📜 Verbum · 聖言
原文誦讀聖經與教父文獻

← 回書卷目次 · 希臘教父 › 駁瑟蘇斯

俄利根

駁瑟蘇斯 第 1 章 第 13/42 段

希臘文原文.113 節.部分字詞可點開查義.本章太長已分段,此段為 1:1667–1:1779(全章共 5793 節)

← 上一段下一段 →
1:1667
Μεταποντῖνοι δέ φασιν αὐτὸν Ἀριστέην φανέντα σφιν ἐς τὴν χώρην κελεῦσαι βωμὸν Ἀπόλλωνος <ἱδρύσασθαι> καὶ Ἀριστέω τοῦ Προκοννησίου ἐπωνυμίην ἔχοντα ἀνδριάντα παρ' αὐτὸν στῆσαι
梅塔蓬提翁人說,阿里斯泰阿斯親自向他們顯現於他們的境內,吩咐他們為阿波羅築一座祭壇,並在壇旁立一座以普羅孔尼蘇斯的阿里斯泰阿斯為名的雕像;
The Metapontines say that Aristeas himself appeared to them in their country and bade them set up an altar to Apollo, and beside it to erect a statue bearing the name of Aristeas of Proconnesus;
1:1668
Φάναι γάρ σφιν τὸν Ἀπόλλωνα Ἰταλιωτέων μούνοισι δὴ ἀπικέσθαι ἐς τὴν χώρην, καὶ αὐτός οἱ ἕπεσθαι νῦν ἐὼν Ἀριστέης·
因為他對他們說,阿波羅在所有義大利的希臘人中唯獨來到他們的境內,而他自己——如今名叫阿里斯泰阿斯的這位——曾跟隨阿波羅;
for he told them that Apollo had come to their country alone of all the Italiotes, and that he himself—the one now called Aristeas—had followed him;
1:1669
τότε δέ, ὅτε εἵπετο τῷ θεῷ, εἶναι κόραξ
並說那時,當他跟隨那神時,他是一隻烏鴉。
and that at that time, when he followed the god, he was a raven.
1:1670
Καὶ τὸν μὲν εἰπόντα ταῦτα ἀφανισθῆναι, σφέας δὲ Μεταποντῖνοι λέγουσιν ἐς Δελφοὺς πέμψαντας τὸν θεὸν ἐπερωτᾶν, τι τὸ φάσμα τοῦ ἀνθρώπου εἴη
他說了這些話後就消失了;梅塔蓬提翁人說,他們派人前往德爾斐,求問那神,這人的顯現究竟是什麼意思。
And having said these things, he vanished; and the Metapontines say that they sent to Delphi to inquire of the god what the apparition of the man might be.
1:1671
Τὴν δὲ Πυθίην σφέας κελεῦσαι πείθεσθαι τῷ φάσματι, πειθομένοισί τε ἄμεινον συνοίσεσθαι
皮提亞女祭司吩咐他們聽從那顯現,並說若他們聽從,事情必對他們更為有利。
And the Pythia bade them obey the apparition, and that if they obeyed, it would turn out better for them.
1:1672
Καὶ σφέας δεξαμένους ταῦτα ποιῆσαι ἐπιτελέα
他們領受了這話,便照樣成全了。
And they, accepting this, fulfilled it.
1:1673
Καὶ νῦν ἕστηκεν ἀνδριὰς ἐπωνυμίην ἔχων Ἀριστέω παρ' αὐτῷ τῷ ἀγάλματι τοῦ Ἀπόλλωνος, πέριξ δὲ αὐτὸν δάφναι εἰσί·
如今有一座以阿里斯泰阿斯為名的雕像,立在阿波羅像旁邊,四周環繞著月桂樹;
And now there stands a statue bearing the name of Aristeas beside the very image of Apollo, and round about it are laurel trees;
1:1674
τὸ δὲ ἄγαλμα ἐν τῇ ἀγορῇ ἵδρυται
那神像則安置在市集廣場上。」
and the image is set up in the market-place."
1:1675
Ἀριστέω μέν νυν πέρι τοσαῦτα εἰρήσθω. . Λεκτέον δὴ πρὸς τὴν περὶ τοῦ Ἀριστέου ἱστορίαν ὅτι, εἰ μὲν Κέλσος ὡς ἱστορίαν αὐτὴν ἐξετίθετο, μὴ καὶ τὴν ἑαυτοῦ συγκατάθεσιν ἐμφαίνων παραδεξαμένου αὐτὴν ὡς ἀληθῆ, ἄλλως ἂν πρὸς τὸν λόγον αὐτοῦ ἀπηντήσαμεν·
關於阿里斯泰阿斯就說這麼多。針對這個關於阿里斯泰阿斯的故事,應當說:倘若瑟蘇斯只是把它當作一段歷史記載陳述出來,而並不藉此表示他自己贊同、並接受其為真實,我們就會以另一種方式回應他的論點;
Let so much, then, be said concerning Aristeas. Now in reply to the story about Aristeas it must be said that, if Celsus had set it forth merely as a piece of history, without thereby indicating his own assent and his acceptance of it as true, we should have met his argument in another way;
1:1676
ἐπεὶ δὲ δαιμονίως αὐτὸν ἠφανίσθαι ἐναργῶς δ' αὖθις φανῆναι καὶ πολλαχοῦ τῆς οἰκουμένης ἐπιδεδημηκέναι φησὶ καὶ θαυμαστὰ ἠγγελκέναι, ἔτι δὲ καὶ χρησμὸν τοῦ Ἀπόλλωνος, ἐπισκήψαντος Μεταποντίνοις ἐν θεῶν μοίρᾳ νέμειν τὸν Ἀριστέαν, ὡς ἀφ' ἑαυτοῦ καὶ συγκατατιθέμενος ἐκτίθεται, < οὕτως κατασκευάσομεν τὸν> λόγον τὸν πρὸς αὐτόν·
可是既然他說此人以超自然的方式消失、又明明顯現,遊歷普天之下各處並宣告奇妙之事,更引述阿波羅的神諭——那神諭指示梅塔蓬提翁人將阿里斯泰阿斯列入神明——並且像是出於自己的立場、表示贊同地陳述這一切,那麼我們就要這樣構築針對他的論證:
but since he says that the man vanished supernaturally and again appeared manifestly, that he visited many places throughout the inhabited world and announced marvellous things, and moreover cites the oracle of Apollo who charged the Metapontines to reckon Aristeas among the gods—and sets all this forth as if on his own behalf and in agreement with it—we shall thus frame our argument against him:
1:1677
καὶ τερατειῶν τοσοῦτον ἀγωνίζονται, ὡς καὶ ζῆν περιστατικῶς δι' αὐτὰ καὶ ἀποθνῄσ κειν βιαίως; Μέσον τοίνυν σαυτὸν στήσας τῶν τε περὶ τοῦ Ἀριστέου γεγραμμένων καὶ τῶν περὶ τοῦ Ἰησοῦ ἱστορουμένων, ἴδε εἰ μὴ ἐκ τοῦ ἀποβάντος καὶ τῶν ὠφελουμένων εἰς ἠθῶν ἐπανόρθωσιν καὶ εὐλάβειαν τὴν πρὸς τὸν ἐπὶ πᾶσι θεὸν ἔστιν εἰπεῖν ὅτι πιστευτέον μὲν ὡς οὐκ ἀθεεὶ γενομένοις τοῖς περὶ Ἰησοῦ ἱστορουμένοις οὐχὶ δὲ τοῖς περὶ τοῦ Προκον νησίου Ἀριστέου
他們竟為這等怪異之事如此費盡心力,以致為了它們,人既要過著非比尋常的生活,又要慘遭橫死嗎?那麼,請你把自己置於關於阿里斯泰阿斯所記載之事與關於耶穌所傳述之事的中間,看看是否從其結果、以及從那些蒙受益處、以致品行得以改正、並對那位超乎萬有之上的神生出敬畏的人身上,可以說:人應當相信關於耶穌所記載的事並非無神而成的,卻不該相信關於普羅孔尼蘇斯的阿里斯泰阿斯之事。
And do they strive so hard over such prodigies, that for their sake men should both live in extraordinary fashion and die violent deaths? Set yourself, then, midway between what has been written about Aristeas and what is recorded about Jesus, and see whether—from the outcome, and from those who have been benefited unto the amendment of their characters and unto reverence toward the God who is over all—one may not say that one ought to believe that the things recorded about Jesus did not come to pass without God, but not the things about Aristeas of Proconnesus.
1:1678
Τί μὲν γὰρ βουλομένη πρόνοια τὰ περὶ τὸν Ἀριστέαν παράδοξα ἐπραγματεύετο, καὶ τί ὠφελῆσαι τὸ τῶν ἀνθρώπων γένος βουλομένη τὰ τηλικαῦτα, ὡς οἴει, ἐπεδείκνυτο, οὐκ ἔχεις λέγειν
因為天意究竟懷著什麼目的施行了這些關於阿里斯泰阿斯的奇事,又意欲藉著展示如你所想那等大事來給人類帶來什麼益處,你卻說不出來。
For with what purpose providence wrought these marvels concerning Aristeas, and what benefit it intended to confer upon the human race in displaying such great things—as you suppose—you cannot say.
1:1679
Ἡμεῖς δέ, ἐπὰν τὰ περὶ τοῦ Ἰησοῦ διηγώμεθα, οὐ τὴν τυχοῦσαν φέρομεν ἀπολογίαν περὶ τοῦ ταῦτα γεγο νέναι, τὸ τὸν θεὸν βεβουλῆσθαι συστῆσαι τὸν διὰ Ἰησοῦ ὡς σωτήριον τοῖς ἀνθρώποις λόγον, βεβαιούμενον μὲν τοῖς ἀποστόλοις ὡσπερεὶ θεμελίοις τῆς καταβαλλομένης οἰκοδομῆς τοῦ χριστιανισμοῦ ἐπιδιδόντα δὲ καὶ κατὰ τοὺς ἑξῆς χρόνους, ἐν οἷς οὐκ ὀλίγαι θεραπεῖαι τῷ Ἰησοῦ ὀνόματι καὶ ἄλλαι τινὲς ἐπιφάνειαι οὐκ εὐκαταφρόνητοι ἐπιτελοῦνται
但我們在述說關於耶穌的事時,對於這些事之所以發生,並非提出尋常的辯護:那就是神願意藉著耶穌建立那為人帶來救恩的道理——這道理由眾使徒所確立,如同基督教所興建之大廈的根基一般,並且在其後的時代中也日益增長,在那些時代裡,奉耶穌之名行了不少醫治,以及某些絕不可輕忽的其他顯現。
But we, when we relate the things concerning Jesus, offer no ordinary defence for their having come to pass: namely, that God willed to establish, through Jesus, the doctrine that brings salvation to men—a doctrine confirmed by the apostles as by foundations of the rising edifice of Christianity, and increasing also in the succeeding times, in which not a few cures and certain other manifestations, by no means contemptible, are wrought in the name of Jesus.
