ἵν' ὡς ἄνθρωπος καθαιρεθεὶς τῷ ὡς ἄνθρωπος ἀποτεθνηκέναι ὡς ἄνθρωπος καὶ ταφῇ
至於字面的意思,人也可以這樣解釋:對那位定意承受被掛在十字架上的人而言,按那設定保守其後續之事乃是相宜的,好叫他如人一般被取下,因如人一般死了,也如人一般被埋葬。
but as for the wording, one might also render it thus: that for the one who had judged to undergo being hung on the cross, it was also fitting to keep the consequences in accordance with the supposition, so that, as a man taken down, by having died as a man, he might also as a man be buried.
1:1384
Ἀλλὰ καὶ εἰ καθ' ὑπόθεσιν ἐγέγραπτο ἐν τοῖς εὐαγγελίοις ὅτι ἀπὸ τοῦ σκόλοπος ἀφανὴς εὐθὺς ἐγένετο, ἐκάκιζεν ἂν τὸ γεγραμμένον Κέλσος καὶ οἱ ἄπιστοι, καὶ κατηγόρησαν ἂν καὶ οὕτω λέγοντες·
再者,假設福音書中曾寫他立刻從十字架上隱沒,瑟蘇斯與那些不信的人也必詆毀所寫的,並要控告它,甚至這樣說:
But also, if hypothetically it had been written in the gospels that he straightway became invisible from the cross, Celsus and the unbelievers would have disparaged what was written, and would have accused it, saying even thus:
1:1385
τί δή ποτε μετὰ τὸν σταυρὸν γέγονεν ἀφανής, οὐ πρὸ τοῦ παθεῖν δὲ τοῦτ' ἐπραγμα τεύσατο; Εἴπερ οὖν ἀπὸ τῶν εὐαγγελίων μεμαθηκότες ὅτι οὐ γέγονεν εὐθὺς ἀφανὴς ἀπὸ τοῦ σκόλοπος ἐγκαλεῖν οἴονται τῷ λόγῳ, μὴ πλασαμένῳ, ὡς ἐκεῖνοι ἠξίωσαν, τὸ εὐθὺς αὐτὸν ἀφανῆ γενέσθαι ἀπὸ τοῦ σκόλοπος ἀλλὰ τὸ ἀληθὲς ἱστορήσαντι, πῶς οὐκ εὔλογον πιστεῦσαι αὐτοὺς καὶ τῇ ἀναστάσει αὐτοῦ, καὶ ὡς βουληθεὶς ὁτὲ μὲν τῶν θυρῶν κεκλεισμένων ἔστη ἐν μέσῳ τῶν μαθητῶν, ὁτὲ δὲ δοὺς ἄρτον δυσὶ τῶν γνωρίμων εὐθὺς ἄφαντος ἐγένετο ἀπ' αὐτῶν μετά τινας, οὓς ἐλάλησεν αὐτοῖς, λόγους;
「他為何在十字架之後才隱沒,卻不在受苦之前就行此事?」既然他們從福音書得知他並未立刻從十字架上隱沒,便以為可以控告聖言——其實聖言並未照那些人所要求的,捏造他立刻從十字架上隱沒,乃是記載了真相——那麼,他們豈不也理當相信他的復活,以及他既有此意願,有時就門關著站在門徒中間,有時把餅遞給兩個熟識的人,又在對他們說了某些話之後,立刻從他們眼前隱沒呢?
why then did he become invisible after the cross, and did not contrive this before suffering? If, then, having learned from the gospels that he did not become invisible straightway from the cross, they suppose they may accuse the word—which did not fabricate, as those people demanded, that he straightway became invisible from the cross, but recorded the truth—how is it not reasonable that they should also believe in his resurrection, and that, having willed it, at one time he stood, the doors being shut, in the midst of the disciples, and at another, having given bread to two of his acquaintances, straightway became invisible from them after certain words which he spoke to them?
1:1386
Πόθεν δὲ τῷ Κέλσου Ἰουδαίῳ λέλεκται ὅτι ἐκρύπτετο Ἰησοῦς; Λέγει γὰρ περὶ αὐτοῦ·
但瑟蘇斯筆下那猶太人從何說耶穌曾隱藏?因為他論到他說:
But from where has it been said by the Jew of Celsus that Jesus was hiding? For he says concerning him:
1:1387
Τίς δὲ πώποτε πεμφθεὶς ἄγγελος, δέον ἀγγέλλειν τὰ κεκελευσμένα, κρύπτεται; Οὐ γὰρ ἐκρύπτετο εἰπὼν τοῖς ζητοῦσιν αὐτὸν συλλαβεῖν·
「有哪一個被差遣的使者,當必須宣告所受之命時,竟自隱藏起來?」因為那對尋索捉拿他之人說話的,並沒有隱藏:
Who, of those ever sent as a messenger, when it was needful to announce the things commanded, hides himself? For he was not hiding who said to those seeking to seize him:
1:1388
Καθ' ἡμέραν ἤμην ἐν τῷ ἱερῷ παρρησίᾳ διδάσκων, καὶ οὐκ ἐκρατεῖτέ με. Πρὸς δὲ τὸ ἑξῆς παλιλλογούμενον ὑπὸ τοῦ Κέλσου ἡμεῖς ἅπαξ ἀπολογησάμενοι ἀρκεσθησόμεθα τοῖς προειρημένοις
「我天天在殿裡公然教導,你們並沒有拿我。」至於瑟蘇斯所重複的下一點,我們既已辯護過一次,便以前面所說的為足。
Daily I was in the temple teaching openly, and you did not seize me. And to the next point repeated by Celsus, we, having once made our defense, shall be content with what has been previously said.