1:1680
Ποταπὸς δὲ καὶ Ἀπόλλων, ἐπισκήπτων Μεταποντίνοις ἐν θεῶν μοίρᾳ νέμειν τὸν Ἀριστέαν; Καὶ τί βουλόμενος τοῦτο ποιεῖ, ποίαν τε ὠφέλειαν ἐκ τῆς ὡς πρὸς θεὸν τιμῆς οἰκονομῶν τοῖς Μεταποντίνοις γενέσθαι, εἰ τὸν πρὸ ὀλίγου ἄνθρωπον νῦν θεὸν λογίζοιντο; Ἀλλ' Ἀπόλλωνος μέν, τοῦ καθ' ἡμᾶς δαίμονος λαχόντος γέρας λοιβῆς τε κνίσσης τε, αἱ περὶ τοῦ Ἀριστέου συστάσεις ἀξιόλογοί σοι φαίνονται εἶναι, αἱ δὲ τοῦ ἐπὶ πᾶσι θεοῦ καὶ τῶν ἁγίων ἀγγέλων αὐτοῦ διὰ προφητῶν οὐ μετὰ τὸ γεγονέναι τὸν Ἰησοῦν ἀλλὰ πρὶν ἐπιδημῆσαι τῷ βίῳ τῶν ἀνθρώπων προαγορευό μεναι οὐ κινοῦσί σε πρὸς τὸ θαυμάσαι καὶ τοὺς χωρήσαντας θεῖον πνεῦμα προφήτας καὶ τὸν ὑπ' αὐτῶν προφητευόμενον; Οὗ τὴν εἰς τὸν βίον ἐπιδημίαν πολλοῖς πρότερον ἔτεσιν οὕτω διὰ πλειόνων κεκηρύχθαι συμβέβηκεν, ὥστε τὸ Ἰουδαίων ὅλον ἔθνος ἠρτημένον τῆς περὶ τοῦ ἐλπιζομένου ἐπιδημήσειν προσδοκίας εἰς τὴν πρὸς ἀλλήλους ζήτησιν ἐληλυθέναι τοῦ Ἰησοῦ ἐπιδημήσαντος, καὶ πολὺ μὲν πλῆθος αὐτῶν ὡμολογηκέναι Χριστὸν καὶ πεπιστευκέναι αὐτὸν εἶναι τὸν προφητευόμενον τοὺς δὲ μὴ πιστεύοντας, καταφρο νήσαντας τῆς πρᾳότητος τῶν διὰ τὰ Ἰησοῦ μαθήματα οὐδὲ μέχρι τοῦ τυχόντος στασιάζειν βουληθέντων, τολμῆσαι κατὰ τοῦ Ἰησοῦ τοιαῦτα, ἅτινα φιλαλήθως καὶ εὐγνωμόνως ἀνέγραψαν οἱ μαθηταὶ αὐτοῦ, οὐχ ὑπεκκλέψαντες τῆς περὶ αὐτοῦ παραδόξου ἱστορίας τὸ δοκοῦν τοῖς πολλοῖς αἰσχύνην τῷ λόγῳ Χριστιανῶν φέρειν
再者,這位指示梅塔蓬提翁人將阿里斯泰阿斯列入神明的阿波羅,究竟是何等樣的存在呢?他這樣做又懷著什麼目的,藉著叫人把一個不久前還是凡人的人當作神來尊崇,他要為梅塔蓬提翁人帶來什麼益處呢?然而,為阿里斯泰阿斯所舉出的那些佐證,在你看來竟是值得稱道的,也就是阿波羅——我們中間那個以奠酒與祭牲之香為其專屬之分的鬼魔——的佐證;至於那位超乎萬有之上的神以及祂的聖天使,藉眾先知所作的預言(這些預言並非在耶穌降世之後,而是在祂寄居於人的生命之前所宣告的),卻不能感動你,使你既驚嘆那些領受了神聖之靈的先知,又驚嘆那位被他們所預言的位格嗎?祂降臨於世之事,早在許多年前、藉著許多人如此這般地預先宣告,以致整個猶太民族都懸念著「所盼望的那一位必要降臨」的期待;及至耶穌降臨,他們便彼此爭論起來,其中許多人承認祂為基督,相信祂就是被預言的那一位;而那些不信的人,蔑視那些因耶穌的教訓而連最微小的暴亂都不肯掀起之人的溫柔,竟膽敢對耶穌行了那等事——這些事,正是祂的門徒出於愛真理與光明磊落而記載下來的,他們並未從關於祂那奇妙的記述中暗暗抽去那在眾人看來似乎會給基督徒之道帶來羞辱的部分。
And what sort of being, too, is this Apollo who charges the Metapontines to reckon Aristeas among the gods? And with what purpose does he do this, and what benefit does he dispense to the Metapontines from honoring him as a god, if they should now reckon as a god one who was a man a little before? But the supports adduced for Aristeas seem to you worthy of account, namely those of Apollo, the demon among us who has obtained as his prerogative drink-offering and savour of sacrifice—whereas the foretellings of the God over all and of His holy angels, made through the prophets not after Jesus had come but before He sojourned in the life of men, do not move you to marvel both at the prophets who received the divine Spirit and at Him who was prophesied by them? Whose coming into the world it came to pass was proclaimed beforehand, so many years earlier and through so many, that the whole nation of the Jews, hanging upon the expectation that He who was hoped for would come, fell to disputing among themselves once Jesus had come; and a great multitude of them confessed Christ and believed Him to be the One foretold, while those who did not believe, despising the gentleness of those who—because of Jesus' teachings—would not so much as raise the slightest sedition, dared to do such things against Jesus as His disciples, in their love of truth and candor, recorded, not stealing away from the marvellous account about Him that which seemed to the many to bring shame upon the word of the Christians.
1:1681
Καὶ αὐτὸς γὰρ Ἰησοῦς ἐβούλετο καὶ οἱ μαθηταὶ αὐτοῦ μὴ μόνον τῇ θειότητι καὶ τοῖς παραδόξοις αὐτοῦ πιστεύειν τοὺς προσιόντας, ὡς οὐ κοινωνήσαντος τῇ ἀνθρωπίνῃ φύσει οὐδ' ἀναλαβόντος τὴν ἐν ἀνθρώποις σάρκα ἐπιθυμοῦσαν κατὰ τοῦ πνεύματος·
因為耶穌自己以及祂的門徒都願意,叫那些前來歸向祂的人,不僅相信祂的神性與祂的奇蹟——彷彿祂未曾與人性有分,也未曾披戴那在人裡面與聖靈相爭的肉體;
For Jesus Himself willed, and so did His disciples, that those who came to Him should believe not in His divinity and His marvels only—as though He had not shared in human nature, nor taken upon Himself the flesh among men that lusts against the spirit;
1:1682
ἀλλὰ γὰρ καὶ τὴν καταβᾶσαν εἰς ἀνθρωπίνην φύσιν καὶ εἰς ἀνθρωπίνας περιστάσεις δύναμιν καὶ ἀναλαβοῦσαν ψυχὴν καὶ σῶμα ἀνθρώπινον ἑώρων ἐκ τοῦ πιστεύεσθαι μετὰ τῶν θειοτέρων συμβαλλομένην εἰς σωτηρίαν τοῖς πιστεύουσιν, ὁρῶσιν ὅτι ἀπ' ἐκείνου ἤρξατο θεία καὶ ἀνθρωπίνη συνυφαίνεσθαι φύσις, ἵν' ἀνθρωπίνη τῇ πρὸς τὸ θειότερον κοινωνίᾳ γένηται θεία οὐκ ἐν μόνῳ τῷ Ἰησοῦ ἀλλὰ καὶ πᾶσι τοῖς μετὰ τοῦ πιστεύειν ἀναλαμβάνουσι βίον, ὃν Ἰησοῦς ἐδίδαξεν, ἀνάγοντα ἐπὶ τὴν πρὸς θεὸν φιλίαν καὶ τὴν πρὸς ἐκεῖνον κοινωνίαν πάντα τὸν κατὰ τὰς Ἰησοῦ ὑποθήκας ζῶντα
但他們看出,那降入人性、降入人世境遇、並取了人的魂與身體的大能,藉著被人相信——連同那更為屬神之事——有助於信徒得救,因為從祂起,神性與人性開始交織為一,好叫人性藉著與那更屬神者相通而成為屬神的,不僅在耶穌一人身上如此,也在一切既相信、又接受耶穌所教導之生命的人身上如此;這生命將凡照耶穌訓誨而活的人,都引向與神為友、與祂相通。
but they saw that the power which had descended into human nature and into human circumstances, and had taken upon itself a human soul and body, by being believed in—together with the more divine things—contributed to the salvation of those who believe, seeing that from Him a divine and a human nature began to be woven together, so that the human nature might, by communion with that which is more divine, become divine, not in Jesus alone but in all those who, together with believing, take up the life which Jesus taught, leading up to friendship with God and communion with Him every one who lives according to the precepts of Jesus.
1:1683
μὲν οὖν κατὰ τὸν Κέλσον Ἀπόλλων βούλεται τοὺς Μεταποντίνους ἐν θεῶν μοίρᾳ νέμειν τὸν Ἀριστέαν
如此說來,照瑟蘇斯所言,阿波羅願意梅塔蓬提翁人將阿里斯泰阿斯列入神明之列。
So then, according to Celsus, Apollo wills that the Metapontines should reckon Aristeas among the gods.
1:1684
Επεὶ δὲ οἱ Μεταποντῖνοι τὴν περὶ τοῦ Ἀριστέου ἀνθρώπου καὶ τάχα οὐ σπουδαίου ἐνάργειαν κρείττονα ἐνόμιζον εἶναι τοῦ περὶ αὐτοῦ χρησμοῦ ὡς θεοῦ θείων τιμῶν ἀξίου, διὰ τοῦτο οὐκ ἐβούλοντο πείθεσθαι τῷ Ἀπόλλωνι, καὶ οὕτως τὸν Ἀριστέαν οὐδεὶς νομίζει θεόν
可是既然梅塔蓬提翁人認為,關於阿里斯泰阿斯——他不過是個人,或許還算不上一個高尚的人——的明顯事實,比那論及他、宣稱他配得神明之名或神聖尊榮的神諭更為可信,因此他們不肯聽從阿波羅;於是再沒有人把阿里斯泰阿斯當作神。
But since the Metapontines deemed the plain evidence concerning Aristeas—who was a man, and perhaps not even a worthy one—to be of more account than the oracle concerning him, which declared him worthy as a god or of divine honors, for this reason they were unwilling to obey Apollo; and thus no one regards Aristeas as a god.
1:1685
δαιμόνων καὶ τῶν νομιζόντων αὐτοὺς θεοὺς εἶναι λυσιτελές, διὰ τοῦθ' οἱ μὲν ἐπὶ γῆς δαίμονες, παρὰ τοῖς μὴ παιδευθεῖσι περὶ δαιμόνων νομιζόμενοι εἶναι θεοί, ἀλλὰ καὶ οἱ θερα πεύοντες αὐτοὺς ἐβουλήθησαν κωλῦσαι τὴν νομὴν τῆς Ἰησοῦ διδασκαλίας·
……這對那些鬼魔以及那些以牠們為神之人是有利的;正因如此,那些地上的鬼魔——被那些在鬼魔之事上未受教導的人當作神——以及那些事奉牠們的人,都企圖攔阻耶穌教訓的傳揚;
...it was to the advantage of the demons and of those who regard them as gods; for this reason the earthly demons—reckoned to be gods by those who have not been instructed concerning demons—as well as those who serve them, sought to hinder the spreading of the teaching of Jesus;
1:1686
ἑώρων γὰρ τὰς λοιβὰς καὶ τὰς κνίσσας, ἐφ' αἷς λίχνως ἥδοντο, καθαιρουμένας ἐκ τοῦ κρατεῖν τὰ Ἰησοῦ μαθήματα
因為牠們看見,那些牠們所貪愛的奠酒與祭牲之香,正因耶穌的教訓得勝而被廢除。
for they saw that the drink-offerings and the savour of sacrifice, in which they greedily delighted, were being abolished through the prevailing of the teachings of Jesus.
1:1687
δὲ πέμψας τὸν Ἰησοῦν θεὸς ἐκλύσας πᾶσαν τὴν τῶν δαιμόνων ἐπιβουλὴν ἐποίησε πανταχοῦ τῆς οἰκουμένης ὑπὲρ τῆς τῶν ἀνθρώπων ἐπιστροφῆς καὶ διορθώσεως κρατῆσαι τὸ εὐαγγέλιον Ἰησοῦ καὶ γενέσθαι πανταχοῦ ἐκκλησίας ἀντιπολιτευομένας ἐκκλησίαις δεισιδαιμόνων καὶ ἀκολάστων καὶ ἀδίκων·
但那差遣耶穌的神,既粉碎了鬼魔的一切詭計,便使耶穌的福音在普天之下各處得勝,以致世人得以歸正、得以改過自新,並使各處興起了眾教會,其所行的政體與那些迷信、放縱、不義之人的聚集針鋒相對;
But the God who sent Jesus, having broken up every plot of the demons, caused the gospel of Jesus to prevail everywhere throughout the inhabited world for the conversion and amendment of men, and caused churches to arise everywhere, having a citizenship set over against the assemblies of the superstitious, the licentious, and the unjust;
1:1688
τοιαῦτα γὰρ τὰ πανταχοῦ πολι τευόμενα ἐν ταῖς ἐκκλησίαις τῶν πόλεων πλήθη
因為各處在城市的眾教會中按此政體生活的群眾,正是這樣的人。
for of such sort everywhere are the multitudes who order their citizenship in the churches of the cities.
1:1689
Αἱ δὲ τοῦ θεοῦ Χριστῷ μαθητευθεῖσαι ἐκκλησίαι, συνεξεταζόμεναι ταῖς ὧν παροικοῦσι δήμων ἐκκλησίαις, ὡς φωστῆρές εἰσιν ἐν κόσμῳ
而那些受基督教導、屬神的眾教會,若與他們所寄居的各邦之民的聚集相比,就如同世上的光。
And the churches of God, taught by Christ, when compared with the assemblies of the peoples among whom they sojourn, are as lights in the world.
1:1690
Τίς γὰρ οὐκ ἂν ὁμολογήσαι καὶ τοὺς χείρους τῶν ἀπὸ τῆς ἐκκλησίας καὶ συγκρίσει βελτιόνων ἐλάττους πολλῷ κρείττους τυγχάνειν τῶν ἐν τοῖς δήμοις ἐκκλησιῶν; . Ἐκκλησία μὲν γὰρ τοῦ θεοῦ, φέρ' εἰπεῖν, Ἀθήνῃσι πρᾳεῖά τις καὶ εὐσταθής, ἅτε θεῷ ἀρέσκειν τῷ ἐπὶ πᾶσι βουλομένη·
因為有誰不承認,就連教會中較差的成員,以及那些與更好的人相比顯為遜色的人,仍遠勝於各邦之民的聚集呢?譬如說,雅典那屬神的教會,是溫和而穩重的,正因它願意討那位超乎萬有之上之神的喜悅;
For who would not admit that even the worse members of the church, and those who in comparison with the better are inferior, are nevertheless far better than the assemblies of the peoples? For the church of God at Athens, so to speak, is a gentle and steadfast thing, inasmuch as it desires to please the God who is over all;
1:1691
δ' Ἀθηναίων ἐκκλησία στασιώδης καὶ οὐδαμῶς παραβαλλομένη τῇ ἐκεῖ ἐκκλησίᾳ τοῦ θεοῦ
然而雅典人的議會卻是好爭吵的,斷不可與那地屬神的教會相提並論。
whereas the assembly of the Athenians is seditious, and in no way to be compared with the church of God there.
1:1692
Τὸ δ' αὐτὸ ἐρεῖς περὶ ἐκκλησίας τοῦ θεοῦ τῆς ἐν Κορίνθῳ καὶ τῆς ἐκκλησίας τοῦ δήμου Κορινθίων καί, φέρ' εἰπεῖν, περὶ ἐκκλησίας τοῦ θεοῦ τῆς ἐν Ἀλεξανδρείᾳ καὶ ἐκκλησίας τοῦ Ἀλεξανδρέων δήμου
關於哥林多那屬神的教會與哥林多人民的議會,以及——譬如說——亞歷山大那屬神的教會與亞歷山大人民的議會,你也會說同樣的話。
And you will say the same about the church of God at Corinth and the assembly of the people of the Corinthians, and, so to speak, about the church of God at Alexandria and the assembly of the people of the Alexandrians.
1:1693
Καὶ ἐὰν εὐγνώμωνᾖ τούτου ἀκούων καὶ φιλαλήθως ἐξετάζῃ τὰ πράγματα, θαυμάσεται τὸν καὶ βουλευσάμενον καὶ ἀνύσαι δυνηθέντα πανταχοῦ συστήσασθαι ἐκκλησίας τοῦ θεοῦ, παροικούσας ἐκκλησίαις τῶν καθ' ἑκάστην πόλιν δήμων
凡公正聽見此話的人,若以愛真理之心察驗事實,就必驚嘆那位既籌劃、又能成就在各處建立屬神之眾教會的位格——這些教會寄居在每一座城各邦之民的議會旁邊。
And if the candid hearer of this examine matters with a love of truth, he will marvel at Him who both planned and was able to accomplish the establishing everywhere of churches of God, sojourning beside the assemblies of the peoples in each city.
1:1694
Οὕτω δὲ καὶ βουλὴν ἐκκλησίας θεοῦ βουλῇ τῇ καθ' ἑκάστην πόλιν συνεξετάζων εὕροις ἄν, <ὅτι> τινὲς μὲν τῆς ἐκκλησίας βουλευταὶ ἄξιοί εἰσιν, εἴ τις ἐστὶν ἐν τῷ παντὶ πόλις τοῦ θεοῦ, ἐν ἐκείνῃ πολιτεύεσθαι·
照樣,你若將屬神之教會的議會與每座城裡的議會相比較,就會發現,教會的某些議員是配得在那城——倘若宇宙間真有一座神的城——擁有公民身分而參政的;
And in the same way, if you compare the council of a church of God with the council in each city, you would find that some councillors of the church are worthy, if there is anywhere in the universe a city of God, to hold citizenship in that city;
1:1695
οἱ δὲ πανταχοῦ βουλευταὶ οὐδὲν ἄξιον τῆς ἐκ κατατάξεως ὑπεροχῆς, ἣν ὑπερέχειν δοκοῦσι τῶν πολιτῶν, φέρουσιν ἐν τοῖς ἑαυτῶν ἤθεσιν
然而各處的議員,在他們自己的品行上,卻顯不出任何配得他們那看似超越眾公民之地位的優越之處。
but the councillors everywhere display in their own characters nothing worthy of the superiority of rank by which they seem to surpass their fellow-citizens.
1:1696
Οὕτω δὲ καὶ ἄρχοντα ἐκκλησίας ἑκάστης πόλεως ἄρχοντι τῶν ἐν τῇ πόλει συγκριτέον·
照樣,每座城裡教會的首領,也當與城中眾人的首領相比;
And in the same way the ruler of a church in each city is also to be compared with the ruler of those in the city;
1:1697
ἵνα κατανοήσῃς ὅτι καὶ ἐπὶ τῶν σφόδρα ἀποτυγχανομένων βουλευτῶν καὶ ἀρχόντων ἐκκλησίας θεοῦ καὶ ῥᾳθυμότερον παρὰ τοὺς εὐτονωτέρους βιούντων οὐδὲν ἧττον ἔστιν εὑρεῖν ὡς ἐπίπαν ὑπεροχὴν τὴν ἐν τῇ ἐπὶ τὰς ἀρετὰς προκοπῇ παρὰ τὰ ἤθη τῶν ἐν ταῖς πόλεσι βουλευόντων καὶ ἀρχόντων
好叫你看出,即使是屬神之教會中那些極為不堪的議員與首領,那些比起較為勤勉者活得更為懈怠的人,仍可大體上發現他們在向諸般美德長進方面,勝過城中那些擔任議員與首領之人的品行。
so that you may perceive that even in the case of the very most failing councillors and rulers of a church of God, who live more slackly than the more vigorous ones, one may nonetheless on the whole find a superiority in their advancement toward the virtues over the characters of those who serve as councillors and rulers in the cities.
1:1698
Εἰ δὲ ταῦθ' οὕτως ἔχει, πῶς οὐκ εὔλογον μὲν νομίζειν περὶ τοῦ Ἰησοῦ, τοσαῦτα συστῆσαι δεδυνημένου, ὅτι οὐχ τυχοῦσα θειότης ἦν ἐν αὐτῷ, οὐκέτι δὲ οὔτε ἐν τῷ Προκον νησίῳ Ἀριστέᾳ, κἂν Ἀπόλλων αὐτὸν βούληται ἐν θεῶν μοίρᾳ νέμειν, οὔτ' ἐν οἷς ἐξαριθμεῖται Κέλσος λέγων ὅτι οὐδεὶς νομίζει θεὸν Ἄβαριν τὸν Ὑπερβόρειον, ὃς δύναμιν εἶχε τοσήνδε, ὥστε ὀϊστῷ συμφέρεσθαι; Τί γὰρ βουλομένη χαρισαμένη θειότης τῷ Ὑπερβορείῳ Ἀβάριδι ὀϊστῷ συμφέρεσθαι τὸ τηλικοῦτον αὐτῷ ἐδωρεῖτο; Ἵνα τί ὠφεληθῇ τὸ τῶν ἀνθρώπων γένος;Ἢ αὐτὸς ἐκεῖνος τί ὤνατο <ἀπὸ τοῦ> ὀϊστῷ συμφέρεσθαι; Ἵνα καὶ συγχωρηθῇ ταῦτα μηδαμῶς εἶναι πλάσματα ἀλλὰ κατά τινα δαιμονίου συνεργίαν γεγονέναι
若這些事果真如此,那麼關於耶穌——祂既能成就這許多事——豈不合理地推斷祂裡面有著非比尋常的神性嗎?卻不能說普羅孔尼蘇斯的阿里斯泰阿斯裡面也有此神性,縱然阿波羅願意將他列入神明之列;也不能說瑟蘇斯所列舉的那些人裡面有此神性——他說,沒有人把那位希柏里波瑞亞人阿巴里斯當作神,此人有那等能力,竟能乘著一支箭飛行。因為那賜給希柏里波瑞亞人阿巴里斯使他能乘箭飛行的神性,究竟懷著什麼目的把這等大恩賜給他呢?這對人類有何益處?又或者那人自己從乘箭飛行中得了什麼好處呢?縱然承認這些事絕非虛構,而是藉某鬼魔的協作而成的。
And if these things are so, how is it not reasonable to suppose, concerning Jesus, who was able to accomplish so much, that there was in Him no ordinary divinity—but no longer either in Aristeas of Proconnesus, even if Apollo wills to reckon him among the gods, nor in those whom Celsus enumerates when he says that no one regards as a god Abaris the Hyperborean, who had such power that he could be borne along on an arrow? For with what purpose did the divinity that bestowed it upon Abaris the Hyperborean, to be borne along on an arrow, grant him so great a gift? To what end was the human race benefited? Or what did that man himself gain from being borne along on an arrow? Granted even that these things are by no means fabrications, but came to pass through some cooperation of a demon.
1:1699
Ἐὰν δὲ ἐμὸς Ἰησοῦς ἀναλαμβάνεσθαι ἐν δόξῃ λέγηται, ὁρῶ τὴν οἰκονομίαν, ὅτι τοῖς θεωρήσασι συνίστη τὸν διδάσκαλον τοῦτ' ἐνεργήσας γενέσθαι θεός·
但若說我的耶穌是在榮耀中被接上去的,我便看出其中的神聖安排:那位使這事成就的神,藉此向那些目睹之人推介這位教師;
But if my Jesus is said to be taken up in glory, I perceive the divine economy: that He who wrought this to come to pass, God, was thereby commending the Teacher to those who beheld it;
1:1700
ἵν' ὡς οὐχ ὑπὲρ ἀνθρωπίνων μαθημάτων ἀλλὰ θείας διδασ καλίας ἀγωνιζόμενοι ὅση δύναμις ἑαυτοὺς ἀναθῶσι τῷ ἐπὶ πᾶσι θεῷ καὶ πάντα πράττωσιν ὑπὲρ τῆς πρὸς ἐκεῖνον ἀρεσκείας ὡς ἀποληψόμενοι κατ' ἀξίαν ἐν θείῳ δικαστηρίῳ ἅπερ ἐν τῷ βίῳ τούτῳ εὖ κακῶς πεποιήκασιν
好叫他們既不是為著屬人的教訓、乃是為著屬神的教導而爭戰,便竭盡全力將自己獻給那位超乎萬有之上的神,凡事都為討祂的喜悅而行,如同將要在神聖的審判台前,按其當得的,領受他們在今生所行的善惡。
so that, as men contending not on behalf of human teachings but of divine instruction, they might devote themselves with all their power to the God who is over all, and do all things for the sake of pleasing Him, as those who shall receive, according to their desert, in a divine tribunal, whatever they have done well or ill in this life.
1:1701
Ἐπεὶ δὲ μετὰ ταῦτα καὶ περὶ τοῦ Κλαζομενίου Κέλσος εἶπε προσθεὶς ἐπὶ τῆς κατ' αὐτὸν ἱστορίας·
可是在此之後,瑟蘇斯又談到那位克拉佐美奈人,並在他所述的故事上補充道:
But since after this Celsus also spoke about the Clazomenian, adding to the story as he tells it:
1:1702
ᾠκονόμησαν–, ἵνα τὰ προφητευ θέντα περὶ τοῦ Ἰησοῦ καὶ τὰ λεχθέντα ὑπ' αὐτοῦ ἤτοι ὡς πλάσματα ὅμοια ἐκείνοις διαβάλληται, ὡς οὐδὲν πλεῖον ἑτέρων ἔχοντα μὴ πάνυ θαυμάζηται
「……他們設計安排了——」其目的乃在於使那些關於耶穌所預言的事,以及祂所說的話,要麼被誣指為像那些一樣的虛構,要麼被視為與其他事並無高明之處,以致絲毫不令人驚嘆。
"...they contrived—" in order that the things prophesied concerning Jesus and the things said by Him might either be slandered as fabrications like those, or, as having nothing more than the others, be not at all marveled at.
1:1703
Ἔλεγε δὴ ἐμὸς Ἰησοῦς περὶ τῆς ἑαυτοῦ ψυχῆς, οὐ κατὰ τὸ ἀνθρώπινον χρεὼν χωριζομένης τοῦ σώματος ἀλλὰ κατὰ τὴν δοθεῖσαν αὐτῷ καὶ περὶ τούτου παράδοξον ἐξουσίαν, τό·
如今我的耶穌論到祂自己的魂時(這魂與身體的分離並非按著人所共有的必然,乃是按著也在此事上賜給祂的那奇妙權柄),說了這話:
Now my Jesus said concerning His own soul—which was separated from the body not according to the necessity common to men, but according to the marvellous authority given to Him also concerning this—the words:
1:1704
Οὐδεὶς αἴρει τὴν ψυχήν μου ἀπ' ἐμοῦ, ἀλλ' ἐγὼ τίθημι αὐτὴν ἀπ' ἐμαυτοῦ
「沒有人奪我的魂去,乃是我自己捨的。
"No one takes my soul from me, but I lay it down of myself.
1:1705
Ἐξουσίαν ἔχω θεῖναι αὐτήν, καὶ πάλιν ἐξουσίαν ἔχω λαβεῖν αὐτήν. Ἐπεὶ γὰρ ἐξουσίαν εἶχε θεῖναι αὐτήν, ἔθηκε μέν, ἡνίκα εἶπε·
我有權柄捨了,也有權柄取回來。」因為祂既有權柄捨去這魂,便在說以下這話時將它捨了:
I have authority to lay it down, and again I have authority to take it up." For since He had authority to lay it down, He laid it down when He said:
1:1706
Πάτερ, ἱνατί με ἐγκα τέλιπες; καὶ Κράξας φωνῇ μεγάλῃ ἀφῆκε τὸ πνεῦμα, προλαβὼν τοὺς ἐπὶ τῶν ἀνασκολοπιζομένων δημίους, ὑποτέμνοντας τὰ σκέλη τῶν σταυρουμένων καὶ διὰ τοῦθ' ὑποτέμνοντας, ἵνα μὴ ἐπὶ πλέον τιμωρίαν τίσωσιν
「父啊,你為什麼離棄我?」並且大聲喊叫後,便交付了靈,搶在那些行刑於受釘十字架者的劊子手之前——這些劊子手打斷受釘者的腿,而他們打斷腿正是為此緣故,好叫受刑者不再多受痛苦。
"Father, why have you forsaken me?" and, having cried with a loud voice, He gave up the spirit, anticipating the executioners at crucifixions, who break the legs of those being crucified—and break them for this reason, that the victims may not undergo punishment any longer.