1:1389
Γέγραπται γὰρ ἐν τοῖς ἀνωτέρω καὶ πρὸς τὸ ὅτε μὲν ἠπιστεῖτο <ὢν> ἐν σώματι, πᾶσιν ἀνέδην ἐκήρυττεν·
因為在前文也已寫過,來回應這一點:「他在身體裡不被人信的時候,曾向眾人公然傳講;
For it has been written in the foregoing also against the point: "Or, when he was disbelieved while in the body, he preached openly to all;
1:1390
ὅτε δὲ πίστιν ἂν ἰσχυρὰν παρεῖχεν ἐκ νεκρῶν ἀναστάς, ἑνὶ μόνῳ γυναίῳ καὶ τοῖς ἑαυτοῦ θιασώταις κρύβδην παρεφαίνετο; Ἀλλ' οὐδ' ὅτι ἑνὶ μόνῳ γυναίῳ ἐφάνη, ἀληθές ἐστιν·
但當他本可藉從死裡復活而提供堅固的信心時,卻只偷偷顯給一個小女人和他自己的同夥看?」然而,說他只顯給一個小女人看,並不真實;
but when he could have furnished strong faith by rising from the dead, he showed himself secretly only to one little woman and to his own devotees?" But neither is it true that he appeared to one little woman only;
1:1391
γέγραπται γὰρ ἐν τῷ κατὰ Ματθαῖον εὐαγγελίῳ ὅτι Ὀψὲ σαββάτων, τῇ ἐπιφωσκούσῃ εἰς μίαν σαββάτων, ἦλθε Μαρία Μαγδαληνὴ καὶ ἄλλη Μαρία, θεωρῆσαι τὸν τάφον
因為馬太福音裡記著,安息日將盡、七日的頭一日天快亮的時候,抹大拉的馬利亞和那另一個馬利亞,來看墳墓。
for it is written in the gospel according to Matthew that late on the Sabbath, as it began to dawn toward the first day of the week, Mary Magdalene and the other Mary came to view the tomb.
1:1392
Καὶ ἰδοὺ σεισμὸς ἐγένετο μέγας·
忽然地大震動;
And behold, there was a great earthquake;
1:1393
ἄγγελος γὰρ κυρίου καταβὰς ἐξ οὐρανοῦ καὶ προσελθὼν ἀπεκύλισε τὸν λίθον. Καὶ μετ' ὀλίγον φησὶν Ματθαῖος·
因為有主的使者從天上下來,前來把石頭滾開。馬太隨後又說:
for an angel of the Lord, having descended from heaven and come, rolled away the stone. And a little later Matthew says:
1:1394
Καὶ ἰδοὺ Ἰησοῦς ὑπήντησεν αὐταῖςδῆλον δ' ὅτι ταῖς προειρημέναις Μαρίαιςλέγων·
忽然,耶穌遇見她們——顯然就是前面所提的那兩個馬利亞——說:
And behold, Jesus met them—clearly the aforementioned Marys—saying:
1:1395
Αἱ δὲ προσελθοῦσαι ἐκράτησαν αὐτοῦ τοὺς πόδας καὶ προσεκύνησαν αὐτῷ. Λέλεκται δὲ καὶ πρὸς τὸ κολαζόμενος μὲν ἄρα πᾶσιν ἑωρᾶτο, ἀναστὰς δὲ ἑνί, ὅτε ἀπελογούμεθα πρὸς τὸ οὐ πᾶσιν ἑωρᾶτο
她們就上前抱住他的腳拜他。針對「他受刑時確實被眾人看見,復活後卻只被一人看見」這一點,我們在辯護「他並非被眾人看見」時,也已說過了。
And they came up and took hold of his feet and worshiped him. And it has also been said, against the point that while being punished he was indeed seen by all, but having risen he was seen by one, when we made our defense against the point that he was not seen by all.
1:1396
Καὶ νῦν δὲ φήσομεν ὅτι τὰ μὲν ἀνθρώπινα αὐτοῦ πᾶσιν ἦν ὁρατά, τὰ δὲ θειότεραλέγω δὲ οὐ περὶ τῶν σχέσιν πρὸς ἕτερα ἐχόντων ἀλλὰ περὶ τῶν κατὰ διαφοράνοὐ πᾶσι χωρητά
如今我們要說:他屬人的方面對眾人都是可見的,但他更具神性的方面——我所說的不是那與別物有關係的方面,乃是那按其區別而論的方面——卻不是眾人所能容受的。
And now we shall say that his human aspects were visible to all, but his more divine aspects—I speak not of those which have a relation to other things, but of those which are by way of distinction—were not capable of being received by all.
← 上一段下一段 →
1