1:1707
Ἔλαβε δὲ τὴν ψυχήν, ὅτε ἑαυτὸν ἐνεφάνισε τοῖς μαθηταῖς, προειπὼν ἐπ' αὐτῶν τοῖς ἀπιστοῦσιν αὐτῷ Ἰουδαίοις·
祂取回那魂,乃是在祂向門徒顯現之時;祂曾針對那些不信祂的猶太人,預先論到這些事說:
And He took up the soul when He manifested Himself to His disciples, having foretold concerning these matters, against the Jews who disbelieved Him:
1:1708
Λύσατε τὸν ναὸν τοῦτον, κἀγὼ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν. Καὶ Ἔλεγέ γε τοῦτο περὶ τοῦ ναοῦ τοῦ σώματος αὐτοῦ, καὶ τῶν προφητῶν προκηρυξάντων τὸ τοιοῦτο διὰ πλειόνων καὶ διὰ τοῦ·
「你們拆毀這殿,我三日內要把它重建起來。」祂說這話是指著祂身體的殿說的;眾先知也曾藉許多話、並藉以下這話,預先宣告了這樣的事:
"Destroy this temple, and in three days I will raise it up." And He said this concerning the temple of His body, the prophets too having proclaimed beforehand such a thing through many, and through this:
1:1709
Ἔτι δὲ καὶ σάρξ μου κατασ κηνώσει ἐπ' ἐλπίδι·
「並且我的肉身也要安然居住,存著盼望;
"Moreover my flesh also shall rest in hope;
1:1710
ὅτι οὐκ ἐγκαταλείψεις τὴν ψυχήν μου εἰς τὸν ᾅδην οὐδὲ δώσεις τὸν ὅσιόν σου ἰδεῖν διαφθοράν. . Ἔδειξε δ' Κέλσος ὅτι πλείονας ἀνέγνω ἱστορίας ἑλληνικάς, παραθέμενος καὶ τὰ περὶ τοῦ Ἀστυπαλαιέως Κλεομήδους·
因你必不將我的魂撇在陰間,也不叫你的聖者見朽壞。」瑟蘇斯藉著也引述關於阿斯堤帕萊亞人克勒奧梅德斯之事,顯出他讀過相當多的希臘歷史:
for you will not abandon my soul to Hades, nor will you let your holy one see corruption." And Celsus showed that he had read a good many Greek histories, by citing also the things concerning Cleomedes of Astypalaea:
1:1711
ὃν ἱστόρησεν εἰς κιβωτὸν καταδύντα καὶ ἔνδοθεν αὐτῆς εἰλημμένον μὴ εὑρῆσθαι ἔνδον, ἀλλ' ἔκτοθι δαιμονίᾳ τινὶ μοίρᾳ διαπτῆναι, ἡνίκα ὑπὲρ τοῦ αὐτὸν συλλαβεῖν διέκοψάν τινες τὴν κιβωτόν
他記載此人鑽進了一個箱子,雖被關閉在裡面,卻沒有在箱內被尋見,而是憑著某種超自然的命運飛了出去——那時有些人為了捉拿他,把箱子劈開了。
whom he records as having gone down into a chest, and, though shut up inside it, was not found within, but had flown out by some supernatural lot, when certain men, in order to seize him, had broken open the chest.
1:1712
Καὶ τοῦτο δὲ εἰ μὴ πλάσμα ἐστίν, ὥσπερ ἔοικεν εἶναι πλάσμα, οὐ παραβάλλεται τοῖς περὶ τοῦ Ἰησοῦ·
這事,縱然不是虛構——儘管它看來很可能是虛構——也不能與關於耶穌的事相比;
And this too, even if it is not a fabrication—as it seems likely to be a fabrication—is not to be compared with the things about Jesus;
1:1713
ἐπείπερ ἐκείνων μὲν οὐδὲν τῆς ἱστορουμένης θειότητος ἐν τῷ βίῳ τῶν ἀνθρώπων σύμβολον εὑρίσκεται, τοῦ δὲ Ἰησοῦ αἱ τῶν ὠφελουμένων ἐκκλησίαι καὶ αἱ περὶ αὐτοῦ λελεγμέναι προφητεῖαι καὶ αἱ ἐν ὀνόματι αὐτοῦ γινόμεναι θεραπεῖαι καὶ κατ' αὐτὸν μετὰ σοφίας γνῶσις καὶ λόγος εὑρισκόμενος παρὰ τοῖς φροντίσασιν ἀναβῆναι μὲν ἀπὸ τῆς ψιλῆς πίστεως, ἐρευνῆσαι δὲ τὸν ἐν ταῖς θείαις γραφαῖς νοῦν κατὰ τὰς τοῦ Ἰησοῦ ὑποθήκας εἰπόντος·
因為那些奇事所宣稱的神性,在人的生活中竟找不到一絲憑據;至於耶穌,卻有那些蒙益之人的眾教會,有論及祂的眾預言,有奉祂名所行的醫治,並有那伴隨著智慧、關乎祂的知識與道理——這道理見於那些渴望從單純的信仰往上攀升、並照耶穌訓誨去探究神聖經卷之含義的人中間;耶穌曾說:
since of those marvels not one token of the divinity ascribed to them is found in the life of men, whereas of Jesus there are the churches of those who have been benefited, and the prophecies spoken concerning Him, and the cures wrought in His name, and the knowledge and reason concerning Him, attended with wisdom, found among those who have been earnest to ascend from bare faith and to search out the meaning in the divine Scriptures according to the precepts of Jesus, who said:
1:1714
Ἐρευνᾶτε τὰς γραφάς, καὶ κατὰ τὸ βούλημα τοῦ διδάξαντος Παύλου δεῖν εἰδέναι ἡμᾶς ἑκάστῳ κατὰ τὸ δέον ἀποκρίνεσθαι, ἀλλὰ καὶ τοῦ εἰπόντος·
「你們查考聖經」;又按著保羅的旨意——他教導說,我們應當知道該怎樣按所當的回答各人;並按著那位說以下這話之人的旨意:
"Search the Scriptures," and according to the purpose of Paul who taught that we ought to know how to answer each one as is fitting, and also of him who said:
1:1715
Ἕτοιμοι ἀεὶ πρὸς ἀπολογίαν παντὶ τῷ αἰτοῦντι ὑμᾶς λόγον περὶ τῆς ἐν ὑμῖν πίστεως. Εἰ δὲ βούλεται αὐτὸς συγχωρεῖσθαι μὴ εἶναι πλάσμα, λεγέτω, τί βουλομένη ὑπὲρ ἄνθρωπον δύναμις πεποίηκεν ἔκτοθι τῆς κιβωτοῦ δαιμονίᾳ τινὶ μοίρᾳ διαπτῆναι
「有人問你們心中盼望(信心)的緣由,要常作準備,以溫柔回答各人。」但他若願意人承認這不是虛構,就讓他說說:那超乎人之上的大能,究竟懷著什麼目的,使此人憑某種超自然的命運飛出箱子。
"Always be ready to give a defence to everyone who asks you a reason concerning the faith that is in you." But if he wishes it to be granted that it is not a fabrication, let him say with what purpose the power above man caused him to fly out of the chest by some supernatural lot.
1:1716
Εἰ μὲν γὰρ ἀξιόλογόν τι παραστήσει καὶ βούλημα θεοῦ ἄξιον τὸ δωρησάμενον τὸ τοιοῦτον τῷ Κλεομήδει, κρινοῦμεν, τί χρὴ λέγειν πρὸς αὐτόν·
因為他若能提出某種值得稱道之事,並提出某種配得神之尊嚴、足以將這等事賜給克勒奧梅德斯的神之旨意,我們就會斟酌該對他說些什麼;
For if he will present something worthy of account, and a purpose of God worthy of Him, which bestowed such a thing on Cleomedes, we shall judge what must be said to him;
1:1717
εἰ δ' ἀπορήσει κἂν πιθανόν τι εἰς τὸν τόπον λέγειν, δηλονότι τὸ ὅσον ἐπὶ τῷ μὴ εὑρίσκεσθαι λόγον, ἤτοι συμβα λοῦμεν τοῖς αὐτὴν μὴ παραδεξαμένοις καὶ ἐγκαλέσομεν τῇ ἱστορίᾳ ὡς οὐκ ἀληθεῖ, δαιμόνιόν τι φήσομεν παραπλήσιον τοῖς ἐπιδεικνυμένοις γόησιν ἀπάτῃ ὀφθαλμῶν πεποιηκέναι καὶ < τὰ> περὶ τὸν Ἀστυπαλαιέα·
但他若連一句似是而非的話都說不出來——顯然,就「找不出任何理由」這點而言——我們就要麼站在那些不接受此故事之人一邊,指控這段歷史為不實,要麼說有某種鬼魔之事,類似術士藉眼目的欺騙所展示的,也施行了關於那阿斯堤帕萊亞人的事;
but if he is at a loss to say even anything plausible on the point—clearly, so far as concerns no reason being found—we shall either side with those who do not accept the story and bring a charge against the history as untrue, or we shall say that some demonic thing, akin to what is exhibited by sorcerers through deceit of the eyes, wrought also the things concerning the Astypalaean;
1:1718
περὶ οὗ οἴεται Κέλσος ὅτι θεοπρόπιόν τι ἐθέσπισεν, ὡς ἄρα μοίρᾳ τινὶ δαιμονίᾳ διέπτη ἀπὸ τῆς κιβωτοῦ
瑟蘇斯認為,關於此人,曾發出某種神聖的諭示,就是說他憑著某種超自然的命運飛出了箱子。
concerning whom Celsus supposes that he uttered some divine oracle, namely that by some supernatural lot he flew out of the chest.
1:1719
Ἐγὼ μὲν οὖν ἡγοῦμαι ὅτι τούτους μόνους ἠπίστατο Κέλσος
至於我,則認為瑟蘇斯只知道這幾個例子而已。
Now I for my part suppose that Celsus knew of these instances only.
1:1720
Καὶ ἵνα δοκῇ ἑκὼν παραλιπεῖν τὰ παραπλήσια, εἶπε τό·
為要顯得他是甘願略過那些類似的例子,他這樣說:
And in order that he might seem to be willingly passing over similar instances, he said this:
1:1721
Καὶ ἄλλους ἔχοι τις ἂν εἰπεῖν τοιούσδε πλείονας
「人還能舉出許多其他這類的例子。」
"And one could mention many others of this sort."
1:1722
Ἔστω δ' οὖν καὶ δεδόσθω τοιούσδε γεγονέναι πλείονας, μηδὲν ὠφεληκότας τὸ τῶν ἀνθρώπων γένος, τί τούτων εἰκαστὸν εὑρεθείη ἂν πρὸς τὸ τοῦ Ἰησοῦ ἔργον καὶ τὰ περὶ αὐτοῦ παράδοξα, περὶ ὧν ἐπὶ πλεῖον εἰρήκαμεν; Μετὰ ταῦτα παραπλήσιον ἡμᾶς οἴεται πεποιηκέναι τόν, ὥς φησιν Κέλσος, ἁλόντα καὶ ἀποθανόντα θρησκεύοντας τοῖς Γέταις σέβουσι τὸν Ζάμολξιν καὶ Κίλιξι τὸν Μόψον καὶ Ἀκαρνᾶσι τὸν Ἀμφίλοχον καὶ Θηβαίοις τὸν Ἀμφιάρεωκαὶ Λεβαδίοις τὸν Τροφώνιον
那麼就算如此,並承認確曾有過許多這樣的人,他們絲毫沒有造福人類:在這些事中,究竟有什麼能與耶穌的工作、以及關於祂的那些奇事——我們已較詳細論及的——相提並論呢?在此之後,他認為我們所行的,就像那些——照瑟蘇斯所說——崇拜一個被擒拿並處死之人的人,正如蓋塔伊人崇拜扎莫爾克西斯、奇里乞亞人崇拜摩普索斯、阿卡爾納尼亞人崇拜安菲洛庫斯、底比斯人崇拜安菲阿剌俄斯、勒巴狄亞人崇拜特羅福尼俄斯一樣。
Be it so, then, and let it be granted that there have been many such men, who in no way benefited the human race: what among these things could be found at all comparable to the work of Jesus and the marvels concerning Him, about which we have spoken at greater length? After this he supposes that we have done something like those who—as Celsus says—worship a man who was captured and put to death, just as the Getae worship Zalmoxis, the Cilicians Mopsus, the Acarnanians Amphilochus, the Thebans Amphiaraus, and the Lebadians Trophonius.
1:1723
Καὶ ἐν τούτοις δὲ ἐλέγξομεν αὐτὸν οὐκ εὐλόγως ἡμᾶς ὁμοιώσαντα τοῖς προειρημένοις
在這些事上,我們同樣要駁倒他,指明他毫無道理地把我們比作前述那些人。
And in these matters too we shall convict him of having unreasonably likened us to the aforesaid people.
1:1724
ἀπὸ τοῦ θείουὡς ἁρμοζόντων μᾶλλον δαιμονίοις οὐκ οἶδ' ὅπως ἱδρυμένοις ἔν τινι τόπῳ, ὃν ἤτοι προκαταλαμβά νουσιν διά τινων τελετῶν ἀχθέντες καὶ μαγγανειῶν ὡσπερεὶ οἰκοῦσιν–, τεθήπαμεν τὸν Ἰησοῦν τὸν νοῦν ἡμῶν μεταθέντα ἀπὸ παντὸς αἰσθητοῦ, ὡς οὐ μόνον φθαρτοῦ ἀλλὰ καὶ φθαρησομένου, καὶ ἀνάγοντα ἐπὶ τὴν μετὰ ὀρθοῦ βίου πρὸς τὸν ἐπὶ πᾶσι θεὸν τιμὴν μετ' εὐχῶν, ἃς προσάγομεν αὐτῷ διὰ <τοῦ> ὡς μεταξὺ ὄντος τῆς τοῦ ἀγεννήτου καὶ τῆς τῶν γενητῶν πάντων φύσεως, καὶ φέροντος μὲν ἡμῖν τὰς ἀπὸ τοῦ πατρὸς εὐεργεσίας διακομίζοντος δ' ἡμῶν τρόπον ἀρχιερέως τὰς εὐχὰς πρὸς τὸν ἐπὶ πᾶσι θεόν
……遠離神聖之事——以為這些事更適合於那些鬼魔,牠們不知怎地在某地立穩了腳跟,那地或是牠們所預先盤踞的,或是牠們藉某些祭儀與邪術被引到那裡,彷彿便居住在那裡——我們卻惟獨敬畏耶穌,祂使我們的心思離開一切可感之物(因這些物不僅是會朽壞的,更是必歸毀滅的),並將我們的心思引向那位超乎萬有之上的神,連同正直的生活去尊崇祂,藉著我們向祂所獻的禱告——這禱告是藉著那位彷彿介於非受生者之本性與一切受生之物之本性中間的位格而獻的,祂既將從父而來的恩惠帶給我們,又像大祭司一樣,將我們的禱告呈遞給那位超乎萬有之上的神。
...away from the divine—as being more fitting for demons that have, I know not how, established themselves in some place which they either pre-occupy, or, having been brought thither through certain rites and sorceries, they as it were inhabit—we have stood in awe of Jesus, who turned our mind away from everything perceptible, as being not only corruptible but also destined to be destroyed, and led it up to the honoring, together with an upright life, of the God who is over all, with the prayers which we offer to Him through Him who is as it were midway between the nature of the unbegotten and that of all begotten things, who both brings to us the benefits from the Father, and, in the manner of a high priest, conveys our prayers to the God who is over all.
1:1725
Ἐβουλόμην δὲ πρὸς τὸν οὐκ οἶδ' ὅπως τοιαῦτα λέγοντα τοιαῦτά τινα πρεπόντως αὐτῷ ἀδολεσχῆσαι·
我倒願意針對這個不知怎地說出這等話的人,以一種與他相稱的方式,略作一番閒談:
And I would gladly, in reply to this man who somehow speaks such things, prate a little in a manner befitting him:
1:1726
ἆρ' οὖν οὐδέν εἰσιν οὗτοι, οὓς κατέλεξας, καὶ οὐδεμία δύναμίς ἐστιν ἐν Λεβαδίᾳ κατὰ τὸν Τροφώνιον οὐδ' ἐν Θήβαις περὶ τὸν τοῦ Ἀμφιάρεω νεὼν οὐδ' ἐν Ἀκαρνανίᾳ περὶ τὸν Ἀμφίλοχον οὐδ' ἐν Κιλικίᾳ περὶ τὸν Μόψον;Ἢ ἐστί τις ἐν τοῖς τοιούτοις εἴτε δαίμων εἴτε ἥρως εἴτε καὶ θεός, ἐνεργῶν τινα μείζονα κατὰ ἄνθρωπον; Εἰ μὲν γάρ φησι μηδὲν ἕτερον εἶναι μήτε δαιμόνιον μήτε θεῖον περὶ τούτους, κἂν νῦν ὁμολογησάτω τὴν ἑαυτοῦ γνώμην, ἐπικούρειος ὢν καὶ μὴ τὰ αὐτὰ τοῖς Ἕλλησι φρονῶν καὶ μήτε δαίμονας γινώσκων μήτε κἂν ὡς Ἕλληνες θεοὺς σέβων, καὶ ἐλεγχέσθω ὅτι μάτην καὶ τὰ προειρημένα ὡς παραδεξάμενος αὐτὰ εἶναι ἀληθῆ ἐκόμισε καὶ τὰ ἐν τοῖς ἑξῆς ἐπιφερόμενα
那麼你所列舉的這些難道全然不存在,在勒巴狄亞與特洛福尼俄斯相關之處、在底比斯安菲阿剌俄斯的神廟、在阿卡納尼亞與安菲洛科斯相關之處、在基利家與摩普索斯相關之處,難道都沒有任何能力嗎?抑或在這類地方確有某種存有,無論是邪靈、英雄,還是神明,行出某些超越凡人的事?因為他若說在這些之中並無其他、既無邪靈性的也無神性的東西,那就讓他如今承認自己的見解吧——他既是伊壁鳩魯派,與希臘人想法不同,既不承認邪靈,也不像希臘人那樣敬奉諸神;並且讓他被駁倒:他先前所述的那些話乃是徒然提出的,彷彿接受它們為真,後文所接續的話也是如此。
Are then these whom you have enumerated nothing at all, and is there no power in Lebadeia connected with Trophonius, nor in Thebes about the shrine of Amphiaraus, nor in Acarnania about Amphilochus, nor in Cilicia about Mopsus? Or is there in such places some being, whether daemon or hero or even a god, working things greater than belong to man? For if he says that there is nothing else, neither daemonic nor divine, about these, let him now confess his own opinion, being an Epicurean and not thinking the same things as the Greeks, neither acknowledging daemons nor even revering gods as the Greeks do; and let him be convicted of having brought forward in vain the things he stated before, as though accepting them to be true, and likewise the things added in what follows.
1:1727
Εἰ δὲ φήσει εἴτε δαίμονας εἴτε ἥρωας εἴτε καὶ θεοὺς εἶναι τοὺς κατει λεγμένους, ὁράτω ὅτι ὅπερ οὐ βούλεται κατασκευάσει δι' ὧν εἴρηκεν, ὡς καὶ Ἰησοῦς τοιοῦτόν τι ἦν·
但他若要說那些被列舉者乃是邪靈、英雄,或甚至是神明,那就讓他看清:他藉自己所說的話,反而證立了他所不願承認的事,即耶穌也是這一類的存有;
But if he shall say that those enumerated are either daemons or heroes or even gods, let him see that by what he has said he will establish what he does not wish, namely that Jesus too was something of this kind;
1:1728
διὸ καὶ δεδύνηται ἑαυτὸν παραστῆσαι οὐκ ὀλίγοις τῶν ἀνθρώπων θεόθεν ἐπιδεδημηκέναι τῷ γένει τῶν ἀνθρώπων
正因如此,他也得以向為數不少的人證明:他乃是出於神,臨到人類之中寄居。
wherefore he too has been able to demonstrate to not a few of mankind that he came from God to sojourn among the human race.
1:1729
Ἅπαξ δὲ τοῦτ' ἐὰν παραδέξηται, ὅρα εἰ μὴ ἀναγκασθήσεται ἰσχυρό τερον αὐτὸν φῆσαι τούτων, οἷς αὐτὸν συγκατηρίθμησεν·
可是一旦他承認了這一點,且看他豈不被迫宣稱:耶穌比那些被他並列在一起的存有更為強大;
But once he has admitted this, see whether he will not be compelled to declare him mightier than those with whom he has reckoned him;
1:1730
ἐπεὶ ἐκείνων μέν γε οὐδεὶς κωλύει τὰς πρὸς τοὺς ἑτέρους τιμάς, οὗτος δὲ ἑαυτῷ θαρρῶν ὡς πάντων ἐκείνων δυνατώ τερος ἀπαγορεύει τὰς τούτων ἀποδοχὰς ὡς μοχθηρῶν δαιμόνων καὶ τόπους ἐπὶ γῆς προκατειληφότων, ἐπεὶ τῆς καθαρωτέρας οὐ δύνανται ἐφάψασθαι χώρας καὶ θειοτέρας, ἔνθα μὴ φθάνουσιν αἱ ἀπὸ τῆς γῆς καὶ τῶν ἐν αὐτῇ μυρίων κακῶν παχύτητες
因為那些存有中無一禁止人向其他存有獻上的尊崇,唯獨這一位,因自信比它們全體更有能力,禁止人接受對它們的敬奉,視它們為邪惡的邪靈,預先佔據了地上的處所;因為它們無法觸及那更純淨、更神聖的境界,那是地上以及地上無數惡事所生的種種濁重之氣所不能達到之處。
since of those none forbids the honours paid to others, but this one, confident in himself as being more powerful than all of them, forbids the acceptance of these as wicked daemons who have seized in advance places upon the earth, because they cannot lay hold of the purer and more divine region, where the grossnesses arising from the earth and from the countless evils within it do not reach.
1:1731
Ἐπεὶ δὲ μετὰ ταῦτα καὶ τὰ περὶ τῶν παιδικῶν Ἀδριανοῦλέγω δὲ τὰ περὶ Ἀντινόου τοῦ μειρακίουκαὶ τὰς εἰς αὐτὸν τῶν ἐν Ἀντινόου < πόλει> τῆς Αἰγύπτου τιμὰς οὐδὲν οἴεται ἀποδεῖν τῆς ἡμετέρας πρὸς τὸν Ἰησοῦν τιμῆς, φέρε καὶ τοῦτο ὡς φιλέχθρως λεγόμενον διελέγξωμεν
既然在這之後,他認為關於哈德良寵童之事——我是指關於少年安提諾烏斯之事——以及埃及安提諾烏斯城中向他所獻的尊崇,與我們對耶穌的尊崇毫無遜色,那麼來吧,讓我們也將此當作出於敵意之言加以駁斥。
And since after these things he thinks that the matters concerning Hadrian's favourite—I mean those concerning the youth Antinous—and the honours paid to him in Antinoöpolis in Egypt fall nothing short of our honour toward Jesus, come, let us refute this also as something said in a hostile spirit.
1:1732
Τί γὰρ κοινὸν ἔχει γενόμενος ἐν τοῖς Ἀδριανοῦ παιδικοῖς βίος, οὐδὲ τὸν ἄρρενα ἀπαθῆ γυναικείας νόσου φυλάξαντος, πρὸς τὸν σεμνὸν ἡμῶν Ἰησοῦν, οὗ μηδὲ οἱ μυρία κατηγο ρήσαντες καὶ ψευδῆ ὅσα περὶ αὐτοῦ λέγοντες δεδύνηνται κατειπεῖν ὡς κἂν τὸ τυχὸν ἀκολασίας κἂν ἐπ' ὀλίγον γευσα μένου; Ἀλλὰ καὶ εἴπερ φιλαλήθως καὶ ἀδεκάστως τὰ περὶ τὸν Ἀντίνουν ἐξετάζοι τις, μαγγανείας ἂν Αἰγυπτίων καὶ τελετὰς εὕροι τὰς αἰτίας τοῦ δοκεῖν τι αὐτὸν ποιεῖν ἐν Ἀντινόου πόλει καὶ μετὰ τὴν τελευτὴν αὐτοῦ·
那發生於哈德良寵童之間的生活——那連男身都未能保守免於那女性化惡疾的生活——與我們可敬的耶穌有何共通之處呢?對耶穌,連那些提出無數控訴、編造種種謊言之人,都無法指責他曾沾染哪怕最微小的放縱,哪怕只是片刻。而且,倘若有人秉持愛真理、不偏私的態度查考關於安提諾烏斯之事,便會發現:是埃及人的巫術與祕儀,才是他在安提諾烏斯城似乎行出某些事——甚至在他死後——的原因;
For what has the life that took place among Hadrian's favourites in common—a life that did not even keep the male free from the womanish disease—with our reverend Jesus, against whom not even those who brought countless accusations and uttered all manner of falsehoods about him have been able to charge that he tasted even the slightest license, even for a little while? But indeed, if anyone were to examine the affairs concerning Antinous truthfully and without bias, he would find that Egyptian sorceries and rites were the causes of his seeming to do anything in Antinoöpolis, even after his death;
1:1733
ὅπερ καὶ ἐπ' ἄλλων νεὼν ἱστορεῖται ὑπὸ Αἰγυπτίων καὶ τῶν τὰ τοιαῦτα δεινῶν γεγονέναι, ἔν τισι τόποις ἱδρυόντων δαίμονας μαντικοὺς ἰατρικοὺς πολλάκις δὲ καὶ βασανίζοντας τοὺς δοκοῦντάς τι παραβεβηκέναι περὶ τῶν τυχόντων βρωμάτων περὶ τοῦ θιγεῖν νεκροῦ σώματος ἀνθρωπίνου, ἵνα δὴ ἔχοιεν δεδίττεσθαι τὸν πολὺν καὶ ἀπαίδευτον
正如埃及人以及精通此類技藝者所記載:在其他神廟也曾發生過這樣的事——他們在某些地方設立會發神諭或行醫治的邪靈,這些邪靈又常折磨那些似乎在某些食物上、或在觸碰人屍體之事上有所違犯的人,好叫他們能藉此嚇唬眾多無知之人。
as is recorded by the Egyptians and by those skilled in such arts to have happened in the case of other shrines as well, when in certain places they set up daemons that give oracles or healings, and that often torment those who seem to have transgressed in regard to certain foods or to touching a human corpse, so that they might be able to terrify the multitude of the uneducated.
1:1734
Τοιοῦτος δέ ἐστι καὶ <ὁ> ἐν Ἀντινόου πόλει τῆς Αἰγύπτου νομισθεὶς εἶναι θεός, οὗ ἀρετὰς οἱ μέν τινες κυβευτικώτερον ζῶντες κατα ψεύδονται, ἕτεροι δὲ ὑπὸ τοῦ ἐκεῖ ἱδρυμένου δαίμονος ἀπατώμενοι καὶ ἄλλοι ἀπὸ ἀσθενοῦς τοῦ συνειδότος ἐλεγχό μενοι οἴονται τίνειν θεήλατον ἀπὸ τοῦ Ἀντινόου ποινήν
埃及安提諾烏斯城中那被視為神的存有,也是這一類;他的所謂德能,有些人——過著更像賭徒騙子般生活的人——虛妄地歸於他,另一些人則被設立於那裡的邪靈所欺騙,還有些人因自己軟弱的良心受責備,便以為自己正在從安提諾烏斯那裡償付一種神降的刑罰。
Of such a kind too is the one in Antinoöpolis of Egypt who is reckoned to be a god, whose virtues some, living rather like dice-cheats, falsely ascribe to him, while others, being deceived by the daemon established there, and still others, being convicted by their own weak conscience, suppose that they are paying a god-sent penalty from Antinous.
1:1735
Τοιαῦτα δέ ἐστι καὶ τὰ δρώμενα αὐτῶν μυστήρια καὶ αἱ δοκοῦσαι μαντεῖαι, ὧν πάνυ μακράν ἐστι τὰ τοῦ Ἰησοῦ
他們所舉行的祕儀,以及那些所謂的神諭,也是這一類;而耶穌的事工與這些相距甚遠;
Of such a kind too are their performed mysteries and their reputed oracles, from which the things of Jesus are very far removed;
1:1736
οὐ τοῖς εὖ φρονεῖν ἐθέλουσι μόνον ἀνθρώποις ἀλλὰ καὶ δαίμοσι καὶ ἄλλαις ἀοράτοις δυνάμεσιν·
這不僅對願意正確思考的人是顯明的,對邪靈以及其他不可見的能力也是如此;
as is manifest not only to men who are willing to think rightly, but also to daemons and to other invisible powers;
1:1737
αἵτινες μέχρι τοῦ δεῦρο ἐμφαίνουσιν ἤτοι φοβούμεναι τὸ ὄνομα τοῦ Ἰησοῦ ὡς κρείττονος σεβασμίως ἀποδεχόμεναι ὡς κατὰ νόμους αὐτῶν ἄρχοντος
這些存有直到如今仍顯出:它們或是懼怕耶穌的名,視之為更強者之名,或是恭敬地接受它,視之為一位按它們自己的律法施行統治者之名。
which up to the present manifest themselves as either fearing the name of Jesus as that of one greater, or reverently accepting it as that of one who rules according to their own laws.
1:1738
Εἰ γὰρ μὴ θεόθεν ἦν αὐτῷ δοθεῖσα σύστασις, οὐκ ἂν καὶ δαίμονες τῷ ὀνόματι αὐτοῦ ἀπαγγελλομένῳ μόνον εἴκοντες ἀνεχώρουν ἀπὸ τῶν ὑπ' αὐτῶν πολεμουμένων
因為他那地位若不是出於神所賜,邪靈也不會單單因人宣告他的名而退去,從它們所攻擊的對象身上撤離。
For if his establishment had not been given him from God, the daemons too would not have withdrawn from those they were warring against, yielding merely to the proclamation of his name.
1:1739
Αἰγύπτιοι μὲν οὖν διδαχθέντες τὸν Ἀντίνουν σέβειν, ἐὰν παραβάλῃς < αὐτῷ> Ἀπόλλωνα Δία, ἀνέξονται, σεμνύνοντες τὸν Ἀντίνουν διὰ τοῦ ἐκείνοις αὐτὸν συναριθ μεῖν·
至於那些受教去敬奉安提諾烏斯的埃及人,你若拿阿波羅或宙斯與他相比,他們是會容忍的,因為他們把安提諾烏斯與那些神明並列,藉此抬高他;
Now the Egyptians, having been taught to revere Antinous, will tolerate it if you compare Apollo or Zeus with him, since they exalt Antinous by reckoning him together with those gods;
1:1740
καὶ ἐν τούτοις γὰρ Κέλσος σαφῶς ψεύδεται λέγων·
因為瑟蘇斯在這些事上也明顯說謊,他說:
for in these things too Celsus clearly speaks falsely, saying:
1:1741
Κἂν παραβάλῃς αὐτῷ τὸν Ἀπόλλωνα τὸν Δία, οὐκ ἀνέ ξονται
「縱然你拿阿波羅或宙斯與他相比,他們也不會容忍。」
"Even if you should compare with him Apollo or Zeus, they will not tolerate it."
1:1742
Χριστιανοῖς δὲ μεμαθηκόσι τὴν αἰώνιον αὐτοῖς εἶναι ζωὴν ἐν τῷ γινώσκειν τὸν μόνον ἐπὶ πᾶσιν ἀληθινὸν θεὸν καὶ ὃν ἐκεῖνος ἀπέστειλεν Ἰησοῦν Χριστόν, μαθοῦσι δὲ καὶ ὅτι πάντες μὲν οἱ θεοὶ τῶν ἐθνῶν εἰσι δαιμόνια λίχνα καὶ περὶ τὰς θυσίας καὶ τὰ αἵματα καὶ τὰς ἀπὸ τῶν θυσιῶν ἀποφορὰς καλινδούμενα ἐπὶ ἀπάτῃ τῶν μὴ προσπεφευγότων τῷ ἐπὶ πᾶσι θεῷ, οἱ δὲ τοῦ θεοῦ θεῖοι καὶ ἅγιοι ἄγγελοι ἄλλης εἰσὶ φύσεως καὶ προαιρέσεως παρὰ τοὺς ἐπὶ γῆς πάντας δαίμονας, καὶ ὅτι οὗτοι σφόδρα ὀλίγοις γινώσκονται τοῖς περὶ τῶν τοιούτων συνετῶς καὶ ἐπι μελῶς ζητήσασιν, ἐὰν παραβάλῃς Ἀπόλλωνα καὶ Δίαἤ τινα τῶν μετὰ κνίσσης καὶ αἵματος καὶ θυσιῶν προσκυνουμένων, οὐκ ἀνέξονται·
但對於基督徒——他們已學知:他們的永生在於認識那位獨一、超乎萬有之上、真實的神,以及祂所差來的耶穌基督;他們也學知:列國的一切神明都是貪饞的邪靈,環繞祭物、鮮血,以及從祭牲所升起的香氣徘徊,為要欺騙那些未曾投奔那超乎萬有之神的人;而神那神聖、聖潔的眾天使,其本性與意向乃迥異於地上一切邪靈,並且這些天使只為極少數人所認識,就是那些對此類事審慎且勤勉查考的人——對這樣的基督徒,你若拿阿波羅、宙斯,或任何以脂香、鮮血與祭物受崇拜者來相比,他們是不會容忍的;
But to Christians, who have learned that their eternal life consists in knowing the only true God over all and Jesus Christ whom He sent, and who have learned also that all the gods of the nations are gluttonous daemons that hover about the sacrifices and the blood and the exhalations from the sacrifices, to deceive those who have not taken refuge in the God over all—while the divine and holy angels of God are of another nature and purpose than all the daemons upon the earth, and that these are known to very few, namely to those who have inquired intelligently and carefully concerning such matters—if you should compare Apollo and Zeus, or any of those worshipped with savour of fat and blood and sacrifices, they will not tolerate it;
1:1743
τινὲς μὲν διὰ τὴν πολλὴν ἁπλότητα μὴ εἰδότες μὲν δοῦναι λόγον περὶ ὧν ποιοῦσιν εὐγνωμόνως δὲ τηροῦντεςἃ παρειλήφασιν, ἕτεροι δὲ μετ' οὐκ εὐκαταφρονήτων λόγων ἀλλὰ καὶ βαθυτέρων καί, ὡς ἂν εἴποι τις Ἕλλην, ἐσωτερικῶν καὶ ἐποπτικῶν, ἐν οἷς πολύς ἐστι λόγος περὶ θεοῦ καὶ τῶν τετιμημένων ἀπὸ θεοῦ διὰ τοῦ μονογενοῦς θεοῦ λόγου μετοχῇ θεότητος διὰ τοῦτο δὲ καὶ ὀνόματι
他們當中有些人,因其極大的純樸,雖不懂得為自己所行的事說出道理,卻心存善意地持守所領受的;另一些人則憑著並非可輕忽、反倒更為深奧的論理,並且——如一位希臘人所說的——是奧祕、屬於更高觀照的論理,其中對神,以及對那些藉神獨生之道因分享神性而受神尊崇者(也因此分享了那名分),有許多深入的論說。
some, on account of their great simplicity, not knowing how to give an account of what they do, but well-meaningly keeping what they have received; others, with arguments not to be despised but indeed more profound and, as a Greek might say, esoteric and pertaining to higher contemplation, in which there is much discourse about God and about those honoured by God through the only-begotten Word of God by participation in deity, and on this account also in name.
1:1744
Πολὺς δὲ λόγος καὶ περὶ τῶν θείων ἀγγέλων καὶ περὶ τῶν ἐναντίων μὲν τῇ ἀληθείᾳ ἠπατημένων δὲ καὶ ἐξ ἀπάτης ἑαυτοὺς ἀναγορευόντων θεοὺς ἀγγέλους θεοῦ δαίμονας ἀγαθοὺς ἥρωας ἐκ μεταβολῆς συστάντας ἀγαθῆς ἀνθρωπίνης ψυχῆς
關於神的眾天使,以及關於那些與真理相敵、卻已受欺騙、並從欺騙中自稱為神、或神的天使、或良善邪靈、或由良善人類靈魂變化而成的英雄者,論說也是豐富的。
And great too is the discourse concerning the divine angels, and concerning those who are contrary to the truth but have been deceived, and out of deception proclaim themselves to be gods, or angels of God, or good daemons, or heroes formed from the transformation of a good human soul.
1:1745
Οἱ δὲ τοιοῦτοι Χριστιανοὶ καὶ κατασκευάσουσιν ὅτι, ὥσπερ πολλοὶ ἐν φιλοσοφίᾳ δοκοῦσιν εἶναι ἐν ἀληθείᾳ, ἤτοι ἑαυτοὺς κατασοφισάμενοι λόγοις πιθανοῖς τοῖς ὑφ' ἑτέρων προσαγομένοις καὶ εὑρεθεῖσι συγκαταθέμενοι προ πετῶς, οὕτως εἰσὶ καὶ ἐν ταῖς ἔξω σωμάτων ψυχαῖς καὶ ἀγγέλοις καὶ δαίμοσί τινες, ὑπὸ τῶν πιθανοτήτων ἑλκυσθέντες πρὸς τὸ ἑαυτοὺς ἀναγορεῦσαι θεούς
這樣的基督徒也會證立:正如在哲學中有許多人看似立於真理之中——或是用似是而非的論證自我欺哄,或是輕率地附和他人所提出並發現之物——照樣,在那脫離身體的眾靈魂中,以及在天使與邪靈中,也有一些被各種貌似有理之說所牽引者,竟自稱為神。
And such Christians will also establish that, just as many in philosophy seem to be in the truth—either having deceived themselves with persuasive arguments, or having rashly assented to things brought forward and discovered by others—so too among the souls outside bodies, and among angels and daemons, there are some who, drawn on by plausibilities, have come to proclaim themselves gods.
1:1746
Καὶ διὰ τοὺς τοιούτους γε λόγους κατὰ τὸ ἀκριβὲς τελείως ἐν ἀνθρώποις μὴ δυνα μένους εὑρεθῆναι ἀσφαλὲς ἐνομίσθη τὸ μηδενὶ ἑαυτὸν ἐμπιστεῦσαι ἄνθρωπον ὄντα ὡς θεῷ, πλὴν μόνου τοῦ ἐπὶ πᾶσιν ὡς διαιτητοῦ, τοῦ βαθύτατα ταῦτα καὶ θεωρήσαντος καὶ ὀλίγοις παραδόντος Ἰησοῦ Χριστοῦ
正因有這些考量——既然嚴格按精準推理而言,在人中無法找到全然無誤者——人遂認為最穩妥的,乃是不把自己作為人交託給任何人如同交託給神,唯獨交託給那超乎萬有者,如同交託給一位仲裁者,就是耶穌基督,祂既最深刻地洞察了這些事,又將之傳給了少數人。
And on account of such considerations—since persons perfectly exact according to strict reasoning cannot be found among men—it was deemed safe to entrust oneself to no one, being but a man, as to a god, except to the One over all alone, as to an arbiter, namely Jesus Christ, who both contemplated these things most profoundly and delivered them to a few.
1:1747
Περὶ μὲν οὖν τοῦ Ἀντινόουἤ τινος ἄλλου τοιούτου, εἴτε παρ' Αἰγυπτίοις εἴτε παρ' Ἕλλησι, πίστις ἐστίν, ἵν' οὕτως ὀνομάσω, ἀτυχής·
至於關於安提諾烏斯,或任何其他這類人物,無論在埃及人中還是在希臘人中,那是一種——容我如此稱呼——不幸的信念;
Now concerning Antinous, or any other such figure, whether among the Egyptians or among the Greeks, there is a faith—if I may so call it—that is ill-fated;
1:1748
περὶ δὲ τοῦ Ἰησοῦ ἤτοι δόξασα ἂν εἶναι εὐτυχὴς καὶ βεβασανισμένως ἐξητασμένη, δοκοῦσα μὲν εὐτυχὴς παρὰ τοῖς πολλοῖς βεβασανισμένως δὲ ἐξητασ μένη παρὰ πάνυ ὀλιγωτάτοις
但關於耶穌的信仰,則或顯為幸運,或甚至已經過嚴格的查驗——它在眾人看來顯為幸運,但只在極少數人中經過了嚴格的查驗與考究。
but concerning Jesus there is a faith that would either seem to be fortunate or has even been put to the test through rigorous examination—seeming to be fortunate among the many, but rigorously tested and examined among very, very few.
1:1749
Κἂν λέγω δέ τινα πίστιν εἶναι, ὡς ἂν οἱ πολλοὶ ὀνομάσαιεν, εὐτυχῆ, καὶ περὶ ταύτης ἀναφέρω τὸν λόγον ἐπὶ τὸν εἰδότα θεὸν τὰς αἰτίας τῶν ἑκάστῳ μεμερισμένων ἐπιδημοῦντι τῷ βίῳ τῶν ἀνθρώπων
縱然我說有某種信仰是——如眾人所稱的——「幸運的」,關於這信仰,我也把此事歸於那位曉得各樣緣由的神,祂知道分派給每一個來到人世寄居者的種種境遇之因由。
And even if I say there is a certain faith that is, as the many would name it, fortunate, concerning this too I refer the matter to Him who knows the causes of the things apportioned to each one who comes to sojourn in the life of men.
1:1750
Καὶ Ἕλληνες δὲ φήσουσι καὶ ἐν τοῖς νομιζομένοις εἶναι σοφωτάτοις κατὰ πολλὰ τὴν εὐτυχίαν εἶναι αἰτίαν, οἷον περὶ διδασκάλων τοιῶνδε καὶ τοῦ περιπεσεῖν τοῖς κρείττοσιν, ὄντων καὶ τῶν τὰς ἐναντίας αἱρέσεις διδασκόντων, καὶ περὶ ἀνατροφῆς τῆς ἐν βελτίοσι
希臘人也會說:甚至在那些被視為最有智慧者當中,好運在許多方面也是一種緣由——例如,關於遇上這樣那樣的老師、得以遇見更優良者(因為也有教導相反學說的人),以及關於在較佳之人中受撫育成長之事。
And the Greeks too will say that even among those reckoned to be wisest, good fortune is in many respects a cause—for instance, concerning such-and-such teachers and the meeting with better ones (there being also those who teach the contrary doctrines), and concerning a rearing among better people.
1:1751
Πολλοῖς γὰρ καὶ τὰ τῆς ἀνατροφῆς ἐν τοιούτοις γεγένηται, ὡς μηδὲ φαντασίαν ἐπιτραπῆναι τῶν κρειττόνων λαβεῖν ἀλλ' ἀεὶ καὶ ἐκ πρώτης ἡλικίας ἤτοι ἐν παιδικοῖς εἶναι ἀκολάστων ἀνδρῶν δεσποτῶν ἐν ἄλλῃ τινὶ κωλυούσῃ ἀναβλέπειν τὴν ψυχὴν κακοδαιμονίᾳ
因為許多人成長撫育的境況竟是這樣:他們連對更美好之事連個概念都不被允許獲得,反倒總是——甚至從最幼小的年歲起——或淪為放縱之徒或主人的孌童,或陷於某種別的、攔阻靈魂仰望向上的不幸之中。
For with many the circumstances of their rearing have been of such a kind that they were not even permitted to gain a notion of the better things, but always, even from earliest age, were either among the favourites of licentious men or of masters, or in some other misfortune that hindered the soul from looking upward.
1:1752
Τὰς δὲ περὶ τούτων αἰτίας πάντως μὲν εἰκὸς εἶναι ἐν τοῖς τῆς προνοίας λόγοις, πίπτειν δὲ αὐτὰς εἰς ἀνθρώπους οὐκ εὐχερές
這些事的緣由,完全有可能是在天命護理的法則之中;但要使這些緣由下達到人能領會的層面,卻並非易事。
And it is altogether likely that the causes of these things lie within the principles of providence; but for them to come down to the level of men is no easy matter.
1:1753
πίστις ὁποία δὴ προκα τασχοῦσα
……某種事先佔據了人心的信念,無論其屬何種。
...a faith of whatever sort that has taken possession beforehand.
1:1754
Ἐχρῆν γὰρ διὰ τὰς διαφόρους ἀνατροφὰς εἰπεῖν διαφορὰς τῶν ἐν ἀνθρώποις πίστεων, εὐτυχέστερον ἀτυχέστερον πιστεύουσι·
因為人本當說明:由於各樣不同的撫育成長,人們所持的信仰也有差異,視他們信得較幸運或較不幸而定;
For one would have had to declare, on account of the different upbringings, the differences of the faiths among men, according as they believe more fortunately or more unfortunately;
1:1755
καὶ ἐκ τούτου ἀναβῆναι ὅτι δόξαι ἂν καὶ τοῖς ἐντρεχεστέροις εἰς αὐτὸ τὸ δοκεῖν εἶναι λογικωτέροις καὶ λογικώτερον προστίθεσθαι τὰ πολλὰ δόγμασιν ὀνομαζομένη εὐτυχία καὶ λεγομένη ἀτυχία συνεργεῖν
並由此上升到這個結論:縱使對那些較敏捷機智者——以致實際上被視為更具理性、且更合理性地依附於他們眾多教條——所謂的好運與所謂的厄運仍在其中協同作用。
and from this to ascend to the conclusion that, even to those who are quicker-witted—so as actually to be thought more rational and to attach themselves more rationally to their many tenets—what is called good fortune and what is called ill fortune cooperate.
1:1756
Ἀλλὰ γὰρ περὶ τούτων ἅλις
然而關於這些事,已說得夠多了。
But enough concerning these matters.
1:1757
Τὰ δ' ἑξῆς τοῦ Κέλσου κατανοητέον, ἐν οἷς καὶ ἡμῖν φησι πίστιν ποιεῖν προκαταλαβοῦσαν ἡμῶν τὴν ψυχὴν τὴν περὶ τοῦ Ἰησοῦ τοιάνδε συγκατάθεσιν
瑟蘇斯接下來的話必須細加思量,他在其中說:在我們身上,信仰也是藉著事先佔據了我們的靈魂,而產生這種對於耶穌的認同。
What follows in Celsus must be carefully considered, in which he says that in us too faith produces, by taking prior possession of our soul, this sort of assent concerning Jesus.
1:1758
Ἀληθῶς μὲν γὰρ πίστις ἡμῖν ποιεῖ τὴν τοιαύτην συγκατάθεσιν·
因為信仰確實在我們裡面產生這樣的認同;
For truly faith does produce in us such assent;
1:1759
ὅρα δὲ εἰ μὴ αὐτόθεν πίστις αὐτὴ τὸ ἐπαινετὸν παρίστησιν, ὅτε πιστεύομεν ἑαυτοὺς τῷ ἐπὶ πᾶσι θεῷ, χάριν ὁμολογοῦντες τῷ εἰς τοιαύτην πίστιν ὁδηγῷ καὶ λέγοντες αὐτὸν οὐκ ἀθεεὶ τὸ τηλικοῦτον τετολμηκέναι καὶ ἠνυκέναι·
但且看:當我們把自己交託給那超乎萬有之神,並向那引領我們進入如此信仰者獻上感謝,又宣稱他並非離了神而敢於並成就了如此偉大之事時,信仰本身豈不正是自然而然地呈現出那可稱讚之處嗎?
but see whether faith itself does not of itself present what is praiseworthy, when we entrust ourselves to the God over all, giving thanks to Him who has guided us to such a faith, and saying that he did not without God dare and accomplish so great a work;
1:1760
πιστεύομεν δὲ καὶ ταῖς προαιρέσεσι τῶν γραψάντων τὰ εὐαγγέλια, καταστο χαζόμενοι τῆς εὐλαβείας αὐτῶν καὶ τοῦ συνειδότος, ἐμφαι νομένων τοῖς γράμμασιν, οὐδὲν νόθον καὶ κυβευτικὸν καὶ πεπλασμένον καὶ πανοῦργον ἐχόντων
我們也信靠那些寫作福音書者的存心,從他們的著作中所顯露出的敬虔與良知作出推斷,因為他們的著作中毫無虛假、毫無賭徒騙子般的詭詐、毫無捏造、毫無奸猾之處。
and we believe also in the purposes of those who wrote the Gospels, inferring their piety and conscientiousness, which are manifest in their writings, since they contain nothing spurious, nor cunning like a dice-cheat, nor fabricated, nor knavish.
1:1761
Καὶ γὰρ παρίσταται ἡμῖν ὅτι οὐκ ἂν ψυχαί, μὴ μαθοῦσαι τὰ τοιαῦτα, ὁποῖα διδάσκει παρ' Ἕλλησι πανοῦργος σοφιστεία, πολλὴν ἔχουσα τὴν πιθανότητα καὶ τὴν ὀξύτητα, καὶ ἐν τοῖς δικαστηρίοις καλινδουμένη ῥητορική, οὕτως πλάσαι οἷοί τ' ἦσαν πράγματα, δυνάμενα ἀφ' αὑτῶν ἔχειν τὸ πρὸς πίστιν καὶ τὸν ἀνάλογον τῇ πίστει βίον ἀγωγόν
因為這在我們看來是顯明的:那些未曾學過希臘人那奸猾詭辯之術(其中富於似是而非與機鋒)、也未曾學過那在法庭裡周旋的修辭學的靈魂,斷不可能如此編造出種種事情,使其本身足以具備那引人歸信、並引向與該信仰相稱之生活的力量。
For it stands before us that souls which had not learned such things as the knavish sophistry among the Greeks teaches—possessing much plausibility and acuteness—and the rhetoric that rolls about in the law-courts, could not have so fabricated matters as to be able of themselves to have that which leads to faith and to a life proportionate to that faith.
1:1762
Οἶμαι δὲ καὶ τὸν Ἰησοῦν διὰ τοῦτο βεβουλῆσθαι διδασκάλοις τοῦ δόγματος χρῆσθαι τοιούτοις, ἵνα μηδεμίαν μὲν ἔχῃ χώραν ὑπόνοια πιθανῶν σοφισμάτων, λαμπρῶς δὲ τοῖς συνιέναι δυναμένοις ἐμφαίνηται ὅτι τὸ ἄδολον τῆς προαιρέσεως τῶν γραψάντων, ἐχούσης πολὺ τό, ἵν' οὕτως ὀνομάσω, ἀφελές, ἠξιώθη θειοτέρας δυνάμεως, πολλῷ μᾶλλον ἀνυούσης ἤπερ ἀνύειν δύνασθαι δοκεῖ περιβολὴ λόγων καὶ λέξεων σύνθεσις καὶ μετὰ διαιρέσεων καὶ τεχνολογίας ἑλληνικῆς ἀκολουθία
我也認為,耶穌正是為此緣故,刻意揀選這樣的人作祂教義的教師,好叫那種似是而非的詭辯之嫌毫無立足之地,反倒向那些能領悟者清楚顯明:這些寫作者其存心的真誠無偽——其中滿有可謂之「樸實」的特質——被視為配得一種更具神性的能力;這能力所成就的,遠勝於那繁複的辭藻堆砌、語句的鋪排,以及以希臘學術的條分縷析與技巧所編排的章法所能似乎成就的。
And I think that Jesus too, for this very reason, willed to make use of such teachers of his doctrine, so that there might be no room at all for the suspicion of plausible sophistries, but that it might shine forth clearly to those able to understand that the guilelessness of the writers' purpose—having much of what I might call simplicity—was deemed worthy of a more divine power, which accomplishes far more than the elaborate array of words and the composition of phrases, and the sequence ordered with the divisions and technical artistry of Greek learning, can seem capable of accomplishing.
1:1763
Ὅρα δὲ εἰ μὴ τὰ τῆς πίστεως ἡμῶν ταῖς κοιναῖς ἐννοίαις ἀρχῆθεν συναγορεύοντα μετατίθησι τοὺς εὐγνωμόνως ἀκούοντας τῶν λεγομένων
且看:我們信仰的內容從一開始便與人所共有的觀念相合,這豈不正轉變那些以公正之心聆聽所述之言的人嗎?
And see whether the contents of our faith, agreeing from the outset with the common notions, do not transform those who hear what is said with a fair mind.
1:1764
Εἰ γὰρ καὶ διαστροφὴ δεδύνηται, πολλῆς αὐτῇ κατηχήσεως συναγορευούσης, τοῖς πολλοῖς ἐμφυτεῦσαι τὸν περὶ ἀγαλμάτων λόγον ὡς θεῶν καὶ τὸν περὶ τῶν γενομένων ἐκ χρυσοῦ καὶ ἀργύρου καὶ ἐλέφαντος καὶ λίθου ὡς προσκυνήσεως ἀξίων·
因為縱然那扭曲之說曾有能力——藉著大量的教導為其鼓吹——在眾人心中栽植起「偶像即是神明」的觀念,以及「那些用金、銀、象牙、石頭所造之物乃配受敬拜」的觀念;
For even if the distortion has been able—with much catechizing pleading on its behalf—to implant in the many the doctrine about images as being gods, and about the things made from gold and silver and ivory and stone as being worthy of worship;
1:1765
ἀλλ' κοινὴ ἔννοια ἀπαιτεῖ ἐννοεῖν ὅτι θεὸς οὐδαμῶς ἐστιν ὕλη φθαρτὴ οὐδὲ τιμᾶται ἐν ἀψύχοις ὕλαις ὑπὸ ἀνθρώπων μορφούμενος, ὡς κατ' εἰκόναἤ τινα σύμβολα ἐκείνου γινομέναις
然而那共有的觀念卻要求人這樣思想:神絕非可朽壞的物質,祂也不在那些由人塑造的無生命物質中受尊崇,彷彿這些東西是按那一位的形象、或作為祂的某種象徵而被造成的。
yet the common notion demands that one conceive that God is in no way corruptible matter, nor is He honoured in lifeless materials shaped by men, as though these came to be in the image of, or as certain symbols of, that One.
1:1766
Διόπερ εὐθέως λέγεται τὰ περὶ ἀγαλμάτων, ὅτι οὐκ εἰσὶ θεοί, καὶ τὰ περὶ τῶν τοιούτων δημιουργημάτων, ὅτι οὐκ εἰσὶ συγκριτὰ πρὸς τὸν δημιουργόν, ὀλίγα τε περὶ τοῦ ἐπὶ πᾶσι θεοῦ δημιουργήσαντος καὶ συνέχοντος καὶ κυβερνῶντος τὰ ὅλα
因此,關於偶像之事便立即被陳明——它們不是神;關於這類人手所造之物——它們無法與那造物主相比;又略略論及那超乎萬有、創造、維繫並治理萬有之神。
Wherefore at once the things concerning images are stated—that they are not gods—and the things concerning such handiworks—that they are not comparable to the Maker—and a little is said concerning the God over all who has made and holds together and governs the universe.
1:1767
Καὶ εὐθέως ὡσπερεὶ τὸ συγγενὲς ἐπιγνοῦσα λογικὴ ψυχὴ ἀπορρίπτει μὲνἃ τέως ἐδόξαζεν εἶναι θεοὺς φίλτρον δ' ἀναλαμβάνει φυσικὸν τὸ πρὸς τὸν κτίσαντα, καὶ διὰ τὸ πρὸς ἐκεῖνον φίλτρον ὑπεραποδέχεται καὶ τὸν ταῦτα πρῶτον πᾶσι τοῖς ἔθνεσι παραστήσαντα δι' ὧν κατεσκεύασε μαθητῶν, οὓς ἐξέπεμψε μετὰ θείας δυνάμεως καὶ ἐξουσίας κηρύξαι τὸν περὶ τοῦ θεοῦ καὶ τῆς βασιλείας αὐτοῦ λόγον
於是那有理性的靈魂,便彷彿認出了自己的同類,立刻拋棄它先前以為是神的那些東西,並對它的造物主生發出一種自然的愛慕之情;又因著對祂的那愛慕,它也滿心接納那首先向萬國呈明這些真理者,就是藉著祂所預備、又差遣出去、賦予神聖能力與權柄、去宣講關乎神及祂國度之道的門徒,將這些真理傳開的那一位。
And at once, as if recognizing its kindred, the rational soul casts away the things it formerly supposed to be gods, and takes up a natural love toward its Creator; and because of that love toward Him it most heartily welcomes also the one who first presented these things to all the nations through the disciples whom he prepared, whom he sent forth with divine power and authority to proclaim the word concerning God and His kingdom.
1:1768
Ἐπεὶ δ' ἐγκαλεῖ ἡμῖν, οὐκ οἶδ' ἤδη ὁποσάκις, περὶ τοῦ Ἰησοῦ ὅτι ἐκ θνητοῦ σώματος ὄντα θεὸν νομίζομεν καὶ ἐν τούτῳ ὅσια δρᾶν δοκοῦμεν, περισσὸν μὲν τὸ ἔτι πρὸς τοῦτο λέγειν, πλείονα γὰρ ἐν τοῖς ἀνωτέρω λέλεκται·
可是既然他控告我們——我已記不清是多少次了——關於耶穌之事,說我們既以一個出於必死之身者為神,又自以為這樣行乃是虔敬,那麼在此再多說便屬多餘了,因為前文已說得更多;
But since he accuses us—I no longer know how many times—concerning Jesus, that being from a mortal body we deem him to be God and think we are acting piously in this, it is superfluous to say anything further on this point, for more has been said in the foregoing;
1:1769
ὅμως δὲ ἴστωσαν οἱ ἐγκαλοῦντες ὅτι, ὃν μὲν νομίζομεν καὶ πεπείσ μεθα ἀρχῆθεν εἶναι θεὸν καὶ υἱὸν θεοῦ, οὗτος αὐτολόγος ἐστὶ καὶ αὐτοσοφία καὶ αὐτοαλήθεια·
雖然如此,仍要讓那些控告我們的人知道:那位我們從起初便認定、並深信為神、為神之子者,這一位乃是「道」自身、「智慧」自身、「真理」自身;
nevertheless let those who accuse us know that the one whom we deem and have been persuaded from the beginning to be God and Son of God, this one is Very-Reason itself, and Very-Wisdom itself, and Very-Truth itself;
1:1770
τὸ δὲ θνητὸν αὐτοῦ σῶμα καὶ τὴν ἀνθρωπίνην ἐν αὐτῷ ψυχὴν τῇ πρὸς ἐκεῖνον οὐ μόνον κοινωνίᾳ ἀλλὰ καὶ ἑνώσει καὶ ἀνακράσει τὰ μέγιστά φαμεν προσειληφέναι καὶ τῆς ἐκείνου θειότητος κεκοινωνηκότα εἰς θεὸν μεταβεβληκέναι
至於祂那必死的身體,以及在祂裡面的人性靈魂,我們則說:藉著它們與那一位不僅相通、更是聯合與相融,它們領受了至大之事,並因分享了祂的神性,而被變化成為神。
but as for his mortal body and the human soul in him, we say that, by their not merely fellowship but also union and intermingling with that One, they have taken on the greatest things, and, having shared in His deity, have been transformed into God.
1:1771
βούλεται αὐτῇ περιτιθέναι, καὶ πολλάκις τὰς μὲν προτέρας ἀποτιθεμένης κρείττονας δὲ καὶ διαφόρους ἀναλαμβανούσης
〔靈魂〕願意給自己披上〔這樣的身體〕,並常常脫去先前的那些,換上更佳且不同的身體。
[the soul] wills to clothe itself with [such bodies], and often, laying aside its former ones, takes up better and different ones.
1:1772
Εἰ γὰρ ὑγιῆ τὰ τοιαῦτα, τί θαυμαστὸν τὴν ποιότητα τοῦ θνητοῦ κατὰ τὸ τοῦ Ἰησοῦ σῶμα προνοίᾳ θεοῦ βουληθέντος μεταβαλεῖν εἰς αἰθέριον καὶ θείαν ποιότητα; . Οὐχ ὡς διαλεκτικὸς μὲν οὖν εἶπεν Κέλσος, παρα βάλλων τὰς ἀνθρωπίνας τοῦ Ἰησοῦ σάρκας χρυσῷ καὶ ἀργύρῳ καὶ λίθῳ, ὅτι αὗται ἐκείνων φθαρτότεραι
因為這類道理若是站得住的,那麼,耶穌身體中那必死之質,藉著如此定意的神之護理而被變化為一種屬乎以太、屬乎神性之質,又有何稀奇呢?所以瑟蘇斯把耶穌人性的肉體與金、銀、石頭相比,說前者比後者更易朽壞,這話並非以邏輯學家的身分而說的。
For if such things are sound, what is wonderful in the quality of the mortal element in the body of Jesus being changed, by the providence of God who so willed, into an ethereal and divine quality? Celsus therefore did not speak as a logician when he compared the human flesh of Jesus with gold and silver and stone, saying that the former is more corruptible than the latter.
1:1773
Πρὸς γὰρ τὸν ἀκριβῆ λόγον οὔτ' ἄφθαρτον ἀφθάρτου ἀφθαρτότερον οὔτε φθαρτὸν φθαρτοῦ φθαρτότερον
因為按嚴格的推理而言:既沒有哪一不朽之物比另一不朽之物更不朽,也沒有哪一可朽之物比另一可朽之物更易朽。
For, according to strict reasoning, neither is one imperishable thing more imperishable than another imperishable, nor is one perishable thing more perishable than another perishable.
1:1774
Ἀλλ' εἰ ἄρα φθαρτό τερον, ὅμως δὲ καὶ πρὸς τοῦτο φήσομεν ὅτι, εἴπερ δυνατὸν ἀμείβειν ποιότητας τὴν ὑποκειμένην πάσαις ποιότησιν ὕλην, πῶς οὐ δυνατὸν καὶ τὴν σάρκα τοῦ Ἰησοῦ ἀμείψασαν ποιότητας γεγονέναι τοιαύτην, ὁποίαν ἐχρῆν εἶναι τὴν ἐν αἰθέρι καὶ τοῖς ἀνωτέρω αὐτοῦ τόποις πολιτευομένην, οὐκέτι ἔχουσαν τὰ τῆς σαρκικῆς ἀσθενείας ἴδια καὶ ἅτινα μιαρώτερα ὠνόμασεν Κέλσος; Οὐδὲ τοῦτο φιλοσόφως ποιῶν·
但縱然承認它更易朽,對此我們仍要說:倘若那作為一切性質之底質的物質有可能更換其性質,那麼耶穌的肉體在更換了其性質之後,豈不也有可能成為那種——在以太及其上界域中生活所必須具備的——性質,不再帶有肉體軟弱所特有的種種屬性,以及瑟蘇斯所稱為「更污穢」的那些東西呢?而他這樣做,並非合乎哲理;
But even granting it to be more corruptible, nevertheless to this also we shall say that, if it is possible for the matter underlying all qualities to exchange its qualities, how is it not also possible for the flesh of Jesus, having exchanged its qualities, to have become such as that which dwelling in the ether and in the regions above it must needs be—no longer having the properties peculiar to fleshly weakness and those things which Celsus named more polluted? In doing which he was not acting philosophically;
1:1775
τὸ γὰρ κυρίως μιαρὸν ἀπὸ κακίας τοιοῦτόν ἐστι·
因為那真正稱得上污穢的,乃是出於罪惡才如此的;
for that which is properly polluted is such as it is from vice;
1:1776
φύσις δὲ σώματος οὐ μιαρά·
至於身體的本性,並不污穢;
but the nature of a body is not polluted;
1:1777
οὐ γὰρ φύσις σώματός ἐστι, τὸ γεννητικὸν τῆς μιαρότητος ἔχει τὴν κακίαν
因為身體並非就其作為身體之本性這一點上,才擁有那污穢之源,即罪惡。
for it is not in so far as it is the nature of a body that it has the source of pollution, namely vice.
1:1778
Εἶτ' ἐπεὶ ὑπιδόμενος τὴν παρ' ἡμῶν ἀπολογίαν λέγει περὶ τῆς μεταβολῆς τοῦ σώματος αὐτοῦ ὅτι ἀλλ' ἀποθέμενος ταύτας ἄρα ἔσται θεός·
接著,他因預料到我們的辯解,便就祂身體的變化說:「可是祂既已撇下了這些,這樣一來,祂便算是神了;」
Then, since suspecting our defence he says concerning the change of his body: "But having laid these aside, he will then, forsooth, be a god;"
1:1779
τί οὖν οὐχὶ μᾶλλον Ἀσκληπιὸς καὶ Διόνυσος καὶ Ἡρακλῆς; φήσομεν·
我們便要說:「那麼,為何不更該是阿斯克勒庇俄斯、狄俄倪索斯和赫拉克勒斯呢?」
we shall say: "Why then not rather Asclepius and Dionysus and Heracles?"
← 上一段下一段 →
1